Koine Greek paraphrase by Theodorus Gaza
ἐπεὶ δὲ διετάχθησαν ὁμοῦ πάντες ὑπὸ τῶν ἡγεμόνων, οἱ μὲν Τρῶες σὺν βοῇ, καὶ κραυγῇ ἐπορεύοντο, καθάπερ ὄρνιθες· ὥσπερ βοὴ γεράνων γίνεται πρὸ τοῦ οὐρανοῦ, αἵτινες μετὰ τὸ φυγεῖν τὸν χειμῶνα καὶ τὸν πολὺν ὑετόν, σὺν βοῇ αὗται πέτονται ἐπὶ τῶν ῥευμάτων τοῦ Ὠκεανοῦ, φόνον, καὶ μοῖραν θανατηφόρον φέρουσαι τοῖς Πηχυαίοις ἀνδράσι· ἑωθιναὶ δ' αὗται, καὶ κατὰ τὸν καιρὸν τοῦ ὄρθρου, δεινὴν μάχην ἐπάγουσι τοῖς εἰρημένοις ἀνθρώποις· οἱ Ἕλληνες δὲ μετὰ σιγῆς ἐπορεύοντο δύναμιν πνέοντες, προθυμούμενοι κατὰ τὴν ψυχὴν βοηθεῖν ἀλλήλοις. | 001 |
ὥσπερ δὲ ὅτε ἐν ταῖς κορυφαῖς τοῦ ὄρους κατέχεεν ὀμίχλην ὁ Νότος, τοῖς μὲν ποιμέσιν οὐδαμῶς προσφιλῆ, τῷ κλέπτῃ δὲ βελτίονα τῆς νυκτός, τοσοῦτον δέ τις ὁρᾶν πόρρω δύναται, ὅσον ἀφίησι λίθον, ἤτοι ὅσον λίθου βολή· οὕτως ὑπὸ τῶν ποδῶν αὐτῶν κονιορτὸς ἠγείρετο ἀθρόος πορευομένων. λίαν δὲ ταχέως τὴν πεδιάδα διήρχοντο. | 010 |
ὅτε δὲ οὗτοι πλησίον ἐγένοντο, κατ' ἀλλήλων ἐρχόμενοι, τοῖς μὲν Τρῳσὶ πρόμαχος ἦν Ἀλέξανδρος ὁ κατὰ τὴν μορφὴν ὅμοιος τοῖς θεοῖς, παρδάλεως δορὰν ἔχων περὶ τοὺς ὤμους, καὶ τόξον ἐπικαμπές, καὶ σπάθην. δύο δὲ οὗτος δόρατα ἐστομωμένα σιδήρῳ κινῶν, προεκαλεῖτο πάντας τοὺς ἀρίστους τῶν Ἑλλήνων, κατὰ βιαίαν ἐναντίωσιν πολεμῆσαι ἐν τῇ μάχῃ τῇ χαλεπῇ. | 015 |
ὡς γοῦν εἶδεν αὐτὸν Μενέλαος ὁ πολεμικὸς πορευόμενον ἔμπροσθεν τοῦ πλήθους, καὶ μεγάλως καὶ ὑπεροπτικῶς διαβαίνοντα, ὥσπερ λέων ἐχάρη σώματι μεγάλῳ ἐντυχών, εὑρὼν δηλονότι ἢ ἔλαφον κερασφόρον, ἢ αἶγα ἄγριον πεινῶν· πάνυ γὰρ κατεσθίει, κᾂν αὐτὸν διώκωσι κύνες ταχεῖς, καὶ νεανίαι ἀκμάζοντες· οὕτως ἐχάρη ὁ Μενέλαος, τὸν τοῖς θεοῖς ὅμοιον Ἀλέξανδρον τοῖς ὀφθαλμοῖς θεασάμενος· ὠήθη γὰρ δυνήσεσθαι τιμωρήσασθαι τὸν εἰς αὐτὸν ἁμαρτόντα· εὐθέως δὲ ἐκ τοῦ ἅρματος σὺν τοῖς ὅπλοις εἰς γῆν κατεπήδησεν. | 021 |
ὡς γοῦν ἴδεν αὐτὸν Ἀλέξανδρος ὁ κατὰ τὸ εἶδος ὅμοιος τοῖς θεοῖς φανέντα ἐν τοῖς πρωταγωνισταῖς, κατεπλάγη τὴν προσφιλῆ ψυχήν, ὀπίσω δὲ εἰς τὸ πλῆθος τῶν φίλων ὑπανεχώρει, τὴν θανατηφόρον μοῖραν ἐκκλίνων· καθάπερ δέ, ὅτε τις δράκοντα θεασάμενος ὀπισθόρμητος γέγονεν ἐν ταῖς κοιλάσι τοῦ ὄρους, καὶ τρόμος ὑπέλαβε τὰ μέλη τοῦ σώματος, εἰς τὰ ὀπίσω δὲ ἀνεχώρησεν, ὠχρίασίς τε αὐτὸν κατὰ τὰς παρειὰς κατέλαβεν· οὕτω πάλιν εἰσῆλθε κατὰ τὸ πλῆθος τῶν ὑπερηφανῶν Τρῴων Ἀλέξανδρος ὁ τοῖς θεοῖς ὅμοιος, φοβηθεὶς τὸν τοῦ Ἀτρέως υἱόν. | 030 |
θεασάμενος δὲ ὁ Ἕκτωρ ὠνείδισεν αὐτὸν διὰ λόγων αἰσχρῶν, λέγων· ὦ κακὲ Πάρι, κάλλιστε τὴν μορφήν, ἐπὶ γυναιξὶ μαινόμενε, ψεῦστα, καὶ ἀπατεών, εἴθε ἀποκείμενον ἦν σοι ἀτέκνῳ καὶ ἀσπόρῳ εἶναι, καὶ πρὸ γάμου φθαρῆναι, καὶ ἂν τοῦτο θέλοιμι, καὶ ἂν κατὰ πολὺ ὠφελιμώτερον ἦν, ἢ οὕτως ὕβριν εἶναι (a) καὶ παράδειγμα τῶν ἄλλων, (b) ἢ καὶ ἔμπροσθεν τῶν λοιπῶν ὑποβλεπόμενον διὰ μῖσος· ὄντως που γελῶσι καὶ χαίρουσιν οἱ τὴν κόμην τρέφοντες Ἕλληνες, λέγοντες πρόμαχον εἶναι ἀριστέα, καθότι ὡραία μορφὴ ἔπεστιν, ἀλλ' οὐκ ἔστι τῇ διανοίᾳ δύναμις, οὐ δέ τις ἰσχύς. ἆρα τοιοῦτος ὦν, ἐν ταῖς θαλασσοπλόοις ναυσὶ τὴν θάλασσαν ἐπιπλεύσας, φίλους εὐαρμόστους ἀθροίσας, συγγενόμενος ἀλλοτρίοις ἀνθρώποις, γυναῖκα ὡραίαν ἀνήγαγες ἐκ γῆς μακρὰν ἀπεχούσης, νύμφην ἀνδρῶν πολεμιστῶν; τῷ τε σῷ πατρὶ βλάβην μεγάλην, καὶ τῇ πόλει, καὶ παντὶ τῷ πλήθει, καὶ τοῖς μὲν ἐχθροῖς εὐφροσύνην, σαυτῷ δὲ ὄνειδος καὶ αἰσχύνην; οὐκ ἂν νῦν μείνειας ἐπερχόμενον τὸν πολεμικὸν Μενέλαον; μάθοις ἂν οἵου ἀνδρὸς γυναῖκα ἀκμάζουσαν καὶ ἀνθοῦσαν ἔχεις· οὐδαμῶς ἄν σοι χρήσιμος γένοιτο ἡ κίθαρις, καὶ τὰ δῶρα τῆς Ἀφροδίτης, καὶ ἡ κόμη, καὶ ἡ μορφή, ὅταν τῇ γῇ συμμιγῇς καὶ ἀποθάνῃς· ἀλλὰ λίαν δειλοὶ καὶ ἄνανδροι οἱ Τρῷες εἰσίν· ὄντως γὰρ ἂν ἤδη χιτῶνα λίθινον ἐνεδύσω, ἕνεκα τῶν κακῶν, ὅσα εἰργάσω. | 038 |
πρὸς τοῦτον δὴ ὁ θεοῖς ὅμοιος κατὰ τὸ εἶδος Ἀλέξανδρος εἶπεν· ὦ Ἕκτορ, ἐπειδή με κατὰ τὸ πρέπον ὠνείδισας, οὐδὲ παρὰ τὸ πρέπον, ἀεί σοι ἡ καρδία ἐστίν, ὥσπερ ἀξίνη ἀκαταπόνητος, ἥτις διέρχεται διὰ τοῦ ξύλου, ὕπ' ἀνδρός, ὃς δὴ σὺν τέχνῃ ναυπηγήσιμον ξύλον ἐκτέμνει, αὔξει δὲ τὴν ὁρμὴν τοῦ ἀνδρός· οὕτω σοι ἐν τοῖς στήθεσιν ἄφοβος νοῦς ὑπάρχει· μή μοι ὀνείδιζε τὰ ἐπιθυμητὰ δῶρα τῆς χρυσῆς Ἀφροδίτης, οὐ φαῦλα καὶ ἀποβολῆς ἀξία εἰσι τὰ μεγάλως ἔνδοξα δῶρα τῶν θεῶν, ὅσαπερ ἂν αὐτοὶ χαρίσονται, οἰκείᾳ δὲ θελήσει οὐδεὶς ἂν δύναιτο λαβεῖν. νῦν δὲ δὴ ἐάν με θέλῃς πολεμεῖν καί μάχεσθαι, τοὺς μὲν ἄλλους Τρῷας καὶ πάντας τοὺς Ἕλληνας καθίσαι ποίησον, ἐμὲ δὲ καὶ Μενέλαον τὸν πολεμικὸν ἐν τῷ μέσῳ συνάψατε μάχεσθαι περὶ τῆς Ἑλένης, καὶ πάντων τῶν κτημάτων αὐτῆς· ὅστις δ' ἂν ἡμῶν νικήσῃ καὶ ἐπικρατέστερος γένηται, τά τε χρήματα πάντα καλῶς λαβών, καὶ τὴν γυναῖκα, ἀπαγέτω εἰς τὴν οἰκίαν· οἱ ἄλλοι δὲ ὑμεῖς φιλίαν, καὶ ὅρκους πιστοὺς ποιησάμενοι, οἰκεῖτε τὴν Τροίαν τὴν μεγαλόβωλον, καὶ εὔγειον· οἱ δὲ πορευέσθωσαν εἰς τὸ Ἄργος τὸ ἱπποτρόφον, καὶ τὴν Ἑλλάδα τὴν ὡραίας γυναῖκας ἔχουσαν. | 058 |
οὕτως εἶπεν· Ἕκτωρ δὲ μεγάλως ἐχάρη, ἀκούσας τὸν λόγον. καὶ δὴ εἰς τὸ μέσον παραγενόμενος ἀνέκοπτε καὶ ἐκώλυε τὰς τάξεις τῶν Τρῴων, λαβόμενος τοῦ δόρατος κατὰ τὲ μέσον. οἱ δὲ ἐκάθισαν ἅπαντες. τούτῳ δὲ ἐπετόξευον οἱ τὴν κόμην τρέφοντες Ἕλληνες, καὶ ὀϊστοῖς, καὶ λίθοις καταστοχαζόμενοι ἔβαλλον. Ἀγαμέμνων δὲ ὁ βασιλεὺς τῶν ἀνδρῶν μεγάλως ἐβόησε λέγων· παύσατε, ὦ Ἕλληνες, μὴ βάλλετε, ὦ νέοι τῶν Ἀχαιῶν· Ἕκτωρ γὰρ ὁ ταχέως τὴν κόρυν κινῶν ὑπισχνεῖται εἰπεῖν τινα λόγον. | 076 |
οὕτως εἶπεν· οἱ δὲ ἐπαύσαντο τῆς μάχης, καὶ ἄφωνοι ἐγένοντο, σπουδαίως καὶ ἠπειγμένως. Ἕκτωρ δ' ἔπειτα τὰ ἀμφοτέροις εἶπεν. ἀκούσατέ μου, ὦ Τρῷες, καὶ εὔοπλοι Ἕλληνες, τὸν λόγον τοῦ Ἀλεξάνδρου, οὗ χάριν ἡ ἔρις καὶ μάχη ἐν ἡμῖν ἐγήγερται· τοὺς μὲν ἄλλους Τρῷας, καὶ εὐόπλους Ἕλληνας κελεύει τὰ καλὰ αὐτῶν ὅπλα ἀποθέσθαι κατὰ γῆς τῆς πολλὰ βοσκούσης, αὐτὸν δ' ἐν τῷ μέσῳ καὶ Μενέλαον τὸν πολεμικὸν μόνους πολεμεῖν περὶ Ἑλένης, καὶ πάντων τῶν χρημάτων αὐτῆς· ὅστις δ' ἂν αὐτῶν νικήσῃ καὶ ἐπικρατέστερος γένηται, τά τε χρήματα πάντα καλῶς λαβών, καὶ τὴν γυναῖκα ἀπαγέτω εἰς τὴν οἰκίαν· οἱ ἄλλοι δὲ φιλίαν καὶ ὅρκους πιστοὺς ποιησώμεθα. | 084 |
οὕτως εἶπεν. οὗτοι δὲ πάντες ἥσυχοι ἐγένοντο σιγῇ· ἐν τούτοις δὲ Μενέλαος ὁ κατὰ πόλεμον ἀγαθὸς εἶπεν. ἀκούσατε νῦν καὶ ἐμοῦ· πάνυ γὰρ λύπη καταλαμβάνει τὴν ἐμὴν ψυχήν· οἴομαι δὲ διαχορισθῆναι ἤδη τούς τε Ἕλληνας, καὶ Τρῷας, μεθ' ὃ πολλὰ δεινὰ πεπόνθατε, χάριν τῆς ἐμῆς μάχης, καὶ χάριν τῆς τοῦ Ἀλεξάνδρου ἀρχῆς τῶν ἀδίκων χειρῶν. ὅτῳ δὲ ἡμῶν θάνατος, καὶ τύχη θανατηφόρος εἵμαρτο, ἀποθάνοι ἂν· οἱ ἄλλοι δὲ ταχὺ μάλα διαχωρισθείητε. ἐνέγκατε δὲ δύο ἄρνας, ἕνα λευκόν, καὶ ἑτέραν μέλαιναν, τῇ Γῇ, καὶ τῷ Ἡλίῳ· ἡμεῖς δὲ τῷ Διῒ κομίσομεν ἄλλον. ἀγάγετε δὲ τὴν τοῦ Πριάμου ἰσχύν, ἤτοι τὸν Πρίαμον, ὅπως τοὺς ὅρκους αὐτὸς ποιήσηται· ἐπειδὴ οἱ υἱοὶ αὐτοῦ παράνομοί εἰσι καὶ ἄπιστοι, ἵνα μή τις αὐτῶν ἀδικίᾳ βλάψῃ τοὺς ὅρκους τοῦ Διός. ἀεὶ δὲ οἱ τῶν νεωτέρων ἀνδρῶν λογισμοὶ αἰωροῦνται πλανώμενοι· οἷς δ' ἂν ὁ γέρων παρῇ, ὁμοῦ τό τε παρεληλυθὸς καὶ τὸ μέλλον ὁρᾷ, ὅπως ἂν ἐξόχως ἄριστα ἐν ἀμφοτέροις γένωνται. | 095 |
οὕτως εἶπεν. οἱ Ἕλληνες δέ, καὶ οἱ Τρῶες ἐχάρησαν, ἐλπίζοντες λῆξαι τοῦ ταλαιπώρου, καὶ ἐπιπόνου πολέμου. καὶ δὴ τοὺς μὲν ἵππους κατέσχον κατὰ τὰς τάξεις, κατέβησαν δὲ αὐτοί, καὶ τὰ ὅπλα ἐξεδύοντο, καὶ ταῦτα μὲν ἔθηκαν κατὰ γῆς ἐγγὺς ἀλλήλων, ὀλίγη δὲ γῆ μεταξὺ τῶν στρατευμάτων ἦν. ὁ Ἕκτωρ δὲ δύο κήρυκας πρὸς τὴν πόλιν ἔπεμψεν ταχέως, τούς τε ἄρνας ἀγαγεῖν, καὶ τὸν Πρίαμον καλέσαι. Ἀγαμέμνων δὲ ὁ βασιλεὺς τὸν Ταλθύβιον ἔπεμψεν, ἐπὶ τὰς ταχείας ναῦς πορευθῆναι, καὶ ἄρνα ἐκέλευσεν ἀγαγεῖν. οὗτος δὲ οὐκ ἠπείθησε τῷ ἐνδόξῳ Ἀγαμέμνονι. | 111 |
ἡ δὲ δὴ Ἶρις ἄγγελος ἧκε τῇ λευκοβραχίονι Ἑλένῃ, ὁμοιωθεῖσα τῇ ἀνδραδέλφῃ αὐτῆς τῇ γυναικὶ τοῦ υἱοῦ τοῦ Ἀντήνορος, ἣν εἶχεν Ἑλικάων ὁ βασιλεὺς ὁ υἱὸς τοῦ Ἀντήνορος, τὴν Λαοδίκην τὴν ἀρίστην κατὰ τὴν μορφὴν ἀπὸ πασῶν τῶν θυγατέρων τοῦ Πριάμου· εὗρε δὲ αὐτὴν ἐν τῷ οἴκῳ· αὐτὴ δὲ ἱστούργει διπλοΐδα μεγάλην, λαμπράν, πολλοὺς δὲ ἄθλους ἐν αὐτῇ ἐποίκιλλεν ὑφαίνουσα, τῶν Τρῴων τῶν ἱππικῶν, καὶ τῶν σιδηροθωράκων Ἑλλήνων, οὕς ἔπασχον χάριν αὐτῆς, ὑπὸ τῶν χειρῶν τοῦ Ἄρεος, ἤτοι τοῦ πολέμου. πλησίον δὲ στᾶσα ἡ κατὰ τοὺς πόδας ταχεῖα Ἴρις, εἶπε πρὸς αὐτήν· ὦ προσφιλὴς νύμφη, ἐλθὲ ἐνθάδε, ὅπως θαυμαστὰ ἔργα ἴδῃς τῶν ἱππικῶν Τρῴων καὶ τῶν σιδηροθωράκων Ἑλλήνων, οἳ πρότεροι ἐπ' ἀλλήλους ἔφερον πόλεμον, δακρύων πολλῶν αἴσιον, κατὰ τὸ πεδίον, ὀλεθρίας ἐφιέμενοι μάχης· οὗτοι δὴ νῦν κάθηνται σιωπῇ, λήξαντος τοῦ πολέμου, παρακείμενοι ταῖς ἀσπίσι παρ' αὐτοῖς δὲ τὰ μακρὰ δόρατα πεπηγμένα εἰσίν· Ἀλέξανδρος δὲ καὶ Μενέλαος ὁ πολεμικὸς διὰ μακρῶν δοράτων μαχέσονται περὶ σοῦ· τῷ νικήσαντι δὲ κληθήσῃ φιλτάτη γαμετή. | 121 |
οὕτως εἰποῦσα ἡ θεά, ἡδεῖαν ἐπιθυμίαν ἐνέβαλε τῇ ψυχῇ αὐτῆς, τοῦ τε προτέρου ἀνδρός, καὶ τῆς πόλεως, καὶ τῶν γονέων· εὐθέως δὲ λευκαῖς ὀθόναις σκεπασθεῖσα ἐξήρχετο τοῦ δώματος, ἁπαλὸν καταχέουσα δάκρυον· οὐ μόνη, μετ' αὐτῆς εἵποντο καὶ δύο θεράπαιναι, Αἴθρα ἡ τοῦ Πιτθέως θυγάτηρ, καὶ Κλυμένη ἡ εὐόφθαλμος. ταχὺ δ' ἔπειτ' ἀφίκοντο, ὅπου αἱ Σκαιαὶ πύλαι τοῦ Ἰλίου ἦσαν. | 139 |
οἱ δὲ περὶ τὸν Πρίαμον, καὶ τὸν Πάνθουν, καὶ τὸν Θυμοίτην, καὶ τὸν Λάμπον,καὶ τὸν Κλυτίον, καὶ τὸν Ἱκετάονα τὸν κλάδον τοῦ Ἄρεος, Οὐκαλέγων τε, καὶ Ἀντήνωρ ἀμφότεροι συνετοί, καὶ ἐχέφρονες ἐκάθηντο, γέροντες τοῦ δήμου παρὰ τὰς Σκαιὰς πύλας, πολέμου δὴ πεπαυμένοι γήρᾳ, ἀλλὰ δικηγόροι ὄντες ἀγαθοί, τοῖς τέττιξι παραπλήσιοι, οἳ κατὰ τὴν ὕλην ἐπικαθήμενοι δένδρῳ φωνὴν προσηνῇ καὶ ἡδεῖαν ἀφιᾶσι· τοιοῦτοι δὴ οἱ τῶν Τρώων ἀρχηγοὶ ἐκάθηντο ἐπὶ τοῦ πύργου. οὗτοι οὖν, ὡς ἴδον τὴν Ἑλένην ἐπὶ τὸν πύργον πορευομένην, ἡρέμα πρὸς ἀλλήλους ἔλεγον λόγους ταχεῖς· οὐδεμία μέμψις ἐστί, τούς τε Τρῷας καὶ τοὺς εὐόπλους Ἕλληνας περὶ τοιαύτης γυναικὸς πάσχειν θλίψεις ἐπὶ πολὺν χρόνον· λίαν ταῖς ἀθανάταις θεαῖς κατὰ τὴν πρόσοψιν ὁμοία ἐστίν· ἀλλὰ καὶ οὕτω τούτου ἔχοντος, καίπερ οὖσα τοιαύτη, ὅμως πορευέσθω διὰ τῶν νεῶν, μὴ δὲ ἡμῖν, καὶ τοῖς τέκνοις ἡμῶν βλάβη εἰς τὸ μετέπειτα καταλειφθείη. | 146 |
οὕτω δὴ εἶπον. ὁ Πρίαμος δὲ φωνήσας τὴν Ἑλένην ἐκάλεσεν, λέγων. ὦ προσφιλὲς τέκνον, ἐνθάδε ἐλθοῦσα κάθισον ἐναντίον μου, ὅπως ἴδῃς τόν τε σὸν πρότερον ἄνδρα, καὶ τοὺς κατ' ἐπιγαμίας οἰκείους, καὶ τοὺς ἄλλους συγγενεῖς τε, καὶ φίλους· οὐδαμῶς σύγε αἰτία μοι ὑπάρχεις, οἱ θεοὶ δή που αἴτιοί μοι ὑπάρχουσιν, οἳ κατ' ἐμοῦ κεκινήκασι τὸν πολλῶν δακρύων αἴτιον πόλεμον τῶν Ἑλλήνων, ὅπως μοι καὶ τὸν μέγαν τοῦτον καὶ ἐξαίσιον ἄνδρα ὀνομάσασα δηλώσῃς, τίς οὖτος Ἕλλην ἐστὶν ἀνὴρ ἀγαθός τε καὶ μέγας. τῇ μὲν κεφαλῇ, καὶ τῷ τοῦ σώματος ἀναστήματι, καὶ ἄλλοι μείζονες αὐτοῦ εἰσιν· ὡραῖον δὲ οὕτως οὔπω τοῖς ὀφθαλμοῖς ἐθεασάμην ἐγώ, οὐδὲ οὕτως ἔντιμον· ὄντως που ἀνδρὶ βασιλεῖ ὅμοιός ἐστι. | 161 |
Ἕλένη δὲ λόγοις αὐτῷ ἀπεκρίνατο, ἡ ἐνδοξοτάτη τῶν γυναικῶν, λέγουσα· ᾦ προσφιλὴς πενθερέ, αἰδοῦς ἐμοὶ ἄξιος ὑπάρχεις, καὶ φοβερός, ὡς εἴθε ὤφειλεν ἀρέσαι μοι θάνατος κακός, ἡνίκα ἐνθάδε τῷ σῷ υἱῷ ἠκολούθουν, τὸν ἐμὸν οἶκον, καὶ τοὺς ἀδελφούς, καὶ οἰκείους καταλιποῦσα, καὶ τὴν μονογενῆ μοι θυγατέρα, καὶ τὰς ἐρασμίας ὁμήλικας. ἀλλὰ ταῦτα μὲν οὐκ ἐγένετο, δι' ὃ καὶ κλαίουσα νῦν ἀνήλωμαι. τοῦτο δέ σοι λέξω, ὅ με ἐρωτᾶς, καὶ ζητεῖς ἀκριβῶς. οὗτός ἐστιν Ἀγαμέμνων ὁ μέγας βασιλεὺς ὁ υἱὸς τοῦ Ἀτρέως, ὁμοῦ τε βασιλεὺς ἀγαθὸς ὤν, καὶ ἰσχυρὸς πολεμιστής· καὶ ἀνδράδελφος δὴ ἐμὸς ὑπῆρχε τῆς κυνοπροσώπου καὶ ἀναιδοῦς, εἴ πέρ ποτε ἦν. | 171 |
οὕτως εἶπεν. ὁ γέρων δὲ ἐθαύμασεν αὐτόν, καὶ εἶπεν οὕτως· ὦ μακάριε, μοίρᾳ ἀγαθῇ γεγεννημένε, εὐτυχέστατε, υἱὲ τοῦ Ἀτρέως, ὄντως δή σοι πολλοὶ Ἕλληνες ὑποτεταγμένοι εἰσίν· ἤδη καὶ εἰς τὴν Φρυγίαν παρεγενόμην τὴν πολλὰς ἀμπέλους ἔχουσαν, ὅπου ἴδον Φρύγας πολλοὺς ἄνδρας ἱπποκινητὰς καὶ πολεμικούς, λαοὺς ὄντας τοῦ Ὀτρέως καὶ τοῦ Μυγδόνος τοῦ ἰσοθέου, οἳ δὴ τότε ἐστρατοπεδεύοντο παρὰ τὰς ὄχθας τοῦ Σαγγάρου ποταμοῦ. καὶ γὰρ ἐγὼ σύμμαχος ὢν συνηρίθμημαι αὐτοῖς κατ' ἐκείνην τὴν ἡμέραν, ὅτε ἦλθον αἱ Ἀμαζόνες αἱ τοῖς ἀνδράσι μαχόμεναι, ἀλλ' οὐδὲ οὗτοι ἦσαν τοσοῦτοι, ὅσοι οἱ εὐόφθαλμοι Ἕλληνες. | 181 |
δεύτερον δὴ τὸν Ὀδυσσέα ἰδὼν ὁ γέρων, ἠρώτησεν· ὦ τέκνον προσφιλές, ἄγε νῦν εἰπέ μοι, τίς οὗτός ἐστιν, ὃς τῷ μὲν σώματι μικρότερός ἐστιν Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως, πλατύτερος δὲ τοῖς ὤμοις καὶ τῷ στήθει ἔοικε; τὰ μὲν ὅπλα αὐτοῦ κεῖνται κατὰ γῆς τῆς πολλὰς βοσκούσης, αὐτὸς δὲ ὥσπερ κριὸς προαγωγεύς, ἐπιπορεύεται τὰς τάξεις τῶν ἀνδρῶν. ἀρνειῷ αὐτὸν ἔγωγε ἀπεικάζω εὐπαγεῖς καὶ εὐτραφεῖς ἔχοντι μαλλούς, ὅστις τὸ μέγα ποίμνιον διέρχεται τῶν λευκῶν προβάτων. | 191 |
τούτῳ δ' ἔπειτ' ἀπεκρίνατο Ἑλένη, ἡ ἐκ τοῦ Διὸς γεννηθεῖσα, λέγουσα· οὗτος δὴ ἔστιν Ὀδυσσεὺς ὁ πολὺς τὴν βουλήν, ὁ υἱὸς τοῦ Λαερτίου, ὃς ἀνετράφη ἐν τῷ δήμῳ τῆς Ἰθάκης, καίπερ οὔσης τραχείας, δόλους παντοδαποὺς ἐπιστάμενος, καὶ βουλεύματα συχνὰ καὶ συνετά. | 199 |
πρὸς ταύτην δὲ Ἀντήνωρ ὁ συνετὸς ἐξεναντίας εἶπεν· ὦ γύναι, ὄντως πάνυ ἀληθῆ τόνδε τὸν λόγον εἴρηκας· ἤδη γάρ ποτε καὶ ἐνθάδε ἀφίκετο ὁ ἔνδοξος Ὀδυσσεύς, ἕνεκα σῆς ἀγγελίας μετὰ Μενελάου τοῦ πολεμικοῦ τούτους δὲ ἐγὼ ὑποδεξάμενος ἐν τῷ ἐμῷ οἴκῳ ἐξένισα καὶ ἐφιλοφρονησάμην. ἑκατέρου δὲ τήν τε ἀναδρομὴν τῶν μελῶν κατέμαθον, καὶ τὰ βουλεύματα τὰ συνετά· ἀλλ' ὁπότε δὴ ἐν τοῖς Τρωσὶν ἠθροισμένοις ἐμίγνυντο, ἑστώτων μέν, ὁ Μενέλαος τοὺς πλατεῖς ὤμους ὑπερεῖχε, ἀμφότεροι δὲ καθεζόμενοι, ἐντιμότερος ἦν ὁ Ὀδυσσεύς· ἀλλ' ὁπότε δὴ λόγους, καὶ βουλὰς πρὸς πάντας συνεῖρον, ὁ μὲν Μενέλαος ταχέως καὶ ἐπιτρέχων ἐδημηγόρει, ὀλίγα μέν, ἀλλὰ πάνυ ἡδέως, ἐπειδὴ οὐκ ἦν πολύλογος, οὐδ' ἁμαρτάνων ἐν τῷ λέγειν, εἰ καὶ τοῦ Ὀδυσσέως ὑστερογενὴς ἦν· ἀλλ' ὁπότε δὴ ὁ πολύβουλος Ὀδυσσεὺς ἠγείρετο, ἐμμόνως ἵστατο, τοὺς ὀφθαλμοὺς δὲ κατὰ γῆς ἐρείσας ὑπέβλεπεν ἀμεταστρεπτί, τὴν ῥάβδον δὲ οὔτε ὀπίσω, οὔτε εἰς τὸ ἔμπροσθεν κατωφερῆ ἐκίνει, αλλ' ἀμετάστρπτον κατεῖχεν ἀεί, ἀπείρῳ καὶ ἀμαθεῖ ἀνδρὶ ὅμοιος ὤν· εἶπες ἂν εἶναί τινα λίαν ὀργίλον, καὶ ἁπλῶς οὕτως ἀνόητον· ἀλλ΄ ἡνίκα δὴ φωνὴν μεγάλην ἐκ τοῦ στήθους ἀπέπεμπε, καὶ ῥήματα νιφάσιν χειμεριναῖς ὅμοια, κατὰ τὴν συνέχειαν δηλονότι, οὐκ ἂν μετὰ ταῦτα ἄνθρωπος ἄλλος εἰς ἅμιλλαν ἔλθοι τῷ Ὀδυσσεῖ. οὔκουν τότε γε τὸ εἶδος τοῦ Ὀδυσσέως ἰδόντες ἐθαυμάσαμεν οὕτως. | 203 |
τὸ τρίτον δὲ ἰδὼν τὸν Αἴαντα ὁ γέρων ἠρώτησε· τίς δὴ οὗτος ὁ ἄλλος Ἕλλην ἐστὶν ἀνὴρ ἀγαθός τε καὶ μέγας, προέχων τῶν Ἑλλήνων, κατά τε τὸ μῆκος τοῦ σώματος, καὶ τὸ πλάτος τῶν ὤμων. | 225 |
Ἑλένη δ' αὐτῷ ἀπεκρίνατο ἡ ἐκτεταμένον πέπλον φοροῦσα, ἡ ἔνδοξος τῶν γυναικῶν· οὗτος Αἴας ἐστὶν ὁ μέγας καὶ ἐξαίσιος, τὸ περίφραγμα τῶν Ἑλλήνων. Ἰδομενεὺς δὲ κατὰ τὸ ἕτερον μέρος, καθάπερ θεός, ἐν τοῖς Κρησὶν ἵσταται· περὶ δὲ αὐτὸν οἱ ἡγεμόνες τῶν Κρητῶν συναθροίζονται. πολλάκις αὐτὸν ἐξενοδόχησεν ὁ πολεμικὸς Μενέλαος ἐν τῷ ἡμετέρῳ οἴκῳ, ὁπότε ἐκ τῆς Κρήτης ἀφικνεῖτο· νῦν δὲ τοὺς μὲν ἄλλους πάντας εὐοφθάλμους Ἕλληνας ὁρῶ, οὓς καὶ γνωρίσαιμ' ἄν, καὶ τὴν προσηγορίαν εἴποιμι, δύο δὲ ἡγεμόνας καὶ βασιλεῖς ἀνδρῶν οὐ δύναμαι ἰδεῖν, τόν τε ἱππικὸν Κάστορα, καὶ τὸν ἀγαθὸν τὴν πυκτικὴν τέχνην Πολυδεύκη, τοὺς αὐταδέλφους μοι, οὕς μοι μία μήτηρ ἔτεκε· ἢ οὐκ ἠκολούθησαν τοῖς ἄλλοις ἐκ τῆς ἐπεράστου Λακεδαίμονος, ἢ εἵποντο μὲν κἀκεῖνοι ἐνθάδε διὰ τῶν θαλασσοπλόων νεῶν, νῦν δὲ δὴ οὐ θέλουσιν εἰσελθεῖν κατὰ τὴν μάχην τῶν ἀνδρῶν, φοβούμενοι τὰς αἰσχύνας καὶ τὰ ὀνείδη, ἅ μοι πολλὰ πάρεισιν; | 228 |
οὕτως εἶπε. τούτους δὲ ἤδη κατέσχε τεθνεῶτας ἡ τὰ πρὸς τὸ ζῆν φύουσα γῆ ἐν τῇ Λακεδαίμονι, αὐτόθι ἐν τῇ πατρίδι τῇ προσφιλεῖ γῇ. | 243 |
οἱ κήρυκες δὲ κατὰ τὴν πόλιν ἔφερον τοὺς πιστοὺς ὅρκους τῶν θεῶν, ἄρνας δύο, καὶ οἶνον καρπὸν εὐφραντικὸν τῆς γῆς ἐν αἰγείῳ ἀσκῷ· ἔφερε δὲ κρατῆρα λαμπρὸν ὁ Ἰδαῖος κῆρυξ, καὶ χρυσᾶ ποτήρια· πλησίον δὲ στὰς παρώξυνε τὸν γέροντα λόγοις, λέγων· ὦ υἱὲ τοῦ Λαομέδοντος ἀνάστα, καλοῦσι σε οἱ ἄριστοι τῶν ἱππικῶν Τρῴων, καὶ τῶν σιδηροθωράκων Ἑλλήνων κατελθεῖν εἰς τὸ πεδίον, ἵνα ὅρκους πιστοὺς δι' ἐντόμων θυμάτων ποιήσητε. Ἀλέξανδρος δὲ καὶ Μενέλαος ὁ πολεμικὸς διὰ μακρῶν δοράτων πολεμήσουσι περὶ τῆς γυναικός· τῷ νικήσαντι δὲ ἡ γυνὴ καὶ τὰ χρήματα ἀκολουθήσει· οἱ ἄλλοι δὲ φιλίαν καὶ ὅρκους πιστοὺς δι' ἐντόμων θυμάτων ποιήσαντες οἰκοῖμεν ἂν τὴν εὔγειον Τροίαν· οὗτοι δὲ πορευέσθωσαν εἰς τὸ Ἄργος τὸ ἱπποτρόφον καὶ εἰς τὴν Ἑλλάδα τὴν γυναῖκας ὡραίας ἔχουσαν. | 245 |
οὕτως εἶπε· ἐφοβήθη δὲ ὁ γέρων, εἶπε δὲ τοῖς φίλοις ζεῦξαι τοὺς ἵππους· οἱ δὲ ταχέως ὑπήκουσαν, ἀνέβη δὲ ὁ Πρίαμος, κατέτεινε δὲ τοὺς λώρους τῶν χαλινῶν ὄπισθεν, παρ' αὐτῷ δὲ καὶ Ἀντήνωρ ἀνέβη ἐπὶ τὸ περικαλλὲς καὶ ὡραῖον ἅρμα· οὗτοι δὲ διὰ τῶν Σκαιῶν πυλῶν ἐπὶ τὸ πεδίον ἤλαυνον τοὺς ταχεῖς ἵππους. | 259 |
ἀλλ' ἡνίκα δὴ ἀφίκοντο πρὸς τοὺς Τρῷας καὶ Ἕλληνας, καταβάντες ἐκ τῶν ἵππων εἰς γῆν τὴν πολυτρόφον, ἐπορεύοντο εἰς τὸ μέσον τῶν Τρώων καὶ τῶν Ἑλλήνων. ἀνέστη δὲ ἐπὶ τούτοις εὐθέως Ἀγαμέμνων ὁ βασιλεὺς τῶν ἀνδρῶν, ἀνέστη δὲ καὶ Ὀδυσσεὺς ὁ πολύβουλος. οἱ δὲ λαμπροὶ κήρυκες τὰ καθ' ὧν ὀμόσειν ἔμελλον, ἤτοι τὰ ὁρκωμόσια τῶν θεῶν τὰ πιστὰ συνῆγον, ἐν τῷ κρατῆρι δὲ οἶνον ἐνέχεον, τοῖς βασιλεῦςι δὲ ὕδωρ κατὰ χειρῶν ἔχεαν· ὁ δὲ υἱὸς τοῦ Ἀτρέως σπασάμενος ταῖς χερσὶ τὴν μάχαιραν, ἥτις αὐτῷ παρὰ τὴν μεγάλην θήκην τοῦ ξίφους ἀεὶ ἐκρέματο, ἐκ τῶν κεφαλῶν τῶν ἀρνῶν ἀπέκοψε τὰς τρίχας· οἱ δὲ κήρυκες τοῖς ἀρίστοις τῶν Τρῴων καὶ τῶν Ἑλλήνων διένειμαν αὐτάς· ἐπὶ τούτοις δὲ ὁ υἱὸς τοῦ Ἀτρέως μεγάλως ηὔχετο ἄρας τὰς χεῖρας, λέγων· ὦ Ζεῦ πάτερ, ὁ ἐκ τῆς Ἴδης βασιλεύων ἁπάντων, ἐνδοξότατε, ὑψηλότατε, καὶ Ἥλιε, ὃς πάντα ὁρᾶς καὶ πάντα ἀκούεις, καὶ Ποταμοί, καὶ Γῆ, καὶ οὗτοι οἳ κάτω ἐν Ἅιδου τοὺς τεθνεῶτας ἀνθρώπους τιμωρεῖσθε, ὃς ἂν τοὺς ὅρκους παραβῇ, καὶ ἐπιορκήσῃ, ὑμεῖς ὑπάρχετε μάρτυρες, διατηρεῖτε δὲ τοὺς πιστοὺς ὅρκους· εἰ μὲν ὁ Ἀλέξανδρος ἀποκτείνῃ τὸν Μενέλαον, αὐτὸς μετὰ ταῦτα ἐχέτω τὴν Ἑλένην, καὶ τὰ χρήματα πάντα, ἡμεῖς δὲ πορευώμεθα διὰ τῶν θαλασσοπλόων νεῶν. εἰ δὲ Μενέλαος ὁ πυρρὸς ἀποκτείνῃ τὸν Ἀλέξανδρον, τοὺς Τρῷας μετὰ ταῦτα ἀποδοῦναι τὴν Ἑλένην, καὶ πάντα τὰ χρήματα, καὶ πρὸς τούτοις ἀντέκτισιν ἀποτιννῦναι ἡμῖν, ἥντινα δεῖ, ἥτις ἂν καὶ ἐν τοῖς μεταγενεστέροις ἀνθρώποις διαμείνειεν. ἐὰν δὲ ὁ Πρίαμος, καὶ οἱ παῖδες τοῦ Πριάμου ἀντέκτισιν ἐμοὶ ἀποδοῦναι οὐκ ἐθελήσωσιν, ἀποθανόντος τοῦ Ἀλεξάνδρου, ἀλλ' ἐγὼ καὶ μετὰ ταῦτα πολεμήσω, χάριν τοῦ προστίμου, διατρίβων ἐνταῦθα, μέχρις οὗ καταλάβω τὸ τοῦ πολέμου τέλος. | 264 |
εἶπε, καὶ τοὺς φάρυγγας τῶν ἀρνῶν ἀπέκοψε σιδήρῳ ἀνηλεεῖ, καὶ τούτους μὲν ἔθηκε κατὰ γῆς σκαρίζοντας, ψυχῆς ἀπεστερημένους· ὁ γὰρ σίδηρος ἀφείλετο αὐτῶν τὴν ἰσχύν· οἶνον δὲ ἐκ τοῦ κρατῆρος ἀρυσάμενοι τοῖς ποτηρίοις ἐξέχεον, οἱ δὲ εὔχοντο τοῖς θεοῖς τοῖς ἀεὶ οὖσι. οὕτω δέ τις εἶπεν ἀναβλέψας εἰς τὸν πλατὺν οὐρανόν· ὦ Ζεῦ ἐνδοξότατε, καὶ ὑψηλότατε, καὶ οἱ λοιποὶ ἀθάνατοι θεοί, οἵτινες ἂν ἀφ' ἡμῶν πρότερον τοὺς ὅρκους βλάψειαν, ἤτοι παραβαῖεν, οὕτως ὁ ἐγκέφαλος αὐτῶν χαμαὶ χέοιτο, ὥσπερ οὗτος ὁ οἶνος, καὶ τῶν τέκνων αὐτῶν, αἱ γαμεταὶ δὲ ἄλλοις ἀνδράσι μιγείησαν. | 292 |
οὕτως εἶπον. οὔπω δ' ἄρα τὴν αἴτησιν αὐτοῖς ἐπετέλει ὁ τοῦ Κρόνου υἱός. ἐν τούτοις δὲ Πρίαμος ὁ ἀπόγονος τοῦ Δαρδάνου εἶπε λόγον· ἀκούσατέ μου, ὦ Τρῷες, καὶ εὔοπλοι Ἕλληνες· ἐγὼ μὲν ἀπελεύσομαι πρὸς τὴν ἀνεμώδη, καὶ ὑψηλὴν Ἴλιον, εἰς τὰ ὀπίσω, ἐπειδὴ οὐδαμῶς καρτερήσω πρὸ ὀφθαλμῶν ὁρᾷν τὸν ἀγαπητὸν υἱὸν μαχόμενον τῷ πολεμικῷ Μενελάῳ· ὁ Ζεὺς δέ που τοῦτο ἐπίσταται, καὶ οἱ ἄλλοι ἀθάνατοι θεοί, ᾧ τινι τούτων τὸ τέλος τοῦ θανάτου εἵμαρτο. | 302 |
εἶπε δὴ, καὶ τοὺς ἄρνας ἐπὶ τοῦ ἅρματος ἔθηκεν ὁ τοῖς θεοῖς ἴσος ἀνήρ· ἀνέβη δ' οὖν αὐτός, κατέτεινε δὲ τοὺς λώρους τῶν χαλινῶν ὄπισθεν· παρ' αὐτῷ δὲ καὶ Ἀντήνωρ ἐπὶ τὸ περικαλλές, καὶ ὡραῖον ἄρμα ἀνέβη. οὗτοι μὲν δὴ ὀπισθόρμητοι πρὸς τὴν Ἴλιον ἐπανήρχοντο. Ἕκτωρ δὲ ὁ τοῦ Πριάμου υἱός, καὶ ὁ ἔνδοξος Ὀδυσσεύς, πρῶτον μὲν διεμέτρουν τόπου διάστημα, ἔπειτα δὲ λαβόντες κλήρους ἐκίνουν αὐτοὺς ἐν περικεφαλαία χαλκῷ ἡρμοσμένῃ, ὅστις ἂν αὐτῶν πρότερον ἀφῇ, καὶ ῥίψῃ κατὰ τοῦ ἑτέρου τὸ χαλκοῦν δόρυ. οἱ λαοὶ δὲ εὔξαντο, τοῖς θεοῖς δὲ ᾖραν τὰς χεῖρας. οὕτω δέ τις ἀπὸ τῶν Ἑλλήνων, καὶ Τρῴων εἶπεν· ὦ Ζεῦ πάτερ, ὁ ἐκ τῆς Ἴδης βασιλεύων ἁπάντων, ἐνδοξότατε, ὑψηλότατε, ὅστις αὐτῶν ταῦτα τὰ ἔργα ἐν ἀμφοτέροις ἐποίησε, τοῦτον δὸς ἀπολωλότα τὸν ἐν Ἅιδου οἶκον εἰσελθεῖν, ἡμῖν δ' αὖθις φιλίαν καὶ ὅρκους πιστοὺς γενέσθαι. | 310 |
οὕτω δὴ εἶπον. Ἕκτωρ δὲ ὁ μέγας, ὁ ταχέως τὴν περικεφαλαίαν κινῶν τὰς ψήφους ἐκίνει εἰς τὰ ὀπίσω ὁρῶν· τοῦ Πάριδος δὲ ἡ ψῆφος ὀξέως ἀπεπήδησε· οἱ μὲν οὖν ἄλλοι μετὰ ταῦτα ἐκάθιζον κατὰ τὰς τάξεις, ὅπου ἑκάστῳ οἱ ταχύποδες ἵπποι, καὶ τὰ ποικίλως κατεσκευασμένα ὅπλα ἔκειντο. ὁ δὲ κατὰ τοὺς ὤμους περιεβάλετο τὰ περικαλλῆ ὅπλα Ἀλέξανδρος ὁ ἔνδοξος ὁ ἀνὴρ τῆς καλλικόμου Ἑλένης· πρῶτον μὲν κνημῖδας περὶ τὰς κνήμας ἐβάλετο, χρησίμους πρὸς φυλακήν, καλύμμασι τῶν σφυρῶν ἀργυροῖς ἐφηρμοσμένας· δεύτερον δὲ τῷ στήθει περιεδύσατο θώρακα τοῦ ἑαυτοῦ ἀδελφοῦ τοῦ Λυκάονος, ἁρμόδιος δὲ αὐτῷ γέγονε· τοῖς ὤμοις δὲ περιεβάλετο ξίφος ἀργυροῖς ἥλοις κεκοσμημένον σιδηροῦν· μετὰ ταῦτα δὲ τὴν μεγάλην τε καὶ ἰσχυρὰν ἀσπίδα· ἐπὶ δὲ τῇ ἰσχυρᾷ κεφαλῇ τὴν καλῶς κατεσκευασμένην περικεφαλαίαν ἐπέθηκεν τὴν ἱππείαις θριξὶ κεκοσμημένην· φοβερῶς δὲ ὁ λόφος ἄνωθεν κατένευεν· ἔλαβε τὸ ἰσχυρὸν δόρυ, ὅπερ τῇ χειρὶ αὐτοῦ ἥρμοζε· ὡσαύτως δὲ καὶ Μενέλαος ὁ πολεμικὸς τὰ ὅπλα ἐνεδύσατο. | 324 |
οὗτοι δὲ ἐπειδὴ ἑκατέρωθεν τοῦ πλήθους, ἤτοι ἐξ ἑκατέρου μέρους καθωπλίσθησαν, εἰς τὸ μέσον τῶν Τρῴων καὶ τῶν Ἑλλήνων ἐπορεύοντο καταπληκτικῶς ὁρῶντες· ἔκπληξις δὲ κατεῖχε βλέποντας τοὺς ἱππικούς τε Τρῷας, καὶ εὐόπλους Ἕλληνας. καὶ δὴ ἐγγὺς ἔστησαν ἐν τῷ διαμεμετρημένῳ τόπῳ κινοῦντες τὰ δόρατα ἀλλήλοις μνητικακοῦντες καὶ ὀργιζόμενοι. πρότερον δὲ ὁ Ἀλέξανδρος ἀφῆκε τὸ μακρὰν σκιὰν ἀποτελοῦν δόρυ, καὶ ἔβαλε κατὰ τὴν ἀσπίδα τοῦ υἱοῦ τοῦ Ἀτρέως τὴν πανταχόθεν ἴσην, ἤτοι τὴν κυκλοτερῆ, οὐδὲ διέσπασε τὸν σίδηρον, ἀνεκάμφθη δ' αὐτοῦ ἡ ἐπιδορατὶς ἐν τῇ ἰσχυρᾷ ἀσπίδι. ὁ δὲ δεύτερος ὥρμησε μετὰ τοῦ σιδήρου ὁ τοῦ Ἀτρέως υἱὸς Μενέλαος, εὐξάμενος Διῒ τῷ πατρὶ οὕτως ὦ Ζεῦ βασιλεῦ παράσχου μοι τιμωρήσασθαι τὸν ἔνδοξον Ἀλέξανδρον, ὅς με πρότερον κακὰ εἰργάσατο, καὶ ἀπόλεσον αὐτὸν διὰ τῶν ἐμῶν χειρῶν, ὅπως καί τις τῶν μεταγενεστέρων ἀνθρώπων φοβηθῇ ξενοδόκον κακὰ εἰργάσθαι, ὃς ἂν αὐτῷ φιλοφροσύνην παράσχῃ. | 340 |
εἶπε δὴ, καὶ διασείσας ἀφῆκε τὸ μακρὰν σκιὰν ἀποτελοῦν δόρυ, καὶ ἔβαλε κατὰ τὴν ἀσπίδα τοῦ υἱοῦ τοῦ Πριάμου τὴν πανταχόθεν ἴσην, ἤτοι τὴν κυκλοτερῆ. διὰ μὲν οὖν τῆς ἀσπίδος τῆς λαμπρᾶς διῆλθε τὸ ἰσχυρὸν δόρυ, καὶ διὰ τοῦ θώρακος τοῦ ποικίλου ἥρμοστο παγέν· καταντικρὺ δὲ παρὰ τὴν λαπάραν διέρρηξε τὸν χιτῶνα τὸ δόρυ· ὁ δὲ ἔκαμψε μικρὸν ἑαυτόν, καὶ ἐξέφυγε τὴν σκότους παρεκτικὴν θανατηφόρον μοῖραν. ὁ δὲ υἱὸς τοῦ Ἀτρέως σπασάμενος τὸ ξίφος τὸ ἀργυροῖς ἥλοις κεκοσμημένον, ἔτυψεν ἀνατείνας τὸ μετωπίδιον τῆς περικεφαλαίας· περὶ αὐτὸ δὲ εἰς τρία καὶ τέσσαρα διακλασθὲν τὸ ξίφος κατέπεσεν ἐκ τῆς χειρός. ὁ δὲ υἱὸς τοῦ Ἀτρέως ἐστέναξεν ἀναβλέψας εἰς τὸν πλατὺν οὐρανόν, λέγων· ὦ Ζεῦ πάτερ, οὐδεὶς ἄλλος ἀπὸ τῶν θεῶν ἐστιν ὀλεθριώτερος σοῦ· ὄντως ᾠήθην τιμωρήσασθαι τὸν Ἀλέξανδρον ἕνεκα τῆς κακίας αὐτοῦ· νῦν δέ μοι τὸ ξίφος κατεκλάσθη ἐν ταῖς χερσί· τὸ δόρυ δέ μοι μάτην ἐξώρμηται τῆς χειρός, οὐδ' ἔτρωσα αὐτόν. | 355 |
εἶπε, καὶ ἐφορμήσας ἔλαβεν αὐτὸν ἀπὸ τῆς περικεφαλαίας τῆς ἱππείαις θριξὶ κεκοσμημένης· εἷλκε δὲ ἐπιστρέψας πρὸς τοὺς εὐόπλους Ἕλληνας· ἦγχε δὲ αὐτὸν ὁ πολυκέντητος λῶρος ὑπὸ τὸν ἁπαλὸν τράχηλον, ὅστις αὐτῷ ὑπὸ τὸ ὑπογένειον ἥπλωτο, ὀχεὺς ὦν τῆς περικεφαλαίας· καὶ δὴ εἵλκυσεν ἂν αὐτόν, καὶ δόξαν μεγίστην ἀπηνέγκατο, εἴ γε μὴ ταχέως ἐνόησεν Ἀφροδίτη ἡ θυγάτηρ τοῦ Διός, ἥτις αὐτῷ διέτεμε τὸν λῶρον τοῦ βοὸς τοῦ ἐν τῇ ἰδίᾳ ἀκμῇ καὶ ἰσχύι σφαγέντος· κενὴ δὲ ἡ περικεφαλαία ἅμα τῇ παχείᾳ αὐτοῦ χειρὶ εἵπετο. ταύτην μὲν οὖν μετὰ ταῦτα ὁ ἥρως πρὸς τοὺς εὐόπλους Ἕλληνας ἀπέρριψε συστρέψας, ἀνείλοντο δὲ αὐτὴν οἱ εὐάρμοστοι φίλοι. οὗτος δὲ αὖθις ἐφώρμησε προθυμούμενος ἀνελεῖν αὐτὸν δόρατι χαλκῷ· τοῦτον δὲ ἐξήρπασεν ἡ Ἀφροδίτη πάνυ ῥαδίως καθάπερ θεός, περιεκάλυψε δὲ αὐτὸν ἀέρι πολλῷ ὡς μὴ ὁρῷτο, ἐκάθισε δὲ ἐν τῷ τεθυμιαμένῳ καὶ εὐώδει κοιτῶνι· αὐτὴ δὲ δὴ τὴν Ἑλένην καλέσουσα ἐπορεύετο· εὗρε δὲ αὐτὴν ἐπὶ τῷ ὑψηλῷ πύργῳ· περὶ αὐτὴν δὲ γυναῖκες Τρῳάδες ἦσαν ἱκανῶς. τῇ χειρὶ δὲ λαβομένη τοῦ θείου αὐτῆς ἱματίου περιεκίνησε γραίᾳ δὲ μακροβίῳ ὁμοιωθεῖσα εἶπε πρὸς αὐτὴν ἐριούργῳ, ἥτις αὐτῇ κατοικούσῃ ἐν τῇ Λακεδαίμονι εἰργάζετο ἔρια περικαλλῆ, λίαν δὲ αὐτὴν ἐφίλει· ταύτῃ ὁμοιωθεῖσα ἡ ἔνδοξος Ἀφροδίτη εἶπε πρὸς αὐτὴν ἐλθὲ ἐνθάδε, ὁ Ἀλέξανδρός σε καλεῖ πορεύεσθαι εἰς τὸν οἶκον· ἐκεῖνος οὗτός ἐστιν ἐν τῷ κοιτῶνι, καὶ τοῖς στρογγύλοις λέχεσι, κάλλει περιλάμπων, καὶ ἱματίοις, οὐδ' ἂν εἴποις αὐτὸν ἀνδρὶ πολεμήσαντα ἀφικέσθαι, ἀλλ' εἰς χορείαν ἀπέρχεσθαι, ἢ χορείας ἄρτι παυσάμενον καθίζειν. | 369 |
οὕτως εἶπε· ταύτῃ δ᾽ ἄρα τὴν ψυχὴν ἐν τῷ στήθει συνετάραξε· καὶ δὴ ὡς ἐθεάσατο τὸν περικαλλῆ τράχηλον τῆς θεᾶς, καὶ τὰ ἐπιθυμητὰ στήθη, καὶ τοὺς περιλάμποντας ὀφθαλμούς, κατεπλάγη δὴ μετὰ ταῦτα, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει· ὦ θεία καὶ εὔδαιμον, τί δήποτέ με οὕτως ἐπιθυμεῖς ἐξαπατᾶν; ἆρά πού με τῶν πορρωτέρω καλῶς οἰκουμένων πόλεων ἀπάξεις, ἢ τῆς Φρυγίας, ἢ τῆς ἐπεράστου Μαιονίας, εἴπέρ σοι καὶ ἐκεῖ ὑπάρχει τις φίλος ἀπὸ τῶν ἀνθρώπων τῶν ἐχόντων μεμερισμένην τὴν φωνήν; καθότι νῦν δὲ Μενέλαος νικήσας τὸν ἔνδοξον Ἀλέξανδρον βούλεται ἀγαγεῖν ἐμὲ μισητὴν εἰς τὸν ἑαυτοῦ οἶκον· διὰ τοῦτο νῦν ἐνθάδε ἐπιβουλεύουσά μοι παρεγένου; ἀπελθοῦσα παρ' αὐτὸν κάθησο· τὰς ὁδοὺς δὲ τῶν θεῶν ἄρνησαι, μὴ δὲ τοῖς σοῖς ποσὶν εἰς τὸν οὐρανὸν ὑποστρέψῃς, ἀλλ' ἀεὶ περὶ ἐκεῖνον μόχθει, καὶ φύλαττε αὐτόν, μέχρις ἂν ἢ γαμετήν, ἢ δούλην αὐτός σε ποιήσηται· ἐγὼ δὲ ἐκεῖσε οὐκ ἀπελεύσομαι, μεμπτὸν δ᾽ἂν εἴη τοῦτό γε παρασκευάζουσα τὴν κοίτην ἐκείνῳ· πᾶσαι δὲ αἱ Τρῳάδες μετὰ ταῦτα μέμψονταί μοι· ἔχω δὲ λύπας πολλὰς καὶ ἀδιαστάτους ἐν τῇ ψυχῇ. | 395 |
πρὸς ταύτην δὲ εἶπεν ὀργισθεῖσα ἡ ἔνδοξος Ἀφροδίτη· ὦ δύστροπε, καὶ χαλεπή, μή με παρόξυνε· μὴ βαρέως ὀργισθεῖσα καταλίπω σε, οὕτω δέ σε μισήσω, ὥσπερ νῦν ἐξόχως καὶ θαυμαστῶς ἠγάπησα· ἐν μέσῳ δὲ ἀμφοτέρων τῶν Τρώων, καὶ τῶν Ἑλλήνων παρασκευάσω ἔχθραν ὀδυνηρὰν· σὺ δὲ θάνατον ἂν κακὸν ἀποθάνοις. | 413 |
οὕτως εἶπεν· ἐφοβήθη δὲ ἡ Ἑλένη ἡ ἐκ τοῦ Διὸς γεννηθεῖσα· ἀπῆλθε δὲ καλυψαμένη ἱματίῳ λευκῷ, καὶ λαμπρῷ μετὰ σιγῆς· λέληθε δὲ τὰς Τρῳάδας ἁπάσας· προηγεῖτο δὲ ἡ θεός· | 418 |
ὁπηνίκα δὲ αὗται ἀφίκοντο πρὸς τὸν εὐειδῆ οἶκον τοῦ Ἀλεξάνδρου, αἱ μὲν θεράπαιναι μετὰ ταῦτα πρὸς τὰς συνήθεις ἐργασίας ἐχώρησαν, αὕτη δὲ ἡ ἔνδοξος τῶν γυναικῶν ἐπορεύετο πρὸς τὸν ὑψηλὸν κοιτῶνα· ταύτῃ δὲ καθιστήριον λαβοῦσα ἡ φιλογέλως Ἀφροδίτη φέρουσα ἔθηκεν ἡ θεὰ καταντικρὺ τοῦ Ἀλεξάνδρου· ἐκεῖ δ᾽ ἐκάθισεν Ἑλένη ἡ θυγάτηρ τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος στρέψασα τοὺς ὀφθαλμοὺς εἰς τὰ ὀπίσω, τὸν ἄνδρα δὲ αὐτῆς ἐλοιδόρησε λόγῳ· ἦλθες ἐκ τοῦ πολέμου· εἴθε ὤφειλες ἐκεῖ ἀπολέσθαι, καταπονηθεὶς ὑπ' ἀνδρὸς ἰσχυροῦ, ὃς πρότερον ἦν ἀνὴρ ἐμός· ὄντως μὲν οὖν τὸ πρὶν ἐκαυχῶ τοῦ πολεμικοῦ Μενελάου, κρείσσων εἶναι ἰσχύι σῇ, καὶ χερσί, καὶ δόρατι· ἀλλ᾽ ἄγε νῦν καλέσον τὸν πολεμικὸν Μενέλαον, ἐκ δευτέρου κατ' ἐναντιότητα πολεμῆσαι· ἀλλ᾽ ἐγώ σοι παρακελεύομαι παύεσθαι, μὴ δὲ τῷ πυρρῷ Μενελάῳ πόλεμον ἀντίξουν πολεμεῖν καὶ μάχεσθαι ἀνοήτως, μή πως ταχέως ὑπ' αὐτοῦ δόρατι πληγεὶς ἀποθάνῃς. | 421 |
πρὸς αὐτὴν δὲ ὁ Πάρις ἀποκρινόμενος λόγοις εἶπεν· ὦ γύναι, μή μου τὴν ψυχὴν λοιδόρει διὰ λόγων ὀνειδιστικῶν καὶ χαλεπῶν· νῦν μὲν γὰρ ὁ Μενέλαος ἐνίκησε τῆς Ἀθηνᾶς αὐτῷ βοηθούσης· ἐκεῖνον δὲ μετὰ ταῦτα ἐγὼ νικήσω· πάρεισι γὰρ καὶ ἡμῖν θεοὶ βοηθοί· ἀλλ' ἄγε νῦν τερφθῶμεν συνουσίᾳ μιγέντες, οὐ γὰρ πώποτε ὁ ἔρως οὕτω με περιεκάλυψε κατὰ τὸν λογισμόν, οὐδ' ὁπηνίκα σε τὸ πρῶτον ἁρπάσας ἐκ τῆς ἐπεράστου Λακεδαίμονος ἔπλεον ἐν ταῖς ναυσί, ταῖς περώσαις τὸν πόντον, ἐν τῇ τραχείᾳ δὲ νήσῳ ἐμίγην σοι ἐν συνουσίᾳ καὶ ἐρωτικῷ συνδυασμῷ, ὡς νῦν σου ἐρῶ, καί με ἐπιθυμία γλυκεῖα νικᾶ. | 437 |
εἶπε δὴ, καὶ προηγεῖτο ἐπὶ τὴν κλίνην ἰών, ἅμα δὲ καὶ ἡ γαμετὴ ἠκολούθει. (a) οὗτοι μὲν δὴ ἐν ἁπαλοῖς κατεκοιμήθησαν λέκτροις . ὁ δὲ υἱὸς τοῦ Ἀτρέως κατὰ τὸ πλῆθος ἐπορεύετο ὅμοιος θηρίῳ, εἴ που θεάσαιτο τὸν τοῖς θεοῖς ὅμοιον κατὰ τὸ εἶδος Ἀλέξανδρον· ἀλλ᾽ οὐδεὶς τῶν Τρῴων καὶ τῶν κεκλημένων συμμάχων ἠδύνατο τότε τὸν Ἀλέξανδρον δεῖξαι τῷ πολεμικῷ Μενελάῳ· οὐδαμῶς γὰρ αὐτὸν φιλίᾳ ἔκρυπτον, εἴ τις ἴδοι· ὑπὸ γὰρ πάντων αὐτῶν ἐμισεῖτο ὁμοίως τῇ θανατηφόρῳ μοίρᾳ. | 447 |
ἐν τούτοις δὲ εἶπεν Ἀγαμέμνων ὁ βασιλεὺς τῶν ἀνδρῶν. ἀκούσατέ μου, ὦ Τρῷες, καὶ Δάρδανοι, καὶ σύμμαχοι· ἡ μὲν δὴ νίκη φαίνεται τοῦ πολεμικοῦ Μενελάου· ὑμεῖς δὲ τὴν Ἑλληνίδα Ἑλένην, καὶ τὰ χρήματα σὺν αὐτῇ ἀπόδοτε, καὶ ἀντέκτισιν ἀποτίσατε, ἥντινα πρέπει, ἥτις ἂν καὶ ἐν τοῖς μεταγενεστέροις ἀνθρώποις διαμείνειεν. | 455 |
οὕτως εἶπεν ὁ υἱὸς τοῦ ᾿Ἀτρέως, οἱ ἄλλοι δὲ Ἕλληνες ἐπῄνουν τὰ εἰρημένα. | 461 |