Vasile Stancu

The ILIAD




Book XXIV

Homeric text & Koine Greek paraphrase by Theodorus Gaza


διελύθη δὲ τὸ ἄθροισμα τῶν θεατῶν, τὸ πλῆθος δὲ ἅπαν ἐπὶ τὰς ναῦς διεμερίσθησαν πορεύεσθαι· οὗτοι μὲν οὖν δείπνου ἐβούλοντο ἀπολαῦσαι, καὶ ὕπνου ἡδέος, ὁ Ἀχιλλεὺς δὲ ἔκλαιε τοῦ ἀγαπητοῦ φίλου μεμνημένος, οὐδὲ ὕπνος αὐτὸν κατελάμβανεν ὁ πάντα δαμάζων, ἀλλὰ περιεστρέφετο τῇδε κἀκεῖσε, τὴν τοῦ Πατρόκλου ποθῶν ἀνθρωπότητα καὶ τὴν γενναίαν ἰσχύν, καὶ ὅσα ἀπετέλεσε καὶ κατώρθωσε μετ᾿ αὐτοῦ, καὶ ὅσα ἔπαθε κακά, πολέμους τε ἀνδρῶν καὶ ἀλγεινὰ κύματα περῶν. τούτων ἀναμιμνησκόμενος ἀκμαῖον κατέχεε δάκρυον, ἄλλοτε μὲν κατακείμενος ἐπὶ τὰς πλευράς, ἄλλοτε δὲ ἐπὶ τὰ μετάφρενα, ἄλλοτε δὲ ἐπὶ τὸ πρόσωπον· ποτὲ δὲ ἀναστὰς ὀρθὸς περιήρχετο ἀδημονῶν παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης· οὐδὲ ἡ ἡμέρα αὐτὸν παραγενομένη ὑπὲρ τῆς θαλάσσης καὶ τοῦ αἰγιαλοῦ ἐκλαθέσθαι ἐποίει, ἀλλ᾽ οὗτος ἐπεὶ ἔζευξε ὑπὸ τοῖς ἄρμασι τοὺς ταχεῖς ἵππους, τὸν Ἕκτορα κατέδησεν ἕλκεσθαι ὄπισθεν τοῦ ὀχήματος. τρὶς δὲ ἑλκύσας αὐτὸν περὶ τὸ μνῆμα τοῦ τεθνεῶτος υἱοῦ τοῦ Μενοιτίου, αὖθις ἐν τῇ σκηνῇ ἀπεπαύετο, αὐτὸν δὲ κατελίμπανεν ἐν τῷ χοῒ ἀπέκτεινας πρηνῆ καὶ ἐπὶ πρόσωπον· τούτου δὲ Ἀπόλλων ἐκ τοῦ σώματος πᾶσαν ὕβριν καὶ ἀσχημοσύνην ἀφῃρεῖτο, ἐλεῶν τὸν ἄνδρα καὶ νεκρὸν ὄντα. πάντα δὲ περιεκάλυπτε τῇ Αἰγίδι τῇ χρυσῇ, ὅπως μὴ ἀποξέοι αὐτὸν ἐπισύρων.

001

οὕτως οὗτος μὲν τὸν ἐνδοξότατον Ἕκτορα ὕβριζε παροξυνόμενος. τοῦτον δὲ ἠλέουν οἱ μακάριοι θεοὶ καθορῶντες, κλέψαι δὲ προέτρεπον Ἑρμῆν τὸν καλὸν κατάσκοπον. τότε δὴ τοῖς ἄλλοις μὲν πᾶσιν ἤρεσκεν, τῇ Ἥρᾳ δὲ οὐδαμῶς, οὐδὲ τῷ Ποσειδῶνι, οὐδὲ τῇ εὐοφθάλμῳ κόρῃ τῇ Ἀθηνᾷ· ἀλλὰ διέκειντο ὥσπερ αὐτοῖς ἐξ ἀρχῆς ἐμισεῖτο ἡ ἱερὰ Ἴλιος, καὶ ὁ Πρίαμος, καὶ ὁ δῆμος ἕνεκα τῆς βλάβης τοῦ Ἀλεξάνδρου, ὃς ἔκρινε τὰς θεάς, ἡνίκα αὐτῷ παρεγένοντο εἰς τὴν ὀρεινὴν οἴκησιν, ταύτην δὲ ἐπῄνησεν, ἥτις αὐτῷ παρέσχεν τὴν ὀδυνηρὰν πορνείαν. ἀλλ᾿ ὁπηνίκα δὴ ἐκ τούτου δωδεκάτη ἐγένετο ἡμέρα, τότε δὴ ἐν τοῖς ἀθανάτοις θεοῖς ἔλεγεν Ἀπόλλων ὁ καθαρός· ἄδικοί ἐστε, ὦ θεοί, καὶ φθαρτικοί· οὐδέποτε ὑμῖν ὁ Ἕκτωρ ἔκαυσε μηροὺς βοῶν καὶ αἰγῶν τελέων; τοῦτον νυνὶ οὐκ ἠξιώσατε (ὑπεμείνατε) νεκρόν γε ὄντα σῶσαι ἐλευθερῶσαι τῇ ἑαυτοῦ γαμετῇ ὥστ' ἰδεῖν, καὶ τῇ μητρί, καὶ τῷ ἰδίῳ τέκνῳ, καὶ τῷ πατρὶ Πριάμῳ, καὶ τοῖς λαοῖς, οἳ ἂν αὐτὸν ταχέως ἐν πυρὶ καύσειαν καὶ τὰ ἐντάφια ἐνταφιάσειαν, ἀλλὰ τῷ ὀλεθρίῳ Ἀχιλλέι βοηθεῖν βούλεσθε, ὦ θεοί, ᾧτινι, οὔτε διάνοια ἔστι πρέπουσα, οὔτε λογισμὸς μεταβλητὸς ἐν τῷ στήθει· ὥσπερ δὲ λέων ἄγρια καὶ ἀπηνῆ ἐπίσταται, ὅστις ἐπειδὴ τῇ μεγάλῃ ἰσχύϊ καὶ ὑπερηφάνῳ ψυχῇ ὑπείξειε, πορεύεται ἐπὶ τὰ θρέμματα τῶν ἀνθρώπων, ὅπως λάβη τροφήν. οὕτως ὁ Ἀχιλλεὺς οἶκτον μέντοι ἀπέβαλεν, οὐδέ τις αὐτῷ αἰσχύνη γίνεται, ἥτις μεγάλως βλάπτει καὶ ὀφελεῖ τοὺς ἄνδρας· ἔοικε μέν τις που καὶ ἄλλον προσφιλέστερον ἀπολέσαι, ἢ ἀδελφὸν ὁμομήτριον, ἢ καὶ υἱόν. ἀλλ᾽ οὗτος μὲν κλαύσας καὶ θρηνήσας ἐπαύσατο· αἱ γὰρ μοῖραι ψυχὴν ἐνέθηκαν τοῖς ἀνθρώποις δυναμένην ἅπαντα φέρειν. οὗτος δὲ ἐπειδὴ ἀφείλετο τὸν ἐνδοξότατον Ἕκτορα τὴν προσφιλεστάτην ψυχὴν ἐξόπισθεν τῶν ἵππων καταδήσας, περὶ τὸ μνῆμα τοῦ ἀγαπητοῦ φίλου ἐπισύρει· οὐ μὴν αὐτῷ τοῦτό γε καλόν, οὐδ' ὠφέλιμον, μή τι, ἀγαθῷ ὄντι, ἀναξιοπαθήσαντες ὀργισθῶμεν αὐτῷ ἡμεῖς, ἀναίσθητον γὰρ γῆν ὑβρίζει καὶ καταισχύνει παροξυνόμενος.

022

πρὸς τοῦτον δὲ ὀργισθεῖσα εἶπεν ἡ λευκοβραχίων Ἥρα· εἴη ἂν καὶ τοῦτο λόγος σός, ὦ Ἄπολλον λαμπρότοξε, εἰ δὴ ὁμοίαν τιμὴν θήσετε τῷ Ἀχιλλεῖ καὶ τῷ Ἕκτορι, ὁ μέντοι Ἕκτωρ φθαρτός τε ἐστὶ καὶ γυναικεῖον μαστὸν ἐθήλασεν, ὁ Ἀχιλλεὺς δὲ ἐστὶν θεᾶς γέννημα, ἣν ἐγὼ αὐτὴ ἀνέθρεψα καὶ ἐπαιδοτρόφησα, καὶ ἀνδρὶ ἔδωκα γαμετὴν τῷ Πηλεῖ, ὃς τὰ μάλιστα ἐκ ψυχῆς φίλος ἐγένετο τοῖς ἀθανάτοις θεοῖς, πάντες δὲ οἱ θεοὶ μετείχετε τοῦ γάμου, ἐν αὐτοῖς δὲ εὐωχοῦ κρατῶν τὴν κιθάραν, ὦ φίλε κακῶν, ἀεὶ ἄπιστε.

055

πρὸς ταύτην δὲ ἀποκρινόμενος εἶπεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς· ὦ Ἥρα, μὴ πάνυ γε ὀργίζου τοῖς θεοῖς, οὐδαμῶς γὰρ μία τιμὴ ἔσται, ἀλλὰ καὶ ὁ Ἕκτωρ προσφιλέστατος ἦν τοῖς θεοῖς τῶν ἀνθρώπων ἁπάντων οἳ ἐν τῷ Ἰλίῳ εἰσίν, οὕτω γὰρ ἔμοιγε φίλος ἦν· ἐπειδὴ τῶν ἐπεράστων δώρων οὐδαμῶς ὑπέρωρα, οὐδέποτε γάρ μοι ὁ ναὸς ἦν ἐνδεὴς εὐωχίας κοινῆς καὶ θυσίας καὶ χοῆς· τοῦτο γὰρ ἔσχομεν εἰς τιμὴν ἡμεῖς, ἀλλὰ τὴν μὲν περὶ τὸ κλέψαι βουλὴν ἐάσωμεν, οὐδ᾽ ἔστι δυνατὸν κρύφα τοῦ Ἀχιλλέως, τὸν ἄτολμον Ἕκτορα. ὄντως που γὰρ ἀεὶ αὐτῷ παρακάθηται, ὁμοίως νύκτωρ καὶ μεθημέραν, ἀλλ᾽ εἴ τις τῶν θεῶν καλέσειε τὴν Θέτιν πλησίον ἐμοῦ, ὅπως τι αὐτῇ εἴπω λόγον συνετόν· ὡς ἂν ὁ Ἀχιλλεὺς δῶρα ἐκ τοῦ Πριάμου σχῇ, καὶ ἀπολύσῃ τὸν Ἕκτορα.

064

οὕτως εἶπεν· ἀνέστη δὲ ἡ ταχύπους Ἶρις μηνύσουσα, μεταξὺ δὲ τῆς Σάμου καὶ τῆς Ἴμβρου τῆς τραχείας κατεπήδησεν εἰς τὸν μέλανα πόντον, ἐπήχησε δὲ ἡ θάλασσα· αὕτη δὲ τῷ τοῦ ἀγκίστρου μολύβδῳ ὁμοία ὥρμησεν εἰς τὸν βυθόν, ὃς δὴ προσκείμενος κατὰ τὸ κέρας τοῦ ἀγροδιαίτου βοὸς κατέρχεται, ἐπάγων μοίραν θανατηφόρον τοῖς ὠμοβόροις ἰχθύσιν· εὗρε δὲ ἐν τῷ κοίλῳ σπηλαίῳ τὴν Θέτιν, περὶ αὐτὴν δὲ καὶ αἱ ἄλλαι καθῆντο συνηθροισμέναι αἱ θαλάσσιαι θεαί, αὕτη δὲ ἐν τῷ μέσῳ ἔκλαιε τὸν θάνατον τοῦ ἑαυτῆς ἀμέμπτου υἱοῦ, ὃς ἔμελλεν αὐτῇ τεθνήξεσθαι ἐν τῇ Τροίᾳ τῇ εὐγείῳ πόρρωθι τῆς πατρίδος· πλησίον δὲ στᾶσα εἶπε πρὸς αὐτὴν ἡ ταχύπους Ἶρις. ἀνάστηθι, ὦ Θέτι, καλεῖ σε Ζεὺς ὁ τὰς ἀφθάρτους (ἀμεταβλήτους) βουλὰς ἐπιστάμενος. πρὸς ταύτην δὲ ἀπεκρίνατο μετὰ ταῦτα ἡ θεὰ ἡ λευκόπους Θέτις. τί δήποτέ με ἐκεῖνος κελεύει ὁ μέγας θεός; αἰσχύνομαι δὲ συμμίσγεσθαι καὶ παραβάλλειν τοῖς ἀθανατοῖς θεοῖς· ἔχω δὲ θλίψεις πλείστας ἐν τῇ ψυχῇ· πορεύομαι μέντοι, οὐδὲ μάταιος λόγος ἔσται, ὃν ἂν εἴπῃ·

077

οὕτω δὴ εἰποῦσα ἔλαβε τὴν καλύπτραν ἡ ἐνδοξοτάτη τῶν θεῶν τὴν κυάνην· ταύτης δὲ οὐδέν τι μᾶλλον μέλαν ὑπάρχει ἔνδυμα· ὥρμησε δὲ πορεύεσθαι, ἔμπροσθεν δὲ ἡ ἀνεμόπους ταχεία Ἴρις προσεχώρει, περὶ αὐτὰς δὲ τὸ κῦμα τῆς θαλάσσης ὑπεχωρίζετο· ἀναβᾶσαι δὲ εἰς τὴν ἀκτὴν ἐπὶ τὸν οὐρανὸν ὥρμησαν, εὗρον δὲ τὸν μεγαλόφωνον υἱὸν τοῦ Κρόνου, περὶ αὐτὸν δὲ πάντες οἱ ἄλλοι καθῆντο συνηθροισμένοι οἱ μακάριοι αἰώνιοι θεοί· αὕτη δὲ ἀεὶ παρὰ τῷ Διὶ τῷ πατρὶ ἐκάθισεν, ὑπεχώρησε δὲ ἡ Ἀθηνᾶ. ἡ Ἥρα δὲ χρυσοῦν περικαλλὲς ποτήριον ἔθηκεν ἐν τῇ χειρί, καὶ λόγοις ἔτερπεν αὐτὴν καὶ παρεμυθεῖτο, ἡ Θέτις δὲ ἐκτείνασα ἔπιεν. ἐν τούτοις δὲ λόγων ἤρξατο ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν. ἦλθες εἰς τὸν Ὄλυμπον, ὦ θεὰ Θέτι, καίτοι λυπουμένη, πένθος δεινὸν καὶ ἀνεπίληστον ἔχουσα ἐν τῇ διανοίᾳ· ἐπίσταμαι καὶ ἐγώ, ἀλλὰ καὶ οὕτως ἐρῶ, τίνος χάριν ἐνταῦθα σε μετεπεμψάμην· ἐπὶ ἐννέα δὴ ἡμέρας φιλονεικία ἠγέρθη ἐν τοῖς ἀθανάτοις θεοῖς περὶ τοῦ νεκροῦ τοῦ Ἕκτορος καὶ Ἀχιλλέως τοῦ τὰς πόλεις πορθοῦντος, ὑφελέσθαι δὲ προέτρεπον Ἑρμῆν τὸν καλὸν κατάσκοπον, ἐγὼ δὲ ταύτην τὴν δόξαν τῷ Ἀχιλλεῖ προσάπτω καὶ παρέχομαι, τὴν σὴν φιλίαν καὶ τὸ ἀξίωμα τὸ μετὰ ταῦτα τηρῶν· ταχέως πάνυ ἐλθὲ εἰς τὸν στρατὸν καὶ τῷ σῷ υἱῷ ἐπίταξον· ὀργίζεσθαι αὐτῷ εἰπὲ τοὺς θεούς, ἐμὲ δὲ μάλιστα πάντων τῶν ἀθανάτων θεῶν ὀργισθῆναι, διότι παράφροσι λογισμοῖς κατέχει τὸν Ἕκτορα παρὰ ταῖς καμπυλοπρύμνοις ναυσίν, οὐδὲ ἠλευθέρωσεν· ἐάν πως (ὅπως) ἐμέ τε φοβηθῇ, καὶ τὸν Ἕκτορα ἀπολύσῃ· ἐγὼ δὲ Πριάμῳ τῷ μεγαλοψύχῳ τὴν Ἶριν ἐντολὰς δοὺς ἐπιπέμψω, λυτρώσασθαι τὸν ἀγαπητὸν υἱόν, πορευθέντα ἐπὶ τὰς ναῦς τῶν Ἑλλήνων, χάριτας δὲ τῷ Ἀχιλλέι φέρειν, ἅπερ ἂν τὴν ψυχὴν αὐτοῦ εὐφράναι.

093

οὕτως εἶπεν. ὑπήκουσε δὲ ἡ θεά ἡ λευκόπους Θέτις· ἐπορεύθη δὲ ὁρμήσασα ἐκ τῶν ἐξοχῶν τοῦ Ὀλύμπου, ἀφίκετο δὲ εἰς τὴν σκηνὴν τοῦ ἑαυτῆς υἱοῦ, εὗρε δὲ αὐτὸν ἐν αὐτῇ ἀδιαλείπτως στενάζοντα, περὶ αὐτὸν δὲ οἱ ἀγαπητοὶ φίλοι σπουδαίως ἐνήργουν καὶ παρεσκεύαζον ἄριστον, τούτοις δὲ κριὸς μέγας δασύθριξ ἐν τῇ σκηνῇ ἔσφακτο, αὕτη δὲ πάνυ πλησίον αὐτοῦ ἐκάθισεν ἡ σεβαστή μήτηρ, χειρί τε αὐτὸν κατέψησεν καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει. ὦ τέκνον ἐμόν, μέχρι τίνος θρηνῶν καὶ λυπούμενος τὴν σαυτοῦ κατέδει καρδίαν, οὐδοτιοῦν μεμνημένος τροφῆς οὔτε κοίτης; ἀγαθὸν δὲ γυναικί γε ἐν ὀρέξει μίξεως μίγνυσθαι. οὐ γάρ μοι ἐπὶ πολὺ ζήσῃ· ἀλλ᾽ ἤδη σοι ἐγγὺς παρέστηκεν ὁ θάνατος, καὶ ἡ ἰσχυρὰ μοῖρα. ἀλλά μου ἐπάκουσον ταχέως, Διὸς δέ σοι μηνυτής τυγχάνω· ὀργίζεσθαί σοι φησὶ τοὺς θεούς, ἑαυτὸν δὲ μάλιστα πάντων τῶν ἀθανάτων θεῶν ὀργισθῆναι, διότι παράφροσι λογισμοῖς τὸν Ἕκτορα κατέχεις παρὰ ταῖς καμπυλοπρύμναις ναυσίν, οὐδὲ ἀπέδοσο· ἀλλ᾽ ἄγε δὴ ἀπόλυσον, λύτρα δὲ τοῦ νεκροῦ λάβε. πρὸς ταύτην δὲ ἀποκρινόμενος εἶπεν ὁ ταχύπους Ἀχιλλεύς· ἐνταῦθα παραγένοιτο ὃς ἂν τὰ λύτρα ἐνέγκαι καὶ τὸν νεκρὸν ἀγάγοι, ἐπειδὴ προθύμῳ ψυχῇ ὁ οὐράνιος αὐτὸς κελεύει.

120

οὕτως οὗτοι ἐν τῷ ἀθροίσματι τῶν νεῶν μήτηρ καὶ υἱὸς πολλοὺς πρὸς ἀλλήλους λόγους ταχεῖς ἔλεγον· τὴν Ἶριν δὲ προὔτρεψεν ὁ υἱὸς τοῦ Κρόνου εἰς τὸ ἱερὸν Ἴλιον λέγων· ἄγε πορεύου, ὦ Ἶρι, ταχέως καταλιποῦσα τὸ ἔδαφος τοῦ Ὀλύμπου, ἀπάγγειλον τῷ μεγαλοψύχῳ Πριάμῳ εἰς τὸ Ἴλιον, λυτρώσασθαι τὸν ἀγαπητὸν υἱόν, πορευθέντα ἐπὶ τὰς ναῦς τῶν Ἑλλήνων, χάριτας δὲ τῷ Ἀχιλλεῖ φέρειν, αἳ ἂν εὐφράνωσι τὴν ψυχὴν αὐτοῦ, μόνον, μηδέ τις ἄλλος σὺν αὐτῷ τῶν Τρῴων πορευθήτω ἀνήρ· κῆρύξ τις αὐτῷ ἀκολουθείτω γέρων, ὃς ἂν εὐθύνοι τὰς ἡμιόνους καὶ τὴν καλῶς τρέχουσαν ἅμαξαν, καὶ αὖθις τὸν νεκρὸν κομίζοι πρὸς τὴν πόλιν, ὃν ἀπέκτεινεν ὁ ἐνδοξότατος Ἀχιλλεύς· μηδέ τις αὐτῷ θάνατος ἐν φροντίδι ἔστω κατὰ διάνοιαν, μηδέ τις φόβος, τοιοῦτον αὐτῷ ὁδηγὸν παρέξομεν τὸν Ἑρμῆν, ὃς ἀπάξει ἕως ἂν ἄγων τῷ Ἀχιλλεῖ παραστήσῃ. ἐπειδὰν δὲ ἀγάγῃ εἰς τὴν σκηνὴν τοῦ Ἀχιλλέως, οὔτε αὐτὸς ἀποκτενεῖ, καὶ τοὺς ἄλλους πάντας διακωλύσει οὔτε ἔστιν ἀνόητος, οὔτε ἀπερίσκοπος, οὔτε ἀλιτάνευτος καὶ ἀπαράκλητος, ἀλλὰ πάνυ ἐπιμελῶς φείσεται ἀνδρὸς ἱκέτου.

141

οὕτως εἶπεν· ἀνέστη δὲ ἡ ἀνεμόπους Ἴρις μηνύουσα· ἀφίκετο δὲ εἰς τὸν οἶκον τοῦ Πριάμου, εὗρε δὲ θόρυβόν τε καὶ θρῆνον. παῖδες μὲν περὶ τὸν πατέρα καθήμενοι ἐν τῇ αὐλῇ δάκρυσι τὰ ἱμάτια ὕγραινον (ἔβρεχον), οὗτος δ᾽ ἐν τῷ μέσῳ αὐτῶν ὁ γέρων ἐντυπωδῶς χλαίνῃ ἐγκεκαλυμένος, ὡς διὰ τῆς σκέπης μόνον τὸν τῶν μελῶν τύπον φαίνεσθαι· πολὺς δὲ περιῆν χοῦς τῇ τε κεφαλῇ καὶ τῷ τραχήλῳ τοῦ γέροντος, ὃν δὴ κυλιόμενος ἐπεσπάσατο ταῖς ἑαυτοῦ χερσίν, αἱ θυγατέρες δὲ καὶ αἱ γυναῖκες τῶν ὑιῶν κατὰ τὰ οἰκήματα ὠλοφύροντο τούτων ἀναμιμνησκόμεναι, οἳ δὴ πολλοί τε καὶ ἀγαθοὶ ἔκειντο ὑπὸ τῶν χειρῶν τῶν Ἑλλήνων τὰς ψυχὰς ἀπολέσαντες· ἔστη δὲ παρὰ τὸν Πρίαμον ἡ ἄγγελος τοῦ Διὸς καὶ ἔλεγε πρὸς αὐτὸν μικρὸν καὶ ἡσύχως λαλήσασα· τοῦτον δὲ τρόμος κατέλαβε κατὰ τὰ μέλῃ· θάρρει κατά διάνοιαν, ὦ Πρίαμε ἔκγονε τοῦ Πριάμου, μηδέ τι φοβοῦ οὐδαμῶς γάρ σοι ἐγὼ κακὸν ἀπαγγέλλουσα ἐλήλυθα δεῦρο, ἀλλ᾿ ἀγαθὰ διανουμένη· ἐκ τοῦ Διὸς δέ σοι ἄγγελος ἔρχομαι, ὅτις πόρρωθεν ὤν, μεγάλως σου φροντίζει καὶ ἐλεεῖ σε· λυτρώσασθαί σε ἐκέλευσεν ὁ οὐράνιος τὸν ἐνδοξότατον Ἕκτορα, χάριτας δὲ τῷ Ἀχιλλεῖ φέρειν, αἳ ἂν εὐφράνωσι τὴν ψυχὴν αὐτοῦ, μόνον, μηδέ τις ἄλλων τῶν Τρῴων ἀνὴρ πορευθήτω σὺν σοί· κῆρυξ τις ἀκολουθείτω σοι γέρων, ὃς ἂν εὐθύνοι τὰς ἡμιόνους καὶ τὴν εὐκόλως τρέχουσαν ἅμαξαν· καὶ αὖθις τὸν νεκρὸν ἀγάγοι πρὸς τὴν πόλιν, ὃν ἀπέκτεινεν ὁ ἐνδοξότατος Ἀχιλλεύς· μηδέ σοι θάνατος διὰ φροντίδος ἔστω κατά διάνοιαν, μηδέ τις φόβος· τοιοῦτος γάρ σοι ὁδηγὸς συνέψεται ὁ Ἑρμῆς, ὅς σε ἀπάξει, ἕως ἂν ἄγων παραστήσῃ τῷ Ἀχιλλεῖ· ἐπειδὰν δὲ ἀγάγῃ εἰς τὴν σκηνὴν τοῦ Ἀχιλλέως, οὔτε αὐτὸς ἀποκτενεῖ, καὶ τοὺς ἄλλους πάντας διακωλύσει, οὔτε γὰρ ἀνόητός ἐστιν, οὔτε ἀπερίσκοπος, οὔτε ἀλιτάνευτος καὶ ἀπαράκλητος, ἀλλὰ πάνυ ἐπιμελῶς φείσεται ἀνδρὸς ἱκέτου καὶ παρακλήτορος.

159

αὕτη μὲν οὕτως εἰποῦσα ἀπῆλθεν ἡ ταχύπους Ἶρις· οὗτος δὲ τοὺς υἱοὺς τὴν εὐχερῶς τρέχουσαν ἡμιονείαν ἅμαξαν ἑτοιμᾶσαι ἐκέλευσεν, ὑπερτηρίαν (πλινθίον) δὲ ἐπ᾿ αὐτῆς κατα(περι)δῆσαι· αὐτὸς δὲ εἰσῆλθεν εἰς τὸ εὐῶδες δῶμα, τὸ ἐκ κέδρων κατεσκευασμένον, ὃ δὴ πολλὰ λαμπρὰ καὶ ἀξιοθέατα ἐχώρει καὶ ἐμπεριεῖχε. ἐκάλεσε δὲ ἔνδον τὴν γαμετὴν Ἑκάβην καὶ εἶπεν. ὦ μακαρία, ἐκ Διός μοι οὐράνιος μηνυτής ἀφίκετο λυτρώσασθαι τὸν υἱόν, πορευθέντα ἐπὶ τὰς ναῦς τῶν Ἑλλήνων, χάριτας δὲ τῷ Ἀχιλλεῖ φέρειν, αἳ ἂν εὐφράνωσιν τὴν ψυχὴν αὐτοῦ· ἀλλ᾽ ἄγε μοι τοῦτο εἰπέ, τί σοι κατὰ διάνοιαν δοκεῖ εἶναι; ὑπερβαλλόντως γάρ με αὐτὸν ἡ προθυμία καὶ ἡ ψυχὴ κελεύει ἐκεῖσε πορευθῆναι ἐπὶ τὰς ναῦς, εἰς τὸν πλατὺν στρατὸν τῶν Ἑλλήνων.

188

οὕτως εἶπεν· ὠλόλυξε δὲ ἡ γυνή, καὶ ἀπεκρίνατο λόγῳ. οἴμοι· ποῦ δή σοι ἡ διάνοια ᾤχετο· ᾗ τὸ πρόσθεν ἐδοξάζου παρὰ ξένοις ἀνθρώποις καὶ ὧν βασιλεύεις· πῶς βούλει ἀφικέσθαι εἰς τὰς ναῦς τῶν Ἑλλήνων μόνος εἰς ἀνδρὸς ὀφθαλμούς, ὃς δή σοι πολλοὺς καὶ ἀγαθοὺς υἱοὺς ἀπέκτεινε, σιδηρά δή σοι ψυχὴ ὑπάρχει· εἰ γάρ σε θεάσεται τοῖς ὀφθαλμοῖς καὶ κρατήσει ὁ ἄγριος καὶ αἱμοπότης καὶ ἀβέβαιος ἀνὴρ οὗτος, οὐκ ἐλεήσει σε, οὐδέ τί σε αἰδεσθήσεται· νῦν δὲ κλαίωμεν πόρρωθεν καθήμενοι ἐν τῷδε τῷ οἴκῳ. ὥσπερ που ἡ ἰσχυρὰ Μοῖρα γεννωμένῳ ἐπέκλωσε λίνῳ, ἡνίκα αὐτὸν ἔτεκον ἐγὼ ταχύποδας κύνας κορέσαι πόρρωθεν τῶν ἑαυτοῦ γονέων, παρ' ἀνδρὶ ἀποτόμῳ καὶ σκληρῷ, οὗ δὴ ἐγὼ εἴθε ἔχοιμι τὸ μέσον τοῦ ἥπατος ἐσθίειν προσβάλλουσα τὸ στόμα· τότε γένοιτο ἂν ἔργα ἀντιτιμώρητα τοῦ ἐμοῦ υἱοῦ ἐπειδὴ οὐκ ἀπέκτεινεν αὐτὸν δειλιῶντα, ἀλλὰ πρὸ τῶν Τρῴων καὶ τῶν Τρῳάδων τῶν μεγαλοκόλπων ἑστῶτα καὶ προπολεμοῦντα, οὔτε φυγῆς μεμνημένον, οὔτε ἀναχωρήσεως.

200

πρὸς ταύτην δὲ εἶπε γέρων Πρίαμος ὁ θεῖον εἶδος ἔχων· μή με βουλόμενον πορεύεσθαι κάτεχε, μηδὲ σή μοι ὄρνις κακὴ ἐν τοῖς οἴκοις ἔσο, οὐδὲ (γὰρ) καταπείσεις με· εἰ μὲν γάρ τις ἄλλος με τῶν ἐπιγείων ἐκέλευεν, ἢ οἵτινες μάντεις εἰσὶ τοῖς θυμιάμασι προσέχοντες· ἢ ἱερεῖς καὶ διὰ σπλάγχνων μαντευόμενοι· ψεύδεσθαι ἂν αὐτὸν ἔφημεν καὶ ἀφιστάμεθα μάλιστα. νῦν δέ, αὐτὸς γὰρ ἤκουσα θεοῦ, καὶ φανερῶς ἑώρακα, πορεύομαι, καὶ οὐ μάταιος ἔσται ὁ λόγος· εἰ δέ μοι μοῖρα ἀποθανεῖν παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων τῶν σιδηροθωράκων, ἐθέλω δὴ· παραχρῆμα γάρ με ἀποκτείνειεν Ἀχιλλεὺς λαβόντα εἰς τὰς ἀγκάλας τὸν ἐμὸν υἱόν, ἐπὰν τὸν τοῦ θρήνου ἔρωτα πληρώσαιμι.

217

εἶπε· καὶ τῶν κιβωτίων τὰ περικαλλῆ σκεπάσματα ἤνοιξε, ὅθεν δώδεκα μὲν ὡραῖα περιβλήματα γυναικῶν ἐξέβαλε, δώδεκα δὲ ἁπλᾶ περιβλήματα κλίνης· τόσους δὲ τάπητας, τοσαύτας δὲ ἐσθῆτας περικαλεῖς. ἐπὶ τούτοις δὲ τοσαῦτα ἐνδύματα ἀνδρῶν· χρυσοῦ δὲ ζυγοστατήσας τάλαντα δέκα τὰ πάντα ἔφερεν. ἐξέβαλε δὲ δύο τρίποδας πυροειδεῖς τέσσαρας δὲ λέβητας, ἐξέβαλε δὲ ποτήριον ὡραῖον, ὅπερ ἔδωκαν αὐτῷ ἄνδρες Θρᾷκες ἐπὶ δημοσίαν ἐκπομπήν, ἤτοι πρεσβείαν, πορευθέντι (ἀφικομένῳ), κτῆμα μέγα, οὐδὲ τούτου γε ἐφείσατο (κεῖσθαι) ἐν τοῖς οἴκοις ὁ γέρων· πάνυ δ᾽ ἐβούλετο κατὰ ψυχὴν λυτρώσασθαι τὸν ἀγαπητὸν υἱόν· οὗτος δὲ πάντας μὲν τοὺς Τρῷας τῆς προστῴου ἀπήλασε, λόγοις κακοῖς ἐπιπλήττων, καὶ λοιδορῶν· ἀπέλθετε μετὰ φθορᾶς ψεῦσται ἐπονείδιστοι· οὔτι δὴ καὶ ὑμῖν θρῆνος ἐν τοῖς οἴκοις ἐστίν, ἀλλ' ἥκετε ἐμοὶ συμπεισόμενοι καὶ παραμυθησόμενοι, ἢ ὠφελεῖσθε διότι μοι Ζεὺς ὁ τοῦ Κρόνου λύπας ἔδωκε ἀπολέσαι τὸν ἄριστον υἱόν; ἀλλὰ μαθήσεσθε καὶ ὑμεῖς πάσχοντες, εὐκαταγωνιστότεροι γὰρ μᾶλλον τοῖς Ἕλλησι νῦν ἔσεσθε, ἐκείνου ἀποθανόντος, πρὸς ἀναίρεσιν· ἐγὼ δὲ πρὸ τοῦ τὴν πόλιν ἐκπορθουμένην καὶ κατατεμνομένην θεάσασθαι τοῖς ὀφθαλμοῖς, ἀπέλθοιμι ἂν εἰς τὸν οἶκον τοῦ Ἅιδου.

228

εἶπε, καὶ τῷ σκήπτρῳ διεῖργε καὶ διίστα τοὺς ἄνδρας, οὗτοι δὲ ἐπορεύοντο ἔξω ἐπείγοντος τοῦ γέροντος, αὐτὸς δὲ τοῖς ἑαυτοῦ υἱοῖς παρεκελεύετο ὀνειδίζων τόν τε Ἕλενον καὶ τὸν Πάριν, καὶ τὸν ἔνδοξον Ἀγάθωνα, καὶ τὸν Πάμμονα καὶ τὸν Ἀντίφονον, καὶ τὸν κατὰ πόλεμον ἀγαθὸν Πολίτην, καὶ τὸν Δηίφοβον καὶ Ἱππόθοον, καὶ τὸν ἔνδοξον Ἀγαυόν· ἐννέα τούτοις ὁ γέρων παρακελευσάμενος ἐπέταξε· ἐπιταχύνεσθέ μοι, ὦ τέκνα κακά, μαλακοί τε καὶ ἐπονείδιστοι, εἴθε ὁμοῦ σύμπαντες ὄφλετε ἀναιρεθῆναι παρὰ ταῖς ταχείαις ναυσὶν ἀντὶ τοῦ Ἕκτορος. ὄιμοι, ἐγὼ ὁ δυστυχέστατος, ἐπειδὴ ἐγέννησα υἱοὺς ἀρίστους ἐν τῇ εὐρυχώρῳ Τροίᾳ, τούτων δὲ οὐδένα οἴομαι ὑπολελεῖφθαι· Μήστορα τὸν ἰσόθεον, καὶ Τρωίλον τὸν ἔφιππον πολεμιστήν, καὶ Ἕκτορα ὃς ἦν θεὸς ἐν τοῖς ἀνδράσιν, οὐδὲ ἐδόκει εἶναι υἱὸς ἀνδρὸς θνητοῦ, ἀλλὰ θεοῦ, τούτους μὲν ἔφθειρεν ὁ Ἄρης (πόλεμος), ταῦτα δὲ ὀνείδη πάντα ὑπολέλειπται, ψεῦσται καὶ κωμασταὶ καὶ χορείαις βέλτιστοι, ἀρνῶν καὶ ἐρίφων δημόσιοι ἅρπαγες. οὐκ ἂν νῦν μοι ἅμαξαν εὐτρεπίσαιτε ὡς τάχος, καὶ ταῦτα πάντα ἐπιθείητε, ἵνα διερχώμεθα τὴν ὁδόν;

247

οὕτως εἶπεν· οὗτοι δὲ πάντες τὴν τοῦ πατρὸς φοβηθέντες ἀπειλήν, ἅμαξαν μὲν ἀναλαβόντες ἐξήνεγκαν, εὐπετῶς τρέχουσαν, ἡμιονείαν, περικαλλῆ, νεωστὶ κατεσκευασμένην, πλινθίον δὲ ἐπ' αὐτῆς περιέδησαν, ἔλαβον δὲ ἀπὸ τοῦ πασσάλου, τὸν τῶν ἡμιόνων ζυγὸν ἐκ πύξου ὄντα ὀμφαλοὺς ἔχοντα (ὀμφαλὸν ἔχοντα ᾧ προσδεῖται ὁ ῥυμός, ὑπεροχάς τινας ἐν μέσῳ), καλῶς τοῖς κρίκοις ἐφηρμοσμένον, δι' ὧν διείρονται αἱ ἡνίαι· ἐξήνεγκαν δὲ σὺν τῷ ζυγῷ ζυγόδεσμον ἐννέα πήχεων, καὶ τοῦτον μὲν καλῶς κατέθηκαν ἐπὶ τῷ εὖ ἐξεσμένῳ ῥυμῷ ἐπὶ τῷ πρώτῳ ἄκρῳ. ἐπέβαλον δὲ τῷ κατὰ τὸ ἄκρον τοῦ ῥυμοῦ ἐμπεπηγότι πασσάλῳ τὸν κρίκον· τρὶς δὲ ἑκατέρωθεν περιέδησαν παρὰ τὸν ὀμφαλὸν (ἐν μέσῳ τοῦ ζυγοῦ)· μετὰ ταῦτα δὲ ἐφεξῆς κατέδησαν, ὑπὸ δὲ τὴν γωνίαν τὴν γεγονυῖαν ἐκ τοῦ ῥυμοῦ καὶ τοῦ ζυγοῦ ἀπετερμάτισαν τὰ ἄκρα τοῦ ἱμάντος· ἐξενέγκαντες δὲ τοῦ δώματος ἐπὶ τῆς καλῶς κατεσκευασμένης ἀμάξης ἐπεσώρευσαν τὰ πλεῖστα λύτρα τῆς κεφαλῆς τοῦ Ἕκτορος. ἔζευσαν δὲ τὰς(οὺς) ἰσχυρώνυχας ὑποζυγίους ἡμιόνους, τὰς ἑτοίμους πρὸς τὰ ἔργα, ἃς (οὓς) δήποτε τῷ Πριάμῳ οἱ Μυσοὶ ἔδωκαν δῶρα λαμπρά, ἵππους δὲ τῷ Πριάμῳ ἤγαγον ὑπὸ τὸν ζυγόν, οὓς ὁ γέρων αὐτὸς ἔχων ἀνέτρεφε παρὰ τῇ καλῶς κατεσκευασμένῃ φάτνῃ·

265

οὗτοι μὲν οὖν ἐζεύγνυντο (τούτοις μὲν οὖν διὰ τῶν Πριαμιδῶν τὸ ζεῦγμα παρακατεσκευάζετο) ἐν τοῖς ὑψηλοῖς οἰκήμασιν, ὅτε κῆρυξ καὶ Πρίαμος πυκνὰς καὶ συνετὰς βουλὰς κατὰ διάνοιαν ἔχοντες· πλησίον δὲ αὐτοῦ ἧκεν ἡ Ἑκάβη τεθλιμμένῃ καὶ λελυπημένῃ ψυχῇ, οἶνον κατέχουσα προσηνῆ ἐν τῇ δεξιᾷ χειρὶ ποτηρίῳ χρυσῷ, ἵνα σπείσαντες πορεύοιντο. ἔστη δὲ ἔμπροσθεν τῶν ἵππων, καὶ λόγον εἶπε καὶ ἐξ ὀνόματος ἐλάλει. λάβε δὴ σπεῖσον Διὶ τῷ πατρί, καὶ εὔχου εἰς οἶκον ἀφικέσθαι ὀπίσω ἐκ τῶν πολεμίων ἀνδρῶν, ἐπειδή σε ἡ ψυχὴ προτρέπει ἐπὶ τὰς ναῦς ἐμοῦ γε μὴ βουλομένης, ἀλλ᾽ εὔχου σύ γε τῷ σκοτεινεφεῖ υἱῷ τοῦ Κρόνου τῷ τιμωμένῳ ἐν Ἴδῃ· ὅς γε κατὰ πᾶσαν τὴν Τροίαν ὁρᾶται· αἴτει δὲ οἰωνὸν ἀγγελιαφόρον ταχὺν ὅς γε αὐτῷ προσφιλέστατος τῶν ὀρνέων ἐστί, καὶ μεγίστη δύναμις ὑπάρχει αὐτῷ, αἴσιον καὶ ἐπιτήδειον· ὅπως σὺ θεασάμενος αὐτὸν τοῖς ὀφθαλμοῖς, τούτῳ θαρσῶν, ἐπὶ τὰς ναῦς πορεύῃ τῶν ταχεῖς ἵππους ἐχόντων Ἑλλήνων· εἰ δέ σοι οὐ δώσει ἄγγελον ἑαυτοῦ ὁ μεγαλόφωνος Ζεύς, οὐκ ἂν ἔγωγέ σε μετὰ ταῦτα προτρέπουσα κελεύοιμι πορευθῆναι ἐπὶ τὰς ναῦς τῶν Ἑλλήνων καίπερ προθυμούμενον πάνυ.

281

πρὸς ταύτην δὲ ἀποκρινόμενος εἶπε Πρίαμος ὁ θεοῦ εἶδος ἔχων. ὦ γύναι, οὐδαμῶς σοι τοῦτο ἐντελλομένῃ ἀπειθήσω· ἀγαθὸν γὰρ ᾆραι τὰς χεῖρας τῷ Διί, ὅπως οἰκτείρῃ·

299

εἶπε δὴ καὶ τὴν ταμίαν θεράπαιναν προὔτρεψεν ὁ γέρων ὕδωρ ταῖς χερσὶν ἐπιχέαι καθαρὸν καὶ διειδές, αὕτη δὲ παρεγένετο ἡ θεράπαινα χερνίβιον καὶ ξέστην ἅμα ἐν ταῖς χερσὶν ἔχουσα, νιψάμενος δὲ τὸ ποτήριον ἐδέξατο παρὰ τῆς ἑαυτοῦ γυναικός, εὔχετο δὲ μετὰ ταῦτα στὰς ἐν τῷ μέσῳ τοῦ περιφράγματος τῆς αὐλῆς, ἔσπευδε δὲ οἶνον, εἰς τὸν οὐρανὸν ἀναβλέψας, καὶ λαλήσας λόγον ἔλεγεν· ὦ Ζεῦ πάτερ, ἐκ τῆς Ἴδης βασιλεύων ἐνδοξότατε, ὑψηλότατε, δὸς ἀφικέσθαι με πρὸς Ἀχιλλέα προσφιλῆ καὶ οἰκτρόν, ἀπόστειλον δὲ οἰωνὸν ἀγγελιαφόρον ταχύν, ὅς γε σοὶ προσφιλέστατος ὀρνέων ἐστί, καὶ δύναμις μεγίστη αὐτῷ ὑπάρχει. - ὅπως θαρρῶν πορεύωμαι ἐπὶ τὰς ναῦς τῶν ταχεῖς ἵππους ἐχόντων Ἑλλήνων.

302

οὕτως εἶπεν εὐχόμενος· τούτου δὲ ἐπήκουσεν ὁ βουλευτικὸς Ζεύς· παραχρῆμα δὲ αὐτὸν ἔπεμψε τελεώτατον πάντων τῶν ὀρνέων, μέλανα, κυνηγετικόν, ὃν καὶ Μελαναίετον καλοῦσιν· ὅση δὲ κατασκευάζεται ἡ θύρα τοῦ ὑψοστέγου θαλάμου τοῦ πλουσίου ἀνδρός, ἡ εὐαρμόστως κλειομένη, τόσα δὴ ἑκατέρωθεν ἦσαν αὐτοῦ τὰ πτερά (αἱ πτέρυγες). ἐπῆλθε δ' αὐτοῖς ἐκ δεξιῶν ὁρμήσας ὑπεράνω τῆς πόλεως, οὗτοι δὲ θεασάμενοι ἐχάρησαν, καὶ πᾶσιν ἐν τῇ διανοίᾳ ἡ ψυχὴ εὐφράνθη,

314

σπεύδων δὲ ὁ γέρων ἐπέβη τοῦ ἐξεσμένως κατεσκευασμένου ὀχήματος, ἐξέλασε δὲ τῶν προθύρων, καὶ τῆς μεγαλοκτύπου προστώου· ἔμπροσθεν μὲν οὖν αἱ ἡμιόνοι εἷλκον τὴν τετράτροχον ἅμαξαν, ἃς ὁ Ἰδαῖος ἤλαυνεν ὁ συνετός, ὄπισθεν δὲ οἱ ἵπποι, οὓς ὁ γέρων ἐλαύνων τῇ μάστιγι προὔτρεπε ταχέως διὰ τῆς πόλεως· ἅμα δὲ πάντες οἱ φίλοι καὶ οἰκεῖοι ἠκολούθουν πολλὰ ὀδυρόμενοι αὐτόν, ὥσπερ εἰς θάνατον ἀπιόντα· ἐπεὶ οὖν οὗτοι κατέβησαν ἐκ τῆς πόλεως, καὶ εἰς τὸ πεδίον παρεγένοντο· οἱ μὲν δὴ ὀπισθόρμητοι πρὸς τὸ Ἴλιον ὑπέστρεψαν οἱ υἱοὶ καὶ γαμβροί. οὗτοι δὲ οὐκ ἔλαθον τὸν μεγαλόφωνον Δία, κατὰ τὸ πεδίον φανέντες, θεασάμενος δὲ ᾤκτειρε τὸν γέροντα, ταχέως δὲ ἔλεγεν ἐναντίον πρὸς Ἑρμῆν τὸν ἀγαπητὸν υἱόν· ὦ Ἑρμῆ, σοὶ γὰρ μάλιστα προσφιλέστερον ὑπάρχει ἀνδρὶ συνοδοιπορῆσαι, καὶ ἤκουσας ᾧ ἂν ἐθέλῃς, ἄγε πορεύου, καὶ Πρίαμον ἐπὶ τὰς βαθείας ναῦς τῶν Ἑλλήνων οὕτως ἄγαγε, ὡς μήτε τινὰ ἰδεῖν, μήτε τι νοῆσαι τῶν ἄλλων Ἑλλήνων πρὶν ἀφικέσθαι πρὸς τὸν υἱὸν τοῦ Πηλέως.

322

οὕτως εἶπεν· ὑπήκουσε δὲ ὁ καθαρὸς φόνου ἄγγελος Ἑρμῆς, παραχρῆμα δὲ ὑπεδήσατο τοῖς ποσὶ τὰ περικαλλῆ ὑποδήματα τὰ θεῖα καὶ χρυσᾶ, ἅπερ αὐτὸν ἔφερον κατά τε θάλασσαν, καὶ κατὰ τὴν ἄπειρον γῆν, ἴσα καὶ πνοαῖς ἀνέμου, ἤγουν ὡς τάχιστα. ἔλαβε δὲ τὴν ῥάβδον, ᾗ ἐξαπατᾷ τοὺς ὀφθαλμοὺς τῶν ἀνθρώπων ὧν βούλεται, τινὰς δὲ καὶ ὑπνοῦντας ἀνίστησι, ταύτην ἐν ταῖς χερσὶ κατέχων, ἐπέτετο ὁ δυνάστης Ἑρμῆς, ταχέως δὲ εἰς τὴν Τροίαν καὶ τὸν Ἑλλήσποντον ἀφίκετο, ὥρμησε δὲ πορεύεσθαι ὅμοιος νέῳ, φυλακικῷ τοῦ δικαίου, νῦν πρῶτον πωγωνοφυοῦντι· οὗ δή γε ἡδίστη ἡ ἡλικία ἐστίν.

339

ἐπεὶ οὖν οὗτοι τὸ μέγα μνῆμα τοῦ Ἴλου παρήλλαξαν, ἔστησαν δὴ τὰς ἡμιόνους καὶ τοὺς ἵππους ἵνα πίωσιν ἐν τῷ ποταμῷ· ἤδη γὰρ καὶ σκότος ἐπῆλθε τὴν γῆν· τοῦτον δὲ ἐκ τοῦ σύνεγγυς θεασάμενος κατενόησεν ὁ κῆρυξ τὸν Ἑρμῆν. εἶπε δὲ πρὸς τὸν Πρίαμον, καὶ ἐφώνησε. κατανόει, ὦ ἔκγονε τοῦ Δαρδάνου, συνετοῦ νοῦ ἔργα γέγονεν (γίνεσθαι δεῖ), ἄνδρα ὁρῶ, ταχέως δὲ ἡμᾶς ἀναιρήσεσθαι ὑπολαμβάνω. ἀλλ᾽ ἄγε δὴ φεύγωμεν ἔφιπποι, ἢ αὐτοῦ λαβόμενοι τῶν γονάτων ἱκετεύσωμεν ὅπως οἰκτείρῃ. οὕτως εἶπεν· τῷ γέροντι δὲ συνεχύθη καὶ ἐταράχθη ὁ νοῦς, ἐφοβεῖτο δὲ σφόδρα, ὀρθαὶ δὲ αἱ τρίχες ἔστησαν ἐν τοῖς καμπτοῖς αὐτοῦ μέλεσι, ἔστη δὲ ἐκπλαγείς, αὐτὸς δὲ ὁ Ἑρμῆς πλησίον γενόμενος, τὴν χεῖρα τοῦ γέροντος λαβών, ἠρώτησε. καὶ εἶπε πρὸς αὐτόν· ποῦ, ὦ πάτερ, οὕτως εὐθύνεις τούς τε ἵππους καὶ ἡμιόνους κατὰ τὸν καιρὸν τῆς θείας νυκτός, ἡνίκα ὑπνώττουσιν οἱ ἄλλοι ἄνθρωποι. οὐδὲ σύ γε ἐφοβήθης τοὺς εὐτόλμου ἰσχύος πνέοντας Ἕλληνας, οἵ σοι ἐχθροὶ καὶ ἀνάρμοστοι τὴν γνώμην, ἤγουν ἐναντίοι, πλησίον εἰσίν. τούτων εἴ τις σε θεάσαιτο κατὰ τὸν καιρὸν τῆς ταχείας μελαίνης νυκτός, τοσαῦτα ἐπωφελῆ ἄγοντα, τίς ἂν δή σοι νοῦς εἴη; καὶ τί διανοήσῃ καὶ πράξεις; οὔτε σὺ νέος εἶ, γέρων δέ σοι καὶ οὗτος ἀκολουθεῖ, ἀνδρὶ ἀντιμάχεσθαι, ὅταν τι πρότερος ἐνοχλήσῃ καὶ βλάψῃ. ἀλλὰ ἐγὼ οὐδὲν κακόν σε ποιήσω· καὶ δὴ καὶ ἄλλον σοῦ ἀποσοβήσαιμι ἄν, ἀφομοιῶ γάρ σε τῷ ἀγαπητῷ πατρί.

349

πρὸς τοῦτον δὲ μετὰ ταῦτ᾽ ἀπεκρίνατο ὁ θεοειδής γέρων Πρίαμος. οὕτω που ταῦτα ἔχει, ὦ προσφιλέστατον τέκνον, ὥσπερ λέγεις, ἀλλ᾿ ὄντως καὶ ἐμοῦ χεῖρα ὑπερέσχε τὶς τῶν θεῶν, ὅς μοι τοιοῦτον ὁδοιπόρον ἔπεμψεν ὥστ᾽ ἀπαντῆσαι, δεξιὸν καὶ ὠφέλιμον, οἷος δὴ σὺ τὸ σῶμα καὶ τὴν μορφὴν θαυμαστὸς εἶ, καὶ νῷ ἐφρενωμένος, ἐκ μακαρίων δὲ γονέων ὑπάρχεις. πρὸς τοῦτον δὲ εἶπεν ὁ φόνου καθαρὸς ἄγγελος Ἑρμῆς. ναὶ δὴ ταῦτα πάντα, ὦ γέρον, κατὰ τὸ πρέπον εἶπες, ἀλλ᾽ ἄγε τοῦτό μοι εἰπέ, καὶ ἀληθῶς ἑρμήνευσον. ἆρα που ἐκπέμπεις κτήματα πολλὰ καὶ ἀγαθὰ εἰς ἄνδρας ἑτέρας γῆς, ἵνα σοι ταῦτα σῶα μένωσιν, ἢ πάντες ἤδη καταλείπετε τὸ ἱερὸν Ἴλιον φοβούμενοι; τοιοῦτος γὰρ ἀνὴρ ἄριστος ἀπώλετο ὁ σὸς υἱός, οὐ μὴν γάρ τι ἐν τῇ μάχῃ ἡττᾶτο τῶν Ἑλλήνων.

372

πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ὁ τὴν μορφὴν ὅμοιος τοῖς θεοῖς γέρων Πρίαμος· τίς δὲ σὺ εἶ, βέλτιστε; ἐκ τίνων δὲ γονέων ὑπάρχεις, ὅς μοι καλῶς τὸν ὄλεθρον τοῦ δυστυχοῦς υἱοῦ εἶπες;

386

πρὸς τοῦτον δὲ εἶπεν ὁ φόνου καθαρὸς ἄγγελος Ἑρμῆς· ἀποπειρᾷ ἐμοῦ, γέρον, καὶ ἐρωτᾷς περὶ τοῦ ἐνδοξοτάτου Ἕκτορος. τοῦτον μέν τοι ἐγὼ πάνυ πολλάκις ἐν τῷ τοὺς ἄνδρας δοξάζοντι πολέμῳ ἐθεασάμην τοῖς ὀφθαλμοῖς, καὶ ἡνίκα παρὰ τὰς ναῦς ἐπιδιώξας τοὺς Ἕλληνας ἀπέκτεινε διχοτομῶν σιδήρῳ ὀξεῖ, ἡμεῖς δὲ ἱστάμενοι ἐθαυμάζομεν, οὐ γάρ τοι ὁ Ἀχιλλεὺς ἀφίει(η) πολεμεῖν ὀργιζόμενος τῷ υἱῷ τοῦ Ἀτρέως. τούτου γὰρ ἐγὼ θεράπων εἰμί, μία δὲ ναῦς εὖ κατεσκευασμένη ἤγαγεν, ἐκ τῶν Μυρμιδόνων δὲ εἰμί, πατὴρ δέ μοι ἐστὶ Πολυήτωρ, πλούσιος μὲν οὗτος ὑπάρχει, γέρων δὲ οὕτως, ὥσπερ σύ· ἓξ δὲ αὐτῷ υἱοὶ ὑπάρχουσιν, ἐγὼ δὲ αὐτῷ ἕβδομος τυγχάνω, μεθ᾽ ὧν κληρούμενος, ἔλαχον κλήρῳ πορευθῆναι ἐνταῦθα, νυνὶ δὲ ἀφικόμην εἰς τὸ πεδίον ἀπὸ τῶν νεῶν· ἕωθεν γὰρ ποιήσονται περὶ τὴν πόλιν μάχην οἱ εὐόφθαλμοι Ἕλληνες, δυσχεραίνουσι γὰρ καὶ ἀγανακτοῦσιν οὗτοι καθήμενοι οὐδὲ δύνανται κατ(ἐπ)έχειν αὐτοὺς ἐφορμῶντας, ἀπὸ τοῦ πολέμου οἱ βασιλεῖς τῶν Ἑλλήνων·

389

πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ὁ θεοειδής γέρων Πρίαμος· ἐπειδὴ θεράπων Ἀχιλλέως τοῦ υἱοῦ τοῦ Πηλέως ὑπάρχεις, φέρε δή μοι πᾶσαν τὴν ἀλήθειαν κάτειπε. ἆρ᾽ ἔτι παρὰ ταῖς ναυσὶν ὁ ἐμὸς υἱὸς μένει· ἢ ἤδη αὐτὸν ταῖς ἑαυτοῦ κυσὶ κατὰ μέλος διακόψας προέθηκεν ὁ Ἀχιλλεύς.

405

πρὸς τοῦτον δὲ εἶπεν ὁ φόνου καθαρὸς ἄγγελος Ἑρμῆς· ὦ γέρον, οὔπω τοῦτόν γε κύνες ἔφαγον οὐδὲ ὄρνεα· ἀλλ' ἔτι ἐκεῖνος κεῖται παρὰ τῇ νηὶ τοῦ Ἀχιλλέως, οὕτως ἐν ταῖς σκηναῖς, δωδεκάτη δὲ αὐτῷ ἡμέρα κειμένῳ, οὐδέ τι αὐτῷ σήπεται καὶ διαρρεῖ τὸ σῶμα, οὐδὲ σκώληκες αὐτὸν ἐσθίουσιν, οἳ δὴ τοὺς ἐν πολέμῳ πεφονευμένους ἄνδρας κατατρώγουσιν. ὄντως μὲν αὐτὸν περὶ τὸ μνῆμα τοῦ ἑαυτοῦ ἀγαπητοῦ φίλου ἐπισύρει ἀνηλεῶς, ἡνίκα φανῇ ἡ ἐν ἐνδοξοτάτη ἡμέρα, οὐ καταισχύνει δ' αὐτόν. θαυμάσειας ἂν καὶ αὐτὸς παραγενόμενος, ὅπως δεδροσισμένος καὶ διερρὸς κεῖται, περινένιπται δὲ καὶ περιῃρέθη τὸ αἷμα, οὐδέ ποι μεμολυμμένος ἐστί· πάντα δὲ τὰ τραύματα περιεστάλη καὶ συνεκλείσθη ὅσα ἐβλήθη· πολλοὶ γὰρ ἐν αὐτῷ σίδηρον διεπέρασαν· οὕτως σοι φροντίζουσιν οἱ μακάριοι θεοὶ τοῦ ἀγαθοῦ υἱοῦ, καὶ νεκροῦ γε ὄντος· ἐπειδὴ αὐτοῖς ἀγαπητὸς ἦν ὡς μάλιστα κατὰ ψυχήν.

410

οὕτως εἶπεν· ἐχάρη δὲ ὁ γέρων καὶ ἀπεκρίνατο λόγῳ· ὦ τέκνον, ὄντως δὴ ἀγαθὸν καὶ τὸ ἐναισίμως καὶ εὐσεβῶς δῶρα διδόναι τοῖς ἀθανάτοις θεοῖς, ἐπειδὴ οὐδεπώποτε ὁ ἐμὸς υἱός, εἴποτε ἦν, ἐπελάθετο ἐν τοῖς οἴκοις τῶν θεῶν, οἱ τὸν Ὄλυμπον οἰκοῦσι· δι᾿ ὃ αὐτῷ ἀπεμνημόνευσαν καὶ ἐν τῇ τοῦ θανάτου γε μοῖρᾳ. ἀλλ' ἄγε δὴ τοῦτο ἀπόδεξαι παρ' ἐμοῦ τὸ περικαλλὲς ποτήριον, ἐμὲ τε σῶσον, πέμψον δέ με σὺν τοῖς θεοῖς ὅπως ἂν εἰς τὴν σκηνὴν ἀφίκωμαι τοῦ υἱοῦ τοῦ Πηλέως.

424

πρὸς τοῦτον δὲ εἶπεν ὁ φόνου καθαρὸς ἄγγελος Ἑρμῆς. ἀποπειρᾷ ἐμοῦ, ὦ γέρον, νεωτέρου· οὐ καταπείσεις δέ με, ὅς με κελεύεις σὰ δῶρα δέχεσθαι παρὰ γνώμην τοῦ Ἀχιλλέως. τοῦτον μὲν οὖν ἐγὼ φοβοῦμαι, καὶ αἰδοῦμαι τὰ μάλιστα κατὰ ψυχὴν συλᾶν καὶ ὑφαιρεῖσθαι μή τι κακὸν μετὰ ταῦτά μοι γένηται, σοί δὲ ἐγὼ ὁδηγὸς καὶ μέχρι τοῦ ἐνδόξου Ἄργους ἀφικοίμην ἂν ἐπιμελῶς ἐν ταχείᾳ νηὶ, ἢ πεζός συνοδοιπορῶν· οὐκ ἂν τίς σοι τὸν ὁδηγὸν μεμψάμενος εἰς μάχην κατασταίη.

432

εἶπε, καὶ ἀναπηδήσας εἰς τὸ ἅρμα (ὄχημα) καὶ τοὺς ἵππους ὁ πολυωφελής Ἑρμῆς, ταχέως τὴν μάστιγα καὶ τὰς ἡνίας ἔλαβε ταῖς χερσίν, ἐνέπνευσε δὲ τοῖς ἵπποις καὶ τοῖς ἡμιόνοις προθυμίαν ἀγαθήν. ἀλλ᾽ ὁπηνίκα δὴ εἰς τοὺς πύργους (τὸ τεῖχος τῶν νεῶν), καὶ τὴν τάφρον ἀφίκοντο· οἱ φύλακες δὲ νεωστὶ περὶ τὸ δεῖπνον ἐπονοῦντο, καὶ ἐδειπνοποιήσαντο, τούτοις ἐπέχεεν ὕπνον ὁ φόνου καθαρὸς ἄγγελος Ἑρμῆς, πᾶσι, ταχέως δὲ τὰς πύλας ἀνέῳξε, καὶ ἀπέρριψε τοὺς μοχλούς, εἰσήγαγε δὲ τόν τε Πρίαμον καὶ τὰ λαμπρὰ δῶρα ἐπὶ ἀμάξης. ἀλλ' ὁπηνίκα δὴ ἀφίκοντο εἰς τὴν σκηνὴν τοῦ υἱοῦ τοῦ Πηλέως, τὴν ὑψηλήν, ἣν οἱ Μυρμιδόνες κατεσκεύασαν τῷ βασιλεῖ ξύλα ἐλάτης κόψαντες, ὑπεράνωθεν δὲ ἐπέθηκαν καὶ ἐστέγασαν ὀροφὴν δασεῖαν, ἐκ λειμῶνος θερίσαντες, πέριξ δὲ μεγάλην αὐλὴν ἐποίησαν αὐτῷ τῷ βασιλεῖ, πυκνοῖς ξύλοις ὀρθοῖς καὶ ὀξέσιν, τὴν θύραν δὲ συνεῖχεν μόνος μοχλὸς ἐξ ἐλάτης, τοῦτον τρεῖς μὲν Ἕλληνες ἐπέκλειον, τρεῖς δὲ ἤνοιγον τὸν μέγαν μοχλὸν τῶν θυρῶν, ἀπὸ τῶν ἄλλων, Ἀχιλλεὺς δὲ καὶ μόνος ἐπέκλειε. τότε δὴ οὖν ὁ πολυωφελὴς Ἑρμῆς ἤνοιξε τῷ γέροντι, εἰσήγαγε δὲ τὰ ἔνδοξα δῶρα τῷ ταχύποδι Ἀχιλλεῖ, ἀπέβη δὲ ἐκ τῶν ἵππων εἰς γῆν καὶ εἶπεν. ὦ γέρον, ἐγὼ μὲν θεὸς ἄφθαρτος ἐλήλυθα Ἑρμῆς, σοὶ γάρ με ὁ πατὴρ ὁδηγὸν παρέσχετο· ἀλλ᾽ ἐγὼ μέντοι εἰς τουπίσω πορεύσομαι, οὐδὲ εἰς τοὺς Ἀχιλλέως ὀφθαλμοὺς ἀφίξομαι, μεμπτὸν γὰρ ἂν ἔιη καὶ ἀνάξιον, ἀθάνατον θεὸν οὕτως ἀνθρώπους θνητούς ἀγαπᾷν φανερῶς· σὺ δὲ εἰσελθών, λαβοῦ τῶν γονάτων τοῦ υἱοῦ τοῦ Πηλέως, καὶ πρὸς πατρὸς καὶ μητρὸς καλλικόμου αὐτὸν ἱκέτευσον, καὶ τοῦ τέκνου, ὅπως αὐτοῦ τὴν ψυχὴν συνταράξῃς.

440

οὕτω δὴ εἰπὼν ἀπῆλθεν ἐπὶ τὸν ὑψηλὸν Ὄλυμπον ὁ Ἑρμῆς· ὁ Πρίαμος δὲ κατεπήδησεν ἐκ τῶν ἵππων ἐπὶ τὴν γῆν, τὸν Ἰδαῖον δὲ κατέλιπεν αὐτόθι, οὗτος δὲ ἔμενε κατέχων τοὺς ἵππους καὶ τοὺς ἡμιόνους· ὁ γέρων δὲ εὐθὺ τοῦ οἴκου ἐπορεύετο, ἔνθα δὴ Ἀχιλλεὺς καθῆστο ὁ φίλος τοῦ Διός, ἔνδον δὲ αὐτὸν εὗρεν, οἱ φίλοι δὲ πόρρωθεν καθῆντο· οὗτοι δὲ οἱ δύο μόνοι ὁ ἥρως Αὐτομέδων, καὶ Ἀλκιμέδων ὁ τοῦ Ἄρεος κλάδος ὑπηρέτουν παρόντες (ἔνδον ὄντες), νεωστὶ δὲ ἀπεπαύετο τῆς τροφῆς ἐσθίων καὶ πίνων, ἔτι καὶ ἡ τράπεζα παρέκειτο· τούτους δὲ ἔλαθεν εἰσελθὼν ὁ μέγας Πρίαμος, πλησίον δὲ στὰς ἐλάβετο ταῖς χερσὶ τῶν γονάτων τοῦ Ἀχιλλέως καὶ ἐφίλησε τὰς χεῖρας τὰς φοβερὰς καὶ ἀποκτεινούσας τοὺς ἄνδρας· αἱ δὴ ἀνεῖλον πολλοὺς υἱοὺς αὐτοῦ. ὥσπερ δὲ ὅταν ἄνδρα βλάβη πυκνὴ καὶ μεγάλη καταλάβῃ, ὅστις ἐν τῇ πατρίδι ἄνδρα φονεύσας ἀφίκετο εἰς δῆμον ἄλλων, εἰς οἰκίαν ἀνδρὸς πλουσίου, ἔκπληξις δὲ πάντας κατέχει τοὺς θεωμένους· οὕτως ἐξεπλάγη ὁ Ἀχιλλεὺς θεασάμενος Πρίαμον τὸν ἔχοντα θεῖον εἶδος, ἐξεπλάγησαν δὲ καὶ οἱ ἄλλοι. πρὸς ἀλλήλους δὲ ἀπέβλεψαν· πρὸς τοῦτον δὲ καὶ ἱκετεύων ὁ Πρίαμος εἶπε λόγον. μνήσθητι τοῦ σοῦ πατρός, ὦ ὅμοιε τοῖς θεοῖς Ἀχιλλεῦ, τοιούτου, οἷός περ ἐγὼ τυγχάνω ἐν τῷ βατῆρι τοῦ γήρως, καὶ μήν που κἀκεῖνον οἱ περίοικοι κύκλωθεν (κεχωρισμένοι τῇ γνώμῃ καὶ ἐναντίοι) ὄντες καταπονοῦσιν, οὐδέ τις ὑπάρχει ἀποσοβῆσαι τὴν κατάραν καὶ τὸν ὄλεθρον, ἀλλ᾽ ἐκεῖνός γε μὲν σοῦ ζῶντος ἀκούων, ἀγάλλεται ἐν τῇ ψυχῇ καὶ ἐλπίζει πάσας τὰ ἡμέρας θεάσασθαι τὸν ἀγαπητὸν υἱὸν παραγενόμενον ἐκ τῆς Τροίας· ἐγὼ δὲ δυστυχέστατος, ἐπειδὴ ἐγέννησα υἱοὺς βελτίστους ἐν τῇ εὐρυχώρῳ Τροίᾳ, τούτων δὲ οὐδένα ὑπολελεῖφθαι ὑπολαμβάνω· πεντήκοντά μοι ἦσαν υἱοί, ὅτε ἦλθον οἱ υἱοὶ τῶν Ἑλλήνων δέκα καὶ ἐννέα μέν μοι ἦσαν ἐκ μιᾶς κοιλίας, τοὺς ἄλλους δέ μοι, ἔτεκον ἐν τοῖς οἴκοις αἱ γυναῖκες· τούτων μὲν τῶν πολλῶν ὁ ὁρμητίας Ἄρης διέλυσε καὶ ἐνέκρωσε τὰ γόνατα· ὃς δέ μοι μόνος ἦν, ἔσωζε δὲ τὴν πόλιν καὶ τοὺς πολίτας, τοῦτον σὺ πρὸ μικροῦ ἀνεῖλες ἀντιμαχόμενον ὑπὲρ τῆς πατρίδος, τὸν Ἕκτορα· τούτου ἕνεκα νῦν παρεγενόμην εἰς τὰς ναῦς τῶν Ἑλλήνων λυτρωσόμενος αὐτὸν παρὰ σοῦ, φέρω δὲ ἄπειρα λύτρα· ἀλλ' αἰδοῦ καὶ σέβου τοὺς θεούς, ὦ Ἀχιλλεῦ, καὶ ἐμὲ οἴκτειρον, μνησθεὶς τοῦ σοῦ πατρός· ἐγὼ δὲ οἰκτρότερος καὶ ἀθλιώτερός εἰμι· πέποιθα δέ, οἷα οὐδείς πω ἐπίγειος ἄλλος ἀνήρ· ἐκτείνειν τὴν χεῖρα πρὸς στόμα ἀνδρὸς ἀποκτείναντος τὸν ἐμὸν παῖδα (υἱὸν)·

468

οὕτως εἶπε, τούτῳ δὲ διήγειρεν ἐπιθυμίαν θρήνου χάριν τοῦ πατρός· λαβόμενος δὲ τῆς χειρὸς ἀπωθήσατο ηρέμα τὸν γέροντα· οὗτοι δὲ ἀναμνησθέντες, ὁ μὲν Ἕκτορος τοῦ τοὺς ἄνδρας ἀποκτείνοντος, ἔκλαιεν ἀδιαλείπτως, ἔμπροσθεν τῶν ποδῶν τοῦ Ἀχιλλέως παραλυθείς (κουφισθεὶς) καὶ πεσών· ὁ Ἀχιλλεὺς δὲ ἔκλαιε τὸν ἑαυτοῦ πατέρα, ἄλλοτε δὲ πάλιν τὸν Πάτροκλον, τούτων δὲ στόνος κατὰ τὰ οἰκήματα ἠγέρθη· ἐπεὶ δὲ θρήνου ἀπέλαυσεν ὁ ἐνδοξότατος Ἀχιλλεὺς καὶ αὐτῷ ἀπὸ τῆς διανοίας ἀνεχώρησεν ἡ ἐπιθυμία, καὶ ἀπὸ τῶν μελῶν· παραχρῆμα ἀπανέστη τοῦ θρόνου· τὸν γέροντα δὲ ἀπὸ τῆς χειρὸς ἀνέστησεν ἐλεῶν τήν τε λευκὴν κεφαλήν, καὶ τὸν λευκὸν πώγωνα, καὶ φωνήσας πρὸς αὐτὸν ἔλεγε λόγους ταχεῖς. ὦ ἄθλιε, ὄντως δὴ πολλὰ δεινὰ ὑπέμεινας κατὰ τὴν σαυτοῦ ψυχήν· πῶς ἠνέσχου παραγενέσθαι μόνος εἰς τὰς ναῦς τῶν Ἑλλήνων εἰς ἀνδρὸς ὀφθαλμούς, ὅς σοι πολλοὺς καὶ ἀγαθούς υἱοὺς ἀπέκτεινα; σιδηρὰ δή σοι ψυχὴ ἔνεστιν. ἀλλ᾽ ἄγε δὴ κάθισον ἐπὶ τοῦ θρόνου, τὰς λύπας δὲ ὁμοίως ἐν ψυχῇ μένειν καταλίπωμεν καίπερ ἀλγοῦντες καὶ πάσχοντες· οὐ γάρ τις πρᾶξις καὶ μηχανή (ἄνυσις) ὑπάρχει τοῦ χαλεποῦ θρήνου· οὕτω γὰρ ἐπεμοίρησαν καὶ εἱμαρμένον ἐποίησαν οἱ θεοὶ τοῖς ἀθλίοις ἀνθρώποις, ζῇν λυπουμένους καὶ ἀλγοῦντας· αὐτοὶ δὲ ἄλυποι καὶ εὔθυμοι τυγχάνουσιν. δύο γὰρ πίθοι κατάκεινται ἐν τῷ οἰκήματι τοῦ Διὸς δομάτων, ὧν ὁ μὲν ἐνέχυρα δίδωσι κακῶν, ὁ ἕτερος δὲ ἀγαθῶν· ᾧ τινι μὲν οὖν καταμίξας καὶ ἑνώσας δῷ ὁ Ζεὺς ὁ τρέπων τοὺς ἐναντίους τῷ κεραυνῷ ποτὲ μὲν οὗτός γε κακοῖς διατρίβεται ποτὲ δὲ ἀγαθοῖς· ᾧ τινι δ᾽ ἂν ἀπὸ τῶν δεινῶν μόνον δῷ βεβλαμμένον ἐποίησε, καὶ μεγάλη ἀνία καὶ λύπη αὐτὸν διώκει κατὰ τὴν ἔνδοξον γῆν, περιέρχεται δὲ οὔτε ὑπὸ θεῶν τιμώμενος, οὔτε ὑπὸ ἀνθρώπων· οὕτω δὴ καὶ τῷ Πηλεῖ ἔδωκαν οἱ θεοὶ δῶρα λαμπρὰ ἐκ γενέσεως· ὑπὲρ (εἰς) πάντας γὰρ τοὺς ἀνθρώπους ἐκεκόσμητο (ἐδοξάζετο) φρονήσει τε καὶ παιδεύσει καὶ πλούτῳ, ἐβασίλευσε δὲ τῶν Μυρμιδόνων καὶ θνητῷ ὄντι αὐτῷ, θεὰν ἐποίησαν γαμετήν, τὴν Θέτιν δηλονότι· ἀλλ' ἐπέθηκεν αὐτῷ ὁ θεὸς δεινόν, ὅτι αὐτῷ οὔτε τέκνων ἐν τοῖς οἴκοις γόνος ἐγένετο ἡγεμονευόντων. ἀλλ᾿ ἕνα υἱὸν ἐγέννησε παντελῶς ἄωρον, οὐδὲ γε αὐτὸν γηρῶντα γηροτροφῶ· ἐπειδὴ πάνυ πόρρωθεν τῆς πατρίδος κάθημαι ἐν τῇ Τροίᾳ σέ τε λυπῶν (κακῶν) καὶ τοὺς σοὺς παῖδας· καὶ δὴ καὶ σέ, ὦ γέρον, τὸ πρότερον μὲν ἀκούομεν εὐδαίμονα εἶναι, καθ᾽ ὅσον ἡ Λέσβος ἀνείργει καὶ δι(περι)ορίζει ἐντὸς τὸ ἔδαφος τοῦ Μάκαρος. καὶ ἡ Φρυγία ὑπεράνωθεν καὶ ὁ ἐπιμήκης Ἑλλήσποντος· τούτων πάντων, ὦ γέρον, πλούτῳ καὶ ὑοῖς φασί σε προέχειν· ἐπεὶ δέ σοι τήνδε τὴν βλάβην ἐπήνεγκαν οἱ ἐπουράνιοι, ἀεί σοι περὶ τὴν πόλιν πόλεμοι καὶ φόνοι ἀνδρῶν· ὑπόμενε, μηδὲ ἀπαύστως ὀδύρου καὶ θρήνει κατὰ τὴν σαυτοῦ ψυχήν· οὐ γάρ τι πράξεις λυπούμενος ἕνεκα τοῦ ἀγαθοῦ υἱοῦ, οὐδὲ ἀναστήσεις αὐτὸν πρὶν ἂν καὶ ἄλλο κακὸν πάθῃς.

507

πρὸς τοῦτον δὲ ἀπεκρίνατο μετὰ ταῦτα ὁ θεοειδής γέρων Πρίαμος· μή πω με εἰς θρόνον κάθιζε, ὦ ἐνδοξότατα τεθραμμένε, ἕως ἂν ὁ Ἕκτωρ κέηται ἐν ταῖς σκηναῖς ἄμοιρος κηδείας καὶ ἐνταφιασμοῦ, ἀλλ᾿ ὡς τάχος ἐλευθέρωσον, ὅπως αὐτὸν θεάσωμαι τοῖς ὀφθαλμοῖς· σὺ δὲ ἀπόδεξαι τὰ λύτρα πολλὰ ἅ σοι φέρομεν· σὺ δὲ τούτων ἀπολαύσειας εἰς ὠφέλειαν, καὶ παραγένοιο εἰς τὴν σὴν πατρίδα γῆν, ἐπειδή με τὴν ἀρχὴν εἴασας ζῆν τε καὶ ὁρᾶν τὸ φῶς τοῦ ἡλίου·

552

πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος εἶπεν ὁ ταχύπους Ἀχιλλεύς· μηκέτι νῦν με παρόξυνε, ὦ γέρον, διανοοῦμαι δὲ καὶ ἐγὼ ἐλευθερῶσαί σοι τὸν Ἕκτορα, ἐκ Διὸς δέ μοι ἄγγελος παρεγένετο ἡ μήτηρ, ἥτις με ἔτεκεν, ἡ θυγάτηρ τοῦ θαλασσίου γέροντος· καὶ δὴ καὶ σὲ ἐπίσταμαι, ὦ Πρίαμε, κατὰ διάνοιαν, οὐδὲ λανθάνεις με ὅτι σέ τις τῶν θεῶν ἤγαγεν ἐπὶ τὰς ταχείας ναῦς τῶν Ἑλλήνων, οὐ γὰρ ἂν ἀνάσχοιτό τις ἄνθρωπος ἐλθεῖν, οὐδὲ πάνυ ἀκμάζων, εἰς τὸν στρατόν· οὐ γὰρ ἂν δὴ τοὺς φύλακας λάθοι, οὐδ᾽ ἂν τοὺς μοχλούς ῥᾳδίως παρακινήσειε τῶν θυρῶν τῶν ἡμετέρων· δι᾽ ὃ νῦν μή μοι μᾶλλον ἐν λύπαις τὴν ψυχὴν ταράξῃς, μήποτε, ὦ γέρον, οὐδὲ σὲ αὐτὸν ἐν ταῖς σκηναῖς καταλίπω, καίπερ ὄντα παρακλήτορα, τοῦ Διὸς δὲ ἀθετήσω τὰς ἐντολάς·

559

οὕτως εἶπεν· ἐφοβήθη δὲ ὁ γέρων καὶ ἐπείσθη τῷ λόγῳ· ὁ υἱὸς δὲ τοῦ Πηλέως ὥσπερ λέων ἐκ τοῦ οἴκου ἐπήδησεν ἔξω οὐ μόνος, σὺν αὐτῷ δύο θεράποντες εἵποντο, ὁ ἥρως Αὐτομέδων καὶ Ἄλκιμος, οὓς δὴ μάλιστα τῶν ἑταίρων ἐτίμα καὶ ἐφίλει ὁ Ἀχιλλεὺς μετὰ τὸν ἀποθανόντα Πάτροκλον· οἳ τότε ὑπὸ τὸν ζυγὸν ἔλυον τοὺς ἵππους καὶ τὰς(οὺς) ἡμιόνους, εἰσήγαγον δὲ τὸν εὔψυχον κήρυκα τοῦ γέροντος, ἐκάθισαν δὲ ἐπὶ τοῦ δίφρου, ἀπὸ δὲ τῆς εὐξέστου καὶ καλῶς εἰργασμένης ἀμάξης ἐλάμβανον τὰ τῆς κεφαλῆς τοῦ Ἕκτορος πλεῖστα λύτρα, κατέλιπον δὲ δύο ἱμάτια, καὶ καλῶς εἰργασμένον χιτῶνα, ὅπως τὸν νεκρὸν εἱλύσας καὶ (περι)καλύψας δῶ ἐνεγκεῖν εἰς τὸν οἶκον, τὰς δούλας δὲ καλέσας ἔξω, λοῦσαι προσέταξε καὶ περιαλεῖψαι πορρωτέρω ἐνεγκούσας ἵνα μὴ ὁ Πρίαμος θεάσηται τὸν υἱόν, μὴ οὗτος μὲν λελυπημένῃ καρδίᾳ τὸν θρῆνον οὐκ ἐπίσχοι θεασάμενος τὸν υἱόν, τῷ Ἀχιλλεῖ δὲ παραχθείη ἡ προσφιλής ψυχὴ καὶ φονεύσειεν αὐτόν, τοῦ Διὸς δὲ ἀθετήσειε τὰς ἐντολάς. τοῦτον δὲ ἐπειδὴ αἱ δοῦλαι ἔλουσαν καὶ ἔχρισαν ἐλαίῳ, περιέβαλον δὲ αὐτὸν φᾶρος περικαλλὲς καὶ χιτῶνα, αὐτὸς ὁ Ἀχιλλεὺς τοῦτον ἐπὶ τῶν(ῆς) δεμνίων (στρωμνῆς) ἔθηκε κουφίσας (ἄρας), συνανεκούφισαν δὲ καὶ οἱ ἑταῖροι, ἐπὶ τὴν καλῶς εἰργασμένην ἅμαξαν. στενάξας δὲ ἐβόησε μετὰ ταῦτα, καὶ τὸν ἀγαπητὸν φίλον ὠνόμασε λέγων. μή μοι, ὦ Πάτροκλε, ὀργίζου ἐὰν ἀκούσῃς, καίπερ ἐν Ἅιδου γε ὤν, ὅτι τὸν ἐνδοξότατον Ἕκτορα ἠλευθέρωσα τῷ ἀγαπητῷ πατρί· ἐπειδὴ οὐκ ἀπρεπῆ λύτρα μοι ἔδωκε, σοὶ δὲ ἐγὼ καὶ τούτων ἀπομερίσομαι, ὅσα προσήκει.

571

εἶπε δὴ καὶ εἰς τὴν σκηνὴν ὀπίσω ἐπορεύθη ὁ ἐνδοξότατος Ἀχιλλεύς, ἐκάθισε δὲ ἐν καθέδρᾳ ποικιλωτάτῃ, ὅθεν ἀνέστη, ἀπὸ τοῦ ἐξ ἐναντίας τοίχου· εἶπε δὲ πρὸς τὸν Πρίαμον λόγον. ὁ υἱὸς μὲν οὖν σοι ἠλευθέρωται, ὦ γέρον, καθάπερ παρεκάλεις, κεῖται δὲ ἐν τῇ στρωμνῇ, ἅμα δὲ τῇ ἡμέρᾳ φαινομένῃ θεάσῃ σὺ ἄγων· νυνὶ δὲ μνημονεύσωμεν δείπνου, καὶ δειπνήσωμεν, καὶ γὰρ καὶ ἡ καλλίκομος Νιόβη ἐμνήσθη τροφῆς καὶ ἔφαγε, ᾗγε δώδεκα παῖδες ἐν τοῖς οἴκοις ἀπέθανον. ἓξ μὲν θυγατέρες, ἓξ δὲ υἱοὶ ἀκμάζοντες, τούτους μὲν ὁ Ἀπόλλων ἐφόνευσεν ἀπὸ τοῦ ἀργυροῦ τόξου, ὀργισθεὶς τῇ Νιόβῃ, ταύτας δέ, ἡ τοῖς ὀϊστοῖς χαίρουσα Ἄρτεμις, διότι δὴ τῇ Λητοῖ ἐξισοῦτο τῇ ὡραιοτάτῃ· ἔφη γὰρ δύο τεκεῖν, αὐτὴ δὲ ἔτεκε πολλούς, οὗτοι δὲ καίπερ ὄντες δύω, ἀπώλεσαν ἅπαντας· οὗτοι μὲν οὖν ἐννέα ἡμέρας ἔκειντο ἐν ᾧ τόπῳ ἐφονεύθησαν, οὐδέ τις ἦν καταθάψαι, τὸν δῆμον δὲ λίθους ἐποίησεν ὁ υἱὸς τὸ Κρόνου, τούτους δὲ τῇ δεκάτῃ ἔθαψαν οἱ ἐπουράνιοι θεοί, αὐτὴ δὲ τροφῆς ἐμνήσθη, ἐπειδὴ κέκμηκε δακρυρροῦσα· νῦν δέ που ἐν πέτραις ἐν ὄρεσιν, ἐρήμοις ἀνθρώπων, καὶ ἐν οἷς μόνος τις ἀναστρέφεται, ἐν Σιπύλῳ πόλει τῆς Λυδίας, ὅπου φασὶν εἶναι τὰς κοίτας (διατριβὰς) τῶν θεῶν τῶν νυμφῶν, αἵτινες περὶ τὸ ὕδωρ τοῦ Ἀχελῴου ποταμοῦ ὠρχήσαντο ἐρρωμένως. ἔνθα καίπερ οὖσα λίθος, ἐκ θεῶν λύπας πεπαίνει καὶ διαφέρει· ἀλλ' ἄγε δὴ καὶ ἡμεῖς φροντίσωμεν, ἐνδοξότατε γέρον, τροφῆς· μετὰ ταῦτα δ᾽ ἂν κλαύσειας τὸν ἀγαπητὸν υἱὸν ἀγαγὼν εἰς τὸ Ἴλιον, πολύκλαυστος δέ σοι ἔσται·

596

εἶπε καὶ ἀναστὰς κριὸν λευκὸν ὁ ταχὺς Ἀχιλλεὺς ἔσφαξε, οἱ ἑταῖροι δὲ ἐξέδερόν τε καὶ ἐνήργουν καλῶς καὶ κοσμίως, ἔκοψάν τε δὴ εἰς μικρὰ ἐμπείρως καὶ διεπερόνησαν τοῖς ὀβελοῖς, καὶ ὤπτησαν συνετῶς, καὶ ἐξείλκυσαν ἅπαντα· ὁ Αὐτομέδων δὲ ἄρτους λαβών, διαμερίσας ἐπέθηκε τῇ τραπέζῃ ἐν περικαλλέσι κανισκίοις, τὰ κρέατα δὲ διεμέρισεν ὁ Ἀχιλλεύς· οὗτοι δὲ ἐπὶ τὰ πρόχειρα(ως) κείμενα βρώματα τὰς χεῖρας ἔβαλλον· ἐπεὶ δὲ τῆς πόσεως καὶ βρώσεως τὸν ἔρωτα ἐπλήρωσαν, ὁ μὲν ἔκ(ἀπό)γονος τοῦ Δαρδάνου Πρίαμος ἐθαύμαζε τὸν Ἀχιλλέα ὅσος ἦν, καὶ οἷος· ἄντικρυς γὰρ θεοῖς ἦν ὅμοιος· τὸν ἔκγονον δὲ τοῦ Δαρδάνου Πρίαμον ἐθαύμαζεν ὁ Ἀχιλλεὺς θεώμενος αὐτὸν καὶ κατὰ ὄψιν ἀγαθόν, καὶ τὸν λόγον αὐτοῦ ἀκούων· ἐπεὶ δὲ εὐφράνθησαν πρὸς ἀλλήλους ὁρῶντες, πρὸς τοῦτον πρότερον εἶπεν ὁ θεοειδής γέρων Πρίαμος. κοίμησον νῦν με ὡς τάχος, ὦ ἐνδοξότατα τεθραμμένε, ὅπως ἂν ἤδη καὶ ὕπνῳ ἡδίστῳ εὐφρανθῶμεν ὑπνώσαντες, οὔπω γὰρ ἐκάμυσαν οἱ ὀφθαλμοὶ ὑπὸ τοῖς ἐμοῖς βλεφάροις, ἐξ οὗ ὑπὸ τῶν σῶν χειρῶν ἀπώλεσε τὴν ψυχὴν ὁ ἐμὸς υἱός· ἀλλ' ἀεὶ στενάζω καὶ λύπας ἀναριθμήτους πεπαίνω ἐν τῇ τῆς αὐλῆς εὐρυχωρίᾳ κυλιόμενος κατὰ τὴν γῆν. νυνὶ δὲ καὶ τροφῆς ἐγευσάμην, καὶ οἶνον θερμὸν διὰ τοῦ λαιμοῦ καθῆκα καὶ ἐνέβαλον· πρότερόν γε μὴν οὐδὲν προηνεγκάμην.

621

εἶπε δή· ὁ Ἀχιλλεὺς δὲ τοῖς ἑταίροις καὶ ταῖς δούλαις προσέταξε, στρωμνὴν ὑπὸ τῇ προστόῳ ποιήσαι, καὶ περικαλλῆ ἱμάτια (στρώματα) βεβαμμένα πορφυρᾶ ἐμβαλεῖν, καὶ στρῶσαι τάπητας ἄνωθεν, καὶ καλύπτρας ἐνθεῖναι ἁπαλὰς ἄνωθεν ὥστε εἰληθῆναι, καὶ περιβληθῆναι, αὗται δὲ ἐξήλθοσαν τοῦ οἴκου, φῶς ἐν χερσὶ κατέχουσαι, ταχέως δὲ ἔστρωσαν δύο κοίτας ἐνεργοῦσαι καὶ ποιοῦσαι. πρὸς τοῦτον δὲ παραλογιζόμενος εἶπεν ο ταχύπους Ἀχιλλεύς. ἔξω μὲν οὖν κοιμήθητι, ἀγαπητέ γέρον· μή τις τῶν Ἑλλήνων ἐνταῦθα ἀφίκηται γνωμοδότης, οἳ δή μοι ἀεὶ βουλὰς ποιοῦνται παρακαθήμενοι, οἷα πρέπον ἐστί· τούτων εἴ τις σε θεάσαιτο κατὰ τὴν ταχεῖαν σκοτεινὴν νύκτα, παραχρῆμα ἂν ἀναγγείλας Ἀγαμέμνονι τῷ βασιλεῖ τοῦ στρατοῦ, καὶ γένοιτ' ἂν ἀναβολὴ καὶ ὑπέρθεσις τῆς ἐλευθερίας τοῦ νεκροῦ. ἀλλ᾽ ἄγε εἰπέ μοι τοῦτο, καὶ ἀληθῶς ἑρμήνευσον· πόσας ἡμέρας προθυμῇ ἐνταφιάζειν τὸν ἐνδοξότατον Ἕκτορα· ἵν' ἐν τούτῳ ἐγώ τε παραμένω καὶ τὸν στρατὸν διακωλύω καὶ κατέχω.

643

πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνατο ὁ θεοειδής γέρων Πρίαμος· εἴ με δὴ βούλει ἐκτελέσαι ἐπιτάφια τῷ ἐνδοξοτάτῳ Ἕκτορι, οὕτως ἂν μοι πράττων, ὦ Ἀχιλλεῦ, τὰ πρὸς χάριν ποιήσειας· οἶδας γὰρ ὅτι κατὰ τὴν πόλιν ἐγκεκλείσμεθα· πόρρωθι δὲ ὁ δρυμὸς ὥστε ἀγαγεῖν ἐκ τοῦ ὄρους· πάνυ δὲ οἱ Τρῷες φοβοῦνται· ἐννέα μὲν οὖν ἡμέρας αὐτὸν ἐν τοῖς οἴκοις κλαίομεν ἂν, τῇ δεκάτῃ δὲ θάπτοιμεν ἂν, καὶ ὁ λαὸς εὐωχοῖτο· τῇ ἑνδεκάτῃ δὲ μνῆμα ἐπ᾿ αὐτῷ ποιήσαιμεν ἂν, τῇ δωδεκάτῃ δὲ πολεμήσομεν εἰ ἔστιν ἀνάγκη·

659

πρὸς τοῦτον δὲ εἶπεν ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεύς· ἔσται σοι καὶ ταῦτα, ὦ γέρον Πρίαμε, καθάπερ σὺ λέγεις· ἐπισχήσω γὰρ καὶ διακωλύσω ἐπὶ τοσοῦτον χρόνον τὸν πόλεμον, ὅσον ἐκέλευσας.

668

οὕτω δὴ εἰπὼν τὴν χεῖρα τοῦ γέροντος παρὰ τῷ καρπῷ ἐκράτησε τὴν δεξιάν, ἵνα μὴ φοβηθῇ ἐν τῇ ψυχῇ. οὗτοι μὲν οὖν ἐν τῇ προστῴῳ τοῦ οἴκου αὐτόθι ἐκοιμήθησαν ὅτε κῆρυξ καὶ ὁ Πρίαμος πυκνὰ καὶ συνετὰ βουλεύματα κατά διάνοιαν ἔχοντες. ὁ Ἀχιλλεὺς δὲ ὕπνωσεν ἐν τῷ ἐνδοτέρῳ τῆς καλῶς εἰργασμένης σκηνῆς. παρ' αὐτῷ δὲ ἡ τοῦ Βρισέως θυγάτηρ ἡ περικαλλής κατεκλίθη.

671

οἱ ἄλλοι μὲν οὖν θεοὶ καὶ πολεμισταὶ ἄνδρες ὑπνῶττον δι' ὅλης τῆς νυκτός, ἁπαλῷ ὕπνῳ κεκρατημένοι· ἀλλ᾽ οὐ τὸν πολυωφελῆ Ἑρμῆν ὕπνος κατελάμβανε, δαινούμενον κατά ψυχὴν ὅπως Πρίαμον τὸν βασιλέα, τῶν νεῶν ἐκπέμψειε καὶ ἀπαγάγοιεν, λαθὼν τοὺς ἱεροὺς φύλακας τῶν πυλῶν, ἔστη δὲ ὑπεράνω τῆς κεφαλῆς καὶ εἶπε πρὸς αὐτὸν λόγον· ὦ γέρον, οὐδέν σοι ἐν φροντίδι ἐστὶ τὸ δεινόν· ὢ πῶς ἔτι καθεύδεις ἐν πολεμίοις ἀνδράσιν, ἐπειδή σε εἴασε ζῆν ὁ Ἀχιλλεύς, καὶ νῦν μὲν τὸν ἀγαπητὸν υἱὸν ἐλυτρώσω, πολλὰ δὲ ἔδωκας, σοῦ δὲ ζῶντος, καὶ τρὶς τοσαῦτα δοῖεν ἂν λύτρα οἱ μετὰ ταῦτά σοι ὑπολειφθέντες ὑοί, ἐὰν Ἀγαμέμνων ἐπίστηταί σε ὁ τοῦ Ἀτρέως, γνῶσι δὲ καὶ πάντες οἱ Ἕλληνες.

677

οὕτως εἶπεν· ἐφοβήθη δὲ ὁ γέρων, τὸν κήρυκα δὲ ἀνέστησε, τούτοις δὲ Ἑρμῆς ἔζευξε τοὺς ἵππους καὶ τὰς ἡμιόνας, ταχέως δὲ αὐτὸς ἦγε κατὰ τὸν στρατόν, οὐδέ τις ἐνόησεν,

689

ἀλλ᾽ ὁπηνίκα δὴ ἀφίκοντο εἰς τὴν διάβασιν τοῦ καλῶς ῥέοντος ποταμοῦ, - ὁ μὲν Ἑρμῆς μετὰ ταῦτα ἀπῆλθεν εἰς τὸν ὑψηλὸν οὐρανόν· ἡ ἡμέρα δὲ ἡ τὸ κροκοειδὲς ἱμάτιον ἔχουσα διεχύθη ἐπὶ πᾶσαν τὴν γῆν, οὗτοι δὲ εἰς τὴν πόλιν ἤλαυνον σὺν στεναγμῷ καὶ θρήνῳ τοὺς ἵππους, αἱ ἡμίονοι δὲ τὸν νεκρὸν ἔφερον, οὐδέ τις ἄλλος ἐνόησε πρότερον τῶν τε ἀνδρῶν καὶ τῶν περικαλλεῖς ζώνας ἐχουσῶν γυναικῶν, ἀλλὰ ἡ Κασσάνδρα ἡ ὁμοία τῇ χρυσῇ Ἀφροδίτῃ, ἀναβᾶσα εἰς τὴν ἀκρόπολιν τὸν ἀγαπητὸν πατέρα ἐθεάσατο ἑστῶτα ἐπὶ τοῦ ὀχήματος, καὶ τὸν κήρυκα τὸν κατὰ τὴν πόλιν βοῶντα, τοῦτον δὲ ἐπὶ τῶν ἡμιόνων ἐθεάσατο κείμενον ἐν τῇ στρωμνῇ· ὠλόλυξε γοῦν μετὰ ταῦτα καὶ ἐφώνησε κατὰ πᾶσαν τὴν πόλιν. ἴδετε, ὦ Τρῷες, καὶ Τρῳάδες, τὸν Ἕκτορα ἐλθόντες, εἴποτε καὶ ζῶντι ἐκ τῆς μάχης ὑποστρέψαντι ἐχαίρετε· ἐπειδὴ μεγάλη χαρὰ τῇ τε πόλει ἦν καὶ παντὶ τῷ δήμῳ.

692

οὕτως εἶπεν οὐδέ τις αὐτόθι ἐν τῇ πόλει ἀνὴρ ὑπελείφθη οὐδὲ γυνή· πάντας γὰρ ἀκάθεκτον πένθος κατέλαβε, ἐγγὺς δὲ τῶν πυλῶν συνέβαλον ἄγοντι τὸν νεκρόν· πρῶται αὐτῷ ἡ ἀγαπητὴ γαμετὴ καὶ σεβαστὴ μήτηρ τὰς τρίχας ἀνέσπων, ἐπὶ τὴν εὐπετῶς τρέχουσαν (καλούς τρόχους ἔχουσαν) ἅμαξαν ὁρμήσασαι, ἁπτόμεναι τῆς κεφαλῆς, κλαίων δὲ περιίστατο ὁ λαός. καὶ δὴ ἂν πᾶσαν τὴν ἡμέραν μέχρι τῆς καταδύσεως τοῦ ἡλίου τὸν Ἕκτορα κλαίοντες ἐθρήνουν, ἔμπροσθεν τῶν πυλῶν, εἰ μὴ ἄρα ἐκ τοῦ ὀχήματος ὁ γέρων ἐν τῷ πλήθει εἶπεν· ὑποχωρήσατέ μοι τοῖς ἡμίοσι διελθεῖν, μετὰ ταῦτα δὲ ἐμπλησθήσεσθε κλαυθμοῦ, ἐπὰν ἀγάγοιμι αὐτὸν εἰς τὸν οἶκον. οὕτως εἶπεν· οὗτοι δὲ διεχωρίσθησαν καὶ ὑπεχώρησαν τῇ ἁμάξῃ, οὗτοι δὲ ἐπειδὴ εἰσήγαγον εἰς τὰ ἔνδοξα οἰκήματα, τοῦτον μὲν μετὰ ταῦτα ἐν τοῖς τετρημένοις λέχεσιν ἔθηκαν· παρεκάθισαν δὲ θρηνῳδούς, οἳ τῶν θρήνων ἡγοῦνται καὶ τῆς τῶν στεναγμῶν ᾠδῆς· οὗτοι μὲν οὖν ἐθρήνουν, ἐπεστέναζον δὲ αἱ γυναῖκες· ταύταις δὲ ἡ λευκοβραχίων Ἀνδρομάχη ἡγεῖτο τοῦ θρήνου, τοῦ ἀνδροκτόνου Ἕκτορος τὴν κεφαλὴν ἐν ταῖς χερσὶν ἔχουσα. ὦ ἄνερ, νέος ἐξεκόπης τῆς ζωῆς, ἐμὲ δὲ χήραν καταλείπεις ἐν τοῖς οἴκοις, ὁ παῖς δ' ἔτι βρέφος οὕτως ἐστίν, ὃν ἐγεννήσαμεν σύ τε καὶ ἐγὼ οἱ δυστυχεῖς καὶ ἄθλιοι, οὐδὲ οἴομαι αὐτὸν εἰς ἡλικίαν ἐλεύσεσθαι· πρότερον γὰρ ἥδε ἡ πόλις κατά κορυφῆς (κατακράτος) ἐκπορθήσεται. ὄντως γὰρ ἐφθάρης ὁ ἔφορος καὶ φύλαξ σύ, ὃς αὐτὴν ἔσωζες, κατεῖχες δὲ καὶ συνετήρεις τὰς σεμνὰς γαμετὰς καὶ τὰ νεογνὰ τέκνα αἳ δή σοι ταχέως ἐν ταῖς κοίλαις ναυσὶν ἐποιχήσονται καὶ ἐν αὐτοῖς πορεύσονται, καὶ δὴ καὶ ἐγὼ μετὰ τούτων· σὺ δέ, ὦ τέκνον, ἢ ἐμοὶ αὐτῇ ἀκολουθήσεις, ὅπου ἔργα ἀπρεπῆ ἐργάζοιο ἂν ταλαιπωρῶν ἔμπροσθεν κυρίου ἀπηνοῦς, ἤ τις τῶν Ἑλλήνων ῥιπτήσει, ἀπὸ τῆς χειρὸς κρατήσας, ἐκ τοῦ πύργου (τείχους) θάνατον χαλεπὸν ὀργιζόμενος· ᾧτινι δή που ἢ ἀδελφὸν ἀπέκτεινεν ὁ Ἕκτωρ ἢ πατέρα ἢ καὶ υἱὸν· ἐπειδὴ πάνυ πολλοὶ τῶν Ἑλλήνων ἐν ταῖς παλάμαις τοῦ Ἕκτορος τοῖς ὀδοῦσιν ἔλαβον τὸ μέγα ἔδαφος, οὐ γὰρ προσηνὴς καὶ ἥμερος ἦν ὁ σὸς πατὴρ ἐν τῇ χαλεπῇ μάχῃ, δι᾿ ὃ καὶ οἱ λαοὶ μὲν θρηνοῦσιν αὐτὸν ἐν τῇ πόλει, ἐπιβλαβὲς δὲ καὶ ἐπάρατον πένθος καὶ θρῆνον ἐποίησας τοῖς γονεῦσιν, ὦ Ἕκτωρ, ἐμοὶ δὲ μᾶλλον καταλειφθήσονται λύπαι χαλεπαί· οὐ γὰρ μοι ἀποθνήσκων ἐκ τῆς στρωμνῆς τὰς χεῖρας ἐξέτεινας, οὐδέ τινά μοι εἶπας λόγον πυκνὸν καὶ συνετὸν οὗ γ᾽ ἂν ἀεὶ ἐν μνήμῃ ἔχοιμι, νύκτωρ καὶ μεθημέραν δακρύουσα·

707

οὕτως εἶπε κλαίουσα, ἐπεστέναζον δὲ αἱ γυναῖκες· ταύταις δὲ πάλιν Ἑκάβη συχνοῦ θρήνου ἡγεῖτο· ὦ Ἕκτορ, πολλῷ προσφιλέστατε πάντων τῶν υἱῶν τῇ ἐμῇ ψυχῇ, ὄντως μέν μοι ὅτε ἔζης προσφιλὴς ἐτύγχανες τοῖς θεοῖς· οὗτοι δέ σου ἐφρόντιζον καὶ ἐν τῇ μοίρᾳ γε τοῦ θανάτου· τοὺς ἄλλους μὲν γὰρ ἐμοὺς υἱοὺς ὁ ταχύπους Ἀχιλλεὺς ἐπέρα καὶ διεβίβαζεν ὅντινα ἐλάμβανεν, πέραν τῆς ἀκαταπονήτου (ἀκάρπου) θαλάσσης εἰς τὴν Σάμον, καὶ εἰς τὴν Ἴμβρον, καὶ τὴν Λῆμνον τὴν ἀπρόσμικτον (ὀμιχλώδη)· σοῦ δὲ ἐπειδὴ ἐξείλετο τὴν ψυχὴν ἐπιμήκει σιδήρῳ, πολλάκις ἐπέσυρε περὶ τὸ μνῆμα τοῦ ἑαυτοῦ ἑταίρου Πατρόκλου, ὃν ἀπέκτεινας, οὐδὲ οὕτως δὲ αὐτὸν ἀνέστησε· νυνὶ δὲ μοι ἔνδροσος καὶ χλωρὸς ἐν τοῖς οἴκοις κεῖσαι, τούτῳ ὅμοιος, ὅν ὁ καλλίτοξος Ἀπόλλων τοῖς ἑαυτοῦ πραέσι βέλεσιν ἐπελθὼν ἐφόνευσεν.

746

οὕτως εἶπε κλαίουσα, θρῆνον δὲ ἄπαυστον ἤγειρε· ταύταις δὲ πάλιν Ἑλένη τρίτη θρήνου ἡγεῖτο· ὦ Ἕκτορ· τῇ ἐμῇ ψυχῇ πολλῷ προσφιλέστατε πάντων τῶν ἀνδραδέλφων, ὄντως μέν μοι ἀνὴρ ἐστιν Ἀλέξανδρος ὁ θείαν μορφὴν ἔχων, ὅς με ἤγαγεν εἰς τὴν Τροίαν, ὡς εἴθε πρὶν ὦφλε φθαρῆναι, ἤδη γάρ μοι νῦν τοῦτο εἰκοστὸν ἔτος ἐστίν, ἐξ οὗ ἐκεῖθεν ἀνεχώρησα, καὶ τῆς ἐμῆς ἀπῆλθον πατρίδος· ἀλλ᾿ οὐδαμῶς σοῦ γε ἤκουσα λόγον κακόν, οὐδὲ ἀπαίδευτον, ἀλλ᾽ εἴ τις μὲν καὶ ἄλλος ἐν τοῖς οἴκοις ἐλοιδόρει τῶν ἀνδραδέλφων, ἢ τῶν ἀνδραδέλφων, ἢ τῶν εὐειματουσῶν συννύμφων, ἢ ἡ πενθερὰ· ὁ γάρ τοι πενθερὸς ἀεὶ προσηνὴς καὶ πρᾶός ἐστιν, ὥσπερ πατὴρ, ἀλλὰ σὺ τοῦτον λόγοις παραινέσας διεκώλυες καὶ κατεῖχες τῇ σῇ φιλοφροσύνῃ καὶ τοῖς σοῖς ἡμέροις καὶ προσηνέσι λόγοις. δι' ὃ σέ τε ἅμα κλαίω καὶ ἐμὲ τὴν δυστυχῆ, λυπουμένη κατά ψυχήν· οὐδεὶς γάρ μοι ἔτι ἄλλος ἐν τῇ εὐρυχώρῳ Τροίᾳ πρᾶος, οὐδὲ φίλος, πάντες δέ με μισοῦσι καὶ ἀπεχθῶς ὁρῶσιν.

760

οὕτως εἶπε κλαίουσα, ἐπεστέναζε δὲ ὁ πλεῖστος λαός, ἐν τῷ πλήθει δὲ Πρίαμος ὁ γέρων εἶπε λόγον· ἀγάγετε νῦν, ὦ Τρῷες, ξύλα εἰς τὴν πόλιν, μηδέ τι ἐν τῇ ψυχῇ φοβηθῆτε λόχον πυκνὸν τῶν Ἑλλήνων· ὄντως γὰρ ὁ Ἀχιλλεὺς ἀποπέμπων μὲν δεῦρο ἀπὸ τῶν μελαίνων νεῶν ὑπισχνεῖτο μὴ πρότερον βλάψειν, πρὶν ἂν δωδεκάτῃ ἡμέρᾳ ἀφίκηται·

776

οὕτως εἶπεν. οὗτοι δὲ ὑπὸ ταῖς ἁμάξαις τοὺς βόας καὶ τοὺς ἡμιόνους ἐζεύγνυσαν· ταχέως δὲ μετὰ ταῦτα πρὸ τῆς πόλεως συνηθροίσθησαν· ἐννέα μὲν οὖν ἡμέρας οὔτοι συνῆγον πολλὰ ξύλα, ἀλλ' ὁπηνίκα δὴ ἐφάνη ἡ δεκάτη ἡμέρα ἡ τὸ φῶς τοῖς ἀνθρώποις παρεχομένη, καὶ τότε δὴ ἐξήνεγκαν τὸν εὔτολμον Ἕκτορα δακρύοντες, ἐν τῷ ἐσχάτῳ (μέσῳ) δὲ τῆς πυρᾶς τὸν νεκρὸν κατέθηκαν, ἐνέβαλον δὲ πῦρ· ἡνίκα δὲ ἐφάνη ἡ τὸν ὄρθρον γεννῶσα ῥοδόχρους καὶ περικαλλὴς ἡμέρα, τηνικαῦτα δὴ περὶ τὴν πυρκαϊὰν τοῦ ἐνδόξου Ἕκτορος ἠθροίσθη ὁ λαός· ἐπεὶ δὲ συνήλθοσαν καὶ ἀθρόοι ἐγένοντο, πρῶτον μὲν τὴν πυρκαϊὰν κατέσβεσαν οἴνῳ θερμῷ πᾶσαν, ὅσον περιέσχεν ἡ δύναμις τοῦ πυρός, μετὰ ταῦτα δὲ τὰ λευκὰ ὀστᾶ συνέλεγον οἱ ἀδελφοὶ καὶ ἑταῖροι κλαίοντες, ἀκμαῖον δὲ δάκρυον κατεχεῖτο ἐκ τῶν παρειῶν (γνάθων). καὶ ταῦτα μὲν εἰς χρυσῆν θήκην ἔθηκαν λαβόντες, πέπλοις (ἱματίοις) πορφυροῖς μαλακοῖς περικαλύψαντες· ταχέως δὲ εἰς βαθύ ὄρυγμα κατέθηκαν, ἄνωθεν δὲ λίθοις πυκνοῖς κατέστρωσαν εὐμεγέθεσιν, εὐθέως δὲ μνῆμα ἔχεαν, πανταχοῖ δὲ κατάσκοποι περικαθῆντο ἵνα μὴ πρότερον ἐφορμήσειαν οἱ εὔοπλοι Ἕλληνες· χέαντες δὲ τὸ μνῆμα εἰς τοὐπίσω ἐπορεύθησαν· μετὰ ταῦτα δὲ καλῶς συναθροισθέντες εὐωχοῦντο πολυτελῆ καὶ περίδοξον εὐωχίαν ἐν τοῖς οἴκοις τοῦ Πριάμου, τοῦ ἐνδοξότατα τεθραμμένου βασιλέως. οὕτως οὗτοι περιεῖπον, καὶ διενήργουν τὸ ἐπιτάφιον δεῖπνον τοῦ ἱππικοῦ καὶ πολεμικοῦ Ἕκτορος.

782