Homeric text & Koine Greek paraphrase by Theodorus Gaza
| λῦτο δ' ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι | 001 |
| διελύθη δὲ τὸ ἄθροισμα τῶν θεατῶν, τὸ πλῆθος δὲ ἅπαν ἐπὶ τὰς ναῦς | |
| ἐσκίδναντ' ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο | 002 |
| διεμερίσθησαν πορεύεσθαι· οὗτοι μὲν οὖν δείπνου ἐβούλοντο ἀπολαῦσαι, | |
| ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς | 003 |
| καὶ ὕπνου ἡδέος, ὁ Ἀχιλλεὺς δὲ | |
| κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος | 004 |
| ἔκλαιε τοῦ ἀγαπητοῦ φίλου μεμνημένος, οὐδὲ ὕπνος αὐτὸν | |
| ᾕρει πανδαμάτωρ, ἀλλ' ἐστρέφετ' ἔνθα καὶ ἔνθα | 005 |
| κατελάμβανεν ὁ πάντα δαμάζων, ἀλλὰ περιεστρέφετο τῇδε κἀκεῖσε, | |
| Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ, | 006 |
| τὴν τοῦ Πατρόκλου ποθῶν ἀνθρωπότητα καὶ τὴν γενναίαν ἰσχύν, | |
| ἠδ' ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα | 007 |
| καὶ ὅσα ἀπετέλεσε καὶ κατώρθωσε μετ᾿ αὐτοῦ, καὶ ὅσα ἔπαθε κακά, | |
| ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων· | 008 |
| πολέμους τε ἀνδρῶν καὶ ἀλγεινὰ κύματα περῶν. | |
| τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν, | 009 |
| τούτων ἀναμιμνησκόμενος ἀκμαῖον κατέχεε δάκρυον, | |
| ἄλλοτ' ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ' αὖτε | 010 |
| ἄλλοτε μὲν κατακείμενος ἐπὶ τὰς πλευράς, ἄλλοτε δὲ | |
| ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δ' ὀρθὸς ἀναστὰς | 011 |
| ἐπὶ τὰ μετάφρενα, ἄλλοτε δὲ ἐπὶ τὸ πρόσωπον· ποτὲ δὲ ἀναστὰς ὀρθὸς | |
| δινεύεσκ' ἀλύων παρὰ θῖν' ἁλός· οὐδέ μιν ἠὼς | 012 |
| περιήρχετο ἀδημονῶν παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης· οὐδὲ ἡ ἡμέρα αὐτὸν | |
| φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ' ἠϊόνας τε. | 013 |
| παραγενομένη ὑπὲρ τῆς θαλάσσης καὶ τοῦ αἰγιαλοῦ ἐκλαθέσθαι ἐποίει, | |
| ἀλλ' ὅ γ' ἐπεὶ ζεύξειεν ὑφ' ἅρμασιν ὠκέας ἵππους, | 014 |
| ἀλλ᾽ οὗτος ἐπεὶ ἔζευξε ὑπὸ τοῖς ἄρμασι τοὺς ταχεῖς ἵππους, | |
| Ἕκτορα δ' ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν, | 015 |
| τὸν Ἕκτορα κατέδησεν ἕλκεσθαι ὄπισθεν τοῦ ὀχήματος. | |
| τρὶς δ' ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος | 016 |
| τρὶς δὲ ἑλκύσας αὐτὸν περὶ τὸ μνῆμα τοῦ τεθνεῶτος υἱοῦ τοῦ Μενοιτίου, | |
| αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τ' ἔασκεν | 017 |
| αὖθις ἐν τῇ σκηνῇ ἀπεπαύετο, αὐτὸν δὲ κατελίμπανεν | |
| ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δ' Ἀπόλλων | 018 |
| ἐν τῷ χοῒ ἀπέκτεινας πρηνῆ καὶ ἐπὶ πρόσωπον· τούτου δὲ Ἀπόλλων | |
| πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτ' ἐλεαίρων | 019 |
| ἐκ τοῦ σώματος πᾶσαν ὕβριν καὶ ἀσχημοσύνην ἀφῃρεῖτο, ἐλεῶν τὸν ἄνδρα | |
| καὶ τεθνηότα περ· περὶ δ' αἰγίδι πάντα κάλυπτε | 020 |
| καὶ νεκρὸν ὄντα. πάντα δὲ περιεκάλυπτε τῇ Αἰγίδι | |
| χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων. | 021 |
| τῇ χρυσῇ, ὅπως μὴ ἀποξέοι αὐτὸν ἐπισύρων. | |
| ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων· | 022 |
| οὕτως οὗτος μὲν τὸν ἐνδοξότατον Ἕκτορα ὕβριζε παροξυνόμενος. | |
| τὸν δ' ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες, | 023 |
| τοῦτον δὲ ἠλέουν οἱ μακάριοι θεοὶ καθορῶντες, | |
| κλέψαι δ' ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην. | 024 |
| κλέψαι δὲ προέτρεπον Ἑρμῆν τὸν καλὸν κατάσκοπον. | |
| ἔνθ' ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθ' Ἥρῃ | 025 |
| τότε δὴ τοῖς ἄλλοις μὲν πᾶσιν ἤρεσκεν, τῇ Ἥρᾳ δὲ οὐδαμῶς, | |
| οὐδὲ Ποσειδάων' οὐδὲ γλαυκώπιδι κούρῃ, | 026 |
| οὐδὲ τῷ Ποσειδῶνι, οὐδὲ τῇ εὐοφθάλμῳ κόρῃ τῇ Ἀθηνᾷ· | |
| ἀλλ' ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ | 027 |
| ἀλλὰ διέκειντο ὥσπερ αὐτοῖς ἐξ ἀρχῆς ἐμισεῖτο ἡ ἱερὰ Ἴλιος, | |
| καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ' ἄτης, | 028 |
| καὶ ὁ Πρίαμος, καὶ ὁ δῆμος ἕνεκα τῆς βλάβης τοῦ Ἀλεξάνδρου, | |
| ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο, | 029 |
| ὃς ἔκρινε τὰς θεάς, ἡνίκα αὐτῷ παρεγένοντο εἰς τὴν ὀρεινὴν οἴκησιν, | |
| τὴν δ' ᾔνησ' ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν. | 030 |
| ταύτην δὲ ἐπῄνησεν, ἥτις αὐτῷ παρέσχεν τὴν ὀδυνηρὰν πορνείαν. | |
| ἀλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠώς, | 031 |
| ἀλλ᾿ ὁπηνίκα δὴ ἐκ τούτου δωδεκάτη ἐγένετο ἡμέρα, | |
| καὶ τότ' ἄρ' ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων· | 032 |
| τότε δὴ ἐν τοῖς ἀθανάτοις θεοῖς ἔλεγεν Ἀπόλλων ὁ καθαρός· | |
| σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθ' ὑμῖν | 033 |
| ἄδικοί ἐστε, ὦ θεοί, καὶ φθαρτικοί· οὐδέποτε ὑμῖν | |
| Ἕκτωρ μηρί' ἔκηε βοῶν αἰγῶν τε τελείων; | 034 |
| ὁ Ἕκτωρ ἔκαυσε μηροὺς βοῶν καὶ αἰγῶν τελέων; | |
| τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι | 035 |
| τοῦτον νυνὶ οὐκ ἠξιώσατε (ὑπεμείνατε) νεκρόν γε ὄντα σῶσαι ἐλευθερῶσαι | |
| ᾗ τ' ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ | 036 |
| τῇ ἑαυτοῦ γαμετῇ ὥστ' ἰδεῖν, καὶ τῇ μητρί, καὶ τῷ ἰδίῳ τέκνῳ, | |
| καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα | 037 |
| καὶ τῷ πατρὶ Πριάμῳ, καὶ τοῖς λαοῖς, οἳ ἂν αὐτὸν ταχέως | |
| ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν. | 038 |
| ἐν πυρὶ καύσειαν καὶ τὰ ἐντάφια ἐνταφιάσειαν, | |
| ἀλλ' ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθ' ἐπαρήγειν, | 039 |
| ἀλλὰ τῷ ὀλεθρίῳ Ἀχιλλέι βοηθεῖν βούλεσθε, ὦ θεοί, | |
| ᾧ οὔτ' ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα | 040 |
| ᾧτινι, οὔτε διάνοια ἔστι πρέπουσα, οὔτε λογισμὸς | |
| γναμπτὸν ἐνὶ στήθεσσι, λέων δ' ὣς ἄγρια οἶδεν, | 041 |
| μεταβλητὸς ἐν τῷ στήθει· ὥσπερ δὲ λέων ἄγρια καὶ ἀπηνῆ ἐπίσταται, | |
| ὅς τ' ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ | 042 |
| ὅστις ἐπειδὴ τῇ μεγάλῃ ἰσχύϊ καὶ ὑπερηφάνῳ ψυχῇ | |
| εἴξας εἶσ' ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν· | 043 |
| ὑπείξειε, πορεύεται ἐπὶ τὰ θρέμματα τῶν ἀνθρώπων, ὅπως λάβη τροφήν. | |
| ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς | 044 |
| οὕτως ὁ Ἀχιλλεὺς οἶκτον μέντοι ἀπέβαλεν, οὐδέ τις αὐτῷ αἰσχύνη | |
| γίγνεται, ἥ τ' ἄνδρας μέγα σίνεται ἠδ' ὀνίνησι. | 045 |
| γίνεται, ἥτις μεγάλως βλάπτει καὶ ὀφελεῖ τοὺς ἄνδρας· | |
| μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι | 046 |
| ἔοικε μέν τις που καὶ ἄλλον προσφιλέστερον ἀπολέσαι, | |
| ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν· | 047 |
| ἢ ἀδελφὸν ὁμομήτριον, ἢ καὶ υἱόν. | |
| ἀλλ' ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε· | 048 |
| ἀλλ᾽ οὗτος μὲν κλαύσας καὶ θρηνήσας ἐπαύσατο· | |
| τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν. | 049 |
| αἱ γὰρ μοῖραι ψυχὴν ἐνέθηκαν τοῖς ἀνθρώποις δυναμένην ἅπαντα φέρειν. | |
| αὐτὰρ ὅ γ' Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα, | 050 |
| οὗτος δὲ ἐπειδὴ ἀφείλετο τὸν ἐνδοξότατον Ἕκτορα τὴν προσφιλεστάτην ψυχὴν ἐξόπισθεν | |
| ἵππων ἐξάπτων περὶ σῆμ' ἑτάροιο φίλοιο | 051 |
| τῶν ἵππων καταδήσας, περὶ τὸ μνῆμα τοῦ ἀγαπητοῦ φίλου | |
| ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ' ἄμεινον. | 052 |
| ἐπισύρει· οὐ μὴν αὐτῷ τοῦτό γε καλόν, οὐδ' ὠφέλιμον, | |
| μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς· | 053 |
| μή τι, ἀγαθῷ ὄντι, ἀναξιοπαθήσαντες ὀργισθῶμεν αὐτῷ ἡμεῖς, | |
| κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων. | 054 |
| ἀναίσθητον γὰρ γῆν ὑβρίζει καὶ καταισχύνει παροξυνόμενος. | |
| τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη· | 055 |
| πρὸς τοῦτον δὲ ὀργισθεῖσα εἶπεν ἡ λευκοβραχίων Ἥρα· | |
| εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε | 056 |
| εἴη ἂν καὶ τοῦτο λόγος σός, ὦ Ἄπολλον λαμπρότοξε, | |
| εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν. | 057 |
| εἰ δὴ ὁμοίαν τιμὴν θήσετε τῷ Ἀχιλλεῖ καὶ τῷ Ἕκτορι, | |
| Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν· | 058 |
| ὁ μέντοι Ἕκτωρ φθαρτός τε ἐστὶ καὶ γυναικεῖον μαστὸν ἐθήλασεν, | |
| αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ | 059 |
| ὁ Ἀχιλλεὺς δὲ ἐστὶν θεᾶς γέννημα, ἣν ἐγὼ αὐτὴ | |
| θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν | 060 |
| ἀνέθρεψα καὶ ἐπαιδοτρόφησα, καὶ ἀνδρὶ ἔδωκα γαμετὴν | |
| Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετ' ἀθανάτοισι. | 061 |
| τῷ Πηλεῖ, ὃς τὰ μάλιστα ἐκ ψυχῆς φίλος ἐγένετο τοῖς ἀθανάτοις θεοῖς, | |
| πάντες δ' ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι | 062 |
| πάντες δὲ οἱ θεοὶ μετείχετε τοῦ γάμου, ἐν αὐτοῖς δὲ | |
| δαίνυ' ἔχων φόρμιγγα κακῶν ἕταρ', αἰὲν ἄπιστε. | 063 |
| εὐωχοῦ κρατῶν τὴν κιθάραν, ὦ φίλε κακῶν, ἀεὶ ἄπιστε. | |
| τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· | 064 |
| πρὸς ταύτην δὲ ἀποκρινόμενος εἶπεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς· | |
| Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν· | 065 |
| ὦ Ἥρα, μὴ πάνυ γε ὀργίζου τοῖς θεοῖς, | |
| οὐ μὲν γὰρ τιμή γε μί' ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ | 066 |
| οὐδαμῶς γὰρ μία τιμὴ ἔσται, ἀλλὰ καὶ ὁ Ἕκτωρ | |
| φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν· | 067 |
| προσφιλέστατος ἦν τοῖς θεοῖς τῶν ἀνθρώπων ἁπάντων οἳ ἐν τῷ Ἰλίῳ εἰσίν, | |
| ὣς γὰρ ἔμοιγ', ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων. | 068 |
| οὕτω γὰρ ἔμοιγε φίλος ἦν· ἐπειδὴ τῶν ἐπεράστων δώρων οὐδαμῶς ὑπέρωρα, | |
| οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης | 069 |
| οὐδέποτε γάρ μοι ὁ ναὸς ἦν ἐνδεὴς εὐωχίας κοινῆς | |
| λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. | 070 |
| καὶ θυσίας καὶ χοῆς· τοῦτο γὰρ ἔσχομεν εἰς τιμὴν ἡμεῖς, | |
| ἀλλ' ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι, | 071 |
| ἀλλὰ τὴν μὲν περὶ τὸ κλέψαι βουλὴν ἐάσωμεν, οὐδ᾽ ἔστι δυνατὸν | |
| λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ | 072 |
| κρύφα τοῦ Ἀχιλλέως, τὸν ἄτολμον Ἕκτορα. ὄντως που γὰρ ἀεὶ | |
| μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ. | 073 |
| αὐτῷ παρακάθηται, ὁμοίως νύκτωρ καὶ μεθημέραν, | |
| ἀλλ' εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο, | 074 |
| ἀλλ᾽ εἴ τις τῶν θεῶν καλέσειε τὴν Θέτιν πλησίον ἐμοῦ, | |
| ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς | 075 |
| ὅπως τι αὐτῇ εἴπω λόγον συνετόν· ὡς ἂν ὁ Ἀχιλλεὺς | |
| δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θ' Ἕκτορα λύσῃ. | 076 |
| δῶρα ἐκ τοῦ Πριάμου σχῇ, καὶ ἀπολύσῃ τὸν Ἕκτορα. | |
| ὣς ἔφατ', ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα, | 077 |
| οὕτως εἶπεν· ἀνέστη δὲ ἡ ταχύπους Ἶρις μηνύσουσα, | |
| μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης | 078 |
| μεταξὺ δὲ τῆς Σάμου καὶ τῆς Ἴμβρου τῆς τραχείας | |
| ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη. | 079 |
| κατεπήδησεν εἰς τὸν μέλανα πόντον, ἐπήχησε δὲ ἡ θάλασσα· | |
| ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν, | 080 |
| αὕτη δὲ τῷ τοῦ ἀγκίστρου μολύβδῳ ὁμοία ὥρμησεν εἰς τὸν βυθόν, | |
| ἥ τε κατ' ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα | 081 |
| ὃς δὴ προσκείμενος κατὰ τὸ κέρας τοῦ ἀγροδιαίτου βοὸς | |
| ἔρχεται ὠμηστῇσιν ἐπ' ἰχθύσι κῆρα φέρουσα. | 082 |
| κατέρχεται, ἐπάγων μοίραν θανατηφόρον τοῖς ὠμοβόροις ἰχθύσιν· | |
| εὗρε δ' ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δ' ἄρ' ἄλλαι | 083 |
| εὗρε δὲ ἐν τῷ κοίλῳ σπηλαίῳ τὴν Θέτιν, περὶ αὐτὴν δὲ καὶ αἱ ἄλλαι | |
| εἵαθ' ὁμηγερέες ἅλιαι θεαί· ἣ δ' ἐνὶ μέσσῃς | 084 |
| καθῆντο συνηθροισμέναι αἱ θαλάσσιαι θεαί, αὕτη δὲ ἐν τῷ μέσῳ | |
| κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε | 085 |
| ἔκλαιε τὸν θάνατον τοῦ ἑαυτῆς ἀμέμπτου υἱοῦ, ὃς ἔμελλεν αὐτῇ | |
| φθίσεσθ' ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης. | 086 |
| τεθνήξεσθαι ἐν τῇ Τροίᾳ τῇ εὐγείῳ πόρρωθι τῆς πατρίδος· | |
| ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· | 087 |
| πλησίον δὲ στᾶσα εἶπε πρὸς αὐτὴν ἡ ταχύπους Ἶρις. | |
| ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς. | 088 |
| ἀνάστηθι, ὦ Θέτι, καλεῖ σε Ζεὺς ὁ τὰς ἀφθάρτους (ἀμεταβλήτους) βουλὰς ἐπιστάμενος. | |
| τὴν δ' ἠμείβετ' ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· | 089 |
| πρὸς ταύτην δὲ ἀπεκρίνατο μετὰ ταῦτα ἡ θεὰ ἡ λευκόπους Θέτις. | |
| τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ | 090 |
| τί δήποτέ με ἐκεῖνος κελεύει ὁ μέγας θεός; αἰσχύνομαι δὲ | |
| μίσγεσθ' ἀθανάτοισιν, ἔχω δ' ἄχε' ἄκριτα θυμῷ. | 091 |
| συμμίσγεσθαι καὶ παραβάλλειν τοῖς ἀθανατοῖς θεοῖς· ἔχω δὲ θλίψεις πλείστας ἐν τῇ ψυχῇ· | |
| εἶμι μέν, οὐδ' ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ. | 092 |
| πορεύομαι μέντοι, οὐδὲ μάταιος λόγος ἔσται, ὃν ἂν εἴπῃ· | |
| ὣς ἄρα φωνήσασα κάλυμμ' ἕλε δῖα θεάων | 093 |
| οὕτω δὴ εἰποῦσα ἔλαβε τὴν καλύπτραν ἡ ἐνδοξοτάτη τῶν θεῶν | |
| κυάνεον, τοῦ δ' οὔ τι μελάντερον ἔπλετο ἔσθος. | 094 |
| τὴν κυάνην· ταύτης δὲ οὐδέν τι μᾶλλον μέλαν ὑπάρχει ἔνδυμα· | |
| βῆ δ' ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις | 095 |
| ὥρμησε δὲ πορεύεσθαι, ἔμπροσθεν δὲ ἡ ἀνεμόπους ταχεία Ἴρις | |
| ἡγεῖτ'· ἀμφὶ δ' ἄρα σφι λιάζετο κῦμα θαλάσσης. | 096 |
| προσεχώρει, περὶ αὐτὰς δὲ τὸ κῦμα τῆς θαλάσσης ὑπεχωρίζετο· | |
| ἀκτὴν δ' ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην, | 097 |
| ἀναβᾶσαι δὲ εἰς τὴν ἀκτὴν ἐπὶ τὸν οὐρανὸν ὥρμησαν, | |
| εὗρον δ' εὐρύοπα Κρονίδην, περὶ δ' ἄλλοι ἅπαντες | 098 |
| εὗρον δὲ τὸν μεγαλόφωνον υἱὸν τοῦ Κρόνου, περὶ αὐτὸν δὲ πάντες οἱ ἄλλοι | |
| εἵαθ' ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες. | 099 |
| καθῆντο συνηθροισμένοι οἱ μακάριοι αἰώνιοι θεοί· | |
| ἣ δ' ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δ' Ἀθήνη. | 100 |
| αὕτη δὲ ἀεὶ παρὰ τῷ Διὶ τῷ πατρὶ ἐκάθισεν, ὑπεχώρησε δὲ ἡ Ἀθηνᾶ. | |
| Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε | 101 |
| ἡ Ἥρα δὲ χρυσοῦν περικαλλὲς ποτήριον ἔθηκεν ἐν τῇ χειρί, | |
| καί ῥ' εὔφρην' ἐπέεσσι· Θέτις δ' ὤρεξε πιοῦσα. | 102 |
| καὶ λόγοις ἔτερπεν αὐτὴν καὶ παρεμυθεῖτο, ἡ Θέτις δὲ ἐκτείνασα ἔπιεν. | |
| τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· | 103 |
| ἐν τούτοις δὲ λόγων ἤρξατο ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν. | |
| ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ, | 104 |
| ἦλθες εἰς τὸν Ὄλυμπον, ὦ θεὰ Θέτι, καίτοι λυπουμένη, | |
| πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός· | 105 |
| πένθος δεινὸν καὶ ἀνεπίληστον ἔχουσα ἐν τῇ διανοίᾳ· ἐπίσταμαι καὶ ἐγώ, | |
| ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σ' εἵνεκα δεῦρο κάλεσσα. | 106 |
| ἀλλὰ καὶ οὕτως ἐρῶ, τίνος χάριν ἐνταῦθα σε μετεπεμψάμην· | |
| ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν | 107 |
| ἐπὶ ἐννέα δὴ ἡμέρας φιλονεικία ἠγέρθη ἐν τοῖς ἀθανάτοις θεοῖς | |
| Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ· | 108 |
| περὶ τοῦ νεκροῦ τοῦ Ἕκτορος καὶ Ἀχιλλέως τοῦ τὰς πόλεις πορθοῦντος, | |
| κλέψαι δ' ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην· | 109 |
| ὑφελέσθαι δὲ προέτρεπον Ἑρμῆν τὸν καλὸν κατάσκοπον, | |
| αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω | 110 |
| ἐγὼ δὲ ταύτην τὴν δόξαν τῷ Ἀχιλλεῖ προσάπτω καὶ παρέχομαι, | |
| αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων. | 111 |
| τὴν σὴν φιλίαν καὶ τὸ ἀξίωμα τὸ μετὰ ταῦτα τηρῶν· | |
| αἶψα μάλ' ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον· | 112 |
| ταχέως πάνυ ἐλθὲ εἰς τὸν στρατὸν καὶ τῷ σῷ υἱῷ ἐπίταξον· | |
| σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δ' ἔξοχα πάντων | 113 |
| ὀργίζεσθαι αὐτῷ εἰπὲ τοὺς θεούς, ἐμὲ δὲ μάλιστα πάντων | |
| ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν | 114 |
| τῶν ἀθανάτων θεῶν ὀργισθῆναι, διότι παράφροσι λογισμοῖς | |
| Ἕκτορ' ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδ' ἀπέλυσεν, | 115 |
| κατέχει τὸν Ἕκτορα παρὰ ταῖς καμπυλοπρύμνοις ναυσίν, οὐδὲ ἠλευθέρωσεν· | |
| αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θ' Ἕκτορα λύσῃ. | 116 |
| ἐάν πως (ὅπως) ἐμέ τε φοβηθῇ, καὶ τὸν Ἕκτορα ἀπολύσῃ· | |
| αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω | 117 |
| ἐγὼ δὲ Πριάμῳ τῷ μεγαλοψύχῳ τὴν Ἶριν ἐντολὰς δοὺς ἐπιπέμψω, | |
| λύσασθαι φίλον υἱὸν ἰόντ' ἐπὶ νῆας Ἀχαιῶν, | 118 |
| λυτρώσασθαι τὸν ἀγαπητὸν υἱόν, πορευθέντα ἐπὶ τὰς ναῦς τῶν Ἑλλήνων, | |
| δῶρα δ' Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ. | 119 |
| χάριτας δὲ τῷ Ἀχιλλέι φέρειν, ἅπερ ἂν τὴν ψυχὴν αὐτοῦ εὐφράναι. | |
| ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα, | 120 |
| οὕτως εἶπεν. ὑπήκουσε δὲ ἡ θεά ἡ λευκόπους Θέτις· | |
| βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα, | 121 |
| ἐπορεύθη δὲ ὁρμήσασα ἐκ τῶν ἐξοχῶν τοῦ Ὀλύμπου, | |
| ἷξεν δ' ἐς κλισίην οὗ υἱέος· ἔνθ' ἄρα τόν γε | 122 |
| ἀφίκετο δὲ εἰς τὴν σκηνὴν τοῦ ἑαυτῆς υἱοῦ, | |
| εὗρ' ἁδινὰ στενάχοντα· φίλοι δ' ἀμφ' αὐτὸν ἑταῖροι | 123 |
| εὗρε δὲ αὐτὸν ἐν αὐτῇ ἀδιαλείπτως στενάζοντα, περὶ αὐτὸν δὲ οἱ ἀγαπητοὶ φίλοι | |
| ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον· | 124 |
| σπουδαίως ἐνήργουν καὶ παρεσκεύαζον ἄριστον, | |
| τοῖσι δ' ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο. | 125 |
| τούτοις δὲ κριὸς μέγας δασύθριξ ἐν τῇ σκηνῇ ἔσφακτο, | |
| ἣ δὲ μάλ' ἄγχ' αὐτοῖο καθέζετο πότνια μήτηρ, | 126 |
| αὕτη δὲ πάνυ πλησίον αὐτοῦ ἐκάθισεν ἡ σεβαστή μήτηρ, | |
| χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· | 127 |
| χειρί τε αὐτὸν κατέψησεν καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει. | |
| τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων | 128 |
| ὦ τέκνον ἐμόν, μέχρι τίνος θρηνῶν καὶ λυπούμενος | |
| σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου | 129 |
| τὴν σαυτοῦ κατέδει καρδίαν, οὐδοτιοῦν μεμνημένος τροφῆς | |
| οὔτ' εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι | 130 |
| οὔτε κοίτης; ἀγαθὸν δὲ γυναικί γε ἐν ὀρέξει μίξεως | |
| μίσγεσθ'· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη | 131 |
| μίγνυσθαι. οὐ γάρ μοι ἐπὶ πολὺ ζήσῃ· ἀλλ᾽ ἤδη σοι | |
| ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή. | 132 |
| ἐγγὺς παρέστηκεν ὁ θάνατος, καὶ ἡ ἰσχυρὰ μοῖρα. | |
| ἀλλ' ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι· | 133 |
| ἀλλά μου ἐπάκουσον ταχέως, Διὸς δέ σοι μηνυτής τυγχάνω· | |
| σκύζεσθαι σοί φησι θεούς, ἑὲ δ' ἔξοχα πάντων | 134 |
| ὀργίζεσθαί σοι φησὶ τοὺς θεούς, ἑαυτὸν δὲ μάλιστα πάντων | |
| ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν | 135 |
| τῶν ἀθανάτων θεῶν ὀργισθῆναι, διότι παράφροσι λογισμοῖς | |
| Ἕκτορ' ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδ' ἀπέλυσας. | 136 |
| τὸν Ἕκτορα κατέχεις παρὰ ταῖς καμπυλοπρύμναις ναυσίν, οὐδὲ ἀπέδοσο· | |
| ἀλλ' ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα. | 137 |
| ἀλλ᾽ ἄγε δὴ ἀπόλυσον, λύτρα δὲ τοῦ νεκροῦ λάβε. | |
| τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 138 |
| πρὸς ταύτην δὲ ἀποκρινόμενος εἶπεν ὁ ταχύπους Ἀχιλλεύς· | |
| τῇδ' εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο, | 139 |
| ἐνταῦθα παραγένοιτο ὃς ἂν τὰ λύτρα ἐνέγκαι καὶ τὸν νεκρὸν ἀγάγοι, | |
| εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει. | 140 |
| ἐπειδὴ προθύμῳ ψυχῇ ὁ οὐράνιος αὐτὸς κελεύει. | |
| ὣς οἵ γ' ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς | 141 |
| οὕτως οὗτοι ἐν τῷ ἀθροίσματι τῶν νεῶν μήτηρ καὶ υἱὸς | |
| πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον. | 142 |
| πολλοὺς πρὸς ἀλλήλους λόγους ταχεῖς ἔλεγον· | |
| Ἶριν δ' ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν· | 143 |
| τὴν Ἶριν δὲ προὔτρεψεν ὁ υἱὸς τοῦ Κρόνου εἰς τὸ ἱερὸν Ἴλιον λέγων· | |
| βάσκ' ἴθι Ἶρι ταχεῖα λιποῦσ' ἕδος Οὐλύμποιο | 144 |
| ἄγε πορεύου, ὦ Ἶρι, ταχέως καταλιποῦσα τὸ ἔδαφος τοῦ Ὀλύμπου, | |
| ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω | 145 |
| ἀπάγγειλον τῷ μεγαλοψύχῳ Πριάμῳ εἰς τὸ Ἴλιον, | |
| λύσασθαι φίλον υἱὸν ἰόντ' ἐπὶ νῆας Ἀχαιῶν, | 146 |
| λυτρώσασθαι τὸν ἀγαπητὸν υἱόν, πορευθέντα ἐπὶ τὰς ναῦς τῶν Ἑλλήνων, | |
| δῶρα δ' Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ | 147 |
| χάριτας δὲ τῷ Ἀχιλλεῖ φέρειν, αἳ ἂν εὐφράνωσι τὴν ψυχὴν αὐτοῦ, | |
| οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. | 148 |
| μόνον, μηδέ τις ἄλλος σὺν αὐτῷ τῶν Τρῴων πορευθήτω ἀνήρ· | |
| κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κ' ἰθύνοι | 149 |
| κῆρύξ τις αὐτῷ ἀκολουθείτω γέρων, ὃς ἂν εὐθύνοι | |
| ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις | 150 |
| τὰς ἡμιόνους καὶ τὴν καλῶς τρέχουσαν ἅμαξαν, καὶ αὖθις | |
| νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. | 151 |
| τὸν νεκρὸν κομίζοι πρὸς τὴν πόλιν, ὃν ἀπέκτεινεν ὁ ἐνδοξότατος Ἀχιλλεύς· | |
| μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος· | 152 |
| μηδέ τις αὐτῷ θάνατος ἐν φροντίδι ἔστω κατὰ διάνοιαν, μηδέ τις φόβος, | |
| τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην, | 153 |
| τοιοῦτον αὐτῷ ὁδηγὸν παρέξομεν τὸν Ἑρμῆν, | |
| ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ. | 154 |
| ὃς ἀπάξει ἕως ἂν ἄγων τῷ Ἀχιλλεῖ παραστήσῃ. | |
| αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, | 155 |
| ἐπειδὰν δὲ ἀγάγῃ εἰς τὴν σκηνὴν τοῦ Ἀχιλλέως, | |
| οὔτ' αὐτὸς κτενέει ἀπό τ' ἄλλους πάντας ἐρύξει· | 156 |
| οὔτε αὐτὸς ἀποκτενεῖ, καὶ τοὺς ἄλλους πάντας διακωλύσει | |
| οὔτε γάρ ἐστ' ἄφρων οὔτ' ἄσκοπος οὔτ' ἀλιτήμων, | 157 |
| οὔτε ἔστιν ἀνόητος, οὔτε ἀπερίσκοπος, οὔτε ἀλιτάνευτος καὶ ἀπαράκλητος, | |
| ἀλλὰ μάλ' ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός. | 158 |
| ἀλλὰ πάνυ ἐπιμελῶς φείσεται ἀνδρὸς ἱκέτου. | |
| ὣς ἔφατ', ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα. | 159 |
| οὕτως εἶπεν· ἀνέστη δὲ ἡ ἀνεμόπους Ἴρις μηνύουσα· | |
| ἷξεν δ' ἐς Πριάμοιο, κίχεν δ' ἐνοπήν τε γόον τε. | 160 |
| ἀφίκετο δὲ εἰς τὸν οἶκον τοῦ Πριάμου, εὗρε δὲ θόρυβόν τε καὶ θρῆνον. | |
| παῖδες μὲν πατέρ' ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς | 161 |
| παῖδες μὲν περὶ τὸν πατέρα καθήμενοι ἐν τῇ αὐλῇ | |
| δάκρυσιν εἵματ' ἔφυρον, ὃ δ' ἐν μέσσοισι γεραιὸς | 162 |
| δάκρυσι τὰ ἱμάτια ὕγραινον (ἔβρεχον), οὗτος δ᾽ ἐν τῷ μέσῳ αὐτῶν ὁ γέρων | |
| ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ | 163 |
| ἐντυπωδῶς χλαίνῃ ἐγκεκαλυμένος, ὡς διὰ τῆς σκέπης μόνον τὸν τῶν μελῶν τύπον φαίνεσθαι· πολὺς δὲ περιῆν | |
| κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος | 164 |
| χοῦς τῇ τε κεφαλῇ καὶ τῷ τραχήλῳ τοῦ γέροντος, | |
| τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι. | 165 |
| ὃν δὴ κυλιόμενος ἐπεσπάσατο ταῖς ἑαυτοῦ χερσίν, | |
| θυγατέρες δ' ἀνὰ δώματ' ἰδὲ νυοὶ ὠδύροντο | 166 |
| αἱ θυγατέρες δὲ καὶ αἱ γυναῖκες τῶν ὑιῶν κατὰ τὰ οἰκήματα ὠλοφύροντο | |
| τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ | 167 |
| τούτων ἀναμιμνησκόμεναι, οἳ δὴ πολλοί τε καὶ ἀγαθοὶ | |
| χερσὶν ὑπ' Ἀργείων κέατο ψυχὰς ὀλέσαντες. | 168 |
| ἔκειντο ὑπὸ τῶν χειρῶν τῶν Ἑλλήνων τὰς ψυχὰς ἀπολέσαντες· | |
| στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα | 169 |
| ἔστη δὲ παρὰ τὸν Πρίαμον ἡ ἄγγελος τοῦ Διὸς καὶ ἔλεγε πρὸς αὐτὸν | |
| τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα· | 170 |
| μικρὸν καὶ ἡσύχως λαλήσασα· τοῦτον δὲ τρόμος κατέλαβε κατὰ τὰ μέλῃ· | |
| θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει· | 171 |
| θάρρει κατά διάνοιαν, ὦ Πρίαμε ἔκγονε τοῦ Πριάμου, μηδέ τι φοβοῦ | |
| οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ' ἱκάνω | 172 |
| οὐδαμῶς γάρ σοι ἐγὼ κακὸν ἀπαγγέλλουσα ἐλήλυθα δεῦρο, | |
| ἀλλ' ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι, | 173 |
| ἀλλ᾿ ἀγαθὰ διανουμένη· ἐκ τοῦ Διὸς δέ σοι ἄγγελος ἔρχομαι, | |
| ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει. | 174 |
| ὅτις πόρρωθεν ὤν, μεγάλως σου φροντίζει καὶ ἐλεεῖ σε· | |
| λύσασθαί σ' ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον, | 175 |
| λυτρώσασθαί σε ἐκέλευσεν ὁ οὐράνιος τὸν ἐνδοξότατον Ἕκτορα, | |
| δῶρα δ' Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ | 176 |
| χάριτας δὲ τῷ Ἀχιλλεῖ φέρειν, αἳ ἂν εὐφράνωσι τὴν ψυχὴν αὐτοῦ, | |
| οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. | 177 |
| μόνον, μηδέ τις ἄλλων τῶν Τρῴων ἀνὴρ πορευθήτω σὺν σοί· | |
| κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κ' ἰθύνοι | 178 |
| κῆρυξ τις ἀκολουθείτω σοι γέρων, ὃς ἂν εὐθύνοι | |
| ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις | 179 |
| τὰς ἡμιόνους καὶ τὴν εὐκόλως τρέχουσαν ἅμαξαν· καὶ αὖθις | |
| νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. | 180 |
| τὸν νεκρὸν ἀγάγοι πρὸς τὴν πόλιν, ὃν ἀπέκτεινεν ὁ ἐνδοξότατος Ἀχιλλεύς· | |
| μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος· | 181 |
| μηδέ σοι θάνατος διὰ φροντίδος ἔστω κατά διάνοιαν, μηδέ τις φόβος· | |
| τοῖος γάρ τοι πομπὸς ἅμ' ἕψεται ἀργεϊφόντης, | 182 |
| τοιοῦτος γάρ σοι ὁδηγὸς συνέψεται ὁ Ἑρμῆς, | |
| ὅς σ' ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ. | 183 |
| ὅς σε ἀπάξει, ἕως ἂν ἄγων παραστήσῃ τῷ Ἀχιλλεῖ· | |
| αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, | 184 |
| ἐπειδὰν δὲ ἀγάγῃ εἰς τὴν σκηνὴν τοῦ Ἀχιλλέως, | |
| οὔτ' αὐτὸς κτενέει ἀπό τ' ἄλλους πάντας ἐρύξει· | 185 |
| οὔτε αὐτὸς ἀποκτενεῖ, καὶ τοὺς ἄλλους πάντας διακωλύσει, | |
| οὔτε γάρ ἔστ' ἄφρων οὔτ' ἄσκοπος οὔτ' ἀλιτήμων, | 186 |
| οὔτε γὰρ ἀνόητός ἐστιν, οὔτε ἀπερίσκοπος, οὔτε ἀλιτάνευτος καὶ ἀπαράκλητος, | |
| ἀλλὰ μάλ' ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός. | 187 |
| ἀλλὰ πάνυ ἐπιμελῶς φείσεται ἀνδρὸς ἱκέτου καὶ παρακλήτορος. | |
| ἣ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πόδας ὠκέα Ἶρις, | 188 |
| αὕτη μὲν οὕτως εἰποῦσα ἀπῆλθεν ἡ ταχύπους Ἶρις· | |
| αὐτὰρ ὅ γ' υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην | 189 |
| οὗτος δὲ τοὺς υἱοὺς τὴν εὐχερῶς τρέχουσαν ἡμιονείαν | |
| ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπ' αὐτῆς. | 190 |
| ἅμαξαν ἑτοιμᾶσαι ἐκέλευσεν, ὑπερτηρίαν (πλινθίον) δὲ ἐπ᾿ αὐτῆς κατα(περι)δῆσαι· | |
| αὐτὸς δ' ἐς θάλαμον κατεβήσετο κηώεντα | 191 |
| αὐτὸς δὲ εἰσῆλθεν εἰς τὸ εὐῶδες δῶμα, | |
| κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει· | 192 |
| τὸ ἐκ κέδρων κατεσκευασμένον, ὃ δὴ πολλὰ λαμπρὰ καὶ ἀξιοθέατα ἐχώρει καὶ ἐμπεριεῖχε. | |
| ἐς δ' ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε· | 193 |
| ἐκάλεσε δὲ ἔνδον τὴν γαμετὴν Ἑκάβην καὶ εἶπεν. | |
| δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε | 194 |
| ὦ μακαρία, ἐκ Διός μοι οὐράνιος μηνυτής ἀφίκετο | |
| λύσασθαι φίλον υἱὸν ἰόντ' ἐπὶ νῆας Ἀχαιῶν, | 195 |
| λυτρώσασθαι τὸν υἱόν, πορευθέντα ἐπὶ τὰς ναῦς τῶν Ἑλλήνων, | |
| δῶρα δ' Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ. | 196 |
| χάριτας δὲ τῷ Ἀχιλλεῖ φέρειν, αἳ ἂν εὐφράνωσιν τὴν ψυχὴν αὐτοῦ· | |
| ἀλλ' ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι; | 197 |
| ἀλλ᾽ ἄγε μοι τοῦτο εἰπέ, τί σοι κατὰ διάνοιαν δοκεῖ εἶναι; | |
| αἰνῶς γάρ μ' αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε | 198 |
| ὑπερβαλλόντως γάρ με αὐτὸν ἡ προθυμία καὶ ἡ ψυχὴ κελεύει | |
| κεῖσ' ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν. | 199 |
| ἐκεῖσε πορευθῆναι ἐπὶ τὰς ναῦς, εἰς τὸν πλατὺν στρατὸν τῶν Ἑλλήνων. | |
| ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ· | 200 |
| οὕτως εἶπεν· ὠλόλυξε δὲ ἡ γυνή, καὶ ἀπεκρίνατο λόγῳ. | |
| ὤ μοι πῇ δή τοι φρένες οἴχονθ', ᾗς τὸ πάρος περ | 201 |
| οἴμοι· ποῦ δή σοι ἡ διάνοια ᾤχετο· ᾗ τὸ πρόσθεν | |
| ἔκλε' ἐπ' ἀνθρώπους ξείνους ἠδ' οἷσιν ἀνάσσεις; | 202 |
| ἐδοξάζου παρὰ ξένοις ἀνθρώποις καὶ ὧν βασιλεύεις· | |
| πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος | 203 |
| πῶς βούλει ἀφικέσθαι εἰς τὰς ναῦς τῶν Ἑλλήνων μόνος | |
| ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς | 204 |
| εἰς ἀνδρὸς ὀφθαλμούς, ὃς δή σοι πολλοὺς καὶ ἀγαθοὺς | |
| υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ. | 205 |
| υἱοὺς ἀπέκτεινε, σιδηρά δή σοι ψυχὴ ὑπάρχει· | |
| εἰ γάρ σ' αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν | 206 |
| εἰ γάρ σε θεάσεται τοῖς ὀφθαλμοῖς καὶ κρατήσει | |
| ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σ' ἐλεήσει, | 207 |
| ὁ ἄγριος καὶ αἱμοπότης καὶ ἀβέβαιος ἀνὴρ οὗτος, οὐκ ἐλεήσει σε, | |
| οὐδέ τί σ' αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν | 208 |
| οὐδέ τί σε αἰδεσθήσεται· νῦν δὲ κλαίωμεν πόρρωθεν | |
| ἥμενοι ἐν μεγάρῳ· τῷ δ' ὥς ποθι Μοῖρα κραταιὴ | 209 |
| καθήμενοι ἐν τῷδε τῷ οἴκῳ. ὥσπερ που ἡ ἰσχυρὰ Μοῖρα | |
| γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή, | 210 |
| γεννωμένῳ ἐπέκλωσε λίνῳ, ἡνίκα αὐτὸν ἔτεκον ἐγὼ | |
| ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων | 211 |
| ταχύποδας κύνας κορέσαι πόρρωθεν τῶν ἑαυτοῦ γονέων, | |
| ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι | 212 |
| παρ' ἀνδρὶ ἀποτόμῳ καὶ σκληρῷ, οὗ δὴ ἐγὼ εἴθε ἔχοιμι τὸ μέσον τοῦ ἥπατος | |
| ἐσθέμεναι προσφῦσα· τότ' ἄντιτα ἔργα γένοιτο | 213 |
| ἐσθίειν προσβάλλουσα τὸ στόμα· τότε γένοιτο ἂν ἔργα ἀντιτιμώρητα | |
| παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα, | 214 |
| τοῦ ἐμοῦ υἱοῦ ἐπειδὴ οὐκ ἀπέκτεινεν αὐτὸν δειλιῶντα, | |
| ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων | 215 |
| ἀλλὰ πρὸ τῶν Τρῴων καὶ τῶν Τρῳάδων τῶν μεγαλοκόλπων | |
| ἑσταότ' οὔτε φόβου μεμνημένον οὔτ' ἀλεωρῆς. | 216 |
| ἑστῶτα καὶ προπολεμοῦντα, οὔτε φυγῆς μεμνημένον, οὔτε ἀναχωρήσεως. | |
| τὴν δ' αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής· | 217 |
| πρὸς ταύτην δὲ εἶπε γέρων Πρίαμος ὁ θεῖον εἶδος ἔχων· | |
| μή μ' ἐθέλοντ' ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ | 218 |
| μή με βουλόμενον πορεύεσθαι κάτεχε, μηδὲ σή μοι | |
| ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις. | 219 |
| ὄρνις κακὴ ἐν τοῖς οἴκοις ἔσο, οὐδὲ (γὰρ) καταπείσεις με· | |
| εἰ μὲν γάρ τίς μ' ἄλλος ἐπιχθονίων ἐκέλευεν, | 220 |
| εἰ μὲν γάρ τις ἄλλος με τῶν ἐπιγείων ἐκέλευεν, | |
| ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες, | 221 |
| ἢ οἵτινες μάντεις εἰσὶ τοῖς θυμιάμασι προσέχοντες· ἢ ἱερεῖς καὶ διὰ σπλάγχνων μαντευόμενοι· | |
| ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· | 222 |
| ψεύδεσθαι ἂν αὐτὸν ἔφημεν καὶ ἀφιστάμεθα μάλιστα. | |
| νῦν δ', αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην, | 223 |
| νῦν δέ, αὐτὸς γὰρ ἤκουσα θεοῦ, καὶ φανερῶς ἑώρακα, | |
| εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα | 224 |
| πορεύομαι, καὶ οὐ μάταιος ἔσται ὁ λόγος· εἰ δέ μοι μοῖρα | |
| τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων | 225 |
| ἀποθανεῖν παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων τῶν σιδηροθωράκων, | |
| βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς | 226 |
| ἐθέλω δὴ· παραχρῆμα γάρ με ἀποκτείνειεν Ἀχιλλεὺς | |
| ἀγκὰς ἑλόντ' ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην. | 227 |
| λαβόντα εἰς τὰς ἀγκάλας τὸν ἐμὸν υἱόν, ἐπὰν τὸν τοῦ θρήνου ἔρωτα πληρώσαιμι. | |
| ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλ' ἀνέῳγεν· | 228 |
| εἶπε· καὶ τῶν κιβωτίων τὰ περικαλλῆ σκεπάσματα ἤνοιξε, | |
| ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους, | 229 |
| ὅθεν δώδεκα μὲν ὡραῖα περιβλήματα γυναικῶν ἐξέβαλε, | |
| δώδεκα δ' ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, | 230 |
| δώδεκα δὲ ἁπλᾶ περιβλήματα κλίνης· τόσους δὲ τάπητας, | |
| τόσσα δὲ φάρεα λευκά, τόσους δ' ἐπὶ τοῖσι χιτῶνας. | 231 |
| τοσαύτας δὲ ἐσθῆτας περικαλεῖς. ἐπὶ τούτοις δὲ τοσαῦτα ἐνδύματα ἀνδρῶν· | |
| χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα, | 232 |
| χρυσοῦ δὲ ζυγοστατήσας τάλαντα δέκα τὰ πάντα ἔφερεν. | |
| ἐκ δὲ δύ' αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας, | 233 |
| ἐξέβαλε δὲ δύο τρίποδας πυροειδεῖς τέσσαρας δὲ λέβητας, | |
| ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες | 234 |
| ἐξέβαλε δὲ ποτήριον ὡραῖον, ὅπερ ἔδωκαν αὐτῷ ἄνδρες Θρᾷκες ἐπὶ δημοσίαν ἐκπομπήν, | |
| ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ | 235 |
| ἤτοι πρεσβείαν, πορευθέντι (ἀφικομένῳ), κτῆμα μέγα, οὐδὲ τούτου γε | |
| φείσατ' ἐνὶ μεγάροις ὃ γέρων, περὶ δ' ἤθελε θυμῷ | 236 |
| ἐφείσατο (κεῖσθαι) ἐν τοῖς οἴκοις ὁ γέρων· πάνυ δ᾽ ἐβούλετο κατὰ ψυχὴν | |
| λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπαντας | 237 |
| λυτρώσασθαι τὸν ἀγαπητὸν υἱόν· οὗτος δὲ πάντας μὲν τοὺς Τρῷας | |
| αἰθούσης ἀπέεργεν ἔπεσσ' αἰσχροῖσιν ἐνίσσων· | 238 |
| τῆς προστῴου ἀπήλασε, λόγοις κακοῖς ἐπιπλήττων, καὶ λοιδορῶν· | |
| ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν | 239 |
| ἀπέλθετε μετὰ φθορᾶς ψεῦσται ἐπονείδιστοι· οὔτι δὴ καὶ ὑμῖν | |
| οἴκοι ἔνεστι γόος, ὅτι μ' ἤλθετε κηδήσοντες; | 240 |
| θρῆνος ἐν τοῖς οἴκοις ἐστίν, ἀλλ' ἥκετε ἐμοὶ συμπεισόμενοι καὶ παραμυθησόμενοι, | |
| ἦ ὀνόσασθ' ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε' ἔδωκε | 241 |
| ἢ ὠφελεῖσθε διότι μοι Ζεὺς ὁ τοῦ Κρόνου λύπας ἔδωκε | |
| παῖδ' ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες· | 242 |
| ἀπολέσαι τὸν ἄριστον υἱόν; ἀλλὰ μαθήσεσθε καὶ ὑμεῖς | |
| ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε | 243 |
| πάσχοντες, εὐκαταγωνιστότεροι γὰρ μᾶλλον τοῖς Ἕλλησι νῦν ἔσεσθε, | |
| κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε | 244 |
| ἐκείνου ἀποθανόντος, πρὸς ἀναίρεσιν· ἐγὼ δὲ | |
| πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε | 245 |
| πρὸ τοῦ τὴν πόλιν ἐκπορθουμένην καὶ κατατεμνομένην | |
| ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω. | 246 |
| θεάσασθαι τοῖς ὀφθαλμοῖς, ἀπέλθοιμι ἂν εἰς τὸν οἶκον τοῦ Ἅιδου. | |
| ἦ καὶ σκηπανίῳ δίεπ' ἀνέρας· οἳ δ' ἴσαν ἔξω | 247 |
| εἶπε, καὶ τῷ σκήπτρῳ διεῖργε καὶ διίστα τοὺς ἄνδρας, οὗτοι δὲ ἐπορεύοντο ἔξω | |
| σπερχομένοιο γέροντος· ὃ δ' υἱάσιν οἷσιν ὁμόκλα | 248 |
| ἐπείγοντος τοῦ γέροντος, αὐτὸς δὲ τοῖς ἑαυτοῦ υἱοῖς παρεκελεύετο | |
| νεικείων Ἕλενόν τε Πάριν τ' Ἀγάθωνά τε δῖον | 249 |
| ὀνειδίζων τόν τε Ἕλενον καὶ τὸν Πάριν, καὶ τὸν ἔνδοξον Ἀγάθωνα, | |
| Πάμμονά τ' Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην | 250 |
| καὶ τὸν Πάμμονα καὶ τὸν Ἀντίφονον, καὶ τὸν κατὰ πόλεμον ἀγαθὸν Πολίτην, | |
| Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν· | 251 |
| καὶ τὸν Δηίφοβον καὶ Ἱππόθοον, καὶ τὸν ἔνδοξον Ἀγαυόν· | |
| ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε· | 252 |
| ἐννέα τούτοις ὁ γέρων παρακελευσάμενος ἐπέταξε· | |
| σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθ' ἅμα πάντες | 253 |
| ἐπιταχύνεσθέ μοι, ὦ τέκνα κακά, μαλακοί τε καὶ ἐπονείδιστοι, εἴθε ὁμοῦ σύμπαντες | |
| Ἕκτορος ὠφέλετ' ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι. | 254 |
| ὄφλετε ἀναιρεθῆναι παρὰ ταῖς ταχείαις ναυσὶν ἀντὶ τοῦ Ἕκτορος. | |
| ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους | 255 |
| ὄιμοι, ἐγὼ ὁ δυστυχέστατος, ἐπειδὴ ἐγέννησα υἱοὺς ἀρίστους | |
| Τροίῃ ἐν εὐρείῃ, τῶν δ' οὔ τινά φημι λελεῖφθαι, | 256 |
| ἐν τῇ εὐρυχώρῳ Τροίᾳ, τούτων δὲ οὐδένα οἴομαι ὑπολελεῖφθαι· | |
| Μήστορά τ' ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην | 257 |
| Μήστορα τὸν ἰσόθεον, καὶ Τρωίλον τὸν ἔφιππον πολεμιστήν, | |
| Ἕκτορά θ', ὃς θεὸς ἔσκε μετ' ἀνδράσιν, οὐδὲ ἐῴκει | 258 |
| καὶ Ἕκτορα ὃς ἦν θεὸς ἐν τοῖς ἀνδράσιν, οὐδὲ ἐδόκει | |
| ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο. | 259 |
| εἶναι υἱὸς ἀνδρὸς θνητοῦ, ἀλλὰ θεοῦ, | |
| τοὺς μὲν ἀπώλεσ' Ἄρης, τὰ δ' ἐλέγχεα πάντα λέλειπται | 260 |
| τούτους μὲν ἔφθειρεν ὁ Ἄρης (πόλεμος), ταῦτα δὲ ὀνείδη πάντα ὑπολέλειπται, | |
| ψεῦσταί τ' ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι | 261 |
| ψεῦσται καὶ κωμασταὶ καὶ χορείαις βέλτιστοι, | |
| ἀρνῶν ἠδ' ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες. | 262 |
| ἀρνῶν καὶ ἐρίφων δημόσιοι ἅρπαγες. | |
| οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα, | 263 |
| οὐκ ἂν νῦν μοι ἅμαξαν εὐτρεπίσαιτε ὡς τάχος, | |
| ταῦτά τε πάντ' ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο; | 264 |
| καὶ ταῦτα πάντα ἐπιθείητε, ἵνα διερχώμεθα τὴν ὁδόν; | |
| ὣς ἔφαθ', οἳ δ' ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν | 265 |
| οὕτως εἶπεν· οὗτοι δὲ πάντες τὴν τοῦ πατρὸς φοβηθέντες ἀπειλήν, | |
| ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην | 266 |
| ἅμαξαν μὲν ἀναλαβόντες ἐξήνεγκαν, εὐπετῶς τρέχουσαν, ἡμιονείαν, | |
| καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπ' αὐτῆς, | 267 |
| περικαλλῆ, νεωστὶ κατεσκευασμένην, πλινθίον δὲ ἐπ' αὐτῆς περιέδησαν, | |
| κὰδ δ' ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον | 268 |
| ἔλαβον δὲ ἀπὸ τοῦ πασσάλου, τὸν τῶν ἡμιόνων ζυγὸν | |
| πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός· | 269 |
| ἐκ πύξου ὄντα ὀμφαλοὺς ἔχοντα (ὀμφαλὸν ἔχοντα ᾧ προσδεῖται ὁ ῥυμός, ὑπεροχάς τινας ἐν μέσῳ), καλῶς τοῖς κρίκοις ἐφηρμοσμένον, | |
| ἐκ δ' ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ. | 270 |
| δι' ὧν διείρονται αἱ ἡνίαι· ἐξήνεγκαν δὲ σὺν τῷ ζυγῷ ζυγόδεσμον ἐννέα πήχεων, | |
| καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ | 271 |
| καὶ τοῦτον μὲν καλῶς κατέθηκαν ἐπὶ τῷ εὖ ἐξεσμένῳ ῥυμῷ | |
| πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον, | 272 |
| ἐπὶ τῷ πρώτῳ ἄκρῳ. ἐπέβαλον δὲ τῷ κατὰ τὸ ἄκρον τοῦ ῥυμοῦ ἐμπεπηγότι πασσάλῳ τὸν κρίκον· | |
| τρὶς δ' ἑκάτερθεν ἔδησαν ἐπ' ὀμφαλόν, αὐτὰρ ἔπειτα | 273 |
| τρὶς δὲ ἑκατέρωθεν περιέδησαν παρὰ τὸν ὀμφαλὸν (ἐν μέσῳ τοῦ ζυγοῦ)· μετὰ ταῦτα δὲ | |
| ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δ' ἔκαμψαν. | 274 |
| ἐφεξῆς κατέδησαν, ὑπὸ δὲ τὴν γωνίαν τὴν γεγονυῖαν ἐκ τοῦ ῥυμοῦ καὶ τοῦ ζυγοῦ ἀπετερμάτισαν τὰ ἄκρα τοῦ ἱμάντος· | |
| ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ' ἀπήνης | 275 |
| ἐξενέγκαντες δὲ τοῦ δώματος ἐπὶ τῆς καλῶς κατεσκευασμένης ἀμάξης | |
| νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι' ἄποινα, | 276 |
| ἐπεσώρευσαν τὰ πλεῖστα λύτρα τῆς κεφαλῆς τοῦ Ἕκτορος. | |
| ζεῦξαν δ' ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς, | 277 |
| ἔζευσαν δὲ τὰς(οὺς) ἰσχυρώνυχας ὑποζυγίους ἡμιόνους, τὰς ἑτοίμους πρὸς τὰ ἔργα, | |
| τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα. | 278 |
| ἃς (οὓς) δήποτε τῷ Πριάμῳ οἱ Μυσοὶ ἔδωκαν δῶρα λαμπρά, | |
| ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς | 279 |
| ἵππους δὲ τῷ Πριάμῳ ἤγαγον ὑπὸ τὸν ζυγόν, οὓς ὁ γέρων | |
| αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ. | 280 |
| αὐτὸς ἔχων ἀνέτρεφε παρὰ τῇ καλῶς κατεσκευασμένῃ φάτνῃ· | |
| τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι | 281 |
| οὗτοι μὲν οὖν ἐζεύγνυντο (τούτοις μὲν οὖν διὰ τῶν Πριαμιδῶν τὸ ζεῦγμα παρακατεσκευάζετο) ἐν τοῖς ὑψηλοῖς οἰκήμασιν, | |
| κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε' ἔχοντες· | 282 |
| ὅτε κῆρυξ καὶ Πρίαμος πυκνὰς καὶ συνετὰς βουλὰς κατὰ διάνοιαν ἔχοντες· | |
| ἀγχίμολον δέ σφ' ἦλθ' Ἑκάβη τετιηότι θυμῷ | 283 |
| πλησίον δὲ αὐτοῦ ἧκεν ἡ Ἑκάβη τεθλιμμένῃ καὶ λελυπημένῃ ψυχῇ, | |
| οἶνον ἔχουσ' ἐν χειρὶ μελίφρονα δεξιτερῆφι | 284 |
| οἶνον κατέχουσα προσηνῆ ἐν τῇ δεξιᾷ χειρὶ | |
| χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην· | 285 |
| ποτηρίῳ χρυσῷ, ἵνα σπείσαντες πορεύοιντο. | |
| στῆ δ' ἵππων προπάροιθεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· | 286 |
| ἔστη δὲ ἔμπροσθεν τῶν ἵππων, καὶ λόγον εἶπε καὶ ἐξ ὀνόματος ἐλάλει. | |
| τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδ' ἱκέσθαι | 287 |
| λάβε δὴ σπεῖσον Διὶ τῷ πατρί, καὶ εὔχου εἰς οἶκον ἀφικέσθαι | |
| ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς | 288 |
| ὀπίσω ἐκ τῶν πολεμίων ἀνδρῶν, ἐπειδή σε ἡ ψυχὴ | |
| ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης. | 289 |
| προτρέπει ἐπὶ τὰς ναῦς ἐμοῦ γε μὴ βουλομένης, | |
| ἀλλ' εὔχεο σύ γ' ἔπειτα κελαινεφέϊ Κρονίωνι | 290 |
| ἀλλ᾽ εὔχου σύ γε τῷ σκοτεινεφεῖ υἱῷ τοῦ Κρόνου τῷ τιμωμένῳ | |
| Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται, | 291 |
| ἐν Ἴδῃ· ὅς γε κατὰ πᾶσαν τὴν Τροίαν ὁρᾶται· | |
| αἴτει δ' οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ | 292 |
| αἴτει δὲ οἰωνὸν ἀγγελιαφόρον ταχὺν ὅς γε αὐτῷ | |
| φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον, | 293 |
| προσφιλέστατος τῶν ὀρνέων ἐστί, καὶ μεγίστη δύναμις ὑπάρχει αὐτῷ, | |
| δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας | 294 |
| αἴσιον καὶ ἐπιτήδειον· ὅπως σὺ θεασάμενος αὐτὸν τοῖς ὀφθαλμοῖς, | |
| τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων. | 295 |
| τούτῳ θαρσῶν, ἐπὶ τὰς ναῦς πορεύῃ τῶν ταχεῖς ἵππους ἐχόντων Ἑλλήνων· | |
| εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς, | 296 |
| εἰ δέ σοι οὐ δώσει ἄγγελον ἑαυτοῦ ὁ μεγαλόφωνος Ζεύς, | |
| οὐκ ἂν ἔγωγέ σ' ἔπειτα ἐποτρύνουσα κελοίμην | 297 |
| οὐκ ἂν ἔγωγέ σε μετὰ ταῦτα προτρέπουσα κελεύοιμι πορευθῆναι | |
| νῆας ἐπ' Ἀργείων ἰέναι μάλα περ μεμαῶτα. | 298 |
| ἐπὶ τὰς ναῦς τῶν Ἑλλήνων καίπερ προθυμούμενον πάνυ. | |
| τὴν δ' ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής· | 299 |
| πρὸς ταύτην δὲ ἀποκρινόμενος εἶπε Πρίαμος ὁ θεοῦ εἶδος ἔχων. | |
| ὦ γύναι οὐ μέν τοι τόδ' ἐφιεμένῃ ἀπιθήσω. | 300 |
| ὦ γύναι, οὐδαμῶς σοι τοῦτο ἐντελλομένῃ ἀπειθήσω· | |
| ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κ' ἐλεήσῃ. | 301 |
| ἀγαθὸν γὰρ ᾆραι τὰς χεῖρας τῷ Διί, ὅπως οἰκτείρῃ· | |
| ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυν' ὃ γεραιὸς | 302 |
| εἶπε δὴ καὶ τὴν ταμίαν θεράπαιναν προὔτρεψεν ὁ γέρων | |
| χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη | 303 |
| ὕδωρ ταῖς χερσὶν ἐπιχέαι καθαρὸν καὶ διειδές, αὕτη δὲ παρεγένετο | |
| χέρνιβον ἀμφίπολος πρόχοόν θ' ἅμα χερσὶν ἔχουσα. | 304 |
| ἡ θεράπαινα χερνίβιον καὶ ξέστην ἅμα ἐν ταῖς χερσὶν ἔχουσα, | |
| νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο· | 305 |
| νιψάμενος δὲ τὸ ποτήριον ἐδέξατο παρὰ τῆς ἑαυτοῦ γυναικός, | |
| εὔχετ' ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον | 306 |
| εὔχετο δὲ μετὰ ταῦτα στὰς ἐν τῷ μέσῳ τοῦ περιφράγματος τῆς αὐλῆς, ἔσπευδε δὲ οἶνον, | |
| οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα· | 307 |
| εἰς τὸν οὐρανὸν ἀναβλέψας, καὶ λαλήσας λόγον ἔλεγεν· | |
| Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε | 308 |
| ὦ Ζεῦ πάτερ, ἐκ τῆς Ἴδης βασιλεύων ἐνδοξότατε, ὑψηλότατε, | |
| δός μ' ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδ' ἐλεεινόν, | 309 |
| δὸς ἀφικέσθαι με πρὸς Ἀχιλλέα προσφιλῆ καὶ οἰκτρόν, | |
| πέμψον δ' οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ | 310 |
| ἀπόστειλον δὲ οἰωνὸν ἀγγελιαφόρον ταχύν, ὅς γε σοὶ | |
| φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον, | 311 |
| προσφιλέστατος ὀρνέων ἐστί, καὶ δύναμις μεγίστη αὐτῷ ὑπάρχει. | |
| δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας | 312 |
| - | |
| τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων. | 313 |
| ὅπως θαρρῶν πορεύωμαι ἐπὶ τὰς ναῦς τῶν ταχεῖς ἵππους ἐχόντων Ἑλλήνων. | |
| ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε μητίετα Ζεὺς | 314 |
| οὕτως εἶπεν εὐχόμενος· τούτου δὲ ἐπήκουσεν ὁ βουλευτικὸς Ζεύς· | |
| αὐτίκα δ' αἰετὸν ἧκε τελειότατον πετεηνῶν | 315 |
| παραχρῆμα δὲ αὐτὸν ἔπεμψε τελεώτατον πάντων τῶν ὀρνέων, | |
| μόρφνον θηρητῆρ' ὃν καὶ περκνὸν καλέουσιν. | 316 |
| μέλανα, κυνηγετικόν, ὃν καὶ Μελαναίετον καλοῦσιν· | |
| ὅσση δ' ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται | 317 |
| ὅση δὲ κατασκευάζεται ἡ θύρα τοῦ ὑψοστέγου θαλάμου | |
| ἀνέρος ἀφνειοῖο ἐῢ κληῖσ' ἀραρυῖα, | 318 |
| τοῦ πλουσίου ἀνδρός, ἡ εὐαρμόστως κλειομένη, | |
| τόσσ' ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι | 319 |
| τόσα δὴ ἑκατέρωθεν ἦσαν αὐτοῦ τὰ πτερά (αἱ πτέρυγες). ἐπῆλθε δ' αὐτοῖς | |
| δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες | 320 |
| ἐκ δεξιῶν ὁρμήσας ὑπεράνω τῆς πόλεως, οὗτοι δὲ θεασάμενοι | |
| γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη. | 321 |
| ἐχάρησαν, καὶ πᾶσιν ἐν τῇ διανοίᾳ ἡ ψυχὴ εὐφράνθη, | |
| σπερχόμενος δ' ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου, | 322 |
| σπεύδων δὲ ὁ γέρων ἐπέβη τοῦ ἐξεσμένως κατεσκευασμένου ὀχήματος, | |
| ἐκ δ' ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου. | 323 |
| ἐξέλασε δὲ τῶν προθύρων, καὶ τῆς μεγαλοκτύπου προστώου· | |
| πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην, | 324 |
| ἔμπροσθεν μὲν οὖν αἱ ἡμιόνοι εἷλκον τὴν τετράτροχον ἅμαξαν, | |
| τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν | 325 |
| ἃς ὁ Ἰδαῖος ἤλαυνεν ὁ συνετός, ὄπισθεν δὲ | |
| ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε | 326 |
| οἱ ἵπποι, οὓς ὁ γέρων ἐλαύνων τῇ μάστιγι προὔτρεπε | |
| καρπαλίμως κατὰ ἄστυ· φίλοι δ' ἅμα πάντες ἕποντο | 327 |
| ταχέως διὰ τῆς πόλεως· ἅμα δὲ πάντες οἱ φίλοι καὶ οἰκεῖοι ἠκολούθουν | |
| πόλλ' ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα. | 328 |
| πολλὰ ὀδυρόμενοι αὐτόν, ὥσπερ εἰς θάνατον ἀπιόντα· | |
| οἳ δ' ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δ' ἀφίκοντο, | 329 |
| ἐπεὶ οὖν οὗτοι κατέβησαν ἐκ τῆς πόλεως, καὶ εἰς τὸ πεδίον παρεγένοντο· | |
| οἳ μὲν ἄρ' ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο | 330 |
| οἱ μὲν δὴ ὀπισθόρμητοι πρὸς τὸ Ἴλιον ὑπέστρεψαν | |
| παῖδες καὶ γαμβροί, τὼ δ' οὐ λάθον εὐρύοπα Ζῆν | 331 |
| οἱ υἱοὶ καὶ γαμβροί. οὗτοι δὲ οὐκ ἔλαθον τὸν μεγαλόφωνον Δία, | |
| ἐς πεδίον προφανέντε· ἰδὼν δ' ἐλέησε γέροντα, | 332 |
| κατὰ τὸ πεδίον φανέντες, θεασάμενος δὲ ᾤκτειρε τὸν γέροντα, | |
| αἶψα δ' ἄρ' Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα· | 333 |
| ταχέως δὲ ἔλεγεν ἐναντίον πρὸς Ἑρμῆν τὸν ἀγαπητὸν υἱόν· | |
| Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν | 334 |
| ὦ Ἑρμῆ, σοὶ γὰρ μάλιστα προσφιλέστερον ὑπάρχει | |
| ἀνδρὶ ἑταιρίσσαι, καί τ' ἔκλυες ᾧ κ' ἐθέλῃσθα, | 335 |
| ἀνδρὶ συνοδοιπορῆσαι, καὶ ἤκουσας ᾧ ἂν ἐθέλῃς, | |
| βάσκ' ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν | 336 |
| ἄγε πορεύου, καὶ Πρίαμον ἐπὶ τὰς βαθείας ναῦς τῶν Ἑλλήνων | |
| ὣς ἄγαγ', ὡς μήτ' ἄρ τις ἴδῃ μήτ' ἄρ τε νοήσῃ | 337 |
| οὕτως ἄγαγε, ὡς μήτε τινὰ ἰδεῖν, μήτε τι νοῆσαι | |
| τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δ' ἱκέσθαι. | 338 |
| τῶν ἄλλων Ἑλλήνων πρὶν ἀφικέσθαι πρὸς τὸν υἱὸν τοῦ Πηλέως. | |
| ὣς ἔφατ', οὐδ' ἀπίθησε διάκτορος ἀργεϊφόντης. | 339 |
| οὕτως εἶπεν· ὑπήκουσε δὲ ὁ καθαρὸς φόνου ἄγγελος Ἑρμῆς, | |
| αὐτίκ' ἔπειθ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα | 340 |
| παραχρῆμα δὲ ὑπεδήσατο τοῖς ποσὶ τὰ περικαλλῆ ὑποδήματα | |
| ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ' ὑγρὴν | 341 |
| τὰ θεῖα καὶ χρυσᾶ, ἅπερ αὐτὸν ἔφερον κατά τε θάλασσαν, | |
| ἠδ' ἐπ' ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο· | 342 |
| καὶ κατὰ τὴν ἄπειρον γῆν, ἴσα καὶ πνοαῖς ἀνέμου, ἤγουν ὡς τάχιστα. | |
| εἵλετο δὲ ῥάβδον, τῇ τ' ἀνδρῶν ὄμματα θέλγει | 343 |
| ἔλαβε δὲ τὴν ῥάβδον, ᾗ ἐξαπατᾷ τοὺς ὀφθαλμοὺς τῶν ἀνθρώπων | |
| ὧν ἐθέλει, τοὺς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει· | 344 |
| ὧν βούλεται, τινὰς δὲ καὶ ὑπνοῦντας ἀνίστησι, | |
| τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης. | 345 |
| ταύτην ἐν ταῖς χερσὶ κατέχων, ἐπέτετο ὁ δυνάστης Ἑρμῆς, | |
| αἶψα δ' ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε, | 346 |
| ταχέως δὲ εἰς τὴν Τροίαν καὶ τὸν Ἑλλήσποντον ἀφίκετο, | |
| βῆ δ' ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς | 347 |
| ὥρμησε δὲ πορεύεσθαι ὅμοιος νέῳ, φυλακικῷ τοῦ δικαίου, | |
| πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη. | 348 |
| νῦν πρῶτον πωγωνοφυοῦντι· οὗ δή γε ἡδίστη ἡ ἡλικία ἐστίν. | |
| οἳ δ' ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν, | 349 |
| ἐπεὶ οὖν οὗτοι τὸ μέγα μνῆμα τοῦ Ἴλου παρήλλαξαν, | |
| στῆσαν ἄρ' ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν | 350 |
| ἔστησαν δὴ τὰς ἡμιόνους καὶ τοὺς ἵππους ἵνα πίωσιν | |
| ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν. | 351 |
| ἐν τῷ ποταμῷ· ἤδη γὰρ καὶ σκότος ἐπῆλθε τὴν γῆν· | |
| τὸν δ' ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ | 352 |
| τοῦτον δὲ ἐκ τοῦ σύνεγγυς θεασάμενος κατενόησεν ὁ κῆρυξ | |
| Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε· | 353 |
| τὸν Ἑρμῆν. εἶπε δὲ πρὸς τὸν Πρίαμον, καὶ ἐφώνησε. | |
| φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται. | 354 |
| κατανόει, ὦ ἔκγονε τοῦ Δαρδάνου, συνετοῦ νοῦ ἔργα γέγονεν (γίνεσθαι δεῖ), | |
| ἄνδρ' ὁρόω, τάχα δ' ἄμμε διαρραίσεσθαι ὀΐω. | 355 |
| ἄνδρα ὁρῶ, ταχέως δὲ ἡμᾶς ἀναιρήσεσθαι ὑπολαμβάνω. | |
| ἀλλ' ἄγε δὴ φεύγωμεν ἐφ' ἵππων, ἤ μιν ἔπειτα | 356 |
| ἀλλ᾽ ἄγε δὴ φεύγωμεν ἔφιπποι, ἢ αὐτοῦ λαβόμενοι | |
| γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κ' ἐλεήσῃ. | 357 |
| τῶν γονάτων ἱκετεύσωμεν ὅπως οἰκτείρῃ. | |
| ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δ' αἰνῶς, | 358 |
| οὕτως εἶπεν· τῷ γέροντι δὲ συνεχύθη καὶ ἐταράχθη ὁ νοῦς, ἐφοβεῖτο δὲ σφόδρα, | |
| ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι, | 359 |
| ὀρθαὶ δὲ αἱ τρίχες ἔστησαν ἐν τοῖς καμπτοῖς αὐτοῦ μέλεσι, | |
| στῆ δὲ ταφών· αὐτὸς δ' ἐριούνιος ἐγγύθεν ἐλθὼν | 360 |
| ἔστη δὲ ἐκπλαγείς, αὐτὸς δὲ ὁ Ἑρμῆς πλησίον γενόμενος, | |
| χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε· | 361 |
| τὴν χεῖρα τοῦ γέροντος λαβών, ἠρώτησε. καὶ εἶπε πρὸς αὐτόν· | |
| πῇ πάτερ ὧδ' ἵππους τε καὶ ἡμιόνους ἰθύνεις | 362 |
| ποῦ, ὦ πάτερ, οὕτως εὐθύνεις τούς τε ἵππους καὶ ἡμιόνους | |
| νύκτα δι' ἀμβροσίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι; | 363 |
| κατὰ τὸν καιρὸν τῆς θείας νυκτός, ἡνίκα ὑπνώττουσιν οἱ ἄλλοι ἄνθρωποι. | |
| οὐδὲ σύ γ' ἔδεισας μένεα πνείοντας Ἀχαιούς, | 364 |
| οὐδὲ σύ γε ἐφοβήθης τοὺς εὐτόλμου ἰσχύος πνέοντας Ἕλληνας, | |
| οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι; | 365 |
| οἵ σοι ἐχθροὶ καὶ ἀνάρμοστοι τὴν γνώμην, ἤγουν ἐναντίοι, πλησίον εἰσίν. | |
| τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν | 366 |
| τούτων εἴ τις σε θεάσαιτο κατὰ τὸν καιρὸν τῆς ταχείας μελαίνης νυκτός, | |
| τοσσάδ' ὀνείατ' ἄγοντα, τίς ἂν δή τοι νόος εἴη; | 367 |
| τοσαῦτα ἐπωφελῆ ἄγοντα, τίς ἂν δή σοι νοῦς εἴη; καὶ τί διανοήσῃ καὶ πράξεις; | |
| οὔτ' αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ, | 368 |
| οὔτε σὺ νέος εἶ, γέρων δέ σοι καὶ οὗτος ἀκολουθεῖ, | |
| ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. | 369 |
| ἀνδρὶ ἀντιμάχεσθαι, ὅταν τι πρότερος ἐνοχλήσῃ καὶ βλάψῃ. | |
| ἀλλ' ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον | 370 |
| ἀλλὰ ἐγὼ οὐδὲν κακόν σε ποιήσω· καὶ δὴ καὶ ἄλλον | |
| σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω. | 371 |
| σοῦ ἀποσοβήσαιμι ἄν, ἀφομοιῶ γάρ σε τῷ ἀγαπητῷ πατρί. | |
| τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής· | 372 |
| πρὸς τοῦτον δὲ μετὰ ταῦτ᾽ ἀπεκρίνατο ὁ θεοειδής γέρων Πρίαμος. | |
| οὕτω πῃ τάδε γ' ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις. | 373 |
| οὕτω που ταῦτα ἔχει, ὦ προσφιλέστατον τέκνον, ὥσπερ λέγεις, | |
| ἀλλ' ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα, | 374 |
| ἀλλ᾿ ὄντως καὶ ἐμοῦ χεῖρα ὑπερέσχε τὶς τῶν θεῶν, | |
| ὅς μοι τοιόνδ' ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι | 375 |
| ὅς μοι τοιοῦτον ὁδοιπόρον ἔπεμψεν ὥστ᾽ ἀπαντῆσαι, | |
| αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός, | 376 |
| δεξιὸν καὶ ὠφέλιμον, οἷος δὴ σὺ τὸ σῶμα καὶ τὴν μορφὴν θαυμαστὸς εἶ, | |
| πέπνυσαί τε νόῳ, μακάρων δ' ἔξεσσι τοκήων. | 377 |
| καὶ νῷ ἐφρενωμένος, ἐκ μακαρίων δὲ γονέων ὑπάρχεις. | |
| τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· | 378 |
| πρὸς τοῦτον δὲ εἶπεν ὁ φόνου καθαρὸς ἄγγελος Ἑρμῆς. | |
| ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες. | 379 |
| ναὶ δὴ ταῦτα πάντα, ὦ γέρον, κατὰ τὸ πρέπον εἶπες, | |
| ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, | 380 |
| ἀλλ᾽ ἄγε τοῦτό μοι εἰπέ, καὶ ἀληθῶς ἑρμήνευσον. | |
| ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ | 381 |
| ἆρα που ἐκπέμπεις κτήματα πολλὰ καὶ ἀγαθὰ | |
| ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ, | 382 |
| εἰς ἄνδρας ἑτέρας γῆς, ἵνα σοι ταῦτα σῶα μένωσιν, | |
| ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν | 383 |
| ἢ πάντες ἤδη καταλείπετε τὸ ἱερὸν Ἴλιον | |
| δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε | 384 |
| φοβούμενοι; τοιοῦτος γὰρ ἀνὴρ ἄριστος ἀπώλετο | |
| σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ' Ἀχαιῶν. | 385 |
| ὁ σὸς υἱός, οὐ μὴν γάρ τι ἐν τῇ μάχῃ ἡττᾶτο τῶν Ἑλλήνων. | |
| τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής· | 386 |
| πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ὁ τὴν μορφὴν ὅμοιος τοῖς θεοῖς γέρων Πρίαμος· | |
| τίς δὲ σύ ἐσσι φέριστε τέων δ' ἔξεσσι τοκήων; | 387 |
| τίς δὲ σὺ εἶ, βέλτιστε; ἐκ τίνων δὲ γονέων ὑπάρχεις, | |
| ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες. | 388 |
| ὅς μοι καλῶς τὸν ὄλεθρον τοῦ δυστυχοῦς υἱοῦ εἶπες; | |
| τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· | 389 |
| πρὸς τοῦτον δὲ εἶπεν ὁ φόνου καθαρὸς ἄγγελος Ἑρμῆς· | |
| πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον. | 390 |
| ἀποπειρᾷ ἐμοῦ, γέρον, καὶ ἐρωτᾷς περὶ τοῦ ἐνδοξοτάτου Ἕκτορος. | |
| τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ | 391 |
| τοῦτον μέν τοι ἐγὼ πάνυ πολλάκις ἐν τῷ τοὺς ἄνδρας δοξάζοντι πολέμῳ | |
| ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτ' ἐπὶ νηυσὶν ἐλάσσας | 392 |
| ἐθεασάμην τοῖς ὀφθαλμοῖς, καὶ ἡνίκα παρὰ τὰς ναῦς ἐπιδιώξας | |
| Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ· | 393 |
| τοὺς Ἕλληνας ἀπέκτεινε διχοτομῶν σιδήρῳ ὀξεῖ, | |
| ἡμεῖς δ' ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς | 394 |
| ἡμεῖς δὲ ἱστάμενοι ἐθαυμάζομεν, οὐ γάρ τοι ὁ Ἀχιλλεὺς | |
| εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι. | 395 |
| ἀφίει(η) πολεμεῖν ὀργιζόμενος τῷ υἱῷ τοῦ Ἀτρέως. | |
| τοῦ γὰρ ἐγὼ θεράπων, μία δ' ἤγαγε νηῦς εὐεργής· | 396 |
| τούτου γὰρ ἐγὼ θεράπων εἰμί, μία δὲ ναῦς εὖ κατεσκευασμένη ἤγαγεν, | |
| Μυρμιδόνων δ' ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ. | 397 |
| ἐκ τῶν Μυρμιδόνων δὲ εἰμί, πατὴρ δέ μοι ἐστὶ Πολυήτωρ, | |
| ἀφνειὸς μὲν ὅ γ' ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε, | 398 |
| πλούσιος μὲν οὗτος ὑπάρχει, γέρων δὲ οὕτως, ὥσπερ σύ· | |
| ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι· | 399 |
| ἓξ δὲ αὐτῷ υἱοὶ ὑπάρχουσιν, ἐγὼ δὲ αὐτῷ ἕβδομος τυγχάνω, | |
| τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ' ἕπεσθαι. | 400 |
| μεθ᾽ ὧν κληρούμενος, ἔλαχον κλήρῳ πορευθῆναι ἐνταῦθα, | |
| νῦν δ' ἦλθον πεδίον δ' ἀπὸ νηῶν· ἠῶθεν γὰρ | 401 |
| νυνὶ δὲ ἀφικόμην εἰς τὸ πεδίον ἀπὸ τῶν νεῶν· ἕωθεν γὰρ | |
| θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί. | 402 |
| ποιήσονται περὶ τὴν πόλιν μάχην οἱ εὐόφθαλμοι Ἕλληνες, | |
| ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται | 403 |
| δυσχεραίνουσι γὰρ καὶ ἀγανακτοῦσιν οὗτοι καθήμενοι οὐδὲ δύνανται | |
| ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν. | 404 |
| κατ(ἐπ)έχειν αὐτοὺς ἐφορμῶντας, ἀπὸ τοῦ πολέμου οἱ βασιλεῖς τῶν Ἑλλήνων· | |
| τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής· | 405 |
| πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ὁ θεοειδής γέρων Πρίαμος· | |
| εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος | 406 |
| ἐπειδὴ θεράπων Ἀχιλλέως τοῦ υἱοῦ τοῦ Πηλέως | |
| εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον, | 407 |
| ὑπάρχεις, φέρε δή μοι πᾶσαν τὴν ἀλήθειαν κάτειπε. | |
| ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη | 408 |
| ἆρ᾽ ἔτι παρὰ ταῖς ναυσὶν ὁ ἐμὸς υἱὸς μένει· ἢ ἤδη αὐτὸν | |
| ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς. | 409 |
| ταῖς ἑαυτοῦ κυσὶ κατὰ μέλος διακόψας προέθηκεν ὁ Ἀχιλλεύς. | |
| τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· | 410 |
| πρὸς τοῦτον δὲ εἶπεν ὁ φόνου καθαρὸς ἄγγελος Ἑρμῆς· | |
| ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδ' οἰωνοί, | 411 |
| ὦ γέρον, οὔπω τοῦτόν γε κύνες ἔφαγον οὐδὲ ὄρνεα· | |
| ἀλλ' ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ | 412 |
| ἀλλ' ἔτι ἐκεῖνος κεῖται παρὰ τῇ νηὶ τοῦ Ἀχιλλέως, | |
| αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς | 413 |
| οὕτως ἐν ταῖς σκηναῖς, δωδεκάτη δὲ αὐτῷ ἡμέρα | |
| κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ | 414 |
| κειμένῳ, οὐδέ τι αὐτῷ σήπεται καὶ διαρρεῖ τὸ σῶμα, οὐδὲ σκώληκες αὐτὸν | |
| ἔσθουσ', αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν. | 415 |
| ἐσθίουσιν, οἳ δὴ τοὺς ἐν πολέμῳ πεφονευμένους ἄνδρας κατατρώγουσιν. | |
| ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο | 416 |
| ὄντως μὲν αὐτὸν περὶ τὸ μνῆμα τοῦ ἑαυτοῦ ἀγαπητοῦ φίλου | |
| ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ, | 417 |
| ἐπισύρει ἀνηλεῶς, ἡνίκα φανῇ ἡ ἐν ἐνδοξοτάτη ἡμέρα, | |
| οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν | 418 |
| οὐ καταισχύνει δ' αὐτόν. θαυμάσειας ἂν καὶ αὐτὸς παραγενόμενος, | |
| οἷον ἐερσήεις κεῖται, περὶ δ' αἷμα νένιπται, | 419 |
| ὅπως δεδροσισμένος καὶ διερρὸς κεῖται, περινένιπται δὲ καὶ περιῃρέθη τὸ αἷμα, | |
| οὐδέ ποθι μιαρός· σὺν δ' ἕλκεα πάντα μέμυκεν | 420 |
| οὐδέ ποι μεμολυμμένος ἐστί· πάντα δὲ τὰ τραύματα περιεστάλη καὶ συνεκλείσθη | |
| ὅσσ' ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν. | 421 |
| ὅσα ἐβλήθη· πολλοὶ γὰρ ἐν αὐτῷ σίδηρον διεπέρασαν· | |
| ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος | 422 |
| οὕτως σοι φροντίζουσιν οἱ μακάριοι θεοὶ τοῦ ἀγαθοῦ υἱοῦ, | |
| καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι. | 423 |
| καὶ νεκροῦ γε ὄντος· ἐπειδὴ αὐτοῖς ἀγαπητὸς ἦν ὡς μάλιστα κατὰ ψυχήν. | |
| ὣς φάτο, γήθησεν δ' ὃ γέρων, καὶ ἀμείβετο μύθῳ· | 424 |
| οὕτως εἶπεν· ἐχάρη δὲ ὁ γέρων καὶ ἀπεκρίνατο λόγῳ· | |
| ὦ τέκος, ἦ ῥ' ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι | 425 |
| ὦ τέκνον, ὄντως δὴ ἀγαθὸν καὶ τὸ ἐναισίμως καὶ εὐσεβῶς δῶρα διδόναι | |
| ἀθανάτοις, ἐπεὶ οὔ ποτ' ἐμὸς πάϊς, εἴ ποτ' ἔην γε, | 426 |
| τοῖς ἀθανάτοις θεοῖς, ἐπειδὴ οὐδεπώποτε ὁ ἐμὸς υἱός, εἴποτε ἦν, | |
| λήθετ' ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι· | 427 |
| ἐπελάθετο ἐν τοῖς οἴκοις τῶν θεῶν, οἱ τὸν Ὄλυμπον οἰκοῦσι· | |
| τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ. | 428 |
| δι᾿ ὃ αὐτῷ ἀπεμνημόνευσαν καὶ ἐν τῇ τοῦ θανάτου γε μοῖρᾳ. | |
| ἀλλ' ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον, | 429 |
| ἀλλ' ἄγε δὴ τοῦτο ἀπόδεξαι παρ' ἐμοῦ τὸ περικαλλὲς ποτήριον, | |
| αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν, | 430 |
| ἐμὲ τε σῶσον, πέμψον δέ με σὺν τοῖς θεοῖς | |
| ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι. | 431 |
| ὅπως ἂν εἰς τὴν σκηνὴν ἀφίκωμαι τοῦ υἱοῦ τοῦ Πηλέως. | |
| τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· | 432 |
| πρὸς τοῦτον δὲ εἶπεν ὁ φόνου καθαρὸς ἄγγελος Ἑρμῆς. | |
| πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις, | 433 |
| ἀποπειρᾷ ἐμοῦ, ὦ γέρον, νεωτέρου· οὐ καταπείσεις δέ με, | |
| ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι. | 434 |
| ὅς με κελεύεις σὰ δῶρα δέχεσθαι παρὰ γνώμην τοῦ Ἀχιλλέως. | |
| τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι | 435 |
| τοῦτον μὲν οὖν ἐγὼ φοβοῦμαι, καὶ αἰδοῦμαι τὰ μάλιστα κατὰ ψυχὴν | |
| συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται. | 436 |
| συλᾶν καὶ ὑφαιρεῖσθαι μή τι κακὸν μετὰ ταῦτά μοι γένηται, | |
| σοὶ δ' ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην, | 437 |
| σοί δὲ ἐγὼ ὁδηγὸς καὶ μέχρι τοῦ ἐνδόξου Ἄργους ἀφικοίμην | |
| ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων· | 438 |
| ἂν ἐπιμελῶς ἐν ταχείᾳ νηὶ, ἢ πεζός συνοδοιπορῶν· | |
| οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο. | 439 |
| οὐκ ἂν τίς σοι τὸν ὁδηγὸν μεμψάμενος εἰς μάχην κατασταίη. | |
| ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους | 440 |
| εἶπε, καὶ ἀναπηδήσας εἰς τὸ ἅρμα (ὄχημα) καὶ τοὺς ἵππους ὁ πολυωφελής Ἑρμῆς, | |
| καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν, | 441 |
| ταχέως τὴν μάστιγα καὶ τὰς ἡνίας ἔλαβε ταῖς χερσίν, | |
| ἐν δ' ἔπνευσ' ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ. | 442 |
| ἐνέπνευσε δὲ τοῖς ἵπποις καὶ τοῖς ἡμιόνοις προθυμίαν ἀγαθήν. | |
| ἀλλ' ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο, | 443 |
| ἀλλ᾽ ὁπηνίκα δὴ εἰς τοὺς πύργους (τὸ τεῖχος τῶν νεῶν), καὶ τὴν τάφρον ἀφίκοντο· | |
| οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο, | 444 |
| οἱ φύλακες δὲ νεωστὶ περὶ τὸ δεῖπνον ἐπονοῦντο, καὶ ἐδειπνοποιήσαντο, | |
| τοῖσι δ' ἐφ' ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης | 445 |
| τούτοις ἐπέχεεν ὕπνον ὁ φόνου καθαρὸς ἄγγελος Ἑρμῆς, | |
| πᾶσιν, ἄφαρ δ' ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας, | 446 |
| πᾶσι, ταχέως δὲ τὰς πύλας ἀνέῳξε, καὶ ἀπέρριψε τοὺς μοχλούς, | |
| ἐς δ' ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ' ἐπ' ἀπήνης. | 447 |
| εἰσήγαγε δὲ τόν τε Πρίαμον καὶ τὰ λαμπρὰ δῶρα ἐπὶ ἀμάξης. | |
| ἀλλ' ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο | 448 |
| ἀλλ' ὁπηνίκα δὴ ἀφίκοντο εἰς τὴν σκηνὴν τοῦ υἱοῦ τοῦ Πηλέως, | |
| ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι | 449 |
| τὴν ὑψηλήν, ἣν οἱ Μυρμιδόνες κατεσκεύασαν τῷ βασιλεῖ | |
| δοῦρ' ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν | 450 |
| ξύλα ἐλάτης κόψαντες, ὑπεράνωθεν δὲ ἐπέθηκαν καὶ ἐστέγασαν | |
| λαχνήεντ' ὄροφον λειμωνόθεν ἀμήσαντες· | 451 |
| ὀροφὴν δασεῖαν, ἐκ λειμῶνος θερίσαντες, | |
| ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι | 452 |
| πέριξ δὲ μεγάλην αὐλὴν ἐποίησαν αὐτῷ τῷ βασιλεῖ, | |
| σταυροῖσιν πυκινοῖσι· θύρην δ' ἔχε μοῦνος ἐπιβλὴς | 453 |
| πυκνοῖς ξύλοις ὀρθοῖς καὶ ὀξέσιν, τὴν θύραν δὲ συνεῖχεν μόνος μοχλὸς | |
| εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί, | 454 |
| ἐξ ἐλάτης, τοῦτον τρεῖς μὲν Ἕλληνες ἐπέκλειον, | |
| τρεῖς δ' ἀναοίγεσκον μεγάλην κληῖδα θυράων | 455 |
| τρεῖς δὲ ἤνοιγον τὸν μέγαν μοχλὸν τῶν θυρῶν, | |
| τῶν ἄλλων· Ἀχιλεὺς δ' ἄρ' ἐπιρρήσσεσκε καὶ οἶος· | 456 |
| ἀπὸ τῶν ἄλλων, Ἀχιλλεὺς δὲ καὶ μόνος ἐπέκλειε. | |
| δή ῥα τόθ' Ἑρμείας ἐριούνιος ᾦξε γέροντι, | 457 |
| τότε δὴ οὖν ὁ πολυωφελὴς Ἑρμῆς ἤνοιξε τῷ γέροντι, | |
| ἐς δ' ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι, | 458 |
| εἰσήγαγε δὲ τὰ ἔνδοξα δῶρα τῷ ταχύποδι Ἀχιλλεῖ, | |
| ἐξ ἵππων δ' ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε· | 459 |
| ἀπέβη δὲ ἐκ τῶν ἵππων εἰς γῆν καὶ εἶπεν. | |
| ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα | 460 |
| ὦ γέρον, ἐγὼ μὲν θεὸς ἄφθαρτος ἐλήλυθα | |
| Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν. | 461 |
| Ἑρμῆς, σοὶ γάρ με ὁ πατὴρ ὁδηγὸν παρέσχετο· | |
| ἀλλ' ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδ' Ἀχιλῆος | 462 |
| ἀλλ᾽ ἐγὼ μέντοι εἰς τουπίσω πορεύσομαι, οὐδὲ εἰς τοὺς Ἀχιλλέως | |
| ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη | 463 |
| ὀφθαλμοὺς ἀφίξομαι, μεμπτὸν γὰρ ἂν ἔιη καὶ ἀνάξιον, | |
| ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην· | 464 |
| ἀθάνατον θεὸν οὕτως ἀνθρώπους θνητούς ἀγαπᾷν φανερῶς· | |
| τύνη δ' εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος, | 465 |
| σὺ δὲ εἰσελθών, λαβοῦ τῶν γονάτων τοῦ υἱοῦ τοῦ Πηλέως, | |
| καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο | 466 |
| καὶ πρὸς πατρὸς καὶ μητρὸς καλλικόμου | |
| λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς. | 467 |
| αὐτὸν ἱκέτευσον, καὶ τοῦ τέκνου, ὅπως αὐτοῦ τὴν ψυχὴν συνταράξῃς. | |
| ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον | 468 |
| οὕτω δὴ εἰπὼν ἀπῆλθεν ἐπὶ τὸν ὑψηλὸν Ὄλυμπον | |
| Ἑρμείας· Πρίαμος δ' ἐξ ἵππων ἆλτο χαμᾶζε, | 469 |
| ὁ Ἑρμῆς· ὁ Πρίαμος δὲ κατεπήδησεν ἐκ τῶν ἵππων ἐπὶ τὴν γῆν, | |
| Ἰδαῖον δὲ κατ' αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων | 470 |
| τὸν Ἰδαῖον δὲ κατέλιπεν αὐτόθι, οὗτος δὲ ἔμενε κατέχων | |
| ἵππους ἡμιόνους τε· γέρων δ' ἰθὺς κίεν οἴκου, | 471 |
| τοὺς ἵππους καὶ τοὺς ἡμιόνους· ὁ γέρων δὲ εὐθὺ τοῦ οἴκου ἐπορεύετο, | |
| τῇ ῥ' Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν | 472 |
| ἔνθα δὴ Ἀχιλλεὺς καθῆστο ὁ φίλος τοῦ Διός, ἔνδον δὲ αὐτὸν | |
| εὗρ', ἕταροι δ' ἀπάνευθε καθήατο· τὼ δὲ δύ' οἴω | 473 |
| εὗρεν, οἱ φίλοι δὲ πόρρωθεν καθῆντο· οὗτοι δὲ οἱ δύο μόνοι | |
| ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος | 474 |
| ὁ ἥρως Αὐτομέδων, καὶ Ἀλκιμέδων ὁ τοῦ Ἄρεος κλάδος | |
| ποίπνυον παρεόντε· νέον δ' ἀπέληγεν ἐδωδῆς | 475 |
| ὑπηρέτουν παρόντες (ἔνδον ὄντες), νεωστὶ δὲ ἀπεπαύετο τῆς τροφῆς | |
| ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα. | 476 |
| ἐσθίων καὶ πίνων, ἔτι καὶ ἡ τράπεζα παρέκειτο· | |
| τοὺς δ' ἔλαθ' εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δ' ἄρα στὰς | 477 |
| τούτους δὲ ἔλαθεν εἰσελθὼν ὁ μέγας Πρίαμος, πλησίον δὲ στὰς | |
| χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας | 478 |
| ἐλάβετο ταῖς χερσὶ τῶν γονάτων τοῦ Ἀχιλλέως καὶ ἐφίλησε τὰς χεῖρας | |
| δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας. | 479 |
| τὰς φοβερὰς καὶ ἀποκτεινούσας τοὺς ἄνδρας· αἱ δὴ ἀνεῖλον πολλοὺς υἱοὺς αὐτοῦ. | |
| ὡς δ' ὅτ' ἂν ἄνδρ' ἄτη πυκινὴ λάβῃ, ὅς τ' ἐνὶ πάτρῃ | 480 |
| ὥσπερ δὲ ὅταν ἄνδρα βλάβη πυκνὴ καὶ μεγάλη καταλάβῃ, ὅστις ἐν τῇ πατρίδι | |
| φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον | 481 |
| ἄνδρα φονεύσας ἀφίκετο εἰς δῆμον ἄλλων, εἰς οἰκίαν | |
| ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δ' ἔχει εἰσορόωντας, | 482 |
| ἀνδρὸς πλουσίου, ἔκπληξις δὲ πάντας κατέχει τοὺς θεωμένους· | |
| ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα· | 483 |
| οὕτως ἐξεπλάγη ὁ Ἀχιλλεὺς θεασάμενος Πρίαμον τὸν ἔχοντα θεῖον εἶδος, | |
| θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο. | 484 |
| ἐξεπλάγησαν δὲ καὶ οἱ ἄλλοι. πρὸς ἀλλήλους δὲ ἀπέβλεψαν· | |
| τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε· | 485 |
| πρὸς τοῦτον δὲ καὶ ἱκετεύων ὁ Πρίαμος εἶπε λόγον. | |
| μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ, | 486 |
| μνήσθητι τοῦ σοῦ πατρός, ὦ ὅμοιε τοῖς θεοῖς Ἀχιλλεῦ, | |
| τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ· | 487 |
| τοιούτου, οἷός περ ἐγὼ τυγχάνω ἐν τῷ βατῆρι τοῦ γήρως, | |
| καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες | 488 |
| καὶ μήν που κἀκεῖνον οἱ περίοικοι κύκλωθεν (κεχωρισμένοι τῇ γνώμῃ καὶ ἐναντίοι) ὄντες | |
| τείρουσ', οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι. | 489 |
| καταπονοῦσιν, οὐδέ τις ὑπάρχει ἀποσοβῆσαι τὴν κατάραν καὶ τὸν ὄλεθρον, | |
| ἀλλ' ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων | 490 |
| ἀλλ᾽ ἐκεῖνός γε μὲν σοῦ ζῶντος ἀκούων, | |
| χαίρει τ' ἐν θυμῷ, ἐπί τ' ἔλπεται ἤματα πάντα | 491 |
| ἀγάλλεται ἐν τῇ ψυχῇ καὶ ἐλπίζει πάσας τὰ ἡμέρας | |
| ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα· | 492 |
| θεάσασθαι τὸν ἀγαπητὸν υἱὸν παραγενόμενον ἐκ τῆς Τροίας· | |
| αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους | 493 |
| ἐγὼ δὲ δυστυχέστατος, ἐπειδὴ ἐγέννησα υἱοὺς βελτίστους | |
| Τροίῃ ἐν εὐρείῃ, τῶν δ' οὔ τινά φημι λελεῖφθαι. | 494 |
| ἐν τῇ εὐρυχώρῳ Τροίᾳ, τούτων δὲ οὐδένα ὑπολελεῖφθαι ὑπολαμβάνω· | |
| πεντήκοντά μοι ἦσαν ὅτ' ἤλυθον υἷες Ἀχαιῶν· | 495 |
| πεντήκοντά μοι ἦσαν υἱοί, ὅτε ἦλθον οἱ υἱοὶ τῶν Ἑλλήνων | |
| ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν, | 496 |
| δέκα καὶ ἐννέα μέν μοι ἦσαν ἐκ μιᾶς κοιλίας, | |
| τοὺς δ' ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες. | 497 |
| τοὺς ἄλλους δέ μοι, ἔτεκον ἐν τοῖς οἴκοις αἱ γυναῖκες· | |
| τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ' ἔλυσεν· | 498 |
| τούτων μὲν τῶν πολλῶν ὁ ὁρμητίας Ἄρης διέλυσε καὶ ἐνέκρωσε τὰ γόνατα· | |
| ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς, | 499 |
| ὃς δέ μοι μόνος ἦν, ἔσωζε δὲ τὴν πόλιν καὶ τοὺς πολίτας, | |
| τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης | 500 |
| τοῦτον σὺ πρὸ μικροῦ ἀνεῖλες ἀντιμαχόμενον ὑπὲρ τῆς πατρίδος, | |
| Ἕκτορα· τοῦ νῦν εἵνεχ' ἱκάνω νῆας Ἀχαιῶν | 501 |
| τὸν Ἕκτορα· τούτου ἕνεκα νῦν παρεγενόμην εἰς τὰς ναῦς τῶν Ἑλλήνων | |
| λυσόμενος παρὰ σεῖο, φέρω δ' ἀπερείσι' ἄποινα. | 502 |
| λυτρωσόμενος αὐτὸν παρὰ σοῦ, φέρω δὲ ἄπειρα λύτρα· | |
| ἀλλ' αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τ' ἐλέησον | 503 |
| ἀλλ' αἰδοῦ καὶ σέβου τοὺς θεούς, ὦ Ἀχιλλεῦ, καὶ ἐμὲ οἴκτειρον, | |
| μνησάμενος σοῦ πατρός· ἐγὼ δ' ἐλεεινότερός περ, | 504 |
| μνησθεὶς τοῦ σοῦ πατρός· ἐγὼ δὲ οἰκτρότερος καὶ ἀθλιώτερός εἰμι· | |
| ἔτλην δ' οἷ' οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος, | 505 |
| πέποιθα δέ, οἷα οὐδείς πω ἐπίγειος ἄλλος ἀνήρ· | |
| ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ' ὀρέγεσθαι. | 506 |
| ἐκτείνειν τὴν χεῖρα πρὸς στόμα ἀνδρὸς ἀποκτείναντος τὸν ἐμὸν παῖδα (υἱὸν)· | |
| ὣς φάτο, τῷ δ' ἄρα πατρὸς ὑφ' ἵμερον ὦρσε γόοιο· | 507 |
| οὕτως εἶπε, τούτῳ δὲ διήγειρεν ἐπιθυμίαν θρήνου χάριν τοῦ πατρός· | |
| ἁψάμενος δ' ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα. | 508 |
| λαβόμενος δὲ τῆς χειρὸς ἀπωθήσατο ηρέμα τὸν γέροντα· | |
| τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο | 509 |
| οὗτοι δὲ ἀναμνησθέντες, ὁ μὲν Ἕκτορος τοῦ τοὺς ἄνδρας ἀποκτείνοντος, | |
| κλαῖ' ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς, | 510 |
| ἔκλαιεν ἀδιαλείπτως, ἔμπροσθεν τῶν ποδῶν τοῦ Ἀχιλλέως παραλυθείς (κουφισθεὶς) καὶ πεσών· | |
| αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρ', ἄλλοτε δ' αὖτε | 511 |
| ὁ Ἀχιλλεὺς δὲ ἔκλαιε τὸν ἑαυτοῦ πατέρα, ἄλλοτε δὲ πάλιν | |
| Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματ' ὀρώρει. | 512 |
| τὸν Πάτροκλον, τούτων δὲ στόνος κατὰ τὰ οἰκήματα ἠγέρθη· | |
| αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς, | 513 |
| ἐπεὶ δὲ θρήνου ἀπέλαυσεν ὁ ἐνδοξότατος Ἀχιλλεὺς | |
| καί οἱ ἀπὸ πραπίδων ἦλθ' ἵμερος ἠδ' ἀπὸ γυίων, | 514 |
| καὶ αὐτῷ ἀπὸ τῆς διανοίας ἀνεχώρησεν ἡ ἐπιθυμία, καὶ ἀπὸ τῶν μελῶν· | |
| αὐτίκ' ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη | 515 |
| παραχρῆμα ἀπανέστη τοῦ θρόνου· τὸν γέροντα δὲ ἀπὸ τῆς χειρὸς ἀνέστησεν | |
| οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον, | 516 |
| ἐλεῶν τήν τε λευκὴν κεφαλήν, καὶ τὸν λευκὸν πώγωνα, | |
| καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 517 |
| καὶ φωνήσας πρὸς αὐτὸν ἔλεγε λόγους ταχεῖς. | |
| ἆ δείλ', ἦ δὴ πολλὰ κάκ' ἄνσχεο σὸν κατὰ θυμόν. | 518 |
| ὦ ἄθλιε, ὄντως δὴ πολλὰ δεινὰ ὑπέμεινας κατὰ τὴν σαυτοῦ ψυχήν· | |
| πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος | 519 |
| πῶς ἠνέσχου παραγενέσθαι μόνος | |
| ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς | 520 |
| εἰς τὰς ναῦς τῶν Ἑλλήνων εἰς ἀνδρὸς ὀφθαλμούς, ὅς σοι πολλοὺς καὶ ἀγαθούς | |
| υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ. | 521 |
| υἱοὺς ἀπέκτεινα; σιδηρὰ δή σοι ψυχὴ ἔνεστιν. | |
| ἀλλ' ἄγε δὴ κατ' ἄρ' ἕζευ ἐπὶ θρόνου, ἄλγεα δ' ἔμπης | 522 |
| ἀλλ᾽ ἄγε δὴ κάθισον ἐπὶ τοῦ θρόνου, τὰς λύπας δὲ ὁμοίως | |
| ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ· | 523 |
| ἐν ψυχῇ μένειν καταλίπωμεν καίπερ ἀλγοῦντες καὶ πάσχοντες· | |
| οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο· | 524 |
| οὐ γάρ τις πρᾶξις καὶ μηχανή (ἄνυσις) ὑπάρχει τοῦ χαλεποῦ θρήνου· | |
| ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι | 525 |
| οὕτω γὰρ ἐπεμοίρησαν καὶ εἱμαρμένον ἐποίησαν οἱ θεοὶ τοῖς ἀθλίοις ἀνθρώποις, | |
| ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τ' ἀκηδέες εἰσί. | 526 |
| ζῇν λυπουμένους καὶ ἀλγοῦντας· αὐτοὶ δὲ ἄλυποι καὶ εὔθυμοι τυγχάνουσιν. | |
| δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει | 527 |
| δύο γὰρ πίθοι κατάκεινται ἐν τῷ οἰκήματι τοῦ Διὸς δομάτων, | |
| δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων· | 528 |
| ὧν ὁ μὲν ἐνέχυρα δίδωσι κακῶν, ὁ ἕτερος δὲ ἀγαθῶν· | |
| ᾧ μέν κ' ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος, | 529 |
| ᾧ τινι μὲν οὖν καταμίξας καὶ ἑνώσας δῷ ὁ Ζεὺς ὁ τρέπων τοὺς ἐναντίους τῷ κεραυνῷ | |
| ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δ' ἐσθλῷ· | 530 |
| ποτὲ μὲν οὗτός γε κακοῖς διατρίβεται ποτὲ δὲ ἀγαθοῖς· | |
| ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε, | 531 |
| ᾧ τινι δ᾽ ἂν ἀπὸ τῶν δεινῶν μόνον δῷ βεβλαμμένον ἐποίησε, | |
| καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει, | 532 |
| καὶ μεγάλη ἀνία καὶ λύπη αὐτὸν διώκει κατὰ τὴν ἔνδοξον γῆν, | |
| φοιτᾷ δ' οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν. | 533 |
| περιέρχεται δὲ οὔτε ὑπὸ θεῶν τιμώμενος, οὔτε ὑπὸ ἀνθρώπων· | |
| ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα | 534 |
| οὕτω δὴ καὶ τῷ Πηλεῖ ἔδωκαν οἱ θεοὶ δῶρα λαμπρὰ | |
| ἐκ γενετῆς· πάντας γὰρ ἐπ' ἀνθρώπους ἐκέκαστο | 535 |
| ἐκ γενέσεως· ὑπὲρ (εἰς) πάντας γὰρ τοὺς ἀνθρώπους ἐκεκόσμητο (ἐδοξάζετο) | |
| ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι, | 536 |
| φρονήσει τε καὶ παιδεύσει καὶ πλούτῳ, ἐβασίλευσε δὲ τῶν Μυρμιδόνων | |
| καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν. | 537 |
| καὶ θνητῷ ὄντι αὐτῷ, θεὰν ἐποίησαν γαμετήν, τὴν Θέτιν δηλονότι· | |
| ἀλλ' ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι | 538 |
| ἀλλ' ἐπέθηκεν αὐτῷ ὁ θεὸς δεινόν, ὅτι αὐτῷ οὔτε | |
| παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων, | 539 |
| τέκνων ἐν τοῖς οἴκοις γόνος ἐγένετο ἡγεμονευόντων. | |
| ἀλλ' ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε | 540 |
| ἀλλ᾿ ἕνα υἱὸν ἐγέννησε παντελῶς ἄωρον, οὐδὲ γε αὐτὸν | |
| γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης | 541 |
| γηρῶντα γηροτροφῶ· ἐπειδὴ πάνυ πόρρωθεν τῆς πατρίδος | |
| ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα. | 542 |
| κάθημαι ἐν τῇ Τροίᾳ σέ τε λυπῶν (κακῶν) καὶ τοὺς σοὺς παῖδας· | |
| καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι· | 543 |
| καὶ δὴ καὶ σέ, ὦ γέρον, τὸ πρότερον μὲν ἀκούομεν εὐδαίμονα εἶναι, | |
| ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει | 544 |
| καθ᾽ ὅσον ἡ Λέσβος ἀνείργει καὶ δι(περι)ορίζει ἐντὸς τὸ ἔδαφος τοῦ Μάκαρος. | |
| καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων, | 545 |
| καὶ ἡ Φρυγία ὑπεράνωθεν καὶ ὁ ἐπιμήκης Ἑλλήσποντος· | |
| τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι. | 546 |
| τούτων πάντων, ὦ γέρον, πλούτῳ καὶ ὑοῖς φασί σε προέχειν· | |
| αὐτὰρ ἐπεί τοι πῆμα τόδ' ἤγαγον Οὐρανίωνες | 547 |
| ἐπεὶ δέ σοι τήνδε τὴν βλάβην ἐπήνεγκαν οἱ ἐπουράνιοι, | |
| αἰεί τοι περὶ ἄστυ μάχαι τ' ἀνδροκτασίαι τε. | 548 |
| ἀεί σοι περὶ τὴν πόλιν πόλεμοι καὶ φόνοι ἀνδρῶν· | |
| ἄνσχεο, μὴ δ' ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν· | 549 |
| ὑπόμενε, μηδὲ ἀπαύστως ὀδύρου καὶ θρήνει κατὰ τὴν σαυτοῦ ψυχήν· | |
| οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος, | 550 |
| οὐ γάρ τι πράξεις λυπούμενος ἕνεκα τοῦ ἀγαθοῦ υἱοῦ, | |
| οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα. | 551 |
| οὐδὲ ἀναστήσεις αὐτὸν πρὶν ἂν καὶ ἄλλο κακὸν πάθῃς. | |
| τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής· | 552 |
| πρὸς τοῦτον δὲ ἀπεκρίνατο μετὰ ταῦτα ὁ θεοειδής γέρων Πρίαμος· | |
| μή πω μ' ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ | 553 |
| μή πω με εἰς θρόνον κάθιζε, ὦ ἐνδοξότατα τεθραμμένε, ἕως ἂν ὁ Ἕκτωρ | |
| κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα | 554 |
| κέηται ἐν ταῖς σκηναῖς ἄμοιρος κηδείας καὶ ἐνταφιασμοῦ, ἀλλ᾿ ὡς τάχος | |
| λῦσον ἵν' ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα | 555 |
| ἐλευθέρωσον, ὅπως αὐτὸν θεάσωμαι τοῖς ὀφθαλμοῖς· σὺ δὲ ἀπόδεξαι τὰ λύτρα | |
| πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδ' ἀπόναιο, καὶ ἔλθοις | 556 |
| πολλὰ ἅ σοι φέρομεν· σὺ δὲ τούτων ἀπολαύσειας εἰς ὠφέλειαν, καὶ παραγένοιο | |
| σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας | 557 |
| εἰς τὴν σὴν πατρίδα γῆν, ἐπειδή με τὴν ἀρχὴν εἴασας | |
| αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. | 558 |
| ζῆν τε καὶ ὁρᾶν τὸ φῶς τοῦ ἡλίου· | |
| τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 559 |
| πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος εἶπεν ὁ ταχύπους Ἀχιλλεύς· | |
| μηκέτι νῦν μ' ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς | 560 |
| μηκέτι νῦν με παρόξυνε, ὦ γέρον, διανοοῦμαι δὲ καὶ ἐγὼ | |
| Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε | 561 |
| ἐλευθερῶσαί σοι τὸν Ἕκτορα, ἐκ Διὸς δέ μοι ἄγγελος παρεγένετο | |
| μήτηρ, ἥ μ' ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος. | 562 |
| ἡ μήτηρ, ἥτις με ἔτεκεν, ἡ θυγάτηρ τοῦ θαλασσίου γέροντος· | |
| καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις, | 563 |
| καὶ δὴ καὶ σὲ ἐπίσταμαι, ὦ Πρίαμε, κατὰ διάνοιαν, οὐδὲ λανθάνεις με | |
| ὅττι θεῶν τίς σ' ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν. | 564 |
| ὅτι σέ τις τῶν θεῶν ἤγαγεν ἐπὶ τὰς ταχείας ναῦς τῶν Ἑλλήνων, | |
| οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλ' ἡβῶν, | 565 |
| οὐ γὰρ ἂν ἀνάσχοιτό τις ἄνθρωπος ἐλθεῖν, οὐδὲ πάνυ ἀκμάζων, | |
| ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κ' ὀχῆα | 566 |
| εἰς τὸν στρατόν· οὐ γὰρ ἂν δὴ τοὺς φύλακας λάθοι, οὐδ᾽ ἂν τοὺς μοχλούς | |
| ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων. | 567 |
| ῥᾳδίως παρακινήσειε τῶν θυρῶν τῶν ἡμετέρων· | |
| τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς, | 568 |
| δι᾽ ὃ νῦν μή μοι μᾶλλον ἐν λύπαις τὴν ψυχὴν ταράξῃς, | |
| μή σε γέρον οὐδ' αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω | 569 |
| μήποτε, ὦ γέρον, οὐδὲ σὲ αὐτὸν ἐν ταῖς σκηναῖς καταλίπω, | |
| καὶ ἱκέτην περ ἐόντα, Διὸς δ' ἀλίτωμαι ἐφετμάς. | 570 |
| καίπερ ὄντα παρακλήτορα, τοῦ Διὸς δὲ ἀθετήσω τὰς ἐντολάς· | |
| ὣς ἔφατ', ἔδεισεν δ' ὃ γέρων καὶ ἐπείθετο μύθῳ. | 571 |
| οὕτως εἶπεν· ἐφοβήθη δὲ ὁ γέρων καὶ ἐπείσθη τῷ λόγῳ· | |
| Πηλεΐδης δ' οἴκοιο λέων ὣς ἆλτο θύραζε | 572 |
| ὁ υἱὸς δὲ τοῦ Πηλέως ὥσπερ λέων ἐκ τοῦ οἴκου ἐπήδησεν ἔξω | |
| οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο | 573 |
| οὐ μόνος, σὺν αὐτῷ δύο θεράποντες εἵποντο, | |
| ἥρως Αὐτομέδων ἠδ' Ἄλκιμος, οὕς ῥα μάλιστα | 574 |
| ὁ ἥρως Αὐτομέδων καὶ Ἄλκιμος, οὓς δὴ μάλιστα | |
| τῖ' Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα, | 575 |
| τῶν ἑταίρων ἐτίμα καὶ ἐφίλει ὁ Ἀχιλλεὺς μετὰ τὸν ἀποθανόντα Πάτροκλον· | |
| οἳ τόθ' ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε, | 576 |
| οἳ τότε ὑπὸ τὸν ζυγὸν ἔλυον τοὺς ἵππους καὶ τὰς(οὺς) ἡμιόνους, | |
| ἐς δ' ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος, | 577 |
| εἰσήγαγον δὲ τὸν εὔψυχον κήρυκα τοῦ γέροντος, | |
| κὰδ δ' ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δ' ἀπ' ἀπήνης | 578 |
| ἐκάθισαν δὲ ἐπὶ τοῦ δίφρου, ἀπὸ δὲ τῆς εὐξέστου καὶ καλῶς εἰργασμένης ἀμάξης | |
| ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι' ἄποινα. | 579 |
| ἐλάμβανον τὰ τῆς κεφαλῆς τοῦ Ἕκτορος πλεῖστα λύτρα, | |
| κὰδ δ' ἔλιπον δύο φάρε' ἐΰννητόν τε χιτῶνα, | 580 |
| κατέλιπον δὲ δύο ἱμάτια, καὶ καλῶς εἰργασμένον χιτῶνα, | |
| ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι. | 581 |
| ὅπως τὸν νεκρὸν εἱλύσας καὶ (περι)καλύψας δῶ ἐνεγκεῖν εἰς τὸν οἶκον, | |
| δμῳὰς δ' ἐκκαλέσας λοῦσαι κέλετ' ἀμφί τ' ἀλεῖψαι | 582 |
| τὰς δούλας δὲ καλέσας ἔξω, λοῦσαι προσέταξε καὶ περιαλεῖψαι | |
| νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν, | 583 |
| πορρωτέρω ἐνεγκούσας ἵνα μὴ ὁ Πρίαμος θεάσηται τὸν υἱόν, | |
| μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο | 584 |
| μὴ οὗτος μὲν λελυπημένῃ καρδίᾳ τὸν θρῆνον οὐκ ἐπίσχοι | |
| παῖδα ἰδών, Ἀχιλῆϊ δ' ὀρινθείη φίλον ἦτορ, | 585 |
| θεασάμενος τὸν υἱόν, τῷ Ἀχιλλεῖ δὲ παραχθείη ἡ προσφιλής ψυχὴ | |
| καί ἑ κατακτείνειε, Διὸς δ' ἀλίτηται ἐφετμάς. | 586 |
| καὶ φονεύσειεν αὐτόν, τοῦ Διὸς δὲ ἀθετήσειε τὰς ἐντολάς. | |
| τὸν δ' ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, | 587 |
| τοῦτον δὲ ἐπειδὴ αἱ δοῦλαι ἔλουσαν καὶ ἔχρισαν ἐλαίῳ, | |
| ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα, | 588 |
| περιέβαλον δὲ αὐτὸν φᾶρος περικαλλὲς καὶ χιτῶνα, | |
| αὐτὸς τόν γ' Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας, | 589 |
| αὐτὸς ὁ Ἀχιλλεὺς τοῦτον ἐπὶ τῶν(ῆς) δεμνίων (στρωμνῆς) ἔθηκε κουφίσας (ἄρας), | |
| σὺν δ' ἕταροι ἤειραν ἐϋξέστην ἐπ' ἀπήνην. | 590 |
| συνανεκούφισαν δὲ καὶ οἱ ἑταῖροι, ἐπὶ τὴν καλῶς εἰργασμένην ἅμαξαν. | |
| ᾤμωξέν τ' ἄρ' ἔπειτα, φίλον δ' ὀνόμηνεν ἑταῖρον· | 591 |
| στενάξας δὲ ἐβόησε μετὰ ταῦτα, καὶ τὸν ἀγαπητὸν φίλον ὠνόμασε λέγων. | |
| μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι | 592 |
| μή μοι, ὦ Πάτροκλε, ὀργίζου ἐὰν ἀκούσῃς, | |
| εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα | 593 |
| καίπερ ἐν Ἅιδου γε ὤν, ὅτι τὸν ἐνδοξότατον Ἕκτορα ἠλευθέρωσα | |
| πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα. | 594 |
| τῷ ἀγαπητῷ πατρί· ἐπειδὴ οὐκ ἀπρεπῆ λύτρα μοι ἔδωκε, | |
| σοὶ δ' αὖ ἐγὼ καὶ τῶνδ' ἀποδάσσομαι ὅσσ' ἐπέοικεν. | 595 |
| σοὶ δὲ ἐγὼ καὶ τούτων ἀπομερίσομαι, ὅσα προσήκει. | |
| ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς, | 596 |
| εἶπε δὴ καὶ εἰς τὴν σκηνὴν ὀπίσω ἐπορεύθη ὁ ἐνδοξότατος Ἀχιλλεύς, | |
| ἕζετο δ' ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη | 597 |
| ἐκάθισε δὲ ἐν καθέδρᾳ ποικιλωτάτῃ, ὅθεν ἀνέστη, | |
| τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον· | 598 |
| ἀπὸ τοῦ ἐξ ἐναντίας τοίχου· εἶπε δὲ πρὸς τὸν Πρίαμον λόγον. | |
| υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες, | 599 |
| ὁ υἱὸς μὲν οὖν σοι ἠλευθέρωται, ὦ γέρον, καθάπερ παρεκάλεις, | |
| κεῖται δ' ἐν λεχέεσσ'· ἅμα δ' ἠοῖ φαινομένηφιν | 600 |
| κεῖται δὲ ἐν τῇ στρωμνῇ, ἅμα δὲ τῇ ἡμέρᾳ φαινομένῃ | |
| ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου. | 601 |
| θεάσῃ σὺ ἄγων· νυνὶ δὲ μνημονεύσωμεν δείπνου, καὶ δειπνήσωμεν, | |
| καὶ γάρ τ' ἠΰκομος Νιόβη ἐμνήσατο σίτου, | 602 |
| καὶ γὰρ καὶ ἡ καλλίκομος Νιόβη ἐμνήσθη τροφῆς καὶ ἔφαγε, | |
| τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο | 603 |
| ᾗγε δώδεκα παῖδες ἐν τοῖς οἴκοις ἀπέθανον. | |
| ἓξ μὲν θυγατέρες, ἓξ δ' υἱέες ἡβώοντες. | 604 |
| ἓξ μὲν θυγατέρες, ἓξ δὲ υἱοὶ ἀκμάζοντες, | |
| τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ' ἀργυρέοιο βιοῖο | 605 |
| τούτους μὲν ὁ Ἀπόλλων ἐφόνευσεν ἀπὸ τοῦ ἀργυροῦ τόξου, | |
| χωόμενος Νιόβῃ, τὰς δ' Ἄρτεμις ἰοχέαιρα, | 606 |
| ὀργισθεὶς τῇ Νιόβῃ, ταύτας δέ, ἡ τοῖς ὀϊστοῖς χαίρουσα Ἄρτεμις, | |
| οὕνεκ' ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ· | 607 |
| διότι δὴ τῇ Λητοῖ ἐξισοῦτο τῇ ὡραιοτάτῃ· | |
| φῆ δοιὼ τεκέειν, ἣ δ' αὐτὴ γείνατο πολλούς· | 608 |
| ἔφη γὰρ δύο τεκεῖν, αὐτὴ δὲ ἔτεκε πολλούς, | |
| τὼ δ' ἄρα καὶ δοιώ περ ἐόντ' ἀπὸ πάντας ὄλεσσαν. | 609 |
| οὗτοι δὲ καίπερ ὄντες δύω, ἀπώλεσαν ἅπαντας· | |
| οἳ μὲν ἄρ' ἐννῆμαρ κέατ' ἐν φόνῳ, οὐδέ τις ἦεν | 610 |
| οὗτοι μὲν οὖν ἐννέα ἡμέρας ἔκειντο ἐν ᾧ τόπῳ ἐφονεύθησαν, οὐδέ τις ἦν | |
| κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων· | 611 |
| καταθάψαι, τὸν δῆμον δὲ λίθους ἐποίησεν ὁ υἱὸς τὸ Κρόνου, | |
| τοὺς δ' ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες. | 612 |
| τούτους δὲ τῇ δεκάτῃ ἔθαψαν οἱ ἐπουράνιοι θεοί, | |
| ἣ δ' ἄρα σίτου μνήσατ', ἐπεὶ κάμε δάκρυ χέουσα. | 613 |
| αὐτὴ δὲ τροφῆς ἐμνήσθη, ἐπειδὴ κέκμηκε δακρυρροῦσα· | |
| νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν | 614 |
| νῦν δέ που ἐν πέτραις ἐν ὄρεσιν, ἐρήμοις ἀνθρώπων, καὶ ἐν οἷς μόνος τις ἀναστρέφεται, | |
| ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς | 615 |
| ἐν Σιπύλῳ πόλει τῆς Λυδίας, ὅπου φασὶν εἶναι τὰς κοίτας (διατριβὰς) | |
| νυμφάων, αἵ τ' ἀμφ' Ἀχελώϊον ἐρρώσαντο, | 616 |
| τῶν θεῶν τῶν νυμφῶν, αἵτινες περὶ τὸ ὕδωρ τοῦ Ἀχελῴου ποταμοῦ ὠρχήσαντο ἐρρωμένως. | |
| ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει. | 617 |
| ἔνθα καίπερ οὖσα λίθος, ἐκ θεῶν λύπας πεπαίνει καὶ διαφέρει· | |
| ἀλλ' ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ | 618 |
| ἀλλ' ἄγε δὴ καὶ ἡμεῖς φροντίσωμεν, ἐνδοξότατε γέρον, | |
| σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα | 619 |
| τροφῆς· μετὰ ταῦτα δ᾽ ἂν κλαύσειας τὸν ἀγαπητὸν υἱὸν | |
| Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται. | 620 |
| ἀγαγὼν εἰς τὸ Ἴλιον, πολύκλαυστος δέ σοι ἔσται· | |
| ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς | 621 |
| εἶπε καὶ ἀναστὰς κριὸν λευκὸν ὁ ταχὺς Ἀχιλλεὺς | |
| σφάξ'· ἕταροι δ' ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον, | 622 |
| ἔσφαξε, οἱ ἑταῖροι δὲ ἐξέδερόν τε καὶ ἐνήργουν καλῶς καὶ κοσμίως, | |
| μίστυλλόν τ' ἄρ' ἐπισταμένως πεῖράν τ' ὀβελοῖσιν, | 623 |
| ἔκοψάν τε δὴ εἰς μικρὰ ἐμπείρως καὶ διεπερόνησαν τοῖς ὀβελοῖς, | |
| ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. | 624 |
| καὶ ὤπτησαν συνετῶς, καὶ ἐξείλκυσαν ἅπαντα· | |
| Αὐτομέδων δ' ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ | 625 |
| ὁ Αὐτομέδων δὲ ἄρτους λαβών, διαμερίσας ἐπέθηκε τῇ τραπέζῃ | |
| καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς. | 626 |
| ἐν περικαλλέσι κανισκίοις, τὰ κρέατα δὲ διεμέρισεν ὁ Ἀχιλλεύς· | |
| οἳ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. | 627 |
| οὗτοι δὲ ἐπὶ τὰ πρόχειρα(ως) κείμενα βρώματα τὰς χεῖρας ἔβαλλον· | |
| αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, | 628 |
| ἐπεὶ δὲ τῆς πόσεως καὶ βρώσεως τὸν ἔρωτα ἐπλήρωσαν, | |
| ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ' Ἀχιλῆα | 629 |
| ὁ μὲν ἔκ(ἀπό)γονος τοῦ Δαρδάνου Πρίαμος ἐθαύμαζε τὸν Ἀχιλλέα | |
| ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει· | 630 |
| ὅσος ἦν, καὶ οἷος· ἄντικρυς γὰρ θεοῖς ἦν ὅμοιος· | |
| αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς | 631 |
| τὸν ἔκγονον δὲ τοῦ Δαρδάνου Πρίαμον ἐθαύμαζεν ὁ Ἀχιλλεὺς | |
| εἰσορόων ὄψίν τ' ἀγαθὴν καὶ μῦθον ἀκούων. | 632 |
| θεώμενος αὐτὸν καὶ κατὰ ὄψιν ἀγαθόν, καὶ τὸν λόγον αὐτοῦ ἀκούων· | |
| αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες, | 633 |
| ἐπεὶ δὲ εὐφράνθησαν πρὸς ἀλλήλους ὁρῶντες, | |
| τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής· | 634 |
| πρὸς τοῦτον πρότερον εἶπεν ὁ θεοειδής γέρων Πρίαμος. | |
| λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη | 635 |
| κοίμησον νῦν με ὡς τάχος, ὦ ἐνδοξότατα τεθραμμένε, ὅπως ἂν ἤδη | |
| ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες· | 636 |
| καὶ ὕπνῳ ἡδίστῳ εὐφρανθῶμεν ὑπνώσαντες, | |
| οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν | 637 |
| οὔπω γὰρ ἐκάμυσαν οἱ ὀφθαλμοὶ ὑπὸ τοῖς ἐμοῖς βλεφάροις, | |
| ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν, | 638 |
| ἐξ οὗ ὑπὸ τῶν σῶν χειρῶν ἀπώλεσε τὴν ψυχὴν ὁ ἐμὸς υἱός· | |
| ἀλλ' αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω | 639 |
| ἀλλ' ἀεὶ στενάζω καὶ λύπας ἀναριθμήτους πεπαίνω | |
| αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον. | 640 |
| ἐν τῇ τῆς αὐλῆς εὐρυχωρίᾳ κυλιόμενος κατὰ τὴν γῆν. | |
| νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον | 641 |
| νυνὶ δὲ καὶ τροφῆς ἐγευσάμην, καὶ οἶνον θερμὸν | |
| λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην. | 642 |
| διὰ τοῦ λαιμοῦ καθῆκα καὶ ἐνέβαλον· πρότερόν γε μὴν οὐδὲν προηνεγκάμην. | |
| ἦ ῥ', Ἀχιλεὺς δ' ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε | 643 |
| εἶπε δή· ὁ Ἀχιλλεὺς δὲ τοῖς ἑταίροις καὶ ταῖς δούλαις προσέταξε, | |
| δέμνι' ὑπ' αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ | 644 |
| στρωμνὴν ὑπὸ τῇ προστόῳ ποιήσαι, καὶ περικαλλῆ ἱμάτια (στρώματα) βεβαμμένα | |
| πορφύρε' ἐμβαλέειν, στορέσαι τ' ἐφύπερθε τάπητας, | 645 |
| πορφυρᾶ ἐμβαλεῖν, καὶ στρῶσαι τάπητας ἄνωθεν, | |
| χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. | 646 |
| καὶ καλύπτρας ἐνθεῖναι ἁπαλὰς ἄνωθεν ὥστε εἰληθῆναι, καὶ περιβληθῆναι, | |
| αἳ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι, | 647 |
| αὗται δὲ ἐξήλθοσαν τοῦ οἴκου, φῶς ἐν χερσὶ κατέχουσαι, | |
| αἶψα δ' ἄρα στόρεσαν δοιὼ λέχε' ἐγκονέουσαι. | 648 |
| ταχέως δὲ ἔστρωσαν δύο κοίτας ἐνεργοῦσαι καὶ ποιοῦσαι. | |
| τὸν δ' ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 649 |
| πρὸς τοῦτον δὲ παραλογιζόμενος εἶπεν ο ταχύπους Ἀχιλλεύς. | |
| ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν | 650 |
| ἔξω μὲν οὖν κοιμήθητι, ἀγαπητέ γέρον· μή τις τῶν Ἑλλήνων | |
| ἐνθάδ' ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ | 651 |
| ἐνταῦθα ἀφίκηται γνωμοδότης, οἳ δή μοι ἀεὶ | |
| βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί· | 652 |
| βουλὰς ποιοῦνται παρακαθήμενοι, οἷα πρέπον ἐστί· | |
| τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν, | 653 |
| τούτων εἴ τις σε θεάσαιτο κατὰ τὴν ταχεῖαν σκοτεινὴν νύκτα, | |
| αὐτίκ' ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν, | 654 |
| παραχρῆμα ἂν ἀναγγείλας Ἀγαμέμνονι τῷ βασιλεῖ τοῦ στρατοῦ, | |
| καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται. | 655 |
| καὶ γένοιτ' ἂν ἀναβολὴ καὶ ὑπέρθεσις τῆς ἐλευθερίας τοῦ νεκροῦ. | |
| ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, | 656 |
| ἀλλ᾽ ἄγε εἰπέ μοι τοῦτο, καὶ ἀληθῶς ἑρμήνευσον· | |
| ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον, | 657 |
| πόσας ἡμέρας προθυμῇ ἐνταφιάζειν τὸν ἐνδοξότατον Ἕκτορα· | |
| ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω. | 658 |
| ἵν' ἐν τούτῳ ἐγώ τε παραμένω καὶ τὸν στρατὸν διακωλύω καὶ κατέχω. | |
| τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής· | 659 |
| πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνατο ὁ θεοειδής γέρων Πρίαμος· | |
| εἰ μὲν δή μ' ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ, | 660 |
| εἴ με δὴ βούλει ἐκτελέσαι ἐπιτάφια τῷ ἐνδοξοτάτῳ Ἕκτορι, | |
| ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης. | 661 |
| οὕτως ἂν μοι πράττων, ὦ Ἀχιλλεῦ, τὰ πρὸς χάριν ποιήσειας· | |
| οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δ' ὕλη | 662 |
| οἶδας γὰρ ὅτι κατὰ τὴν πόλιν ἐγκεκλείσμεθα· πόρρωθι δὲ ὁ δρυμὸς | |
| ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν. | 663 |
| ὥστε ἀγαγεῖν ἐκ τοῦ ὄρους· πάνυ δὲ οἱ Τρῷες φοβοῦνται· | |
| ἐννῆμαρ μέν κ' αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν, | 664 |
| ἐννέα μὲν οὖν ἡμέρας αὐτὸν ἐν τοῖς οἴκοις κλαίομεν ἂν, | |
| τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός, | 665 |
| τῇ δεκάτῃ δὲ θάπτοιμεν ἂν, καὶ ὁ λαὸς εὐωχοῖτο· | |
| ἑνδεκάτῃ δέ κε τύμβον ἐπ' αὐτῷ ποιήσαιμεν, | 666 |
| τῇ ἑνδεκάτῃ δὲ μνῆμα ἐπ᾿ αὐτῷ ποιήσαιμεν ἂν, | |
| τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη. | 667 |
| τῇ δωδεκάτῃ δὲ πολεμήσομεν εἰ ἔστιν ἀνάγκη· | |
| τὸν δ' αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· | 668 |
| πρὸς τοῦτον δὲ εἶπεν ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεύς· | |
| ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμ' ὡς σὺ κελεύεις· | 669 |
| ἔσται σοι καὶ ταῦτα, ὦ γέρον Πρίαμε, καθάπερ σὺ λέγεις· | |
| σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας. | 670 |
| ἐπισχήσω γὰρ καὶ διακωλύσω ἐπὶ τοσοῦτον χρόνον τὸν πόλεμον, ὅσον ἐκέλευσας. | |
| ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος | 671 |
| οὕτω δὴ εἰπὼν τὴν χεῖρα τοῦ γέροντος παρὰ τῷ καρπῷ | |
| ἔλλαβε δεξιτερήν, μή πως δείσει' ἐνὶ θυμῷ. | 672 |
| ἐκράτησε τὴν δεξιάν, ἵνα μὴ φοβηθῇ ἐν τῇ ψυχῇ. | |
| οἳ μὲν ἄρ' ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο | 673 |
| οὗτοι μὲν οὖν ἐν τῇ προστῴῳ τοῦ οἴκου αὐτόθι ἐκοιμήθησαν | |
| κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε' ἔχοντες, | 674 |
| ὅτε κῆρυξ καὶ ὁ Πρίαμος πυκνὰ καὶ συνετὰ βουλεύματα κατά διάνοιαν ἔχοντες. | |
| αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου· | 675 |
| ὁ Ἀχιλλεὺς δὲ ὕπνωσεν ἐν τῷ ἐνδοτέρῳ τῆς καλῶς εἰργασμένης σκηνῆς. | |
| τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος. | 676 |
| παρ' αὐτῷ δὲ ἡ τοῦ Βρισέως θυγάτηρ ἡ περικαλλής κατεκλίθη. | |
| ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ | 677 |
| οἱ ἄλλοι μὲν οὖν θεοὶ καὶ πολεμισταὶ ἄνδρες | |
| εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· | 678 |
| ὑπνῶττον δι' ὅλης τῆς νυκτός, ἁπαλῷ ὕπνῳ κεκρατημένοι· | |
| ἀλλ' οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν | 679 |
| ἀλλ᾽ οὐ τὸν πολυωφελῆ Ἑρμῆν ὕπνος κατελάμβανε, | |
| ὁρμαίνοντ' ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα | 680 |
| δαινούμενον κατά ψυχὴν ὅπως Πρίαμον τὸν βασιλέα, | |
| νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς. | 681 |
| τῶν νεῶν ἐκπέμψειε καὶ ἀπαγάγοιεν, λαθὼν τοὺς ἱεροὺς φύλακας τῶν πυλῶν, | |
| στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· | 682 |
| ἔστη δὲ ὑπεράνω τῆς κεφαλῆς καὶ εἶπε πρὸς αὐτὸν λόγον· | |
| ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθ' εὕδεις | 683 |
| ὦ γέρον, οὐδέν σοι ἐν φροντίδι ἐστὶ τὸ δεινόν· ὢ πῶς ἔτι καθεύδεις | |
| ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σ' εἴασεν Ἀχιλλεύς. | 684 |
| ἐν πολεμίοις ἀνδράσιν, ἐπειδή σε εἴασε ζῆν ὁ Ἀχιλλεύς, | |
| καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δ' ἔδωκας· | 685 |
| καὶ νῦν μὲν τὸν ἀγαπητὸν υἱὸν ἐλυτρώσω, πολλὰ δὲ ἔδωκας, | |
| σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα | 686 |
| σοῦ δὲ ζῶντος, καὶ τρὶς τοσαῦτα δοῖεν ἂν λύτρα | |
| παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κ' Ἀγαμέμνων | 687 |
| οἱ μετὰ ταῦτά σοι ὑπολειφθέντες ὑοί, ἐὰν Ἀγαμέμνων | |
| γνώῃ σ' Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί. | 688 |
| ἐπίστηταί σε ὁ τοῦ Ἀτρέως, γνῶσι δὲ καὶ πάντες οἱ Ἕλληνες. | |
| ὣς ἔφατ', ἔδεισεν δ' ὃ γέρων, κήρυκα δ' ἀνίστη. | 689 |
| οὕτως εἶπεν· ἐφοβήθη δὲ ὁ γέρων, τὸν κήρυκα δὲ ἀνέστησε, | |
| τοῖσιν δ' Ἑρμείας ζεῦξ' ἵππους ἡμιόνους τε, | 690 |
| τούτοις δὲ Ἑρμῆς ἔζευξε τοὺς ἵππους καὶ τὰς ἡμιόνας, | |
| ῥίμφα δ' ἄρ' αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω. | 691 |
| ταχέως δὲ αὐτὸς ἦγε κατὰ τὸν στρατόν, οὐδέ τις ἐνόησεν, | |
| ἀλλ' ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο | 692 |
| ἀλλ᾽ ὁπηνίκα δὴ ἀφίκοντο εἰς τὴν διάβασιν τοῦ καλῶς ῥέοντος ποταμοῦ, | |
| Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, | 693 |
| - | |
| Ἑρμείας μὲν ἔπειτ' ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, | 694 |
| ὁ μὲν Ἑρμῆς μετὰ ταῦτα ἀπῆλθεν εἰς τὸν ὑψηλὸν οὐρανόν· | |
| Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν, | 695 |
| ἡ ἡμέρα δὲ ἡ τὸ κροκοειδὲς ἱμάτιον ἔχουσα διεχύθη ἐπὶ πᾶσαν τὴν γῆν, | |
| οἳ δ' εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε | 696 |
| οὗτοι δὲ εἰς τὴν πόλιν ἤλαυνον σὺν στεναγμῷ καὶ θρήνῳ | |
| ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος | 697 |
| τοὺς ἵππους, αἱ ἡμίονοι δὲ τὸν νεκρὸν ἔφερον, οὐδέ τις ἄλλος | |
| ἔγνω πρόσθ' ἀνδρῶν καλλιζώνων τε γυναικῶν, | 698 |
| ἐνόησε πρότερον τῶν τε ἀνδρῶν καὶ τῶν περικαλλεῖς ζώνας ἐχουσῶν γυναικῶν, | |
| ἀλλ' ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ | 699 |
| ἀλλὰ ἡ Κασσάνδρα ἡ ὁμοία τῇ χρυσῇ Ἀφροδίτῃ, | |
| Πέργαμον εἰσαναβᾶσα φίλον πατέρ' εἰσενόησεν | 700 |
| ἀναβᾶσα εἰς τὴν ἀκρόπολιν τὸν ἀγαπητὸν πατέρα ἐθεάσατο | |
| ἑσταότ' ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην· | 701 |
| ἑστῶτα ἐπὶ τοῦ ὀχήματος, καὶ τὸν κήρυκα τὸν κατὰ τὴν πόλιν βοῶντα, | |
| τὸν δ' ἄρ' ἐφ' ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι· | 702 |
| τοῦτον δὲ ἐπὶ τῶν ἡμιόνων ἐθεάσατο κείμενον ἐν τῇ στρωμνῇ· | |
| κώκυσέν τ' ἄρ' ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ· | 703 |
| ὠλόλυξε γοῦν μετὰ ταῦτα καὶ ἐφώνησε κατὰ πᾶσαν τὴν πόλιν. | |
| ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορ' ἰόντες, | 704 |
| ἴδετε, ὦ Τρῷες, καὶ Τρῳάδες, τὸν Ἕκτορα ἐλθόντες, | |
| εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι | 705 |
| εἴποτε καὶ ζῶντι ἐκ τῆς μάχης ὑποστρέψαντι | |
| χαίρετ', ἐπεὶ μέγα χάρμα πόλει τ' ἦν παντί τε δήμῳ. | 706 |
| ἐχαίρετε· ἐπειδὴ μεγάλη χαρὰ τῇ τε πόλει ἦν καὶ παντὶ τῷ δήμῳ. | |
| ὣς ἔφατ', οὐδέ τις αὐτόθ' ἐνὶ πτόλεϊ λίπετ' ἀνὴρ | 707 |
| οὕτως εἶπεν οὐδέ τις αὐτόθι ἐν τῇ πόλει ἀνὴρ ὑπελείφθη | |
| οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος· | 708 |
| οὐδὲ γυνή· πάντας γὰρ ἀκάθεκτον πένθος κατέλαβε, | |
| ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι. | 709 |
| ἐγγὺς δὲ τῶν πυλῶν συνέβαλον ἄγοντι τὸν νεκρόν· | |
| πρῶται τόν γ' ἄλοχός τε φίλη καὶ πότνια μήτηρ | 710 |
| πρῶται αὐτῷ ἡ ἀγαπητὴ γαμετὴ καὶ σεβαστὴ μήτηρ | |
| τιλλέσθην ἐπ' ἄμαξαν ἐΰτροχον ἀΐξασαι | 711 |
| τὰς τρίχας ἀνέσπων, ἐπὶ τὴν εὐπετῶς τρέχουσαν (καλούς τρόχους ἔχουσαν) ἅμαξαν ὁρμήσασαι, | |
| ἁπτόμεναι κεφαλῆς· κλαίων δ' ἀμφίσταθ' ὅμιλος. | 712 |
| ἁπτόμεναι τῆς κεφαλῆς, κλαίων δὲ περιίστατο ὁ λαός. | |
| καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα | 713 |
| καὶ δὴ ἂν πᾶσαν τὴν ἡμέραν μέχρι τῆς καταδύσεως τοῦ ἡλίου | |
| Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων, | 714 |
| τὸν Ἕκτορα κλαίοντες ἐθρήνουν, ἔμπροσθεν τῶν πυλῶν, | |
| εἰ μὴ ἄρ' ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα· | 715 |
| εἰ μὴ ἄρα ἐκ τοῦ ὀχήματος ὁ γέρων ἐν τῷ πλήθει εἶπεν· | |
| εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα | 716 |
| ὑποχωρήσατέ μοι τοῖς ἡμίοσι διελθεῖν, μετὰ ταῦτα δὲ | |
| ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ. | 717 |
| ἐμπλησθήσεσθε κλαυθμοῦ, ἐπὰν ἀγάγοιμι αὐτὸν εἰς τὸν οἶκον. | |
| ὣς ἔφαθ', οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ. | 718 |
| οὕτως εἶπεν· οὗτοι δὲ διεχωρίσθησαν καὶ ὑπεχώρησαν τῇ ἁμάξῃ, | |
| οἳ δ' ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα | 719 |
| οὗτοι δὲ ἐπειδὴ εἰσήγαγον εἰς τὰ ἔνδοξα οἰκήματα, τοῦτον μὲν μετὰ ταῦτα | |
| τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δ' εἷσαν ἀοιδοὺς | 720 |
| ἐν τοῖς τετρημένοις λέχεσιν ἔθηκαν· παρεκάθισαν δὲ θρηνῳδούς, | |
| θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν | 721 |
| οἳ τῶν θρήνων ἡγοῦνται καὶ τῆς τῶν στεναγμῶν ᾠδῆς· | |
| οἳ μὲν ἄρ' ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες. | 722 |
| οὗτοι μὲν οὖν ἐθρήνουν, ἐπεστέναζον δὲ αἱ γυναῖκες· | |
| τῇσιν δ' Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο | 723 |
| ταύταις δὲ ἡ λευκοβραχίων Ἀνδρομάχη ἡγεῖτο τοῦ θρήνου, | |
| Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα· | 724 |
| τοῦ ἀνδροκτόνου Ἕκτορος τὴν κεφαλὴν ἐν ταῖς χερσὶν ἔχουσα. | |
| ἆνερ ἀπ' αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην | 725 |
| ὦ ἄνερ, νέος ἐξεκόπης τῆς ζωῆς, ἐμὲ δὲ χήραν | |
| λείπεις ἐν μεγάροισι· πάϊς δ' ἔτι νήπιος αὔτως | 726 |
| καταλείπεις ἐν τοῖς οἴκοις, ὁ παῖς δ' ἔτι βρέφος οὕτως ἐστίν, | |
| ὃν τέκομεν σύ τ' ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω | 727 |
| ὃν ἐγεννήσαμεν σύ τε καὶ ἐγὼ οἱ δυστυχεῖς καὶ ἄθλιοι, οὐδὲ οἴομαι αὐτὸν | |
| ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατ' ἄκρης | 728 |
| εἰς ἡλικίαν ἐλεύσεσθαι· πρότερον γὰρ ἥδε ἡ πόλις κατά κορυφῆς (κατακράτος) | |
| πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν | 729 |
| ἐκπορθήσεται. ὄντως γὰρ ἐφθάρης ὁ ἔφορος καὶ φύλαξ σύ, ὃς αὐτὴν | |
| ῥύσκευ, ἔχες δ' ἀλόχους κεδνὰς καὶ νήπια τέκνα, | 730 |
| ἔσωζες, κατεῖχες δὲ καὶ συνετήρεις τὰς σεμνὰς γαμετὰς καὶ τὰ νεογνὰ τέκνα | |
| αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι, | 731 |
| αἳ δή σοι ταχέως ἐν ταῖς κοίλαις ναυσὶν ἐποιχήσονται καὶ ἐν αὐτοῖς πορεύσονται, | |
| καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δ' αὖ τέκος ἢ ἐμοὶ αὐτῇ | 732 |
| καὶ δὴ καὶ ἐγὼ μετὰ τούτων· σὺ δέ, ὦ τέκνον, ἢ ἐμοὶ αὐτῇ | |
| ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο | 733 |
| ἀκολουθήσεις, ὅπου ἔργα ἀπρεπῆ ἐργάζοιο ἂν | |
| ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν | 734 |
| ταλαιπωρῶν ἔμπροσθεν κυρίου ἀπηνοῦς, ἤ τις τῶν Ἑλλήνων | |
| ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον | 735 |
| ῥιπτήσει, ἀπὸ τῆς χειρὸς κρατήσας, ἐκ τοῦ πύργου (τείχους) θάνατον χαλεπὸν | |
| χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ | 736 |
| ὀργιζόμενος· ᾧτινι δή που ἢ ἀδελφὸν ἀπέκτεινεν ὁ Ἕκτωρ | |
| ἢ πατέρ' ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν | 737 |
| ἢ πατέρα ἢ καὶ υἱὸν· ἐπειδὴ πάνυ πολλοὶ τῶν Ἑλλήνων | |
| Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας. | 738 |
| ἐν ταῖς παλάμαις τοῦ Ἕκτορος τοῖς ὀδοῦσιν ἔλαβον τὸ μέγα ἔδαφος, | |
| οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ· | 739 |
| οὐ γὰρ προσηνὴς καὶ ἥμερος ἦν ὁ σὸς πατὴρ ἐν τῇ χαλεπῇ μάχῃ, | |
| τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ, | 740 |
| δι᾿ ὃ καὶ οἱ λαοὶ μὲν θρηνοῦσιν αὐτὸν ἐν τῇ πόλει, | |
| ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας | 741 |
| ἐπιβλαβὲς δὲ καὶ ἐπάρατον πένθος καὶ θρῆνον ἐποίησας τοῖς γονεῦσιν, | |
| Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά. | 742 |
| ὦ Ἕκτωρ, ἐμοὶ δὲ μᾶλλον καταλειφθήσονται λύπαι χαλεπαί· | |
| οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας, | 743 |
| οὐ γὰρ μοι ἀποθνήσκων ἐκ τῆς στρωμνῆς τὰς χεῖρας ἐξέτεινας, | |
| οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ | 744 |
| οὐδέ τινά μοι εἶπας λόγον πυκνὸν καὶ συνετὸν οὗ γ᾽ ἂν ἀεὶ | |
| μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα. | 745 |
| ἐν μνήμῃ ἔχοιμι, νύκτωρ καὶ μεθημέραν δακρύουσα· | |
| ὣς ἔφατο κλαίουσ', ἐπὶ δὲ στενάχοντο γυναῖκες. | 746 |
| οὕτως εἶπε κλαίουσα, ἐπεστέναζον δὲ αἱ γυναῖκες· | |
| τῇσιν δ' αὖθ' Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο· | 747 |
| ταύταις δὲ πάλιν Ἑκάβη συχνοῦ θρήνου ἡγεῖτο· | |
| Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων, | 748 |
| ὦ Ἕκτορ, πολλῷ προσφιλέστατε πάντων τῶν υἱῶν τῇ ἐμῇ ψυχῇ, | |
| ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν· | 749 |
| ὄντως μέν μοι ὅτε ἔζης προσφιλὴς ἐτύγχανες τοῖς θεοῖς· | |
| οἳ δ' ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ. | 750 |
| οὗτοι δέ σου ἐφρόντιζον καὶ ἐν τῇ μοίρᾳ γε τοῦ θανάτου· | |
| ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς | 751 |
| τοὺς ἄλλους μὲν γὰρ ἐμοὺς υἱοὺς ὁ ταχύπους Ἀχιλλεὺς | |
| πέρνασχ' ὅν τιν' ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο, | 752 |
| ἐπέρα καὶ διεβίβαζεν ὅντινα ἐλάμβανεν, πέραν τῆς ἀκαταπονήτου (ἀκάρπου) θαλάσσης | |
| ἐς Σάμον ἔς τ' Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν· | 753 |
| εἰς τὴν Σάμον, καὶ εἰς τὴν Ἴμβρον, καὶ τὴν Λῆμνον τὴν ἀπρόσμικτον (ὀμιχλώδη)· | |
| σεῦ δ' ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ, | 754 |
| σοῦ δὲ ἐπειδὴ ἐξείλετο τὴν ψυχὴν ἐπιμήκει σιδήρῳ, | |
| πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ' ἑτάροιο | 755 |
| πολλάκις ἐπέσυρε περὶ τὸ μνῆμα τοῦ ἑαυτοῦ ἑταίρου | |
| Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδ' ὧς. | 756 |
| Πατρόκλου, ὃν ἀπέκτεινας, οὐδὲ οὕτως δὲ αὐτὸν ἀνέστησε· | |
| νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι | 757 |
| νυνὶ δὲ μοι ἔνδροσος καὶ χλωρὸς ἐν τοῖς οἴκοις | |
| κεῖσαι, τῷ ἴκελος ὅν τ' ἀργυρότοξος Ἀπόλλων | 758 |
| κεῖσαι, τούτῳ ὅμοιος, ὅν ὁ καλλίτοξος Ἀπόλλων | |
| οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν. | 759 |
| τοῖς ἑαυτοῦ πραέσι βέλεσιν ἐπελθὼν ἐφόνευσεν. | |
| ὣς ἔφατο κλαίουσα, γόον δ' ἀλίαστον ὄρινε. | 760 |
| οὕτως εἶπε κλαίουσα, θρῆνον δὲ ἄπαυστον ἤγειρε· | |
| τῇσι δ' ἔπειθ' Ἑλένη τριτάτη ἐξῆρχε γόοιο· | 761 |
| ταύταις δὲ πάλιν Ἑλένη τρίτη θρήνου ἡγεῖτο· | |
| Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων, | 762 |
| ὦ Ἕκτορ· τῇ ἐμῇ ψυχῇ πολλῷ προσφιλέστατε πάντων τῶν ἀνδραδέλφων, | |
| ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής, | 763 |
| ὄντως μέν μοι ἀνὴρ ἐστιν Ἀλέξανδρος ὁ θείαν μορφὴν ἔχων, | |
| ὅς μ' ἄγαγε Τροίηνδ'· ὡς πρὶν ὤφελλον ὀλέσθαι. | 764 |
| ὅς με ἤγαγεν εἰς τὴν Τροίαν, ὡς εἴθε πρὶν ὦφλε φθαρῆναι, | |
| ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν | 765 |
| ἤδη γάρ μοι νῦν τοῦτο εἰκοστὸν ἔτος ἐστίν, | |
| ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης· | 766 |
| ἐξ οὗ ἐκεῖθεν ἀνεχώρησα, καὶ τῆς ἐμῆς ἀπῆλθον πατρίδος· | |
| ἀλλ' οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ' ἀσύφηλον· | 767 |
| ἀλλ᾿ οὐδαμῶς σοῦ γε ἤκουσα λόγον κακόν, οὐδὲ ἀπαίδευτον, | |
| ἀλλ' εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι | 768 |
| ἀλλ᾽ εἴ τις μὲν καὶ ἄλλος ἐν τοῖς οἴκοις ἐλοιδόρει | |
| δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων, | 769 |
| τῶν ἀνδραδέλφων, ἢ τῶν ἀνδραδέλφων, ἢ τῶν εὐειματουσῶν συννύμφων, | |
| ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί, | 770 |
| ἢ ἡ πενθερὰ· ὁ γάρ τοι πενθερὸς ἀεὶ προσηνὴς καὶ πρᾶός ἐστιν, ὥσπερ πατὴρ, | |
| ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες | 771 |
| ἀλλὰ σὺ τοῦτον λόγοις παραινέσας διεκώλυες καὶ κατεῖχες | |
| σῇ τ' ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι. | 772 |
| τῇ σῇ φιλοφροσύνῃ καὶ τοῖς σοῖς ἡμέροις καὶ προσηνέσι λόγοις. | |
| τὼ σέ θ' ἅμα κλαίω καὶ ἔμ' ἄμμορον ἀχνυμένη κῆρ· | 773 |
| δι' ὃ σέ τε ἅμα κλαίω καὶ ἐμὲ τὴν δυστυχῆ, λυπουμένη κατά ψυχήν· | |
| οὐ γάρ τίς μοι ἔτ' ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ | 774 |
| οὐδεὶς γάρ μοι ἔτι ἄλλος ἐν τῇ εὐρυχώρῳ Τροίᾳ | |
| ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν. | 775 |
| πρᾶος, οὐδὲ φίλος, πάντες δέ με μισοῦσι καὶ ἀπεχθῶς ὁρῶσιν. | |
| ὣς ἔφατο κλαίουσ', ἐπὶ δ' ἔστενε δῆμος ἀπείρων. | 776 |
| οὕτως εἶπε κλαίουσα, ἐπεστέναζε δὲ ὁ πλεῖστος λαός, | |
| λαοῖσιν δ' ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν· | 777 |
| ἐν τῷ πλήθει δὲ Πρίαμος ὁ γέρων εἶπε λόγον· | |
| ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ | 778 |
| ἀγάγετε νῦν, ὦ Τρῷες, ξύλα εἰς τὴν πόλιν, μηδέ τι ἐν τῇ ψυχῇ | |
| δείσητ' Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς | 779 |
| φοβηθῆτε λόχον πυκνὸν τῶν Ἑλλήνων· ὄντως γὰρ ὁ Ἀχιλλεὺς | |
| πέμπων μ' ὧδ' ἐπέτελλε μελαινάων ἀπὸ νηῶν | 780 |
| ἀποπέμπων μὲν δεῦρο ἀπὸ τῶν μελαίνων νεῶν ὑπισχνεῖτο | |
| μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς. | 781 |
| μὴ πρότερον βλάψειν, πρὶν ἂν δωδεκάτῃ ἡμέρᾳ ἀφίκηται· | |
| ὣς ἔφαθ', οἳ δ' ὑπ' ἀμάξῃσιν βόας ἡμιόνους τε | 782 |
| οὕτως εἶπεν. οὗτοι δὲ ὑπὸ ταῖς ἁμάξαις τοὺς βόας καὶ τοὺς ἡμιόνους | |
| ζεύγνυσαν, αἶψα δ' ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο. | 783 |
| ἐζεύγνυσαν· ταχέως δὲ μετὰ ταῦτα πρὸ τῆς πόλεως συνηθροίσθησαν· | |
| ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην· | 784 |
| ἐννέα μὲν οὖν ἡμέρας οὔτοι συνῆγον πολλὰ ξύλα, | |
| ἀλλ' ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς, | 785 |
| ἀλλ' ὁπηνίκα δὴ ἐφάνη ἡ δεκάτη ἡμέρα ἡ τὸ φῶς τοῖς ἀνθρώποις παρεχομένη, | |
| καὶ τότ' ἄρ' ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες, | 786 |
| καὶ τότε δὴ ἐξήνεγκαν τὸν εὔτολμον Ἕκτορα δακρύοντες, | |
| ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δ' ἔβαλον πῦρ. | 787 |
| ἐν τῷ ἐσχάτῳ (μέσῳ) δὲ τῆς πυρᾶς τὸν νεκρὸν κατέθηκαν, ἐνέβαλον δὲ πῦρ· | |
| ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, | 788 |
| ἡνίκα δὲ ἐφάνη ἡ τὸν ὄρθρον γεννῶσα ῥοδόχρους καὶ περικαλλὴς ἡμέρα, | |
| τῆμος ἄρ' ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός. | 789 |
| τηνικαῦτα δὴ περὶ τὴν πυρκαϊὰν τοῦ ἐνδόξου Ἕκτορος ἠθροίσθη ὁ λαός· | |
| αὐτὰρ ἐπεί ῥ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο | 790 |
| ἐπεὶ δὲ συνήλθοσαν καὶ ἀθρόοι ἐγένοντο, | |
| πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ | 791 |
| πρῶτον μὲν τὴν πυρκαϊὰν κατέσβεσαν οἴνῳ θερμῷ | |
| πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα | 792 |
| πᾶσαν, ὅσον περιέσχεν ἡ δύναμις τοῦ πυρός, μετὰ ταῦτα δὲ | |
| ὀστέα λευκὰ λέγοντο κασίγνητοί θ' ἕταροί τε | 793 |
| τὰ λευκὰ ὀστᾶ συνέλεγον οἱ ἀδελφοὶ καὶ ἑταῖροι | |
| μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν. | 794 |
| κλαίοντες, ἀκμαῖον δὲ δάκρυον κατεχεῖτο ἐκ τῶν παρειῶν (γνάθων). | |
| καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες | 795 |
| καὶ ταῦτα μὲν εἰς χρυσῆν θήκην ἔθηκαν λαβόντες, | |
| πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν. | 796 |
| πέπλοις (ἱματίοις) πορφυροῖς μαλακοῖς περικαλύψαντες· | |
| αἶψα δ' ἄρ' ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε | 797 |
| ταχέως δὲ εἰς βαθύ ὄρυγμα κατέθηκαν, ἄνωθεν δὲ | |
| πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι· | 798 |
| λίθοις πυκνοῖς κατέστρωσαν εὐμεγέθεσιν, | |
| ῥίμφα δὲ σῆμ' ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ, | 799 |
| εὐθέως δὲ μνῆμα ἔχεαν, πανταχοῖ δὲ κατάσκοποι περικαθῆντο | |
| μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί. | 800 |
| ἵνα μὴ πρότερον ἐφορμήσειαν οἱ εὔοπλοι Ἕλληνες· | |
| χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα | 801 |
| χέαντες δὲ τὸ μνῆμα εἰς τοὐπίσω ἐπορεύθησαν· μετὰ ταῦτα δὲ | |
| εὖ συναγειρόμενοι δαίνυντ' ἐρικυδέα δαῖτα | 802 |
| καλῶς συναθροισθέντες εὐωχοῦντο πολυτελῆ καὶ περίδοξον εὐωχίαν | |
| δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος. | 803 |
| ἐν τοῖς οἴκοις τοῦ Πριάμου, τοῦ ἐνδοξότατα τεθραμμένου βασιλέως. | |
| ὣς οἵ γ' ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο. | 804 |
| οὕτως οὗτοι περιεῖπον, καὶ διενήργουν τὸ ἐπιτάφιον δεῖπνον τοῦ ἱππικοῦ καὶ πολεμικοῦ Ἕκτορος. | |