Vasile Stancu

The ILIAD




Book XXIII

Homeric text & Koine Greek paraphrase by Theodorus Gaza


ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ001
οὕτως οὗτοι μὲν ἐστέναζον καὶ ἐθρήνουν ἐν τῇ πόλει· οἱ Ἕλληνες δὲ

ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,002
ἐπειδὴ παρὰ τὰς ναῦς καὶ τὸν Ἑλλήσποντον ἀφίκοντο,

οἳ μὲν ἄρ' ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,003
οἱ μὲν ἄλλοι διεμερίσθησαν ἕκαστος ἐπὶ τὴν ἑαυτοῦ ναῦν.

Μυρμιδόνας δ' οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,004
τοὺς Μυρμιδόνας δὲ οὐκ ἠφίει ὁ Ἀχιλλεὺς ἀποχωρίζεσθαι·

ἀλλ' ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα· 005
ἀλλ᾽ οὗτός γε ἐν τοῖς ἑαυτοῦ φίλοις τοῖς πολεμικοῖς καὶ ἀνδρείοις ἔλεγεν·

Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι006
ὦ Μυρμιδόνες ταχεῖς ἔχοντες ἵππους· ἐμοὶ δεξιοὶ καὶ εὐάρμοστοι φίλοι,

μὴ δή πω ὑπ' ὄχεσφι λυώμεθα μώνυχας ἵππους,007
μήπω δὴ ὑπὸ τοῖς ὀχήμασιν ἀπολύσωμεν τοὺς μονώνυχας ἵππους·

ἀλλ' αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες008
ἀλλὰ σὺν τοῖς ἵπποις, καὶ τοῖς ἅρμασι πλησίον· ἐλθόντες

Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.009
κλαίωμεν τὸν Πάτροκλον· τοῦτο γὰρ ὑπάρχει τιμὴ τῶν τεθνεώτων.

αὐτὰρ ἐπεί κ' ὀλοοῖο τεταρπώμεσθα γόοιο, 010
ἐπειδὰν δὲ τοῦ ὀλεθρίου θρήνου ἀπολαύσωμεν,

ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.011
τοὺς ἵππους ἀπολύσαντες δειπνήσομεν ἐνταῦθα πάντες·



ὣς ἔφαθ', οἳ δ' ᾤμωξαν ἀολλέες, ἦρχε δ' Ἀχιλλεύς.012
οὕτως εἶπεν· αὐτοὶ δὲ ᾤμωξαν συνηθροισμένοι· ἡγεῖτο δὲ τῆς οἰμωγῆς ὁ Ἀχιλλεύς·

οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους013
οὗτοι δὲ τρὶς περὶ τὸν νεκρὸν περιήγαγον τοὺς καλλίτριχας ἵππους

μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.014
κλαίοντες· ἐν αὐτοῖς δὲ θρήνου ἐπιθυμίαν διήγειρεν ἡ Θέτις·

δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν 015
ἐβρέχετο ἡ ἄμμος, ἐβρέχοντο τὰ ὅπλα τῶν ἀνδρῶν

δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.016
ὑπὸ τῶν δακρύων. τοιοῦτον γὰρ ἐπιστήμονα τοῦ πολέμου ἐπόθουν·

τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο017
ἐν τούτοις δὲ ὁ τοῦ Πηλέως ἡγεῖτο θρήνου οἰκτροῦ καὶ ἀθρόου,

χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·018
τὰς ἀνδροκτόνους χεῖρας ἐπιθεὶς ἐν τοῖς στήθεσι τοῦ φίλου.

χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·019
χαῖρέ μοι, ὦ Πάτροκλε, καὶ ἐν τοῖς οἴκοις τοῦ Ἅιδου.

πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην 020
πάντα γὰρ ἤδη σοι πληρώσω, ἃ πρότερον ὑπεσχόμην,

Ἕκτορα δεῦρ' ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,021
τὸν Ἕκτορα ἐνθάδε ἑλκύσας δώσειν τοῖς κυσὶν ὠμῶς ἀπομερίσασθαι καὶ καταφαγεῖν.

δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν022
δώδεκα δὲ ἔμπροσθεν τῆς πυρᾶς ἀποκεφαλίσω

Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.023
λαμπροὺς υἱοὺς τῶν Τρῴων ἕνεκα σοῦ ἀναιρεθέντος ὀργισθείς.



ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα024
εἶπε δή, καὶ τὸν ἐνδοξότατον Ἕκτορα εἰργάζετο ἔργα ἀπρεπῆ,

πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας 025
κατὰ πρόσωπον παρὰ τῇ στρωμνῇ τοῦ υἱοῦ τοῦ Μενοιτίου ἐκτείνας

ἐν κονίῃς· οἳ δ' ἔντε' ἀφωπλίζοντο ἕκαστος026
ἐν τοῖς χώμασιν. οὗτοι δὲ ἅπαντες τὰ ὅπλα ἀπεδύοντο

χάλκεα μαρμαίροντα, λύον δ' ὑψηχέας ἵππους,027
τὰ τῷ σιδήρῳ περιλάμποντα· ἔλυον δὲ τοὺς ὑψαύχενας ἵππους.

κὰδ δ' ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο028
ἐκάθιζον δὲ παρὰ τῇ νηὶ τοῦ ταχύποδος Ἀχιλλέως

μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.029
πλεῖστοι· οὗτος δὲ αὐτοῖς τὸ ἐπιτάφιον δεῖπνον παρεσκεύαζε.

πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ 030
πολλοὶ μὲν οὖν βόες εἰλίποδες (λευκοί, πίονες) ἐμυκῶντο περὶ τὸν σίδηρον

σφαζόμενοι, πολλοὶ δ' ὄϊες καὶ μηκάδες αἶγες·031
ἀναιρούμενοι· πολλὰ δὲ πρόβατα καὶ αἶγες τοκάδες.

πολλοὶ δ' ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ032
πολλοὶ δὲ λευκόδοντες χοῖροι θάλλοντες λίπει

εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·033
ἀποκαιόμενον τὰς τρίχας ἐξετείνοντο διὰ τῆς φλογὸς τοῦ πυρός·

πάντῃ δ' ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.034
πανταχοῦ δὲ περὶ τὸν νεκρὸν αἷμα ἔρρει τοσοῦτον ὥστε κοτύλῃ ἀρύσασθαι.



αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα 035
τὸν δέ γε ταχύποδα υἱὸν τοῦ Πηλέως τὸν βασιλέα,

εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν036
πρὸς τὸν Ἀγαμέμνονα τὸν ἔνδοξον ἦγον οἱ βασιλεῖς τῶν Ἑλλήνων

σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.037
μετὰ σπουδῆς, παρηγοροῦντες καὶ πείθοντες τὴν ψυχὴν αὐτοῦ, ὀργιζομένην ἕνεκα τοῦ φίλου.

οἳ δ' ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,038
οὗτοι δὲ ἐπειδὴ πορευόμενοι ἀφίκοντο εἰς τὴν σκηνὴν τοῦ Ἀγαμέμνονος,

αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν039
παραχρῆμα τοῖς ὀξυφώνοις κήρυξιν ἐπέταξαν

ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν 040
στῆσαι ἐν τῷ πυρὶ λέβητα μέγαν, εἰ καταπείσειεν

Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.041
τὸν τοῦ Πηλέως λούσασθαι καὶ ἀπονίξαι τὸν ἐκ τοῦ αἵματος λύθρον.

αὐτὰρ ὅ γ' ἠρνεῖτο στερεῶς, ἐπὶ δ' ὅρκον ὄμοσσεν·042
οὗτος δὲ ἐξηρνεῖτο ὁλοσχερῶς, καὶ ὅρκον ἐπώμοσεν·

οὐ μὰ Ζῆν', ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,043
οὐ μὰ τὸν Δία, ὅστις ἐστὶ τιμιώτατος καὶ ἰσχυρότατος τῶν Θεῶν,

οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι044
οὐχ ὅσιόν ἐστι λουτρὰ παραγενέσθαι πλησίον τῆς κεφαλῆς,

πρίν γ' ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι 045
πρὶν θεῖναι τὸν Πάτρακλον ἐν τῷ πυρὶ καὶ μνῆμα ἐπιχέαι

κείρασθαί τε κόμην, ἐπεὶ οὔ μ' ἔτι δεύτερον ὧδε046
καὶ ἀποκόψαι τὴν κόμην· ἐπειδὴ οὐκέτι μου αὖθις οὕτω

ἵξετ' ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.047
λύπη καταλήψεται τὴν καρδίαν, ἕως ἂν ἐν τοῖς ζῶσιν ὑπάρχω.

ἀλλ' ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·048
ἀλλὰ νυνὶ μὲν τῇ μισητῇ πεισθῶμεν εὐωχίᾳ.

ἠῶθεν δ' ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον049
ἕωθεν δὲ πρότρεψον, ὦ βασιλεῦ τοῦ στρατοῦ Ἀγάμεμνον,

ὕλην τ' ἀξέμεναι παρά τε σχεῖν ὅσσ' ἐπιεικὲς 050
ξύλα τε ἄξειν καὶ παρασχεῖν ὡς ἔστιν εἰκὸς

νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,051
ἔχοντα τὸν νεκρὸν πορεύεσθαι ἐπὶ τὸν ζόφον τὸν σκοτεινόν,

ὄφρ' ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ052
ὅπως τοῦτον μὲν κατακαύσῃ τὸ ἀκαταπόνητον πῦρ καὶ ποιήσῃ

θᾶσσον ἀπ' ὀφθαλμῶν, λαοὶ δ' ἐπὶ ἔργα τράπωνται.053
τάχιον ἀπὸ τῆς ὄψεως ἡμῶν, ὁ στρατὸς δὲ χωρήσῃ ἐπὶ τὰ ἔργα.



ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.054
οὕτως εἶπεν· οὗτοι δὲ πάνυ δὴ ἤκουον αὐτοῦ καὶ ἐπείθοντο·

ἐσσυμένως δ' ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι 055
σπουδαίως δ᾽ οὖν τὸ δεῖπνον παρασκευάσαντες ἅπαντες

δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.056
εὐωχοῦντο· οὐδέτινος ψυχὴ ἐνδεὴς ἦν εὐωχίας κοινῇ προκειμένης ἅπασιν.

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,057
ἐπειδὴ δὲ τῆς πόσεως καὶ τῆς τροφῆς τὸν ἔρωτα ἐξεπλήρωσαν,

οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,058
οὗτοι μὲν ἐπὶ τὰς σκηνὰς ἐπορεύθησαν ἅπαντες ὑπνώσοντες·

Πηλεΐδης δ' ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης059
ὁ υἱὸς δὲ τοῦ Πηλέως ἐπὶ τῷ αἰγιαλῷ τῆς πολυταράχου θαλάσσης

κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν 060
ἔκειτο βαρέως στενάζων, ἐν τοῖς πολλοῖς Μυρμιδόσιν

ἐν καθαρῷ, ὅθι κύματ' ἐπ' ἠϊόνος κλύζεσκον·061
ἐν τόπῳ καθαρῷ, ὅπου τὰ κύματα παρὰ τὸν αἰγιαλὸν προσέκλυζον, καὶ προσέβαλλον.

εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ062
ὁπηνίκα δ' αὐτὸν ὁ ὕπνος κατέλαβε λύων τὰς φροντίδας τῆς ψυχῆς,

νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα063
δυσέκδυτος περιχυθείς· πάνυ γὰρ ἐκοπίασε τὰ λαμπρὰ μέλη,

Ἕκτορ' ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν·064
τὸν Ἕκτορα διώκων πρὸς τὴν ὑψηλὴν Ἴλιον·

ἦλθε δ' ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο 065
ἐπῆλθε δὲ ἡ ψυχὴ τοῦ ἀθλίου Πατρόκλου παρομοία

πάντ' αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ' ἐϊκυῖα066
αὐτῷ καὶ κατὰ τὸ μέγεθος καὶ κατὰ τὸ περικαλλὲς πρόσωπον

καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο·067
καὶ τὴν φωνήν, καὶ τοιαῦτα περὶ τὸ σῶμα ἱμάτια ἦν ἐνδεδυμένη·

στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·068
ἔστη δὲ ἄνωθεν ἐκ τῆς κεφαλῆς καὶ εἶπε πρὸς αὐτὸν λόγον.

εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.069
ὑπνώττεις; ἐμοῦ δὲ ἐπιλελησμένος ὑπάρχεις, ὦ Ἀχιλλεῦ;

οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος· 070
οὐ μὴν ἐμοῦ ζῶντος ἠφροντίστεις καὶ ἠμέλεις, ἀλλ᾽ ἀποθανόντος.

θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.071
θάψον με ὅτι τάχος, ὅπως περάσω τὰς πύλας τοῦ ᾅδου·

τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,072
πόρρω γάρ με ἀπείργουσι καὶ κωλύουσι διελθεῖν αἱ ψυχαὶ τὰ εἴδωλα τῶν ἀποθανόντων,

οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,073
οὐδέ με συμμίξαι πω ἀφιᾶσιν πέραν τοῦ ποταμοῦ.

ἀλλ' αὔτως ἀλάλημαι ἀν' εὐρυπυλὲς Ἄϊδος δῶ.074
ἀλλ᾽ οὕτω πλανῶμαι κατὰ τὸν οἶκον τοῦ Ἅιδου τὸν τὰς πλατείας ἔχοντα πύλας·

καί μοι δὸς τὴν χεῖρ'· ὀλοφύρομαι, οὐ γὰρ ἔτ' αὖτις 075
καί μοι δὸς τὴν χεῖρα ἵνα ἀνακλαύσωμαι· οὐκέτι γὰρ αὖθις

νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.076
ἐπανέλθω ἐκ τοῦ ᾅδου ἐπειδάν μοι πυρὸς μεταδῶτε·

οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων077
οὐ γάρ τοι ζῶντες πόρρωθεν τῶν ἀγαπητῶν φίλων

βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλ' ἐμὲ μὲν κὴρ078
καθεζόμενοι βουλὰς βουλευσόμεθα. ἀλλ᾿ ἐμὲ μὲν

ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·079
ἡ θανατηφόρος μοῖρα κατέπιεν ἡ μισητή, ἥτις με ἔλαχε γεννώμενόν γε·

καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ, 080
καὶ δὴ καὶ σοὶ αὐτῷ εἵμαρτο, ὦ Θεοῖς ὅμοιε Ἀχιλλεῦ,

τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.081
ὑπὸ τῷ τείχει τῶν εὐγενῶν Τρῴων ἀναιρεθῆναι.

ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι·082
ἄλλο δέ σοι λέξω καὶ παραγγελῶ ἐάν μοι πείθῃ·

μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ' Ἀχιλλεῦ,083
μὴ καταθεῖναι τὰ ἐμὰ ὀστέα πόρρω τῶν σῶν Ἀχιλλεῦ,

ἀλλ' ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,084
ἀλλ' ὁμοῦ ὥσπερ ἀνετράφημεν ἐν τοῖς ὑμετέροις οἴκοις,

εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος 085
ὅτε με μικρὸν ὄντα ὁ Μενοίτιος ἐκ τοῦ Ὀποῦντος

ἤγαγεν ὑμέτερόνδ' ἀνδροκτασίης ὕπο λυγρῆς,086
ἤγαγεν εἰς τὸν ὑμέτερον οἶκον ὑπὸ τῆς χαλεπῆς παιδοφονίας

ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος087
τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτε ἀνεῖλον τὸν παῖδα τοῦ Ἰφιδάμαντος,

νήπιος οὐκ ἐθέλων ἀμφ' ἀστραγάλοισι χολωθείς·088
ὁ ἀνόητος, ἄκων καὶ μὴ βουλόμενος, ὀργισθεὶς ἕνεκα τῶν ἀστραγάλων·

ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς089
ὅπου δεξάμενός με ἐν τοῖς οἴκοις ὁ ἱππικὸς Πηλεύς,

ἔτραφέ τ' ἐνδυκέως καὶ σὸν θεράποντ' ὀνόμηνεν· 090
ἀνέτρεφεν ἐπιμελῶς, καὶ σὸν θεράποντα ὠνόμασεν·

ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι091
οὕτω δὴ καὶ τὰ ὀστᾶ ἡμῶν ἡ αὐτὴ σορὸς περικαλύπτοι

χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.092
ὁ χρυσοῦς ἀμφιφορεύς, ὅν σοι ἔδωκεν ἡ σεβαστὴ μήτηρ.



τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·093
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ ταχύπους Ἀχιλλεύς.

τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρ' εἰλήλουθας094
τί δήποτέ μοι, ὦ αἰδεσιμωτάτη κεφαλή, ἐνθάδε ἀφίκου,

καί μοι ταῦτα ἕκαστ' ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι 095
καί μοι ταῦτα πάντα ἐντέλλῃ καὶ ἐπιτάττεις. ἐγὼ δέ σοι

πάντα μάλ' ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.096
πάντα πάνυ πληρώσω καὶ ὑπακούσομαι, καθάπερ σὺ ἐπιτάττεις.

ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε097
ἀλλά μοι πλησίον γενοῦ, ἵνα καίπερ ἐπ' ὀλίγον, περιβαλόντες

ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.098
ἀλλήλους ὀλεθρίου ἀπολαύσωμεν θρήνου·



ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν099
οὕτω δὴ εἰπὼν ἐξέτεινε τὰς ἀγαπητὰς χεῖρας,

οὐδ' ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς 100
οὐκ ἔλαβε δέ. ἡ γάρ τοι ψυχὴ ὑπὸ τὴν γῆν καθάπερ καπνὸς

ᾤχετο τετριγυῖα· ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεὺς101
ἀπῆλθεν, ἐλεεινῶς βοῶσα. ἐκπλαγεὶς ἀνώρμησεν ὁ Ἀχιλλεύς,

χερσί τε συμπλατάγησεν, ἔπος δ' ὀλοφυδνὸν ἔειπεν·102
καὶ ταῖς χερσὶ συνεκρότησε καὶ κτύπον ἀπετέλεσε, λόγον δὲ θρηνητικὸν εἶπε.

ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι103
φεῦ φεῦ. ὄντως δή τις ἔστι καὶ ἐν τοῖς οἴκοις τοῦ Ἅιδου

ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·104
ψυχὴ καὶ εἴδωλον, σῶμα δὲ οὐδόλως ἔχει·

παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο 105
δι᾽ ὅλης γὰρ τῆς νυκτός μοι ἡ τοῦ ἀθλίου Πατρόκλου

ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,106
ψυχὴ παρίστατο θρηνοῦσα τε καὶ ὀδυρομένη,

καί μοι ἕκαστ' ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.107
καί μοι πάντα ἐπέταττεν· ὁμοία δὲ ἦν αὐτῷ πρὸς ὑπερβολήν.



ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο·108
οὕτως εἶπε· τούτοις δὲ ἅπασι διήγειρεν ἐπιθυμίαν θρήνου·

μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς109
κλαίουσι δὲ τούτοις ἐφάνη ἡ ῥοδόχρους καὶ περικαλλὴς ἡμέρα

ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων 110
περὶ τὸν ἄθλιον καὶ οἰκτρὸν νεκρόν· ὁ βασιλεὺς δὲ Ἀγαμέμνων

οὐρῆάς τ' ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην111
τοὺς οὐρέας παρώξυνε καὶ τοὺς ἄνδρας ἄξειν ξύλα,

πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δ' ἀνὴρ ἐσθλὸς ὀρώρει112
πανταχόθεν ἐκ τῶν σκηνῶν· ἀνὴρ δὲ γενναῖος διανέστη

Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.113
ὁ Μηριόνης ὁ θεράπων τοῦ ἀνδρείου Ἰδομενέως·

οἳ δ' ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες114
οὗτοι δὲ ἐπορεύοντο ἔχοντες ἐν ταῖς χερσὶ τοὺς δενδροτόμους πελέκεις,

σειράς τ' εὐπλέκτους· πρὸ δ' ἄρ' οὐρῆες κίον αὐτῶν. 115
καὶ τὰς καλῶς πεπλεγμένας σχοίνους. ἔμπροσθεν δὲ αὐτῶν ἐπορεύοντο οἱ οὐρεῖς,

πολλὰ δ' ἄναντα κάταντα πάραντά τε δόχμιά τ' ἦλθον·116
πολλὰ δὲ ἀνάντη κατάντη καὶ ὁμαλὰ καὶ πλάγια διῆλθον·

ἀλλ' ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,117
ἀλλ᾿ ὁπηνίκα ἔφθασαν εἰς τὰς τῶν ὁρῶν προβάσεις τῆς πολλὰς πηγὰς ἐχούσης Ἴδης,

αὐτίκ' ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ118
παραχρῆμα δὴ δρῦς ὑψηλὰς σιδήρῳ ὀξεῖ καὶ ἠκονημένῳ

τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι119
ἔκοπτον ἐπειγόμενοι· αὗται δὲ μεγάλως κτυποῦσαι

πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ 120
κατέπιπτον· ταύτας μὲν οὖν διασχίζοντες οἱ Ἕλληνες

ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο121
ἐξῆπτον τῶν ἡμιόνων· αὗται δὲ τοῖς ποσὶν ἐμερίζοντο τὴν γῆν καὶ ἐπορεύοντο

ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.122
ἐπιθυμοῦσαι τοῦ πεδίου καὶ τῶν συνεχῶν φριγάνων

πάντες δ' ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει123
πάντες δὲ οἱ τὰ δένδρα κόπτοντες κορμούς ἔφερον· οὕτω γὰρ προσέταξε

Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.124
Μηριόνης ὁ θεράπων τοῦ ἀνδρείου Ἰδομενέως,

κὰδ δ' ἄρ' ἐπ' ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθ' ἄρ' Ἀχιλλεὺς 125
κατἔβαλον δὲ ἐπὶ τοῦ αἰγιαλοῦ ἐφεξῆς κατὰ τάξιν, ὅπου δὴ ὁ Ἀχιλλεὺς

φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.126
διενοήσατο γενέσθαι μέγα μνημεῖον τῷ τε Πατρόκλῳ καὶ ἑαυτῷ.



αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην127
ἐπεὶ δὲ πανταχοῦ κατέβαλον τὰ πλεῖστα ξύλα,

ἥατ' ἄρ' αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς128
ἐκάθηντο δὴ αὐτόθι παραμένοντες ἠθροισμένοι· ὁ Ἀχιλλεὺς δὲ

αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε129
παραχρῆμα τοῖς πολεμικοῖς καὶ ἀνδρείοις Μυρμιδόσιν ἐπέταξε

χαλκὸν ζώννυσθαι, ζεῦξαι δ' ὑπ' ὄχεσφιν ἕκαστον 130
ζώννυσθαι τὸν σίδηρον καὶ ὁπλίζεσθαι, καὶ συνδυάσαι ὑπὸ τοῖς ὀχήμασιν ἕκαστον

ἵππους· οἳ δ' ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,131
τοὺς ἵππους· οὗτοι δὲ διανίσταντο καὶ ἐνεδύοντο τὰ ὅπλα

ἂν δ' ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,132
ἀνέβησαν δὲ εἰς τοὺς δίφρους οἵ τε ἐπὶ τῶν ἁρμάτων πολεμοῦντες καὶ οἱ τὰς ἡνίας κατέχοντες.

πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν133
ἔμπροσθεν μὲν οὖν οἱ ἱππεῖς μετ᾿ αὐτοὺς δὲ ἠκολούθει τὸ πλῆθος τῶν πεζῶν

μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.134
πλεῖστοι· ἐν τῷ μέσῳ δὲ ἔφερον τὸν Πάτροκλον οἱ φίλοι,

θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον 135
ταῖς θριξὶ δὲ πάντα τὸν νεκρὸν κατεκάλυπτον, ἃς κατέβαλλον ἐπ᾿ αὐτῷ

κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς136
τέμνοντες αὐτάς, ὄπισθεν δὲ ἀνεῖχε τὴν κεφαλὴν ὁ ἐνδοξότατος Ἀχιλλεὺς

ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπ' Ἄϊδος δέ.137
λυπούμενος· τὸν γὰρ ἀμώμητον φίλον ἔπεμπεν εἰς Ἅιδου·



οἳ δ' ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδ' Ἀχιλλεὺς138
οὗτοι δέ, ὁπηνίκα ἀφίκοντο παρὰ τὸν τόπον, ὅπου αὐτοῖς διετάξατο ὁ Ἀχιλλεύς,

κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.139
κατέθηκαν. ταχέως δὲ αὐτῷ τὴν πρέπουσαν ὕλην ἐσόρευον.

ἔνθ' αὖτ' ἄλλ' ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· 140
τότε δὲ ἄλλα διενοήθη πράττειν ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεύς·

στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,141
στὰς πόρρωθεν τοῦ πυρὸς ἀπέτεμε τὴν ξανθὴν κόμην,

τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·142
ἣν δὴ ἔτρεφε περικαλλῆ καὶ ἀκμαίαν Σπερχειῷ τῷ ποταμῷ.

ὀχθήσας δ' ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·143
στενάξας δὲ εἶπε θεασάμενος ἐπὶ τὸν μελανόχρουν πόντον.

Σπερχεί' ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς144
ὦ Σπερχειέ, εἰκῆ καὶ μάτην ηὔξατο σοί γε ὁ Πηλεύς.

κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν 145
ἐκεῖσέ με ὑποστρέψαντα εἰς τὴν ἀγαπητὴν γῆν τὴν πατρίδα·

σοί τε κόμην κερέειν ῥέξειν θ' ἱερὴν ἑκατόμβην,146
σοί τε τὰς τῆς κεφαλῆς τρίχας ἀποκόψειν, καὶ θυσίαν ἁγίαν ποιήσειν

πεντήκοντα δ' ἔνορχα παρ' αὐτόθι μῆλ' ἱερεύσειν147
πεντήκοντα δὲ ὄρχεις ἔχοντα πρόβατα αὐτόθι θύσειν

ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.148
παρὰ τὰς πηγάς· ὅπου σοι ὁ ἀνατεθειμένος τόπος, καὶ ὁ εὐώδης ναός·

ὣς ἠρᾶθ' ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.149
οὕτως εὔχετο ὁ γέρων· σὺ δὲ αὐτῷ τὴν βούλησιν οὐκ ἐτελείωσας·

νῦν δ' ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν 150
νυνὶ δὲ ἐπειδὴ οὐκ ἐπανέρχομαι εἰς τὴν ἀγαπητὴν γῆν τὴν πατρίδα,

Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.151
τῷ ἥρωι Πατρόκλῳ τὰς τρίχας παρέχω.



ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο152
οὕτως εἰπών, ἐν ταῖς χερσὶ τοῦ ἀγαπητοῦ φίλου τὰς τρίχας

θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο.153
ἔθηκε· τούτοις δὲ ἅπασι διήγειρε θρήνου ἐπιθυμίαν·

καί νύ κ' ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο154
καὶ δὴ ἂν ὀλοφυρομένοις κατέδυ τὸ φῶς τοῦ ἡλίου,

εἰ μὴ Ἀχιλλεὺς αἶψ' Ἀγαμέμνονι εἶπε παραστάς· 155
εἰ μὴ ταχέως παραγενόμενος ὁ Ἀχιλλεὺς εἶπε τῷ Ἀγαμέμνονι·

Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν156
ὦ υἱὲ τοῦ Ἀτρέως, σοὶ μὲν μᾶλλον τῶν ἄλλων ὁ τῶν Ἑλλήνων στρατὸς

πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,157
πεισθήσονται λόγοις, τοῦ μὲν θρήνου δυνατόν ἐστιν ἐμπλησθῆναι καὶ ὕστερον·

νῦν δ' ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι158
νῦν δὲ διαμέρισον αὐτοὺς ἀπὸ τῆς πυρᾶς καὶ δεῖπνον κέλευσον

ὅπλεσθαι· τάδε δ' ἀμφὶ πονησόμεθ' οἷσι μάλιστα159
εὐτρεπίσαι· ταῦτα δὲ διαπραξόμεθα, οἷς μάλιστα

κήδεός ἐστι νέκυς· παρὰ δ' οἵ τ' ἀγοὶ ἄμμι μενόντων. 160
ταφῆς ἐστιν ἄξιος ὁ νεκρός· παραμενέτωσαν δὲ ἡμῖν οἱ ἡγεμόνες.



αὐτὰρ ἐπεὶ τό γ' ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,161
ἐπεὶ δὲ τοῦτο ἤκουσεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων

αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας,162
παραχρῆμα δὲ τὸν λαὸν ὃν μὲν διεμέρισεν ἐπὶ τὰς ἴσας ναῦς·

κηδεμόνες δὲ παρ' αὖθι μένον καὶ νήεον ὕλην,163
οἱ στρατηγοί δὲ αὐτόθι παρέμενον καὶ ἐσόρευον τὰ ξύλα·

ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,164
ἐποίησαν δὲ πυρκαϊὰν ποδῶν ἑκατὸν τῇδε κἀκεῖσε·

ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ. 165
ἐν δὲ τῷ ἀνωτάτω, αὐτῆς μέρει, κατέθηκαν τὸν νεκρὸν λυπούμενοι κατὰ ψυχήν·

πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς166
πολλὰ δὲ πιόνα πρόβατα, καὶ βοῦς συστρέφοντας ἐν τῷ πορεύεσθαι τοὺς πόδας, καὶ περικεκαμμένα τα κέρατα ἔχοντας,

πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δ' ἄρα πάντων167
ἔμπροσθεν τῆς πυρκαϊᾶς ἐξέδερόν τε καὶ ἐμέλιζον· ἐκ πάντων δὲ

δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς168
τὸ λίπος λαβὼν περιεκάλυψε τὸν νεκρὸν ὁ μεγαλόψυχος Ἀχιλλεύς,

ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει.169
ἐκ τῆς κεφαλῆς μέχρι τῶν ποδῶν· περὶ αὐτὸν καὶ σώματα ἐκδεδαρμένα ἐσόρευσεν.

ἐν δ' ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας 170
ἐνέθηκε δὲ μέλιτος καὶ πιμελῆς πίθους

πρὸς λέχεα κλίνων· πίσυρας δ' ἐριαύχενας ἵππους171
πρὸς τὴν στρωμνὴν παρακλίνων. τέσσαρας δὲ μεγαλαύχενας ἵππους

ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.172
ἐσπευσμένως ἐνέβαλεν εἰς τὸ πῦρ, μεγάλως στενάζων.

ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν,173
ἐννέα τῷ βασιλεῖ Ἀχιλλεῖ κύνες παρεστῶτες τῇ τραπέζῃ ὑπῆρχον·

καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,174
καὶ δὴ καὶ τούτων δύο ἀποκεφαλίσας ἐνέβαλεν εἰς τὸ πῦρ.

δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς 175
δώδεκα δὲ γενναίους υἱοὺς τῶν μεγαλοψύχων Τρῴων

χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα·176
σιδήρῳ ἀποκτείνων ἐνέβαλε. κακὰ δὲ διενοεῖτο ποιεῖν κατὰ διάνοιαν.

ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.177
ἐνέβαλε δὲ τὴν τοῦ πυρὸς ἰσχυροτάτην δύναμιν, ὅπως ἅπαντα καταφάγοι·

ᾤμωξέν τ' ἄρ' ἔπειτα, φίλον δ' ὀνόμηνεν ἑταῖρον·178
ἐστέναξε δὲ μετέπειτα καὶ τὸν ἀγαπητὸν ὠνόμασε φίλον·

χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·179
χαῖρέ μοι, ὦ Πάτροκλε, καὶ ἐν τοῖς οἴκοις τοῦ Ἅιδου.

πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην, 180
πάντα γὰρ ἤδη σοι τελῶ, ἅπερ τὸ πρὶν ὑπεσχόμην·

δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς181
δώδεκα μὲν γενναίους υἱοὺς τῶν μεγαλοψύχων Τρῴων,

τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δ' οὔ τι182
τούτους σὺν σοὶ ἅπαντας καταναλίσκει τὸ πῦρ. Ἕκτορα δὲ οὐδαμῶς

δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.183
παραδώσω τὸν τοῦ Πριάμου τῷ πυρὶ κατεσθίειν, ἀλλὰ τοῖς κυσίν.



ὣς φάτ' ἀπειλήσας· τὸν δ' οὐ κύνες ἀμφεπένοντο,184
οὕτως εἶπε διατεινάμενος· τοῦτον οὐ κύνες ἐσπάρασσον,

ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη 185
ἀλλὰ τοὺς μὲν κύνας ἀπεσόβει ἡ τοῦ Διὸς θυγάτηρ Ἀφροδίτη

ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ186
νύκτωρ καὶ μεθημέραν· ἔχριε δὲ ἐλαίῳ εὐώδει

ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.187
θείῳ· ὅπως μὴ αὐτὸν καταγέοι ἕλκων καὶ ἐπισύρων·

τῷ δ' ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων188
μέλαν δὲ νέφος ἐπήγαγεν αὐτῷ ὁ λαμπρότατος Ἀπόλλων

οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα189
ἐκ τοῦ οὐρανοῦ εἰς τὸ πεδίον, περιεκάλυψε δὲ τὸν τόπον ἅπαντα,

ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο 190
ὅσον περιεῖχεν ὁ νεκρός· μὴ πρότερον ἡ τοῦ ἡλίου δύναμις

σκήλει' ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.191
σκελετῶδες καὶ καταξηρὸν ποιήσειεν τὸ σῶμα, νεύροις τε καὶ μέλεσιν.



οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος·192
οὐδὲ ἡ πυρκαϊὰ ἐκαίετο τοῦ ἀποθανόντος Πατρόκλου.

ἔνθ' αὖτ' ἀλλ' ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·193
τότε τοίνυν ἄλλα διενοήθη ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεὺς

στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτ' ἀνέμοισι194
στὰς πόρρωθεν τῆς πυρκαϊᾶς εὔχετο τοῖς δυσὶν ἀνέμοις,

Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά· 195
τῷ Βορέᾳ καὶ τῷ Ζεφύρῳ. καὶ ὑπέσχετο θυσίας καλάς·

πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν196
πάνυ δὲ καὶ λείβων διὰ τοῦ χρυσοῦ ποτηρίου παρεκάλει αὐτοὺς

ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,197
ἀφικέσθαι, ὅπως ὡς τάχος τῇ πυρκαϊᾷ κατακαύσειαν τὸν νεκρόν,

ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις198
καὶ ξύλα ἐπειχθεῖεν καῆναι. ἡ ταχεῖα δὲ Ἶρις

ἀράων ἀΐουσα μετάγγελος ἦλθ' ἀνέμοισιν.199
ἀκούουσα τῶν εὐχῶν ἐπῆλθεν ἄγγελος τοῖς ἀνέμοις·

οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον 200
οὗτοι μὲν οὖν ἠθροισμένοι ἐν τῇ οἰκίᾳ τοῦ χαλεπῶς πνέοντος Ζεφύρου

εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη201
πανδαισίαν εὐωχοῦντο· τρέχουσα δὲ ἡ Ἶρις παρέστη

βηλῷ ἔπι λιθέῳ· τοὶ δ' ὡς ἴδον ὀφθαλμοῖσι202
ἐν τῷ λιθίνῳ οὐδῷ· οὗτοι δὲ ὅτε ἐθεάσαντο τοῖς ὀφθαλμοῖς,

πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος·203
ἅπαντες ὑπανέστησαν· καὶ ἕκαστος ἐκάλει αὐτὴν πρὸς ἑαυτόν·

ἣ δ' αὖθ' ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον·204
αὕτη δὲ καθέζεσθαι μὲν οὐκ ἠθέλησεν. εἶπε δὲ λόγον οὕτως·

οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπ' Ὠκεανοῖο ῥέεθρα 205
οὐκ ἔστι καιρὸς καθίσεως. ἐπάνειμι γὰρ ἐπὶ τὰ ῥεύματα τοῦ Ὠκεανοῦ

Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσ' ἑκατόμβας206
εἰς τὴν γῆν τῶν Αἰθιόπων, ὅπου ποιοῦσι θυσίας

ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.207
τοῖς ἀθανάτοις θεοῖς, ὅπως δὴ καὶ αὐτὴ ἐνευωχηθῶ καὶ μετάσχω τῶν θυσιῶν.

ἀλλ' Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν208
ἀλλὰ ὁ Ἀχιλλεὺς Βορέαν καὶ Ζέφυρον τὸν πολύηχον

ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά,209
ἀφικέσθαι εὔχεται, καὶ ὑπόσχεται θυσίας καλὰς καὶ προσηκούσας,

ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται 210
ὅπως τὴν πυρκαϊὰν παρορμήσητε καῆναι, ἐν ᾗ κεῖται

Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.211
Πάτροκλος, ὅν ἅπαντες ἀναστενάζουσι καὶ ὀδύρονται οἱ Ἕλληνες.



ἣ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπεβήσετο, τοὶ δ' ὀρέοντο212
αὕτη μὲν οὖν οὕτως εἰποῦσα ἀπῆλθεν. οὗτοι δὲ διανέστησαν

ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.213
σὺν βοῇ μεγίστῃ καὶ θείᾳ τὰ νέφη κλονοῦντες καὶ ταράσσοντες πρότερον·

αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα214
ταχέως δὲ ἐπὶ τὴν θάλασσαν ἀφίκοντο πνέειν. διηγέρθη δὲ τὸ κῦμα

πνοιῇ ὕπο λιγυρῇ· Τροίην δ' ἐρίβωλον ἱκέσθην, 215
ὑπὸ τῆς ὀξείας πνοῆς. ἔφθασαν δὲ εἰς τὴν μεγαλόβωλον καὶ εὔγειον Τροίαν.

ἐν δὲ πυρῇ πεσέτην, μέγα δ' ἴαχε θεσπιδαὲς πῦρ.216
ἐνέπεσον δὲ καὶ ἐπέπνευσαν τῇ πυρκαϊᾷ. μεγάλως δὲ ἤχησε τὸ θεσπεσίως καιόμενον πῦρ·

παννύχιοι δ' ἄρα τοί γε πυρῆς ἄμυδις φλόγ' ἔβαλλον217
δι ὅλης τοιγαροῦν τῆς νυκτὸς ἔπνεον ὁμοῦ τὴν τῆς πυρκαϊᾶς φλόγα,

φυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς218
φυσῶντες ὀξέως· ὁ ταχύπους δὲ Ἀχιλλεὺς δι' ὅλης τῆς νυκτὸς

χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον219
ἐκ κρατῆρος χρυσοῦ λαβὼν ποτήριον περιφερὲς

οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν 220
οἶνον ἀντλῶν εἰς γῆν κατέχεε, ἔβρεχε δὲ τὴν γῆν,

ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο.221
τὴν ψυχὴν καλῶν τοῦ ἀθλίου Πατρόκλου.

ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων222
ὥσπερ δὲ πατὴρ ὀλοφύρεται καὶ θρηνεῖ καίων τὰ ὀστᾶ τοῦ ἑαυτοῦ παιδὸς

νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας,223
τοῦ νυμφίου, ὃς ἀποθανὼν τὰ μάλιστ᾽ ἐλύπησε τοὺς ἀθλίους γονέας,

ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων,224
οὕτως ὁ Ἀχιλλεὺς ὠλοφύρετο καὶ ἐθρήνει καίων τὰ ὀστᾶ του φίλου,

ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων. 225
προσερχόμενος τῇ πυρᾷ, πυκνῶς ἀναστενάζων.



ἦμος δ' ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,226
ἡνίκα δὲ ὁ κατὰ τὴν ἡμέραν ἐπιτέλλων ἀστὴρ ἔρχεται λέξων τὸ φῶς ἐπὶ τὴν γῆν,

ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,227
ὃν ἡ κροκόχρους καὶ περικαλλὴς ἡμέρα διαχεῖται ὑπὲρ τῆς θαλάσσης,

τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.228
τηνικαῦτα τὸ πῦρ ἐσβέννυτο καὶ ἡ φλόξ ἔληξεν.

οἳ δ' ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι229
οἱ ἄνεμοι δὲ ἐπανῆλθον εἰς τὸν οἶκον πορεύεσθαι

Θρηΐκιον κατὰ πόντον· ὃ δ' ἔστενεν οἴδματι θύων. 230
διὰ τοῦ Θρᾳκικοῦ πόντου· οὗτος δὲ ἤχει ῥεύμασι σφοδρῶς κινούμενος.

Πηλεΐδης δ' ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς231
ὁ τοῦ Πηλέως δὲ ἀπὸ τῆς πυρᾶς ἐπ᾿ ἄλλο μέρος ἀποχωρισθείς,

κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν·232
πάνυ κοπιάσας κατεκλίθη· τάχιστα δ᾽ ἐπῆλθεν ὕπνος γλυκύς.

οἳ δ' ἀμφ' Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο·233
οἱ δὲ περὶ τὸν υἱὸν τοῦ Ἀτρέως ὁμοῦ πάντες ἠθροίζοντο.

τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν,234
τούτων προσιόντων, ἡ βοὴ καὶ ὁ κτύπος ἀφύπνιζεν αὐτόν.

ἕζετο δ' ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν· 235
ἐκάθισε δὲ ἀνορθωθείς. καὶ λόγον εἶπε πρὸς αὐτούς·

Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,236
ὦ υἱοὶ τοῦ Ἀτρέως καὶ ἄλλοι πάντες ἀριστεῖς τῶν Ἑλλήνων,

πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατ' αἴθοπι οἴνῳ237
πρῶτον μὲν κατασβέσατε τὸ πῦρ οἴνῳ καυστικῷ

πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα238
ἅπαν, καθ᾽ ὅσον περιέσχεν ἡ τοῦ πυρὸς δύναμις· μετὰ ταῦτα δὲ

ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν239
συλλέγωμεν τὰ ὀστᾶ Πατρόκλου τοῦ υἱοῦ τοῦ Μενοιτίου,

εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται· 240
καλῶς ἐπιγινώσκοντες· αὐτὰ διάδηλα γὰρ ὑπάρχουσιν·

ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δ' ἄλλοι ἄνευθεν241
ἐν τῷ μέσῳ γὰρ ἔκειτο τῆς πυρκαϊᾶς· οὗτοι ἄλλοι δὲ πόρρωθεν

ἐσχατιῇ καίοντ' ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες.242
ἐν τῷ κατωτάτῷ μέρει ἐκαίοντο ὁμοῦ οἵ τε ἵπποι καὶ οἱ ἄνδρες.

καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ243
καὶ ταῦτα μὲν ἐν χρυσῇ φιάλῃ καὶ πιμελῇ διπτύχῳ

θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι.244
θῶμεν· ἕως ἂν αὐτὸς ἐγὼ ἐναποκρυφθῶ εἰς τὸν ᾅδην.

τύμβον δ' οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα, 245
τάφον δὲ οὐ πάνυ πολλῶν ποιεῖν ἐγὼ κελεύω.

ἀλλ' ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ246
ἀλλὰ σύμμετρον οὕτω· μετὰ ταῦτα δὲ καὶ τοῦτον Ἕλληνες

εὐρύν θ' ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο247
πλατύν τε καὶ ὑψηλὸν ποιείτωσαν· οἳ ἂν ἐμοῦ

δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.248
ὕστερον ἐν ταῖς πολυκαθέδροις ναυσὶν ὑπολείπησθε.



ὣς ἔφαθ', οἳ δ' ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι.249
οὕτως εἶπεν· οὗτοι δὲ ὑπήκουσαν τῷ ταχύποδι υἱῷ τοῦ Πηλέως.

πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ 250
πρῶτον μὲν τὴν πυρὰν κατέσβεσαν οἴνῳ θερμῷ,

ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη·251
ὅσον ἐπέσχεν ἡ φλόξ. πλείστη δὲ κατέπεσε τέφρη·

κλαίοντες δ' ἑτάροιο ἐνηέος ὀστέα λευκὰ252
κλαίοντες δὲ τὰ λευκὰ ὀστᾶ τοῦ ἐπιεικοῦς καὶ προσηνοῦς φίλου

ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν,253
συνέλεγον εἰς τὸ λεβητοειδὲς ἀγγεῖον καὶ τὴν δίπτυχον πιμελήν.

ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν·254
καταθέντες δ᾽ ἐν τῇ σκηνῇ περιεκάλυψαν αὐτὰ λεπτῷ ὑφάσματι.

τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο 255
προδιεγράψαντο δὲ κυκλοτερῶς τὸ μνημεῖον. καὶ τὰ θεμέλια κατεβάλοντο

ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν,256
ἔμπροσθεν περὶ τὴν πυρκαϊάν. εὐθέως δὲ χωστὴν γῆν ἐπέχεαν·

χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς257
χέαντες δὲ τὸ μνημεῖον ὑπέστρεψαν. ὁ Ἀχιλλεὺς δὲ

αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα,258
αὐτόθι τὸν στρατὸν κατέσχε καὶ ἐκάθισεν αὐτοὺς εἰς τόν, ἐν ᾧ ἀγωνίζονται εὐρύχωρον τόπον·

νηῶν δ' ἔκφερ' ἄεθλα λέβητάς τε τρίποδάς τε259
ἐξήνεγκε δὲ τῶν νεῶν ἆθλα· λέβητας καὶ τρίποδας

ἵππους θ' ἡμιόνους τε βοῶν τ' ἴφθιμα κάρηνα, 260
καὶ ἵππους καὶ ἡμιόνους, καὶ βοῶν ἰσχυρὰς κεφαλάς,

ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον.261
καὶ γυναῖκας καλλιζώνους καὶ εὐειματούσας, καὶ σίδηρον λευκόν.

ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλά' ἄεθλα262
τοῖς ἱππεῦσι μὲν οὖν πρῶτον τοῖς ταχύποσι λαμπρὰ ἔπαθλα

θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν263
ἔθηκε· γυναῖκα λαβεῖν, ἀμώμητα ἔργα ἐπισταμένην, ἤγουν τεχνῆτιν,

καὶ τρίποδ' ὠτώεντα δυωκαιεικοσίμετρον264
καὶ τρίποδα ὦτα ἔχοντα, δύο καὶ εἴκοσι χωροῦντα

τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν 265
τῷ πρώτῳ νικητῇ. τῷ δευτέρῳ δὲ ἵππον ἔθηκεν

ἑξέτε' ἀδμήτην βρέφος ἡμίονον κυέουσαν·266
ἐτῶν ἐξ· μήπω δεδαμασμένην· ἔμβριον ἡμίονον ἐντὸς ἔχουσαν·

αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα267
τῷ τρίτῳ δὲ κατέθηκε λέβητα μήπω εἰς τὸ πῦρ βεβλημένον

καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτ' αὔτως·268
περικαλλῆ, τέσσαρα μέτρα χωροῦντα, λευκὸν ἔτι καὶ καθαρὸν οὕτω.

τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα,269
τῷ τετάρτῳ δὲ ἔθηκε δύο τάλαν τὰ χρυσοῦ·

πέμπτῳ δ' ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε. 270
τῷ πέμπτῳ δὲ κατέθηκε φιάλην ἀμφοτέρωθεν θέσιν ἔχουσαν, μήπω εἰς πῦρ βεβλημένην.

στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·271
ἔστη δὲ ὀρθὸς καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν.

Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ272
ὦ υἱοὶ τοῦ Ἀτρέως καὶ ἄλλοι ἀριστεῖς τῶν πάντων Ἑλλήνων,

ἱππῆας τάδ' ἄεθλα δεδεγμένα κεῖτ' ἐν ἀγῶνι.273
τάδε τὰ ἔπαθλα κεῖνται ἐν τῷ ἀγῶνι προσδεχόμενα ἱππέας·

εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ274
εἰ μὲν οὖν ἐπ' ἄλλῳ ἀγωνιζοίμεθα οἱ Ἕλληνες,

ἦ τ' ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην. 275
ὄντως ἂν αὐτὸς τὰ πρῶτα εἰληφὼς ἤνεγκα ἐπὶ τὴν σκηνήν·

ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι·276
οἴδατε γὰρ ὁπόσον ὑπερβάλλουσιν ἀρετῇ οἱ ἐμοὶ ἵπποι·

ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρ' αὐτοὺς277
ἀθάνατοι γὰρ ὑπάρχουσιν, ὁ Ποσειδῶν δὲ παρέσχετο αὐτοὺς

πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δ' αὖτ' ἐμοὶ ἐγγυάλιξεν.278
Πηλεῖ τῷ ἐμῷ πατρί, οὗτος δ᾽ ἐμοὶ ἐδωρήσατο.

ἀλλ' ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι·279
ἀλλ' ἐγὼ μὲν παραμενῶ καὶ οἱ μονώνυχες ἵπποι·

τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο 280
τοιούτου γὰρ ἀγαθοῦ καὶ γενναίου ἡνιόχου δύναμιν ἀπέβαλον

ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον281
ἐπιεικοῦς καὶ πρᾴου, ὅς αὐτοῖς πάνυ πολλάκις ἔλαιον ὑγρὸν

χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.282
κατέχεε τῶν χαιτῶν, καὶ ἔχρισεν αὐτούς, λούσας ὕδατι λευκῷ·

τὸν τώ γ' ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι283
τοῦτον οὗτοι ἑστῶτες πενθοῦσι, τῷ ἐδάφει δ᾽ αὐτῶν

χαῖται ἐρηρέδαται, τὼ δ' ἕστατον ἀχνυμένω κῆρ.284
αἱ χαῖται ἐπίκεινται· οὗτοι δὲ μένουσι λυπούμενοι κατὰ ψυχήν.

ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν 285
οἱ ἄλλοι δὲ πορεύεσθε, ὅστις ἐν τῷ στρατῷ τῶν Ἑλλήνων

ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.286
τοῖς τε ἵπποις θαρρεῖ καὶ τοῖς κεκολλημένοις ἅρμασιν·



ὣς φάτο Πηλεΐδης, ταχέες δ' ἱππῆες ἄγερθεν.287
οὕτως εἶπεν ὁ τοῦ Πηλέως· οἱ ταχεῖς δὲ ἱππεῖς ἠθροίσθησαν.

ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος288
ἠγέρθη μὲν οὖν πολλῷ πρῶτος ὁ βασιλεὺς τῶν ἀνδρῶν Εὔμηλος

Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·289
ὁ ἀγαπητὸς υἱὸς τοῦ Ἀδμήτου, ὃς ἱππικῇ ἐκεκόσμητο·

τῷ δ' ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, 290
ἐπὶ τούτῳ δὲ ἀνέστη ὁ τοῦ Τυδέως υἱὸς ἰσχυρὸς Διομήδης·

ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτ' ἀπηύρα291
τοὺς Τρωικοὺς δὲ ἵππους ὑπῆγεν εἰς τὸν ζυγόν, οὕς ποτε ἀφείλετο

Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.292
τὸν Αἰνείαν, αὐτὸν δὲ ἐρρύσατο καὶ ἔσωσεν ὁ Ἀπόλλων.

τῷ δ' ἄρ' ἐπ' Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος293
ἐπὶ τούτῳ δὲ ἀνέστη ὁ τοῦ 'Ἀτρέως υἱὸς ὁ πυρόχρους Μενέλαος

διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους294
ὁ ἐνδοξότατος· ἤγαγε δὲ ὑπὸ τὸν ζυγὸν τοὺς ταχεῖς ἵππους,

Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον· 295
Αἴθην τὴν τοῦ Ἀγαμέμνονος καὶ τὸν ἑαυτοῦ Πόδαργον,

τὴν Ἀγαμέμνονι δῶκ' Ἀγχισιάδης Ἐχέπωλος296
ἣν ἔδωκε τῷ Ἀγαμέμνονι Ἐχέπωλος

δῶρ', ἵνα μή οἱ ἕποιθ' ὑπὸ Ἴλιον ἠνεμόεσσαν,297
δῶρον, ἵνα μὴ ἀκολουθοίη αὐτῷ ἐπὶ τὴν ὑψηλὴν Ἴλιον,

ἀλλ' αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε298
ἀλλ' αὐτόθι καθήμενος ἀγάλλοιτο· μέγαν γὰρ αὐτῷ ἐδωρήσατο

Ζεὺς ἄφενος, ναῖεν δ' ὅ γ' ἐν εὐρυχόρῳ Σικυῶνι·299
ὁ Ζεὺς πλοῦτον, κατῴκει δ᾽ οὗτος ἐν τῇ μεγάλῃ Σικυῶνι·

τὴν ὅ γ' ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν. 300
ταύτην οὗτος ἤγαγεν ὑπὸ τὸν ζυγόν, μεγάλως τοῦ δρόμου ἐπιθυμοῦσαν.

Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθ' ἵππους,301
ὁ 'Ἀντίλοχος δὲ τέταρτος ἡτοίμασε τοὺς καλλίτριχας ἵππους

Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος302
ὁ τοῦ Νέστορος λαμπρότατος υἱὸς τοῦ μεγαλοψύχου βασιλέως,

τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι303
τοῦ υἱοῦ τοῦ Νηλέως, οἳ ἐν τῇ Πύλῳ δὲ ἐτύγχανον γεννηθέντες ἵπποι αὐτοῦ

ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς304
ταχύποδες εἷλκον τὸ ἅρμα. ὁ πατὴρ δὲ πλησίον αὐτοῦ παραγενόμενος,

μυθεῖτ' εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ· 305
παρεκελεύετο εἰς τὸ ἀγαθὸν φρενοῦν αὐτὸν (ἀγαθὰ καὶ ὠφέλιμα λογιζόμενος), καὶ ἐμβιβάζων ἐπιστάμενον καὶ αὐτόν (νοοῦντι καὶ αὐτῷ).

Ἀντίλοχ' ἤτοι μέν σε νέον περ ἐόντ' ἐφίλησαν306
ὦ Ἀντίλοχε, φιλοῦσι μέν σε καὶ νέον ὄντα

Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν307
ὅ τε Ζεὺς καὶ ὁ Ποσειδῶν, καὶ ἱππικὴν ἐδίδαξαν

παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·308
παντοίαν· δι' ὃ καὶ διδάσκειν σε, οὐ πάνυ γε χρεία·

οἶσθα γὰρ εὖ περὶ τέρμαθ' ἑλισσέμεν· ἀλλά τοι ἵπποι309
οἶδας γὰρ καλῶς περὶ τὰ τέρματα συστρέφειν· ἀλλά σοι οἱ ἵπποι

βάρδιστοι θείειν· τώ τ' οἴω λοίγι' ἔσεσθαι. 310
βραδεῖς εἰσι τρέχειν, δι ὃ δὴ ὑπολαμβάνω δεινὰ καὶ χαλεπὰ ἔσεσθαι.

τῶν δ' ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ311
τούτων δὲ οἱ ἵπποι μέν εἰσι ταχύτεροι· οὐ μὴν δ᾽ αὐτοὶ

πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.312
πλείονα ἐπίστανται σοῦ αὐτοῦ βουλεύσασθαι·

ἀλλ' ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ313
ἀλλ᾽ ἄγε δὴ σύ, ὦ φίλε, ἔμβαλε εἰς τὴν ψυχὴν βουλὴν

παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.314
παντοίαν, ἵνα μή σε διαφύγωσι τὰ ἔπαθλα·

μήτι τοι δρυτόμος μέγ' ἀμείνων ἠὲ βίηφι· 315
βουλῇ μέντοι ὁ τὰ δένδρα κόπτων πολλῷ κρείσσων ἢ ἰσχύϊ,

μήτι δ' αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ316
βουλῇ δὲ ὁ κυβερνήτης ἐν τῷ μέλανι πόντῳ

νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι·317
τὴν ταχεῖαν ναῦν εὐθύνει καὶ ἄγει ἐρεθιζομένην ὑπὸ τῶν ἀνέμων.

μήτι δ' ἡνίοχος περιγίγνεται ἡνιόχοιο.318
βουλῇ δὲ καὶ ὁ ἡνίοχος νικᾷ τὸν ἡνίοχον.

ἀλλ' ὃς μέν θ' ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς319
ἀλλ᾽ ὅστις μὲν τοῖς ἑαυτοῦ ἵπποις καὶ τοῖς ἅρμασι θαρρῶν

ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα, 320
ἀπερισκέπτως ἐπὶ πολὺ συστρέφεται τῇδε κἀκεῖσε,

ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·321
οἱ ἵπποι δὲ πλανῶνται κατὰ τὸν δρόμον, οὐδὲ κατέχει ἀυτούς.

ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,322
ὃς δ᾽ ἂν τέχνας εἰδῇ, ἐλαύνων χείρονας ἵππους,

αἰεὶ τέρμ' ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει323
ἀεὶ τὸ τέλος ὁρῶν ἐκ τοῦ σύνεγγυς στρέφει τοὺς ἵππους, οὐδὲ λανθάνει αὐτὸν

ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,324
ὅπως τὸ πρῶτον ἐπίσχῃ τοῖς ἐκ βοῶν λώροις·

ἀλλ' ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει. 325
ἀλλ᾽ ἐλαύνει ἀσφαλῶς καὶ τὸν ἔμπροσθεν τρέχοντα ἐπιτηρεῖ·

σῆμα δέ τοι ἐρέω μάλ' ἀριφραδές, οὐδέ σε λήσει.326
σημεῖον δέ σοι λέξω πάνυ διάδηλον, οὐδὲ λαθεῖν σε δυνήσεται·

ἕστηκε ξύλον αὖον ὅσον τ' ὄργυι' ὑπὲρ αἴης327
ξύλον ἵσταται ξηρόν, ὅσον ὀργυιὰ ὑπεράνω τῆς γῆς,

ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,328
ἢ δρυὸς ἢ πεύκης· τοῦτο γὰρ οὐ σήπεται ὑπὸ τοῦ ὄμβρου·

λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ329
λίθοι δὲ δύο λευκοὶ πρόσκεινται ἑκατέρωθεν αὐτοῦ

ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ' ἱππόδρομος ἀμφὶς 330
ἐν ταῖς συμπτώσεσι καὶ τοῖς στενώμασι τῆς ὁδοῦ, ὁμαλὸς δὲ ἱππόδρομος χωρὶς καὶ ἐκτὸς τῆς κενώσεως,

ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,331
ἤτινος μνημεῖον ἀνθρώπου πάλαι ἀποθανόντος,

ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,332
ἢ τοῦτό γε καμπτὴρ ἦν καὶ ἐπὶ τῶν προγενεστέρων ἀνθρώπων·

καὶ νῦν τέρματ' ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.333
καὶ νῦν τὸ τέλος ἐποίησε δρόμου ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεύς·

τῷ σὺ μάλ' ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,334
τούτῳ σὺ πάνυ πλησιάσας, ἔλαυνε ἐγγύθεν τοὺς ἵππους καὶ τὸ ἅρμα,

αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ 335
σὺ δὲ συγκάμφθητι ἐν τῷ καλῶς συνηρμοσμένῳ δίφρῳ

ἦκ' ἐπ' ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον336
ἡσύχως ἐπὶ τὰ ἀριστερὰ τούτων· τὸν δὲ δεξιὸν ἵππον

κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.337
κέντρισον βοήσας· χάλασον δὲ αὐτῷ τὰς ἡνίας ταῖς χερσί,

ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,338
πρὸς τὸν καμπτῆρα δέ σοι ὁ ἀριστερὸς ἵππος πλησιασάτω οὕτως,

ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι339
ὥστέ σοι τὴν ἔξωθεν περιφάνειαν τοῦ τροχοῦ δόξαι ψαύειν τῆς χοινικίδος

κύκλου ποιητοῖο· λίθου δ' ἀλέασθαι ἐπαυρεῖν, 340
τοῦ πεποιημένου κύκλου· τῷ λίθῳ δὲ προσεγγύσαι φυλάττου,

μή πως ἵππους τε τρώσῃς κατά θ' ἅρματα ἄξῃς·341
μήπως καὶ τοὺς ἵππους τρώσῃς, καὶ τὸ ἅρμα συντρίψῃς·

χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ342
χαρὰ δὲ καὶ εὐφροσύνη τοῖς ἄλλοις, ὄνειδος δὲ καὶ κατήφεια σοὶ αὐτῷ

ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.343
γένηται· ἀλλ᾽, ὦ φίλε, φρονῶν εὖ, ἔσο πεφυλαγμένος·

εἰ γάρ κ' ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,344
εἰ γὰρ ἐν τῷ καμπτῆρι παρέλθῃς ἐλαύνων καὶ τρέχων,

οὐκ ἔσθ' ὅς κέ σ' ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ, 345
οὐκ ἔστιν ὃς ἂν καταλάβῃ ἐπιπηδήσας, οὐδὲ ὑπερβῆ·

οὐδ' εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι346
οὐδ᾽ ἐὰν ὄπισθεν ἐλαύνῃ Ἀρείονα τὸν ἔνδοξον

Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν,347
τοῦ Ἀδράστου ταχὺν ἵππον, ὃς ἐκ θεῶν εἷλκε τὸ γένος,

ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γ' ἔτραφεν ἐσθλοί.348
ἢ τοὺς ἵππους τοῦ Λαομέδοντος, οἳ ἐνταῦθα ἀνετράφησαν γενναῖοι.



ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ349
ὣς εἰπὼν ὁ τοῦ Νηλέως Νέστωρ ὀπίσω κατὰ χώραν

ἕζετ', ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατ' ἔειπε. 350
ἐκάθισεν, ἐπειδὴ τῷ ἑαυτοῦ υἱῷ ἑκάστου τέλος ἐδήλωσεν, ἤγουν τὰ ἀπὸ τῆς ἐμπειρίας ἀποβησόμενον.



Μηριόνης δ' ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθ' ἵππους.351
Μηριόνης δὲ πέμπτος εὐτρέπισε τοὺς ὡραιότριχας ἵππους.

ἂν δ' ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·352
Ἀνέβησαν δὲ εἰς τοὺς δίφρους, ἐνέβαλον δὲ κλήρους,

πάλλ' Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο353
ἐκίνει δὲ ὁ Ἀχιλλεύς, ἐξεπήδησε δὲ ὁ κλῆρος τοῦ υἱοῦ τοῦ Νέστορος,

Ἀντιλόχου· μετὰ τὸν δ' ἔλαχε κρείων Εὔμηλος·354
τοῦ Ἀντιλόχου· μετ᾿ αὐτὸν δὲ ἔτυχεν ὁ βασιλεὺς Εὔμηλος·

τῷ δ' ἄρ' ἐπ' Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος, 355
ἐπ᾿ αὐτῷ δὲ ὁ τοῦ Ἀτρέως κατὰ πόλεμον ἔνδοξος Μενέλαος.

τῷ δ' ἐπὶ Μηριόνης λάχ' ἐλαυνέμεν· ὕστατος αὖτε356
ἐπ᾿ αὐτῷ δὲ Μηριόνης ἔτυχεν ἐλαύνειν τοὺς ἵππους. τελευταῖος δὲ

Τυδεΐδης ὄχ' ἄριστος ἐὼν λάχ' ἐλαυνέμεν ἵππους.357
ὁ τοῦ Τυδέως ἐξόχως κράτιστος ὢν, ἔτυχεν ἐλαύνειν τοὺς ἵππους.

στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματ' Ἀχιλλεὺς358
ἔστησαν δὲ κατὰ τάξιν. ἐδήλωσε δὲ τὰ τέλη τοῦ δρόμου ὁ Ἀχιλλεὺς

τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν359
πόρρωθεν ἐν ὁμαλῇ πεδιάδι. ἐπίσκοπον δὲ καὶ ἐπόπτην ἐκάθισε

ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο, 360
τὸν ἰσόθεον Φοίνικα τὸν θεράποντα τοῦ ἑαυτοῦ πατρός·

ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.361
ὅπως ἐπισκοποίη καὶ μεμνημονεύοι τοῦ δρόμου καὶ τὴν ἀλήθειαν δηλοποιήσαι.



οἳ δ' ἅμα πάντες ἐφ' ἵπποιιν μάστιγας ἄειραν,362
οὗτοι δὲ πάντες ἐπὶ τῶν ἵππων τὰς μάστιγας ἀνέσχον,

πέπληγόν θ' ἱμᾶσιν, ὁμόκλησάν τ' ἐπέεσσιν363
καὶ ἔπληξαν τοῖς λώροις, καὶ ἠπείλησαν λόγοις

ἐσσυμένως· οἳ δ' ὦκα διέπρησσον πεδίοιο364
ἐσπευσμένως· ταχέως δὲ αὐτοὶ διέτρεχον διὰ τοῦ πεδίου

νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη 365
πόρρω τῶν νέων συντόμως· ἐκ τῶν πτερνῶν δὲ κονιορτὸς

ἵστατ' ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,366
ἠγείρετο αἰρόμενος καθάπερ νέφος ἢ συστροφὴ μεγάλη ἀνέμου·

χαῖται δ' ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.367
αἱ χαῖται δὲ διεκινοῦντο ἐν ταῖς πνοαῖς τοῦ ἀνέμου.

ἅρματα δ' ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,368
τὰ ἅρματα δὲ, ποτὲ μὲν προσήγγυζον τῇ πολλὰ τρεφούσῃ γῇ·

ἄλλοτε δ' ἀΐξασκε μετήορα· τοὶ δ' ἐλατῆρες369
ποτὲ δὲ ἄνω ᾔροντο μετέωρα. οἱ ἀναβάται δὲ

ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου 370
ἵσταντο ἐν τοῖς δίφροις· ἔσφυζε δὲ καὶ ὑπεκινεῖτο ἡ ψυχὴ ἑκάστου

νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος371
τῆς νίκης ἐπιθυμούντων· παρεκελεύοντο δὲ τοῖς ἑαυτῶν ἵπποις ἅπαντες·

ἵπποις, οἳ δ' ἐπέτοντο κονίοντες πεδίοιο.372
οὗτοι δὲ ἀνύοντες ἔτρεχον διὰ τῆς πεδιάδος·



ἀλλ' ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι373
ἀλλ᾽ ὁπηνίκα δὴ τὸ ἔσχατον τοῦ δρόμου ἐτέλουν οἱ ταχεῖς ἵπποι

ἂψ ἐφ' ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου374
εἰς τοὐπίσω ἀπὸ τῆς λευκῆς θαλάσσης, τηνικαῦτα δὴ ἑκάστου τέχνη καὶ ἀρετὴ

φαίνετ', ἄφαρ δ' ἵπποισι τάθη δρόμος· ὦκα δ' ἔπειτα 375
διεφαίνετο· ὀξὺς δὲ τοῖς ἵπποις ἐξετάθη δρόμος· ταχέως δὲ μετὰ ταῦτα

αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.376
ἐξέφερον καὶ παρήρχοντο αἱ ταχύποδες ἵπποι τοῦ υἱοῦ τοῦ Αἰφηρητίου.

τὰς δὲ μετ' ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι377
μετὰ ταύτας δὴ προέτρεχον οἱ τοῦ Διομήδους ἄρσενες ἵπποι

Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθ' ἔσαν, ἀλλὰ μάλ' ἐγγύς·378
οἱ Τρωικοί, οὐδέ τι πολλῷ πόρρωθεν ἦσαν, ἀλλὰ πάνυ πλησίον·

αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,379
ἀεὶ γὰρ ἐοίκεσαν ἐπιβησομένοις τοὺς ὀχήματος·

πνοιῇ δ' Εὐμήλοιο μετάφρενον εὐρέε τ' ὤμω 380
ὑπὸ τῆς πνοῆς δὲ τὰ τοῦ Εὐμήλου μετάφρενα, καὶ τοὺς πλατεῖς ὤμους

θέρμετ'· ἐπ' αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.381
ἐθερμαίνοντο. ἐπ᾿ αὐτῷ γὰρ καταθέντες τὰς κεφαλὰς ἔτρεχον.

καί νύ κεν ἢ παρέλασσ' ἢ ἀμφήριστον ἔθηκεν,382
καὶ δὴ ἢ παρῆλθεν ἄν, ἢ ἀμφισβητήσιμον ἐποίησεν,

εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,383
εἰ μὴ εἰ τῷ υἱῷ τοῦ Τυδέως ὠργίσθη Ἀπόλλων ὁ καθαρός,

ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.384
ὃς δὴ ἐξέβαλεν ἐκ τῶν χειρῶν αὐτοῦ τὴν λαμπρὰν μάστιγα·

τοῖο δ' ἀπ' ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο, 385
τούτου δ᾽ ἀπὸ τῶν ὀφθαλμῶν ἐχέοντο δάκρυα ὀργιζομένου καὶ λυπουμένου·

οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,386
διότι τὰς μὲν ἑώρα ἔτι πολλῷ μᾶλλον προϊούσας·

οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.387
οὗτοι δὲ χείρονες γεγόνασιν ἄνευ κέντρου καὶ μάστιγος τρέχοντες,

οὐδ' ἄρ' Ἀθηναίην ἐλεφηράμενος λάθ' Ἀπόλλων388
οὐδὲ ἔλαθε τὴν Ἀθηνᾶν ὁ Ἀπόλλων βλάψας ἀδίκως

Τυδεΐδην, μάλα δ' ὦκα μετέσσυτο ποιμένα λαῶν,389
τὸν τοῦ Τυδέως· ταχέως δὲ πᾶν ἐφώρμησεν ἐπὶ τὸν βασιλέα τοῦ στρατοῦ,

δῶκε δέ οἱ μάστιγα, μένος δ' ἵπποισιν ἐνῆκεν· 390
ἔδωκε δὲ αὐτῷ τὴν μάστιγα, προθυμίαν δὲ τοῖς ἵπποις ἐνέβαλεν·

ἣ δὲ μετ' Ἀδμήτου υἱὸν κοτέουσ' ἐβεβήκει,391
αὕτη δὲ ἐπὶ τὸν υἱὸν τοῦ Ἀδμήτου ἐπορεύθη μνησικακοῦσα,

ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι392
συνέτριψε δὲ αὐτοῦ τὸν τῶν ἵππων ζυγὸν ἡ θεά, αἱ ἵπποι δ᾽ αὐτῷ

ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δ' ἐπὶ γαῖαν ἐλύσθη.393
ἔξω τῆς προκειμένης ὁδοῦ ἔδραμον, τὸ ξύλον δὲ τὸ ἀπὸ τοῦ δίφρου μέχρι τοῦ ζυγοῦ διῆκον ἐπὶ τὴν γῆν κατέπεσεν,

αὐτὸς δ' ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,394
αὐτὸς δὲ ἐκ τοῦ ὀχήματος ἐπὶ τὸν τροχὸν κατηνέχθε

ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε, 395
καὶ τοὺς ἀγκῶνας κατεξέσθη, καὶ τὸ στόμα, καὶ τὰς ῥῖνας,

θρυλίχθη δὲ μέτωπον ἐπ' ὀφρύσι· τὼ δέ οἱ ὄσσε396
ἐθραύσθη δὲ τὸ μέτωπον ἐπὶ ταῖς ὀφρύσιν, οἱ ὀφθαλμοὶ δὲ αὐτοῦ

δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.397
δακρύων ἐπλήσθησαν, ἡ σύντονος δὲ καὶ μεγάλη αὐτοῦ φωνὴ κατεσχέθη·

Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,398
ὁ τοῦ Τυδέως δὲ παρακλίνας ἤλαυνε τοὺς μονώνυχας ἵππους,

πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη399
πολλῷ τῶν ἄλλων προτρέχων· ἡ γὰρ Ἀθηνᾶ

ἵπποις ἧκε μένος καὶ ἐπ' αὐτῷ κῦδος ἔθηκε. 400
ἐνέβαλε προθυμίαν τοῖς ἵπποις· καὶ δόξαν ἐπέθηκεν αὐτῷ·

τῷ δ' ἄρ' ἐπ' Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.401
ἐπὶ τούτῳ δὲ ἤλαυνεν ὁ τοῦ Ἀτρέως ξανθός Μενέλαος·

Ἀντίλοχος δ' ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·402
ὁ Ἀντίλοχος δὲ τοῖς ἵπποις παρεκελεύσατο τοῦ ἑαυτοῦ πατρός.

ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα.403
προχωρεῖτε καὶ ὑμᾶς αὐτοὺς ἐκτείνεται πάνυ ταχύτητα.

ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω404
ἐκείνοις μὲν ἁμιλλᾶσθαι οὐδαμῶς ἐπιτάττω,

Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη 405
τοῖς ἵπποις τοῦ συνετοῦ υἱοῦ τοῦ Τυδέως· οἷστισιν ἡ Ἀθηνᾶ

νῦν ὤρεξε τάχος καὶ ἐπ' αὐτῷ κῦδος ἔθηκεν·406
νῦν παρέσχετο ταχυτῆτα, καὶ ἐπέθηκεν αὐτῷ δόξαν.

ἵππους δ' Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον,407
τοὺς ἵππους δὲ τοῦ υἱοῦ τοῦ Ἀτρέως καταλάβετε, μηδὲ ἀπολειφθῆτε·

καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ408
ταχέως, μήποθ' ὑμῖν ὄνειδος καὶ μέμψιν καταχέῃ

Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι;409
ἡ Αἴθη θῆλυς καὶ φορβὰς οὖσα· τὶ δὴ ὑστερίζετε, ὦ βέλτιστοι;

ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· 410
οὕτω γὰρ λέξω, καὶ τετελεσμένον δήπουθεν ἔσται·

οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν411
οὐχ ὑμῖν ἐπιμέλεια καὶ φροντὶς παρὰ Νέστορι τῷ βασιλεῖ τῶν λαῶν

ἔσσεται, αὐτίκα δ' ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,412
ἔσται· παραχρῆμα γὰρ ὑμᾶς ἀποκτενεῖ σιδήρῳ ὀξεῖ καὶ τμητικῷ,

αἴ κ' ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.413
ἐὰν ἀφροντιστήσαντες λάβωμεν φαῦλον καὶ εὐτελὲς ἔπαθλον.

ἀλλ' ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα·414
ἀλλ᾽ ἐπιδιώκετε, καὶ ἐπειγόμενοι τρέχετε πάνυ ταχέως·

ταῦτα δ' ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω 415
ταῦτα δὲ ἐγὼ αὐτὸς μηχανήσομαι, καὶ ἐπινοήσω,

στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.416
παρεισδῦναι εἰς τὸ στένωμα τῆς ὁδοῦ, οὐδὲ λαθεῖν με δυνήσεται.



ὣς ἔφαθ', οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν417
οὕτως εἶπεν· οὗτοι δὲ φοβηθέντες τὴν τοῦ βασιλέως ἀπειλήν,

μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δ' ἔπειτα418
μᾶλλον ἐπέδραμον ἐν ὀλίγῳ χρόνῳ. ταχέως δὲ μετὰ ταῦτα

στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.419
τὸ στένωμα τῆς κοίλης ὁδοῦ ἐθεάσατο ὁ ἀνδρεῖος καὶ καρτερικὸς ἐν τῇ μάχῃ Ἀντίλοχος.

ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ 420
ῥύαξ καὶ σχίσμα ἦν γῆς, ἐν ᾧ χειμῶνος ὕδωρ ἀθροισθὲν

ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα·421
διέκοψε καὶ κατέσπασε τὴν ὁδόν, ἐβάθυνε δὲ πάντα τὸν τόπον.

τῇ ῥ' εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.422
ἐκεῖσε δὴ ἤλαυνεν ὁ Μενέλαος φυλαττόμενος τὸ τρέχειν ἅμα·

Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους423
ὁ Ἀντίλοχος δὲ παρακλίνας ἤλαυνεν τοὺς μονώνυχας ἵππους

ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.424
ἔξω τῆ ὁδοῦ· ὀλίγον δὲ παρατρέψας ἔτρεχεν,

Ἀτρεΐδης δ' ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει· 425
ὁ τοῦ Ἀτρέως δὲ ἐφοβήθη, καὶ τῷ Ἀντιλόχῳ ἐφώνει

Ἀντίλοχ' ἀφραδέως ἱππάζεαι, ἀλλ' ἄνεχ' ἵππους·426
ὦ Ἀντίλοχε ἀπερισκέπτως (ἀπείρως) ἱππάζῃ καὶ τρέχεις· ἀλλ᾽ ἄνω ἔχε τοὺς ἵππους

στεινωπὸς γὰρ ὁδός, τάχα δ' εὐρυτέρη παρελάσσαι·427
καὶ μὴ ἐπίκεισο· στενὴ γὰρ ἡ ὁδός, ταχέως δὲ ἐν τῇ πλατυτέρᾳ παρελεύσῃ·

μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.428
μήπως ἀμφοτέρους βλάψῃς τῷ ἅρματι προσκρούσας καὶ συρράξας συμπεσών·



ὣς ἔφατ', Ἀντίλοχος δ' ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε429
οὕτως εἶπεν. Ἀντίλοχος δ' ἔτι πολλῷ μᾶλλον ἤλαυνε,

κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς. 430
τῇ μάστιγι ἐπιταχύνων, ὥσπερ ὅμοιος μηδὲν ἀκούοντι·

ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,431
ὅσα δέ εἰσι τὰ τοῦ δίσκου ὁρμήματα, ὃν ἀφιᾶσιν ἄνωθεν ἐκ τῶν ὤμων,

ὅν τ' αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,432
ὃν ἔρριψεν ἀνὴρ νέος πεῖραν λαμβάνων τῆς ἑαυτοῦ ἐφηβίας,

τόσσον ἐπιδραμέτην· αἳ δ' ἠρώησαν ὀπίσσω433
τοσοῦτον ἐπέδραμον· αἱ ἵπποι δὲ ὑπεχώρησαν εἰς τοὐπίσω καὶ ἀπελείφθησαν,

Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν434
τοῦ υἱοῦ τοῦ Ἀτρέως· αὐτὸς γὰρ ἐθελουσίως μεθῆκε τὸ συντόνως τρέχειν,

μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι, 435
μήπως συμπέσειεν καὶ προσκρούσειεν ἐν τῇ ὁδῷ οἱ μονώνυχες ἵπποι,

δίφρους τ' ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δ' αὐτοὶ436
καὶ τὰ ὀχήματα καταρρίψειεν τὰ καλῶς ἡρμοσμένα, καὶ αὐτοὶ

ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.437
καταπέσειεν ἐν τῇ κόνει, σπεύδοντες ἕνεκα νίκης.

τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·438
πρὸς τοῦτον δὲ καὶ λοιδορῶν εἶπεν ὁ πυρόχρους Μενέλαος·

Ἀντίλοχ' οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·439
ὦ Ἀντίλοχε, οὐδεὶς ἄλλος τῶν ἀνθρώπων ἐστὶν ὀλεθρίου αἰτιώτερος σοῦ·

ἔρρ', ἐπεὶ οὔ σ' ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί. 440
ἄπιθι μετὰ φθορᾶς, ἐπειδὴ οὐκ ἀληθῶς σε οἰόμεθα οἱ Ἕλληνες φρόνιμον εἶναι·

ἀλλ' οὐ μὰν οὐδ' ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.441
οὐ μὴν ἀλλὰ μὴν οὕτως ἄνευ ὅρκου λήψῃ τὸ ἔπαθλον·



ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·442
οὕτως εἰπὼν τοῖς ἵπποις παρεκελεύσατο καὶ εἶπε·

μή μοι ἐρύκεσθον μὴ δ' ἕστατον ἀχνυμένω κῆρ.443
μή μοι κωλύεσθε, μηδὲ ἵστασθε λυπούμενοι κατὰ ψυχήν·

φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα444
φθάσουσιν ἀσθενήσαντες οἱ πόδες καὶ τὰ γόνατα τούτοις

ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος. 445
ἢ ὑμῖν, ἀμφότεροι γὰρ στέρονται νεότητος.



ὣς ἔφαθ', οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν446
οὕτως εἶπεν· οὗτοι δὲ τὴν τοῦ βασιλέως φοβηθέντες ἀπειλήν,

μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.447
μᾶλλον ἐπέδραμον, ταχέως δὲ πλησίον αὐτῶν ἐγένοντο·



Ἀργεῖοι δ' ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο448
οἱ Ἕλληνες δὲ ἐν τῷ τοῦ ἀγῶνος τόπῳ καθήμενοι ἐθεῶντο

ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.449
τοὺς ἵππους· οὗτοι δὲ ἔτρεχον σπεύδοντες διὰ τῆς πεδιάδος.

πρῶτος δ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθ' ἵππους· 450
πρῶτος δὲ ὁ Ἰδομενεὺς ὁ στρατηγὸς τῶν Κρητῶν ἐνόησε τοὺς ἵππους·

ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·451
ἐκάθητο γὰρ ἐκτὸς τῶν ἄλλων ἄνωθι ἐν ὑψηλῷ τόπῳ.

τοῖο δ' ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας452
τούτου δὲ πόρρωθεν ὄντος τοῦ ἀπειλοῦντος καὶ παρακελευομένου ἀκούσας

ἔγνω, φράσσατο δ' ἵππον ἀριπρεπέα προὔχοντα,453
ἐνόησεν, ἐθεάσατο δὲ τὸν διάδηλον, καὶ ἐπίσημον ἵππον προβαίνοντα,

ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ454
ὃς τὸ μὲν ἄλλο σῶμα πυρρὸς τῷ χρώματι ἦν, ἐν τῷ μετώπῳ δὲ

λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη. 455
σημεῖον λευκὸν ἦν περιφερὲς ὥσπερ σελήνη.

στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·456
ἔστη δὲ ὀρθός, καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν·

ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες457
ὦ φίλοι ἡγεμόνες τῶν Ἑλλήνων καὶ βασιλεῖς,

οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;458
μόνος ἐγὼ τοὺς ἵππους ὁρῶ, ἢ καὶ ὑμεῖς;

ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,459
ἄλλοι μοι δοκοῦσι πρότεροι εἶναι ἵπποι,

ἄλλος δ' ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ 460
ἄλλος δὲ ἀναβάτης ἔοικεν· αὗται δέ που

ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν·461
ἐβλάβησαν ἐν τῷ πεδίῳ, αἵτινες κρείσσονες ἦσαν ἐκεῖσε·

ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,462
ταύτας μὲν γὰρ τὸ πρῶτον ἐθεασάμην παρὰ τὸν καμπτῆρα ἐλθούσας,

νῦν δ' οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε463
νῦν δὲ οὐδαμοῦ δύναμαι ἰδεῖν. πανταχόσε δέ μοι οἱ ὀφθαλμοὶ

Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι·464
κατὰ τὸ Τρωικὸν πεδίον περιβλέπουσι θεωμένῳ.

ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη 465
ἢ τὸν ἡνίοχον ἔφυγον αἱ ἡνίαι, οὐδὲ ἠδυνήθη

εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας·466
καλῶς κατασχεῖν παρὰ τὸν καμπτῆρα, καὶ ἀπέτυχε τοῦ ἑλίξαι καὶ συστρέψαι τοὺς ἵππους·

ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θ' ἅρματα ἆξαι,467
ἐκεῖ αὐτὸν ἐκπεσεῖν ὑπολαμβάνω, καὶ τὰ ἅρματα συντρίψαι.

αἳ δ' ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.468
αὗται δὲ ἔξω τοῦ δρόμου ὥρμησαν, ἐπειδὴ προθυμία ἐπεγένετο τῇ ψυχῇ·

ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε469
ἀλλὰ θεάσασθε καὶ ὑμεῖς ἀναστάντες, οὐ γὰρ ἐγὼ

εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ 470
καλῶς διακρίνω. δοκεῖ δέ μοι εἶναι ἀνὴρ

Αἰτωλὸς γενεήν, μετὰ δ' Ἀργείοισιν ἀνάσσει471
τὸ γένος Αἰτωλὸς βασιλεὺς δὲ ἐν τοῖς Ἕλλησιν,

Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.472
ὁ υἱὸς τοῦ ἱππικοῦ καὶ πολεμικοῦ Τυδέως ὁ ὀχυρὸς καὶ ἀνδρεῖος Διομήδης.



τὸν δ' αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας·473
τοῦτον δὲ αἰσχρῶς καὶ ἀναιδῶς ἐλοιδόρησεν ὁ τοῦ Ὀϊλέως ταχύπους Αἴας.

Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τ' ἄνευθεν474
ὦ Ἰδομενεῦ, τί πρὸ καιροῦ λάβρως καὶ ἀπερισκέπτως λαλεῖς· αὗται γὰρ πόρρωθεν

ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται. 475
αἱ ἵπποι αἱ ταχύποδες διὰ τοῦ μεγάλου πεδίου τρέχουσιν·

οὔτε νεώτατός ἐσσι μετ' Ἀργείοισι τοσοῦτον,476
οὔτε νέος ὑπάρχεις ἐν τοῖς Ἕλλησι τοσοῦτον, ὥστε τὰ πολλῷ πόρρω ὁρᾷν,

οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε·477
οὔτε σοι ὀξύτατα καὶ τμητικώτατα ἐκ τῆς κεφαλῆς βλέπουσιν οἱ ὀφθαλμοί.

ἀλλ' αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ478
ἀλλ' ἀεὶ λόγοις ἀχρήστως λαλεῖς· οὐδαμῶς δέ σε δεῖ

λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.479
ἀπαίδευτον ἐν τῷ λέγειν εἶναι· πάρεισι γὰρ καὶ ἄλλοι βελτίονες,

ἵπποι δ' αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ, 480
αἱ ἵπποι δέ εἰσιν ἔμπροσθεν, αἱ καὶ πρότερον ἦσαν

Εὐμήλου, ἐν δ' αὐτὸς ἔχων εὔληρα βέβηκε.481
τοῦ Εὐμήλου. αὐτὸς δὲ ἐμβέβηκε κατέχων τὰς ἡνίας.



τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·482
πρὸς τοῦτον δὲ ὀργισθεὶς ὁ στρατηγὸς τῶν Κρητῶν ἐξεναντίας ἔλεγεν·

Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα483
ὦ Αἶαν, ἐν τῷ φιλονεικεῖν κράτιστε, κακῶς ἐπιλογιζόμενε, καὶ κατὰ πάντα τ᾿ ἄλλα

δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.484
τυγχάνεις ἡττώμενος τῶν Ἑλλήνων, καθότι σοι νοῦς ὑπάρχει ὠμὸς καὶ μωρός·

δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος, 485
ἄγε νῦν συνθώμεθα ἢ περὶ τρίποδος ἢ λέβητος,

ἴστορα δ' Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,486
μάρτυρα δὲ ποιησώμεθα ἀμφότεροι Ἀγαμέμνονα τὸν υἱὸν τοῦ Ἀτρέως,

ὁππότεραι πρόσθ' ἵπποι, ἵνα γνώῃς ἀποτίνων.487
ὁπότεραι (ὁποῖαι) ἵπποι εἰσὶν ἔμπροσθεν, ἵνα γνῷς ἀποδιδοὺς καὶ ζημιούμενος.



ὣς ἔφατ', ὄρνυτο δ' αὐτίκ' Ὀϊλῆος ταχὺς Αἴας488
οὕτως εἶπε· διανέστη δὲ παραχρῆμα ὁ ταχύπους Αἴας τοῦ Ὀϊλέως

χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·489
πάνυ ὀργιζόμενος δεινοῖς χαλεποῖς λόγοις ἀποκρίνασθαι·

καί νύ κε δὴ προτέρω ἔτ' ἔρις γένετ' ἀμφοτέροισιν, 490
καὶ δὴ προσωτέρω ἐχώρησεν ἂν ἀμφοτέροις ἡ φιλονεικία,

εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·491
εἰ μὴ αὐτὸς ὁ Ἀχιλλεὺς ἀνέστη καὶ εἶπε λόγον.

μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν492
μηκέτι νῦν ἀποκρίνεσθε λόγοις χαλεποῖς καὶ δεινοῖς,

Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.493
ὦ Αἶαν, καὶ Ἰδομενεῦ, ἐπαχθέσι καὶ βλαβεροῖς, οὐ γὰρ προσήκει·

καὶ δ' ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.494
καὶ δὴ καὶ ἄλλῳ μέμφεσθε, ὅστις τοιαῦτά γε πράττοι,

ἀλλ' ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε 495
ἀλλ᾽ ὑμεῖς ἐν τῷ ἀγῶνι καθήμενοι θεᾶσθε

ἵππους· οἳ δὲ τάχ' αὐτοὶ ἐπειγόμενοι περὶ νίκης496
τοὺς ἵππους, οὗτοι δὲ ταχέως αὐτοὶ σπεύδοντες ἕνεκα νίκης

ἐνθάδ' ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος497
δεῦρο ἀφίξονται· τότε δὲ γνώσεσθε πάντες

ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.498
τοὺς ἵππους τῶν Ἑλλήνων τίνες δεύτεροι, καὶ τίνες πρότεροι.



ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,499
οὕτως εἶπεν· ὁ τοῦ Τυδέως δὲ πάνυ πλησίον ἀφίκετο τρέχων,

μάστι δ' αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι 500
μάστιγι δὲ ἀεὶ ἐδίωκε κατὰ τῶν ὤμων αὐτὴν ἐπαίρων, οἱ ἵπποι δὲ αὐτοῦ

ὑψόσ' ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.501
εἰς ὕψος ᾔροντο ῥᾳδίως ἀνύοντες τὴν ὁδόν,

αἰεὶ δ' ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,502
ἀεὶ δὲ τὸν ἀναβάτην ἔβαλλον ῥανίδες κόνεως αἰρομένης,

ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε503
τὸ ἅρμα δὲ χρυσῷ καὶ κασσιτέρῳ κεκαλυμμένον τὰ πέριξ ἄκρα,

ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ504
τοῖς ταχύποσιν ἵπποις ἐπέτρεχεν, οὐδέ τι μεγάλη

γίγνετ' ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν 505
ἐγίνετο ὄπισθεν ἡ τῶν ἐπικειμένων τοῖς τροχοῖς στομωμάτων ἐγχάραξις

ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.506
ἐν τῇ λεπτῇ κόνει· οὗτοι δὲ ἐπειγόμενοι ἔτρεχον,

στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δ' ἀνεκήκιεν ἱδρὼς507
ἔστη δὲ ἐν τῷ μέσῳ τοῦ ἀγῶνος. πολὺς δὲ ἱδρὼς ἀνεφέρετο

ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.508
ἔκ τε τῶν κορυφῶν τῶν ἵππων καὶ ἀπὸ τῶν στέρνων ἐπὶ τὴν γῆν.

αὐτὸς δ' ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,509
αὐτὸς δὲ ἐκ τοῦ ὀχήματος τοῦ λαμπροτάτου κατεπήδησε χαμαί,

κλῖνε δ' ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν 510
ἔκλινε δὲ καὶ ἐπέθηκε τὴν μάστιγα πρὸς τὸν ζυγόν· οὐδὲ ὑστέρησεν

ἴφθιμος Σθένελος, ἀλλ' ἐσσυμένως λάβ' ἄεθλον,511
ὁ ἰσχυρὸς καὶ γενναῖος Σθένελος· ἀλλ' ἐσπευσμένως ἔλαβε τὸ ἔπαθλον,

δῶκε δ' ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα512
καὶ ἔδωκε τοῖς μεγαλοψύχοις φίλοις ἄγειν γυναῖκα,

καὶ τρίποδ' ὠτώεντα φέρειν· ὃ δ' ἔλυεν ὑφ' ἵππους.513
καὶ τρίποδα φέρειν ὦτα ἔχοντα· αὐτὸς δὲ ἀπέλυσε τοὺς ἵππους·



τῷ δ' ἄρ' ἐπ' Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους514
ἐπὶ τούτῳ δὲ Ἀντίλοχος ὁ τοῦ Νηλέως ἀπόγονος ἐπήγαγε τοὺς ἵππους

κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον· 515
τέχνῃ καὶ δόλῳ, οὐδαμῶς τάχει παρελθὼν τὸν Μενέλαον·

ἀλλὰ καὶ ὧς Μενέλαος ἔχ' ἐγγύθεν ὠκέας ἵππους.516
ἀλλὰ καὶ οὕτως ὁ Μενέλαος ó ἤλαυνεν ἐκ τοῦ σύνεγγυς τοὺς ταχεῖς ἵππους.

ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα517
ὅσον δὲ ἀφίσταται τοῦ τροχοῦ ὁ ἵππος, ὃς δὴ τὸν κύριον

ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι·518
εἵλκυσε διὰ τῆς πεδιάδος ἐπεκτεινόμενος καὶ τρέχων σὺν τοῖς ὀχήμασι·

τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι519
τῆς γὰρ περιφερείας τοῦ τροχοῦ ψαύουσιν αἱ τελευταῖαι τρίχες

οὐραῖαι· ὃ δέ τ' ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ 520
τῆς οὐρᾶς, οὗτος δὲ πάνυ πλησίον τρέχει, οὐδέ τι πολλὴ

χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος·521
διάστασις μεταξὺ διὰ τοῦ μεγάλου πεδίου τρέχοντος·

τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο522
τοσοῦτον δὴ ὁ Μενέλαος τοῦ ἀμωμήτου καὶ βελτίστου Ἀντιλόχου

λείπετ'· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,523
ἀφίστατο. τὸ πρῶτον δὲ καὶ εἰς δίσκου βολήν ἀπελείπετο·

ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ524
ἀλλὰ ταχέως αὐτὸν κατελάμβανεν· ηὐξάνετο γὰρ ἡ καλὴ προθυμία

ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης· 525
τῆς τοῦ Ἀγαμέμνονος Αἴθης τῆς ὡραιότριχος ἵππου.

εἰ δέ κ' ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,526
εἰ δ᾽ ἔτι προσωτέρω ἐγένετο δρόμος ἀμφοτέροις,

τώ κέν μιν παρέλασσ' οὐδ' ἀμφήριστον ἔθηκεν.527
ταύτῃ παρῆλθεν ἂν αὐτόν, οὐδὲ ἀμφισβητήσιμον ἐποίησε.

αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος528
Μηριόνης δὲ ὁ χρηστὸς θεράπων τοῦ Ἰδομενέως

λείπετ' ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν·529
ἀφίστατο τοῦ ὑπερενδόξου Μενελάου δόρατος βολήν.

βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι, 530
βραδεῖς μὲν γὰρ ἦσαν αὐτοῦ ἵπποι ὡραιότριχες·

ἤκιστος δ' ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ' ἐν ἀγῶνι.531
ἐλάσσων δὲ ἦν αὐτὸς ἐλαύνειν ἅρμα ἐν τοῖς ἀγῶσιν.

υἱὸς δ' Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων532
ὁ υἱὸς δὲ τοῦ Ἀδμήτου ὕστατος πάντων τῶν ἄλλων ἀφίκετο

ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.533
ἐπισύρων τὸ περικαλλὲς ἅρμα, ἐλαύνων εἰς τὸ πρόσω τοὺς ἵππους·

τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,534
τοῦτον δὲ θεασάμενος ἠλέησεν ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεύς.

στὰς δ' ἄρ' ἐν Ἀργείοις ἔπεα πτερόεντ' ἀγόρευε· 535
στὰς δὲ ἐν τοῖς Ἕλλησι λόγους ταχεῖς ἔλεγεν·

λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους·536
ὁ ἄριστος ἀνὴρ ἔσχατος πάντων ἐλαύνει τοὺς μονώνυχας ἵππους·

ἀλλ' ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς537
ἀλλ᾿ ἄγε δὴ δῶμεν αὐτῷ ἔπαθλον ὡς τὸ εἰκὸς

δεύτερ'· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.538
τὰ δεύτερα, τὰ πρῶτα δὲ ἐχέτω ὁ τοῦ Τυδέως υἱός.



ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.539
οὕτως εἶπεν, οὗτοι δὲ πάντες συνῄνουν καθάπερ ἔλεγε.

καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί, 540
καὶ δὴ παρέσχεν ἂν αὐτῷ τὸν ἵππον, συνῄνεσαν γὰρ οἱ Ἕλληνες·

εἰ μὴ ἄρ' Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς541
εἰ μὴ Ἀντίλοχος ὁ τοῦ μεγαλοψύχου Νέστορος υἱὸς

Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατ' ἀναστάς·542
πρὸς τὸν τοῦ Πηλέως Ἀχιλλέα ἐνδίκως ἀπεκρίνατο ἀναστάς·

ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς543
ὦ Ἀχιλλεῦ, πάνυ σοι ὀργισθήσομαι ἐὰν τελειώσῃς

τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον544
τόνδε τὸν λόγον, μέλλεις γὰρ ἀποστερήσειν ἔπαθλον·

τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ' ἵππω 545
ταῦτα διανούμενος, ὅτι ἐβλάβησαν αὐτῷ τὰ ἅρματα καὶ οἱ ταχεῖς ἵπποι,

αὐτός τ' ἐσθλὸς ἐών· ἀλλ' ὤφελεν ἀθανάτοισιν546
αὐτὸς γε γενναῖος ὑπάρχων. ἀλλ᾽ ἐχρεώστει τοῖς ἀθανάτοις θεοῖς

εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.547
εὐχὰς ποιεῖσθαι· οὕτω γὰρ οὐκ ἂν ἀφίκετο τρέχων ὕστατος πάντων.

εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ548
εἰ δὲ ἐλεεῖς αὐτὸν καί σοι ἀγαπητὸς ὑπάρχει ἐν τῇ ψυχῇ·

ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς549
ἔστι σοι ἐν τῇ σκηνῇ πολὺς χρυσός, ἔστι δέ σοι χαλκός,

καὶ πρόβατ', εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι· 550
καὶ πρόβατα, εἰσὶ δὲ δοῦλαι καὶ ἵπποι μονώνυχες.

τῶν οἱ ἔπειτ' ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον551
τούτων τι μετὰ ταῦτα καὶ μεῖζον ἔπαθλον ἀναλαβών δώρησαι αὐτῷ,

ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σ' αἰνήσωσιν Ἀχαιοί.552
ἢ καὶ νυνὶ παραχρῆμα, ὅπως σε ἐπαινέσωσιν οἱ Ἕλληνες·

τὴν δ' ἐγὼ οὐ δώσω· περὶ δ' αὐτῆς πειρηθήτω553
ταύτην δὲ ἐγὼ οὐκ ἐπιδώσω· περὶ αὐτῆς δὲ πειραθείτω,

ἀνδρῶν ὅς κ' ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.554
ὃς ἂν βούληται τῶν ἀνδρῶν χερσὶ μάχεσθαί μοι.



ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς 555
οὕτως εἶπεν· ἐγέλασε δὲ ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεὺς

χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος·556
εὐφραινόμενος ἐπὶ τῷ Ἀντιλόχῳ· διότι φίλος ἦν αὐτῷ ἀγαπητός,

καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·557
καὶ ἀποκρινόμενος ἔλεγε πρὸς αὐτὸν λόγους ταχεῖς·

Ἀντίλοχ', εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο558
ὦ Ἀντίλοχε, ἐπειδή με κελεύεις οἴκοθεν ἄλλο

Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.559
ἔπαθλον δωρήσασθαι τῷ Εὐμήλῳ, ἔγωγε καὶ τοῦτ᾽ ἂν ποιήσω·

δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων 560
δώσω αὐτῷ θώρακα, ὃν τὸν Ἀστεροπαῖον ἀφειλόμην,

χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο561
τὸν χαλκοῦν· ᾧτινι χύμα λαμπροῦ κασσιτέρου

ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.562
περικέχυται καὶ πέπηκται, πολλοῦ δὲ ἄξιος ὑπάρχει.



ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ563
εἶπε δή, καὶ Αὐτομέδοντι τῷ φίλῳ ἑταίρῳ ἐκέλευσε

οἰσέμεναι κλισίηθεν· ὃ δ' ᾤχετο καί οἱ ἔνεικεν,564
κομίσειν ἐκ τῆς σκηνῆς· οὗτος δὲ ἀπῆλθε καὶ ἤνεγκεν αὐτῷ·

Εὐμήλῳ δ' ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων. 565
ἔθηκε δὲ ἐν ταῖς χερσὶ τοῦ Εὐμήλου, αὐτὸς δὲ εὐφραινόμενος ἐδέξατο αὐτόν.



τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων566
ἐν τούτοις δὲ καὶ Μενέλαος ἀνέστη λυπούμενος κατά ψυχὴν

Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δ' ἄρα κῆρυξ567
τῷ Ἀντιλόχῳ καθ᾽ ὑπερβολὴν ὀργισθείς. ὁ κῆρυξ δὲ

χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν568
ἐνέβαλεν εἰς τὰς χεῖρας αὐτοῦ τὴν βασιλικὴν ῥάβδον, καὶ σιγῆσαι ἐπέταξε

Ἀργείους· ὃ δ' ἔπειτα μετηύδα ἰσόθεος φώς·569
τοῖς Ἕλλησιν· οὗτος δὲ μετὰ ταῦτα ἔλεγεν ὁ ἶσος τοῖς θεοῖς ἀνήρ·

Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας. 570
ὦ Ἀντίλοχε, τὸ πρότερον συνετὲ καὶ φρόνιμε, τί ἐποίησας;

ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους571
κατῄσχυνας μὲν τὴν ἐμὴν ἀρετήν, ἔβλαψας δέ μοι τοὺς ἵππους,

τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.572
τοὺς σοὺς ἔμπροσθεν ἀγαγών, οἵ σοι πολλῷ ἥττονες εἰσίν·

ἀλλ' ἄγετ' Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες573
ἀλλ' ἄγετε, ὦ ἡγεμόνες τῶν Ἑλλήνων καὶ βασιλεῖς,

ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δ' ἐπ' ἀρωγῇ,574
εἰς τὸ μέσον ἀμφοτέροις κρίνατε, μηδὲ ἐπὶ βοηθείᾳ καὶ κατὰ χάριν·

μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων· 575
μήποτέ τις εἴπῃ τῶν σιδηροθωράκων Ἑλλήνων

Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος576
τὸν Ἀντίλοχον ψεύσμασι βιασάμενος ὁ Μενέλαος

οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν577
ἀπῆλθεν ἔχων τὸν ἵππον, διότι αὐτῷ πολλῷ ἥττονές εἰσιν

ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.578
ἵπποι, αὐτὸς δὲ κρείττων ἀρετῇ καὶ δυνάμει·

εἰ δ' ἄγ' ἐγὼν αὐτὸς δικάσω, καί μ' οὔ τινά φημι579
εἰ δὲ μή, ἄγε ἐγὼ αὐτὸς κρινῶ, καί με οὐδένα οἴομαι

ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται. 580
ἄλλον τῶν Ἑλλήνων ἐλέγξειν. εὐθεῖα γὰρ καὶ δικαία ἔσται ἡ κρίσις μου.

Ἀντίλοχ' εἰ δ' ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί,581
ὦ Ἀντίλοχε, ἄγε δὴ ἐνθάδε, ἐνδοξοτάτως τεθραμμένε, καθάπερ ἐστὶν ὅσιον καὶ δίκαιον.

στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην582
στὰς ἔμπροσθεν τῶν ἵππων καὶ τοῦ ἅρματος, τὴν μάστιγα δὲ

χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες,583
ἐν ταῖς χερσὶν ἔχε τὴν λεπτὴν καὶ ἐπιμήκη, δι' ἧς τὸ πρότερον ἐδίωκας

ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον584
ἁψάμενος τῶν ἵππων, τὸν συνέχοντα τὴν γῆν καὶ σείοντα Ποσειδῶνα

ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι. 585
ὄμνυ, ἦ μὴν οὐκ ἐθελουσίως ἐπιβουλῇ τὸ ἐμὸν ἅρμα παρελθεῖν.



τὸν δ' αὖτ' Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα·586
πρὸς τοῦτον δὲ Ἀντίλοχος ὁ συνετὸς καὶ φρόνιμος ἐναντίον ἔλεγεν·

ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι587
Ἀνάσχου καὶ ὑπόμεινον νῦν· πολλῷ γὰρ ἐγὼ νεώτερος ὑπάρχω

σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων.588
σοῦ, βασιλεῦ Μενέλαε, σὺ δὲ πρεσβύτερος καὶ κρείσσων,

οἶσθ' οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι·589
οἶδας ὁποῖαι ὑπάρχουσιν αἱ τοῦ νέου ἀνδρὸς παραβάσεις τοῦ δέοντος,

κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις. 590
ταχύτερος μὲν γὰρ καὶ εὐκινητότερός ἐστιν ὁ νοῦς, μικρὰ δὲ καὶ ἀφελὴς ἡ βουλή·

τώ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς591
δι ὅ σοι ὑπομεινάτω ἡ καρδία, ἵππον δέ σοι

δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο592
ἐγὼ δώσω, ἣν ἔλαβον· εἰ δὲ καὶ οἴκοθεν ἄλλο τι

μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι593
μεῖζον ἀπαιτήσαις, εὐθέως ἄν σοι καὶ παραχρῆμα δοῦναι

βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα594
ἐθέλοιμι μᾶλλον, ἤ σοί γε, ἐνδόξως τεθραμμένε, πάντα τὸν χρόνον

ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός. 595
ἐκπεσεῖν τῆς ψυχῆς (φιλίας) καὶ ἀποθύμιος καὶ μισητὸς εἶναι, καὶ τοῖς θεοῖς ἄδικος καὶ ἁμαρτωλὸς ὑπάρχειν.

ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς596
εἶπε δή· καὶ τὴν ἵππον ἄγων ὁ τοῦ μεγαλοψύχου Νέστορος υἱὸς

ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς597
ἐνέβαλεν εἰς τὰς χεῖρας τοῦ Μενελάου, τούτου δὲ ἡ ψυχὴ

ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση598
εὐφράνθη, οἷον εἰ ἐν τοῖς ἀστάχυσι δρόσος

ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι·599
τοῦ ληίου αὐξανομένου περιεχύθη, ἡνίκα ξηρότερά εἰσι τὰ χωρία.

ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη. 600
οὕτω δὴ σοι, ὦ Μενέλαε, ἐν τῇ διανοίᾳ ἡ ψυχὴ διεχύθη καὶ ἐχάρη,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·601
καὶ φωνήσας πρὸς αὐτὸν ἔλεγε λόγους ταχεῖς·

Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς602
ὦ Ἀντίλοχε, νῦν μέν σοι ἐγὼ αὐτὸς ὑπείξω καὶ συγχωρήσω

χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδ' ἀεσίφρων603
ὀργιζόμενος, ἐπειδὴ οὐδαμῶς ἄφρων, οὐδὲ δολιόφρων

ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη.604
ὑπῆρχες τὸ πρίν, νῦν δὲ τὸν νοῦν ἐνίκησεν ἡ νεότης·

δεύτερον αὖτ' ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν. 605
αὖθις δὲ ἐξαπατᾷν τοὺς κρείσσονας φυλάττου·

οὐ γάρ κέν με τάχ' ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.606
οὐ γὰρ ἂν με ταχέως ἄλλος τις ἀνὴρ τῶν Ἑλλήνων κατέπεισεν,

ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας607
ἀλλὰ σὺ δὲ πολλὰ ἔπαθες καὶ πολλὰ ἐκακοπάθησας καὶ ἐπόνησας,

σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ' ἐμεῖο·608
καὶ ὁ σὸς ἀγαθὸς πατὴρ καὶ ὁ ἀδελφός, ἕνεκα ἐμοῦ·

τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον609
δι᾽ ὅ σοι παρακαλοῦντι ὑπακούσομαι καὶ τὴν ἵππον

δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε 610
δώσω, καίπερ οὖσαν ἐμήν· ἵνα γνῶσι καὶ οὗτοι,

ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.611
ὅτι ἡ ἐμὴ ψυχὴ οὐδέποτε ὑπάρχει ὑπερήφανος καὶ σκληρά·



ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ612
εἶπε δή, καὶ τῷ νουνεχεῖ φίλῳ τοῦ Ἀντιλόχου ἔδωκε

ἵππον ἄγειν· ὃ δ' ἔπειτα λέβηθ' ἕλε παμφανόωντα.613
τὴν ἵππον ἄγειν· αὐτὸς δὲ μετὰ ταῦτα ἔλαβε τὸν λαμπρότατον λέβητα,

Μηριόνης δ' ἀνάειρε δύω χρυσοῖο τάλαντα614
ὁ Μηριόνης δὲ ἀνέλαβε τὰ δύο τάλαντα τοῦ χρυσοῦ,

τέτρατος, ὡς ἔλασεν. πέμπτον δ' ὑπελείπετ' ἄεθλον, 615
ἐπειδὴ τέταρτος ἀφίκετο. τὸ πέμπτον δὲ ἔπαθλον ὑπελείπετο ἡ θέσιν

ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς616
ἀμφοτέρωθεν ἔχουσα φιάλη· ἣν ἔδωκε τῷ Νέστορι ὁ Ἀχιλλεύς,

Ἀργείων ἀν' ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς·617
φέρων κατὰ τὸ ἄθροισμα τῶν Ἑλλήνων· καὶ εἶπε παραστάς·

τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω618
Λάβε νῦν (δή), καί σοι τοῦτο, ὦ γέρον, κτῆμα ἐναποκείμενον ἔστω,

Πατρόκλοιο τάφου μνῆμ' ἔμμεναι· οὐ γὰρ ἔτ' αὐτὸν619
ὥστ᾽ εἶναι μνῆμα τοῦ ἐνταφιασμοῦ καὶ τῆς κηδείας τοῦ Πατρόκλου· οὐκέτι γὰρ αὐτὸν

ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδ' ἄεθλον 620
θεάσῃ ἐν τοῖς Ἕλλησι· δίδωμι δέ σοι τοῦτο τὸ ἔπαθλον οὕτως

αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις,621
ἐπ᾽ οὐδενί· οὐ γὰρ πυγμῇ μαχήσῃ, οὐδὲ παλαίσεις,

οὐδ' ἔτ' ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι622
οὐδὲ εἰς ἀκοντισμὸν καὶ ἄφεσιν ἀκοντίων εἰσελεύσῃ, οὐδὲ ποσὶ

θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.623
δραμῇ· ἤδη γὰρ γῆρας χαλεπόν σε κατεπείγει.



ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δ' ἐδέξατο χαίρων,624
οὕτως εἰπὼν ἔθηκεν εἰς τὰς χεῖρας· οὗτος δὲ ἐδέξατο αὐτὴν εὐφραινόμενος

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 625
καὶ φωνήσας πρὸς αὐτὸν ἔλεγε λόγους ταχεῖς·

ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες·626
ναὶ δὴ ταῦτά γε πάντα, ὦ τέκνον, κατὰ τὸ πρέπον εἶπας·

οὐ γὰρ ἔτ' ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες627
οὐκέτι γάρ μοι βέβαια καὶ ἰσχυρὰ τὰ μέλη, προσφιλέστατε, οἱ πόδες, οὐδὲ αἱ χεῖρες

ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.628
ἑκατέρωθεν ἐκ τῶν ὤμων κινοῦνται κούφως καὶ ἐλαφρῶς·

εἴθ' ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη629
εἴθε οὕτως ἀκμάζοιμι, καί μοι ἡ δύναμις ἀσφαλὴς καὶ κραταιὰ ὑπάρχοι,

ὡς ὁπότε κρείοντ' Ἀμαρυγκέα θάπτον Ἐπειοὶ 630
ὥσπερ ὅτε ἔθαπτον οἱ Ἠλεῖοι τόν βασιλέα Ἀμαρυγκέα

Βουπρασίῳ, παῖδες δ' ἔθεσαν βασιλῆος ἄεθλα·631
ἐν τῷ Βουπρασίῳ πεδίῳ· οἱ υἱοὶ δὲ ἔθηκαν τὰ ποῦ βασιλέως ἔπαθλα·

ἔνθ' οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετ', οὔτ' ἄρ' Ἐπειῶν632
τότε οὐδεὶς μοι ἀνὴρ ἦν ὅμοιος· οὔτε τῶν Ἠλείων

οὔτ' αὐτῶν Πυλίων οὔτ' Αἰτωλῶν μεγαθύμων.633
οὔτε αὐτῶν τῶν Πυλίων, οὔτε τῶν μεγαλοψύχων Αἰτωλῶν·

πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν,634
πυγμῇ μὲν ἐνίκησα Κλυτομήδην τὸν υἱὸν τοῦ Ἤνοπος·

Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη· 635
Ἀγκαῖον δὲ πάλῃ τὸν ἐκ τῆς Πλευρῶνος, ὅς μοι ἀνέστη παλαῖσαι,

Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,636
Ἴφικλον δὲ τοῖς ποσὶ παρῆλθον καὶ ἐνίκησα γενναῖον ὄντα·

δουρὶ δ' ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.637
δόρατι δὲ ἐνίκησα τὸν Φυλέα καὶ τὸν Πολύδωρον·

οἴοισίν μ' ἵπποισι παρήλασαν Ἀκτορίωνε638
μόνοις ἵπποις παρῆλθον καὶ παρέδραμον οἱ υἱοὶ τοῦ Ἄκτορος,

πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης,639
πολλῷ προπηδήσαντες, φθονήσαντες περὶ τῆς νίκης,

οὕνεκα δὴ τὰ μέγιστα παρ' αὐτόθι λείπετ' ἄεθλα. 640
διότι τὰ μέγιστα ἔπαθλα ὑπελείπετο αὐτόθι,

οἳ δ' ἄρ' ἔσαν δίδυμοι· ὃ μὲν ἔμπεδον ἡνιόχευεν,641
οὗτοι δὲ ἦσαν δίδυμοι (συμφυεῖς καὶ ἅμα γεγεννημένοι)· καὶ ὁ μὲν ἀσφαλῶς ἀεὶ τὰς ἡνίας κατεῖχεν,

ἔμπεδον ἡνιόχευ', ὃ δ' ἄρα μάστιγι κέλευεν.642
ἀσφαλῶς ἀεὶ τὰς ἡνίας κατέχων τὸ ἅρμα ἴθυνεν· ὁ δὲ τῇ ἱμάσθλῃ τοὺς ἵππους παρώξυνεν·

ὥς ποτ' ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων643
οὕτω ποτὲ ἦν, νυνὶ δὲ οἱ νεώτεροι ἀντιλαμβανέτωσαν

ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ644
τῶν τοιούτων ἔργων· ἐμὲ δὲ προσήκει τῷ χαλεπῷ γήρᾳ

πείθεσθαι, τότε δ' αὖτε μετέπρεπον ἡρώεσσιν. 645
ὑπακούειν· τότε δὲ διέπρεπον ἐπὶ τοῖς ἥρωσι, καὶ ἔξοχος ἦν·

ἀλλ' ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.646
ἀλλ᾿ ἄπελθε καὶ τὸν σὸν φίλον ἐνταφίαζε (γέραιρε, τίμα) ἐπάθλοις καὶ ἀγῶσι.

τοῦτο δ' ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ,647
τοῦτο δὲ ἐγὼ προθύμως δέχομαι, ἀγάλλεται δέ μου ἡ ψυχή,

ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω,648
ὅτι μου ἀεὶ μέμνησαι τοῦ προσηνοῦς καὶ φιλόφρονος, οὐδὲ λανθάνω σε

τιμῆς ἧς τέ μ' ἔοικε τετιμῆσθαι μετ' Ἀχαιοῖς.649
ἐν τῇ τιμῇ, ᾗ με τιμᾶσθαι καθήκει ἐν τοῖς Ἕλλησι·

σοὶ δὲ θεοὶ τῶνδ' ἀντὶ χάριν μενοεικέα δοῖεν. 650
σοὶ δὲ εἴθε δοῖεν οἱ θεοὶ ἀντὶ τούτων χάριν καὶ δωρεάν εὐφρόσυνον.



ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθ' ὅμιλον Ἀχαιῶν651
οὕτως εἶπεν· ὁ τοῦ Πηλέως δὲ εἰς τὸν πολὺν σύλλογον τῶν Ἑλλήνων

ᾤχετ', ἐπεὶ πάντ' αἶνον ἐπέκλυε Νηλεΐδαο.652
ἀπῆλθεν, ἐπειδὴ πάντα τὸν λόγον ἤκουσε τοῦ υἱοῦ τοῦ Νηλέως·

αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα·653
αὐτὸς δὲ πυγμαχίας ἀλγεινῆς καὶ ὀδυνηρᾶς (τῆς πολυφρόντιδος καὶ πολλῆς δεομένης σκέψεως) ἔπαθλον ἔθηκεν,

ἡμίονον ταλαεργὸν ἄγων κατέδησ' ἐν ἀγῶνι654
ἡμίονον καρτερικὴν πρὸς τὰ ἔργα ἄγων κατέδησεν ἐν τῷ ἀγῶνι,

ἑξέτε' ἀδμήτην, ἥ τ' ἀλγίστη δαμάσασθαι· 655
ἐτῶν ἕξ, μήπω δεδαμασμένην, ἥτις χαλεπωτάτη ἐστὶ δαμασθῆναι καὶ δουλωθῆναι·

τῷ δ' ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.656
τῷ νικηθέντι δὲ ἔθηκε ποτήριον διπλοῦν, καὶ τὴν βάσιν δηλονότι κοίλην ἔχον,

στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·657
ἔστη δὲ ὀρθὸς καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν.

Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ658
ὦ υἱὲ τοῦ Ἀτρέως, καὶ ἄλλοι εὔοπλοι Ἕλληνες,

ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,659
ἀνδρὰς δύο περὶ τούτων προτρέψωμεν, οἵτινές εἰσιν ἄριστοι

πὺξ μάλ' ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κ' Ἀπόλλων 660
τὴν πυκτικὴν πάνυ ἀνατεινάμενοι πλήττειν καὶ τύπτειν· ᾧτινι δ᾽ ἂν ὁ Ἀπόλλων

δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί,661
παράσχῃ μονομερῆ νίκην, γνῶσι δὲ πάντες οἱ Ἕλληνες τοῦτο,

ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω·662
τὴν ἐν τοῖς ἔργοις καρτερικὴν ἡμίονον ἄγων, πορευέσθω εἰς τὴν σκηνήν·

αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.663
ὃ νικηθεὶς δὲ λήψεται ἔκπωμα διπλοῦν.



ὣς ἔφατ', ὄρνυτο δ' αὐτίκ' ἀνὴρ ἠΰς τε μέγας τε664
οὕτως εἶπεν· ἀνέστη δὲ παραχρῆμα ἀνὴρ μέγας τε καὶ γενναῖος,

εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός, 665
ἔμπειρος τῆς πυκτικῆς, ὁ τοῦ Πανοπέως υἱὸς Ἐπειός.

ἅψατο δ' ἡμιόνου ταλαεργοῦ φώνησέν τε·666
ἥψατο δὲ τοῦ καρτερᾶς ἡμιόνου καὶ εἶπεν.

ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον·667
ἐλθέτω πλησίον ὅστις λήψεται τὸ διπλοῦν ποτήριον,

ἡμίονον δ' οὔ φημί τιν' ἀξέμεν ἄλλον Ἀχαιῶν668
τὴν ἡμίονον δὲ οὐδένα ἄλλον τῶν Ἑλλήνων οἴομαι ἄξειν

πυγμῇ νικήσαντ', ἐπεὶ εὔχομαι εἶναι ἄριστος.669
νικήσαντά με πυγμῇ· ἐπειδὴ καυχῶμαι κράτιστος εἶναι·

ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδ' ἄρα πως ἦν 670
ἢ οὐχ ἱκανῶς ἔχει, ὅτι ἐν τῷ πολέμῳ ἥττων εἰμί; οὐ γάρ ἐστι δυνατὸν

ἐν πάντεσσ' ἔργοισι δαήμονα φῶτα γενέσθαι.671
γενέσθαι τινὰ ἄνδρα ἐπήβολον καὶ ἐπιστήμονα ἐν πᾶσι τοῖς ἔργοις·

ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·672
οὕτω γὰρ λέξω, τοῦτο δὲ καὶ τελειωθήσεται.

ἀντικρὺ χρόα τε ῥήξω σύν τ' ὀστέ' ἀράξω.673
ἀπαντικρὺ (ἐξεναντίας) ἀγωνιζόμενος τήν τε σάρκα σχίσω καὶ τὰ ὀστᾶ συντρίψω·

κηδεμόνες δέ οἱ ἐνθάδ' ἀολλέες αὖθι μενόντων,674
φροντισταὶ δὲ αὐτῷ ἐνταυθοῖ ἀθρόοι παραμενέτωσαν,

οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα. 675
οἳ δὴ αὐτὸν ἐκκομίσουσι, δαμασθέντα ὑπὸ τῶν ἐμῶν χειρῶν.

ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.676
οὕτως εἶπεν· οὗτοι δὲ πάντες ἄφωνοι ἐγένοντο σιωπῇ·

Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς677
Εὐρύαλος δὲ αὐτῷ μόνος ἀνέστη ἀνὴρ ἴσος θεῷ,

Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,678
υἱὸς Μηκιστέως τοῦ βασιλέως τοῦ υἱοῦ τοῦ Ταλαοῦ,

ὅς ποτε Θήβας δ' ἦλθε δεδουπότος Οἰδιπόδαο679
ὃς ἀφίκετό ποτε εἰς τὰς Θήβας, ἀποθανόντος τοῦ Οἰδίποδος

ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας. 680
εἰς ἐπιτάφιον, ἐκεῖ δὲ πάντας ἐνίκα τοὺς Θηβαίους.

τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο681
περὶ τοῦτον μὲν οὖν ὁ κατὰ πόλεμον ἔνδοξος υἱὸς τοῦ Τυδέως ἠσχολεῖτο

θαρσύνων ἔπεσιν, μέγα δ' αὐτῷ βούλετο νίκην.682
καὶ ἐνήργει παρορμῶν αὐτὸν λόγοις· πάνυ δὲ αὐτῷ ἤθελε νίκην·

ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα683
περίζωμα δὲ αὐτῷ πρῶτον περιέθηκε. μετὰ ταῦτα δὲ

δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.684
ἔδωκαν τοὺς καλῶς κεκομμένους λώρους τοῦ ἐν ἀγρῷ διαιτωμένου βοός,

τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα, 685
οὗτοι δὲ ζωσάμενοι ἐπορεύθησαν εἰς τὸ μέσον τοῦ ἀγῶνος,

ἄντα δ' ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμ' ἄμφω686
ἐξεναντίας δὲ ἀνατεινάμενοι χερσὶν ἰσχυραῖς ὁμοῦ ἀμφότεροι

σύν ῥ' ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.687
συνέπεσον καὶ συνέβαλον, συνέμιξαν δὲ αὐτῶν αἱ βαρεῖαι καὶ ἐπαχθεῖς χεῖρες,

δεινὸς δὲ χρόμαδος γενύων γένετ', ἔρρεε δ' ἱδρὼς688
φοβερὸς δὲ ψόφος καὶ κτύπος τῶν σιαγόνων ἐγένετο, ἔρρει δὲ καὶ ἐχεῖτο ἱδρὼς

πάντοθεν ἐκ μελέων· ἐπὶ δ' ὄρνυτο δῖος Ἐπειός,689
πάντοθεν ἐκ τῶν μελῶν, ἐφώρμησε δὲ ὁ ἔνδοξος Ἐπειός,

κόψε δὲ παπτήναντα παρήϊον· οὐδ' ἄρ' ἔτι δὴν 690
ἔπληξε δὲ περιβλεψάμενον κατὰ τὴν παρειάν, οὐκέτι δὲ ἐπὶ πολὺ

ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.691
ἵστατο, αὐτόθι γὰρ ὑποπέπτωκε τὰ λαμπρὰ μέλη.

ὡς δ' ὅθ' ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς692
ὥσπερ δὲ ὅτε ὑπὸ τοῦ βορέου ἀναπηδᾷ ἐκ τοῦ ἐπανεστηκότος τῆς θαλάσσης ὁ ἰχθὺς

θίν' ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,693
παρὰ τὸν βρυώδη αἰγιαλὸν καὶ τὸ μέλαν κῦμα περικαλύπτει αὐτόν,

ὣς πληγεὶς ἀνέπαλτ'· αὐτὰρ μεγάθυμος Ἐπειὸς694
οὕτω πληγεὶς ἀνετράπη αὐτόθι· ὁ μεγαλόψυχος δὲ Ἐπειὸς

χερσὶ λαβὼν ὤρθωσε· φίλοι δ' ἀμφέσταν ἑταῖροι, 695
κρατήσας αὐτὸν ταῖς χερσὶν ἀνώρθωσεν, οἱ ἀγαπητοὶ δὲ φίλοι περιίσταντο,

οἵ μιν ἄγον δι' ἀγῶνος ἐφελκομένοισι πόδεσσιν696
οἵτινες αὐτὸν ἔφερον διὰ τοῦ ἀγῶνος τῶν ποδῶν ἐπισυρομένων,

αἷμα παχὺ πτύοντα κάρη βάλλονθ' ἑτέρωσε·697
αἷμα πολύ πτύοντα, τὴν κεφαλὴν κλίνοντα πρὸς τὸν ὦμον

κὰδ δ' ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,698
ἐντεῦθεν λείπει πλέον ἡ παράφρασις τοῦ ψελλοῦ

αὐτοὶ δ' οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.699
αὐτοὶ δὲ ἀπελθόντες ἐνέγκαν (ἔλαβον) τὸ διπλοῦν ἔκπωμα.



Πηλεΐδης δ' αἶψ' ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα 700
ὁ τοῦ Πηλέως δὲ ταχέως ἄλλα τρίτα κατέθηκεν ἔπαθλα

δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,701
φιλοτιμούμενος τοῖς Ἕλλησιν, τῆς δυσχεροῦς καὶ ἐπιπόνου πάλης·

τῷ μὲν νικήσαντι μέγαν τρίποδ' ἐμπυριβήτην,702
τῷ μὲν νικήσαντι τρίποδα μέγαν ἐν τῷ πυρὶ τιθέμενον,

τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί·703
τοῦτον δὲ δώδεκα βοῶν ἐτίμων ἐν ἑαυτοῖς οἱ Ἕλληνες,

ἀνδρὶ δὲ νικηθέντι γυναῖκ' ἐς μέσσον ἔθηκε,704
τῷ νικηθέντι δὲ ἀνδρὶ ἔθηκεν εἰς τὸ μέσον γυναῖκα,

πολλὰ δ' ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον. 705
πολλὰ δὲ ἔργα ἠπίστατο, ἐτίμων δ᾽ αὐτὴν τεσσάρων βοῶν.

στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·706
ἔστη δὲ ὀρθὸς καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν.

ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.707
ἐγείρεσθε οἳ καὶ τούτου τοῦ ἄθλου πειραθήσεσθε.

ὣς ἔφατ', ὦρτο δ' ἔπειτα μέγας Τελαμώνιος Αἴας,708
οὕτως εἶπεν· ἀνέστη δὲ μετὰ ταῦτα ὁ τοῦ Τελαμῶνος μέγας Αἴας,

ἂν δ' Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.709
ἀνέστη δὲ καὶ ὁ πολύβουλος Ὀδυσσεύς, ὁ τὰς μηχανὰς καὶ πανουργίας ἐπιστάμενος·

ζωσαμένω δ' ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα, 710
ζωσάμενοι δ' ἄρα οὗτοι ἐπορεύθησαν εἰς τὸ μέσον τοῦ ἀγῶνος,

ἀγκὰς δ' ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν711
τὰς ἀγκάλας δὲ ἀλλήλων περιέλαβον χερσὶ στιβαραῖς καὶ ἰσχυραῖς·

ὡς ὅτ' ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων712
ὥσπερ δὲ ὅτε οἱ συστάται, οὓς ἔνδοξος τέκτων ἥρμοσε,

δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.713
τοῦ ὑψηλοῦ οἰκήματος, τὴν τῶν ἀνέμων ἰσχὺν φυλαττόμενος,

τετρίγει δ' ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν714
ἔτριξον δὲ τὰ νῶτα ὑπὸ τῶν εὐτόλμων καὶ ἰσχυρῶν χειρῶν

ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς, 715
ἐπισυρόμενα σφοδρῶς, κατέρρει δὲ ἐκ τῶν νώτων ἱδρὼς

πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους716
πλεῖσται δὲ μώλωπες καὶ οἰδήματα κατὰ τὰς πλευρὰς καὶ τοὺς ὤμους

αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλ' αἰεὶ717
αἵματι ἐρυθρὰ ὑπανέστησαν, οὗτοι δὲ πάνυ ἀεὶ

νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο·718
νίκης ἐπεθύμουν ἕνεκα τοῦ πεποιημένου τρίποδος·

οὔτ' Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,719
καὶ οὔτε ὁ Ὀδυσσεὺς ἐδύνατο παρατρέψαι καὶ προσπελάσαι τῷ ἐδάφει,

οὔτ' Αἴας δύνατο, κρατερὴ δ' ἔχεν ἲς Ὀδυσῆος. 720
οὔτε ὁ Αἴας ἐδύνατο, καρτερῶς γὰρ ἀντεῖχεν ἡ τοῦ Ὀδυσσέως δύναμις.

ἀλλ' ὅτε δή ῥ' ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,721
ἀλλ᾽ ὁπηνίκα δὴ εἰς ἀνίαν ἦγον τοὺς ἐυόπλους Ἕλληνας,

δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας·722
τηνικαῦτα δὴ εἶπε πρὸς αὐτὸν ὁ τοῦ Τελαμῶνος μέγας Αἴας.

διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ723
ὦ ἐκ τοῦ Διὸς καταγόμενε υἱὲ τοῦ Λαέρτου πολύτροπε Ὀδυσσεῦ,

ἤ μ' ἀνάειρ', ἢ ἐγὼ σέ· τὰ δ' αὖ Διὶ πάντα μελήσει.724
ἢ ἆρον μὲ εἰς ὕψος, ἢ ἐγὼ σέ· τἀπὶ τούτοις δὲ πάντα διὰ φροντίδος τῷ Διὶ ἔσται.



ὣς εἰπὼν ἀνάειρε· δόλου δ' οὐ λήθετ' Ὀδυσσεύς· 725
οὕτως εἰπὼν ἀνεκούφισεν αὐτόν· οὐκ ἐπελάθετο δὲ τοῦ δόλου ὁ Ὀδυσσεύς,

κόψ' ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,726
ἔπληξε γὰρ ὄπισθεν τὴν ἰγνύην ἐπιτυχών, ἀσθενῆ δὲ ἐποίησε τὰ μέλη,

κὰδ δ' ἔβαλ' ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς727
κατέπεσε δὲ εἰς τοὐπίσω, ἐν τοῖς στήθεσι δὲ Ὀδυσσεύς

κάππεσε· λαοὶ δ' αὖ θηεῦντό τε θάμβησάν τε.728
κατέπεσεν· οἱ λαοὶ δὲ ἐθαύμαζόν (ἐθεῶντό) τε καὶ ἐξεπλάγησαν·

δεύτερος αὖτ' ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,729
δεύτερος δὲ ἐπῇρεν ὁ καρτερικὸς ἐνδοξότατος Ὀδυσσεύς,

κίνησεν δ' ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδ' ἔτ' ἄειρεν, 730
ἐκίνησε δὲ ὀλίγον ἀπὸ τῆς γῆς, οὐδέ γε ἀνεκούφισεν,

ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω731
ἐνέκαμψε δὲ τὸ γόνυ, κατέπεσον δὲ ἀμφότεροι ἐπὶ τὴν γῆν

πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.732
ἐπάλληλοι, ἐμολύνθησαν δὲ ὑπὸ τῆς κόνεως.

καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντ' ἐπάλαιον,733
καὶ δὴ τὸ τρίτον πάλιν ἀνορμήσαντες ἐπάλαιον ἄν,

εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·734
εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνέστη καὶ διεκώλυσε λέγων.

μηκέτ' ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι· 735
μηκέτι μάχεσθε μηδὲ καταπονεῖτε κακοῖς ἑαυτούς,

νίκη δ' ἀμφοτέροισιν· ἀέθλια δ' ἶσ' ἀνελόντες736
ἡ νίκη δὲ ἀμφοτέρων ἐστίν, ἔπαθλα δὲ ὅμοια ἀναλαβόντες

ἔρχεσθ', ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.737
πορεύεσθε, ἵνα καὶ ἄλλοι Ἕλληνες ἀγωνίσωνται.



ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,738
οὕτως εἶπεν. οὗτοι δὲ αὐτοῦ πάνυ ἐπήκουσαν

καί ῥ' ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.739
καὶ ἐπείσθησαν καὶ δὴ ἀποτιναξάμενοι τὴν κόνιν ἐνεδύσαντο τοὺς χιτῶνας.



Πηλεΐδης δ' αἶψ' ἄλλα τίθει ταχυτῆτος ἄεθλα 740
ὁ τοῦ Πηλέως δὲ ταχέως ἄλλα ἔθηκεν ἔπαθλα ταχυτῆτος

ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δ' ἄρα μέτρα741
ἀργυροῦν κρατῆρα κατεσκευασμένον, ἓξ δὲ μέτρα

χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπ' αἶαν742
ἐχώρει, ὡραιότητι δὲ ἐπὶ πᾶσαν τὴν γῆν ἐνίκα τοὺς ἄλλους

πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,743
πολλῷ, ἐπειδὴ Σιδόνες οἱ πολλὰ ποικίλα ἐργαζόμενοι, καλώς κατεσκεύασαν,

Φοίνικες δ' ἄγον ἄνδρες ἐπ' ἠεροειδέα πόντον,744
φοίνικες δὲ ἄνδρες ἤνεγκαν διὰ τῆς σκοτοειδοῦς θαλάσσης,

στῆσαν δ' ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν· 745
ἔστησαν (προσώρμισαν) δὲ ἐν τῷ λιμένι, τῷ Θόαντι δὲ ἔδωκαν αὐτὸν δῶρον·

υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε746
ὁ τοῦ Πριάμου δὲ υἱὸς Λυκάονος λύτρα ἔδωκε

Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.747
τῷ ἥρωι Πατρόκλῳ. Εὔνηος ὁ υἱὸς τοῦ Ἰάσονος,

καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,748
καὶ τοῦτον δὴ ὁ Ἀχιλλεὺς ἔθηκεν ἔπαθλον τοῦ ἑαυτοῦ φίλου.

ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·749
ὅστις κουφότατος ταχέσι ποσὶν ὑπάρχοι·

δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ, 750
τῷ δευτέρῳ δὲ βοῦν ἔθηκε μέγαν καὶ λιπαρὸν πιμελῆ,

ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊ' ἔθηκε.751
ἥμισυ δὲ ταλάντου χρυσοῦ τῷ ἐσχάτῳ ἔθηκεν.

στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·752
ἔστη δὲ ὀρθὸς καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν.

ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.753
ἀνάστητε οἳ καὶ τούτου τοῦ ἄθλου πειραθήσεσθε.

ὣς ἔφατ', ὄρνυτο δ' αὐτίκ' Ὀϊλῆος ταχὺς Αἴας,754
οὕτως εἶπεν· ἀνέστη δὲ παραχρῆμα ὁ ταχύπους Αἴας τοῦ Ὀϊλέως·

ἂν δ' Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς 755
ἀνέστη δὲ καὶ ὁ πολύβουλος Ὀδυσσεύς μετὰ ταῦτα δὲ καὶ ὁ τοῦ Νέστορος υἱὸς

Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.756
Ἀντίλοχος, οὗτος γὰρ πάντας τοὺς νέους ἐνίκα τοῖς ποσίν·

στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματ' Ἀχιλλεύς.757
ἔστησαν δὲ κατὰ τάξιν· ἐδήλωσε δὲ τὰ τέλη τοῦ δρόμου ὁ Ἀχιλλεύς·

τοῖσι δ' ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δ' ἔπειτα758
τούτοις δὲ ἀπὸ τῆς ἀφετηρίας ἐξετάθη ὁ δρόμος, ταχέως δὲ μετὰ ταῦτα

ἔκφερ' Ὀϊλιάδης· ἐπὶ δ' ὄρνυτο δῖος Ὀδυσσεὺς759
προέβαινεν ὁ τοῦ Ὀϊλέως, ἐφώρμα δὲ ὁ ἐνδοξότατος Ὀδυσσεύς

ἄγχι μάλ', ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο 760
ἐγγύθεν πάνυ. ὥσπερ ὅτε τις γυναικὸς καλλιζώνου ἐγγὺς

στήθεός ἐστι κανών, ὅν τ' εὖ μάλα χερσὶ τανύσσῃ761
τοῦ στήθους ἐστὶν ὁ ἱστουργικὸς κανών, ὃν ἂν πάνυ καλῶς ἐκτανύσῃ ταῖς χερσὶ

πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δ' ἴσχει762
τὸ ὕφασμα ἐξέλκουσα παρὰ τὸν μῖτον, ἐγγὺς δὲ κατέχει

στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν763
τοῦ στήθους· οὕτως ὁ Ὀδυσσεὺς ἔτρεχεν ἐγγύθεν, ὄπισθεν δὲ

ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·764
τὰ ἴχνη φθάνων ἔτυπτε τοῖς ποσί, πρὶν κατενεχθῆναι τὴν κόνιν ἐπὶ τὸ ἴχνος, ἣν ὁ προτρέχων ἵστησι·

κὰδ δ' ἄρα οἱ κεφαλῆς χέ' ἀϋτμένα δῖος Ὀδυσσεὺς 765
κατὰ τῆς κεφαλῆς δὲ αὐτοῦ ἔχεεν ἀναπνοὴν ὁ ἐνδοξότατος Ὀδυσσεύς,

αἰεὶ ῥίμφα θέων· ἴαχον δ' ἐπὶ πάντες Ἀχαιοὶ766
ἀεὶ τρέχων ταχέως· ἐπεβόησαν δὲ πάντες οἱ Ἕλληνες αὐτῷ

νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.767
νίκης ἐφιεμένῳ· πάνυ δὲ ἐπειγομένῳ καὶ σπουδάζοντι παρεκελεύοντο·

ἀλλ' ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκ' Ὀδυσσεὺς768
ἀλλ᾿ ὁπηνίκα δὴ τὸ ἔσχατον τοῦ δρόμου ἤνυον, παραχρῆμα Ὀδυσσεύς

εὔχετ' Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·769
ηὔχετο τῇ Ἀθηνᾷ τῇ εὐοφθάλμῳ κατὰ τὴν ἑαυτοῦ ψυχήν·

κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν. 770
ἐπάκουσόν μου, ὦ θεά, ἐλθέ μοι ἀγαθὴ βοηθὸς τῶν ποδῶν.

ὣς ἔφατ' εὐχόμενος· τοῦ δ' ἔκλυε Παλλὰς Ἀθήνη,771
οὕτως εἶπε δεόμενος· τούτου δὲ ἐπήκουσεν ἡ πολεμικὴ Ἀθηνᾶ,

γυῖα δ' ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.772
τὰ μέλη δὲ αὐτοῦ ἐποίησε κούφα, τούς τε πόδας καὶ τὰς χεῖρας ἄνωθεν.

ἀλλ' ὅτε δὴ τάχ' ἔμελλον ἐπαΐξασθαι ἄεθλον,773
ἀλλ' ὁπηνίκα δὴ ταχέως ἔμελλον ἐπὶ τὸ ἔπαθλον ὁρμήσειν,

ἔνθ' Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,774
τότε Αἴας μὲν σφήλας κατέπεσε τρέχων, ἔβλαψε γὰρ αὐτὸν ἡ Ἀθηνᾶ,

τῇ ῥα βοῶν κέχυτ' ὄνθος ἀποκταμένων ἐριμύκων, 775
ἔνθα ἦν κόπρος κεχυμένη βοῶν μεγάλως μυκωμένων ἀναιρεθέντων,

οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·776
οὓς ἐπὶ τῷ Πατρόκλῳ ἀπέκτεινεν ὁ ταχύπους Ἀχιλλεύς·

ἐν δ' ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·777
ἐνεπληρώθη δὲ τὸ στόμα αὐτοῦ καὶ αἱ ῥῖνες κόπρου βοείας.

κρητῆρ' αὖτ' ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,778
τὸν κρατῆρα δὲ ἀνέλαβεν ὁ καρτερικὸς ἐνδοξότατος Ὀδυσσεύς,

ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.779
ἐπειδὴ ἀφίκετο προφθάσας· οὗτος δὲ τὸν βοῦν ἔλαβεν ὁ λαμπρὸς Αἴας,

στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο 780
ἔστη δὲ τὸ κέρας κατέχων ἐν ταῖς χερσὶ τοῦ ἀγροδιαίτου βοός,

ὄνθον ἀποπτύων, μετὰ δ' Ἀργείοισιν ἔειπεν·781
κόπρον ἀποπτύων, εἶπε δὲ ἐν τοῖς Ἕλλησι·

ὢ πόποι ἦ μ' ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ782
φεῦ φεῦ, ὄντως που ἡ θεά ἔβλαψε τοὺς πόδας μου, ἣ καὶ πρότερον

μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδ' ἐπαρήγει.783
καθάπερ μήτηρ σύνεστι τῷ Ὀδυσσεῖ καὶ βοηθεῖ.



ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν.784
οὕτως εἶπεν· οὗτοι δὲ πάντες ἡδέως ἐγέλασαν ἐπ᾿ αὐτῷ.

Ἀντίλοχος δ' ἄρα δὴ λοισθήϊον ἔκφερ' ἄεθλον 785
ὁ Ἀντίλοχος δὲ τὸ ἔσχατον ἔπαθλον ἔλαβε

μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·786
μειδιῶν, καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν.

εἰδόσιν ὔμμ' ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν787
ἐπισταμένοις ὑμῖν ἅπασιν ἐρῶ, ὦ φίλοι, ὡς ἔτι κἀν τῷ παρόντι

ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.788
οἱ αἰώνιοι θεοὶ τιμῶσι τοὺς πρεσβυτέρους ἀνθρώπους·

Αἴας μὲν γὰρ ἐμεῖ' ὀλίγον προγενέστερός ἐστιν,789
ὁ Αἴας μὲν γὰρ ὀλίγον ἐμοῦ πρεσβύτερος ὑπάρχει.

οὗτος δὲ προτέρης γενεῆς προτέρων τ' ἀνθρώπων· 790
οὗτος δὲ προτέρας ἡλικίας καὶ προγενεστέρων ἀνθρώπων ἐστίν,

ὠμογέροντα δέ μίν φασ' ἔμμεναι· ἀργαλέον δὲ791
μήπω δὲ ὑπὸ γήρως καθεψημένον αυτόν φασιν εἶναι· χαλεπὸν δὲ

ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.792
τοῖς Ἕλλησιν ἐλθεῖν αὐτῷ εἰς ἅμιλλαν ποδῶν, πλὴν Ἀχιλλέως.



ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.793
οὕτως εἶπεν. ὕψωσε δὲ ἐπαίνῳ τὸν ταχύποδα υἱὸν τοῦ Πηλέως,

τὸν δ' Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·794
πρὸς τοῦτον δὲ ὁ Ἀχιλλεὺς λόγοις ἀποκρινόμενος εἶπεν.

Ἀντίλοχ' οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος, 795
ὦ Ἀντίλοχε, οὐδαμῶς σοι μάταιος ῥηθήσεται ὁ ἔπαινος.

ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.796
ἀλλά σοι ἐγὼ ἥμισυ ταλάντου χρυσοῦ ἐπιδώσω.



ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δ' ἐδέξατο χαίρων.797
οὕτως εἰπὼν ἐνέθηκε ταῖς χερσίν, οὗτος δὲ ἐδέξατο ἀγαλλόμενος.

αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος798
ὁ υἱὸς δὲ τοῦ Πηλέως δόρυ μακρὸν

θῆκ' ἐς ἀγῶνα φέρων, κατὰ δ' ἀσπίδα καὶ τρυφάλειαν799
κατέθηκεν εἰς τὸν ἀγῶνα ἐνέγκας. κατέθηκε δὲ καὶ ἀσπίδα καὶ κράνος,

τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα. 800
ὅπλα τοῦ Σαρπηδόνος, ἅπερ ἀφείλετο αὐτὸν ὁ Πάτροκλος·

στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·801
ἔστη δὲ ὀρθὸς καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν.

ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,802
ἄνδρας δύο περὶ τούτων προτρέψωμεν, οἵτινές εἰσιν ἄριστοι,

τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε803
τὰ ὅπλα ἐνδυσάμενοι, σωματοτόμον σίδηρον λαβόντες,

ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.804
ἀλλήλων πειραθῆναι ἔμπροσθεν τοῦ πλήθους·

ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν, 805
ὃς δ᾿ ἂν φθάσῃ πατάξας τὸ καλὸν σῶμα,

ψαύσῃ δ' ἐνδίνων διά τ' ἔντεα καὶ μέλαν αἷμα,806
ἅψηται δὲ τῶν μελῶν διὰ τῶν ὅπλων καὶ τοῦ μέλανος αἵματος

τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον807
τούτῳ μὲν ἐγὼ δώσω τοῦτο τὸ ἀργυροῦς ἥλους ἔχον ξίφος

καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων·808
περικαλλὲς Θρᾳκικόν, τοῦτο (ὃ) δὴ ἀφειλόμην τὸν Ἀστεροπαῖον,

τεύχεα δ' ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων·809
τὰ ὅπλα δὲ ταῦτα κοινὰ λαβέτωσαν ἀμφότεροι·

καί σφιν δαῖτ' ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν. 810
καὶ εὐωχίαν χρηστὴν παραθήσομαι αὐτοῖς ἐν ταῖς σκηναῖς.



ὣς ἔφατ', ὦρτο δ' ἔπειτα μέγας Τελαμώνιος Αἴας,811
οὕτως εἶπεν· ἀνέστη δὲ μετὰ ταῦτα ὁ μέγας υἱὸς τοῦ Τελαμῶνος Αἴας·

ἂν δ' ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης.812
ἀνέστη δὲ καὶ ὁ τοῦ Τυδέως υἱὸς ὁ ἰσχυρὸς Διομήδης.

οἳ δ' ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,813
οὗτοι δὲ ἐπειδὴ ἑκατέρωθεν τοῦ πλήθους ὡπλίσθησαν

ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι814
εἰς τὸ μέσον ἀμφοτέρων συνήρχοντο προθυμούμενοι πολεμεῖν,

δεινὸν δερκομένω· θάμβος δ' ἔχε πάντας Ἀχαιούς. 815
φοβερῶς ἀντιβλέποντες, ἔκπληξις δὲ κατεῖχε πάντας τοὺς Ἕλληνας.

ἀλλ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,816
ἀλλ᾿ ὁπηνίκα δὴ πλησίον ἦσαν ἐπ᾽ ἀλλήλους πορευόμενοι,

τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.817
τρὶς μὲν ἐφώρμησαν, τρὶς δὲ πλησίον ἐγένοντο.

ἔνθ' Αἴας μὲν ἔπειτα κατ' ἀσπίδα πάντοσ' ἐΐσην818
τότε Αἴας μὲν οὖν κατὰ τὴν ἀσπίδα τὴν κυκλοτερῆ

νύξ', οὐδὲ χρό' ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ·819
ἔπληξεν, οὐδὲ τὸ σῶμα κατέλαβεν· ἐπεῖχε γὰρ ἔνδοθεν ὁ θώραξ·

Τυδεΐδης δ' ἄρ' ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο 820
ὁ τοῦ Τυδέως δὲ μετὰ ταῦτα ὑπεράνω τῆς μεγάλης ἀσπίδος

αἰὲν ἐπ' αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.821
ἀεὶ ἐπὶ τῷ αὐχένι ἐστοχάζετο τῇ αἰχμῇ τοῦ λαμπροῦ δόρατος·

καὶ τότε δή ῥ' Αἴαντι περιδείσαντες Ἀχαιοὶ822
καὶ τότε δὴ φοβηθέντες περὶ τοῦ Αἴαντος οἱ Ἕλληνες

παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσ' ἀνελέσθαι.823
λήξαντας τῆς μάχης ἐκέλευσαν ἀναλαβεῖν ἔπαθλα ἴσα.

αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως824
τῷ υἱῷ δὲ τοῦ Τυδέως ἔδωκε τὸ μέγα ξίφος ὁ ἥρως

σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι. 825
σὺν τῇ ξιφοθήκῃ φέρων καὶ τῷ καλῶς τετμημένῳ ἀναφορεῖ.



αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον826
ὁ τοῦ Πηλέως δὲ ἔθηκε δίσκον αὐτόχυτον.

ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος·827
ὃν πρότερον μὲ ἐρρίπτει ἡ μεγάλη δύναμις τοῦ Ἠετίωνος,

ἀλλ' ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς,828
ἀλλὰ τοῦτον μὲν ἀπέκτεινεν ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεύς,

τὸν δ' ἄγετ' ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.829
αὐτὸν δὲ ἦγεν ἐν τοῖς ναυσί, μετὰ τῶν ἄλλων κτημάτων,

στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· 830
ἔστη δὲ ὀρθὸς καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν·

ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.831
ἀνάστητε οἳ καὶ τούτου τοῦ ἄθλου πεῖραν λήψεσθε·

εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί,832
εἴ γ᾽ αὐτῷ καὶ πάνυ πολλῷ πόρρωθι εὔγειοι ἀγροί,

ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς833
ἕξει αὐτὸν καὶ πέντε κυκλοφορουμένους ἐνιαυτοὺς

χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου834
χρώμενος· οὐ γὰρ στερισκόμενος σιδήρου

ποιμὴν οὐδ' ἀροτὴρ εἶσ' ἐς πόλιν, ἀλλὰ παρέξει. 835
ὁ ποιμὴν αὐτοῦ, οὐδὲ ὁ γεωργὸς πορεύσεται εἰς τὴν πόλιν, ἀλλὰ παρέσται δοῦναι.

ὣς ἔφατ', ὦρτο δ' ἔπειτα μενεπτόλεμος Πολυποίτης,836
οὕτως εἶπεν· ἀνέστη δὲ μετὰ ταῦτα ὁ πολεμικὸς καὶ ἀνδρεῖος Πολυποίτης·

ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο,837
ἀνέστη δὲ ὁ τοῦ Τελαμῶνος Αἴας καὶ ὁ ἔνδοξος Ἐπειός·

ἂν δ' Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός.838
ἀνέστη δὲ ἡ ἰσχυρὰ δύναμις τοῦ ἰσοθέου Λεοντέως·

ἑξείης δ' ἵσταντο, σόλον δ' ἕλε δῖος Ἐπειός,839
ἔστησαν δὲ ἐφεξῆς, ἔλαβε δὲ τὸν δίσκον ὁ ἔνδοξος Ἐπειός,

ἧκε δὲ δινήσας· γέλασαν δ' ἐπὶ πάντες Ἀχαιοί. 840
ἀφῆκε δὲ συστρέψας, ἐπεγέλασαν δὲ πάντες οἱ Ἕλληνες·

δεύτερος αὖτ' ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος·841
δεύτερος δὲ ἀφῆκε Λεοντεὺς ὁ κλάδος τοῦ Ἄρεος·

τὸ τρίτον αὖτ' ἔρριψε μέγας Τελαμώνιος Αἴας842
τὸ τρίτον δὲ ἔρριψεν ὁ μέγας υἱὸς τοῦ Τελαμῶνος Αἴας

χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.843
ἀπὸ τῆς στερεᾶς καὶ ἰσχυρᾶς χειρός, καὶ ὑπερέβαλε τὰ σημεῖα πάντων·

ἀλλ' ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,844
ἀλλ᾽ ὁπηνίκα δὴ τὸν δίσκον ἔλαβεν ὁ πολεμικὸς καὶ ἀνδρεῖος Πολυποίτης,

ὅσσόν τίς τ' ἔρριψε καλαύροπα βουκόλος ἀνήρ, 845
ὁπόσον τις ἀνὴρ βουκόλος ἔρριψε τὴν καλὴν ῥοπὴν ἔχουσαν, ῥάβδον·

ἣ δέ θ' ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,846
αὕτη δὲ συστρεφομένη φέρεται διὰ τῆς ἀγέλης τῶν βοῶν,

τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν.847
τόσον ἐπέκεινα τοῦ ὅλου ἀγῶνος ἔβαλεν· οὗτοι δὲ ἀνεβόησαν,

ἀνστάντες δ' ἕταροι Πολυποίταο κρατεροῖο848
ἀναστάντες δὲ οἱ φίλοι τοῦ ἰσχυροῦ Πολυποίτου ἔφερον

νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.849
ἐπὶ τὰς κοίλας ναῦς τὸ ἆθλον τοῦ βασιλέως·



αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον, 850
οὗτος δὲ τοξόταις ἐτίθει σίδηρον πρὸς ἰῶν κατασκευὴν ἐπιτήδειον (τὸν ἰὸν γεννῶντα),

κὰδ δ' ἐτίθει δέκα μὲν πελέκεας, δέκα δ' ἡμιπέλεκκα,851
κατετίθει δὲ δέκα μὲν πελέκεις, δέκα δὲ ἡμιπέλεκκα,

ἱστὸν δ' ἔστησεν νηὸς κυανοπρῴροιο852
ἔστησε δὲ ἱστὸν νεὼς μελανοπρώρου

τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν853
πόρρωθι ἐπὶ τῆς ἄμμου· περιστερὰν δὲ τρήρωνα

λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρ' ἀνώγει854
ἐξῆψεν ἀπὸ τοῦ ποδὸς σχοινίῳ λεπτῷ, ἣν δὴ ἐκέλευσε τοξεῦσαι λέγων·

τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν, 855
ὃς μὲν ἂν τρώσῃ τὴν τρήρωνα περιστεράν,

πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω·856
πάντας ἀναλαβὼν τοὺς πελέκεις ἐπὶ τὴν σκηνὴν κομισάτω·

ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών,857
ὃς δ᾽ ἂν ἀποτυχών τῆς ὄρνιθος τὸ σχοινίον βάλῃ,

ἥσσων γὰρ δὴ κεῖνος, ὃ δ' οἴσεται ἡμιπέλεκκα.858
ἥττων γὰρ δὴ ἐκεῖνος, κομίσεται τὰ ἡμιπέλεκκα.



ὣς ἔφατ', ὦρτο δ' ἔπειτα βίη Τεύκροιο ἄνακτος,859
οὕτως εἶπεν, ἀνέστη δὲ μετὰ ταῦτα ἡ ἰσχὺς Τεύκρου τοῦ βασιλέως·

ἂν δ' ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος. 860
ἀνέστη δὲ καὶ Μηριόνης ὁ γενναῖος θεράπων τοῦ Ἰδομενέως,

κλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,861
κλήρους δὲ λαβόντες ἐκίνουν ἐν περικεφαλαίᾳ χαλκῷ ἡρμοσμένῃ,

Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δ' ἰὸν862
Τεῦκρος δὲ πρῶτος ἔτυχε κλήρῳ. παραχρῆμα δὲ ὀϊστὸν

ἧκεν ἐπικρατέως, οὐδ' ἠπείλησεν ἄνακτι863
ἀφῆκεν ἰσχυρῶς, οὐδὲ ηὔξατο τῷ βασιλεῖ Ἀπόλλωνι

ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.864
ἀρνῶν πρωτοτόκων ποιήσειν θυσίαν ἔνδοξον.

ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γ' Ἀπόλλων· 865
τῆς ὄρνιθος μὲν οὖν ἀπέτυχεν, ἐφθόνησε γὰρ αὐτῷ τούτου γε ὁ Ἀπόλλων,

αὐτὰρ ὃ μήρινθον (Perseus: βάλε πὰρ πόδα, τῇ δέδετ' ὄρνις·)(Gaza: τάμε πικρὸς ὀϊστός.)866
τὸ σχοινίον δὲ ἀπέκοψεν ὁ πικρὸς ἰός.

ἀντικρὺ δ' ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός. (La Gaza, lispește).867
-

ἣ μὲν ἔπειτ' ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη868
αὕτη μέντοι μετὰ ταῦτα ὥρμησε πρὸς τὸν οὐρανόν, τὸ σχοινίον δὲ παραλυθὲν

μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί.869
κατέπεσεν ἐπὶ τὴν γῆν· οἱ Ἕλληνες δὲ ἀνεβόησαν,

σπερχόμενος δ' ἄρα Μηριόνης ἐξείρυσε χειρὸς 870
σπεύδων δὲ ὁ Μηριόνης ἐξείλετο τῆς χειρὸς τοῦ Τεύκρου

τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.871
τὸ τόξον· τὸ βέλος δὲ πάλαι κατεῖχεν, ἕως ἴθυνε καὶ ἐτόξευεν ὁ Τεῦκρος·

αὐτίκα δ' ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι872
παραχρῆμα δὲ ηὔξατο τῷ πόρρωθεν βάλλοντι Ἀπόλλωνι

ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.873
ἀρνῶν πρωτοτόκων ποιήσειν θυσίαν ἔνδοξον,

ὕψι δ' ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν·874
ἐν ὕψει δὲ ὑπὸ τὰ νέφη ἐθεάσατο τὴν τρήρωνα περιστεράν,

τῇ ῥ' ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην, 875
ᾗ δὴ οὗτος περιστρεφομένην ἔπληξεν ὑπὸ τὸ μέσον τῆς πτέρυγος,

ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ876
εἰς τὸ ἀπαντικρὺ δὲ διεπέρασε τὸ βέλος. τοῦτο μὲν οὖν ὀπίσω (πάλιν) ἐπὶ γῆς

πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις877
ἔμπροσθεν τοῦ ποδὸς τοῦ Μηριόνου ἐπάγη, ἡ ὄρνις δὲ

ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο878
ἐπὶ τῷ ἱστῷ καθίσασα τῆς μελανοπρώρου νεώς

αὐχέν' ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.879
ὑπεχάλασε τὸν τράχηλον· τὰ πυκνὰ δὲ καὶ συνεχῆ πτερὰ ἀπεκλίθησαν τὴν ἰδίαν ἁρμονίαν ἀφέντα,

ὠκὺς δ' ἐκ μελέων θυμὸς πτάτο, τῆλε δ' ἀπ' αὐτοῦ 880
ταχέως δὲ ἐκ τῶν μελῶν ἡ ψυχὴ ἀπέπτη καὶ ἠφανίσθη, μακρὰν δὲ ἀπ᾿ αὐτοῦ

κάππεσε· λαοὶ δ' αὖ θηεῦντό τε θάμβησάν τε.881
κατέπεσε, τὸ πλῆθος δὲ ἐθαύμαζόν τε καὶ ἐξεπλήττοντο,

ἂν δ' ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,882
Μηριόνης δ' ἄρα πάντας τοὺς δέκα πελέκεις ἀνέλαβεν,

Τεῦκρος δ' ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.883
ὁ Τεύκρος δὲ τὰ ἡμιπέλεκκα ἔφερεν ἐπὶ τὰς βαθείας ναῦς.



αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,884
ὁ υἱὸς δὲ τοῦ Πηλέως δόρυ μακρὸν κατέθηκε,

κὰδ δὲ λέβητ' ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα 885
κατέθηκε δὲ καὶ λέβητα, μήπω εἰς πῦρ ἐμβληθέντα, ἄξιον βοός, ἀνθηρὸν καὶ ποικίλον,

θῆκ' ἐς ἀγῶνα φέρων· καί ῥ' ἥμονες ἄνδρες ἀνέσταν·886
εἰς τὸν ἀγῶνα ἐνέγκας. καὶ δὴ ἄνδρες ἀκοντισταί ἀνέστησαν.

ἂν μὲν ἄρ' Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,887
ἀνέστη μὲν οὖν ὁ υἱὸς τοῦ Ἀτρέως, ὁ μέγας βασιλεὺς Ἀγαμέμνων·

ἂν δ' ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.888
ἀνέστη δὲ Μηριόνης ὁ γενναῖος θεράπων τοῦ Ἰδομενέως·

τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς·889
ἐν τούτοις δὲ καὶ εἶπεν ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεύς·

Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων 890
ὦ υἱὲ τοῦ Ἀτρέως, οἴδαμεν γὰρ (πάντως) ὅσον ὑπερέχεις,

ἠδ' ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος·891
καὶ ὅσον ἰσχύϊ τε καὶ ἱματίοις ὑπάρχεις κράτιστος·

ἀλλὰ σὺ μὲν τόδ' ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας892
ἀλλὰ σὺ μὲν τὸ ἔπαθλον τοῦτο ἔχων ἐπὶ τὰς βαθείας ναῦς

ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,893
πορεύου· τῷ ἥρωι δὲ Μηριόνῃ τὸ δόρυ παράσχωμεν·

εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.894
εἴ γε καὶ σὺ ἐν τῇ σαυτοῦ ψυχῇ βούλῃ· φημὶ γὰρ ἔγωγε.



ὣς ἔφατ', οὐδ' ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 895
οὕτως εἶπεν· ὑπήκουσε δὲ ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων,

δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γ' ἥρως896
ἔδωκε δὲ τῷ Μηριόνῃ τὸ χαλκοῦν δόρυ, αὐτὸς δὲ ὁ ἥρως

Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.897
Ταλθυβίῳ τῷ κήρυκι ἔδωκε τὸ ὡραῖον ἔπαθλον.