Vasile Stancu

The ILIAD




Book XXIII

Homeric text & Koine Greek paraphrase by Theodorus Gaza


οὕτως οὗτοι μὲν ἐστέναζον καὶ ἐθρήνουν ἐν τῇ πόλει· οἱ Ἕλληνες δὲ ἐπειδὴ παρὰ τὰς ναῦς καὶ τὸν Ἑλλήσποντον ἀφίκοντο, οἱ μὲν ἄλλοι διεμερίσθησαν ἕκαστος ἐπὶ τὴν ἑαυτοῦ ναῦν. τοὺς Μυρμιδόνας δὲ οὐκ ἠφίει ὁ Ἀχιλλεὺς ἀποχωρίζεσθαι· ἀλλ᾽ οὗτός γε ἐν τοῖς ἑαυτοῦ φίλοις τοῖς πολεμικοῖς καὶ ἀνδρείοις ἔλεγεν· ὦ Μυρμιδόνες ταχεῖς ἔχοντες ἵππους· ἐμοὶ δεξιοὶ καὶ εὐάρμοστοι φίλοι, μήπω δὴ ὑπὸ τοῖς ὀχήμασιν ἀπολύσωμεν τοὺς μονώνυχας ἵππους· ἀλλὰ σὺν τοῖς ἵπποις, καὶ τοῖς ἅρμασι πλησίον· ἐλθόντες κλαίωμεν τὸν Πάτροκλον· τοῦτο γὰρ ὑπάρχει τιμὴ τῶν τεθνεώτων. ἐπειδὰν δὲ τοῦ ὀλεθρίου θρήνου ἀπολαύσωμεν, τοὺς ἵππους ἀπολύσαντες δειπνήσομεν ἐνταῦθα πάντες·

001

οὕτως εἶπεν· αὐτοὶ δὲ ᾤμωξαν συνηθροισμένοι· ἡγεῖτο δὲ τῆς οἰμωγῆς ὁ Ἀχιλλεύς· οὗτοι δὲ τρὶς περὶ τὸν νεκρὸν περιήγαγον τοὺς καλλίτριχας ἵππους κλαίοντες· ἐν αὐτοῖς δὲ θρήνου ἐπιθυμίαν διήγειρεν ἡ Θέτις· ἐβρέχετο ἡ ἄμμος, ἐβρέχοντο τὰ ὅπλα τῶν ἀνδρῶν ὑπὸ τῶν δακρύων. τοιοῦτον γὰρ ἐπιστήμονα τοῦ πολέμου ἐπόθουν· ἐν τούτοις δὲ ὁ τοῦ Πηλέως ἡγεῖτο θρήνου οἰκτροῦ καὶ ἀθρόου, τὰς ἀνδροκτόνους χεῖρας ἐπιθεὶς ἐν τοῖς στήθεσι τοῦ φίλου. χαῖρέ μοι, ὦ Πάτροκλε, καὶ ἐν τοῖς οἴκοις τοῦ Ἅιδου. πάντα γὰρ ἤδη σοι πληρώσω, ἃ πρότερον ὑπεσχόμην, τὸν Ἕκτορα ἐνθάδε ἑλκύσας δώσειν τοῖς κυσὶν ὠμῶς ἀπομερίσασθαι καὶ καταφαγεῖν. δώδεκα δὲ ἔμπροσθεν τῆς πυρᾶς ἀποκεφαλίσω λαμπροὺς υἱοὺς τῶν Τρῴων ἕνεκα σοῦ ἀναιρεθέντος ὀργισθείς.

012

εἶπε δή, καὶ τὸν ἐνδοξότατον Ἕκτορα εἰργάζετο ἔργα ἀπρεπῆ, κατὰ πρόσωπον παρὰ τῇ στρωμνῇ τοῦ υἱοῦ τοῦ Μενοιτίου ἐκτείνας ἐν τοῖς χώμασιν. οὗτοι δὲ ἅπαντες τὰ ὅπλα ἀπεδύοντο τὰ τῷ σιδήρῳ περιλάμποντα· ἔλυον δὲ τοὺς ὑψαύχενας ἵππους. ἐκάθιζον δὲ παρὰ τῇ νηὶ τοῦ ταχύποδος Ἀχιλλέως πλεῖστοι· οὗτος δὲ αὐτοῖς τὸ ἐπιτάφιον δεῖπνον παρεσκεύαζε. πολλοὶ μὲν οὖν βόες εἰλίποδες (λευκοί, πίονες) ἐμυκῶντο περὶ τὸν σίδηρον ἀναιρούμενοι· πολλὰ δὲ πρόβατα καὶ αἶγες τοκάδες. πολλοὶ δὲ λευκόδοντες χοῖροι θάλλοντες λίπει ἀποκαιόμενον τὰς τρίχας ἐξετείνοντο διὰ τῆς φλογὸς τοῦ πυρός· πανταχοῦ δὲ περὶ τὸν νεκρὸν αἷμα ἔρρει τοσοῦτον ὥστε κοτύλῃ ἀρύσασθαι.

024

τὸν δέ γε ταχύποδα υἱὸν τοῦ Πηλέως τὸν βασιλέα, πρὸς τὸν Ἀγαμέμνονα τὸν ἔνδοξον ἦγον οἱ βασιλεῖς τῶν Ἑλλήνων μετὰ σπουδῆς, παρηγοροῦντες καὶ πείθοντες τὴν ψυχὴν αὐτοῦ, ὀργιζομένην ἕνεκα τοῦ φίλου. οὗτοι δὲ ἐπειδὴ πορευόμενοι ἀφίκοντο εἰς τὴν σκηνὴν τοῦ Ἀγαμέμνονος, παραχρῆμα τοῖς ὀξυφώνοις κήρυξιν ἐπέταξαν στῆσαι ἐν τῷ πυρὶ λέβητα μέγαν, εἰ καταπείσειεν τὸν τοῦ Πηλέως λούσασθαι καὶ ἀπονίξαι τὸν ἐκ τοῦ αἵματος λύθρον. οὗτος δὲ ἐξηρνεῖτο ὁλοσχερῶς, καὶ ὅρκον ἐπώμοσεν· οὐ μὰ τὸν Δία, ὅστις ἐστὶ τιμιώτατος καὶ ἰσχυρότατος τῶν Θεῶν, οὐχ ὅσιόν ἐστι λουτρὰ παραγενέσθαι πλησίον τῆς κεφαλῆς, πρὶν θεῖναι τὸν Πάτρακλον ἐν τῷ πυρὶ καὶ μνῆμα ἐπιχέαι καὶ ἀποκόψαι τὴν κόμην· ἐπειδὴ οὐκέτι μου αὖθις οὕτω λύπη καταλήψεται τὴν καρδίαν, ἕως ἂν ἐν τοῖς ζῶσιν ὑπάρχω. ἀλλὰ νυνὶ μὲν τῇ μισητῇ πεισθῶμεν εὐωχίᾳ. ἕωθεν δὲ πρότρεψον, ὦ βασιλεῦ τοῦ στρατοῦ Ἀγάμεμνον, ξύλα τε ἄξειν καὶ παρασχεῖν ὡς ἔστιν εἰκὸς ἔχοντα τὸν νεκρὸν πορεύεσθαι ἐπὶ τὸν ζόφον τὸν σκοτεινόν, ὅπως τοῦτον μὲν κατακαύσῃ τὸ ἀκαταπόνητον πῦρ καὶ ποιήσῃ τάχιον ἀπὸ τῆς ὄψεως ἡμῶν, ὁ στρατὸς δὲ χωρήσῃ ἐπὶ τὰ ἔργα.

035

οὕτως εἶπεν· οὗτοι δὲ πάνυ δὴ ἤκουον αὐτοῦ καὶ ἐπείθοντο· σπουδαίως δ᾽ οὖν τὸ δεῖπνον παρασκευάσαντες ἅπαντες εὐωχοῦντο· οὐδέτινος ψυχὴ ἐνδεὴς ἦν εὐωχίας κοινῇ προκειμένης ἅπασιν. ἐπειδὴ δὲ τῆς πόσεως καὶ τῆς τροφῆς τὸν ἔρωτα ἐξεπλήρωσαν, οὗτοι μὲν ἐπὶ τὰς σκηνὰς ἐπορεύθησαν ἅπαντες ὑπνώσοντες· ὁ υἱὸς δὲ τοῦ Πηλέως ἐπὶ τῷ αἰγιαλῷ τῆς πολυταράχου θαλάσσης ἔκειτο βαρέως στενάζων, ἐν τοῖς πολλοῖς Μυρμιδόσιν ἐν τόπῳ καθαρῷ, ὅπου τὰ κύματα παρὰ τὸν αἰγιαλὸν προσέκλυζον, καὶ προσέβαλλον. ὁπηνίκα δ' αὐτὸν ὁ ὕπνος κατέλαβε λύων τὰς φροντίδας τῆς ψυχῆς, δυσέκδυτος περιχυθείς· πάνυ γὰρ ἐκοπίασε τὰ λαμπρὰ μέλη, τὸν Ἕκτορα διώκων πρὸς τὴν ὑψηλὴν Ἴλιον· ἐπῆλθε δὲ ἡ ψυχὴ τοῦ ἀθλίου Πατρόκλου παρομοία αὐτῷ καὶ κατὰ τὸ μέγεθος καὶ κατὰ τὸ περικαλλὲς πρόσωπον καὶ τὴν φωνήν, καὶ τοιαῦτα περὶ τὸ σῶμα ἱμάτια ἦν ἐνδεδυμένη· ἔστη δὲ ἄνωθεν ἐκ τῆς κεφαλῆς καὶ εἶπε πρὸς αὐτὸν λόγον. ὑπνώττεις; ἐμοῦ δὲ ἐπιλελησμένος ὑπάρχεις, ὦ Ἀχιλλεῦ; οὐ μὴν ἐμοῦ ζῶντος ἠφροντίστεις καὶ ἠμέλεις, ἀλλ᾽ ἀποθανόντος. θάψον με ὅτι τάχος, ὅπως περάσω τὰς πύλας τοῦ ᾅδου· πόρρω γάρ με ἀπείργουσι καὶ κωλύουσι διελθεῖν αἱ ψυχαὶ τὰ εἴδωλα τῶν ἀποθανόντων, οὐδέ με συμμίξαι πω ἀφιᾶσιν πέραν τοῦ ποταμοῦ. ἀλλ᾽ οὕτω πλανῶμαι κατὰ τὸν οἶκον τοῦ Ἅιδου τὸν τὰς πλατείας ἔχοντα πύλας· καί μοι δὸς τὴν χεῖρα ἵνα ἀνακλαύσωμαι· οὐκέτι γὰρ αὖθις ἐπανέλθω ἐκ τοῦ ᾅδου ἐπειδάν μοι πυρὸς μεταδῶτε· οὐ γάρ τοι ζῶντες πόρρωθεν τῶν ἀγαπητῶν φίλων καθεζόμενοι βουλὰς βουλευσόμεθα. ἀλλ᾿ ἐμὲ μὲν ἡ θανατηφόρος μοῖρα κατέπιεν ἡ μισητή, ἥτις με ἔλαχε γεννώμενόν γε· καὶ δὴ καὶ σοὶ αὐτῷ εἵμαρτο, ὦ Θεοῖς ὅμοιε Ἀχιλλεῦ, ὑπὸ τῷ τείχει τῶν εὐγενῶν Τρῴων ἀναιρεθῆναι. ἄλλο δέ σοι λέξω καὶ παραγγελῶ ἐάν μοι πείθῃ· μὴ καταθεῖναι τὰ ἐμὰ ὀστέα πόρρω τῶν σῶν Ἀχιλλεῦ, ἀλλ' ὁμοῦ ὥσπερ ἀνετράφημεν ἐν τοῖς ὑμετέροις οἴκοις, ὅτε με μικρὸν ὄντα ὁ Μενοίτιος ἐκ τοῦ Ὀποῦντος ἤγαγεν εἰς τὸν ὑμέτερον οἶκον ὑπὸ τῆς χαλεπῆς παιδοφονίας τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτε ἀνεῖλον τὸν παῖδα τοῦ Ἰφιδάμαντος, ὁ ἀνόητος, ἄκων καὶ μὴ βουλόμενος, ὀργισθεὶς ἕνεκα τῶν ἀστραγάλων· ὅπου δεξάμενός με ἐν τοῖς οἴκοις ὁ ἱππικὸς Πηλεύς, ἀνέτρεφεν ἐπιμελῶς, καὶ σὸν θεράποντα ὠνόμασεν· οὕτω δὴ καὶ τὰ ὀστᾶ ἡμῶν ἡ αὐτὴ σορὸς περικαλύπτοι ὁ χρυσοῦς ἀμφιφορεύς, ὅν σοι ἔδωκεν ἡ σεβαστὴ μήτηρ.

054

πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ ταχύπους Ἀχιλλεύς. τί δήποτέ μοι, ὦ αἰδεσιμωτάτη κεφαλή, ἐνθάδε ἀφίκου, καί μοι ταῦτα πάντα ἐντέλλῃ καὶ ἐπιτάττεις. ἐγὼ δέ σοι πάντα πάνυ πληρώσω καὶ ὑπακούσομαι, καθάπερ σὺ ἐπιτάττεις. ἀλλά μοι πλησίον γενοῦ, ἵνα καίπερ ἐπ' ὀλίγον, περιβαλόντες ἀλλήλους ὀλεθρίου ἀπολαύσωμεν θρήνου·

093

οὕτω δὴ εἰπὼν ἐξέτεινε τὰς ἀγαπητὰς χεῖρας, οὐκ ἔλαβε δέ. ἡ γάρ τοι ψυχὴ ὑπὸ τὴν γῆν καθάπερ καπνὸς ἀπῆλθεν, ἐλεεινῶς βοῶσα. ἐκπλαγεὶς ἀνώρμησεν ὁ Ἀχιλλεύς, καὶ ταῖς χερσὶ συνεκρότησε καὶ κτύπον ἀπετέλεσε, λόγον δὲ θρηνητικὸν εἶπε. φεῦ φεῦ. ὄντως δή τις ἔστι καὶ ἐν τοῖς οἴκοις τοῦ Ἅιδου ψυχὴ καὶ εἴδωλον, σῶμα δὲ οὐδόλως ἔχει· δι᾽ ὅλης γὰρ τῆς νυκτός μοι ἡ τοῦ ἀθλίου Πατρόκλου ψυχὴ παρίστατο θρηνοῦσα τε καὶ ὀδυρομένη, καί μοι πάντα ἐπέταττεν· ὁμοία δὲ ἦν αὐτῷ πρὸς ὑπερβολήν.

099

οὕτως εἶπε· τούτοις δὲ ἅπασι διήγειρεν ἐπιθυμίαν θρήνου· κλαίουσι δὲ τούτοις ἐφάνη ἡ ῥοδόχρους καὶ περικαλλὴς ἡμέρα περὶ τὸν ἄθλιον καὶ οἰκτρὸν νεκρόν· ὁ βασιλεὺς δὲ Ἀγαμέμνων τοὺς οὐρέας παρώξυνε καὶ τοὺς ἄνδρας ἄξειν ξύλα, πανταχόθεν ἐκ τῶν σκηνῶν· ἀνὴρ δὲ γενναῖος διανέστη ὁ Μηριόνης ὁ θεράπων τοῦ ἀνδρείου Ἰδομενέως· οὗτοι δὲ ἐπορεύοντο ἔχοντες ἐν ταῖς χερσὶ τοὺς δενδροτόμους πελέκεις, καὶ τὰς καλῶς πεπλεγμένας σχοίνους. ἔμπροσθεν δὲ αὐτῶν ἐπορεύοντο οἱ οὐρεῖς, πολλὰ δὲ ἀνάντη κατάντη καὶ ὁμαλὰ καὶ πλάγια διῆλθον· ἀλλ᾿ ὁπηνίκα ἔφθασαν εἰς τὰς τῶν ὁρῶν προβάσεις τῆς πολλὰς πηγὰς ἐχούσης Ἴδης, παραχρῆμα δὴ δρῦς ὑψηλὰς σιδήρῳ ὀξεῖ καὶ ἠκονημένῳ ἔκοπτον ἐπειγόμενοι· αὗται δὲ μεγάλως κτυποῦσαι κατέπιπτον· ταύτας μὲν οὖν διασχίζοντες οἱ Ἕλληνες ἐξῆπτον τῶν ἡμιόνων· αὗται δὲ τοῖς ποσὶν ἐμερίζοντο τὴν γῆν καὶ ἐπορεύοντο ἐπιθυμοῦσαι τοῦ πεδίου καὶ τῶν συνεχῶν φριγάνων πάντες δὲ οἱ τὰ δένδρα κόπτοντες κορμούς ἔφερον· οὕτω γὰρ προσέταξε Μηριόνης ὁ θεράπων τοῦ ἀνδρείου Ἰδομενέως, κατἔβαλον δὲ ἐπὶ τοῦ αἰγιαλοῦ ἐφεξῆς κατὰ τάξιν, ὅπου δὴ ὁ Ἀχιλλεὺς διενοήσατο γενέσθαι μέγα μνημεῖον τῷ τε Πατρόκλῳ καὶ ἑαυτῷ.

108

ἐπεὶ δὲ πανταχοῦ κατέβαλον τὰ πλεῖστα ξύλα, ἐκάθηντο δὴ αὐτόθι παραμένοντες ἠθροισμένοι· ὁ Ἀχιλλεὺς δὲ παραχρῆμα τοῖς πολεμικοῖς καὶ ἀνδρείοις Μυρμιδόσιν ἐπέταξε ζώννυσθαι τὸν σίδηρον καὶ ὁπλίζεσθαι, καὶ συνδυάσαι ὑπὸ τοῖς ὀχήμασιν ἕκαστον τοὺς ἵππους· οὗτοι δὲ διανίσταντο καὶ ἐνεδύοντο τὰ ὅπλα ἀνέβησαν δὲ εἰς τοὺς δίφρους οἵ τε ἐπὶ τῶν ἁρμάτων πολεμοῦντες καὶ οἱ τὰς ἡνίας κατέχοντες. ἔμπροσθεν μὲν οὖν οἱ ἱππεῖς μετ᾿ αὐτοὺς δὲ ἠκολούθει τὸ πλῆθος τῶν πεζῶν πλεῖστοι· ἐν τῷ μέσῳ δὲ ἔφερον τὸν Πάτροκλον οἱ φίλοι, ταῖς θριξὶ δὲ πάντα τὸν νεκρὸν κατεκάλυπτον, ἃς κατέβαλλον ἐπ᾿ αὐτῷ τέμνοντες αὐτάς, ὄπισθεν δὲ ἀνεῖχε τὴν κεφαλὴν ὁ ἐνδοξότατος Ἀχιλλεὺς λυπούμενος· τὸν γὰρ ἀμώμητον φίλον ἔπεμπεν εἰς Ἅιδου·

127

οὗτοι δέ, ὁπηνίκα ἀφίκοντο παρὰ τὸν τόπον, ὅπου αὐτοῖς διετάξατο ὁ Ἀχιλλεύς, κατέθηκαν. ταχέως δὲ αὐτῷ τὴν πρέπουσαν ὕλην ἐσόρευον. τότε δὲ ἄλλα διενοήθη πράττειν ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεύς· στὰς πόρρωθεν τοῦ πυρὸς ἀπέτεμε τὴν ξανθὴν κόμην, ἣν δὴ ἔτρεφε περικαλλῆ καὶ ἀκμαίαν Σπερχειῷ τῷ ποταμῷ. στενάξας δὲ εἶπε θεασάμενος ἐπὶ τὸν μελανόχρουν πόντον. ὦ Σπερχειέ, εἰκῆ καὶ μάτην ηὔξατο σοί γε ὁ Πηλεύς. ἐκεῖσέ με ὑποστρέψαντα εἰς τὴν ἀγαπητὴν γῆν τὴν πατρίδα· σοί τε τὰς τῆς κεφαλῆς τρίχας ἀποκόψειν, καὶ θυσίαν ἁγίαν ποιήσειν πεντήκοντα δὲ ὄρχεις ἔχοντα πρόβατα αὐτόθι θύσειν παρὰ τὰς πηγάς· ὅπου σοι ὁ ἀνατεθειμένος τόπος, καὶ ὁ εὐώδης ναός· οὕτως εὔχετο ὁ γέρων· σὺ δὲ αὐτῷ τὴν βούλησιν οὐκ ἐτελείωσας· νυνὶ δὲ ἐπειδὴ οὐκ ἐπανέρχομαι εἰς τὴν ἀγαπητὴν γῆν τὴν πατρίδα, τῷ ἥρωι Πατρόκλῳ τὰς τρίχας παρέχω.

138

οὕτως εἰπών, ἐν ταῖς χερσὶ τοῦ ἀγαπητοῦ φίλου τὰς τρίχας ἔθηκε· τούτοις δὲ ἅπασι διήγειρε θρήνου ἐπιθυμίαν· καὶ δὴ ἂν ὀλοφυρομένοις κατέδυ τὸ φῶς τοῦ ἡλίου, εἰ μὴ ταχέως παραγενόμενος ὁ Ἀχιλλεὺς εἶπε τῷ Ἀγαμέμνονι· ὦ υἱὲ τοῦ Ἀτρέως, σοὶ μὲν μᾶλλον τῶν ἄλλων ὁ τῶν Ἑλλήνων στρατὸς πεισθήσονται λόγοις, τοῦ μὲν θρήνου δυνατόν ἐστιν ἐμπλησθῆναι καὶ ὕστερον· νῦν δὲ διαμέρισον αὐτοὺς ἀπὸ τῆς πυρᾶς καὶ δεῖπνον κέλευσον εὐτρεπίσαι· ταῦτα δὲ διαπραξόμεθα, οἷς μάλιστα ταφῆς ἐστιν ἄξιος ὁ νεκρός· παραμενέτωσαν δὲ ἡμῖν οἱ ἡγεμόνες.

152

ἐπεὶ δὲ τοῦτο ἤκουσεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων παραχρῆμα δὲ τὸν λαὸν ὃν μὲν διεμέρισεν ἐπὶ τὰς ἴσας ναῦς· οἱ στρατηγοί δὲ αὐτόθι παρέμενον καὶ ἐσόρευον τὰ ξύλα· ἐποίησαν δὲ πυρκαϊὰν ποδῶν ἑκατὸν τῇδε κἀκεῖσε· ἐν δὲ τῷ ἀνωτάτω, αὐτῆς μέρει, κατέθηκαν τὸν νεκρὸν λυπούμενοι κατὰ ψυχήν· πολλὰ δὲ πιόνα πρόβατα, καὶ βοῦς συστρέφοντας ἐν τῷ πορεύεσθαι τοὺς πόδας, καὶ περικεκαμμένα τα κέρατα ἔχοντας, ἔμπροσθεν τῆς πυρκαϊᾶς ἐξέδερόν τε καὶ ἐμέλιζον· ἐκ πάντων δὲ τὸ λίπος λαβὼν περιεκάλυψε τὸν νεκρὸν ὁ μεγαλόψυχος Ἀχιλλεύς, ἐκ τῆς κεφαλῆς μέχρι τῶν ποδῶν· περὶ αὐτὸν καὶ σώματα ἐκδεδαρμένα ἐσόρευσεν. ἐνέθηκε δὲ μέλιτος καὶ πιμελῆς πίθους πρὸς τὴν στρωμνὴν παρακλίνων. τέσσαρας δὲ μεγαλαύχενας ἵππους ἐσπευσμένως ἐνέβαλεν εἰς τὸ πῦρ, μεγάλως στενάζων. ἐννέα τῷ βασιλεῖ Ἀχιλλεῖ κύνες παρεστῶτες τῇ τραπέζῃ ὑπῆρχον· καὶ δὴ καὶ τούτων δύο ἀποκεφαλίσας ἐνέβαλεν εἰς τὸ πῦρ. δώδεκα δὲ γενναίους υἱοὺς τῶν μεγαλοψύχων Τρῴων σιδήρῳ ἀποκτείνων ἐνέβαλε. κακὰ δὲ διενοεῖτο ποιεῖν κατὰ διάνοιαν. ἐνέβαλε δὲ τὴν τοῦ πυρὸς ἰσχυροτάτην δύναμιν, ὅπως ἅπαντα καταφάγοι· ἐστέναξε δὲ μετέπειτα καὶ τὸν ἀγαπητὸν ὠνόμασε φίλον· χαῖρέ μοι, ὦ Πάτροκλε, καὶ ἐν τοῖς οἴκοις τοῦ Ἅιδου. πάντα γὰρ ἤδη σοι τελῶ, ἅπερ τὸ πρὶν ὑπεσχόμην· δώδεκα μὲν γενναίους υἱοὺς τῶν μεγαλοψύχων Τρῴων, τούτους σὺν σοὶ ἅπαντας καταναλίσκει τὸ πῦρ. Ἕκτορα δὲ οὐδαμῶς παραδώσω τὸν τοῦ Πριάμου τῷ πυρὶ κατεσθίειν, ἀλλὰ τοῖς κυσίν.

161

οὕτως εἶπε διατεινάμενος· τοῦτον οὐ κύνες ἐσπάρασσον, ἀλλὰ τοὺς μὲν κύνας ἀπεσόβει ἡ τοῦ Διὸς θυγάτηρ Ἀφροδίτη νύκτωρ καὶ μεθημέραν· ἔχριε δὲ ἐλαίῳ εὐώδει θείῳ· ὅπως μὴ αὐτὸν καταγέοι ἕλκων καὶ ἐπισύρων· μέλαν δὲ νέφος ἐπήγαγεν αὐτῷ ὁ λαμπρότατος Ἀπόλλων ἐκ τοῦ οὐρανοῦ εἰς τὸ πεδίον, περιεκάλυψε δὲ τὸν τόπον ἅπαντα, ὅσον περιεῖχεν ὁ νεκρός· μὴ πρότερον ἡ τοῦ ἡλίου δύναμις σκελετῶδες καὶ καταξηρὸν ποιήσειεν τὸ σῶμα, νεύροις τε καὶ μέλεσιν.

184

οὐδὲ ἡ πυρκαϊὰ ἐκαίετο τοῦ ἀποθανόντος Πατρόκλου. τότε τοίνυν ἄλλα διενοήθη ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεὺς στὰς πόρρωθεν τῆς πυρκαϊᾶς εὔχετο τοῖς δυσὶν ἀνέμοις, τῷ Βορέᾳ καὶ τῷ Ζεφύρῳ. καὶ ὑπέσχετο θυσίας καλάς· πάνυ δὲ καὶ λείβων διὰ τοῦ χρυσοῦ ποτηρίου παρεκάλει αὐτοὺς ἀφικέσθαι, ὅπως ὡς τάχος τῇ πυρκαϊᾷ κατακαύσειαν τὸν νεκρόν, καὶ ξύλα ἐπειχθεῖεν καῆναι. ἡ ταχεῖα δὲ Ἶρις ἀκούουσα τῶν εὐχῶν ἐπῆλθεν ἄγγελος τοῖς ἀνέμοις· οὗτοι μὲν οὖν ἠθροισμένοι ἐν τῇ οἰκίᾳ τοῦ χαλεπῶς πνέοντος Ζεφύρου πανδαισίαν εὐωχοῦντο· τρέχουσα δὲ ἡ Ἶρις παρέστη ἐν τῷ λιθίνῳ οὐδῷ· οὗτοι δὲ ὅτε ἐθεάσαντο τοῖς ὀφθαλμοῖς, ἅπαντες ὑπανέστησαν· καὶ ἕκαστος ἐκάλει αὐτὴν πρὸς ἑαυτόν· αὕτη δὲ καθέζεσθαι μὲν οὐκ ἠθέλησεν. εἶπε δὲ λόγον οὕτως· οὐκ ἔστι καιρὸς καθίσεως. ἐπάνειμι γὰρ ἐπὶ τὰ ῥεύματα τοῦ Ὠκεανοῦ εἰς τὴν γῆν τῶν Αἰθιόπων, ὅπου ποιοῦσι θυσίας τοῖς ἀθανάτοις θεοῖς, ὅπως δὴ καὶ αὐτὴ ἐνευωχηθῶ καὶ μετάσχω τῶν θυσιῶν. ἀλλὰ ὁ Ἀχιλλεὺς Βορέαν καὶ Ζέφυρον τὸν πολύηχον ἀφικέσθαι εὔχεται, καὶ ὑπόσχεται θυσίας καλὰς καὶ προσηκούσας, ὅπως τὴν πυρκαϊὰν παρορμήσητε καῆναι, ἐν ᾗ κεῖται Πάτροκλος, ὅν ἅπαντες ἀναστενάζουσι καὶ ὀδύρονται οἱ Ἕλληνες.

192

αὕτη μὲν οὖν οὕτως εἰποῦσα ἀπῆλθεν. οὗτοι δὲ διανέστησαν σὺν βοῇ μεγίστῃ καὶ θείᾳ τὰ νέφη κλονοῦντες καὶ ταράσσοντες πρότερον· ταχέως δὲ ἐπὶ τὴν θάλασσαν ἀφίκοντο πνέειν. διηγέρθη δὲ τὸ κῦμα ὑπὸ τῆς ὀξείας πνοῆς. ἔφθασαν δὲ εἰς τὴν μεγαλόβωλον καὶ εὔγειον Τροίαν. ἐνέπεσον δὲ καὶ ἐπέπνευσαν τῇ πυρκαϊᾷ. μεγάλως δὲ ἤχησε τὸ θεσπεσίως καιόμενον πῦρ· δι ὅλης τοιγαροῦν τῆς νυκτὸς ἔπνεον ὁμοῦ τὴν τῆς πυρκαϊᾶς φλόγα, φυσῶντες ὀξέως· ὁ ταχύπους δὲ Ἀχιλλεὺς δι' ὅλης τῆς νυκτὸς ἐκ κρατῆρος χρυσοῦ λαβὼν ποτήριον περιφερὲς οἶνον ἀντλῶν εἰς γῆν κατέχεε, ἔβρεχε δὲ τὴν γῆν, τὴν ψυχὴν καλῶν τοῦ ἀθλίου Πατρόκλου. ὥσπερ δὲ πατὴρ ὀλοφύρεται καὶ θρηνεῖ καίων τὰ ὀστᾶ τοῦ ἑαυτοῦ παιδὸς τοῦ νυμφίου, ὃς ἀποθανὼν τὰ μάλιστ᾽ ἐλύπησε τοὺς ἀθλίους γονέας, οὕτως ὁ Ἀχιλλεὺς ὠλοφύρετο καὶ ἐθρήνει καίων τὰ ὀστᾶ του φίλου, προσερχόμενος τῇ πυρᾷ, πυκνῶς ἀναστενάζων.

212

ἡνίκα δὲ ὁ κατὰ τὴν ἡμέραν ἐπιτέλλων ἀστὴρ ἔρχεται λέξων τὸ φῶς ἐπὶ τὴν γῆν, ὃν ἡ κροκόχρους καὶ περικαλλὴς ἡμέρα διαχεῖται ὑπὲρ τῆς θαλάσσης, τηνικαῦτα τὸ πῦρ ἐσβέννυτο καὶ ἡ φλόξ ἔληξεν. οἱ ἄνεμοι δὲ ἐπανῆλθον εἰς τὸν οἶκον πορεύεσθαι διὰ τοῦ Θρᾳκικοῦ πόντου· οὗτος δὲ ἤχει ῥεύμασι σφοδρῶς κινούμενος. ὁ τοῦ Πηλέως δὲ ἀπὸ τῆς πυρᾶς ἐπ᾿ ἄλλο μέρος ἀποχωρισθείς, πάνυ κοπιάσας κατεκλίθη· τάχιστα δ᾽ ἐπῆλθεν ὕπνος γλυκύς. οἱ δὲ περὶ τὸν υἱὸν τοῦ Ἀτρέως ὁμοῦ πάντες ἠθροίζοντο. τούτων προσιόντων, ἡ βοὴ καὶ ὁ κτύπος ἀφύπνιζεν αὐτόν. ἐκάθισε δὲ ἀνορθωθείς. καὶ λόγον εἶπε πρὸς αὐτούς· ὦ υἱοὶ τοῦ Ἀτρέως καὶ ἄλλοι πάντες ἀριστεῖς τῶν Ἑλλήνων, πρῶτον μὲν κατασβέσατε τὸ πῦρ οἴνῳ καυστικῷ ἅπαν, καθ᾽ ὅσον περιέσχεν ἡ τοῦ πυρὸς δύναμις· μετὰ ταῦτα δὲ συλλέγωμεν τὰ ὀστᾶ Πατρόκλου τοῦ υἱοῦ τοῦ Μενοιτίου, καλῶς ἐπιγινώσκοντες· αὐτὰ διάδηλα γὰρ ὑπάρχουσιν· ἐν τῷ μέσῳ γὰρ ἔκειτο τῆς πυρκαϊᾶς· οὗτοι ἄλλοι δὲ πόρρωθεν ἐν τῷ κατωτάτῷ μέρει ἐκαίοντο ὁμοῦ οἵ τε ἵπποι καὶ οἱ ἄνδρες. καὶ ταῦτα μὲν ἐν χρυσῇ φιάλῃ καὶ πιμελῇ διπτύχῳ θῶμεν· ἕως ἂν αὐτὸς ἐγὼ ἐναποκρυφθῶ εἰς τὸν ᾅδην. τάφον δὲ οὐ πάνυ πολλῶν ποιεῖν ἐγὼ κελεύω. ἀλλὰ σύμμετρον οὕτω· μετὰ ταῦτα δὲ καὶ τοῦτον Ἕλληνες πλατύν τε καὶ ὑψηλὸν ποιείτωσαν· οἳ ἂν ἐμοῦ ὕστερον ἐν ταῖς πολυκαθέδροις ναυσὶν ὑπολείπησθε.

226

οὕτως εἶπεν· οὗτοι δὲ ὑπήκουσαν τῷ ταχύποδι υἱῷ τοῦ Πηλέως. πρῶτον μὲν τὴν πυρὰν κατέσβεσαν οἴνῳ θερμῷ, ὅσον ἐπέσχεν ἡ φλόξ. πλείστη δὲ κατέπεσε τέφρη· κλαίοντες δὲ τὰ λευκὰ ὀστᾶ τοῦ ἐπιεικοῦς καὶ προσηνοῦς φίλου συνέλεγον εἰς τὸ λεβητοειδὲς ἀγγεῖον καὶ τὴν δίπτυχον πιμελήν. καταθέντες δ᾽ ἐν τῇ σκηνῇ περιεκάλυψαν αὐτὰ λεπτῷ ὑφάσματι. προδιεγράψαντο δὲ κυκλοτερῶς τὸ μνημεῖον. καὶ τὰ θεμέλια κατεβάλοντο ἔμπροσθεν περὶ τὴν πυρκαϊάν. εὐθέως δὲ χωστὴν γῆν ἐπέχεαν· χέαντες δὲ τὸ μνημεῖον ὑπέστρεψαν. ὁ Ἀχιλλεὺς δὲ αὐτόθι τὸν στρατὸν κατέσχε καὶ ἐκάθισεν αὐτοὺς εἰς τόν, ἐν ᾧ ἀγωνίζονται εὐρύχωρον τόπον· ἐξήνεγκε δὲ τῶν νεῶν ἆθλα· λέβητας καὶ τρίποδας καὶ ἵππους καὶ ἡμιόνους, καὶ βοῶν ἰσχυρὰς κεφαλάς, καὶ γυναῖκας καλλιζώνους καὶ εὐειματούσας, καὶ σίδηρον λευκόν. τοῖς ἱππεῦσι μὲν οὖν πρῶτον τοῖς ταχύποσι λαμπρὰ ἔπαθλα ἔθηκε· γυναῖκα λαβεῖν, ἀμώμητα ἔργα ἐπισταμένην, ἤγουν τεχνῆτιν, καὶ τρίποδα ὦτα ἔχοντα, δύο καὶ εἴκοσι χωροῦντα τῷ πρώτῳ νικητῇ. τῷ δευτέρῳ δὲ ἵππον ἔθηκεν ἐτῶν ἐξ· μήπω δεδαμασμένην· ἔμβριον ἡμίονον ἐντὸς ἔχουσαν· τῷ τρίτῳ δὲ κατέθηκε λέβητα μήπω εἰς τὸ πῦρ βεβλημένον περικαλλῆ, τέσσαρα μέτρα χωροῦντα, λευκὸν ἔτι καὶ καθαρὸν οὕτω. τῷ τετάρτῳ δὲ ἔθηκε δύο τάλαν τὰ χρυσοῦ· τῷ πέμπτῳ δὲ κατέθηκε φιάλην ἀμφοτέρωθεν θέσιν ἔχουσαν, μήπω εἰς πῦρ βεβλημένην. ἔστη δὲ ὀρθὸς καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν. ὦ υἱοὶ τοῦ Ἀτρέως καὶ ἄλλοι ἀριστεῖς τῶν πάντων Ἑλλήνων, τάδε τὰ ἔπαθλα κεῖνται ἐν τῷ ἀγῶνι προσδεχόμενα ἱππέας· εἰ μὲν οὖν ἐπ' ἄλλῳ ἀγωνιζοίμεθα οἱ Ἕλληνες, ὄντως ἂν αὐτὸς τὰ πρῶτα εἰληφὼς ἤνεγκα ἐπὶ τὴν σκηνήν· οἴδατε γὰρ ὁπόσον ὑπερβάλλουσιν ἀρετῇ οἱ ἐμοὶ ἵπποι· ἀθάνατοι γὰρ ὑπάρχουσιν, ὁ Ποσειδῶν δὲ παρέσχετο αὐτοὺς Πηλεῖ τῷ ἐμῷ πατρί, οὗτος δ᾽ ἐμοὶ ἐδωρήσατο. ἀλλ' ἐγὼ μὲν παραμενῶ καὶ οἱ μονώνυχες ἵπποι· τοιούτου γὰρ ἀγαθοῦ καὶ γενναίου ἡνιόχου δύναμιν ἀπέβαλον ἐπιεικοῦς καὶ πρᾴου, ὅς αὐτοῖς πάνυ πολλάκις ἔλαιον ὑγρὸν κατέχεε τῶν χαιτῶν, καὶ ἔχρισεν αὐτούς, λούσας ὕδατι λευκῷ· τοῦτον οὗτοι ἑστῶτες πενθοῦσι, τῷ ἐδάφει δ᾽ αὐτῶν αἱ χαῖται ἐπίκεινται· οὗτοι δὲ μένουσι λυπούμενοι κατὰ ψυχήν. οἱ ἄλλοι δὲ πορεύεσθε, ὅστις ἐν τῷ στρατῷ τῶν Ἑλλήνων τοῖς τε ἵπποις θαρρεῖ καὶ τοῖς κεκολλημένοις ἅρμασιν·

249

οὕτως εἶπεν ὁ τοῦ Πηλέως· οἱ ταχεῖς δὲ ἱππεῖς ἠθροίσθησαν. ἠγέρθη μὲν οὖν πολλῷ πρῶτος ὁ βασιλεὺς τῶν ἀνδρῶν Εὔμηλος ὁ ἀγαπητὸς υἱὸς τοῦ Ἀδμήτου, ὃς ἱππικῇ ἐκεκόσμητο· ἐπὶ τούτῳ δὲ ἀνέστη ὁ τοῦ Τυδέως υἱὸς ἰσχυρὸς Διομήδης· τοὺς Τρωικοὺς δὲ ἵππους ὑπῆγεν εἰς τὸν ζυγόν, οὕς ποτε ἀφείλετο τὸν Αἰνείαν, αὐτὸν δὲ ἐρρύσατο καὶ ἔσωσεν ὁ Ἀπόλλων. ἐπὶ τούτῳ δὲ ἀνέστη ὁ τοῦ 'Ἀτρέως υἱὸς ὁ πυρόχρους Μενέλαος ὁ ἐνδοξότατος· ἤγαγε δὲ ὑπὸ τὸν ζυγὸν τοὺς ταχεῖς ἵππους, Αἴθην τὴν τοῦ Ἀγαμέμνονος καὶ τὸν ἑαυτοῦ Πόδαργον, ἣν ἔδωκε τῷ Ἀγαμέμνονι Ἐχέπωλος δῶρον, ἵνα μὴ ἀκολουθοίη αὐτῷ ἐπὶ τὴν ὑψηλὴν Ἴλιον, ἀλλ' αὐτόθι καθήμενος ἀγάλλοιτο· μέγαν γὰρ αὐτῷ ἐδωρήσατο ὁ Ζεὺς πλοῦτον, κατῴκει δ᾽ οὗτος ἐν τῇ μεγάλῃ Σικυῶνι· ταύτην οὗτος ἤγαγεν ὑπὸ τὸν ζυγόν, μεγάλως τοῦ δρόμου ἐπιθυμοῦσαν. ὁ 'Ἀντίλοχος δὲ τέταρτος ἡτοίμασε τοὺς καλλίτριχας ἵππους ὁ τοῦ Νέστορος λαμπρότατος υἱὸς τοῦ μεγαλοψύχου βασιλέως, τοῦ υἱοῦ τοῦ Νηλέως, οἳ ἐν τῇ Πύλῳ δὲ ἐτύγχανον γεννηθέντες ἵπποι αὐτοῦ ταχύποδες εἷλκον τὸ ἅρμα. ὁ πατὴρ δὲ πλησίον αὐτοῦ παραγενόμενος, παρεκελεύετο εἰς τὸ ἀγαθὸν φρενοῦν αὐτὸν (ἀγαθὰ καὶ ὠφέλιμα λογιζόμενος), καὶ ἐμβιβάζων ἐπιστάμενον καὶ αὐτόν (νοοῦντι καὶ αὐτῷ). ὦ Ἀντίλοχε, φιλοῦσι μέν σε καὶ νέον ὄντα ὅ τε Ζεὺς καὶ ὁ Ποσειδῶν, καὶ ἱππικὴν ἐδίδαξαν παντοίαν· δι' ὃ καὶ διδάσκειν σε, οὐ πάνυ γε χρεία· οἶδας γὰρ καλῶς περὶ τὰ τέρματα συστρέφειν· ἀλλά σοι οἱ ἵπποι βραδεῖς εἰσι τρέχειν, δι ὃ δὴ ὑπολαμβάνω δεινὰ καὶ χαλεπὰ ἔσεσθαι. τούτων δὲ οἱ ἵπποι μέν εἰσι ταχύτεροι· οὐ μὴν δ᾽ αὐτοὶ πλείονα ἐπίστανται σοῦ αὐτοῦ βουλεύσασθαι· ἀλλ᾽ ἄγε δὴ σύ, ὦ φίλε, ἔμβαλε εἰς τὴν ψυχὴν βουλὴν παντοίαν, ἵνα μή σε διαφύγωσι τὰ ἔπαθλα· βουλῇ μέντοι ὁ τὰ δένδρα κόπτων πολλῷ κρείσσων ἢ ἰσχύϊ, βουλῇ δὲ ὁ κυβερνήτης ἐν τῷ μέλανι πόντῳ τὴν ταχεῖαν ναῦν εὐθύνει καὶ ἄγει ἐρεθιζομένην ὑπὸ τῶν ἀνέμων. βουλῇ δὲ καὶ ὁ ἡνίοχος νικᾷ τὸν ἡνίοχον. ἀλλ᾽ ὅστις μὲν τοῖς ἑαυτοῦ ἵπποις καὶ τοῖς ἅρμασι θαρρῶν ἀπερισκέπτως ἐπὶ πολὺ συστρέφεται τῇδε κἀκεῖσε, οἱ ἵπποι δὲ πλανῶνται κατὰ τὸν δρόμον, οὐδὲ κατέχει ἀυτούς. ὃς δ᾽ ἂν τέχνας εἰδῇ, ἐλαύνων χείρονας ἵππους, ἀεὶ τὸ τέλος ὁρῶν ἐκ τοῦ σύνεγγυς στρέφει τοὺς ἵππους, οὐδὲ λανθάνει αὐτὸν ὅπως τὸ πρῶτον ἐπίσχῃ τοῖς ἐκ βοῶν λώροις· ἀλλ᾽ ἐλαύνει ἀσφαλῶς καὶ τὸν ἔμπροσθεν τρέχοντα ἐπιτηρεῖ· σημεῖον δέ σοι λέξω πάνυ διάδηλον, οὐδὲ λαθεῖν σε δυνήσεται· ξύλον ἵσταται ξηρόν, ὅσον ὀργυιὰ ὑπεράνω τῆς γῆς, ἢ δρυὸς ἢ πεύκης· τοῦτο γὰρ οὐ σήπεται ὑπὸ τοῦ ὄμβρου· λίθοι δὲ δύο λευκοὶ πρόσκεινται ἑκατέρωθεν αὐτοῦ ἐν ταῖς συμπτώσεσι καὶ τοῖς στενώμασι τῆς ὁδοῦ, ὁμαλὸς δὲ ἱππόδρομος χωρὶς καὶ ἐκτὸς τῆς κενώσεως, ἤτινος μνημεῖον ἀνθρώπου πάλαι ἀποθανόντος, ἢ τοῦτό γε καμπτὴρ ἦν καὶ ἐπὶ τῶν προγενεστέρων ἀνθρώπων· καὶ νῦν τὸ τέλος ἐποίησε δρόμου ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεύς· τούτῳ σὺ πάνυ πλησιάσας, ἔλαυνε ἐγγύθεν τοὺς ἵππους καὶ τὸ ἅρμα, σὺ δὲ συγκάμφθητι ἐν τῷ καλῶς συνηρμοσμένῳ δίφρῳ ἡσύχως ἐπὶ τὰ ἀριστερὰ τούτων· τὸν δὲ δεξιὸν ἵππον κέντρισον βοήσας· χάλασον δὲ αὐτῷ τὰς ἡνίας ταῖς χερσί, πρὸς τὸν καμπτῆρα δέ σοι ὁ ἀριστερὸς ἵππος πλησιασάτω οὕτως, ὥστέ σοι τὴν ἔξωθεν περιφάνειαν τοῦ τροχοῦ δόξαι ψαύειν τῆς χοινικίδος τοῦ πεποιημένου κύκλου· τῷ λίθῳ δὲ προσεγγύσαι φυλάττου, μήπως καὶ τοὺς ἵππους τρώσῃς, καὶ τὸ ἅρμα συντρίψῃς· χαρὰ δὲ καὶ εὐφροσύνη τοῖς ἄλλοις, ὄνειδος δὲ καὶ κατήφεια σοὶ αὐτῷ γένηται· ἀλλ᾽, ὦ φίλε, φρονῶν εὖ, ἔσο πεφυλαγμένος· εἰ γὰρ ἐν τῷ καμπτῆρι παρέλθῃς ἐλαύνων καὶ τρέχων, οὐκ ἔστιν ὃς ἂν καταλάβῃ ἐπιπηδήσας, οὐδὲ ὑπερβῆ· οὐδ᾽ ἐὰν ὄπισθεν ἐλαύνῃ Ἀρείονα τὸν ἔνδοξον τοῦ Ἀδράστου ταχὺν ἵππον, ὃς ἐκ θεῶν εἷλκε τὸ γένος, ἢ τοὺς ἵππους τοῦ Λαομέδοντος, οἳ ἐνταῦθα ἀνετράφησαν γενναῖοι.

287

ὣς εἰπὼν ὁ τοῦ Νηλέως Νέστωρ ὀπίσω κατὰ χώραν ἐκάθισεν, ἐπειδὴ τῷ ἑαυτοῦ υἱῷ ἑκάστου τέλος ἐδήλωσεν, ἤγουν τὰ ἀπὸ τῆς ἐμπειρίας ἀποβησόμενον.

349

Μηριόνης δὲ πέμπτος εὐτρέπισε τοὺς ὡραιότριχας ἵππους. Ἀνέβησαν δὲ εἰς τοὺς δίφρους, ἐνέβαλον δὲ κλήρους, ἐκίνει δὲ ὁ Ἀχιλλεύς, ἐξεπήδησε δὲ ὁ κλῆρος τοῦ υἱοῦ τοῦ Νέστορος, τοῦ Ἀντιλόχου· μετ᾿ αὐτὸν δὲ ἔτυχεν ὁ βασιλεὺς Εὔμηλος· ἐπ᾿ αὐτῷ δὲ ὁ τοῦ Ἀτρέως κατὰ πόλεμον ἔνδοξος Μενέλαος. ἐπ᾿ αὐτῷ δὲ Μηριόνης ἔτυχεν ἐλαύνειν τοὺς ἵππους. τελευταῖος δὲ ὁ τοῦ Τυδέως ἐξόχως κράτιστος ὢν, ἔτυχεν ἐλαύνειν τοὺς ἵππους. ἔστησαν δὲ κατὰ τάξιν. ἐδήλωσε δὲ τὰ τέλη τοῦ δρόμου ὁ Ἀχιλλεὺς πόρρωθεν ἐν ὁμαλῇ πεδιάδι. ἐπίσκοπον δὲ καὶ ἐπόπτην ἐκάθισε τὸν ἰσόθεον Φοίνικα τὸν θεράποντα τοῦ ἑαυτοῦ πατρός· ὅπως ἐπισκοποίη καὶ μεμνημονεύοι τοῦ δρόμου καὶ τὴν ἀλήθειαν δηλοποιήσαι.

351

οὗτοι δὲ πάντες ἐπὶ τῶν ἵππων τὰς μάστιγας ἀνέσχον, καὶ ἔπληξαν τοῖς λώροις, καὶ ἠπείλησαν λόγοις ἐσπευσμένως· ταχέως δὲ αὐτοὶ διέτρεχον διὰ τοῦ πεδίου πόρρω τῶν νέων συντόμως· ἐκ τῶν πτερνῶν δὲ κονιορτὸς ἠγείρετο αἰρόμενος καθάπερ νέφος ἢ συστροφὴ μεγάλη ἀνέμου· αἱ χαῖται δὲ διεκινοῦντο ἐν ταῖς πνοαῖς τοῦ ἀνέμου. τὰ ἅρματα δὲ, ποτὲ μὲν προσήγγυζον τῇ πολλὰ τρεφούσῃ γῇ· ποτὲ δὲ ἄνω ᾔροντο μετέωρα. οἱ ἀναβάται δὲ ἵσταντο ἐν τοῖς δίφροις· ἔσφυζε δὲ καὶ ὑπεκινεῖτο ἡ ψυχὴ ἑκάστου τῆς νίκης ἐπιθυμούντων· παρεκελεύοντο δὲ τοῖς ἑαυτῶν ἵπποις ἅπαντες· οὗτοι δὲ ἀνύοντες ἔτρεχον διὰ τῆς πεδιάδος·

362

ἀλλ᾽ ὁπηνίκα δὴ τὸ ἔσχατον τοῦ δρόμου ἐτέλουν οἱ ταχεῖς ἵπποι εἰς τοὐπίσω ἀπὸ τῆς λευκῆς θαλάσσης, τηνικαῦτα δὴ ἑκάστου τέχνη καὶ ἀρετὴ διεφαίνετο· ὀξὺς δὲ τοῖς ἵπποις ἐξετάθη δρόμος· ταχέως δὲ μετὰ ταῦτα ἐξέφερον καὶ παρήρχοντο αἱ ταχύποδες ἵπποι τοῦ υἱοῦ τοῦ Αἰφηρητίου. μετὰ ταύτας δὴ προέτρεχον οἱ τοῦ Διομήδους ἄρσενες ἵπποι οἱ Τρωικοί, οὐδέ τι πολλῷ πόρρωθεν ἦσαν, ἀλλὰ πάνυ πλησίον· ἀεὶ γὰρ ἐοίκεσαν ἐπιβησομένοις τοὺς ὀχήματος· ὑπὸ τῆς πνοῆς δὲ τὰ τοῦ Εὐμήλου μετάφρενα, καὶ τοὺς πλατεῖς ὤμους ἐθερμαίνοντο. ἐπ᾿ αὐτῷ γὰρ καταθέντες τὰς κεφαλὰς ἔτρεχον. καὶ δὴ ἢ παρῆλθεν ἄν, ἢ ἀμφισβητήσιμον ἐποίησεν, εἰ μὴ εἰ τῷ υἱῷ τοῦ Τυδέως ὠργίσθη Ἀπόλλων ὁ καθαρός, ὃς δὴ ἐξέβαλεν ἐκ τῶν χειρῶν αὐτοῦ τὴν λαμπρὰν μάστιγα· τούτου δ᾽ ἀπὸ τῶν ὀφθαλμῶν ἐχέοντο δάκρυα ὀργιζομένου καὶ λυπουμένου· διότι τὰς μὲν ἑώρα ἔτι πολλῷ μᾶλλον προϊούσας· οὗτοι δὲ χείρονες γεγόνασιν ἄνευ κέντρου καὶ μάστιγος τρέχοντες, οὐδὲ ἔλαθε τὴν Ἀθηνᾶν ὁ Ἀπόλλων βλάψας ἀδίκως τὸν τοῦ Τυδέως· ταχέως δὲ πᾶν ἐφώρμησεν ἐπὶ τὸν βασιλέα τοῦ στρατοῦ, ἔδωκε δὲ αὐτῷ τὴν μάστιγα, προθυμίαν δὲ τοῖς ἵπποις ἐνέβαλεν· αὕτη δὲ ἐπὶ τὸν υἱὸν τοῦ Ἀδμήτου ἐπορεύθη μνησικακοῦσα, συνέτριψε δὲ αὐτοῦ τὸν τῶν ἵππων ζυγὸν ἡ θεά, αἱ ἵπποι δ᾽ αὐτῷ ἔξω τῆς προκειμένης ὁδοῦ ἔδραμον, τὸ ξύλον δὲ τὸ ἀπὸ τοῦ δίφρου μέχρι τοῦ ζυγοῦ διῆκον ἐπὶ τὴν γῆν κατέπεσεν, αὐτὸς δὲ ἐκ τοῦ ὀχήματος ἐπὶ τὸν τροχὸν κατηνέχθε καὶ τοὺς ἀγκῶνας κατεξέσθη, καὶ τὸ στόμα, καὶ τὰς ῥῖνας, ἐθραύσθη δὲ τὸ μέτωπον ἐπὶ ταῖς ὀφρύσιν, οἱ ὀφθαλμοὶ δὲ αὐτοῦ δακρύων ἐπλήσθησαν, ἡ σύντονος δὲ καὶ μεγάλη αὐτοῦ φωνὴ κατεσχέθη· ὁ τοῦ Τυδέως δὲ παρακλίνας ἤλαυνε τοὺς μονώνυχας ἵππους, πολλῷ τῶν ἄλλων προτρέχων· ἡ γὰρ Ἀθηνᾶ ἐνέβαλε προθυμίαν τοῖς ἵπποις· καὶ δόξαν ἐπέθηκεν αὐτῷ· ἐπὶ τούτῳ δὲ ἤλαυνεν ὁ τοῦ Ἀτρέως ξανθός Μενέλαος· ὁ Ἀντίλοχος δὲ τοῖς ἵπποις παρεκελεύσατο τοῦ ἑαυτοῦ πατρός. προχωρεῖτε καὶ ὑμᾶς αὐτοὺς ἐκτείνεται πάνυ ταχύτητα. ἐκείνοις μὲν ἁμιλλᾶσθαι οὐδαμῶς ἐπιτάττω, τοῖς ἵπποις τοῦ συνετοῦ υἱοῦ τοῦ Τυδέως· οἷστισιν ἡ Ἀθηνᾶ νῦν παρέσχετο ταχυτῆτα, καὶ ἐπέθηκεν αὐτῷ δόξαν. τοὺς ἵππους δὲ τοῦ υἱοῦ τοῦ Ἀτρέως καταλάβετε, μηδὲ ἀπολειφθῆτε· ταχέως, μήποθ' ὑμῖν ὄνειδος καὶ μέμψιν καταχέῃ ἡ Αἴθη θῆλυς καὶ φορβὰς οὖσα· τὶ δὴ ὑστερίζετε, ὦ βέλτιστοι; οὕτω γὰρ λέξω, καὶ τετελεσμένον δήπουθεν ἔσται· οὐχ ὑμῖν ἐπιμέλεια καὶ φροντὶς παρὰ Νέστορι τῷ βασιλεῖ τῶν λαῶν ἔσται· παραχρῆμα γὰρ ὑμᾶς ἀποκτενεῖ σιδήρῳ ὀξεῖ καὶ τμητικῷ, ἐὰν ἀφροντιστήσαντες λάβωμεν φαῦλον καὶ εὐτελὲς ἔπαθλον. ἀλλ᾽ ἐπιδιώκετε, καὶ ἐπειγόμενοι τρέχετε πάνυ ταχέως· ταῦτα δὲ ἐγὼ αὐτὸς μηχανήσομαι, καὶ ἐπινοήσω, παρεισδῦναι εἰς τὸ στένωμα τῆς ὁδοῦ, οὐδὲ λαθεῖν με δυνήσεται.

373

οὕτως εἶπεν· οὗτοι δὲ φοβηθέντες τὴν τοῦ βασιλέως ἀπειλήν, μᾶλλον ἐπέδραμον ἐν ὀλίγῳ χρόνῳ. ταχέως δὲ μετὰ ταῦτα τὸ στένωμα τῆς κοίλης ὁδοῦ ἐθεάσατο ὁ ἀνδρεῖος καὶ καρτερικὸς ἐν τῇ μάχῃ Ἀντίλοχος. ῥύαξ καὶ σχίσμα ἦν γῆς, ἐν ᾧ χειμῶνος ὕδωρ ἀθροισθὲν διέκοψε καὶ κατέσπασε τὴν ὁδόν, ἐβάθυνε δὲ πάντα τὸν τόπον. ἐκεῖσε δὴ ἤλαυνεν ὁ Μενέλαος φυλαττόμενος τὸ τρέχειν ἅμα· ὁ Ἀντίλοχος δὲ παρακλίνας ἤλαυνεν τοὺς μονώνυχας ἵππους ἔξω τῆ ὁδοῦ· ὀλίγον δὲ παρατρέψας ἔτρεχεν, ὁ τοῦ Ἀτρέως δὲ ἐφοβήθη, καὶ τῷ Ἀντιλόχῳ ἐφώνει ὦ Ἀντίλοχε ἀπερισκέπτως (ἀπείρως) ἱππάζῃ καὶ τρέχεις· ἀλλ᾽ ἄνω ἔχε τοὺς ἵππους καὶ μὴ ἐπίκεισο· στενὴ γὰρ ἡ ὁδός, ταχέως δὲ ἐν τῇ πλατυτέρᾳ παρελεύσῃ· μήπως ἀμφοτέρους βλάψῃς τῷ ἅρματι προσκρούσας καὶ συρράξας συμπεσών·

417

οὕτως εἶπεν. Ἀντίλοχος δ' ἔτι πολλῷ μᾶλλον ἤλαυνε, τῇ μάστιγι ἐπιταχύνων, ὥσπερ ὅμοιος μηδὲν ἀκούοντι· ὅσα δέ εἰσι τὰ τοῦ δίσκου ὁρμήματα, ὃν ἀφιᾶσιν ἄνωθεν ἐκ τῶν ὤμων, ὃν ἔρριψεν ἀνὴρ νέος πεῖραν λαμβάνων τῆς ἑαυτοῦ ἐφηβίας, τοσοῦτον ἐπέδραμον· αἱ ἵπποι δὲ ὑπεχώρησαν εἰς τοὐπίσω καὶ ἀπελείφθησαν, τοῦ υἱοῦ τοῦ Ἀτρέως· αὐτὸς γὰρ ἐθελουσίως μεθῆκε τὸ συντόνως τρέχειν, μήπως συμπέσειεν καὶ προσκρούσειεν ἐν τῇ ὁδῷ οἱ μονώνυχες ἵπποι, καὶ τὰ ὀχήματα καταρρίψειεν τὰ καλῶς ἡρμοσμένα, καὶ αὐτοὶ καταπέσειεν ἐν τῇ κόνει, σπεύδοντες ἕνεκα νίκης. πρὸς τοῦτον δὲ καὶ λοιδορῶν εἶπεν ὁ πυρόχρους Μενέλαος· ὦ Ἀντίλοχε, οὐδεὶς ἄλλος τῶν ἀνθρώπων ἐστὶν ὀλεθρίου αἰτιώτερος σοῦ· ἄπιθι μετὰ φθορᾶς, ἐπειδὴ οὐκ ἀληθῶς σε οἰόμεθα οἱ Ἕλληνες φρόνιμον εἶναι· οὐ μὴν ἀλλὰ μὴν οὕτως ἄνευ ὅρκου λήψῃ τὸ ἔπαθλον·

429

οὕτως εἰπὼν τοῖς ἵπποις παρεκελεύσατο καὶ εἶπε· μή μοι κωλύεσθε, μηδὲ ἵστασθε λυπούμενοι κατὰ ψυχήν· φθάσουσιν ἀσθενήσαντες οἱ πόδες καὶ τὰ γόνατα τούτοις ἢ ὑμῖν, ἀμφότεροι γὰρ στέρονται νεότητος.

442

οὕτως εἶπεν· οὗτοι δὲ τὴν τοῦ βασιλέως φοβηθέντες ἀπειλήν, μᾶλλον ἐπέδραμον, ταχέως δὲ πλησίον αὐτῶν ἐγένοντο·

446

οἱ Ἕλληνες δὲ ἐν τῷ τοῦ ἀγῶνος τόπῳ καθήμενοι ἐθεῶντο τοὺς ἵππους· οὗτοι δὲ ἔτρεχον σπεύδοντες διὰ τῆς πεδιάδος. πρῶτος δὲ ὁ Ἰδομενεὺς ὁ στρατηγὸς τῶν Κρητῶν ἐνόησε τοὺς ἵππους· ἐκάθητο γὰρ ἐκτὸς τῶν ἄλλων ἄνωθι ἐν ὑψηλῷ τόπῳ. τούτου δὲ πόρρωθεν ὄντος τοῦ ἀπειλοῦντος καὶ παρακελευομένου ἀκούσας ἐνόησεν, ἐθεάσατο δὲ τὸν διάδηλον, καὶ ἐπίσημον ἵππον προβαίνοντα, ὃς τὸ μὲν ἄλλο σῶμα πυρρὸς τῷ χρώματι ἦν, ἐν τῷ μετώπῳ δὲ σημεῖον λευκὸν ἦν περιφερὲς ὥσπερ σελήνη. ἔστη δὲ ὀρθός, καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν· ὦ φίλοι ἡγεμόνες τῶν Ἑλλήνων καὶ βασιλεῖς, μόνος ἐγὼ τοὺς ἵππους ὁρῶ, ἢ καὶ ὑμεῖς; ἄλλοι μοι δοκοῦσι πρότεροι εἶναι ἵπποι, ἄλλος δὲ ἀναβάτης ἔοικεν· αὗται δέ που ἐβλάβησαν ἐν τῷ πεδίῳ, αἵτινες κρείσσονες ἦσαν ἐκεῖσε· ταύτας μὲν γὰρ τὸ πρῶτον ἐθεασάμην παρὰ τὸν καμπτῆρα ἐλθούσας, νῦν δὲ οὐδαμοῦ δύναμαι ἰδεῖν. πανταχόσε δέ μοι οἱ ὀφθαλμοὶ κατὰ τὸ Τρωικὸν πεδίον περιβλέπουσι θεωμένῳ. ἢ τὸν ἡνίοχον ἔφυγον αἱ ἡνίαι, οὐδὲ ἠδυνήθη καλῶς κατασχεῖν παρὰ τὸν καμπτῆρα, καὶ ἀπέτυχε τοῦ ἑλίξαι καὶ συστρέψαι τοὺς ἵππους· ἐκεῖ αὐτὸν ἐκπεσεῖν ὑπολαμβάνω, καὶ τὰ ἅρματα συντρίψαι. αὗται δὲ ἔξω τοῦ δρόμου ὥρμησαν, ἐπειδὴ προθυμία ἐπεγένετο τῇ ψυχῇ· ἀλλὰ θεάσασθε καὶ ὑμεῖς ἀναστάντες, οὐ γὰρ ἐγὼ καλῶς διακρίνω. δοκεῖ δέ μοι εἶναι ἀνὴρ τὸ γένος Αἰτωλὸς βασιλεὺς δὲ ἐν τοῖς Ἕλλησιν, ὁ υἱὸς τοῦ ἱππικοῦ καὶ πολεμικοῦ Τυδέως ὁ ὀχυρὸς καὶ ἀνδρεῖος Διομήδης.

448

τοῦτον δὲ αἰσχρῶς καὶ ἀναιδῶς ἐλοιδόρησεν ὁ τοῦ Ὀϊλέως ταχύπους Αἴας. ὦ Ἰδομενεῦ, τί πρὸ καιροῦ λάβρως καὶ ἀπερισκέπτως λαλεῖς· αὗται γὰρ πόρρωθεν αἱ ἵπποι αἱ ταχύποδες διὰ τοῦ μεγάλου πεδίου τρέχουσιν· οὔτε νέος ὑπάρχεις ἐν τοῖς Ἕλλησι τοσοῦτον, ὥστε τὰ πολλῷ πόρρω ὁρᾷν, οὔτε σοι ὀξύτατα καὶ τμητικώτατα ἐκ τῆς κεφαλῆς βλέπουσιν οἱ ὀφθαλμοί. ἀλλ' ἀεὶ λόγοις ἀχρήστως λαλεῖς· οὐδαμῶς δέ σε δεῖ ἀπαίδευτον ἐν τῷ λέγειν εἶναι· πάρεισι γὰρ καὶ ἄλλοι βελτίονες, αἱ ἵπποι δέ εἰσιν ἔμπροσθεν, αἱ καὶ πρότερον ἦσαν τοῦ Εὐμήλου. αὐτὸς δὲ ἐμβέβηκε κατέχων τὰς ἡνίας.

473

πρὸς τοῦτον δὲ ὀργισθεὶς ὁ στρατηγὸς τῶν Κρητῶν ἐξεναντίας ἔλεγεν· ὦ Αἶαν, ἐν τῷ φιλονεικεῖν κράτιστε, κακῶς ἐπιλογιζόμενε, καὶ κατὰ πάντα τ᾿ ἄλλα τυγχάνεις ἡττώμενος τῶν Ἑλλήνων, καθότι σοι νοῦς ὑπάρχει ὠμὸς καὶ μωρός· ἄγε νῦν συνθώμεθα ἢ περὶ τρίποδος ἢ λέβητος, μάρτυρα δὲ ποιησώμεθα ἀμφότεροι Ἀγαμέμνονα τὸν υἱὸν τοῦ Ἀτρέως, ὁπότεραι (ὁποῖαι) ἵπποι εἰσὶν ἔμπροσθεν, ἵνα γνῷς ἀποδιδοὺς καὶ ζημιούμενος.

482

οὕτως εἶπε· διανέστη δὲ παραχρῆμα ὁ ταχύπους Αἴας τοῦ Ὀϊλέως πάνυ ὀργιζόμενος δεινοῖς χαλεποῖς λόγοις ἀποκρίνασθαι· καὶ δὴ προσωτέρω ἐχώρησεν ἂν ἀμφοτέροις ἡ φιλονεικία, εἰ μὴ αὐτὸς ὁ Ἀχιλλεὺς ἀνέστη καὶ εἶπε λόγον. μηκέτι νῦν ἀποκρίνεσθε λόγοις χαλεποῖς καὶ δεινοῖς, ὦ Αἶαν, καὶ Ἰδομενεῦ, ἐπαχθέσι καὶ βλαβεροῖς, οὐ γὰρ προσήκει· καὶ δὴ καὶ ἄλλῳ μέμφεσθε, ὅστις τοιαῦτά γε πράττοι, ἀλλ᾽ ὑμεῖς ἐν τῷ ἀγῶνι καθήμενοι θεᾶσθε τοὺς ἵππους, οὗτοι δὲ ταχέως αὐτοὶ σπεύδοντες ἕνεκα νίκης δεῦρο ἀφίξονται· τότε δὲ γνώσεσθε πάντες τοὺς ἵππους τῶν Ἑλλήνων τίνες δεύτεροι, καὶ τίνες πρότεροι.

488

οὕτως εἶπεν· ὁ τοῦ Τυδέως δὲ πάνυ πλησίον ἀφίκετο τρέχων, μάστιγι δὲ ἀεὶ ἐδίωκε κατὰ τῶν ὤμων αὐτὴν ἐπαίρων, οἱ ἵπποι δὲ αὐτοῦ εἰς ὕψος ᾔροντο ῥᾳδίως ἀνύοντες τὴν ὁδόν, ἀεὶ δὲ τὸν ἀναβάτην ἔβαλλον ῥανίδες κόνεως αἰρομένης, τὸ ἅρμα δὲ χρυσῷ καὶ κασσιτέρῳ κεκαλυμμένον τὰ πέριξ ἄκρα, τοῖς ταχύποσιν ἵπποις ἐπέτρεχεν, οὐδέ τι μεγάλη ἐγίνετο ὄπισθεν ἡ τῶν ἐπικειμένων τοῖς τροχοῖς στομωμάτων ἐγχάραξις ἐν τῇ λεπτῇ κόνει· οὗτοι δὲ ἐπειγόμενοι ἔτρεχον, ἔστη δὲ ἐν τῷ μέσῳ τοῦ ἀγῶνος. πολὺς δὲ ἱδρὼς ἀνεφέρετο ἔκ τε τῶν κορυφῶν τῶν ἵππων καὶ ἀπὸ τῶν στέρνων ἐπὶ τὴν γῆν. αὐτὸς δὲ ἐκ τοῦ ὀχήματος τοῦ λαμπροτάτου κατεπήδησε χαμαί, ἔκλινε δὲ καὶ ἐπέθηκε τὴν μάστιγα πρὸς τὸν ζυγόν· οὐδὲ ὑστέρησεν ὁ ἰσχυρὸς καὶ γενναῖος Σθένελος· ἀλλ' ἐσπευσμένως ἔλαβε τὸ ἔπαθλον, καὶ ἔδωκε τοῖς μεγαλοψύχοις φίλοις ἄγειν γυναῖκα, καὶ τρίποδα φέρειν ὦτα ἔχοντα· αὐτὸς δὲ ἀπέλυσε τοὺς ἵππους·

499

ἐπὶ τούτῳ δὲ Ἀντίλοχος ὁ τοῦ Νηλέως ἀπόγονος ἐπήγαγε τοὺς ἵππους τέχνῃ καὶ δόλῳ, οὐδαμῶς τάχει παρελθὼν τὸν Μενέλαον· ἀλλὰ καὶ οὕτως ὁ Μενέλαος ó ἤλαυνεν ἐκ τοῦ σύνεγγυς τοὺς ταχεῖς ἵππους. ὅσον δὲ ἀφίσταται τοῦ τροχοῦ ὁ ἵππος, ὃς δὴ τὸν κύριον εἵλκυσε διὰ τῆς πεδιάδος ἐπεκτεινόμενος καὶ τρέχων σὺν τοῖς ὀχήμασι· τῆς γὰρ περιφερείας τοῦ τροχοῦ ψαύουσιν αἱ τελευταῖαι τρίχες τῆς οὐρᾶς, οὗτος δὲ πάνυ πλησίον τρέχει, οὐδέ τι πολλὴ διάστασις μεταξὺ διὰ τοῦ μεγάλου πεδίου τρέχοντος· τοσοῦτον δὴ ὁ Μενέλαος τοῦ ἀμωμήτου καὶ βελτίστου Ἀντιλόχου ἀφίστατο. τὸ πρῶτον δὲ καὶ εἰς δίσκου βολήν ἀπελείπετο· ἀλλὰ ταχέως αὐτὸν κατελάμβανεν· ηὐξάνετο γὰρ ἡ καλὴ προθυμία τῆς τοῦ Ἀγαμέμνονος Αἴθης τῆς ὡραιότριχος ἵππου. εἰ δ᾽ ἔτι προσωτέρω ἐγένετο δρόμος ἀμφοτέροις, ταύτῃ παρῆλθεν ἂν αὐτόν, οὐδὲ ἀμφισβητήσιμον ἐποίησε. Μηριόνης δὲ ὁ χρηστὸς θεράπων τοῦ Ἰδομενέως ἀφίστατο τοῦ ὑπερενδόξου Μενελάου δόρατος βολήν. βραδεῖς μὲν γὰρ ἦσαν αὐτοῦ ἵπποι ὡραιότριχες· ἐλάσσων δὲ ἦν αὐτὸς ἐλαύνειν ἅρμα ἐν τοῖς ἀγῶσιν. ὁ υἱὸς δὲ τοῦ Ἀδμήτου ὕστατος πάντων τῶν ἄλλων ἀφίκετο ἐπισύρων τὸ περικαλλὲς ἅρμα, ἐλαύνων εἰς τὸ πρόσω τοὺς ἵππους· τοῦτον δὲ θεασάμενος ἠλέησεν ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεύς. στὰς δὲ ἐν τοῖς Ἕλλησι λόγους ταχεῖς ἔλεγεν· ὁ ἄριστος ἀνὴρ ἔσχατος πάντων ἐλαύνει τοὺς μονώνυχας ἵππους· ἀλλ᾿ ἄγε δὴ δῶμεν αὐτῷ ἔπαθλον ὡς τὸ εἰκὸς τὰ δεύτερα, τὰ πρῶτα δὲ ἐχέτω ὁ τοῦ Τυδέως υἱός.

514

οὕτως εἶπεν, οὗτοι δὲ πάντες συνῄνουν καθάπερ ἔλεγε. καὶ δὴ παρέσχεν ἂν αὐτῷ τὸν ἵππον, συνῄνεσαν γὰρ οἱ Ἕλληνες· εἰ μὴ Ἀντίλοχος ὁ τοῦ μεγαλοψύχου Νέστορος υἱὸς πρὸς τὸν τοῦ Πηλέως Ἀχιλλέα ἐνδίκως ἀπεκρίνατο ἀναστάς· ὦ Ἀχιλλεῦ, πάνυ σοι ὀργισθήσομαι ἐὰν τελειώσῃς τόνδε τὸν λόγον, μέλλεις γὰρ ἀποστερήσειν ἔπαθλον· ταῦτα διανούμενος, ὅτι ἐβλάβησαν αὐτῷ τὰ ἅρματα καὶ οἱ ταχεῖς ἵπποι, αὐτὸς γε γενναῖος ὑπάρχων. ἀλλ᾽ ἐχρεώστει τοῖς ἀθανάτοις θεοῖς εὐχὰς ποιεῖσθαι· οὕτω γὰρ οὐκ ἂν ἀφίκετο τρέχων ὕστατος πάντων. εἰ δὲ ἐλεεῖς αὐτὸν καί σοι ἀγαπητὸς ὑπάρχει ἐν τῇ ψυχῇ· ἔστι σοι ἐν τῇ σκηνῇ πολὺς χρυσός, ἔστι δέ σοι χαλκός, καὶ πρόβατα, εἰσὶ δὲ δοῦλαι καὶ ἵπποι μονώνυχες. τούτων τι μετὰ ταῦτα καὶ μεῖζον ἔπαθλον ἀναλαβών δώρησαι αὐτῷ, ἢ καὶ νυνὶ παραχρῆμα, ὅπως σε ἐπαινέσωσιν οἱ Ἕλληνες· ταύτην δὲ ἐγὼ οὐκ ἐπιδώσω· περὶ αὐτῆς δὲ πειραθείτω, ὃς ἂν βούληται τῶν ἀνδρῶν χερσὶ μάχεσθαί μοι.

539

οὕτως εἶπεν· ἐγέλασε δὲ ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεὺς εὐφραινόμενος ἐπὶ τῷ Ἀντιλόχῳ· διότι φίλος ἦν αὐτῷ ἀγαπητός, καὶ ἀποκρινόμενος ἔλεγε πρὸς αὐτὸν λόγους ταχεῖς· ὦ Ἀντίλοχε, ἐπειδή με κελεύεις οἴκοθεν ἄλλο ἔπαθλον δωρήσασθαι τῷ Εὐμήλῳ, ἔγωγε καὶ τοῦτ᾽ ἂν ποιήσω· δώσω αὐτῷ θώρακα, ὃν τὸν Ἀστεροπαῖον ἀφειλόμην, τὸν χαλκοῦν· ᾧτινι χύμα λαμπροῦ κασσιτέρου περικέχυται καὶ πέπηκται, πολλοῦ δὲ ἄξιος ὑπάρχει.

555

εἶπε δή, καὶ Αὐτομέδοντι τῷ φίλῳ ἑταίρῳ ἐκέλευσε κομίσειν ἐκ τῆς σκηνῆς· οὗτος δὲ ἀπῆλθε καὶ ἤνεγκεν αὐτῷ· ἔθηκε δὲ ἐν ταῖς χερσὶ τοῦ Εὐμήλου, αὐτὸς δὲ εὐφραινόμενος ἐδέξατο αὐτόν.

563

ἐν τούτοις δὲ καὶ Μενέλαος ἀνέστη λυπούμενος κατά ψυχὴν τῷ Ἀντιλόχῳ καθ᾽ ὑπερβολὴν ὀργισθείς. ὁ κῆρυξ δὲ ἐνέβαλεν εἰς τὰς χεῖρας αὐτοῦ τὴν βασιλικὴν ῥάβδον, καὶ σιγῆσαι ἐπέταξε τοῖς Ἕλλησιν· οὗτος δὲ μετὰ ταῦτα ἔλεγεν ὁ ἶσος τοῖς θεοῖς ἀνήρ· ὦ Ἀντίλοχε, τὸ πρότερον συνετὲ καὶ φρόνιμε, τί ἐποίησας; κατῄσχυνας μὲν τὴν ἐμὴν ἀρετήν, ἔβλαψας δέ μοι τοὺς ἵππους, τοὺς σοὺς ἔμπροσθεν ἀγαγών, οἵ σοι πολλῷ ἥττονες εἰσίν· ἀλλ' ἄγετε, ὦ ἡγεμόνες τῶν Ἑλλήνων καὶ βασιλεῖς, εἰς τὸ μέσον ἀμφοτέροις κρίνατε, μηδὲ ἐπὶ βοηθείᾳ καὶ κατὰ χάριν· μήποτέ τις εἴπῃ τῶν σιδηροθωράκων Ἑλλήνων τὸν Ἀντίλοχον ψεύσμασι βιασάμενος ὁ Μενέλαος ἀπῆλθεν ἔχων τὸν ἵππον, διότι αὐτῷ πολλῷ ἥττονές εἰσιν ἵπποι, αὐτὸς δὲ κρείττων ἀρετῇ καὶ δυνάμει· εἰ δὲ μή, ἄγε ἐγὼ αὐτὸς κρινῶ, καί με οὐδένα οἴομαι ἄλλον τῶν Ἑλλήνων ἐλέγξειν. εὐθεῖα γὰρ καὶ δικαία ἔσται ἡ κρίσις μου. ὦ Ἀντίλοχε, ἄγε δὴ ἐνθάδε, ἐνδοξοτάτως τεθραμμένε, καθάπερ ἐστὶν ὅσιον καὶ δίκαιον. στὰς ἔμπροσθεν τῶν ἵππων καὶ τοῦ ἅρματος, τὴν μάστιγα δὲ ἐν ταῖς χερσὶν ἔχε τὴν λεπτὴν καὶ ἐπιμήκη, δι' ἧς τὸ πρότερον ἐδίωκας ἁψάμενος τῶν ἵππων, τὸν συνέχοντα τὴν γῆν καὶ σείοντα Ποσειδῶνα ὄμνυ, ἦ μὴν οὐκ ἐθελουσίως ἐπιβουλῇ τὸ ἐμὸν ἅρμα παρελθεῖν.

566

πρὸς τοῦτον δὲ Ἀντίλοχος ὁ συνετὸς καὶ φρόνιμος ἐναντίον ἔλεγεν· Ἀνάσχου καὶ ὑπόμεινον νῦν· πολλῷ γὰρ ἐγὼ νεώτερος ὑπάρχω σοῦ, βασιλεῦ Μενέλαε, σὺ δὲ πρεσβύτερος καὶ κρείσσων, οἶδας ὁποῖαι ὑπάρχουσιν αἱ τοῦ νέου ἀνδρὸς παραβάσεις τοῦ δέοντος, ταχύτερος μὲν γὰρ καὶ εὐκινητότερός ἐστιν ὁ νοῦς, μικρὰ δὲ καὶ ἀφελὴς ἡ βουλή· δι ὅ σοι ὑπομεινάτω ἡ καρδία, ἵππον δέ σοι ἐγὼ δώσω, ἣν ἔλαβον· εἰ δὲ καὶ οἴκοθεν ἄλλο τι μεῖζον ἀπαιτήσαις, εὐθέως ἄν σοι καὶ παραχρῆμα δοῦναι ἐθέλοιμι μᾶλλον, ἤ σοί γε, ἐνδόξως τεθραμμένε, πάντα τὸν χρόνον ἐκπεσεῖν τῆς ψυχῆς (φιλίας) καὶ ἀποθύμιος καὶ μισητὸς εἶναι, καὶ τοῖς θεοῖς ἄδικος καὶ ἁμαρτωλὸς ὑπάρχειν. εἶπε δή· καὶ τὴν ἵππον ἄγων ὁ τοῦ μεγαλοψύχου Νέστορος υἱὸς ἐνέβαλεν εἰς τὰς χεῖρας τοῦ Μενελάου, τούτου δὲ ἡ ψυχὴ εὐφράνθη, οἷον εἰ ἐν τοῖς ἀστάχυσι δρόσος τοῦ ληίου αὐξανομένου περιεχύθη, ἡνίκα ξηρότερά εἰσι τὰ χωρία. οὕτω δὴ σοι, ὦ Μενέλαε, ἐν τῇ διανοίᾳ ἡ ψυχὴ διεχύθη καὶ ἐχάρη, καὶ φωνήσας πρὸς αὐτὸν ἔλεγε λόγους ταχεῖς· ὦ Ἀντίλοχε, νῦν μέν σοι ἐγὼ αὐτὸς ὑπείξω καὶ συγχωρήσω ὀργιζόμενος, ἐπειδὴ οὐδαμῶς ἄφρων, οὐδὲ δολιόφρων ὑπῆρχες τὸ πρίν, νῦν δὲ τὸν νοῦν ἐνίκησεν ἡ νεότης· αὖθις δὲ ἐξαπατᾷν τοὺς κρείσσονας φυλάττου· οὐ γὰρ ἂν με ταχέως ἄλλος τις ἀνὴρ τῶν Ἑλλήνων κατέπεισεν, ἀλλὰ σὺ δὲ πολλὰ ἔπαθες καὶ πολλὰ ἐκακοπάθησας καὶ ἐπόνησας, καὶ ὁ σὸς ἀγαθὸς πατὴρ καὶ ὁ ἀδελφός, ἕνεκα ἐμοῦ· δι᾽ ὅ σοι παρακαλοῦντι ὑπακούσομαι καὶ τὴν ἵππον δώσω, καίπερ οὖσαν ἐμήν· ἵνα γνῶσι καὶ οὗτοι, ὅτι ἡ ἐμὴ ψυχὴ οὐδέποτε ὑπάρχει ὑπερήφανος καὶ σκληρά·

586

εἶπε δή, καὶ τῷ νουνεχεῖ φίλῳ τοῦ Ἀντιλόχου ἔδωκε τὴν ἵππον ἄγειν· αὐτὸς δὲ μετὰ ταῦτα ἔλαβε τὸν λαμπρότατον λέβητα, ὁ Μηριόνης δὲ ἀνέλαβε τὰ δύο τάλαντα τοῦ χρυσοῦ, ἐπειδὴ τέταρτος ἀφίκετο. τὸ πέμπτον δὲ ἔπαθλον ὑπελείπετο ἡ θέσιν ἀμφοτέρωθεν ἔχουσα φιάλη· ἣν ἔδωκε τῷ Νέστορι ὁ Ἀχιλλεύς, φέρων κατὰ τὸ ἄθροισμα τῶν Ἑλλήνων· καὶ εἶπε παραστάς· Λάβε νῦν (δή), καί σοι τοῦτο, ὦ γέρον, κτῆμα ἐναποκείμενον ἔστω, ὥστ᾽ εἶναι μνῆμα τοῦ ἐνταφιασμοῦ καὶ τῆς κηδείας τοῦ Πατρόκλου· οὐκέτι γὰρ αὐτὸν θεάσῃ ἐν τοῖς Ἕλλησι· δίδωμι δέ σοι τοῦτο τὸ ἔπαθλον οὕτως ἐπ᾽ οὐδενί· οὐ γὰρ πυγμῇ μαχήσῃ, οὐδὲ παλαίσεις, οὐδὲ εἰς ἀκοντισμὸν καὶ ἄφεσιν ἀκοντίων εἰσελεύσῃ, οὐδὲ ποσὶ δραμῇ· ἤδη γὰρ γῆρας χαλεπόν σε κατεπείγει.

612

οὕτως εἰπὼν ἔθηκεν εἰς τὰς χεῖρας· οὗτος δὲ ἐδέξατο αὐτὴν εὐφραινόμενος καὶ φωνήσας πρὸς αὐτὸν ἔλεγε λόγους ταχεῖς· ναὶ δὴ ταῦτά γε πάντα, ὦ τέκνον, κατὰ τὸ πρέπον εἶπας· οὐκέτι γάρ μοι βέβαια καὶ ἰσχυρὰ τὰ μέλη, προσφιλέστατε, οἱ πόδες, οὐδὲ αἱ χεῖρες ἑκατέρωθεν ἐκ τῶν ὤμων κινοῦνται κούφως καὶ ἐλαφρῶς· εἴθε οὕτως ἀκμάζοιμι, καί μοι ἡ δύναμις ἀσφαλὴς καὶ κραταιὰ ὑπάρχοι, ὥσπερ ὅτε ἔθαπτον οἱ Ἠλεῖοι τόν βασιλέα Ἀμαρυγκέα ἐν τῷ Βουπρασίῳ πεδίῳ· οἱ υἱοὶ δὲ ἔθηκαν τὰ ποῦ βασιλέως ἔπαθλα· τότε οὐδεὶς μοι ἀνὴρ ἦν ὅμοιος· οὔτε τῶν Ἠλείων οὔτε αὐτῶν τῶν Πυλίων, οὔτε τῶν μεγαλοψύχων Αἰτωλῶν· πυγμῇ μὲν ἐνίκησα Κλυτομήδην τὸν υἱὸν τοῦ Ἤνοπος· Ἀγκαῖον δὲ πάλῃ τὸν ἐκ τῆς Πλευρῶνος, ὅς μοι ἀνέστη παλαῖσαι, Ἴφικλον δὲ τοῖς ποσὶ παρῆλθον καὶ ἐνίκησα γενναῖον ὄντα· δόρατι δὲ ἐνίκησα τὸν Φυλέα καὶ τὸν Πολύδωρον· μόνοις ἵπποις παρῆλθον καὶ παρέδραμον οἱ υἱοὶ τοῦ Ἄκτορος, πολλῷ προπηδήσαντες, φθονήσαντες περὶ τῆς νίκης, διότι τὰ μέγιστα ἔπαθλα ὑπελείπετο αὐτόθι, οὗτοι δὲ ἦσαν δίδυμοι (συμφυεῖς καὶ ἅμα γεγεννημένοι)· καὶ ὁ μὲν ἀσφαλῶς ἀεὶ τὰς ἡνίας κατεῖχεν, ἀσφαλῶς ἀεὶ τὰς ἡνίας κατέχων τὸ ἅρμα ἴθυνεν· ὁ δὲ τῇ ἱμάσθλῃ τοὺς ἵππους παρώξυνεν· οὕτω ποτὲ ἦν, νυνὶ δὲ οἱ νεώτεροι ἀντιλαμβανέτωσαν τῶν τοιούτων ἔργων· ἐμὲ δὲ προσήκει τῷ χαλεπῷ γήρᾳ ὑπακούειν· τότε δὲ διέπρεπον ἐπὶ τοῖς ἥρωσι, καὶ ἔξοχος ἦν· ἀλλ᾿ ἄπελθε καὶ τὸν σὸν φίλον ἐνταφίαζε (γέραιρε, τίμα) ἐπάθλοις καὶ ἀγῶσι. τοῦτο δὲ ἐγὼ προθύμως δέχομαι, ἀγάλλεται δέ μου ἡ ψυχή, ὅτι μου ἀεὶ μέμνησαι τοῦ προσηνοῦς καὶ φιλόφρονος, οὐδὲ λανθάνω σε ἐν τῇ τιμῇ, ᾗ με τιμᾶσθαι καθήκει ἐν τοῖς Ἕλλησι· σοὶ δὲ εἴθε δοῖεν οἱ θεοὶ ἀντὶ τούτων χάριν καὶ δωρεάν εὐφρόσυνον.

624

οὕτως εἶπεν· ὁ τοῦ Πηλέως δὲ εἰς τὸν πολὺν σύλλογον τῶν Ἑλλήνων ἀπῆλθεν, ἐπειδὴ πάντα τὸν λόγον ἤκουσε τοῦ υἱοῦ τοῦ Νηλέως· αὐτὸς δὲ πυγμαχίας ἀλγεινῆς καὶ ὀδυνηρᾶς (τῆς πολυφρόντιδος καὶ πολλῆς δεομένης σκέψεως) ἔπαθλον ἔθηκεν, ἡμίονον καρτερικὴν πρὸς τὰ ἔργα ἄγων κατέδησεν ἐν τῷ ἀγῶνι, ἐτῶν ἕξ, μήπω δεδαμασμένην, ἥτις χαλεπωτάτη ἐστὶ δαμασθῆναι καὶ δουλωθῆναι· τῷ νικηθέντι δὲ ἔθηκε ποτήριον διπλοῦν, καὶ τὴν βάσιν δηλονότι κοίλην ἔχον, ἔστη δὲ ὀρθὸς καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν. ὦ υἱὲ τοῦ Ἀτρέως, καὶ ἄλλοι εὔοπλοι Ἕλληνες, ἀνδρὰς δύο περὶ τούτων προτρέψωμεν, οἵτινές εἰσιν ἄριστοι τὴν πυκτικὴν πάνυ ἀνατεινάμενοι πλήττειν καὶ τύπτειν· ᾧτινι δ᾽ ἂν ὁ Ἀπόλλων παράσχῃ μονομερῆ νίκην, γνῶσι δὲ πάντες οἱ Ἕλληνες τοῦτο, τὴν ἐν τοῖς ἔργοις καρτερικὴν ἡμίονον ἄγων, πορευέσθω εἰς τὴν σκηνήν· ὃ νικηθεὶς δὲ λήψεται ἔκπωμα διπλοῦν.

651

οὕτως εἶπεν· ἀνέστη δὲ παραχρῆμα ἀνὴρ μέγας τε καὶ γενναῖος, ἔμπειρος τῆς πυκτικῆς, ὁ τοῦ Πανοπέως υἱὸς Ἐπειός. ἥψατο δὲ τοῦ καρτερᾶς ἡμιόνου καὶ εἶπεν. ἐλθέτω πλησίον ὅστις λήψεται τὸ διπλοῦν ποτήριον, τὴν ἡμίονον δὲ οὐδένα ἄλλον τῶν Ἑλλήνων οἴομαι ἄξειν νικήσαντά με πυγμῇ· ἐπειδὴ καυχῶμαι κράτιστος εἶναι· ἢ οὐχ ἱκανῶς ἔχει, ὅτι ἐν τῷ πολέμῳ ἥττων εἰμί; οὐ γάρ ἐστι δυνατὸν γενέσθαι τινὰ ἄνδρα ἐπήβολον καὶ ἐπιστήμονα ἐν πᾶσι τοῖς ἔργοις· οὕτω γὰρ λέξω, τοῦτο δὲ καὶ τελειωθήσεται. ἀπαντικρὺ (ἐξεναντίας) ἀγωνιζόμενος τήν τε σάρκα σχίσω καὶ τὰ ὀστᾶ συντρίψω· φροντισταὶ δὲ αὐτῷ ἐνταυθοῖ ἀθρόοι παραμενέτωσαν, οἳ δὴ αὐτὸν ἐκκομίσουσι, δαμασθέντα ὑπὸ τῶν ἐμῶν χειρῶν. οὕτως εἶπεν· οὗτοι δὲ πάντες ἄφωνοι ἐγένοντο σιωπῇ· Εὐρύαλος δὲ αὐτῷ μόνος ἀνέστη ἀνὴρ ἴσος θεῷ, υἱὸς Μηκιστέως τοῦ βασιλέως τοῦ υἱοῦ τοῦ Ταλαοῦ, ὃς ἀφίκετό ποτε εἰς τὰς Θήβας, ἀποθανόντος τοῦ Οἰδίποδος εἰς ἐπιτάφιον, ἐκεῖ δὲ πάντας ἐνίκα τοὺς Θηβαίους. περὶ τοῦτον μὲν οὖν ὁ κατὰ πόλεμον ἔνδοξος υἱὸς τοῦ Τυδέως ἠσχολεῖτο καὶ ἐνήργει παρορμῶν αὐτὸν λόγοις· πάνυ δὲ αὐτῷ ἤθελε νίκην· περίζωμα δὲ αὐτῷ πρῶτον περιέθηκε. μετὰ ταῦτα δὲ ἔδωκαν τοὺς καλῶς κεκομμένους λώρους τοῦ ἐν ἀγρῷ διαιτωμένου βοός, οὗτοι δὲ ζωσάμενοι ἐπορεύθησαν εἰς τὸ μέσον τοῦ ἀγῶνος, ἐξεναντίας δὲ ἀνατεινάμενοι χερσὶν ἰσχυραῖς ὁμοῦ ἀμφότεροι συνέπεσον καὶ συνέβαλον, συνέμιξαν δὲ αὐτῶν αἱ βαρεῖαι καὶ ἐπαχθεῖς χεῖρες, φοβερὸς δὲ ψόφος καὶ κτύπος τῶν σιαγόνων ἐγένετο, ἔρρει δὲ καὶ ἐχεῖτο ἱδρὼς πάντοθεν ἐκ τῶν μελῶν, ἐφώρμησε δὲ ὁ ἔνδοξος Ἐπειός, ἔπληξε δὲ περιβλεψάμενον κατὰ τὴν παρειάν, οὐκέτι δὲ ἐπὶ πολὺ ἵστατο, αὐτόθι γὰρ ὑποπέπτωκε τὰ λαμπρὰ μέλη. ὥσπερ δὲ ὅτε ὑπὸ τοῦ βορέου ἀναπηδᾷ ἐκ τοῦ ἐπανεστηκότος τῆς θαλάσσης ὁ ἰχθὺς παρὰ τὸν βρυώδη αἰγιαλὸν καὶ τὸ μέλαν κῦμα περικαλύπτει αὐτόν, οὕτω πληγεὶς ἀνετράπη αὐτόθι· ὁ μεγαλόψυχος δὲ Ἐπειὸς κρατήσας αὐτὸν ταῖς χερσὶν ἀνώρθωσεν, οἱ ἀγαπητοὶ δὲ φίλοι περιίσταντο, οἵτινες αὐτὸν ἔφερον διὰ τοῦ ἀγῶνος τῶν ποδῶν ἐπισυρομένων, αἷμα πολύ πτύοντα, τὴν κεφαλὴν κλίνοντα πρὸς τὸν ὦμον ἐντεῦθεν λείπει πλέον ἡ παράφρασις τοῦ ψελλοῦ αὐτοὶ δὲ ἀπελθόντες ἐνέγκαν (ἔλαβον) τὸ διπλοῦν ἔκπωμα.

664

ὁ τοῦ Πηλέως δὲ ταχέως ἄλλα τρίτα κατέθηκεν ἔπαθλα φιλοτιμούμενος τοῖς Ἕλλησιν, τῆς δυσχεροῦς καὶ ἐπιπόνου πάλης· τῷ μὲν νικήσαντι τρίποδα μέγαν ἐν τῷ πυρὶ τιθέμενον, τοῦτον δὲ δώδεκα βοῶν ἐτίμων ἐν ἑαυτοῖς οἱ Ἕλληνες, τῷ νικηθέντι δὲ ἀνδρὶ ἔθηκεν εἰς τὸ μέσον γυναῖκα, πολλὰ δὲ ἔργα ἠπίστατο, ἐτίμων δ᾽ αὐτὴν τεσσάρων βοῶν. ἔστη δὲ ὀρθὸς καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν. ἐγείρεσθε οἳ καὶ τούτου τοῦ ἄθλου πειραθήσεσθε. οὕτως εἶπεν· ἀνέστη δὲ μετὰ ταῦτα ὁ τοῦ Τελαμῶνος μέγας Αἴας, ἀνέστη δὲ καὶ ὁ πολύβουλος Ὀδυσσεύς, ὁ τὰς μηχανὰς καὶ πανουργίας ἐπιστάμενος· ζωσάμενοι δ' ἄρα οὗτοι ἐπορεύθησαν εἰς τὸ μέσον τοῦ ἀγῶνος, τὰς ἀγκάλας δὲ ἀλλήλων περιέλαβον χερσὶ στιβαραῖς καὶ ἰσχυραῖς· ὥσπερ δὲ ὅτε οἱ συστάται, οὓς ἔνδοξος τέκτων ἥρμοσε, τοῦ ὑψηλοῦ οἰκήματος, τὴν τῶν ἀνέμων ἰσχὺν φυλαττόμενος, ἔτριξον δὲ τὰ νῶτα ὑπὸ τῶν εὐτόλμων καὶ ἰσχυρῶν χειρῶν ἐπισυρόμενα σφοδρῶς, κατέρρει δὲ ἐκ τῶν νώτων ἱδρὼς πλεῖσται δὲ μώλωπες καὶ οἰδήματα κατὰ τὰς πλευρὰς καὶ τοὺς ὤμους αἵματι ἐρυθρὰ ὑπανέστησαν, οὗτοι δὲ πάνυ ἀεὶ νίκης ἐπεθύμουν ἕνεκα τοῦ πεποιημένου τρίποδος· καὶ οὔτε ὁ Ὀδυσσεὺς ἐδύνατο παρατρέψαι καὶ προσπελάσαι τῷ ἐδάφει, οὔτε ὁ Αἴας ἐδύνατο, καρτερῶς γὰρ ἀντεῖχεν ἡ τοῦ Ὀδυσσέως δύναμις. ἀλλ᾽ ὁπηνίκα δὴ εἰς ἀνίαν ἦγον τοὺς ἐυόπλους Ἕλληνας, τηνικαῦτα δὴ εἶπε πρὸς αὐτὸν ὁ τοῦ Τελαμῶνος μέγας Αἴας. ὦ ἐκ τοῦ Διὸς καταγόμενε υἱὲ τοῦ Λαέρτου πολύτροπε Ὀδυσσεῦ, ἢ ἆρον μὲ εἰς ὕψος, ἢ ἐγὼ σέ· τἀπὶ τούτοις δὲ πάντα διὰ φροντίδος τῷ Διὶ ἔσται.

700

οὕτως εἰπὼν ἀνεκούφισεν αὐτόν· οὐκ ἐπελάθετο δὲ τοῦ δόλου ὁ Ὀδυσσεύς, ἔπληξε γὰρ ὄπισθεν τὴν ἰγνύην ἐπιτυχών, ἀσθενῆ δὲ ἐποίησε τὰ μέλη, κατέπεσε δὲ εἰς τοὐπίσω, ἐν τοῖς στήθεσι δὲ Ὀδυσσεύς κατέπεσεν· οἱ λαοὶ δὲ ἐθαύμαζόν (ἐθεῶντό) τε καὶ ἐξεπλάγησαν· δεύτερος δὲ ἐπῇρεν ὁ καρτερικὸς ἐνδοξότατος Ὀδυσσεύς, ἐκίνησε δὲ ὀλίγον ἀπὸ τῆς γῆς, οὐδέ γε ἀνεκούφισεν, ἐνέκαμψε δὲ τὸ γόνυ, κατέπεσον δὲ ἀμφότεροι ἐπὶ τὴν γῆν ἐπάλληλοι, ἐμολύνθησαν δὲ ὑπὸ τῆς κόνεως. καὶ δὴ τὸ τρίτον πάλιν ἀνορμήσαντες ἐπάλαιον ἄν, εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνέστη καὶ διεκώλυσε λέγων. μηκέτι μάχεσθε μηδὲ καταπονεῖτε κακοῖς ἑαυτούς, ἡ νίκη δὲ ἀμφοτέρων ἐστίν, ἔπαθλα δὲ ὅμοια ἀναλαβόντες πορεύεσθε, ἵνα καὶ ἄλλοι Ἕλληνες ἀγωνίσωνται.

725

οὕτως εἶπεν. οὗτοι δὲ αὐτοῦ πάνυ ἐπήκουσαν καὶ ἐπείσθησαν καὶ δὴ ἀποτιναξάμενοι τὴν κόνιν ἐνεδύσαντο τοὺς χιτῶνας.

738

ὁ τοῦ Πηλέως δὲ ταχέως ἄλλα ἔθηκεν ἔπαθλα ταχυτῆτος ἀργυροῦν κρατῆρα κατεσκευασμένον, ἓξ δὲ μέτρα ἐχώρει, ὡραιότητι δὲ ἐπὶ πᾶσαν τὴν γῆν ἐνίκα τοὺς ἄλλους πολλῷ, ἐπειδὴ Σιδόνες οἱ πολλὰ ποικίλα ἐργαζόμενοι, καλώς κατεσκεύασαν, φοίνικες δὲ ἄνδρες ἤνεγκαν διὰ τῆς σκοτοειδοῦς θαλάσσης, ἔστησαν (προσώρμισαν) δὲ ἐν τῷ λιμένι, τῷ Θόαντι δὲ ἔδωκαν αὐτὸν δῶρον· ὁ τοῦ Πριάμου δὲ υἱὸς Λυκάονος λύτρα ἔδωκε τῷ ἥρωι Πατρόκλῳ. Εὔνηος ὁ υἱὸς τοῦ Ἰάσονος, καὶ τοῦτον δὴ ὁ Ἀχιλλεὺς ἔθηκεν ἔπαθλον τοῦ ἑαυτοῦ φίλου. ὅστις κουφότατος ταχέσι ποσὶν ὑπάρχοι· τῷ δευτέρῳ δὲ βοῦν ἔθηκε μέγαν καὶ λιπαρὸν πιμελῆ, ἥμισυ δὲ ταλάντου χρυσοῦ τῷ ἐσχάτῳ ἔθηκεν. ἔστη δὲ ὀρθὸς καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν. ἀνάστητε οἳ καὶ τούτου τοῦ ἄθλου πειραθήσεσθε. οὕτως εἶπεν· ἀνέστη δὲ παραχρῆμα ὁ ταχύπους Αἴας τοῦ Ὀϊλέως· ἀνέστη δὲ καὶ ὁ πολύβουλος Ὀδυσσεύς μετὰ ταῦτα δὲ καὶ ὁ τοῦ Νέστορος υἱὸς Ἀντίλοχος, οὗτος γὰρ πάντας τοὺς νέους ἐνίκα τοῖς ποσίν· ἔστησαν δὲ κατὰ τάξιν· ἐδήλωσε δὲ τὰ τέλη τοῦ δρόμου ὁ Ἀχιλλεύς· τούτοις δὲ ἀπὸ τῆς ἀφετηρίας ἐξετάθη ὁ δρόμος, ταχέως δὲ μετὰ ταῦτα προέβαινεν ὁ τοῦ Ὀϊλέως, ἐφώρμα δὲ ὁ ἐνδοξότατος Ὀδυσσεύς ἐγγύθεν πάνυ. ὥσπερ ὅτε τις γυναικὸς καλλιζώνου ἐγγὺς τοῦ στήθους ἐστὶν ὁ ἱστουργικὸς κανών, ὃν ἂν πάνυ καλῶς ἐκτανύσῃ ταῖς χερσὶ τὸ ὕφασμα ἐξέλκουσα παρὰ τὸν μῖτον, ἐγγὺς δὲ κατέχει τοῦ στήθους· οὕτως ὁ Ὀδυσσεὺς ἔτρεχεν ἐγγύθεν, ὄπισθεν δὲ τὰ ἴχνη φθάνων ἔτυπτε τοῖς ποσί, πρὶν κατενεχθῆναι τὴν κόνιν ἐπὶ τὸ ἴχνος, ἣν ὁ προτρέχων ἵστησι· κατὰ τῆς κεφαλῆς δὲ αὐτοῦ ἔχεεν ἀναπνοὴν ὁ ἐνδοξότατος Ὀδυσσεύς, ἀεὶ τρέχων ταχέως· ἐπεβόησαν δὲ πάντες οἱ Ἕλληνες αὐτῷ νίκης ἐφιεμένῳ· πάνυ δὲ ἐπειγομένῳ καὶ σπουδάζοντι παρεκελεύοντο· ἀλλ᾿ ὁπηνίκα δὴ τὸ ἔσχατον τοῦ δρόμου ἤνυον, παραχρῆμα Ὀδυσσεύς ηὔχετο τῇ Ἀθηνᾷ τῇ εὐοφθάλμῳ κατὰ τὴν ἑαυτοῦ ψυχήν· ἐπάκουσόν μου, ὦ θεά, ἐλθέ μοι ἀγαθὴ βοηθὸς τῶν ποδῶν. οὕτως εἶπε δεόμενος· τούτου δὲ ἐπήκουσεν ἡ πολεμικὴ Ἀθηνᾶ, τὰ μέλη δὲ αὐτοῦ ἐποίησε κούφα, τούς τε πόδας καὶ τὰς χεῖρας ἄνωθεν. ἀλλ' ὁπηνίκα δὴ ταχέως ἔμελλον ἐπὶ τὸ ἔπαθλον ὁρμήσειν, τότε Αἴας μὲν σφήλας κατέπεσε τρέχων, ἔβλαψε γὰρ αὐτὸν ἡ Ἀθηνᾶ, ἔνθα ἦν κόπρος κεχυμένη βοῶν μεγάλως μυκωμένων ἀναιρεθέντων, οὓς ἐπὶ τῷ Πατρόκλῳ ἀπέκτεινεν ὁ ταχύπους Ἀχιλλεύς· ἐνεπληρώθη δὲ τὸ στόμα αὐτοῦ καὶ αἱ ῥῖνες κόπρου βοείας. τὸν κρατῆρα δὲ ἀνέλαβεν ὁ καρτερικὸς ἐνδοξότατος Ὀδυσσεύς, ἐπειδὴ ἀφίκετο προφθάσας· οὗτος δὲ τὸν βοῦν ἔλαβεν ὁ λαμπρὸς Αἴας, ἔστη δὲ τὸ κέρας κατέχων ἐν ταῖς χερσὶ τοῦ ἀγροδιαίτου βοός, κόπρον ἀποπτύων, εἶπε δὲ ἐν τοῖς Ἕλλησι· φεῦ φεῦ, ὄντως που ἡ θεά ἔβλαψε τοὺς πόδας μου, ἣ καὶ πρότερον καθάπερ μήτηρ σύνεστι τῷ Ὀδυσσεῖ καὶ βοηθεῖ.

740

οὕτως εἶπεν· οὗτοι δὲ πάντες ἡδέως ἐγέλασαν ἐπ᾿ αὐτῷ. ὁ Ἀντίλοχος δὲ τὸ ἔσχατον ἔπαθλον ἔλαβε μειδιῶν, καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν. ἐπισταμένοις ὑμῖν ἅπασιν ἐρῶ, ὦ φίλοι, ὡς ἔτι κἀν τῷ παρόντι οἱ αἰώνιοι θεοὶ τιμῶσι τοὺς πρεσβυτέρους ἀνθρώπους· ὁ Αἴας μὲν γὰρ ὀλίγον ἐμοῦ πρεσβύτερος ὑπάρχει. οὗτος δὲ προτέρας ἡλικίας καὶ προγενεστέρων ἀνθρώπων ἐστίν, μήπω δὲ ὑπὸ γήρως καθεψημένον αυτόν φασιν εἶναι· χαλεπὸν δὲ τοῖς Ἕλλησιν ἐλθεῖν αὐτῷ εἰς ἅμιλλαν ποδῶν, πλὴν Ἀχιλλέως.

784

οὕτως εἶπεν. ὕψωσε δὲ ἐπαίνῳ τὸν ταχύποδα υἱὸν τοῦ Πηλέως, πρὸς τοῦτον δὲ ὁ Ἀχιλλεὺς λόγοις ἀποκρινόμενος εἶπεν. ὦ Ἀντίλοχε, οὐδαμῶς σοι μάταιος ῥηθήσεται ὁ ἔπαινος. ἀλλά σοι ἐγὼ ἥμισυ ταλάντου χρυσοῦ ἐπιδώσω.

793

οὕτως εἰπὼν ἐνέθηκε ταῖς χερσίν, οὗτος δὲ ἐδέξατο ἀγαλλόμενος. ὁ υἱὸς δὲ τοῦ Πηλέως δόρυ μακρὸν κατέθηκεν εἰς τὸν ἀγῶνα ἐνέγκας. κατέθηκε δὲ καὶ ἀσπίδα καὶ κράνος, ὅπλα τοῦ Σαρπηδόνος, ἅπερ ἀφείλετο αὐτὸν ὁ Πάτροκλος· ἔστη δὲ ὀρθὸς καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν. ἄνδρας δύο περὶ τούτων προτρέψωμεν, οἵτινές εἰσιν ἄριστοι, τὰ ὅπλα ἐνδυσάμενοι, σωματοτόμον σίδηρον λαβόντες, ἀλλήλων πειραθῆναι ἔμπροσθεν τοῦ πλήθους· ὃς δ᾿ ἂν φθάσῃ πατάξας τὸ καλὸν σῶμα, ἅψηται δὲ τῶν μελῶν διὰ τῶν ὅπλων καὶ τοῦ μέλανος αἵματος τούτῳ μὲν ἐγὼ δώσω τοῦτο τὸ ἀργυροῦς ἥλους ἔχον ξίφος περικαλλὲς Θρᾳκικόν, τοῦτο (ὃ) δὴ ἀφειλόμην τὸν Ἀστεροπαῖον, τὰ ὅπλα δὲ ταῦτα κοινὰ λαβέτωσαν ἀμφότεροι· καὶ εὐωχίαν χρηστὴν παραθήσομαι αὐτοῖς ἐν ταῖς σκηναῖς.

797

οὕτως εἶπεν· ἀνέστη δὲ μετὰ ταῦτα ὁ μέγας υἱὸς τοῦ Τελαμῶνος Αἴας· ἀνέστη δὲ καὶ ὁ τοῦ Τυδέως υἱὸς ὁ ἰσχυρὸς Διομήδης. οὗτοι δὲ ἐπειδὴ ἑκατέρωθεν τοῦ πλήθους ὡπλίσθησαν εἰς τὸ μέσον ἀμφοτέρων συνήρχοντο προθυμούμενοι πολεμεῖν, φοβερῶς ἀντιβλέποντες, ἔκπληξις δὲ κατεῖχε πάντας τοὺς Ἕλληνας. ἀλλ᾿ ὁπηνίκα δὴ πλησίον ἦσαν ἐπ᾽ ἀλλήλους πορευόμενοι, τρὶς μὲν ἐφώρμησαν, τρὶς δὲ πλησίον ἐγένοντο. τότε Αἴας μὲν οὖν κατὰ τὴν ἀσπίδα τὴν κυκλοτερῆ ἔπληξεν, οὐδὲ τὸ σῶμα κατέλαβεν· ἐπεῖχε γὰρ ἔνδοθεν ὁ θώραξ· ὁ τοῦ Τυδέως δὲ μετὰ ταῦτα ὑπεράνω τῆς μεγάλης ἀσπίδος ἀεὶ ἐπὶ τῷ αὐχένι ἐστοχάζετο τῇ αἰχμῇ τοῦ λαμπροῦ δόρατος· καὶ τότε δὴ φοβηθέντες περὶ τοῦ Αἴαντος οἱ Ἕλληνες λήξαντας τῆς μάχης ἐκέλευσαν ἀναλαβεῖν ἔπαθλα ἴσα. τῷ υἱῷ δὲ τοῦ Τυδέως ἔδωκε τὸ μέγα ξίφος ὁ ἥρως σὺν τῇ ξιφοθήκῃ φέρων καὶ τῷ καλῶς τετμημένῳ ἀναφορεῖ.

811

ὁ τοῦ Πηλέως δὲ ἔθηκε δίσκον αὐτόχυτον. ὃν πρότερον μὲ ἐρρίπτει ἡ μεγάλη δύναμις τοῦ Ἠετίωνος, ἀλλὰ τοῦτον μὲν ἀπέκτεινεν ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεύς, αὐτὸν δὲ ἦγεν ἐν τοῖς ναυσί, μετὰ τῶν ἄλλων κτημάτων, ἔστη δὲ ὀρθὸς καὶ λόγον ἐν τοῖς Ἕλλησιν εἶπεν· ἀνάστητε οἳ καὶ τούτου τοῦ ἄθλου πεῖραν λήψεσθε· εἴ γ᾽ αὐτῷ καὶ πάνυ πολλῷ πόρρωθι εὔγειοι ἀγροί, ἕξει αὐτὸν καὶ πέντε κυκλοφορουμένους ἐνιαυτοὺς χρώμενος· οὐ γὰρ στερισκόμενος σιδήρου ὁ ποιμὴν αὐτοῦ, οὐδὲ ὁ γεωργὸς πορεύσεται εἰς τὴν πόλιν, ἀλλὰ παρέσται δοῦναι. οὕτως εἶπεν· ἀνέστη δὲ μετὰ ταῦτα ὁ πολεμικὸς καὶ ἀνδρεῖος Πολυποίτης· ἀνέστη δὲ ὁ τοῦ Τελαμῶνος Αἴας καὶ ὁ ἔνδοξος Ἐπειός· ἀνέστη δὲ ἡ ἰσχυρὰ δύναμις τοῦ ἰσοθέου Λεοντέως· ἔστησαν δὲ ἐφεξῆς, ἔλαβε δὲ τὸν δίσκον ὁ ἔνδοξος Ἐπειός, ἀφῆκε δὲ συστρέψας, ἐπεγέλασαν δὲ πάντες οἱ Ἕλληνες· δεύτερος δὲ ἀφῆκε Λεοντεὺς ὁ κλάδος τοῦ Ἄρεος· τὸ τρίτον δὲ ἔρριψεν ὁ μέγας υἱὸς τοῦ Τελαμῶνος Αἴας ἀπὸ τῆς στερεᾶς καὶ ἰσχυρᾶς χειρός, καὶ ὑπερέβαλε τὰ σημεῖα πάντων· ἀλλ᾽ ὁπηνίκα δὴ τὸν δίσκον ἔλαβεν ὁ πολεμικὸς καὶ ἀνδρεῖος Πολυποίτης, ὁπόσον τις ἀνὴρ βουκόλος ἔρριψε τὴν καλὴν ῥοπὴν ἔχουσαν, ῥάβδον· αὕτη δὲ συστρεφομένη φέρεται διὰ τῆς ἀγέλης τῶν βοῶν, τόσον ἐπέκεινα τοῦ ὅλου ἀγῶνος ἔβαλεν· οὗτοι δὲ ἀνεβόησαν, ἀναστάντες δὲ οἱ φίλοι τοῦ ἰσχυροῦ Πολυποίτου ἔφερον ἐπὶ τὰς κοίλας ναῦς τὸ ἆθλον τοῦ βασιλέως·

826

οὗτος δὲ τοξόταις ἐτίθει σίδηρον πρὸς ἰῶν κατασκευὴν ἐπιτήδειον (τὸν ἰὸν γεννῶντα), κατετίθει δὲ δέκα μὲν πελέκεις, δέκα δὲ ἡμιπέλεκκα, ἔστησε δὲ ἱστὸν νεὼς μελανοπρώρου πόρρωθι ἐπὶ τῆς ἄμμου· περιστερὰν δὲ τρήρωνα ἐξῆψεν ἀπὸ τοῦ ποδὸς σχοινίῳ λεπτῷ, ἣν δὴ ἐκέλευσε τοξεῦσαι λέγων· ὃς μὲν ἂν τρώσῃ τὴν τρήρωνα περιστεράν, πάντας ἀναλαβὼν τοὺς πελέκεις ἐπὶ τὴν σκηνὴν κομισάτω· ὃς δ᾽ ἂν ἀποτυχών τῆς ὄρνιθος τὸ σχοινίον βάλῃ, ἥττων γὰρ δὴ ἐκεῖνος, κομίσεται τὰ ἡμιπέλεκκα.

850

οὕτως εἶπεν, ἀνέστη δὲ μετὰ ταῦτα ἡ ἰσχὺς Τεύκρου τοῦ βασιλέως· ἀνέστη δὲ καὶ Μηριόνης ὁ γενναῖος θεράπων τοῦ Ἰδομενέως, κλήρους δὲ λαβόντες ἐκίνουν ἐν περικεφαλαίᾳ χαλκῷ ἡρμοσμένῃ, Τεῦκρος δὲ πρῶτος ἔτυχε κλήρῳ. παραχρῆμα δὲ ὀϊστὸν ἀφῆκεν ἰσχυρῶς, οὐδὲ ηὔξατο τῷ βασιλεῖ Ἀπόλλωνι ἀρνῶν πρωτοτόκων ποιήσειν θυσίαν ἔνδοξον. τῆς ὄρνιθος μὲν οὖν ἀπέτυχεν, ἐφθόνησε γὰρ αὐτῷ τούτου γε ὁ Ἀπόλλων, τὸ σχοινίον δὲ ἀπέκοψεν ὁ πικρὸς ἰός. - αὕτη μέντοι μετὰ ταῦτα ὥρμησε πρὸς τὸν οὐρανόν, τὸ σχοινίον δὲ παραλυθὲν κατέπεσεν ἐπὶ τὴν γῆν· οἱ Ἕλληνες δὲ ἀνεβόησαν, σπεύδων δὲ ὁ Μηριόνης ἐξείλετο τῆς χειρὸς τοῦ Τεύκρου τὸ τόξον· τὸ βέλος δὲ πάλαι κατεῖχεν, ἕως ἴθυνε καὶ ἐτόξευεν ὁ Τεῦκρος· παραχρῆμα δὲ ηὔξατο τῷ πόρρωθεν βάλλοντι Ἀπόλλωνι ἀρνῶν πρωτοτόκων ποιήσειν θυσίαν ἔνδοξον, ἐν ὕψει δὲ ὑπὸ τὰ νέφη ἐθεάσατο τὴν τρήρωνα περιστεράν, ᾗ δὴ οὗτος περιστρεφομένην ἔπληξεν ὑπὸ τὸ μέσον τῆς πτέρυγος, εἰς τὸ ἀπαντικρὺ δὲ διεπέρασε τὸ βέλος. τοῦτο μὲν οὖν ὀπίσω (πάλιν) ἐπὶ γῆς ἔμπροσθεν τοῦ ποδὸς τοῦ Μηριόνου ἐπάγη, ἡ ὄρνις δὲ ἐπὶ τῷ ἱστῷ καθίσασα τῆς μελανοπρώρου νεώς ὑπεχάλασε τὸν τράχηλον· τὰ πυκνὰ δὲ καὶ συνεχῆ πτερὰ ἀπεκλίθησαν τὴν ἰδίαν ἁρμονίαν ἀφέντα, ταχέως δὲ ἐκ τῶν μελῶν ἡ ψυχὴ ἀπέπτη καὶ ἠφανίσθη, μακρὰν δὲ ἀπ᾿ αὐτοῦ κατέπεσε, τὸ πλῆθος δὲ ἐθαύμαζόν τε καὶ ἐξεπλήττοντο, Μηριόνης δ' ἄρα πάντας τοὺς δέκα πελέκεις ἀνέλαβεν, ὁ Τεύκρος δὲ τὰ ἡμιπέλεκκα ἔφερεν ἐπὶ τὰς βαθείας ναῦς.

859

ὁ υἱὸς δὲ τοῦ Πηλέως δόρυ μακρὸν κατέθηκε, κατέθηκε δὲ καὶ λέβητα, μήπω εἰς πῦρ ἐμβληθέντα, ἄξιον βοός, ἀνθηρὸν καὶ ποικίλον, εἰς τὸν ἀγῶνα ἐνέγκας. καὶ δὴ ἄνδρες ἀκοντισταί ἀνέστησαν. ἀνέστη μὲν οὖν ὁ υἱὸς τοῦ Ἀτρέως, ὁ μέγας βασιλεὺς Ἀγαμέμνων· ἀνέστη δὲ Μηριόνης ὁ γενναῖος θεράπων τοῦ Ἰδομενέως· ἐν τούτοις δὲ καὶ εἶπεν ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεύς· ὦ υἱὲ τοῦ Ἀτρέως, οἴδαμεν γὰρ (πάντως) ὅσον ὑπερέχεις, καὶ ὅσον ἰσχύϊ τε καὶ ἱματίοις ὑπάρχεις κράτιστος· ἀλλὰ σὺ μὲν τὸ ἔπαθλον τοῦτο ἔχων ἐπὶ τὰς βαθείας ναῦς πορεύου· τῷ ἥρωι δὲ Μηριόνῃ τὸ δόρυ παράσχωμεν· εἴ γε καὶ σὺ ἐν τῇ σαυτοῦ ψυχῇ βούλῃ· φημὶ γὰρ ἔγωγε.

884

οὕτως εἶπεν· ὑπήκουσε δὲ ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων, ἔδωκε δὲ τῷ Μηριόνῃ τὸ χαλκοῦν δόρυ, αὐτὸς δὲ ὁ ἥρως Ταλθυβίῳ τῷ κήρυκι ἔδωκε τὸ ὡραῖον ἔπαθλον.

895