Vasile Stancu

The ILIAD




Book XXII

Homeric text & Koine Greek paraphrase by Theodorus Gaza


ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ001
οὕτως οὗτοι μὲν εἰς (ἐν) τὴν(ῇ) πόλιν(ει) καταφυγόντες (δειλιῶντες) καθάπερ γεννήματα ἐλάφων,

ἱδρῶ ἀπεψύχοντο πίον τ' ἀκέοντό τε δίψαν002
τὸν ἱδρῶτα κατέψυχον καὶ ἐξήραινον ἀνέμῳ, ἔπιόν τε καὶ τὸ δίψος ἐθεράπευον

κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ003
περικεκλεισμένοι καὶ περιεχόμενοι τοῖς καλοῖς προμαχῶσιν, ἤγουν τῷ τείχει παντί. οἱ Ἕλληνες δὲ

τείχεος ἆσσον ἴσαν σάκε' ὤμοισι κλίναντες.004
πλησίον τοῦ τείχους ἐπορεύοντο, τὰς ἀσπίδας ἐπικλίναντες, καὶ τὴν ἄνω περιφέρειαν αὐτῶν ἐπιθέντες τοῖς ὤμοις.

Ἕκτορα δ' αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν 005
τὸν Ἕκτορα δὲ αὐτόθι παραμεῖναι ἐδέσμευσεν ἡ ἀφανιστικὴ Μοῖρα ἔμπροσθεν

Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.006
τοῦ Ἰλίου, καὶ τῶν Σκαιῶν πυλῶν.

αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων·007
πρὸς τὸν υἱὸν δὲ τοῦ Πηλέως ἔλεγεν ὁ λαμπρὸς Ἀπόλλων·

τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις008
τί δήποτέ με υἱὲ τοῦ Πηλέως διώκεις ποσὶ ταχέσι,

αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με009
σὺ φθαρτὸς ὤν, θεὸν ἄφθαρτον καὶ ἀθάνατον; οὐδὲ δήπω με

ἔγνως ὡς θεός εἰμι, σὺ δ' ἀσπερχὲς μενεαίνεις. 010
ἐνόησας ὅτι θεός εἰμι, σὺ δὲ ἀδιαλείπτως προθυμῇ;

ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,011
ἢ δή σοι οὐδὲν μέλει ἡ τῶν Τρῴων κακοπάθεια, οὓς ἔτρεψας εἰς φυγήν,

οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.012
οἳ δή σοι εἰς τὴν πόλιν συνεστράφησαν, σὺ δὲ ἐνθάδε ἀπεχωρίσθης;

οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.013
οὐδαμῶς με ἀποκτενεῖς, ἐπειδὴ οὐχ ὑπόκειμαι μοίρᾳ.



τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·014
πρὸς τοῦτον δὲ μεγάλως στενάξας εἶπεν ὁ ταχύπους Ἀχιλλεύς·

ἔβλαψάς μ' ἑκάεργε θεῶν ὀλοώτατε πάντων 015
ἔβλαψάς με, ὦ Ἄπολλον ὀλεθριώτατε πάντων τῶν θεῶν,

ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κ' ἔτι πολλοὶ016
δεῦρο νῦν ἀπαγαγὼν ἐκ τοῦ τείχους· ὄντως ἂν ἔτι πολλοὶ

γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.017
τοῖς ὀδοῦσιν ἐλάβοντο τῆς γῆς, πρὶν εἰς τὸ Ἴλιον ἀφικέσθαι.

νῦν δ' ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας018
νυνὶ δὲ ἐμὲ μὲν μεγάλην δόξων ἀφείλου, τούτους δὲ ἔσωσας

ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γ' ἔδεισας ὀπίσσω.019
ῥᾳδίως, ἐπειδὴ οὐδαμῶς ἐφοβήθης ἀντέκτισιν καὶ τιμωρίαν ἐσομένην·

ἦ σ' ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη. 020
ὄντως ἐτιμωρησάμην ἄν σε, εἴ μοι δύναμίς γε παρῆν.



ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,021
οὕτως εἰπὼν ἐπὶ τὴν πόλιν μεγαλοφρονῶν καὶ ἐπαιρόμενος ἐπορεύθη

σευάμενος ὥς θ' ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,022
ὁρμήσας, ὥσπερ ἵππος νικητὴς σὺν ὀχήματι,

ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·023
ὃς δὴ ῥᾳδίως τρέχει ἐκτεινόμενος διὰ τῆς πεδιάδος·

ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ' ἐνώμα.024
οὕτως ὁ Ἀχιλλεὺς ταχέως ἐκίνει τοὺς πόδας καὶ τὰ γόνατα.



τὸν δ' ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι 025
τοῦτον δὲ ὁ γέρων Πρίαμος ἐθεάσατο τοῖς ὀφθαλμοῖς

παμφαίνονθ' ὥς τ' ἀστέρ' ἐπεσσύμενον πεδίοιο,026
περιλάμποντα καθάπερ ἀστέρα, ἐφορμῶντα διὰ τοῦ πεδίου,

ὅς ῥά τ' ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ027
ὃς δὴ κατὰ τὸν τοῦ φθινοπώρου καιρὸν ἀνατέλλει, λαμπραὶ δὲ καὶ διάδηλοι αἱ λαμπηδόνες αὐτοῦ

φαίνονται πολλοῖσι μετ' ἀστράσι νυκτὸς ἀμολγῷ,028
ὁρῶνται ἐν τοῖς πολλοῖς ἄστρασιν ἐν τῷ μέσῳ τῆς νυκτός,

ὅν τε κύν' Ὠρίωνος ἐπίκλησιν καλέουσι.029
ὃν καλοῦσι κατ' ἐπωνυμίαν Κύνα τοῦ Ὠρίωνος,

λαμπρότατος μὲν ὅ γ' ἐστί, κακὸν δέ τε σῆμα τέτυκται, 030
τηλαυγέστατος μὲν οὗτος ὑπάρχει, χαλεπὸν δὲ σημεῖόν ἐστι,

καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·031
καὶ γὰρ ἐπιφέρει τοῖς ἀθλίοις ἀνθρώποις πολὺν πυρετόν.

ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.032
οὕτως ἔλαμπεν ὁ σίδηρος περὶ τὰ στήθη αὐτοῦ τρέχοντος·

ᾤμωξεν δ' ὃ γέρων, κεφαλὴν δ' ὅ γε κόψατο χερσὶν033
κλαίων δ᾽ ἐβόησεν ὁ γέρων, τὴν κεφαλὴν δ᾽ αὐτὸς ἔπληξε ταῖς χερσίν,

ὑψόσ' ἀνασχόμενος, μέγα δ' οἰμώξας ἐγεγώνει034
ἄρας εἰς τὸ ὕψος, μεγάλως δὲ θρηνήσας ἐβόησε

λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων 035
παρακαλῶν τὸν ἀγαπητὸν ὑιόν· οὗτος δὲ ἔμπροσθεν τῶν πυλῶν

ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·036
ἵστατο ἀπαύστως προθυμούμενος πολεμεῖν τῷ Ἀχιλλεῖ·

τὸν δ' ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·037
πρὸς τοῦτον δὲ ὁ γέρων οἰκτρὰ ἔλεγε τὰς χεῖρας ἐκτείνων·

Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον038
ὦ Ἕκτορ μή μοι παράμενε, ἀγαπητὸν τέκνον, τὸν ἄνδρα

οἶος ἄνευθ' ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς039
τοῦτον μόνος ἄνευ τῶν ἄλλων, ἵνα μὴ ταχέως τὸν θάνατον ἐπισπάσῃ

Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι 040
ἀναιρεθεὶς ὑπὸ τοῦ υἱοῦ τοῦ Πηλέως, ἐπειδὴ πολλῷ κρείσσων ὑπάρχει·

σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο041
ὁ χαλεπὸς καὶ ἄδικος, εἴθε γένοιτο φίλος τοσοῦτον τοῖς θεοῖς,

ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν042
ὅσον ἐμοί, ταχέως ἂν αὐτὸν οἱ κύνες καὶ οἱ γῦπες ἔφαγον

κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·043
ἐρριμμένον· ὄντως ἄν μοι ἡ χαλεπὴ λύπη ἐξέλιπεν ἀπὸ τῆς διανοίας,

ὅς μ' υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε044
ὅς με ἐποίησεν ἔρημον πολλῶν τε καὶ ἀγαθῶν υἱῶν,

κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων. 045
ἀναιρῶν, καὶ πολλῶν ἐπὶ τὰς πόρρω κειμένας νήσους.

καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον046
καὶ γὰρ νῦν τοὺς δύο μοι παῖδας τὸν Λυκάονα καὶ τὸν Πολύδωρον

οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,047
οὐ δύναμαι θεάσασθαι, τῶν Τρῴων συστραφέντων καὶ ἀθροισθέντων εἰς τὴν πόλιν,

τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.048
οὓς μοι ἡ Λαοθόη ἔτεκεν ἡ βασιλικωτάτη τῶν γυναικῶν·

ἀλλ' εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τ' ἂν ἔπειτα049
ἀλλ᾽ εἰ μὲν ζῶσιν ἐν τῷ στρατῷ, ὄντως ἂν μετὰ ταῦτα

χαλκοῦ τε χρυσοῦ τ' ἀπολυσόμεθ', ἔστι γὰρ ἔνδον· 050
χαλκὸν δόντες καὶ χρυσὸν ἐλευθερώσομεν, πάρεστι γάρ,

πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.051
πολλὰ γὰρ ἐπέδωκε τῇ ἑαυτοῦ θυγατρὶ ὁ περιβόητος γέρων Ἄλτης.

εἰ δ' ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν,052
εἰ δὲ ἤδη ἀπέθανον, καὶ ἐν τοῖς οἴκοις τοῦ Ἅιδου εἰσί,

ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα·053
λύπη τῇ ἐμαυτοῦ ψυχῇ καὶ τῇ μητρί, οἳ ἐγεννήσαμεν αὐτούς, ὑπάρχει·

λαοῖσιν δ' ἄλλοισι μινυνθαδιώτερον ἄλγος054
τοῖς ἄλλοις δὲ λαοῖς ὀλιγοχρονιώτερος λύπη

ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς. 055
ἔσται, ἐὰν μὴ σὺ ἀποθάνῃς ἀναιρεθείς ὑπὸ τοῦ Ἀχιλλέως.

ἀλλ' εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς056
ἀλλ᾽ εἴσελθε εἰς τὴν πόλιν, ὦ τέκνον ἐμόν, ὅπως σώσῃς

Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς057
τοὺς Τρῷας καὶ τὰς Τρῳάδας, μηδὲ μεγάλην δόξαν παράσχῃς

Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.058
τῷ υἱῷ τοῦ Πηλέως, αὐτός (σὺ) δὲ τῆς ἀγαπητῆς ζωῆς στερηθῇς.

πρὸς δ' ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ' ἐλέησον059
πρὸς τούτοις δὲ ἐμὲ ἄθλιον καὶ ταλαίπωρον ἔτι σωφρονοῦντα οἴκτειρον,

δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ 060
δυστυχῆ καὶ κακοδαίμονα, ὃν δὴ ὁ πατὴρ ὁ υἱὸς τοῦ Κρόνου ἐπὶ τῷ τέλει καὶ τῇ ἐξόδῳ τοῦ βίου

αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλ' ἐπιδόντα061
φθερεῖ καὶ ἀφανίσει ἐν μοίρᾳ ὀδυνηρᾷ πολλὰ χαλεπὰ θεασάμενον·

υἷάς τ' ὀλλυμένους ἑλκηθείσας τε θύγατρας,062
τούς τε υἱοὺς ἀναιρουμένους, καὶ τὰς θυγατέρας ἑλκομένας καὶ ὑβριζομένας,

καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα063
καὶ τὰ δώματα διαφθειρόμενα, καὶ μικρὰ παιδία

βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,064
ῥιπτούμενα ἐπὶ τὴν γῆν ἐν τῇ χαλεπῇ μάχῃ,

ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν. 065
καὶ τὰς τῶν ὑιῶν γυναῖκας ἐπισυρομένας ὑπὸ τῶν χειρῶν τῶν Ἑλλήνων·

αὐτὸν δ' ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν066
ἐμὲ δὲ τελευταῖον αὐτὸν οἱ κύνες ἐν ταῖς πρώταις θύραις

ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ067
καὶ τοῖς προαυλίοις οἱ ὠμοβόροι ἑλκύσουσι, καὶ σπαράξουσιν, ἐπειδάν τις σιδήρῳ ὀξεῖ

τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,068
τρώσας ἐγγύθεν, ἢ πλήξας πόρρωθεν, ἀφέληται τὴν ψυχὴν ἀπὸ τῶν μελῶν,

οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς,069
οὓς ἔτρεφον ἐν τοῖς οἴκοις παρεστῶτας τῇ τραπέζῃ καὶ τὰς πύλας φυλάσσοντας,

οἵ κ' ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ 070
οἳ δὴ τοὐμὸν αἷμα πιόντες, δυσφοροῦντες ὑπὸ πλησμονῆς κατὰ ψυχήν,

κείσοντ' ἐν προθύροισι. νέῳ δέ τε πάντ' ἐπέοικεν071
κείσονται ἐν τοῖς προθύροις (ἔμπροσθεν τῶν θυρῶν). τῷ δέ γε νέῳ πάντα καθήκει

ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ072
πολέμῳ ἀναιρεθέντι, διακεκομμένῳ σιδήρῳ ὀξεῖ

κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ·073
κεῖσθαι, πάντα γὰρ εὐπρεπῆ ἀποθανόντι γε, ὅ τι ἂν συμβαίη (ἐὰν ἐκ τοῦ ἀποθανεῖν καλόν τι φανῇ καὶ λυσιτελές).

ἀλλ' ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον074
ἀλλ᾿ ὁπόταν δὴ λευκὴν κεφαλήν, καὶ λευκὸν γένειον,

αἰδῶ τ' αἰσχύνωσι κύνες κταμένοιο γέροντος, 075
καὶ τὴν αἰδῶ αἰκίσωσι κύνες γέροντος ἀναιρεθέντος,

τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.076
τοῦτο δὴ ἐλεεινότατον ὑπάρχει τοῖς ἀθλίοις ἀνθρώποις.



ἦ ῥ' ὃ γέρων, πολιὰς δ' ἄρ' ἀνὰ τρίχας ἕλκετο χερσὶ077
εἶπε δὴ ὁ γέρων, τὰς λευκὰς δὲ τρίχας ἔτιλλε ταῖς χερσὶν

τίλλων ἐκ κεφαλῆς· οὐδ' Ἕκτορι θυμὸν ἔπειθε.078
ἀποσπῶν αὐτὰς ἐκ τῆς κεφαλῆς, οὐ μὴν τῷ(οῦ) Ἕκτορι(ος) κατέπειθε τὴν ψυχήν.

μήτηρ δ' αὖθ' ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα079
ἡ μήτηρ δὲ ἀφ' ἑτέρου μέρους ὠλοφύρετο δακρυρροοῦσα

κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε· 080
τὸν κόλπον ἀναχαλῶσα, τῇ ἑτέρᾳ δὲ χειρὶ τὸν μασθὸν προὐβάλετο,

καί μιν δάκρυ χέουσ' ἔπεα πτερόεντα προσηύδα·081
καὶ δακρύουσα λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν·

Ἕκτορ τέκνον ἐμὸν τάδε τ' αἴδεο καί μ' ἐλέησον082
ὦ Ἕκτορ τέκνον ἐμόν, ταῦτά τε αἰδοῦ, καί με οἴκτειρον

αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·083
αὐτήν, εἴποτέ σοι μασθὸν παυσίλυπον, καὶ λαθίπονον ἐπέδωκα.

τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα084
τούτων μνήσθητι, ὦ τέκνον ἀγαπητόν· ἀμύνου δὲ τὸν πολέμιον καὶ ἀφανιστικὸν ἄνδρα,

τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ 085
εἰσελθὼν ἐντὸς τοῦ τείχους, μηδὲ πρὸ τῶν ἄλλων μαχόμενος παράμενε τούτῳ·

σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σ' ἔτ' ἔγωγε086
ὁ δεινὸς καὶ ἄδικος· ἐὰν γάρ σε ἀποκτείνῃ, οὐκέτι σε ἔγωγε

κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή,087
κλαύσομαι ἐν τῇ στρωμνῇ, ἀγαπητὲ κλάδε, ὃν ἔτεκον ἐγώ,

οὐδ' ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν088
οὐδὲ ἡ γυνὴ ἡ πολλά σοι δωρησαμένη· πόρρω δέ σε πάνυ ἡμῶν

Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.089
παρὰ ταῖς ναυσὶ τῶν Ἀργείων οἱ ταχεῖς κύνες καταφαγοῦνται.



ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν 090
οὕτως οὗτοι κλαίοντες ἔλεγον πρὸς τὸν ἀγαπητὸν υἱὸν

πολλὰ λισσομένω· οὐδ' Ἕκτορι θυμὸν ἔπειθον,091
πάνυ παρακαλοῦντες, οὐκ ἔπεισαν δὲ τοῦ Ἕκτορος τὴν ψυχήν.

ἀλλ' ὅ γε μίμν' Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.092
ἀλλ' οὗτός γε παρέμενε τὸν μέγαν Ἀχιλλέα πλησίον ἐρχόμενον.

ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι093
ὥσπερ δὲ δράκων ἄγριος παρὰ τῇ(ῷ) ἑαυτοῦ καταδύσει (μυχῷ) παραμένει ἄνδρα,

βεβρωκὼς κακὰ φάρμακ', ἔδυ δέ τέ μιν χόλος αἰνός,094
φαγών τινα κακωτικὰ καὶ ἰοῦ ποιητικά, εἰσῆλθε δὲ αὐτὸν ὀργὴ χαλεπή,

σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ· 095
καταπληκτικῶς δὲ βλέπει συστρεφόμενος ἐν τῷ μυχῷ.

ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει096
οὕτως ὁ Ἕκτωρ ἀκατάπαυστον ἔχων προθυμίαν οὐκ ἀφίστατο,

πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδ' ἐρείσας·097
ἐπιστηρίξας τὴν ἀσπίδα τὴν λαμπρὰν ἐπὶ τῷ προβεβλημένῳ πύργῳ,

ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·098
στενάξας δὲ εἶπε πρὸς τὴν ἑαυτοῦ μεγαλόφρονα ψυχήν·

ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,099
οἴμοι ἐγώ, ἐὰν εἰς τὰς πύλας καὶ τὰ τείχη εἰσέλθω,

Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει, 100
πρῶτος ὁ Πολυδάμας μοι ὀνείδη καὶ λοιδορίας ἐπάξει,

ὅς μ' ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι101
ὅς με ἐκέλευε προοδοποιῆσαι τοῖς Τρῳσὶν ἐπὶ τὴν πόλιν

νύχθ' ὕπο τήνδ' ὀλοὴν ὅτε τ' ὤρετο δῖος Ἀχιλλεύς.102
κατὰ τήνδε τὴν ὀλεθρίαν νύκτα, ἐπειδὴ ἐξώρμησεν ὁ ἐνδοξότατος Ἀχιλλεύς,

ἀλλ' ἐγὼ οὐ πιθόμην· ἦ τ' ἂν πολὺ κέρδιον ἦεν.103
ἀλλὰ ἐγὼ οὐκ ἐπειθόμην· ὄντως ἂν πολλῷ ἐπικερδέστερον καὶ ὠφελιμώτερον ἦν.

νῦν δ' ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,104
νῦν δὲ μεθ᾿ ὃ ἀπέβαλον τὸν λαὸν διαμαρτίᾳ καὶ ἀβουλίᾳ ἐμῇ,

αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους, 105
αἰδοῦμαι τοὺς Τρῷας καὶ τὰς Τρῳάδας τὰς τοὺς πέπλους ἐφελκομένας,

μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο·106
μήποτέ τις ἄλλος χείρων ἐμοῦ εἴπῃ·

Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.107
ὁ Ἕκτωρ τῇ ἑαυτοῦ θαρρήσας ἰσχύϊ ἀπέβαλε τὸν στρατόν·

ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότ' ἂν πολὺ κέρδιον εἴη108
οὕτω λέξουσιν· ἐμοὶ δὲ τότε πολλῷ ὠφελιμώτερον ἂν εἴη

ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι,109
φανερῶς, ἢ τὸν Ἀχιλλέα ἀποκτείναντι ἐπανέρχεσθαι,

ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος. 110
ἢ δὴ ἐμὲ ἀπολέσθαι ἐνδόξως ἔμπροσθεν τῆς πόλεως.

εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν111
ἐὰν δὲ τὴν ὀμφαλοὺς ἔχουσαν ἀσπίδα κατάθω,

καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας112
καὶ τὸ ἰσχυρὸν κράνος, τὸ δόρυ δὲ πρὸς τὸ τεῖχος στηρίξας,

αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω113
αὐτὸς πορευόμενος παραγένωμαι ἐναντίον τοῦ ἀμωμήτου Ἀχιλλέως,

καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ,114
καὶ ὑπόσχωμαι αὐτῷ τὴν Ἑλένην, καὶ σὺν αὐτῇ τὰ κτήματα

πάντα μάλ' ὅσσά τ' Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν 115
πάντα πάνυ, ὅσα γε ὁ Ἀλέξανδρος ἐν ταῖς βαθείαις ναυσὶν

ἠγάγετο Τροίηνδ', ἥ τ' ἔπλετο νείκεος ἀρχή,116
ἤγαγεν εἰς τὴν Τροίαν, ἥτις ὑπῆρξεν ἀρχὴ ἔριδος καὶ ἔχθρας,

δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δ' ἀμφὶς Ἀχαιοῖς117
δώσειν τοῖς υἱοῖς τοῦ Ἀτρέως ἄγειν, καὶ ἅμα χωρὶς αὐτῶν, τοῖς Ἕλλησιν

ἄλλ' ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε·118
ἄλλα ἀπομερίσασθαι, ὅσα γε ἥδε ἡ πόλις κρύπτει καὶ ἐμπεριέχει·

Τρωσὶν δ' αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι119
τοῖς Τρῳσὶ δὲ μετὰ ταῦτα τοῖς γέρουσιν ὀφειλόμενον ὅρκον ὀμόσω

μή τι κατακρύψειν, ἀλλ' ἄνδιχα πάντα δάσασθαι 120
μηδὲν ἀποκρύψειν καὶ νοσφιεῖσθαι, ἀλλὰ πάντα εἰς δύο μέρη διελεῖν,

κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·121
ὅσην κτῆσιν ἡ ἐπέραστος πόλις ἔνδον ἐναποκλείει καὶ περιέχει·

ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;122
ἀλλὰ τί δή μοι ταῦτα διεξῆλθεν ἡ ἀγαπητὴ ψυχή;

μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μ' οὐκ ἐλεήσει123
μὴ ἐγὼ μὲν πορευόμενος ἀφίκω παρ' αὐτόν (παραγενόμενος ἱκετεύσω αὐτόν), οὗτος δέ με οὐκ οἰκτείρῃ,

οὐδέ τί μ' αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα124
οὐδέ τί με αἰδοῦς ἀξιώσῃ, ἀποκτείνῃ δὲ ἄνοπλον ὑπάρχοντα

αὔτως ὥς τε γυναῖκα, ἐπεί κ' ἀπὸ τεύχεα δύω. 125
οὕτω καθάπερ γυναῖκα, ἐπειδὰν τὰ ὅπλα ἐκδύσωμαι·

οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδ' ἀπὸ πέτρης126
οὐκ ἔστι νῦν δυνατὸν ἀπὸ δένδρων, οὐδὲ ἀπὸ κυμάτων

τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε127
τούτῳ γυναικῶς προσδιαλέγεσθαι καθάπερ παρθένος καὶ νεανίας·

παρθένος ἠΐθεός τ' ὀαρίζετον ἀλλήλοιιν.128
ἡ παρθένος καὶ ὁ νεανίας προσδιαλέγονται οὕτως ἀλλήλοις.

βέλτερον αὖτ' ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·129
βέλτιόν ἐστι μετὰ ἔριδος καὶ μάχης συνελαύνειν καὶ συμβάλλειν ὅτι τάχος·

εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ. 130
θεασώμεθα τίνι δὴ ὁ οὐράνιος καύχημα παρέξει καὶ δωρήσεται.



ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς131
οὕτω διελογίζετο ἑστώς· οὗτος δὲ πλησίον αὐτοῦ παρεγένετο ὁ Ἀχιλλεὺς

ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ132
ὅμοιος τῷ Ἄρει τῷ εὐκινητοκράνῳ πολεμιστῇ,

σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον133
κινῶν τὴν ἐκ τοῦ Πηλίου ὄρους μελίαν κατὰ τὸν δεξιὸν ὦμον

δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ134
τὴν φοβεράν, περιέλαμπε δὲ ὁ σίδηρος ὅμοιος λαμπηδόνι,

ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος. 135
ἢ πυρὸς καιομένου ἢ ἡλίου ἀνατέλλοντος.

Ἕκτορα δ', ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδ' ἄρ' ἔτ' ἔτλη136
τὸν Ἕκτορα δέ, ὅτε ἐθεάσατο, κατέλαβε φόβος καὶ τρόμος, οὐδ᾽ ὑπέμεινεν ἔτι

αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·137
μείναι αὐτόθι, ὀπίσω δὲ τὰς πύλας κατέλιπεν, ἀνεχώρησε δὲ φοβηθείς.

Πηλεΐδης δ' ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.138
ὁ τοῦ Πηλέως δὲ υἱὸς ἐφώρμησε ποσὶ ταχέσι θαρρῶν,

ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν139
καθάπερ ἱέραξ ἐν τοῖς ὄρεσι κουφότατος τῶν πετεινῶν,

ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν, 140
ῥᾳδίως ὥρμησεν ἐπὶ τὴν δειλὴν περιστεράν,

ἣ δέ θ' ὕπαιθα φοβεῖται, ὃ δ' ἐγγύθεν ὀξὺ λεληκὼς141
αὐτὴ δὲ εἰς τὸ ἔμπροσθεν φεύγει, οὗτος δὲ ἐγγύθεν ὀξέως βοῶν

ταρφέ' ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει·142
συνεχῶς ἐφορμᾷ, καὶ ἑλεῖν αὐτὴν προτρέπεται ἡ ψυχή.

ὣς ἄρ' ὅ γ' ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δ' Ἕκτωρ143
οὕτω δὴ αὐτὸς προθυμούμενος κατ᾿ εὐθεῖαν ἔτρεχεν. ὁ Ἕκτωρ δὲ φοβούμενος ἐτράπη

τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατ' ἐνώμα.144
πρὸς τὸ τεῖχος τῶν Τρῴων, ταχέως δὲ τὰ γόνατα ἐκίνει.

οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα 145
οὗτοι δὲ παρὰ τὴν περιοπήν, (παρὰ τὸν ἐπὶ τὸ σῆμα τοῦ Ἴλου ὑψηλὸν τόπον) καὶ τὴν ὑψηλὴν ἀγρίαν συκῆν

τείχεος αἰὲν ὑπ' ἐκ κατ' ἀμαξιτὸν ἐσσεύοντο,146
ἀεὶ πρὸς τὸ τεῖχος ἐπὶ τὴν πλατεῖαν ὁδὸν τὴν καλουμένην βασιλικὴν ἔτρεχον.

κρουνὼ δ' ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ147
ἀφίκοντο δὲ παρὰ τὴν περικαλλῶς ῥέουσαν ἀπόρροιαν, ἐνταῦθα δὲ πηγαὶ

δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.148
δύο ἀναβλύζουσι τοῦ στροφώδους καὶ ῥευματώδους Σκαμάνδρου

ἣ μὲν γάρ θ' ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς149
ἡ μὲν γάρ τοι ὕδατι θερμοτέρῳ ῥεῖ, περὶ αὐτὴν δὲ καπνὸς

γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο· 150
γίνεται ἐξ αὐτῆς ὥσπερ πυρὸς καιομένου·

ἣ δ' ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,151
ἡ ἑτέρα δὲ κατὰ τὸ θέρος προχέει ὁμοία χαλάζῃ,

ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.152
ἢ χιόνι ψυχρᾷ, ἢ τῷ ἐκ τοῦ ὕδατος κρυστάλλῳ.

ἔνθα δ' ἐπ' αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι153
ἐνταῦθα δὲ ἀπ' αὐτῶν πύελοι πλατεῖς ἐγγὺς ὑπάρχουσι

καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα154
περικαλλεῖς, λίθινοι, ὅπου τὰ λαμπρὰ ἱμάτια

πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες 155
ἔπλυνον αἱ γυναῖκες τῶν Τρῴων, καὶ αἱ ὡραῖαι θυγατέρες

τὸ πρὶν ἐπ' εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.156
πρότερον ἐπὶ τῆς εἰρήνης πρὶν ἦλθον οἱ υἱοὶ τῶν Ἑλλήνων·

τῇ ῥα παραδραμέτην φεύγων ὃ δ' ὄπισθε διώκων·157
ἐκεῖσε δὲ παρέδραμον ὁ μὲν φεύγων, ὁδὲ ὄπισθεν διώκων·

πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ' ἀμείνων158
ἔμπροσθεν μὲν ἔφευγεν ἀνδρεῖος, ἐδίωκε δὲ αὐτὸν πολλῷ κρείσσων

καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην159
ταχέως πάνυ. ἐπειδὴ οὐ πρόβατον οὐδὲ βύρσα

ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν, 160
ἔμελλον λήψεσθαι, ἅπερ γίνονται ἆθλα τοῖς ποσὶ τῶν ἀνδρῶν,

ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.161
ἀλλὰ περὶ τῆς ζωῆς ἔτρεχον τοῦ ἱππικοῦ καὶ πολεμικοῦ Ἕκτορος·

ὡς δ' ὅτ' ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι162
ὧσπερ δὲ ὅταν ἀγωνισταὶ ἵπποι μονώνυχες περὶ τὸ τέλος τοῦ δρόμου

ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον163
ταχέως πάνυ τρέχωσι, μέγα δὲ ἔπαθλον κεῖται

ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος·164
ἵππος, ἢ γυνὴ ἀνδρὸς ἀποθανόντος.

ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην 165
οὕτως οὗτοι τρὶς τὴν τοῦ Πριάμου πόλιν περιέδραμον, καὶ δίκην τόρνου περιεστράφησαν

καρπαλίμοισι πόδεσσι· θεοὶ δ' ἐς πάντες ὁρῶντο·166
ταχέσι ποσίν, οἱ θεοὶ δὲ πάντες ἐθεῶντο·

τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·167
ἐν τούτοις δὲ λόγων ἤρξατο ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν.

ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος168
φεῦ φεῦ, ὄντως ἄνδρα φίλον διωκόμενον περὶ τὸ τεῖχος

ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δ' ὀλοφύρεται ἦτορ169
θεῶμαι τοῖς ὀφθαλμοῖς, ἡ ἐμὴ δὲ ἀποδύρεται ψυχὴ ἕνεκα

Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρί' ἔκηεν 170
τοῦ Ἕκτορος, ὅς μοι πολλοὺς μηρούς βοῶν ἔκαυσεν

Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δ' αὖτε171
ἐν ταῖς κορυφαῖς τῆς πολλὰ ἀποκλίματα ἐχούσης Ἴδης, ἄλλοτε δὲ

ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς172
ἐν τῇ ἀκροπόλει· νυνὶ δὲ αὐτὸν ὁ ἐνδοξότατος Ἀχιλλεὺς

ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.173
περὶ τὴν πόλιν τοῦ Πριάμου διώκει ποσὶ ταχέσιν.

ἀλλ' ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε174
ἀλλ᾿ ἄγετε σκοπεῖτε, ὦ θεοί, καὶ βουλεύεσθε,

ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη 175
ἢ ὅπως ἐκ τοῦ θανάτου σώσωμεν αὐτόν, ἢ ἤδη αὐτὸν

Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.176
θανατώσωμεν διὰ τοῦ Ἀχιλλέως τοῦ υἱοῦ τοῦ Πηλέως, ἀνδρεῖον καὶ γενναῖον ὄντα.



τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·177
πρὸς τοῦτον δὲ εἶπεν ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ·

ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·178
ὦ πάτερ λαμπροκέραυνε τῶν σκοτεινῶν νεφῶν αἴτιε, οἷον χαλεπὸν εἶπας·

ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ179
ἄνδρα φθαρτὸν ὄντα ὑποπεπτωκότα τῇ μοίρᾳ

ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι; 180
πάλιν ἐθέλεις ἐκ τοῦ κακοήχου καὶ χαλεποῦ θανάτου ἀναρρύσασθαι·

ἔρδ'· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.181
πράττε· οἱ ἄλλοι δὲ πάντες θεοὶ οὐκ ἐπαινοῦμέν σοι·



τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·182
πρὸς ταύτην δὲ ἀποκρινόμενος εἶπεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς.

θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ183
θάρρει, ὦ τριτογένεια Ἀθηνᾶ, τέκνον ἀγαπητόν, οὔτι δὴ ψυχῇ

πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·184
προθύμῳ διαλέγομαι, βούλομαι δέ γε φιλάνθρωπος εἶναι.

ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δ' ἔτ' ἐρώει. 185
ποίησον ὥσπερ δή σοι νοῦς καὶ θέλησις ὑπάρχει, μηκέτι ἀποχωρεῖ.



ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·186
οὕτως εἰπὼν παρώξυνε τὴν καὶ πρότερον προθυμουμένην Ἀθηνᾶν·

βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα.187
ἐπορεύθη δὲ ὁρμήσασα ἐκ τῶν ἐξοχῶν τοῦ Ὀλύμπου·



Ἕκτορα δ' ἀσπερχὲς κλονέων ἔφεπ' ὠκὺς Ἀχιλλεύς.188
τὸν Ἕκτορα δὲ διηνεκῶς ταράσσων ἐδίωκεν ὁ ταχύπους Ἀχιλλεύς·

ὡς δ' ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται189
ὥσπερ δὲ ὅταν κύων ἐν τοῖς ὄρεσι διώκῃ γέννημα ἐλάφου

ὄρσας ἐξ εὐνῆς διά τ' ἄγκεα καὶ διὰ βήσσας· 190
ἀναστήσας ἐκ τῆς κοίτης, διὰ τῶν κοίλων καὶ βασίμων τόπων τοῦ ὄρους·

τὸν δ' εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,191
τοῦτον δὲ ἐάν γε καὶ λάθῃ ὑποφυγὼν εἰς τὸν θάμνον,

ἀλλά τ' ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·192
ἀλλά γε ἐρευνῶν τρέχει ἀσφαλῶς καὶ διηκριβωμένως (ἀνενδότως) ἕως ἂν εὕρῃ.

ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.193
οὕτως ὁ Ἕκτωρ οὐκ ἐλάνθανε τὸν ταχύποδα υἱὸν τοῦ Πηλέως,

ὁσσάκι δ' ὁρμήσειε πυλάων Δαρδανιάων194
ὁσάκις δ᾽ ἂν λογίσαιτο τῶν Δαρδανίων πυλῶν

ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους, 195
ἐναντίον ὁρμῆσαι, ὑπὸ τοὺς καλῶς ἐκτισμένους πύργους,

εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,196
εἴπως αὐτῷ ὑπεράνωθεν βοηθήσειεν διὰ τῶν βελῶν·

τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς197
τοσάκις αὐτὸν ἔμπροσθεν προφθάνων ἀπέστρεφε καὶ ἐδίωκεν

πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετ' αἰεί.198
εἰς τὸ πεδίον, αὐτὸς δὲ πρὸς τὴν πόλιν ἔτρεχεν ἀεί·

ὡς δ' ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·199
ὥσπερ δὲ ἐν ὀνείρῳ οὐ δυνατὸν διώκειν τὸν φεύγοντα,

οὔτ' ἄρ' ὃ τὸν δύναται ὑποφεύγειν οὔθ' ὃ διώκειν· 200
οὔτε οὗτος αὐτὸν δύναται ἐκφυγεῖν, οὔτ᾽ αὐτὸς διώκειν.

ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδ' ὃς ἀλύξαι.201
οὕτως οὐκ ἐδύνατο οὗτος καταλαβεῖν τοῖς ποσίν, οὐδὲ αὐτὸς ἐκφυγεῖν.

πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,202
πῶς δ᾽ ἂν ὁ Ἕκτωρ ἐξέφυγε τὴν χαλεπὴν μοίραν τοῦ θανάτου,

εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ' Ἀπόλλων203
εἰ μὴ τὸ ἔσχατον καὶ τελευταῖον συνήντησεν αὐτῷ ὁ Ἀπόλλων

ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;204
ἐκ τοῦ σύνεγγυς, ὃς αὐτῷ ἐπιδιήγειρε καὶ ἀνέρρωσε τήν τε ἰσχὺν καὶ τὰ ταχέα γόνατα (διήγειρεν ἰσχὺν καὶ ταχέα γόνατα);

λαοῖσιν δ' ἀνένευε καρήατι δῖος Ἀχιλλεύς, 205
τῷ στρατῷ δὲ ἀπηγόρευε τῇ κεφαλῇ ὁ ἐνδοξότατος Ἀχιλλεύς,

οὐδ' ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,206
οὐδὲ ἠφίει φέρεσθαι ἐπὶ τὸν Ἕκτορα τὰ πικρὰ καὶ ὀδυνηρὰ βέλη,

μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι.207
μή τις τρώσας αὐτὸν δόξαν λάβοι, οὗτος δὲ ὕστερος παραγένοιτο.

ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,208
ἀλλ᾽ ὁπηνίκα δὴ τὸ τέταρτον ἀφίκοντο παρὰ τὰς τῶν πηγῶν ἀπορροίας,

καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,209
τηνικαῦτα δὴ ὁ πατὴρ ἐξέτεινε τὰς χρυσᾶς πλάστιγγας τοῦ ζυγοῦ,

ἐν δ' ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, 210
ἐνετίθει δὲ δύο μοίρας τοῦ μακρὰς ἐμποιοῦντος φροντίδας θανάτου,

τὴν μὲν Ἀχιλλῆος, τὴν δ' Ἕκτορος ἱπποδάμοιο,211
τὴν μὲν Ἀχιλλέως, τὴν δὲ Ἕκτορος τοῦ ἱππικοῦ καὶ πολεμικοῦ,

ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ' Ἕκτορος αἴσιμον ἦμαρ,212
ἀνεῖλκε δὲ ἐκ τοῦ μέσου κρατήσας, ἔρρεπε δὲ καὶ κατεφέρετο ἡ τοῦ Ἕκτορος θανάσιμος ἡμέρα,

ᾤχετο δ' εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.213
ἀπῆλθε δὲ εἰς τὸν ᾅδην, κατέλιπε δὲ αὐτὸν ὁ λαμπρὸς Ἀπόλλων.

Πηλεΐωνα δ' ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,214
παρὰ τὸν τοῦ Πηλέως υἱὸν δὲ ἀφίκετο ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ,

ἀγχοῦ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· 215
πλησίον δὲ στᾶσα λόγους πτερωτοὺς καὶ ταχεῖς ἔλεγε πρὸς αὐτόν.

νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμ' Ἀχιλλεῦ216
νῦν δὴ ἡμᾶς γε ἐλπίζω, ὦ φίλε τοῦ Διός, λαμπρότατε Ἀχιλλεῦ,

οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας217
κομίσειν δόξων μεγάλων τοῖς Ἕλλησιν εἰς τὰς ναῦς,

Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.218
τὸν Ἕκτορα ἀποκτείναντες καίπερ ὄντα ἀκόρεστον μάχης,

οὔ οἱ νῦν ἔτι γ' ἔστι πεφυγμένον ἄμμε γενέσθαι,219
οὐκέτι νῦν ἐστι δυνατὸν αὐτῷ ἡμᾶς ἐκφυγεῖν,

οὐδ' εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων 220
οὐδὲ ἐὰν πολλὰ πάνυ πάθῃ ὁ πόρρωθεν ἐνεργῶν Ἀπόλλων,

προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.221
ὑποπίπτων καὶ κυλιόμενος ἔμπροσθεν τοῦ τὴν αἰγίδα φοροῦντος Διός.

ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δ' ἐγώ τοι222
ἀλλὰ σὺ μὲν νυνὶ στῆθι καὶ ἀνάπνεε, τοῦτον δὲ ἐγώ σοι

οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.223
ἐ(ἀ)πελθοῦσα θαρσοποιήσω πολεμῆσαι κατ' ἐναντίωσιν βιαίαν.



ὣς φάτ' Ἀθηναίη, ὃ δ' ἐπείθετο, χαῖρε δὲ θυμῷ,224
οὕτως εἶπεν ἡ Ἀθηνᾶ. οὗτος δὲ ὑπήκουε, ἔχαιρε δὲ ἐν τῇ ψυχῇ,

στῆ δ' ἄρ' ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς. 225
ἔστη δὲ ἐπιστηρίξας ἑαυτὸν ἐπὶ τῆς σιδηρὰν ἐπιδορατίδα ἐχούσης μελίας.

ἣ δ' ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δ' Ἕκτορα δῖον226
αὕτη δὲ τοῦτον μὲν κατέλιπε, κατέλαβε δὲ τὸν ἐνδοξότατον Ἕκτορα,

Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·227
ὁμοία τῷ Δηιφόβῳ κατά τε τὸ σῶμα καὶ τὴν ἰσχυρὰν καὶ ἀκαταπόνητον φωνήν·

ἀγχοῦ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·228
πλησίον δὲ στᾶσα λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν·

ἠθεῖ' ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς229
ὦ αἰδέσιμε ἀδελφέ, ὄντως πάνυ δή σε καταναγκάζει ὁ ταχύπους Ἀχιλλεύς,

ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων· 230
περὶ τὴν πόλιν τοῦ Πριάμου διώκων ταχέσι ποσίν.

ἀλλ' ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.231
ἀλλ᾽ ἄγε δὴ στῶμεν καὶ ἀμυνώμεθα παραμένοντες.

τὴν δ' αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·232
πρὸς ταύτην δὲ εἶπεν ὁ συνεχῶς τὸ κράνος κινῶν μέγας Ἕκτωρ.

Δηΐφοβ' ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα233
ὦ Δηίφοβε, ὄντως μέν μοι καὶ πρότερον πάνυ φίλτατος ὑπῆρχες

γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·234
πάντων τῶν ἀδελφῶν, οὓς ἡ Ἑκάβη καὶ ὁ Πρίαμος ἐγέννησαν υἱούς.

νῦν δ' ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι, 235
νῦν δ᾽ ἔτι καὶ μᾶλλον διανοοῦμαι κατὰ διάνοιαν τιμήσαι καὶ φιλῆσαί σε,

ὃς ἔτλης ἐμεῦ εἵνεκ', ἐπεὶ ἴδες ὀφθαλμοῖσι,236
ὃς ὑπέμεινας ἕνεκεν ἐμοῦ, ἐπειδὴ ἐθεάσω τοῖς ὀφθαλμοῖς,

τείχεος ἐξελθεῖν, ἄλλοι δ' ἔντοσθε μένουσι.237
ἐξελθεῖν τοῦ τείχους, οἱ ἀλλοὶ δὲ ἐντὸς μένουσι.



τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·238
πρὸς τοῦτον δὲ εἶπεν ἡ θεά ἡ εὐόφθαλμος Ἀθηνᾶ·

ἠθεῖ' ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ239
αἰδέσιμε ἀδελφέ, ὄντως μὲν πάνυ ὁ πατὴρ καὶ ἡ σεβαστὴ μήτηρ

λίσσονθ' ἑξείης γουνούμενοι, ἀμφὶ δ' ἑταῖροι, 240
παρεκάλουν ἐφεξῆς ἱκετεύοντες, καὶ οἱ φίλοι περιεστῶτες,

αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·241
αὐτόθι παραμένειν, οὕτω γὰρ ἅπαντες τρέμουσι καὶ δεδοίκασιν.

ἀλλ' ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.242
ἡ ἐμὴ μέντοι ψυχὴ ἐντὸς κατεπονεῖτο πένθει καὶ λύπῃ χαλεπῇ.

νῦν δ' ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων243
νυνὶ δὲ εὐθὺ σὺν εὐθαρσίᾳ ὁρμῶντες πολεμῶμεν, μηδέ τι δοράτων

ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς244
ὑπαρχέτω φειδώ, ὅπως θεασώμεθα, ἐὰν ὁ Ἀχιλλεὺς

νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται 245
ἀποκτείνας ἡμᾶς ὅπλα ᾑμαγμένα κομίσῃ

νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.246
ἐπὶ τὰς κοίλας ναῦς, ἢ ἀναιρεθείη ἂν ὑπὸ τοῦ σοῦ δόρατος.



ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατ' Ἀθήνη·247
οὕτως εἰποῦσα δόλῳ καὶ ἐπιβουλῇ προηγήσατο ἡ Ἀθηνᾶ.

οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,248
οὗτοι δὲ ἡνίκα δὴ πλησίον ἐγένοντο ἐπαλλήλους ἐρχόμενοι,

τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·249
πρὸς τοῦτον πρότερον εἶπεν ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν μέγας Ἕκτωρ·

οὔ σ' ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ 250
οὐκέτι σε, ὦ υἱὲ τοῦ Πηλέως, φοβηθήσομαι, καὶ φεύξομαι ὥσπερ πρότερον.

τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτ' ἔτλην251
τρὶς περὶ τὴν μεγάλην πόλιν τοῦ Πριάμου ἔδεισα, οὐδὲ

μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε252
ὑπέμεινα παραμεῖναι ἐπιόντα· νυνὶ δέ με ἡ ψυχὴ ἀνέπεισε καὶ παρώρμησε

στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην.253
στῆναι ἐναντίον σοῦ· κρατήσαιμι ἄν, ἢ κρατηθείην ἂν.

ἀλλ' ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι254
ἀλλ᾽ ἄγε δὴ τοὺς θεοὺς μάρτυρας τῶν λεγομένων ποιήσωμεν, οὗτοι γὰρ ἄριστοι

μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων· 255
μάρτυρες ἔσονται, καὶ ἔφοροι τῶν ὁμολογιῶν καὶ συμβόλων.

οὐ γὰρ ἐγώ σ' ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς256
οὐ γὰρ ἐγὼ σε αἰκίσω οὐδὲ ὑβρίσω δεινῶς καὶ ὑπερηφανῶς, ἐάν μοι ὁ Ζεὺς

δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·257
παράσχῃ τὴν ἐκ μονομερείας νίκην, τὴν σὴν δὲ ζωὴν ἀφέλωμαι.

ἀλλ' ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχε' Ἀχιλλεῦ258
ἀλλ᾽ ἐπειδάν σε τὰ ἔνδοξα ὅπλα ἐκδύσω, Ἀχιλλεῦ,

νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.259
νεκρὸν τοῖς Ἕλλησιν ἀποδώσω, οὕτω δὲ καὶ σὺ ποιήσειν.



τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 260
πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος εἶπεν ὁ ταχύπους Ἀχιλλεύς.

Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·261
ὦ Ἕκτορ ἀλάθητε καὶ δεινὰ καὶ ἀνεπίληστα εἰργασμένε, μή μοι συνθήκας λέγε,

ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,262
ἐπειδὴ οὐκ ἔστι τοῖς λέουσι καὶ τοῖς ἀνδράσιν ὁρκωμόσια βέβαια,

οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,263
οὐδὲ οἱ λύκοι καὶ οἱ ἄρνες ὁμογνώμονα ψυχὴν ἔχουσιν, οὐδὲ ὁμονοοῦσιν,

ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,264
ἀλλὰ διηνεκῶς κακὰ καὶ χαλεπὰ φρονοῦσιν ἀλλήλοις·

ὣς οὐκ ἔστ' ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν 265
οὕτως οὐκ ἔστι δυνατὸν ἐμὲ καὶ σὲ φίλους εἶναι, οὔτε τι ἡμῖν

ὅρκια ἔσσονται, πρίν γ' ἢ ἕτερόν γε πεσόντα266
ὁρκωμόσια ἔσονται πρὶν ἢ τὸν ἕτερόν γε ἀναιρεθέντα

αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.267
ἐμπλῆσαι αἵματος τὸν ἰσχυρὸν πολεμιστὴν Ἄρεα.

παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ268
πάσης τοίνυν ἀρετῆς ἀναμιμνήσκου, νυνί σε πάνυ δεῖ

αἰχμητήν τ' ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.269
πολεμιστήν τε εἶναι καὶ εὔτολμον μαχητήν·

οὔ τοι ἔτ' ἔσθ' ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη 270
οὐκέτι σοι ἐστὶν ἐκφυγή, ταχέως γάρ σε ἡ πολεμικὴ Ἀθηνᾶ

ἔγχει ἐμῷ δαμάᾳ· νῦν δ' ἀθρόα πάντ' ἀποτίσεις271
τῷ ἐμῷ δόρατι δαμάσει καὶ ἀποκτενεῖ, νυνὶ δὲ ὁμοῦ πάντα ἀποδώσεις

κήδε' ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.272
τὰ ἄλγη τῶν ἐμῶν φίλων, οὓς ἀπέκτεινας δόρατι ἐμμανῶς ὁρμῶν.



ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·273
εἶπε δή, καὶ ἀνασείσας ἀφῆκε τὸ μακρὸν δόρυ,

καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·274
καὶ τοῦτο ἐναντίον θεασάμενος ἐφυλάξατο ὁ λαμπρότατος Ἕκτωρ,

ἕζετο γὰρ προϊδών, τὸ δ' ὑπέρπτατο χάλκεον ἔγχος, 275
ἐκάθισε γὰρ προϊδών, αὐτὸ δὲ ὑπεράνωθεν ἠνέχθη τὸ σιδηροῦν δόρυ,

ἐν γαίῃ δ' ἐπάγη· ἀνὰ δ' ἥρπασε Παλλὰς Ἀθήνη,276
ἐνεπάγη δὲ εἰς τὴν γῆν, ἀνήρπασε δ' αὐτὸ ἡ πολεμικὴ Ἀθηνᾶ,

ἂψ δ' Ἀχιλῆϊ δίδου, λάθε δ' Ἕκτορα ποιμένα λαῶν.277
καὶ πάλιν ἐδίδου τῷ Ἀχιλλεῖ, ἔλαθε δὲ Ἕκτορα τὸν βασιλέα τοῦ στρατοῦ.

Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·278
Ἕκτωρ δὲ εἶπε πρὸς τὸν ἀμώμητον υἱὸν τοῦ Πηλέως·

ἤμβροτες, οὐδ' ἄρα πώ τι θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ279
ἀπέτυχες, οὐδ᾽ ἄρα τι, ὦ ὅμοιε τοῖς θεοῖς Ἀχιλλεῦ,

ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε· 280
ἀκριβῶς ἠπίστασο ἐκ τοῦ Διὸς τὸν ἐμὸν θάνατον, εἶπάς γε μέντοι εἰδέναι·

ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,281
ἀλλά τις ὑπάρχεις ἱκανὸς εἰπεῖν καὶ παραλογιστικὸς καὶ ἀπατεών,

ὄφρά σ' ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.282
ὅπως σε φοβηθεὶς εὐθαρσίας τε καὶ δυνάμεως ἐπιλήσμων γένωμαι·

οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,283
οὐ μέντοι φεύγοντί μοι ἐμπήξεις τὸ δόρυ εἰς τὸ μετάφρενον,

ἀλλ' ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον284
ἀλλ᾽ ἐπ᾿ εὐθείας ὁρμῶντι διὰ τοῦ στήθους ὤθησον,

εἴ τοι ἔδωκε θεός· νῦν αὖτ' ἐμὸν ἔγχος ἄλευαι 285
εἴ σοι τοῦτο δέδωκεν ὁ θεός· νυνὶ δὲ φυλάττου τὸ ἐμὸν δόρυ

χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.286
τὸ σιδηροῦν, εἴθε δὴ αὐτὸ πᾶν ἐν τῷ σαυτοῦ σώματι δέξαιο,

καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο287
καὶ ἡ μάχη ἐλαφροτέρα καὶ κουφοτέρα τοῖς Τρῳσὶ γένοιτο

σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.288
σοῦ ἀποθανόντος, σὺ γὰρ αὐτοῖς βλάβη μεγίστη ὑπάρχεις.



ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,289
εἶπε δὴ καὶ ἀνακινήσας ἀφῆκε τὸ μακρὸν δόρυ,

καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδ' ἀφάμαρτε· 290
καὶ ἔπληξε τὸ μέσον τῆς ἀσπίδος τοῦ υἱοῦ τοῦ Πηλέως, οὐδὲ ἀπέτυχε·

τῆλε δ' ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δ' Ἕκτωρ291
πόρρω δὲ ἀπεκρούσθη τῆς ἀσπίδος τὸ δόρυ, ὠργίσθη δὲ ὁ Ἕκτωρ,

ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,292
διότι δὴ τὸ ταχὺ βέλος ματαίως ἐξῆλθεν ἀπὸ τῆς χειρὸς αὐτοῦ,

στῆ δὲ κατηφήσας, οὐδ' ἄλλ' ἔχε μείλινον ἔγχος.293
ἔστη δὲ σκυθρωπάσας, οὐ γὰρ εἶχεν ἄλλο μείλινον δόρυ·

Δηΐφοβον δ' ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας·294
τὸν Δηίφοβον δὲ ἐκάλει τὸν λευκὴν ἀσπίδα φέροντα μεγάλως φωνήσας,

ᾔτεέ μιν δόρυ μακρόν· ὃ δ' οὔ τί οἱ ἐγγύθεν ἦεν. 295
ἐζήτει αὐτὸν δόρυ μακρόν· οὗτος δὲ οὐδαμῶς ἦν πλησίον.

Ἕκτωρ δ' ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·296
ὁ Ἕκτωρ δὲ κατενόησεν ἐν τῇ διανοίᾳ, καὶ ἐβόησε·

ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατον δὲ κάλεσσαν·297
φεῦ φεῦ, ὄντως πάνυ δή με καλοῦσιν οἱ θεοὶ ἐπὶ τὸν θάνατον,

Δηΐφοβον γὰρ ἔγωγ' ἐφάμην ἥρωα παρεῖναι·298
Δηίφοβον γὰρ ἔγωγε τὸν ἥρωα ᾠήθην παρεῖναι.

ἀλλ' ὃ μὲν ἐν τείχει, ἐμὲ δ' ἐξαπάτησεν Ἀθήνη.299
ἀλλ᾽ οὗτος μὲν ἐν τῷ τείχει ἐστίν, ἐμὲ δὲ ἠπάτησεν ἡ Ἀθηνᾶ·

νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδ' ἔτ' ἄνευθεν, 300
νυνὶ δέ μοι ἐγγὺς ὁ δεινὸς θάνατος, οὐδέτι πόρρωθεν,

οὐδ' ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν301
οὐδὲ ἐκφυγή ἐστιν· ὄντως γὰρ πάλαι τοῦτό γε φίλον καὶ ἀποδεκτὸν ἦν

Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε302
τῷ τε Διὶ καὶ τῷ τοῦ Διὸς υἱῷ Ἀπόλλωνι, οἵ με τὸ πρὶν

πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.303
προθύμως ἐφύλασσον καὶ ἔσωζον, νῦν δέ γε ἡ θανατηφόρος μοῖρα με καταλαμβάνει.

μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,304
οὐ μὴν ἄνευ σπουδῆς καὶ ἀτίμως ἀποθάνοιμ' ἄν,

ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι. 305
ἀλλὰ πράξας τι μέγα, ὡς καὶ τοὺς μεταγενεστέρους ἀκοῦσαι.



ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,306
οὕτω δὴ εἰπὼν εἵλκυσε τὸ ὀξὺ ξίφος,

τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,307
ὅπερ ὑπὸ τὴν λαγόνα αὐτοῦ ἐκρέματο, μέγα καὶ ἰσχυρόν,

οἴμησεν δὲ ἀλεὶς ὥς τ' αἰετὸς ὑψιπετήεις,308
ὥρμησε δὲ συστραφεὶς καθάπερ ἀετὸς ἐν ὕψει πετόμενος,

ὅς τ' εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν309
ὅστις καταπέτεται εἰς τὸ πεδίον διὰ τῶν σκοτεινῶν νεφῶν

ἁρπάξων ἢ ἄρν' ἀμαλὴν ἤ πτῶκα λαγωόν· 310
ἁρπάσων ἄρνα ἁπαλὴν καὶ τρυφεράν, ἢ λαγωὸν δειλόν.

ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.311
οὕτως ὁ Ἕκτωρ ὥρμησεν ἐπισείων τὸ ὀξὺ ξίφος·

ὁρμήθη δ' Ἀχιλεύς, μένεος δ' ἐμπλήσατο θυμὸν312
ἐπέδραμε δὲ ὁ Ἀχιλλεύς, εὐθαρσίας δὲ ἐνέπλησε τὴν ψυχὴν

ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε313
φοβερᾶς (χαλεπῆς), ἔμπροσθεν δὲ τοῦ στήθους ἐκάλυψε καὶ ἐπέθηκε τὴν ἀσπίδα

καλὸν δαιδάλεον, κόρυθι δ' ἐπένευε φαεινῇ314
τὴν εὐειδῆ καὶ ποικιλωτάτην, τῷ λαμπρῷ δὲ κράνει παρέκυπτε

τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι 315
τῷ τρεῖς φαλοὺς ἔχοντι, αἱ περικαλλεῖς δὲ τρίχες περιεκινοῦντο

χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.316
χρυσαῖ, ἃς ὁ Ἥφαιστος ἐνέπηξεν εἰς τὸν λόφον πολλάς.

οἷος δ' ἀστὴρ εἶσι μετ' ἀστράσι νυκτὸς ἀμολγῷ317
οἷος ὁ ἀστὴρ φέρεται ἐν τοῖς ἄστρασι κατὰ τὴν ἑσπέραν,

ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,318
ὁ καλούμενος Ἕσπερος, ὃς ὡραιότατος ἐν τῷ οὐρανῷ ὑπάρχει ἀστήρ.

ὣς αἰχμῆς ἀπέλαμπ' εὐήκεος, ἣν ἄρ' Ἀχιλλεὺς319
οὕτω λαμπηδὼν ἀπετελεῖτο ἐκ τῆς καλὴν ἀκμὴν ἐχούσης ἐπιδορατίδος, ἣν δὴ ὁ Ἀχιλλεὺς

πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ 320
ἔσειε τῇ δεξιᾷ, δεινὰ καὶ χαλεπὰ διανοούμενος τῷ ἐνδοξοτάτῳ Ἕκτορι,

εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.321
περιβλέπων τὸ εὐειδὲς σῶμα, ὅπου μάλιστα ἐνδοίη καὶ τρωθείη·

τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα322
τούτου δὲ τὸ μὲν ἄλλο πλεῖον σῶμα τὰ ὅπλα κατεῖχον καὶ περικαλύπτον

καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·323
τὰ περικαλλῆ, ἅπερ ἀφείλετο ἀποκτείνας τὸν Πάτροκλον·

φαίνετο δ' ᾗ κληῖδες ἀπ' ὤμων αὐχέν' ἔχουσι324
ἐφαίνετο δὲ ὅπου αἱ ἀπὸ τῶν ὤμων διήκουσαι διατάσεις τῶν νεύρων (κατακλεῖδες τῶν ὀστέων) συνέχουσι τὸν αὐχένα

λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος· 325
τοῦ λαιμοῦ, ὅπου γε τάχιστός ἐστιν ἀφανισμὸς τῆς ζωῆς.

τῇ ῥ' ἐπὶ οἷ μεμαῶτ' ἔλασ' ἔγχεϊ δῖος Ἀχιλλεύς,326
ἐνταῦθα δὴ ἐπ' αὐτὸν ὁρμῶντα ἔτρωσε τῷ δόρατι ὁ ἐνδοξότατος Ἀχιλλεύς·

ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή·327
ἀπαντικρὺ δὲ διὰ τοῦ ἁπαλοῦ αὐχένος διῆλθεν ἡ αἰχμή,

οὐδ' ἄρ' ἀπ' ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,328
οὐδὲ τὸν γαργαρεῶνα διέκοψεν ἡ τῷ σιδήρῳ ἐστομωμένη καὶ βεβαρημένη μελία,

ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.329
ὅπως τι εἴπῃ πρὸς αὐτὸν ἀποκρινόμενος λόγοις·

ἤριπε δ' ἐν κονίῃς· ὃ δ' ἐπεύξατο δῖος Ἀχιλλεύς· 330
κατέπεσε δὲ ἐπὶ τὴν γῆν, οὗτος δὲ ἐπεκαυχήσατο ὁ ἔνδοξος Ἀχιλλεύς·

Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆ' ἐξεναρίζων331
ὦ Ἕκτορ, ᾠήθης μέντοι ἀποκτείνων καὶ συλῶν τὸν Πάτροκλον

σῶς ἔσσεσθ', ἐμὲ δ' οὐδὲν ὀπίζεο νόσφιν ἐόντα332
ὑγιὴς ἔσεσθαι, ἐμὲ δὲ οὐδαμῶς ἐνετρέπου, πόρρω μένοντα·

νήπιε· τοῖο δ' ἄνευθεν ἀοσσητὴρ μέγ' ἀμείνων333
μωρὲ καὶ ἀνόητε· τούτου δὲ πόρρωθεν βοηθὸς πολλῷ κρείσσων

νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,334
παρὰ ταῖς κοίλαις ναυσὶν ἐγὼ μετὰ ταῦτα ἐναπελείφθην,

ὅς τοι γούνατ' ἔλυσα· σὲ μὲν κύνες ἠδ' οἰωνοὶ 335
ὅς σοι τὰ γόνατα παρέλυσα· σὲ μὲν οὖν κύνες καὶ ὄρνεα

ἑλκήσουσ' ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.336
σπαράξουσιν ἀπρεπῶς καὶ αἰσχρῶς, τοῦτον δὲ κηδεύσουσι καὶ ἐνταφιάσουσιν οἱ Ἕλληνες.



τὸν δ' ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·337
πρὸς τοῦτον δὲ ὀλίγον τὸ δρᾶν ἔχων, εἶπεν Ἕκτωρ ὁ τὸ κράνος κινῶν συνεχῶς·

λίσσομ' ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων338
ἱκετεύω σε ἕνεκα τῆς σῆς ψυχῆς, καὶ τῶν γονάτων, καὶ τῶν σῶν γονέων,

μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,339
μή με κατέλειπε παρὰ ταῖς ναυσὶ σπαράξαι καὶ καταφαγεῖν τοὺς κύνας τῶν Ἑλλήνων.

ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο 340
ἀλλὰ σὺ μὲν δέξαι χρυσόν τε καὶ χαλκὸν πολύν, ἅπερ σοι δώσουσι

δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,341
δῶρα ὅ τε πατὴρ καὶ ἡ σεβαστὴ μήτηρ,

σῶμα δὲ οἴκαδ' ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με342
τὸ σῶμα δὲ τοὐμὸν ἀπόδος εἰς τὸν οἶκον, ἵνα με πυρὸς

Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.343
ἀξιώσωσι καὶ μεταδῶσι Τρῷες καὶ αἱ γυναῖκες τῶν Τρῴων.



τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς·344
πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος εἶπεν ὁ ταχύπους Ἀχιλλεύς·

μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων· 345
μή με, ὦ κύον, καὶ ἀναιδέστατε, ἱκέτευε ἕνεκα τῶν γονέων·

αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη346
εἴθε γάρ πως ἐμὲ αὐτὸν ἀναπείσειε καὶ προτρέψειεν ἡ ψυχή τε καὶ προθυμία

ὤμ' ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,347
ὠμὰ ἀποκόπτοντα τὰ σαυτοῦ κρέα ἐσθίειν, οὕτω δεινά με εἰργάσω·

ὡς οὐκ ἔσθ' ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,348
οὐ γάρ ἐστιν ὅστις ἀποσοβήσεις καὶ ἀποδιώξειε τῆς σῆς γε κεφαλῆς τοὺς κύνας,

οὐδ' εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτ' ἄποινα349
οὐδ᾽ ἐὰν δεκάκις καὶ εἰκοσάκις ἐξισούμενα τοῖς ὑπὸ σοῦ νοουμένοις λύτρα

στήσωσ' ἐνθάδ' ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα, 350
σταθμήσωσι δεῦρο ἄγοντες, ἐπαγγέλλωνται δὲ καὶ ἄλλα,

οὐδ' εἴ κέν σ' αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι351
οὐδ᾽ ἐὰν σὲ αὐτὸν διὰ χρυσοῦ ἰσοστάθμου σοι ἀναρρύσασθαι κελεύῃ

Δαρδανίδης Πρίαμος· οὐδ' ὧς σέ γε πότνια μήτηρ352
ὁ τοῦ Δαρδάνου ἀπόγονος Πρίαμος, οὐδ᾽ οὕτω σέ γε ἡ σεβασμία μήτηρ

ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,353
βαλοῦσα ἐπὶ τῆς στρωμνῆς θρηνήσει, ὃν ἔτεκεν αὐτή,

ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.354
ἀλλὰ κύνες καὶ ὄρνεα ὅλον σε καταφάγονται.



τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ· 355
πρὸς τοῦτον δὲ ἀποθνήσκων εἶπεν Ἕκτωρ ὁ τὸ κράνος κινῶν συνεχῶς·

ἦ σ' εὖ γιγνώσκων προτιόσσομαι, οὐδ' ἄρ' ἔμελλον356
ὄντως εὖ ἐπιστάμενός σε προφθέγγομαι, οὐ γὰρ ἔμελλον

πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.357
καταπείσειν· ὄντως γάρ σοί γε σιδηρᾶ ἔνδον ψυχὴ ὑπάρχει·

φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι358
σκόπει νῦν μή τίς σοι θεῶν ὀργὴ γένωμαι

ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων359
τῇ ἡμέρᾳ ἐκείνῃ, ἡνίκα σε ὁ Πάρις καὶ Ἀπόλλων

ἐσθλὸν ἐόντ' ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν. 360
ὁ λαμπρότατος ἀνδρεῖον καὶ γενναῖον ὄντα ἀποκτείνωσιν ἐν ταῖς Σκαιαῖς πύλαις.



ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,361
οὕτω δὴ εἰπόντα αὐτὸν ἐκάλυψε τὸ τέλος τοῦ θανάτου·

ψυχὴ δ' ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει362
ἡ ψυχὴ δὲ ἐκ τῶν μελῶν ἀποπτᾶσα εἰς τὸν ᾅδην ἀπῆλθε,

ὃν πότμον γοόωσα λιποῦσ' ἀνδροτῆτα καὶ ἥβην.363
τὸν ἑαυτῆς χωρισμὸν ὀδυρομένη, καταλιποῦσα τὴν τοῦ ἀνδρὸς φύσιν τε καὶ ἀκμάζουσαν ἡλικίαν.

τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·364
πρὸς τοῦτον δὲ καὶ ἀποθανόντα ἔλεγεν ὁ ἐνδοξότατος Ἀχιλλεύς·

τέθναθι· κῆρα δ' ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ 365
ἀπόθανε· τὸν θάνατον δὲ ἐγὼ τότε δέξομαι, ὅταν δὴ

Ζεὺς ἐθέλῃ τελέσαι ἠδ' ἀθάνατοι θεοὶ ἄλλοι.366
ὁ Ζεὺς βούληται ἐκτελέσαι καὶ οἱ ἄλλοι αἰώνιοι θεοί.



ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,367
εἶπε δή, καὶ ἐκ τοῦ νεκροῦ ἀπέσπασε τὸ σιδηροῦν δόρυ,

καὶ τό γ' ἄνευθεν ἔθηχ', ὃ δ' ἀπ' ὤμων τεύχε' ἐσύλα368
καὶ τοῦτο μὲν ἔθηκε πόρρω, αὐτὸς δὲ ἀφῃρεῖτο ἐκ τῶν ὤμων τὰ ὅπλα

αἱματόεντ'· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,369
ᾑμαγμένα. οἱ ἄλλοι δὲ υἱοὶ τῶν Ἑλλήνων περιέδραμον,

οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν 370
οἳ καὶ ἐθαύμασαν τὴν τῶν μελῶν σύστασιν, καὶ ἀναδρομήν, καὶ τὴν θαυμαστὴν μορφὴν

Ἕκτορος· οὐδ' ἄρα οἵ τις ἀνουτητί γε παρέστη.371
τοῦ Ἕκτορος· οὐδ᾽ ἄρα τις αὐτῷ παρέστη ἄνευ τοῦ τρῶσαι.

ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·372
οὕτω δέ τις εἶπε θεασάμενος πρὸς ἄλλον ἐγγύς·

ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι373
φεῦ φεῦ ὄντως δὴ μαλακώτερος καὶ ἡμερώτερος πάνυ ψηλαφᾶσθαι ὑπάρχει νῦν

Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.374
ὁ Ἕκτωρ, ἢ ἡνίκα τὰς ναῦς ἐπυρπόλει πυρὶ καυστικῷ.



ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς. 375
οὕτω δή τις εἶπε καὶ ἔτρωσε παραγενόμενος.

τὸν δ' ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,376
τοῦτον δὲ ἐπειδὴ ἐσύλησεν ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεὺς

στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντ' ἀγόρευεν·377
στὰς ἐν τοῖς Ἕλλησι λόγους ταχεῖς ἔλεγεν·

ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες378
ὦ φίλοι ἡγεμόνες τῶν Ἑλλήνων, καὶ βασιλεῖς,

ἐπεὶ δὴ τόνδ' ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,379
ἐπειδὴ ἐδωρήσαντο οἱ θεοὶ ἀποκτεῖναι τὸν ἄνδρα,

ὃς κακὰ πόλλ' ἔρρεξεν ὅσ' οὐ σύμπαντες οἱ ἄλλοι, 380
ὃς πολλὰ δεινὰ καὶ χαλεπὰ ἐποίησεν, ὅσα οὐχ ὁμοῦ πάντες οἱ ἄλλοι.

εἰ δ' ἄγετ' ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,381
ἄγετε, περὶ τὴν πόλιν σὺν τοῖς ὅπλοις ἀπόπειραν ποιήσωμεν,

ὄφρά κ' ἔτι γνῶμεν Τρώων νόον ὅν τιν' ἔχουσιν,382
ὅπως ἄν τι νοήσωμεν τὸν νοῦν, καὶ τὸν σκοπὸν τῶν Τρῴων, ὃν ἔχουσιν,

ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,383
ἢ καταλέιψουσι τὴν ἀκρόπολιν τούτου ἀποθανόντος,

ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτ' ἐόντος.384
ἢ μένειν καὶ ἀντέχειν προθυμοῦνται καὶ τοῦ Ἕκτορος οὐκέτι ζῶντος.

ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; 385
ἀλλὰ τί δή μοι ταῦτα ἡ ἀγαπητὴ ψυχὴ διῆλθε;

κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος386
κεῖται παρὰ ταῖς ναυσὶν ὁ νεκρὸς μήπω θρήνου καὶ ταφῆς ἠξιωμένος

Πάτροκλος· τοῦ δ' οὐκ ἐπιλήσομαι, ὄφρ' ἂν ἔγωγε387
ὁ Πάτροκλος, τούτου δὲ οὐκ ἐπιλήσμων γενήσομαι, ἕως ἔγωγε

ζωοῖσιν μετέω καί μοι φίλα γούνατ' ὀρώρῃ·388
ἐν τοῖς ζῶσιν ὑπάρχω, καί μοι τὰ προσφιλῆ γόνατα ὁρμᾷ καὶ κινεῖται.

εἰ δὲ θανόντων περ καταλήθοντ' εἰν Ἀΐδαο389
εἰ δὲ τῶν ἀποθανόντων γε λήθη γίνοιτο ἐν τῷ ᾅδῃ,

αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ' ἑταίρου. 390
ἀλλ᾽ ἐγὼ κἀκεῖ μνησθήσομαι τοῦ ἀγαπητοῦ φίλου.

νῦν δ' ἄγ' ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν391
νυνὶ δὲ ἄγε ᾄδοντες Παιᾶνα, ὦ υἱοὶ τῶν Ἑλλήνων

νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δ' ἄγωμεν.392
πορευώμεθα ἐπὶ τὰς κοίλας ναῦς, τοῦτον δὲ ἐπάγωμεν.

ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον,393
ἔσχομεν δόξων μεγάλην, ἀπεκτείναμεν τὸν ἐνδοξότατον Ἕκτορα,

ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.394
ᾧτινι οἱ Τρῷες ἐν τῇ πόλει καθάπερ θεῷ ηὔχοντο.



ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα. 395
εἶπε δὴ καὶ τὸν ἐνδοξότατον Ἕκτορα ἀπρεπῆ καὶ αἰσχρὰ εἰργάζετο ἔργα.

ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε396
ὄπισθεν ἀμφοτέρων τῶν ποδῶν τὰ μεγάλα νεῦρα ἐτρύπησεν

ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δ' ἐξῆπτεν ἱμάντας,397
ἐκ τῆς πτέρνης μέχρι τοῦ σφυροῦ, βοείους δὲ λώρους ἐξῆψεν,

ἐκ δίφροιο δ' ἔδησε, κάρη δ' ἕλκεσθαι ἔασεν·398
ἔδησε δὲ ἐκ τοῦ ὀχήματος τὴν κεφαλὴν δὲ ἀφῆκεν ἐπισύρεσθαι.

ἐς δίφρον δ' ἀναβὰς ἀνά τε κλυτὰ τεύχε' ἀείρας399
ἀναβὰς δὲ εἰς τὸ ὄχημα, καὶ ἀναθεὶς καὶ τὰ ἔνδοξα ὅπλα,

μάστιξέν ῥ' ἐλάαν, τὼ δ' οὐκ ἀέκοντε πετέσθην. 400
ἐμάστιζε δὴ ἐλαύνειν, οὗτοι δὲ ἑκόντες ἔτρεχον·

τοῦ δ' ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται401
τούτου δὲ ἐπισυρομένου ἐγίνετο κονιορτός· περὶ αὐτὸν αἱ τρίχες τῆς κεφαλῆς

κυάνεαι πίτναντο, κάρη δ' ἅπαν ἐν κονίῃσι402
αἱ μέλαιναι προσήγγιζον τῇ γῇ, ἡ κεφαλὴ δὲ ὅλη ἐν τῇ κόνει καὶ τοῖς χώμασιν

κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι403
ἔκειτο, ἡ τὸ πρὶν χάριτος καὶ ἡδύτητος γέμουσα, τότε δὲ ὁ Ζεὺς τοῖς ἐχθροῖς

δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.404
ἔδωκεν αὐτὴν αἰκίσαι, καὶ ἀτιμάσαι ἐν τῇ ἑαυτοῦ πατρίδι γῇ.



ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ 405
οὕτω τούτου ἡ κεφαλὴ πᾶσα ἐκεκονιόρτωτο· ἡ μήτηρ δὲ

τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην406
ἀπέσπα τὰς τρίχας τῆς κεφαλῆς, ἀπέρριψε δὲ τὸ λευκὸν κάλυμμα

τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδ' ἐσιδοῦσα·407
πόρρω, ὠλόλυξε δὲ πάνυ μεγάλως θεασαμένη τὸν υἱὸν·

ᾤμωξεν δ' ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ408
ἐθρήνει δὲ οἰκτρῶς ὁ ἀγαπητὸς πατήρ, οἱ λαοὶ δὲ

κωκυτῷ τ' εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.409
θρήνῳ κατείχοντο, καὶ ὀδυρμῷ κατὰ τὴν πόλιν·

τῷ δὲ μάλιστ' ἄρ' ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα 410
τούτῳ δὲ μάλιστα ἦν ὅμοιον ὥσπερ εἰ πᾶσα

Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ' ἄκρης.411
ἡ λοφώδης καὶ ὑψηλὴ Ἴλιος κατακαίοιτο κατά κορυφῆς (κατὰ κράτος).

λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα412
οἱ μὲν οὖν λαοὶ τὸν γέροντα μόλις κατέσχον ἀγανακτοῦντα καὶ λυπούμενον περιπαθῶς,

ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.413
προθυμούμενον ἐξελθεῖν τῶν Δαρδανίων πυλῶν,

πάντας δ' ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,414
πάντας δὲ ἱκέτευε, κυλιόμενος κατὰ τὸν συρφετὸν τῆς γῆς,

ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον· 415
ἐξ ὀνόματος καλῶν ἕκαστον ἄνδρα·

σχέσθε φίλοι, καί μ' οἶον ἐάσατε κηδόμενοί περ416
παύσασθε, ὦ φίλοι, καὶ ἄφετέ με μόνον, καίπερ λυπούμενον,

ἐξελθόντα πόληος ἱκέσθ' ἐπὶ νῆας Ἀχαιῶν.417
ἐξελθόντα τῆς πόλεως ἀφικέσθαι παρὰ τὰς ναῦς τῶν Ἑλλήνων,

λίσσωμ' ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,418
ὅπως παρακαλέσω τὸν ἄνδρα τοῦτον τὸν ἀνόσιον, καὶ βίαια καὶ ἄδικα πράττοντα,

ἤν πως ἡλικίην αἰδέσσεται ἠδ' ἐλεήσῃ419
ἐάν πως τὴν ἐμὴν ἡλικίαν αἰδεσθήσεται καὶ ἐλεήσει

γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται 420
τὸ γῆρας· καὶ δὴ καὶ αὐτῷ ὑπάρχει τοιοῦτος πατὴρ

Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι421
ὁ Πηλεύς, ὅστις αὐτὸν ἐγέννησε, καὶ ἀνέτρεφε βλάβην γενέσθαι

Τρωσί· μάλιστα δ' ἐμοὶ περὶ πάντων ἄλγε' ἔθηκε.422
τοῖς Τρῳσί, μάλιστα δὲ ἐκ πάντων ἐμοὶ θλίψεις καὶ λύπας ἐποίησε,

τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας·423
πολλοὺς γάρ μοι υἱοὺς ἀπέκτεινε καλοὺς καὶ ἀκμαίους·

τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ424
τούτων πάντων ἕνεκα οὐ θρηνῶ τοσοῦτον, καίπερ λυπούμενος,

ὡς ἑνός, οὗ μ' ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω, 425
ὥσπερ (ὅσον) ἕνεκα ἑνός, οὗ με ἡ λύπη ἡ σφοδρά καταβιβάσει εἰς τὸν ᾅδην,

Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι·426
τοῦ Ἕκτορος· ὡς εἴθε ὦφλεν ἀποθανεῖν ἐν ταῖς ἐμαῖς χερσίν,

τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε427
οὕτω γὰρ ἂν ἐνεπλήσθημεν κλαίοντες καὶ θρηνοῦντες,

μήτηρ θ', ἥ μιν ἔτικτε δυσάμμορος, ἠδ' ἐγὼ αὐτός.428
ἥ τε μήτηρ ἥτις αὐτὸν ἔτεκεν ἡ δυστυχὴς καὶ ἀθλία, καὶ ἐγὼ αὐτός.



ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται·429
οὕτως εἶπε κλαίων, ἐπεστέναζον δὲ οἱ πολῖται.

Τρῳῇσιν δ' Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο· 430
Ἑκάβη δὲ ταῖς Τρωικαῖς γυναιξὶν ἤρχετο θρήνου καὶ ὀδυρμοῦ συχνοῦ, λέγουσα·

τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα431
ὦ παῖ, ἐγὼ ἡ ταλαίπωρος καὶ ἀθλία, τί δὴ καὶ πῶς βιώσομαι καὶ ζήσομαι δεινὰ καὶ χαλεπὰ παθοῦσα

σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ432
σοῦ ἀποθανόντος; ὅς μοι νύκτωρ καὶ μεθ᾿ ἡμέραν

εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τ' ὄνειαρ433
δόξα κατὰ τὴν πόλιν ἀνεστρέφου καὶ διέτριβες, καὶ πᾶσιν ὄφελος

Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς434
τοῖς τε Τρῳσὶ καὶ ταῖς Τρῳάσιν ἐν τῇ πόλει, οἵ σε καθάπερ θεὸν

δειδέχατ'· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα 435
διεδέχοντο καὶ ἠσπάζοντο καὶ ἐφιλοφρονοῦντο, ὄντως γὰρ ἂν αὐτοῖς δόξα μεγάλη καὶ εὐπρέπεια ὑπῆρχες,

ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.436
ὅτε ἔζης, νυνὶ δὲ θάνατος καὶ τύχη κακή σε καταλαμβάνει.



ὣς ἔφατο κλαίουσ', ἄλοχος δ' οὔ πώ τι πέπυστο437
οὕτως εἶπε κλαίουσα· ἡ γυνὴ δὲ οὔ πώ τι ἤκουσε

Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν438
τοῦ Ἕκτορος, οὐδεὶς γὰρ ἀληθὴς μηνυτής παραγενόμενος

ἤγγειλ' ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,439
αὐτῇ ἐμήνυσεν, ὅτι δὴ ὁ ἀνὴρ αὐτῆς ἐκτὸς τῶν πυλῶν ἔμενεν·

ἀλλ' ἥ γ' ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο 440
ἀλλ᾽ αὕτη γε ὕφασμα εἰργάζετο ἐν τῷ ἐνδοτάτῳ τοῦ ὑψηλοῦ οἴκου,

δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλ' ἔπασσε.441
διπλοΐδα μεγάλην πορφυράν, ἐνέπασσε δὲ καὶ ἐποίκιλλε χρώματα διάφορα·

κέκλετο δ' ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα442
παρεκελεύσατο δὲ ταῖς καλλικόμοις θεραπαίναις ἐν τῷ οἴκῳ

ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο443
στῆσαι περὶ τὸ πῦρ μέγαν λέβητα ὅπως ὑπάρχοι

Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι444
τῷ Ἕκτορι λουτρὰ θερμά ὑποστρέψαντι ἐκ τοῦ πολέμου·

νηπίη, οὐδ' ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν 445
ἡ ἀνόητος, οὐδὲ ἔμαθεν ὅτι αὐτὸν πόρρω πάνυ λουτρῶν

χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.446
ἀπέκτεινεν ἡ εὐόφθαλμος Ἀθηνᾶ διὰ τῶν χειρῶν τοῦ Ἀχιλλέως·

κωκυτοῦ δ' ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·447
ἤκουσε δὲ τοῦ θρήνου καὶ τῆς ὀλολυγῆς ἀπὸ τοῦ πύργου·

τῆς δ' ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·448
ταύτης δὲ περιεκλονήθησαν τὰ μέλη, ἐξέπεσε δὲ τῶν χειρῶν αὐτῆς ἐπὶ τὴν γῆν τὸ ὑφαντικὸν ἐργαλεῖον·

ἣ δ' αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·449
ἡ δὲ ταῖς καλλικόμοις θεραπαίναις ἔλεγεν·

δεῦτε δύω μοι ἕπεσθον, ἴδωμ' ὅτιν' ἔργα τέτυκται. 450
ἄγετ᾿ ἀκολουθεῖτέ μοι δύο, ὅπως θεάσωμαι τίνα ἔργα γεγόνασι·

αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δ' ἐμοὶ αὐτῇ451
τῆς αἰδεσίμου πενθερᾶς τὴν φωνὴν ἤκουσα· ἐν ἐμοὶ δὲ αὐτῇ

στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα452
κινεῖται ἐν τοῖς στήθεσιν ἡ καρδία κατὰ τὸ στόμα, κάτωθεν δὲ τὰ γόνατα

πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.453
ψύχεται καὶ ἀπονεκροῦται, πλησίον ἐστὶ δεινόν τι τοῖς παισὶ τοῦ Πριάμου·

αἲ γὰρ ἀπ' οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλ' αἰνῶς454
εἴθε γὰρ πόρρω τῆς ἐμῆς ἀκοῆς γένοιτο ὁ ἐμὸς λόγος· πάνυ μέντοι χαλεπῶς

δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς 455
δέδοικα μή ποτέ μοι τὸν εὔτολμον Ἕκτορα ὁ ἐνδοξότατος Ἀχιλλεὺς

μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,456
μόνον ἀποχωρίσας τῆς πόλεως ἐπὶ τὸ πεδίον ἀποκτείνῃ,

καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς457
καὶ δὴ ἀποπαύσῃ αὐτὸν τῆς χαλεπῆς καὶ ὀδυνηρᾶς ἀνδρίας,

ἥ μιν ἔχεσκ', ἐπεὶ οὔ ποτ' ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,458
ἥτις αὐτὸν κατεῖχεν, ἐπειδὴ οὐδέποτε ἐν τῷ πλήθει παρέμενε τῶν ἀνδρῶν,

ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.459
ἀλλὰ πολλῷ προέτρεχεν τῇ ἑαυτοῦ εὐθαρσίᾳ μηδενὶ ὑποχωρῶν.



ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση 460
οὕτως εἰποῦσα ὥρμησεν ἐκ τοῦ οἴκου ὁμοία ἐμμανεῖ γυναικὶ

παλλομένη κραδίην· ἅμα δ' ἀμφίπολοι κίον αὐτῇ461
διασειομένη καὶ κλονουμένη κατὰ τὴν καρδίων, σὺν αὐτῇ δὲ καὶ αἱ θεράπαιναι ἐπορεύοντο.

αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον462
ἐπειδὴ δὲ ἀφίκετο εἰς τὸν πύργον καὶ τὸ ἄθροισμα τῶν ἀνδρῶν,

ἔστη παπτήνασ' ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν463
ἔστη ἐπὶ τῷ τείχει περιβλεψαμένη, τοῦτον δὲ ἐθεάσατο

ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι464
ἐπισυρόμενον ἔμπροσθεν τῆς πόλεως· οἱ ταχεῖς δὲ ἵπποι αὐτὸν

ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν. 465
ἔσυρον ἀφειδῶς ἐπὶ τὰς βαθείας ναῦς τῶν Ἑλλήνων·

τὴν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,466
ταύτην δὲ ἐν ὀφθαλμοῖς νὺξ σκοτεινὴ περιεκάλυψε,

ἤριπε δ' ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.467
κατέπεσε δὲ εἰς τοὐπίσω, ἀπέπνευσε δὲ τὴν ψυχήν·

τῆλε δ' ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,468
πόρρω δὲ ἀπὸ τῆς κεφαλῆς ἔρριψε τὰ λαμπρὰ ἐπίδεσμα καὶ περιθέματα τῆς κεφαλῆς,

ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην469
τό τε διάδημα τῶν τριχῶν, καὶ τὸν κεκρύφαλον,

κρήδεμνόν θ', ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη 470
καὶ τὴν περὶ τοὺς κροτάφους σειράν, καὶ τὸ ἐπιβόλαιον, ὅπερ ἔδωκεν αὐτῇ ἡ χρυσῆ Ἀφροδίτη

ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθ' Ἕκτωρ471
τῇ ἡμέρᾳ ἐκείνῃ, ἡνίκα αὐτὴν ὁ συνεχῶς τὸ κράνος κινών Ἕκτωρ ἠγάγετο

ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.472
ἐκ τοῦ οἴκου τοῦ Ἠετίωνος, ἐπειδὴ ἔδωκε πλεῖστα δῶρα προικῴα.

ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,473
περὶ αὐτὴν δὲ αἱ τοῦ ἀνδρὸς ἀδελφαὶ καὶ αἱ τῶν ἀνδραδελφῶν γυναῖκες πολλαὶ ἵσταντο,

αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.474
αἳ δὴ αὐτὴν ἐν ἑαυταῖς κατεῖχον λύπῃ ἐπειγομένην (συνεχομένην) ἀποθανεῖν.

ἣ δ' ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη 475
ἐπεὶ δὲ αὕτη ἔμπνους ἐγένετο (ἀνέπνευσε), καὶ ἡ ψυχή (τὸ πνεῦμα) συνηθροίσθη εἰς τὴν διάνοιαν,

ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·476
ἀναβολάδην καὶ ὀξέως ὀλολύζουσα ἐν ταῖς Τρωικαῖς γυναιξὶν εἶπεν·

Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθ' αἴσῃ477
ὦ Ἕκτορ, ἐγὼ ἡ ταλαίπωρος καὶ ἀθλία, μιᾷ δὴ μοίρᾳ ἐγεννήθημεν

ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,478
ἀμφότεροι, σὺ μὲν ἐν τῇ Τροίᾳ ἐν τῷ οἴκῳ τοῦ Πριάμου,

αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ479
ἐγὼ δὲ ἐν ταῖς Θήβαις, τῇ ὑπὸ τῷ Πλακεῖ ὄρει κειμένῃ, συμφύτῳ καὶ ὑλώδει πόλει

ἐν δόμῳ Ἠετίωνος, ὅ μ' ἔτρεφε τυτθὸν ἐοῦσαν 480
ἐν τῷ οἴκῳ τοῦ Ἠετίωνος, ὅς με ἀνέτρεφε μικρὰν ὑπάρχουσαν

δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.481
τὴν δυστυχῆ καὶ κακόμοιρον, ὡς εἴθε μὴ ὦφλε γεννῆσαί με·

νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης482
νυνὶ δὲ σὺ μὲν δὴ εἰς τοὺς οἴκους τοῦ Ἅιδου ὑπὸ τοὺς μυχοὺς καὶ ἀποκρύφους τόπους τῆς γῆς

ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις483
ἀπέρχῃ, ἐμὲ δὲ ἐν πένθει καὶ θρήνῳ μισητῷ καταλείπεις

χήρην ἐν μεγάροισι· πάϊς δ' ἔτι νήπιος αὔτως,484
ἐστερημένην ἀνδρὸς ἐν τοῖς οἴκοις, ὁ παῖς δὲ ἔτι βρέφος οὕτως,

ὃν τέκομεν σύ τ' ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ 485
ὅν ἐγεννήσαμεν σύ τε κἀγὼ οἱ δυστυχεῖς καὶ κακόμοιροι· οὔτε σὺ τούτῳ

ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.486
ἔσῃ, ὦ Ἕκτορ, ὄφελος, ἐπειδὴ ἀπέθανες, οὔτε σοὶ ἔται οὗτος·

ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,487
ἐὰν γὰρ καὶ τὸν πολλῶν δακρύων αἴτιον πόλεμον τῶν Ἑλλήνων ἐκφύγῃ,

αἰεί τοι τούτῳ γε πόνος καὶ κήδε' ὀπίσσω488
ἀεὶ δὴ τούτῳ γε ταλαιπωρία καὶ λύπαι μετὰ ταῦτα

ἔσσοντ'· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.489
ἔσονται, ἄλλοι γὰρ αὐτοῦ ἀφαιρήσονται τὰ σιτοφόρα χωρία·

ἦμαρ δ' ὀρφανικὸν παναφήλικα παῖδα τίθησι· 490
ἡ τῆς ὀρφανίας δ' ἡμέρα, καὶ τὸ ζῆν ὀρφανόν, πάντων τῶν ὁμηλίκων ἀπεληλαμμένον τὸν παῖδα καθίστησι,

πάντα δ' ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,491
πάντα δὲ δεινὰ εἰς ἀνάμνησιν ἄγει τοῦ δυσφορεῖν, δάκρυσι δὲ περιρρέονται αἱ παρειαί,

δευόμενος δέ τ' ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,492
βρεχόμενος (ἐνδεής) δὲ ἀνέρχεται ὁ παῖς παρὰ τοὺς πατρικοὺς φίλους·

ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·493
ἄλλον μὲν ἀπὸ τῆς χλαμύδος ἑλκύων, ἄλλον δὲ ἀπὸ τοῦ χιτῶνος,

τῶν δ' ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·494
τούτων δὲ σπλαγχνισθέντων ποτήριόν τις μικρὸν παρέσχε,

χείλεα μέν τ' ἐδίην', ὑπερῴην δ' οὐκ ἐδίηνε. 495
καὶ τὰ μὲν χείλη ἔβρεξεν, ἐντὸς δὲ τὰ οὖλα τοῦ στόματος οὐκ ἔβρεξε.

τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε496
τοῦτον δὲ καί τις ἐπ᾽ ἀμφοτέροις τοῖς γονεῦσι θάλλων ἀπεωθήσατο ἐκ τῆς εὐωχίας

χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων·497
πλήξας ταῖς χερσὶ, καὶ ὀνειδισμοῖς, καὶ λοιδορίαις βάλλων καὶ ἐπιπλήσσων·

ἔρρ' οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.498
ἀπελθ᾽ οὕτω μετὰ φθορᾶς, οὐχ ὁ σὸς πατὴρ ἐν ἡμῖν εὐωχεῖται·

δακρυόεις δέ τ' ἄνεισι πάϊς ἐς μητέρα χήρην499
δακρύων δὲ ὁ παῖς ἐπανέρχεται πρὸς τὴν μητέρα τὴν ἐστερημένην ἀνδρὸς

Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς 500
ὁ Ἀστυάναξ, ὃς πρότερον μὲν ἐπὶ τοῖς γόνασι τοῦ ἑαυτοῦ πατρὸς

μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν·501
μυελὸν μόνον ἤσθιε, καὶ στέαρ λιπαρὸν προβάτων·

αὐτὰρ ὅθ' ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,502
ὅτε δ᾽ αὐτὸν ὁ ὕπνος κατελάμβανε καὶ ἐπαύετο παιδαριευόμενος καὶ τὰ τῶν νηπίων πράττων,

εὕδεσκ' ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης503
ὕπνωττεν ἐν τῇ κλίνῃ ἐν ταῖς ἀγκάλαις τῆς τροφοῦ

εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ·504
ἐν στρωμνῇ μαλακῇ, παντοίων ἐδεσμάτων ἐμπλήσας τὴν ψυχήν·

νῦν δ' ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν 505
νυνὶ δὲ πολλὰ ἂν δεινὰ πάθῃ τοῦ ἀγαπητοῦ πατρὸς ἀπεστερημένος

Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·506
ὁ Ἀστυάναξ, ὃν οἱ Τρῷες κατ᾿ ἐπωνυμίαν καλοῦσι·

οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.507
μόνος γὰρ αὐτοῖς ἐφύλαττες καὶ ἔσωζες τὰς πύλας καὶ ὑψηλὰ τείχη,

νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων508
ὦ Ἕκτορ, νυνὶ δὲ σὲ μὲν παρὰ ταῖς καμπυλοπρύμναις ναυσὶ πόρρω τῶν γονέων

αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται509
εὔστροφοι καὶ εὐκίνητοι σκώληκες φάγονται, ἐπειδὰν οἱ κύνες ἐμπλησθῶσιν,

γυμνόν· ἀτάρ τοι εἵματ' ἐνὶ μεγάροισι κέονται 510
ἀπερικάλυπτον· τὰ ἱμάτια δέ σοι ἐν τοῖς οἴκοις κεῖται

λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.511
λεπτὰ καὶ ὡραῖα, εἰργασμένα ταῖς τῶν γυναικῶν χερσίν.

ἀλλ' ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ512
ἀλλὰ ταῦτα μὲν πάντα κατακαύσω πυρὶ καυστικῷ,

οὐδὲν σοί γ' ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,513
σοὶ γὰρ ἐξ αὐτῶν οὐδὲν ὄφελος, ἐπειδὴ οὐκ ἐν αὐτοῖς κείσῃ,

ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.514
ἀλλὰ πρὸς δόξαν τῶν Τρῴων καὶ τῶν Τρῳάδων ἔσονται.



ὣς ἔφατο κλαίουσ', ἐπὶ δὲ στενάχοντο γυναῖκες. 515
οὕτως εἶπε κλαίουσα, ἐπεστέναζον δὲ αἱ γυναῖκες.