Vasile Stancu

The ILIAD




Book XXII

Homeric text & Koine Greek paraphrase by Theodorus Gaza


οὕτως οὗτοι μὲν εἰς (ἐν) τὴν(ῇ) πόλιν(ει) καταφυγόντες (δειλιῶντες) καθάπερ γεννήματα ἐλάφων, τὸν ἱδρῶτα κατέψυχον καὶ ἐξήραινον ἀνέμῳ, ἔπιόν τε καὶ τὸ δίψος ἐθεράπευον περικεκλεισμένοι καὶ περιεχόμενοι τοῖς καλοῖς προμαχῶσιν, ἤγουν τῷ τείχει παντί. οἱ Ἕλληνες δὲ πλησίον τοῦ τείχους ἐπορεύοντο, τὰς ἀσπίδας ἐπικλίναντες, καὶ τὴν ἄνω περιφέρειαν αὐτῶν ἐπιθέντες τοῖς ὤμοις. τὸν Ἕκτορα δὲ αὐτόθι παραμεῖναι ἐδέσμευσεν ἡ ἀφανιστικὴ Μοῖρα ἔμπροσθεν τοῦ Ἰλίου, καὶ τῶν Σκαιῶν πυλῶν. πρὸς τὸν υἱὸν δὲ τοῦ Πηλέως ἔλεγεν ὁ λαμπρὸς Ἀπόλλων· τί δήποτέ με υἱὲ τοῦ Πηλέως διώκεις ποσὶ ταχέσι, σὺ φθαρτὸς ὤν, θεὸν ἄφθαρτον καὶ ἀθάνατον; οὐδὲ δήπω με ἐνόησας ὅτι θεός εἰμι, σὺ δὲ ἀδιαλείπτως προθυμῇ; ἢ δή σοι οὐδὲν μέλει ἡ τῶν Τρῴων κακοπάθεια, οὓς ἔτρεψας εἰς φυγήν, οἳ δή σοι εἰς τὴν πόλιν συνεστράφησαν, σὺ δὲ ἐνθάδε ἀπεχωρίσθης; οὐδαμῶς με ἀποκτενεῖς, ἐπειδὴ οὐχ ὑπόκειμαι μοίρᾳ.

001

πρὸς τοῦτον δὲ μεγάλως στενάξας εἶπεν ὁ ταχύπους Ἀχιλλεύς· ἔβλαψάς με, ὦ Ἄπολλον ὀλεθριώτατε πάντων τῶν θεῶν, δεῦρο νῦν ἀπαγαγὼν ἐκ τοῦ τείχους· ὄντως ἂν ἔτι πολλοὶ τοῖς ὀδοῦσιν ἐλάβοντο τῆς γῆς, πρὶν εἰς τὸ Ἴλιον ἀφικέσθαι. νυνὶ δὲ ἐμὲ μὲν μεγάλην δόξων ἀφείλου, τούτους δὲ ἔσωσας ῥᾳδίως, ἐπειδὴ οὐδαμῶς ἐφοβήθης ἀντέκτισιν καὶ τιμωρίαν ἐσομένην· ὄντως ἐτιμωρησάμην ἄν σε, εἴ μοι δύναμίς γε παρῆν.

014

οὕτως εἰπὼν ἐπὶ τὴν πόλιν μεγαλοφρονῶν καὶ ἐπαιρόμενος ἐπορεύθη ὁρμήσας, ὥσπερ ἵππος νικητὴς σὺν ὀχήματι, ὃς δὴ ῥᾳδίως τρέχει ἐκτεινόμενος διὰ τῆς πεδιάδος· οὕτως ὁ Ἀχιλλεὺς ταχέως ἐκίνει τοὺς πόδας καὶ τὰ γόνατα.

021

τοῦτον δὲ ὁ γέρων Πρίαμος ἐθεάσατο τοῖς ὀφθαλμοῖς περιλάμποντα καθάπερ ἀστέρα, ἐφορμῶντα διὰ τοῦ πεδίου, ὃς δὴ κατὰ τὸν τοῦ φθινοπώρου καιρὸν ἀνατέλλει, λαμπραὶ δὲ καὶ διάδηλοι αἱ λαμπηδόνες αὐτοῦ ὁρῶνται ἐν τοῖς πολλοῖς ἄστρασιν ἐν τῷ μέσῳ τῆς νυκτός, ὃν καλοῦσι κατ' ἐπωνυμίαν Κύνα τοῦ Ὠρίωνος, τηλαυγέστατος μὲν οὗτος ὑπάρχει, χαλεπὸν δὲ σημεῖόν ἐστι, καὶ γὰρ ἐπιφέρει τοῖς ἀθλίοις ἀνθρώποις πολὺν πυρετόν. οὕτως ἔλαμπεν ὁ σίδηρος περὶ τὰ στήθη αὐτοῦ τρέχοντος· κλαίων δ᾽ ἐβόησεν ὁ γέρων, τὴν κεφαλὴν δ᾽ αὐτὸς ἔπληξε ταῖς χερσίν, ἄρας εἰς τὸ ὕψος, μεγάλως δὲ θρηνήσας ἐβόησε παρακαλῶν τὸν ἀγαπητὸν ὑιόν· οὗτος δὲ ἔμπροσθεν τῶν πυλῶν ἵστατο ἀπαύστως προθυμούμενος πολεμεῖν τῷ Ἀχιλλεῖ· πρὸς τοῦτον δὲ ὁ γέρων οἰκτρὰ ἔλεγε τὰς χεῖρας ἐκτείνων· ὦ Ἕκτορ μή μοι παράμενε, ἀγαπητὸν τέκνον, τὸν ἄνδρα τοῦτον μόνος ἄνευ τῶν ἄλλων, ἵνα μὴ ταχέως τὸν θάνατον ἐπισπάσῃ ἀναιρεθεὶς ὑπὸ τοῦ υἱοῦ τοῦ Πηλέως, ἐπειδὴ πολλῷ κρείσσων ὑπάρχει· ὁ χαλεπὸς καὶ ἄδικος, εἴθε γένοιτο φίλος τοσοῦτον τοῖς θεοῖς, ὅσον ἐμοί, ταχέως ἂν αὐτὸν οἱ κύνες καὶ οἱ γῦπες ἔφαγον ἐρριμμένον· ὄντως ἄν μοι ἡ χαλεπὴ λύπη ἐξέλιπεν ἀπὸ τῆς διανοίας, ὅς με ἐποίησεν ἔρημον πολλῶν τε καὶ ἀγαθῶν υἱῶν, ἀναιρῶν, καὶ πολλῶν ἐπὶ τὰς πόρρω κειμένας νήσους. καὶ γὰρ νῦν τοὺς δύο μοι παῖδας τὸν Λυκάονα καὶ τὸν Πολύδωρον οὐ δύναμαι θεάσασθαι, τῶν Τρῴων συστραφέντων καὶ ἀθροισθέντων εἰς τὴν πόλιν, οὓς μοι ἡ Λαοθόη ἔτεκεν ἡ βασιλικωτάτη τῶν γυναικῶν· ἀλλ᾽ εἰ μὲν ζῶσιν ἐν τῷ στρατῷ, ὄντως ἂν μετὰ ταῦτα χαλκὸν δόντες καὶ χρυσὸν ἐλευθερώσομεν, πάρεστι γάρ, πολλὰ γὰρ ἐπέδωκε τῇ ἑαυτοῦ θυγατρὶ ὁ περιβόητος γέρων Ἄλτης. εἰ δὲ ἤδη ἀπέθανον, καὶ ἐν τοῖς οἴκοις τοῦ Ἅιδου εἰσί, λύπη τῇ ἐμαυτοῦ ψυχῇ καὶ τῇ μητρί, οἳ ἐγεννήσαμεν αὐτούς, ὑπάρχει· τοῖς ἄλλοις δὲ λαοῖς ὀλιγοχρονιώτερος λύπη ἔσται, ἐὰν μὴ σὺ ἀποθάνῃς ἀναιρεθείς ὑπὸ τοῦ Ἀχιλλέως. ἀλλ᾽ εἴσελθε εἰς τὴν πόλιν, ὦ τέκνον ἐμόν, ὅπως σώσῃς τοὺς Τρῷας καὶ τὰς Τρῳάδας, μηδὲ μεγάλην δόξαν παράσχῃς τῷ υἱῷ τοῦ Πηλέως, αὐτός (σὺ) δὲ τῆς ἀγαπητῆς ζωῆς στερηθῇς. πρὸς τούτοις δὲ ἐμὲ ἄθλιον καὶ ταλαίπωρον ἔτι σωφρονοῦντα οἴκτειρον, δυστυχῆ καὶ κακοδαίμονα, ὃν δὴ ὁ πατὴρ ὁ υἱὸς τοῦ Κρόνου ἐπὶ τῷ τέλει καὶ τῇ ἐξόδῳ τοῦ βίου φθερεῖ καὶ ἀφανίσει ἐν μοίρᾳ ὀδυνηρᾷ πολλὰ χαλεπὰ θεασάμενον· τούς τε υἱοὺς ἀναιρουμένους, καὶ τὰς θυγατέρας ἑλκομένας καὶ ὑβριζομένας, καὶ τὰ δώματα διαφθειρόμενα, καὶ μικρὰ παιδία ῥιπτούμενα ἐπὶ τὴν γῆν ἐν τῇ χαλεπῇ μάχῃ, καὶ τὰς τῶν ὑιῶν γυναῖκας ἐπισυρομένας ὑπὸ τῶν χειρῶν τῶν Ἑλλήνων· ἐμὲ δὲ τελευταῖον αὐτὸν οἱ κύνες ἐν ταῖς πρώταις θύραις καὶ τοῖς προαυλίοις οἱ ὠμοβόροι ἑλκύσουσι, καὶ σπαράξουσιν, ἐπειδάν τις σιδήρῳ ὀξεῖ τρώσας ἐγγύθεν, ἢ πλήξας πόρρωθεν, ἀφέληται τὴν ψυχὴν ἀπὸ τῶν μελῶν, οὓς ἔτρεφον ἐν τοῖς οἴκοις παρεστῶτας τῇ τραπέζῃ καὶ τὰς πύλας φυλάσσοντας, οἳ δὴ τοὐμὸν αἷμα πιόντες, δυσφοροῦντες ὑπὸ πλησμονῆς κατὰ ψυχήν, κείσονται ἐν τοῖς προθύροις (ἔμπροσθεν τῶν θυρῶν). τῷ δέ γε νέῳ πάντα καθήκει πολέμῳ ἀναιρεθέντι, διακεκομμένῳ σιδήρῳ ὀξεῖ κεῖσθαι, πάντα γὰρ εὐπρεπῆ ἀποθανόντι γε, ὅ τι ἂν συμβαίη (ἐὰν ἐκ τοῦ ἀποθανεῖν καλόν τι φανῇ καὶ λυσιτελές). ἀλλ᾿ ὁπόταν δὴ λευκὴν κεφαλήν, καὶ λευκὸν γένειον, καὶ τὴν αἰδῶ αἰκίσωσι κύνες γέροντος ἀναιρεθέντος, τοῦτο δὴ ἐλεεινότατον ὑπάρχει τοῖς ἀθλίοις ἀνθρώποις.

025

εἶπε δὴ ὁ γέρων, τὰς λευκὰς δὲ τρίχας ἔτιλλε ταῖς χερσὶν ἀποσπῶν αὐτὰς ἐκ τῆς κεφαλῆς, οὐ μὴν τῷ(οῦ) Ἕκτορι(ος) κατέπειθε τὴν ψυχήν. ἡ μήτηρ δὲ ἀφ' ἑτέρου μέρους ὠλοφύρετο δακρυρροοῦσα τὸν κόλπον ἀναχαλῶσα, τῇ ἑτέρᾳ δὲ χειρὶ τὸν μασθὸν προὐβάλετο, καὶ δακρύουσα λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν· ὦ Ἕκτορ τέκνον ἐμόν, ταῦτά τε αἰδοῦ, καί με οἴκτειρον αὐτήν, εἴποτέ σοι μασθὸν παυσίλυπον, καὶ λαθίπονον ἐπέδωκα. τούτων μνήσθητι, ὦ τέκνον ἀγαπητόν· ἀμύνου δὲ τὸν πολέμιον καὶ ἀφανιστικὸν ἄνδρα, εἰσελθὼν ἐντὸς τοῦ τείχους, μηδὲ πρὸ τῶν ἄλλων μαχόμενος παράμενε τούτῳ· ὁ δεινὸς καὶ ἄδικος· ἐὰν γάρ σε ἀποκτείνῃ, οὐκέτι σε ἔγωγε κλαύσομαι ἐν τῇ στρωμνῇ, ἀγαπητὲ κλάδε, ὃν ἔτεκον ἐγώ, οὐδὲ ἡ γυνὴ ἡ πολλά σοι δωρησαμένη· πόρρω δέ σε πάνυ ἡμῶν παρὰ ταῖς ναυσὶ τῶν Ἀργείων οἱ ταχεῖς κύνες καταφαγοῦνται.

077

οὕτως οὗτοι κλαίοντες ἔλεγον πρὸς τὸν ἀγαπητὸν υἱὸν πάνυ παρακαλοῦντες, οὐκ ἔπεισαν δὲ τοῦ Ἕκτορος τὴν ψυχήν. ἀλλ' οὗτός γε παρέμενε τὸν μέγαν Ἀχιλλέα πλησίον ἐρχόμενον. ὥσπερ δὲ δράκων ἄγριος παρὰ τῇ(ῷ) ἑαυτοῦ καταδύσει (μυχῷ) παραμένει ἄνδρα, φαγών τινα κακωτικὰ καὶ ἰοῦ ποιητικά, εἰσῆλθε δὲ αὐτὸν ὀργὴ χαλεπή, καταπληκτικῶς δὲ βλέπει συστρεφόμενος ἐν τῷ μυχῷ. οὕτως ὁ Ἕκτωρ ἀκατάπαυστον ἔχων προθυμίαν οὐκ ἀφίστατο, ἐπιστηρίξας τὴν ἀσπίδα τὴν λαμπρὰν ἐπὶ τῷ προβεβλημένῳ πύργῳ, στενάξας δὲ εἶπε πρὸς τὴν ἑαυτοῦ μεγαλόφρονα ψυχήν· οἴμοι ἐγώ, ἐὰν εἰς τὰς πύλας καὶ τὰ τείχη εἰσέλθω, πρῶτος ὁ Πολυδάμας μοι ὀνείδη καὶ λοιδορίας ἐπάξει, ὅς με ἐκέλευε προοδοποιῆσαι τοῖς Τρῳσὶν ἐπὶ τὴν πόλιν κατὰ τήνδε τὴν ὀλεθρίαν νύκτα, ἐπειδὴ ἐξώρμησεν ὁ ἐνδοξότατος Ἀχιλλεύς, ἀλλὰ ἐγὼ οὐκ ἐπειθόμην· ὄντως ἂν πολλῷ ἐπικερδέστερον καὶ ὠφελιμώτερον ἦν. νῦν δὲ μεθ᾿ ὃ ἀπέβαλον τὸν λαὸν διαμαρτίᾳ καὶ ἀβουλίᾳ ἐμῇ, αἰδοῦμαι τοὺς Τρῷας καὶ τὰς Τρῳάδας τὰς τοὺς πέπλους ἐφελκομένας, μήποτέ τις ἄλλος χείρων ἐμοῦ εἴπῃ· ὁ Ἕκτωρ τῇ ἑαυτοῦ θαρρήσας ἰσχύϊ ἀπέβαλε τὸν στρατόν· οὕτω λέξουσιν· ἐμοὶ δὲ τότε πολλῷ ὠφελιμώτερον ἂν εἴη φανερῶς, ἢ τὸν Ἀχιλλέα ἀποκτείναντι ἐπανέρχεσθαι, ἢ δὴ ἐμὲ ἀπολέσθαι ἐνδόξως ἔμπροσθεν τῆς πόλεως. ἐὰν δὲ τὴν ὀμφαλοὺς ἔχουσαν ἀσπίδα κατάθω, καὶ τὸ ἰσχυρὸν κράνος, τὸ δόρυ δὲ πρὸς τὸ τεῖχος στηρίξας, αὐτὸς πορευόμενος παραγένωμαι ἐναντίον τοῦ ἀμωμήτου Ἀχιλλέως, καὶ ὑπόσχωμαι αὐτῷ τὴν Ἑλένην, καὶ σὺν αὐτῇ τὰ κτήματα πάντα πάνυ, ὅσα γε ὁ Ἀλέξανδρος ἐν ταῖς βαθείαις ναυσὶν ἤγαγεν εἰς τὴν Τροίαν, ἥτις ὑπῆρξεν ἀρχὴ ἔριδος καὶ ἔχθρας, δώσειν τοῖς υἱοῖς τοῦ Ἀτρέως ἄγειν, καὶ ἅμα χωρὶς αὐτῶν, τοῖς Ἕλλησιν ἄλλα ἀπομερίσασθαι, ὅσα γε ἥδε ἡ πόλις κρύπτει καὶ ἐμπεριέχει· τοῖς Τρῳσὶ δὲ μετὰ ταῦτα τοῖς γέρουσιν ὀφειλόμενον ὅρκον ὀμόσω μηδὲν ἀποκρύψειν καὶ νοσφιεῖσθαι, ἀλλὰ πάντα εἰς δύο μέρη διελεῖν, ὅσην κτῆσιν ἡ ἐπέραστος πόλις ἔνδον ἐναποκλείει καὶ περιέχει· ἀλλὰ τί δή μοι ταῦτα διεξῆλθεν ἡ ἀγαπητὴ ψυχή; μὴ ἐγὼ μὲν πορευόμενος ἀφίκω παρ' αὐτόν (παραγενόμενος ἱκετεύσω αὐτόν), οὗτος δέ με οὐκ οἰκτείρῃ, οὐδέ τί με αἰδοῦς ἀξιώσῃ, ἀποκτείνῃ δὲ ἄνοπλον ὑπάρχοντα οὕτω καθάπερ γυναῖκα, ἐπειδὰν τὰ ὅπλα ἐκδύσωμαι· οὐκ ἔστι νῦν δυνατὸν ἀπὸ δένδρων, οὐδὲ ἀπὸ κυμάτων τούτῳ γυναικῶς προσδιαλέγεσθαι καθάπερ παρθένος καὶ νεανίας· ἡ παρθένος καὶ ὁ νεανίας προσδιαλέγονται οὕτως ἀλλήλοις. βέλτιόν ἐστι μετὰ ἔριδος καὶ μάχης συνελαύνειν καὶ συμβάλλειν ὅτι τάχος· θεασώμεθα τίνι δὴ ὁ οὐράνιος καύχημα παρέξει καὶ δωρήσεται.

090

οὕτω διελογίζετο ἑστώς· οὗτος δὲ πλησίον αὐτοῦ παρεγένετο ὁ Ἀχιλλεὺς ὅμοιος τῷ Ἄρει τῷ εὐκινητοκράνῳ πολεμιστῇ, κινῶν τὴν ἐκ τοῦ Πηλίου ὄρους μελίαν κατὰ τὸν δεξιὸν ὦμον τὴν φοβεράν, περιέλαμπε δὲ ὁ σίδηρος ὅμοιος λαμπηδόνι, ἢ πυρὸς καιομένου ἢ ἡλίου ἀνατέλλοντος. τὸν Ἕκτορα δέ, ὅτε ἐθεάσατο, κατέλαβε φόβος καὶ τρόμος, οὐδ᾽ ὑπέμεινεν ἔτι μείναι αὐτόθι, ὀπίσω δὲ τὰς πύλας κατέλιπεν, ἀνεχώρησε δὲ φοβηθείς. ὁ τοῦ Πηλέως δὲ υἱὸς ἐφώρμησε ποσὶ ταχέσι θαρρῶν, καθάπερ ἱέραξ ἐν τοῖς ὄρεσι κουφότατος τῶν πετεινῶν, ῥᾳδίως ὥρμησεν ἐπὶ τὴν δειλὴν περιστεράν, αὐτὴ δὲ εἰς τὸ ἔμπροσθεν φεύγει, οὗτος δὲ ἐγγύθεν ὀξέως βοῶν συνεχῶς ἐφορμᾷ, καὶ ἑλεῖν αὐτὴν προτρέπεται ἡ ψυχή. οὕτω δὴ αὐτὸς προθυμούμενος κατ᾿ εὐθεῖαν ἔτρεχεν. ὁ Ἕκτωρ δὲ φοβούμενος ἐτράπη πρὸς τὸ τεῖχος τῶν Τρῴων, ταχέως δὲ τὰ γόνατα ἐκίνει. οὗτοι δὲ παρὰ τὴν περιοπήν, (παρὰ τὸν ἐπὶ τὸ σῆμα τοῦ Ἴλου ὑψηλὸν τόπον) καὶ τὴν ὑψηλὴν ἀγρίαν συκῆν ἀεὶ πρὸς τὸ τεῖχος ἐπὶ τὴν πλατεῖαν ὁδὸν τὴν καλουμένην βασιλικὴν ἔτρεχον. ἀφίκοντο δὲ παρὰ τὴν περικαλλῶς ῥέουσαν ἀπόρροιαν, ἐνταῦθα δὲ πηγαὶ δύο ἀναβλύζουσι τοῦ στροφώδους καὶ ῥευματώδους Σκαμάνδρου ἡ μὲν γάρ τοι ὕδατι θερμοτέρῳ ῥεῖ, περὶ αὐτὴν δὲ καπνὸς γίνεται ἐξ αὐτῆς ὥσπερ πυρὸς καιομένου· ἡ ἑτέρα δὲ κατὰ τὸ θέρος προχέει ὁμοία χαλάζῃ, ἢ χιόνι ψυχρᾷ, ἢ τῷ ἐκ τοῦ ὕδατος κρυστάλλῳ. ἐνταῦθα δὲ ἀπ' αὐτῶν πύελοι πλατεῖς ἐγγὺς ὑπάρχουσι περικαλλεῖς, λίθινοι, ὅπου τὰ λαμπρὰ ἱμάτια ἔπλυνον αἱ γυναῖκες τῶν Τρῴων, καὶ αἱ ὡραῖαι θυγατέρες πρότερον ἐπὶ τῆς εἰρήνης πρὶν ἦλθον οἱ υἱοὶ τῶν Ἑλλήνων· ἐκεῖσε δὲ παρέδραμον ὁ μὲν φεύγων, ὁδὲ ὄπισθεν διώκων· ἔμπροσθεν μὲν ἔφευγεν ἀνδρεῖος, ἐδίωκε δὲ αὐτὸν πολλῷ κρείσσων ταχέως πάνυ. ἐπειδὴ οὐ πρόβατον οὐδὲ βύρσα ἔμελλον λήψεσθαι, ἅπερ γίνονται ἆθλα τοῖς ποσὶ τῶν ἀνδρῶν, ἀλλὰ περὶ τῆς ζωῆς ἔτρεχον τοῦ ἱππικοῦ καὶ πολεμικοῦ Ἕκτορος· ὧσπερ δὲ ὅταν ἀγωνισταὶ ἵπποι μονώνυχες περὶ τὸ τέλος τοῦ δρόμου ταχέως πάνυ τρέχωσι, μέγα δὲ ἔπαθλον κεῖται ἵππος, ἢ γυνὴ ἀνδρὸς ἀποθανόντος. οὕτως οὗτοι τρὶς τὴν τοῦ Πριάμου πόλιν περιέδραμον, καὶ δίκην τόρνου περιεστράφησαν ταχέσι ποσίν, οἱ θεοὶ δὲ πάντες ἐθεῶντο· ἐν τούτοις δὲ λόγων ἤρξατο ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν. φεῦ φεῦ, ὄντως ἄνδρα φίλον διωκόμενον περὶ τὸ τεῖχος θεῶμαι τοῖς ὀφθαλμοῖς, ἡ ἐμὴ δὲ ἀποδύρεται ψυχὴ ἕνεκα τοῦ Ἕκτορος, ὅς μοι πολλοὺς μηρούς βοῶν ἔκαυσεν ἐν ταῖς κορυφαῖς τῆς πολλὰ ἀποκλίματα ἐχούσης Ἴδης, ἄλλοτε δὲ ἐν τῇ ἀκροπόλει· νυνὶ δὲ αὐτὸν ὁ ἐνδοξότατος Ἀχιλλεὺς περὶ τὴν πόλιν τοῦ Πριάμου διώκει ποσὶ ταχέσιν. ἀλλ᾿ ἄγετε σκοπεῖτε, ὦ θεοί, καὶ βουλεύεσθε, ἢ ὅπως ἐκ τοῦ θανάτου σώσωμεν αὐτόν, ἢ ἤδη αὐτὸν θανατώσωμεν διὰ τοῦ Ἀχιλλέως τοῦ υἱοῦ τοῦ Πηλέως, ἀνδρεῖον καὶ γενναῖον ὄντα.

131

πρὸς τοῦτον δὲ εἶπεν ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ· ὦ πάτερ λαμπροκέραυνε τῶν σκοτεινῶν νεφῶν αἴτιε, οἷον χαλεπὸν εἶπας· ἄνδρα φθαρτὸν ὄντα ὑποπεπτωκότα τῇ μοίρᾳ πάλιν ἐθέλεις ἐκ τοῦ κακοήχου καὶ χαλεποῦ θανάτου ἀναρρύσασθαι· πράττε· οἱ ἄλλοι δὲ πάντες θεοὶ οὐκ ἐπαινοῦμέν σοι·

177

πρὸς ταύτην δὲ ἀποκρινόμενος εἶπεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς. θάρρει, ὦ τριτογένεια Ἀθηνᾶ, τέκνον ἀγαπητόν, οὔτι δὴ ψυχῇ προθύμῳ διαλέγομαι, βούλομαι δέ γε φιλάνθρωπος εἶναι. ποίησον ὥσπερ δή σοι νοῦς καὶ θέλησις ὑπάρχει, μηκέτι ἀποχωρεῖ.

182

οὕτως εἰπὼν παρώξυνε τὴν καὶ πρότερον προθυμουμένην Ἀθηνᾶν· ἐπορεύθη δὲ ὁρμήσασα ἐκ τῶν ἐξοχῶν τοῦ Ὀλύμπου·

186

τὸν Ἕκτορα δὲ διηνεκῶς ταράσσων ἐδίωκεν ὁ ταχύπους Ἀχιλλεύς· ὥσπερ δὲ ὅταν κύων ἐν τοῖς ὄρεσι διώκῃ γέννημα ἐλάφου ἀναστήσας ἐκ τῆς κοίτης, διὰ τῶν κοίλων καὶ βασίμων τόπων τοῦ ὄρους· τοῦτον δὲ ἐάν γε καὶ λάθῃ ὑποφυγὼν εἰς τὸν θάμνον, ἀλλά γε ἐρευνῶν τρέχει ἀσφαλῶς καὶ διηκριβωμένως (ἀνενδότως) ἕως ἂν εὕρῃ. οὕτως ὁ Ἕκτωρ οὐκ ἐλάνθανε τὸν ταχύποδα υἱὸν τοῦ Πηλέως, ὁσάκις δ᾽ ἂν λογίσαιτο τῶν Δαρδανίων πυλῶν ἐναντίον ὁρμῆσαι, ὑπὸ τοὺς καλῶς ἐκτισμένους πύργους, εἴπως αὐτῷ ὑπεράνωθεν βοηθήσειεν διὰ τῶν βελῶν· τοσάκις αὐτὸν ἔμπροσθεν προφθάνων ἀπέστρεφε καὶ ἐδίωκεν εἰς τὸ πεδίον, αὐτὸς δὲ πρὸς τὴν πόλιν ἔτρεχεν ἀεί· ὥσπερ δὲ ἐν ὀνείρῳ οὐ δυνατὸν διώκειν τὸν φεύγοντα, οὔτε οὗτος αὐτὸν δύναται ἐκφυγεῖν, οὔτ᾽ αὐτὸς διώκειν. οὕτως οὐκ ἐδύνατο οὗτος καταλαβεῖν τοῖς ποσίν, οὐδὲ αὐτὸς ἐκφυγεῖν. πῶς δ᾽ ἂν ὁ Ἕκτωρ ἐξέφυγε τὴν χαλεπὴν μοίραν τοῦ θανάτου, εἰ μὴ τὸ ἔσχατον καὶ τελευταῖον συνήντησεν αὐτῷ ὁ Ἀπόλλων ἐκ τοῦ σύνεγγυς, ὃς αὐτῷ ἐπιδιήγειρε καὶ ἀνέρρωσε τήν τε ἰσχὺν καὶ τὰ ταχέα γόνατα (διήγειρεν ἰσχὺν καὶ ταχέα γόνατα); τῷ στρατῷ δὲ ἀπηγόρευε τῇ κεφαλῇ ὁ ἐνδοξότατος Ἀχιλλεύς, οὐδὲ ἠφίει φέρεσθαι ἐπὶ τὸν Ἕκτορα τὰ πικρὰ καὶ ὀδυνηρὰ βέλη, μή τις τρώσας αὐτὸν δόξαν λάβοι, οὗτος δὲ ὕστερος παραγένοιτο. ἀλλ᾽ ὁπηνίκα δὴ τὸ τέταρτον ἀφίκοντο παρὰ τὰς τῶν πηγῶν ἀπορροίας, τηνικαῦτα δὴ ὁ πατὴρ ἐξέτεινε τὰς χρυσᾶς πλάστιγγας τοῦ ζυγοῦ, ἐνετίθει δὲ δύο μοίρας τοῦ μακρὰς ἐμποιοῦντος φροντίδας θανάτου, τὴν μὲν Ἀχιλλέως, τὴν δὲ Ἕκτορος τοῦ ἱππικοῦ καὶ πολεμικοῦ, ἀνεῖλκε δὲ ἐκ τοῦ μέσου κρατήσας, ἔρρεπε δὲ καὶ κατεφέρετο ἡ τοῦ Ἕκτορος θανάσιμος ἡμέρα, ἀπῆλθε δὲ εἰς τὸν ᾅδην, κατέλιπε δὲ αὐτὸν ὁ λαμπρὸς Ἀπόλλων. παρὰ τὸν τοῦ Πηλέως υἱὸν δὲ ἀφίκετο ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ, πλησίον δὲ στᾶσα λόγους πτερωτοὺς καὶ ταχεῖς ἔλεγε πρὸς αὐτόν. νῦν δὴ ἡμᾶς γε ἐλπίζω, ὦ φίλε τοῦ Διός, λαμπρότατε Ἀχιλλεῦ, κομίσειν δόξων μεγάλων τοῖς Ἕλλησιν εἰς τὰς ναῦς, τὸν Ἕκτορα ἀποκτείναντες καίπερ ὄντα ἀκόρεστον μάχης, οὐκέτι νῦν ἐστι δυνατὸν αὐτῷ ἡμᾶς ἐκφυγεῖν, οὐδὲ ἐὰν πολλὰ πάνυ πάθῃ ὁ πόρρωθεν ἐνεργῶν Ἀπόλλων, ὑποπίπτων καὶ κυλιόμενος ἔμπροσθεν τοῦ τὴν αἰγίδα φοροῦντος Διός. ἀλλὰ σὺ μὲν νυνὶ στῆθι καὶ ἀνάπνεε, τοῦτον δὲ ἐγώ σοι ἐ(ἀ)πελθοῦσα θαρσοποιήσω πολεμῆσαι κατ' ἐναντίωσιν βιαίαν.

188

οὕτως εἶπεν ἡ Ἀθηνᾶ. οὗτος δὲ ὑπήκουε, ἔχαιρε δὲ ἐν τῇ ψυχῇ, ἔστη δὲ ἐπιστηρίξας ἑαυτὸν ἐπὶ τῆς σιδηρὰν ἐπιδορατίδα ἐχούσης μελίας. αὕτη δὲ τοῦτον μὲν κατέλιπε, κατέλαβε δὲ τὸν ἐνδοξότατον Ἕκτορα, ὁμοία τῷ Δηιφόβῳ κατά τε τὸ σῶμα καὶ τὴν ἰσχυρὰν καὶ ἀκαταπόνητον φωνήν· πλησίον δὲ στᾶσα λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν· ὦ αἰδέσιμε ἀδελφέ, ὄντως πάνυ δή σε καταναγκάζει ὁ ταχύπους Ἀχιλλεύς, περὶ τὴν πόλιν τοῦ Πριάμου διώκων ταχέσι ποσίν. ἀλλ᾽ ἄγε δὴ στῶμεν καὶ ἀμυνώμεθα παραμένοντες. πρὸς ταύτην δὲ εἶπεν ὁ συνεχῶς τὸ κράνος κινῶν μέγας Ἕκτωρ. ὦ Δηίφοβε, ὄντως μέν μοι καὶ πρότερον πάνυ φίλτατος ὑπῆρχες πάντων τῶν ἀδελφῶν, οὓς ἡ Ἑκάβη καὶ ὁ Πρίαμος ἐγέννησαν υἱούς. νῦν δ᾽ ἔτι καὶ μᾶλλον διανοοῦμαι κατὰ διάνοιαν τιμήσαι καὶ φιλῆσαί σε, ὃς ὑπέμεινας ἕνεκεν ἐμοῦ, ἐπειδὴ ἐθεάσω τοῖς ὀφθαλμοῖς, ἐξελθεῖν τοῦ τείχους, οἱ ἀλλοὶ δὲ ἐντὸς μένουσι.

224

πρὸς τοῦτον δὲ εἶπεν ἡ θεά ἡ εὐόφθαλμος Ἀθηνᾶ· αἰδέσιμε ἀδελφέ, ὄντως μὲν πάνυ ὁ πατὴρ καὶ ἡ σεβαστὴ μήτηρ παρεκάλουν ἐφεξῆς ἱκετεύοντες, καὶ οἱ φίλοι περιεστῶτες, αὐτόθι παραμένειν, οὕτω γὰρ ἅπαντες τρέμουσι καὶ δεδοίκασιν. ἡ ἐμὴ μέντοι ψυχὴ ἐντὸς κατεπονεῖτο πένθει καὶ λύπῃ χαλεπῇ. νυνὶ δὲ εὐθὺ σὺν εὐθαρσίᾳ ὁρμῶντες πολεμῶμεν, μηδέ τι δοράτων ὑπαρχέτω φειδώ, ὅπως θεασώμεθα, ἐὰν ὁ Ἀχιλλεὺς ἀποκτείνας ἡμᾶς ὅπλα ᾑμαγμένα κομίσῃ ἐπὶ τὰς κοίλας ναῦς, ἢ ἀναιρεθείη ἂν ὑπὸ τοῦ σοῦ δόρατος.

238

οὕτως εἰποῦσα δόλῳ καὶ ἐπιβουλῇ προηγήσατο ἡ Ἀθηνᾶ. οὗτοι δὲ ἡνίκα δὴ πλησίον ἐγένοντο ἐπαλλήλους ἐρχόμενοι, πρὸς τοῦτον πρότερον εἶπεν ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν μέγας Ἕκτωρ· οὐκέτι σε, ὦ υἱὲ τοῦ Πηλέως, φοβηθήσομαι, καὶ φεύξομαι ὥσπερ πρότερον. τρὶς περὶ τὴν μεγάλην πόλιν τοῦ Πριάμου ἔδεισα, οὐδὲ ὑπέμεινα παραμεῖναι ἐπιόντα· νυνὶ δέ με ἡ ψυχὴ ἀνέπεισε καὶ παρώρμησε στῆναι ἐναντίον σοῦ· κρατήσαιμι ἄν, ἢ κρατηθείην ἂν. ἀλλ᾽ ἄγε δὴ τοὺς θεοὺς μάρτυρας τῶν λεγομένων ποιήσωμεν, οὗτοι γὰρ ἄριστοι μάρτυρες ἔσονται, καὶ ἔφοροι τῶν ὁμολογιῶν καὶ συμβόλων. οὐ γὰρ ἐγὼ σε αἰκίσω οὐδὲ ὑβρίσω δεινῶς καὶ ὑπερηφανῶς, ἐάν μοι ὁ Ζεὺς παράσχῃ τὴν ἐκ μονομερείας νίκην, τὴν σὴν δὲ ζωὴν ἀφέλωμαι. ἀλλ᾽ ἐπειδάν σε τὰ ἔνδοξα ὅπλα ἐκδύσω, Ἀχιλλεῦ, νεκρὸν τοῖς Ἕλλησιν ἀποδώσω, οὕτω δὲ καὶ σὺ ποιήσειν.

247

πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος εἶπεν ὁ ταχύπους Ἀχιλλεύς. ὦ Ἕκτορ ἀλάθητε καὶ δεινὰ καὶ ἀνεπίληστα εἰργασμένε, μή μοι συνθήκας λέγε, ἐπειδὴ οὐκ ἔστι τοῖς λέουσι καὶ τοῖς ἀνδράσιν ὁρκωμόσια βέβαια, οὐδὲ οἱ λύκοι καὶ οἱ ἄρνες ὁμογνώμονα ψυχὴν ἔχουσιν, οὐδὲ ὁμονοοῦσιν, ἀλλὰ διηνεκῶς κακὰ καὶ χαλεπὰ φρονοῦσιν ἀλλήλοις· οὕτως οὐκ ἔστι δυνατὸν ἐμὲ καὶ σὲ φίλους εἶναι, οὔτε τι ἡμῖν ὁρκωμόσια ἔσονται πρὶν ἢ τὸν ἕτερόν γε ἀναιρεθέντα ἐμπλῆσαι αἵματος τὸν ἰσχυρὸν πολεμιστὴν Ἄρεα. πάσης τοίνυν ἀρετῆς ἀναμιμνήσκου, νυνί σε πάνυ δεῖ πολεμιστήν τε εἶναι καὶ εὔτολμον μαχητήν· οὐκέτι σοι ἐστὶν ἐκφυγή, ταχέως γάρ σε ἡ πολεμικὴ Ἀθηνᾶ τῷ ἐμῷ δόρατι δαμάσει καὶ ἀποκτενεῖ, νυνὶ δὲ ὁμοῦ πάντα ἀποδώσεις τὰ ἄλγη τῶν ἐμῶν φίλων, οὓς ἀπέκτεινας δόρατι ἐμμανῶς ὁρμῶν.

260

εἶπε δή, καὶ ἀνασείσας ἀφῆκε τὸ μακρὸν δόρυ, καὶ τοῦτο ἐναντίον θεασάμενος ἐφυλάξατο ὁ λαμπρότατος Ἕκτωρ, ἐκάθισε γὰρ προϊδών, αὐτὸ δὲ ὑπεράνωθεν ἠνέχθη τὸ σιδηροῦν δόρυ, ἐνεπάγη δὲ εἰς τὴν γῆν, ἀνήρπασε δ' αὐτὸ ἡ πολεμικὴ Ἀθηνᾶ, καὶ πάλιν ἐδίδου τῷ Ἀχιλλεῖ, ἔλαθε δὲ Ἕκτορα τὸν βασιλέα τοῦ στρατοῦ. Ἕκτωρ δὲ εἶπε πρὸς τὸν ἀμώμητον υἱὸν τοῦ Πηλέως· ἀπέτυχες, οὐδ᾽ ἄρα τι, ὦ ὅμοιε τοῖς θεοῖς Ἀχιλλεῦ, ἀκριβῶς ἠπίστασο ἐκ τοῦ Διὸς τὸν ἐμὸν θάνατον, εἶπάς γε μέντοι εἰδέναι· ἀλλά τις ὑπάρχεις ἱκανὸς εἰπεῖν καὶ παραλογιστικὸς καὶ ἀπατεών, ὅπως σε φοβηθεὶς εὐθαρσίας τε καὶ δυνάμεως ἐπιλήσμων γένωμαι· οὐ μέντοι φεύγοντί μοι ἐμπήξεις τὸ δόρυ εἰς τὸ μετάφρενον, ἀλλ᾽ ἐπ᾿ εὐθείας ὁρμῶντι διὰ τοῦ στήθους ὤθησον, εἴ σοι τοῦτο δέδωκεν ὁ θεός· νυνὶ δὲ φυλάττου τὸ ἐμὸν δόρυ τὸ σιδηροῦν, εἴθε δὴ αὐτὸ πᾶν ἐν τῷ σαυτοῦ σώματι δέξαιο, καὶ ἡ μάχη ἐλαφροτέρα καὶ κουφοτέρα τοῖς Τρῳσὶ γένοιτο σοῦ ἀποθανόντος, σὺ γὰρ αὐτοῖς βλάβη μεγίστη ὑπάρχεις.

273

εἶπε δὴ καὶ ἀνακινήσας ἀφῆκε τὸ μακρὸν δόρυ, καὶ ἔπληξε τὸ μέσον τῆς ἀσπίδος τοῦ υἱοῦ τοῦ Πηλέως, οὐδὲ ἀπέτυχε· πόρρω δὲ ἀπεκρούσθη τῆς ἀσπίδος τὸ δόρυ, ὠργίσθη δὲ ὁ Ἕκτωρ, διότι δὴ τὸ ταχὺ βέλος ματαίως ἐξῆλθεν ἀπὸ τῆς χειρὸς αὐτοῦ, ἔστη δὲ σκυθρωπάσας, οὐ γὰρ εἶχεν ἄλλο μείλινον δόρυ· τὸν Δηίφοβον δὲ ἐκάλει τὸν λευκὴν ἀσπίδα φέροντα μεγάλως φωνήσας, ἐζήτει αὐτὸν δόρυ μακρόν· οὗτος δὲ οὐδαμῶς ἦν πλησίον. ὁ Ἕκτωρ δὲ κατενόησεν ἐν τῇ διανοίᾳ, καὶ ἐβόησε· φεῦ φεῦ, ὄντως πάνυ δή με καλοῦσιν οἱ θεοὶ ἐπὶ τὸν θάνατον, Δηίφοβον γὰρ ἔγωγε τὸν ἥρωα ᾠήθην παρεῖναι. ἀλλ᾽ οὗτος μὲν ἐν τῷ τείχει ἐστίν, ἐμὲ δὲ ἠπάτησεν ἡ Ἀθηνᾶ· νυνὶ δέ μοι ἐγγὺς ὁ δεινὸς θάνατος, οὐδέτι πόρρωθεν, οὐδὲ ἐκφυγή ἐστιν· ὄντως γὰρ πάλαι τοῦτό γε φίλον καὶ ἀποδεκτὸν ἦν τῷ τε Διὶ καὶ τῷ τοῦ Διὸς υἱῷ Ἀπόλλωνι, οἵ με τὸ πρὶν προθύμως ἐφύλασσον καὶ ἔσωζον, νῦν δέ γε ἡ θανατηφόρος μοῖρα με καταλαμβάνει. οὐ μὴν ἄνευ σπουδῆς καὶ ἀτίμως ἀποθάνοιμ' ἄν, ἀλλὰ πράξας τι μέγα, ὡς καὶ τοὺς μεταγενεστέρους ἀκοῦσαι.

289

οὕτω δὴ εἰπὼν εἵλκυσε τὸ ὀξὺ ξίφος, ὅπερ ὑπὸ τὴν λαγόνα αὐτοῦ ἐκρέματο, μέγα καὶ ἰσχυρόν, ὥρμησε δὲ συστραφεὶς καθάπερ ἀετὸς ἐν ὕψει πετόμενος, ὅστις καταπέτεται εἰς τὸ πεδίον διὰ τῶν σκοτεινῶν νεφῶν ἁρπάσων ἄρνα ἁπαλὴν καὶ τρυφεράν, ἢ λαγωὸν δειλόν. οὕτως ὁ Ἕκτωρ ὥρμησεν ἐπισείων τὸ ὀξὺ ξίφος· ἐπέδραμε δὲ ὁ Ἀχιλλεύς, εὐθαρσίας δὲ ἐνέπλησε τὴν ψυχὴν φοβερᾶς (χαλεπῆς), ἔμπροσθεν δὲ τοῦ στήθους ἐκάλυψε καὶ ἐπέθηκε τὴν ἀσπίδα τὴν εὐειδῆ καὶ ποικιλωτάτην, τῷ λαμπρῷ δὲ κράνει παρέκυπτε τῷ τρεῖς φαλοὺς ἔχοντι, αἱ περικαλλεῖς δὲ τρίχες περιεκινοῦντο χρυσαῖ, ἃς ὁ Ἥφαιστος ἐνέπηξεν εἰς τὸν λόφον πολλάς. οἷος ὁ ἀστὴρ φέρεται ἐν τοῖς ἄστρασι κατὰ τὴν ἑσπέραν, ὁ καλούμενος Ἕσπερος, ὃς ὡραιότατος ἐν τῷ οὐρανῷ ὑπάρχει ἀστήρ. οὕτω λαμπηδὼν ἀπετελεῖτο ἐκ τῆς καλὴν ἀκμὴν ἐχούσης ἐπιδορατίδος, ἣν δὴ ὁ Ἀχιλλεὺς ἔσειε τῇ δεξιᾷ, δεινὰ καὶ χαλεπὰ διανοούμενος τῷ ἐνδοξοτάτῳ Ἕκτορι, περιβλέπων τὸ εὐειδὲς σῶμα, ὅπου μάλιστα ἐνδοίη καὶ τρωθείη· τούτου δὲ τὸ μὲν ἄλλο πλεῖον σῶμα τὰ ὅπλα κατεῖχον καὶ περικαλύπτον τὰ περικαλλῆ, ἅπερ ἀφείλετο ἀποκτείνας τὸν Πάτροκλον· ἐφαίνετο δὲ ὅπου αἱ ἀπὸ τῶν ὤμων διήκουσαι διατάσεις τῶν νεύρων (κατακλεῖδες τῶν ὀστέων) συνέχουσι τὸν αὐχένα τοῦ λαιμοῦ, ὅπου γε τάχιστός ἐστιν ἀφανισμὸς τῆς ζωῆς. ἐνταῦθα δὴ ἐπ' αὐτὸν ὁρμῶντα ἔτρωσε τῷ δόρατι ὁ ἐνδοξότατος Ἀχιλλεύς· ἀπαντικρὺ δὲ διὰ τοῦ ἁπαλοῦ αὐχένος διῆλθεν ἡ αἰχμή, οὐδὲ τὸν γαργαρεῶνα διέκοψεν ἡ τῷ σιδήρῳ ἐστομωμένη καὶ βεβαρημένη μελία, ὅπως τι εἴπῃ πρὸς αὐτὸν ἀποκρινόμενος λόγοις· κατέπεσε δὲ ἐπὶ τὴν γῆν, οὗτος δὲ ἐπεκαυχήσατο ὁ ἔνδοξος Ἀχιλλεύς· ὦ Ἕκτορ, ᾠήθης μέντοι ἀποκτείνων καὶ συλῶν τὸν Πάτροκλον ὑγιὴς ἔσεσθαι, ἐμὲ δὲ οὐδαμῶς ἐνετρέπου, πόρρω μένοντα· μωρὲ καὶ ἀνόητε· τούτου δὲ πόρρωθεν βοηθὸς πολλῷ κρείσσων παρὰ ταῖς κοίλαις ναυσὶν ἐγὼ μετὰ ταῦτα ἐναπελείφθην, ὅς σοι τὰ γόνατα παρέλυσα· σὲ μὲν οὖν κύνες καὶ ὄρνεα σπαράξουσιν ἀπρεπῶς καὶ αἰσχρῶς, τοῦτον δὲ κηδεύσουσι καὶ ἐνταφιάσουσιν οἱ Ἕλληνες.

306

πρὸς τοῦτον δὲ ὀλίγον τὸ δρᾶν ἔχων, εἶπεν Ἕκτωρ ὁ τὸ κράνος κινῶν συνεχῶς· ἱκετεύω σε ἕνεκα τῆς σῆς ψυχῆς, καὶ τῶν γονάτων, καὶ τῶν σῶν γονέων, μή με κατέλειπε παρὰ ταῖς ναυσὶ σπαράξαι καὶ καταφαγεῖν τοὺς κύνας τῶν Ἑλλήνων. ἀλλὰ σὺ μὲν δέξαι χρυσόν τε καὶ χαλκὸν πολύν, ἅπερ σοι δώσουσι δῶρα ὅ τε πατὴρ καὶ ἡ σεβαστὴ μήτηρ, τὸ σῶμα δὲ τοὐμὸν ἀπόδος εἰς τὸν οἶκον, ἵνα με πυρὸς ἀξιώσωσι καὶ μεταδῶσι Τρῷες καὶ αἱ γυναῖκες τῶν Τρῴων.

337

πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος εἶπεν ὁ ταχύπους Ἀχιλλεύς· μή με, ὦ κύον, καὶ ἀναιδέστατε, ἱκέτευε ἕνεκα τῶν γονέων· εἴθε γάρ πως ἐμὲ αὐτὸν ἀναπείσειε καὶ προτρέψειεν ἡ ψυχή τε καὶ προθυμία ὠμὰ ἀποκόπτοντα τὰ σαυτοῦ κρέα ἐσθίειν, οὕτω δεινά με εἰργάσω· οὐ γάρ ἐστιν ὅστις ἀποσοβήσεις καὶ ἀποδιώξειε τῆς σῆς γε κεφαλῆς τοὺς κύνας, οὐδ᾽ ἐὰν δεκάκις καὶ εἰκοσάκις ἐξισούμενα τοῖς ὑπὸ σοῦ νοουμένοις λύτρα σταθμήσωσι δεῦρο ἄγοντες, ἐπαγγέλλωνται δὲ καὶ ἄλλα, οὐδ᾽ ἐὰν σὲ αὐτὸν διὰ χρυσοῦ ἰσοστάθμου σοι ἀναρρύσασθαι κελεύῃ ὁ τοῦ Δαρδάνου ἀπόγονος Πρίαμος, οὐδ᾽ οὕτω σέ γε ἡ σεβασμία μήτηρ βαλοῦσα ἐπὶ τῆς στρωμνῆς θρηνήσει, ὃν ἔτεκεν αὐτή, ἀλλὰ κύνες καὶ ὄρνεα ὅλον σε καταφάγονται.

344

πρὸς τοῦτον δὲ ἀποθνήσκων εἶπεν Ἕκτωρ ὁ τὸ κράνος κινῶν συνεχῶς· ὄντως εὖ ἐπιστάμενός σε προφθέγγομαι, οὐ γὰρ ἔμελλον καταπείσειν· ὄντως γάρ σοί γε σιδηρᾶ ἔνδον ψυχὴ ὑπάρχει· σκόπει νῦν μή τίς σοι θεῶν ὀργὴ γένωμαι τῇ ἡμέρᾳ ἐκείνῃ, ἡνίκα σε ὁ Πάρις καὶ Ἀπόλλων ὁ λαμπρότατος ἀνδρεῖον καὶ γενναῖον ὄντα ἀποκτείνωσιν ἐν ταῖς Σκαιαῖς πύλαις.

355

οὕτω δὴ εἰπόντα αὐτὸν ἐκάλυψε τὸ τέλος τοῦ θανάτου· ἡ ψυχὴ δὲ ἐκ τῶν μελῶν ἀποπτᾶσα εἰς τὸν ᾅδην ἀπῆλθε, τὸν ἑαυτῆς χωρισμὸν ὀδυρομένη, καταλιποῦσα τὴν τοῦ ἀνδρὸς φύσιν τε καὶ ἀκμάζουσαν ἡλικίαν. πρὸς τοῦτον δὲ καὶ ἀποθανόντα ἔλεγεν ὁ ἐνδοξότατος Ἀχιλλεύς· ἀπόθανε· τὸν θάνατον δὲ ἐγὼ τότε δέξομαι, ὅταν δὴ ὁ Ζεὺς βούληται ἐκτελέσαι καὶ οἱ ἄλλοι αἰώνιοι θεοί.

361

εἶπε δή, καὶ ἐκ τοῦ νεκροῦ ἀπέσπασε τὸ σιδηροῦν δόρυ, καὶ τοῦτο μὲν ἔθηκε πόρρω, αὐτὸς δὲ ἀφῃρεῖτο ἐκ τῶν ὤμων τὰ ὅπλα ᾑμαγμένα. οἱ ἄλλοι δὲ υἱοὶ τῶν Ἑλλήνων περιέδραμον, οἳ καὶ ἐθαύμασαν τὴν τῶν μελῶν σύστασιν, καὶ ἀναδρομήν, καὶ τὴν θαυμαστὴν μορφὴν τοῦ Ἕκτορος· οὐδ᾽ ἄρα τις αὐτῷ παρέστη ἄνευ τοῦ τρῶσαι. οὕτω δέ τις εἶπε θεασάμενος πρὸς ἄλλον ἐγγύς· φεῦ φεῦ ὄντως δὴ μαλακώτερος καὶ ἡμερώτερος πάνυ ψηλαφᾶσθαι ὑπάρχει νῦν ὁ Ἕκτωρ, ἢ ἡνίκα τὰς ναῦς ἐπυρπόλει πυρὶ καυστικῷ.

367

οὕτω δή τις εἶπε καὶ ἔτρωσε παραγενόμενος. τοῦτον δὲ ἐπειδὴ ἐσύλησεν ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεὺς στὰς ἐν τοῖς Ἕλλησι λόγους ταχεῖς ἔλεγεν· ὦ φίλοι ἡγεμόνες τῶν Ἑλλήνων, καὶ βασιλεῖς, ἐπειδὴ ἐδωρήσαντο οἱ θεοὶ ἀποκτεῖναι τὸν ἄνδρα, ὃς πολλὰ δεινὰ καὶ χαλεπὰ ἐποίησεν, ὅσα οὐχ ὁμοῦ πάντες οἱ ἄλλοι. ἄγετε, περὶ τὴν πόλιν σὺν τοῖς ὅπλοις ἀπόπειραν ποιήσωμεν, ὅπως ἄν τι νοήσωμεν τὸν νοῦν, καὶ τὸν σκοπὸν τῶν Τρῴων, ὃν ἔχουσιν, ἢ καταλέιψουσι τὴν ἀκρόπολιν τούτου ἀποθανόντος, ἢ μένειν καὶ ἀντέχειν προθυμοῦνται καὶ τοῦ Ἕκτορος οὐκέτι ζῶντος. ἀλλὰ τί δή μοι ταῦτα ἡ ἀγαπητὴ ψυχὴ διῆλθε; κεῖται παρὰ ταῖς ναυσὶν ὁ νεκρὸς μήπω θρήνου καὶ ταφῆς ἠξιωμένος ὁ Πάτροκλος, τούτου δὲ οὐκ ἐπιλήσμων γενήσομαι, ἕως ἔγωγε ἐν τοῖς ζῶσιν ὑπάρχω, καί μοι τὰ προσφιλῆ γόνατα ὁρμᾷ καὶ κινεῖται. εἰ δὲ τῶν ἀποθανόντων γε λήθη γίνοιτο ἐν τῷ ᾅδῃ, ἀλλ᾽ ἐγὼ κἀκεῖ μνησθήσομαι τοῦ ἀγαπητοῦ φίλου. νυνὶ δὲ ἄγε ᾄδοντες Παιᾶνα, ὦ υἱοὶ τῶν Ἑλλήνων πορευώμεθα ἐπὶ τὰς κοίλας ναῦς, τοῦτον δὲ ἐπάγωμεν. ἔσχομεν δόξων μεγάλην, ἀπεκτείναμεν τὸν ἐνδοξότατον Ἕκτορα, ᾧτινι οἱ Τρῷες ἐν τῇ πόλει καθάπερ θεῷ ηὔχοντο.

375

εἶπε δὴ καὶ τὸν ἐνδοξότατον Ἕκτορα ἀπρεπῆ καὶ αἰσχρὰ εἰργάζετο ἔργα. ὄπισθεν ἀμφοτέρων τῶν ποδῶν τὰ μεγάλα νεῦρα ἐτρύπησεν ἐκ τῆς πτέρνης μέχρι τοῦ σφυροῦ, βοείους δὲ λώρους ἐξῆψεν, ἔδησε δὲ ἐκ τοῦ ὀχήματος τὴν κεφαλὴν δὲ ἀφῆκεν ἐπισύρεσθαι. ἀναβὰς δὲ εἰς τὸ ὄχημα, καὶ ἀναθεὶς καὶ τὰ ἔνδοξα ὅπλα, ἐμάστιζε δὴ ἐλαύνειν, οὗτοι δὲ ἑκόντες ἔτρεχον· τούτου δὲ ἐπισυρομένου ἐγίνετο κονιορτός· περὶ αὐτὸν αἱ τρίχες τῆς κεφαλῆς αἱ μέλαιναι προσήγγιζον τῇ γῇ, ἡ κεφαλὴ δὲ ὅλη ἐν τῇ κόνει καὶ τοῖς χώμασιν ἔκειτο, ἡ τὸ πρὶν χάριτος καὶ ἡδύτητος γέμουσα, τότε δὲ ὁ Ζεὺς τοῖς ἐχθροῖς ἔδωκεν αὐτὴν αἰκίσαι, καὶ ἀτιμάσαι ἐν τῇ ἑαυτοῦ πατρίδι γῇ.

395

οὕτω τούτου ἡ κεφαλὴ πᾶσα ἐκεκονιόρτωτο· ἡ μήτηρ δὲ ἀπέσπα τὰς τρίχας τῆς κεφαλῆς, ἀπέρριψε δὲ τὸ λευκὸν κάλυμμα πόρρω, ὠλόλυξε δὲ πάνυ μεγάλως θεασαμένη τὸν υἱὸν· ἐθρήνει δὲ οἰκτρῶς ὁ ἀγαπητὸς πατήρ, οἱ λαοὶ δὲ θρήνῳ κατείχοντο, καὶ ὀδυρμῷ κατὰ τὴν πόλιν· τούτῳ δὲ μάλιστα ἦν ὅμοιον ὥσπερ εἰ πᾶσα ἡ λοφώδης καὶ ὑψηλὴ Ἴλιος κατακαίοιτο κατά κορυφῆς (κατὰ κράτος). οἱ μὲν οὖν λαοὶ τὸν γέροντα μόλις κατέσχον ἀγανακτοῦντα καὶ λυπούμενον περιπαθῶς, προθυμούμενον ἐξελθεῖν τῶν Δαρδανίων πυλῶν, πάντας δὲ ἱκέτευε, κυλιόμενος κατὰ τὸν συρφετὸν τῆς γῆς, ἐξ ὀνόματος καλῶν ἕκαστον ἄνδρα· παύσασθε, ὦ φίλοι, καὶ ἄφετέ με μόνον, καίπερ λυπούμενον, ἐξελθόντα τῆς πόλεως ἀφικέσθαι παρὰ τὰς ναῦς τῶν Ἑλλήνων, ὅπως παρακαλέσω τὸν ἄνδρα τοῦτον τὸν ἀνόσιον, καὶ βίαια καὶ ἄδικα πράττοντα, ἐάν πως τὴν ἐμὴν ἡλικίαν αἰδεσθήσεται καὶ ἐλεήσει τὸ γῆρας· καὶ δὴ καὶ αὐτῷ ὑπάρχει τοιοῦτος πατὴρ ὁ Πηλεύς, ὅστις αὐτὸν ἐγέννησε, καὶ ἀνέτρεφε βλάβην γενέσθαι τοῖς Τρῳσί, μάλιστα δὲ ἐκ πάντων ἐμοὶ θλίψεις καὶ λύπας ἐποίησε, πολλοὺς γάρ μοι υἱοὺς ἀπέκτεινε καλοὺς καὶ ἀκμαίους· τούτων πάντων ἕνεκα οὐ θρηνῶ τοσοῦτον, καίπερ λυπούμενος, ὥσπερ (ὅσον) ἕνεκα ἑνός, οὗ με ἡ λύπη ἡ σφοδρά καταβιβάσει εἰς τὸν ᾅδην, τοῦ Ἕκτορος· ὡς εἴθε ὦφλεν ἀποθανεῖν ἐν ταῖς ἐμαῖς χερσίν, οὕτω γὰρ ἂν ἐνεπλήσθημεν κλαίοντες καὶ θρηνοῦντες, ἥ τε μήτηρ ἥτις αὐτὸν ἔτεκεν ἡ δυστυχὴς καὶ ἀθλία, καὶ ἐγὼ αὐτός.

405

οὕτως εἶπε κλαίων, ἐπεστέναζον δὲ οἱ πολῖται. Ἑκάβη δὲ ταῖς Τρωικαῖς γυναιξὶν ἤρχετο θρήνου καὶ ὀδυρμοῦ συχνοῦ, λέγουσα· ὦ παῖ, ἐγὼ ἡ ταλαίπωρος καὶ ἀθλία, τί δὴ καὶ πῶς βιώσομαι καὶ ζήσομαι δεινὰ καὶ χαλεπὰ παθοῦσα σοῦ ἀποθανόντος; ὅς μοι νύκτωρ καὶ μεθ᾿ ἡμέραν δόξα κατὰ τὴν πόλιν ἀνεστρέφου καὶ διέτριβες, καὶ πᾶσιν ὄφελος τοῖς τε Τρῳσὶ καὶ ταῖς Τρῳάσιν ἐν τῇ πόλει, οἵ σε καθάπερ θεὸν διεδέχοντο καὶ ἠσπάζοντο καὶ ἐφιλοφρονοῦντο, ὄντως γὰρ ἂν αὐτοῖς δόξα μεγάλη καὶ εὐπρέπεια ὑπῆρχες, ὅτε ἔζης, νυνὶ δὲ θάνατος καὶ τύχη κακή σε καταλαμβάνει.

429

οὕτως εἶπε κλαίουσα· ἡ γυνὴ δὲ οὔ πώ τι ἤκουσε τοῦ Ἕκτορος, οὐδεὶς γὰρ ἀληθὴς μηνυτής παραγενόμενος αὐτῇ ἐμήνυσεν, ὅτι δὴ ὁ ἀνὴρ αὐτῆς ἐκτὸς τῶν πυλῶν ἔμενεν· ἀλλ᾽ αὕτη γε ὕφασμα εἰργάζετο ἐν τῷ ἐνδοτάτῳ τοῦ ὑψηλοῦ οἴκου, διπλοΐδα μεγάλην πορφυράν, ἐνέπασσε δὲ καὶ ἐποίκιλλε χρώματα διάφορα· παρεκελεύσατο δὲ ταῖς καλλικόμοις θεραπαίναις ἐν τῷ οἴκῳ στῆσαι περὶ τὸ πῦρ μέγαν λέβητα ὅπως ὑπάρχοι τῷ Ἕκτορι λουτρὰ θερμά ὑποστρέψαντι ἐκ τοῦ πολέμου· ἡ ἀνόητος, οὐδὲ ἔμαθεν ὅτι αὐτὸν πόρρω πάνυ λουτρῶν ἀπέκτεινεν ἡ εὐόφθαλμος Ἀθηνᾶ διὰ τῶν χειρῶν τοῦ Ἀχιλλέως· ἤκουσε δὲ τοῦ θρήνου καὶ τῆς ὀλολυγῆς ἀπὸ τοῦ πύργου· ταύτης δὲ περιεκλονήθησαν τὰ μέλη, ἐξέπεσε δὲ τῶν χειρῶν αὐτῆς ἐπὶ τὴν γῆν τὸ ὑφαντικὸν ἐργαλεῖον· ἡ δὲ ταῖς καλλικόμοις θεραπαίναις ἔλεγεν· ἄγετ᾿ ἀκολουθεῖτέ μοι δύο, ὅπως θεάσωμαι τίνα ἔργα γεγόνασι· τῆς αἰδεσίμου πενθερᾶς τὴν φωνὴν ἤκουσα· ἐν ἐμοὶ δὲ αὐτῇ κινεῖται ἐν τοῖς στήθεσιν ἡ καρδία κατὰ τὸ στόμα, κάτωθεν δὲ τὰ γόνατα ψύχεται καὶ ἀπονεκροῦται, πλησίον ἐστὶ δεινόν τι τοῖς παισὶ τοῦ Πριάμου· εἴθε γὰρ πόρρω τῆς ἐμῆς ἀκοῆς γένοιτο ὁ ἐμὸς λόγος· πάνυ μέντοι χαλεπῶς δέδοικα μή ποτέ μοι τὸν εὔτολμον Ἕκτορα ὁ ἐνδοξότατος Ἀχιλλεὺς μόνον ἀποχωρίσας τῆς πόλεως ἐπὶ τὸ πεδίον ἀποκτείνῃ, καὶ δὴ ἀποπαύσῃ αὐτὸν τῆς χαλεπῆς καὶ ὀδυνηρᾶς ἀνδρίας, ἥτις αὐτὸν κατεῖχεν, ἐπειδὴ οὐδέποτε ἐν τῷ πλήθει παρέμενε τῶν ἀνδρῶν, ἀλλὰ πολλῷ προέτρεχεν τῇ ἑαυτοῦ εὐθαρσίᾳ μηδενὶ ὑποχωρῶν.

437

οὕτως εἰποῦσα ὥρμησεν ἐκ τοῦ οἴκου ὁμοία ἐμμανεῖ γυναικὶ διασειομένη καὶ κλονουμένη κατὰ τὴν καρδίων, σὺν αὐτῇ δὲ καὶ αἱ θεράπαιναι ἐπορεύοντο. ἐπειδὴ δὲ ἀφίκετο εἰς τὸν πύργον καὶ τὸ ἄθροισμα τῶν ἀνδρῶν, ἔστη ἐπὶ τῷ τείχει περιβλεψαμένη, τοῦτον δὲ ἐθεάσατο ἐπισυρόμενον ἔμπροσθεν τῆς πόλεως· οἱ ταχεῖς δὲ ἵπποι αὐτὸν ἔσυρον ἀφειδῶς ἐπὶ τὰς βαθείας ναῦς τῶν Ἑλλήνων· ταύτην δὲ ἐν ὀφθαλμοῖς νὺξ σκοτεινὴ περιεκάλυψε, κατέπεσε δὲ εἰς τοὐπίσω, ἀπέπνευσε δὲ τὴν ψυχήν· πόρρω δὲ ἀπὸ τῆς κεφαλῆς ἔρριψε τὰ λαμπρὰ ἐπίδεσμα καὶ περιθέματα τῆς κεφαλῆς, τό τε διάδημα τῶν τριχῶν, καὶ τὸν κεκρύφαλον, καὶ τὴν περὶ τοὺς κροτάφους σειράν, καὶ τὸ ἐπιβόλαιον, ὅπερ ἔδωκεν αὐτῇ ἡ χρυσῆ Ἀφροδίτη τῇ ἡμέρᾳ ἐκείνῃ, ἡνίκα αὐτὴν ὁ συνεχῶς τὸ κράνος κινών Ἕκτωρ ἠγάγετο ἐκ τοῦ οἴκου τοῦ Ἠετίωνος, ἐπειδὴ ἔδωκε πλεῖστα δῶρα προικῴα. περὶ αὐτὴν δὲ αἱ τοῦ ἀνδρὸς ἀδελφαὶ καὶ αἱ τῶν ἀνδραδελφῶν γυναῖκες πολλαὶ ἵσταντο, αἳ δὴ αὐτὴν ἐν ἑαυταῖς κατεῖχον λύπῃ ἐπειγομένην (συνεχομένην) ἀποθανεῖν. ἐπεὶ δὲ αὕτη ἔμπνους ἐγένετο (ἀνέπνευσε), καὶ ἡ ψυχή (τὸ πνεῦμα) συνηθροίσθη εἰς τὴν διάνοιαν, ἀναβολάδην καὶ ὀξέως ὀλολύζουσα ἐν ταῖς Τρωικαῖς γυναιξὶν εἶπεν· ὦ Ἕκτορ, ἐγὼ ἡ ταλαίπωρος καὶ ἀθλία, μιᾷ δὴ μοίρᾳ ἐγεννήθημεν ἀμφότεροι, σὺ μὲν ἐν τῇ Τροίᾳ ἐν τῷ οἴκῳ τοῦ Πριάμου, ἐγὼ δὲ ἐν ταῖς Θήβαις, τῇ ὑπὸ τῷ Πλακεῖ ὄρει κειμένῃ, συμφύτῳ καὶ ὑλώδει πόλει ἐν τῷ οἴκῳ τοῦ Ἠετίωνος, ὅς με ἀνέτρεφε μικρὰν ὑπάρχουσαν τὴν δυστυχῆ καὶ κακόμοιρον, ὡς εἴθε μὴ ὦφλε γεννῆσαί με· νυνὶ δὲ σὺ μὲν δὴ εἰς τοὺς οἴκους τοῦ Ἅιδου ὑπὸ τοὺς μυχοὺς καὶ ἀποκρύφους τόπους τῆς γῆς ἀπέρχῃ, ἐμὲ δὲ ἐν πένθει καὶ θρήνῳ μισητῷ καταλείπεις ἐστερημένην ἀνδρὸς ἐν τοῖς οἴκοις, ὁ παῖς δὲ ἔτι βρέφος οὕτως, ὅν ἐγεννήσαμεν σύ τε κἀγὼ οἱ δυστυχεῖς καὶ κακόμοιροι· οὔτε σὺ τούτῳ ἔσῃ, ὦ Ἕκτορ, ὄφελος, ἐπειδὴ ἀπέθανες, οὔτε σοὶ ἔται οὗτος· ἐὰν γὰρ καὶ τὸν πολλῶν δακρύων αἴτιον πόλεμον τῶν Ἑλλήνων ἐκφύγῃ, ἀεὶ δὴ τούτῳ γε ταλαιπωρία καὶ λύπαι μετὰ ταῦτα ἔσονται, ἄλλοι γὰρ αὐτοῦ ἀφαιρήσονται τὰ σιτοφόρα χωρία· ἡ τῆς ὀρφανίας δ' ἡμέρα, καὶ τὸ ζῆν ὀρφανόν, πάντων τῶν ὁμηλίκων ἀπεληλαμμένον τὸν παῖδα καθίστησι, πάντα δὲ δεινὰ εἰς ἀνάμνησιν ἄγει τοῦ δυσφορεῖν, δάκρυσι δὲ περιρρέονται αἱ παρειαί, βρεχόμενος (ἐνδεής) δὲ ἀνέρχεται ὁ παῖς παρὰ τοὺς πατρικοὺς φίλους· ἄλλον μὲν ἀπὸ τῆς χλαμύδος ἑλκύων, ἄλλον δὲ ἀπὸ τοῦ χιτῶνος, τούτων δὲ σπλαγχνισθέντων ποτήριόν τις μικρὸν παρέσχε, καὶ τὰ μὲν χείλη ἔβρεξεν, ἐντὸς δὲ τὰ οὖλα τοῦ στόματος οὐκ ἔβρεξε. τοῦτον δὲ καί τις ἐπ᾽ ἀμφοτέροις τοῖς γονεῦσι θάλλων ἀπεωθήσατο ἐκ τῆς εὐωχίας πλήξας ταῖς χερσὶ, καὶ ὀνειδισμοῖς, καὶ λοιδορίαις βάλλων καὶ ἐπιπλήσσων· ἀπελθ᾽ οὕτω μετὰ φθορᾶς, οὐχ ὁ σὸς πατὴρ ἐν ἡμῖν εὐωχεῖται· δακρύων δὲ ὁ παῖς ἐπανέρχεται πρὸς τὴν μητέρα τὴν ἐστερημένην ἀνδρὸς ὁ Ἀστυάναξ, ὃς πρότερον μὲν ἐπὶ τοῖς γόνασι τοῦ ἑαυτοῦ πατρὸς μυελὸν μόνον ἤσθιε, καὶ στέαρ λιπαρὸν προβάτων· ὅτε δ᾽ αὐτὸν ὁ ὕπνος κατελάμβανε καὶ ἐπαύετο παιδαριευόμενος καὶ τὰ τῶν νηπίων πράττων, ὕπνωττεν ἐν τῇ κλίνῃ ἐν ταῖς ἀγκάλαις τῆς τροφοῦ ἐν στρωμνῇ μαλακῇ, παντοίων ἐδεσμάτων ἐμπλήσας τὴν ψυχήν· νυνὶ δὲ πολλὰ ἂν δεινὰ πάθῃ τοῦ ἀγαπητοῦ πατρὸς ἀπεστερημένος ὁ Ἀστυάναξ, ὃν οἱ Τρῷες κατ᾿ ἐπωνυμίαν καλοῦσι· μόνος γὰρ αὐτοῖς ἐφύλαττες καὶ ἔσωζες τὰς πύλας καὶ ὑψηλὰ τείχη, ὦ Ἕκτορ, νυνὶ δὲ σὲ μὲν παρὰ ταῖς καμπυλοπρύμναις ναυσὶ πόρρω τῶν γονέων εὔστροφοι καὶ εὐκίνητοι σκώληκες φάγονται, ἐπειδὰν οἱ κύνες ἐμπλησθῶσιν, ἀπερικάλυπτον· τὰ ἱμάτια δέ σοι ἐν τοῖς οἴκοις κεῖται λεπτὰ καὶ ὡραῖα, εἰργασμένα ταῖς τῶν γυναικῶν χερσίν. ἀλλὰ ταῦτα μὲν πάντα κατακαύσω πυρὶ καυστικῷ, σοὶ γὰρ ἐξ αὐτῶν οὐδὲν ὄφελος, ἐπειδὴ οὐκ ἐν αὐτοῖς κείσῃ, ἀλλὰ πρὸς δόξαν τῶν Τρῴων καὶ τῶν Τρῳάδων ἔσονται.

460

οὕτως εἶπε κλαίουσα, ἐπεστέναζον δὲ αἱ γυναῖκες.

515