Vasile Stancu

The ILIAD




Book XXI

Homeric text & Koine Greek paraphrase by Theodorus Gaza


ἀλλ' ὁπηνίκα δὴ ἀφίκοντο εἰς τὸν πόρον τοῦ καλῶς ῥέοντος ποταμοῦ Ξάνθου τοῦ περιφερῆ ῥεύματα ἔχοντος, ὃν ἐγέννησεν ὁ ἀθάνατος Ζεύς, ἐνταῦθα διελών τοὺς μὲν εἰς τὸ πεδίον ἐδίωκε πρὸς τὴν πόλιν, ὅπου (ἔνθα) οἱ ἄλλοι ταραττόμενοι ἔφευγον τῇ προτέρᾳ ἡμέρᾳ, ἡνίκα ἐνθουσιωδῶς ἐμάχετο ὁ λαμπρὸς Ἕκτωρ· ἐνταῦθα (ἐκεῖσε) δὴ οὗτοί γε δειλιῶντες ἀλλεπάλληλοι ἔφευγον, ἀέρα δὲ ἡ Ἥρα ἐξέτεινεν καὶ κατέχεεν ἔμπροσθεν βαθύν, ὥστε διακωλύειν καὶ κατέχειν αὐτούς· οἱ ἡμίσεις δὲ εἰς τὸν βαθέα ῥεύματα ἔχοντα ποταμὸν συνωθοῦντο τὸν λευκὰς συστροφὰς ποιοῦντα, ἐνέπεσον δὲ εἰς αὐτὸν σὺν μεγάλῳ ψόφῳ, ἤχουν δὲ τὰ μεγάλα ῥεύματα, τὰ πέριξ δὲ κρημνώδη τοῦ ποταμοῦ μεγάλως περιεψόφουν, οὗτοι δὲ σὺν θορύβῳ ὥρμων τῇδε κἀκεῖσε συστρεφόμενοι κατὰ τὰ ῥεύματα. ὥσπερ δὲ ὅτε ὑπὸ πυρὸς ὁρμῆς αἱ ἀκρίδες ἐρεθίζονται φεύγειν εἰς τὸν ποταμόν, τοῦτο δὲ καίει τὸ ἀκαταπόνητον πῦρ, ἐγειρόμενον αἰφνιδίως, αἱ δὲ φοβούμεναι φεύγουσιν εἰς τὸ ὕδωρ· οὕτως ὑπὸ τοῦ Ἀχιλλέως ὁ τοῦ Ξάνθου τοῦ βαθέα ῥεύματα ἔχοντος ῥοῦς ἐπληρώθη ὁ πολύηχος, ἀναμὶξ ἀνδρῶν τε καὶ ἵππων.

001

οὗτος δὲ ὁ ἐκ τοῦ Διὸς καταγόμενος τὸ μὲν δόρυ κατέλιπεν αὐτόθι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ, ἀνακεκλιμένον καὶ προσερηρεισμένον ταῖς μυρίναις, αὐτὸς δὲ εἰσεπήδησεν ὅμοιος θεῷ τὸ ξίφος μόνον κατέχων, δεινὰ δὲ ἔργα κατὰ διάνοιαν ἐβουλεύετο, ἔπληττε δὲ συνεστραμμένως μηδένα τόπον παραλιμπάνων, τούτων δὲ δεινὸς καὶ χαλεπὸς στεναγμὸς ἠγείρετο τυπτομένων καὶ ἀναιρουμένων τῷ ξίφει, ἐρυθρὸν δὲ ἀπετελεῖτο τὸ ὕδωρ ὑπὸ τοῦ αἵματος. ὥσπερ δὲ ὑπὸ δελφῖνος μεγάλου οἱ ἄλλοι ἰχθύες φεύγοντες πληροῦσι τὰς καταδύσεις τοῦ ἐπικαίρου λιμένος φοβούμενοι, πάνυ γὰρ κατατρώγει ὃν ἂν λάβῃ· οὕτως οἱ Τρῷες κατὰ τὰ ῥεύματα τοῦ φοβεροῦ (μεγάλου θαυμαστοῦ) ποταμοῦ περίφοβοι ἐγίνοντο ὑπὸ τὰς ἐπικρεμαμένας ὄχθας τοῖς ὕδασιν· οὗτος δὲ ἐπειδὴ ἠδυνάτησε τὰς χεῖρας ἀποκτείνων, δώδεκα νέους ζῶντας ἐκ τοῦ ποταμοῦ ἐπελέξατο τιμωρίαν καὶ ἀντέκτισιν Πατρόκλου τοῦ υἱοῦ τοῦ Μενοιτίου ἀποθανόντος· τούτους ἐξήγαγεν ἔξω ἐπτοημένους καθάπερ γεννήματα ἐλάφων, ἔδησε δὲ εἰς τοὐπίσω τὰς χεῖρας λώροις καλῶς κεκομμένοις, οὓς αὐτοί γε ἔφερον ἐν τοῖς ἀλυσιδώτοις χιτῶσιν, ἔδωκε δὲ τοῖς φίλοις κατάγειν ἐπὶ τὰς βαθείας ναῦς· οὗτος δὲ αὖθις ἐξώρμησεν ἀποκτεῖναι προθυμούμενος·

017

τηνικαῦτα συνήντησε τῷ υἱῷ τοῦ Πριάμου τοῦ ἐκ τοῦ Δαρδάνου καταγομένου φεύγοντι ἐκ τοῦ ποταμοῦ, τῷ Λυκάονι, ὃν δήποτε αὐτὸς λαβὼν ἦγεν ἐκ τῆς δενδροφόρου γῆς τοῦ πατρός, μὴ βουλόμενον, νύκτωρ ἐπελθών, οὗτος δὲ σιδήρῳ ὀξεῖ συκῆς ἀγρίας κλάδους νέους ἔκοπτεν, ἵνα ὦσι περιφέρειαι τοῦ ἅρματος· τούτῳ δ' ἄρα ἀνεπιλόγιστον δεινὸν ἐπῆλθεν ὁ ἐνδοξότατος Ἀχιλλεύς, καὶ τότε μὲν αὐτὸν ἐπέρασεν εἰς τὴν καλῶς οἰκουμένην Λῆμνον, ἄγων ἐν ταῖς ναυσὶν· ὁ υἱὸς δὲ τοῦ Ἰάσονος τιμὴν καὶ λύτρον αὐτοῦ ἔδωκεν, ἐκεῖθεν δὲ ὁ ξένος αὐτὸν ἠλευθέρωσε, πολλὰ δὲ ἔδωκεν ὁ ἐκ τῆς Ἴμβρου Ἠετίων, ἔπεμψε δὲ εἰς τὴν ἐνδοξοτάτην Ἀρίσβην· ἐκεῖθεν ἐκφυγὼν ἀφίκετο εἰς τὸν πατρικὸν οἶκον, ἕνδεκα δὲ ἡμέρας εὐφραίνετο κατά ψυχήν, τοῖς ἑαυτοῦ φίλοις καὶ οἰκείοις, παραγενόμενος ἐκ τῆς Λήμνου, τῇ δωδεκάτῃ δὲ αὐτὸν πάλιν ὁ θεὸς ἐνέβαλεν εἰς τὰς χεῖρας τοῦ Ἀχιλλέως, ὅστις αὐτὸν ἔμελλε πέμψειν εἰς Ἅιδου καὶ μὴ βουλόμενον πορεύεσθαι. τοῦτον δ᾽ οὖν ὡς ἐθεάσατο ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεὺς ἄοπλον ἄνευ κράνους τε καὶ ἀσπίδος, οὐδ᾽ εἶχε δόρυ, ἀλλὰ ταῦτα μὲν ἅπαντα ἀπεβάλετο κατὰ γῆς, κατεπόνει γὰρ αὐτὸν ὁ ἱδρὼς φεύγοντα ἐκ τοῦ ποταμοῦ, ὁ κόπος δὲ τὰ γόνατα ἐδάμαζεν, ἀγανακτήσας δὲ εἶπε πρὸς τὴν ἑαυτοῦ μεγαλόφρονα ψυχήν· φεῦ φεῦ, ὄντως μέγα θαῦμα τοῦτο θεῶμαι τοῖς ὀφθαλμοῖς, ὄντως δὴ πάνυ οἱ μεγαλόψυχοι Τρῷες, οὕς γε ἀπέκτεινα, αὖθις ἐγερθήσονται ἐκ τοῦ σκοτεινοῦ ζόφου τοῦ ᾅδου, καθάπερ δὴ καὶ οὗτος ἀφίκετο ἐκφυγὼν τὴν ἀνηλεῆ καὶ χαλεπὴν ἡμέραν ἀπαχθεὶς εἰς τὴν Λῆμνον τὴν ἄγαν θείαν, οὐδὲ διεκώλυσε καὶ κατέσχεν αὐτὸν ὁ πόντος τῆς λευκῆς θαλάσσης, ὃς πολλοὺς ἄκοντας κατέχει. ἀλλὰ δὴ καὶ τῆς τοῦ ἡμετέρου δόρατος ὀξύτητος γεύσεται, ὅπως θεάσωμαι κατὰ διάνοιαν καὶ μάθω, ἢ δὴ ὁμοίως κἀκεῖθεν ἀφίξεται, ἢ κωλύσει καὶ καθέξει αὐτὸν ἡ τὰ πρὸς ζωὴν φύουσα γῆ, ἥγε καὶ τὸν κραταιόν τε καὶ ἰσχυρὸν κωλύει τε καὶ κατέχει. οὕτω διελογίζετο μένων· οὗτος δὲ ἐγγὺς παρεγένετο αὐτοῦ ἐκπεπληγμένος ἅψασθαι τῶν γονάτων αὐτοῦ προθυμούμενος, πάνυ δὲ ἐβούλετο κατὰ ψυχὴν ἐκφυγεῖν τόν τε χαλεπὸν θάνατον, καὶ τὴν σκοτεινὴν μοῖραν. ὁ μὲν οὖν τὸ μακρὸν δόρυ ἀνέσχεν ὁ ἐνδοξότατος Ἀχιλλεὺς τρῶσαι προθυμούμενος, οὗτος δὲ ὑπέδραμε καὶ ἐλάβετο τῶν γονάτων κλιθείς, τὸ δόρυ δὲ ὑπεράνω τῶν νώτων ἐνεχθὲν εἰς τὴν γῆν ἐνεπάγη ἐφιέμενον γεύσασθαι σώματος ἀνδρικοῦ· οὗτος δὲ τῇ ἑτέρᾳ χειρὶ λαβόμενος τῶν γονάτων ἐλιτάνευε, τῇ δὲ ἄλλῃ κατεῖχε τὸ ἠκονημένον δόρυ, οὐδὲ ἀφίη, καὶ ἱκετεύων αὐτὸν λόγους ταχεῖς ἔλεγε· δέομαί σου, ὤ Ἀχιλλεῦ, σὺ δέ με αἰδοῦ, καί με οἴκτειρον, ἶσος ἱκέτῃ αἰδοῦς ἀξίῳ ὑπάρχω σοι, ὦ ἐνδοξότατα τεθραμμένε, παρὰ σοὶ γὰρ πρώτῳ ἔφαγον τὸν τῆς Δήμητρος ἄρτον τῇ ἡμέρᾳ ἐκείνῃ, ἡνίκα με ἔλαβες ἐν τῇ καλῶς οἰκουμένῃ δενδροφόρῳ γῇ, καί με ἐπέρασας ἀπάγων πόρρω τοῦ τε πατρὸς καὶ τῶν συγγενῶν καὶ φίλων, εἰς τὴν Λῆμνον τὴν ἄγαν θείαν, ἑκατὸν δέ σοι νομίσματα εὗρον, νῦν δ᾽ ἂν λυθείην τρὶς τοσαῦτα διδούς· ἡμέρα δέ μοι ὑπάρχει ἥδε δωδεκάτη, ἀφ' οὗ εἰς τὸ Ἴλιον ἀφικόμην πολλὰ δεινὰ πεπονθώς, νῦν δέ με ἐν ταῖς σαῖς χερσὶν ἔθηκεν ἡ ὀλεθρία μοῖρα, ἔοικα δήπου μισητὸς εἶναι τῷ Διὶ τῷ πατρί, ὅστις με πάλιν σοι παρέδωκεν, ὀλιγοχρόνιον δέ με ἡ μήτηρ ἔτεκεν Λαοθόη ἡ θυγάτηρ τοῦ γέροντος Ἄλτου, τοῦ Ἄλτου, ὃς τῶν φιλοπολέμων Λελέγων βασιλεύει, τὴν ὑψηλὴν Πήδασον οἰκῶν παρὰ τὸν Σατνιοέντα ποταμόν. τούτου δὴ τὴν θυγατέρα ἔσχεν ὁ Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας, ἐκ ταύτης δὲ δύο ἐγενόμεθα, σὺ δ᾽ ἀμφοτέρους ἀπαυχενίσεις καὶ ἀποκτενεῖς· τὸν μὲν γὰρ ἐν τοῖς πρώτοις πεζοῖς ἀνεῖλες τὸν ἰσόθεον Πολύδωρον, ἐπειδὴ ἔτρωσας δόρατι ὀξεῖ· νυνὶ δὲ ἐνταῦθα ἐμοὶ τὸ δεινὸν ἔσται, οὐ γὰρ ὑπολαμβάνω δυνήσεσθαι φυγεῖν τὰς σὰς χεῖρας, ἐπειδὴ προσεπήγαγεν ὁ θεός· ἄλλο δέ σοι λέξω, σὺ δὲ ἔμβαλε αὐτὸ ἐν τῇ σῇ διανοίᾳ. μή με ἀποκτείνῃς, ἐπειδὴ οὐκ εἰμὶ ὁμομήτριος τοῦ Ἕκτορος, ὅστις σοι τὸν φίλον ἀπέκτεινε τὸν προσηνῆ τε καὶ ἰσχυρόν.

034

οὕτω δὴ ἔλεγε πρὸς αὐτὸν ὁ λαμπρὸς υἱὸς τοῦ Πριάμου ἱκετεύων λόγοις· σκληρὰν δὲ καὶ ἀπηνῆ φωνὴν ἀντήκουσεν· ὦ μωρὲ καὶ ἀνόητε, μή μοι λύτρα σήμαινε, μηδὲ λέγε, πρὶν μὲν γὰρ τὸν Πάτροκλον καταλαβεῖν (πληρῶσαι) τὴν εἱμαρμένην ἡμέραν, τότε μοι φιλικώτερόν τι ἦν ἐν τῇ διανοίᾳ φείδεσθαι τῶν Τρῴων, καὶ πολλοὺς ζῶντας ἔλαβον καὶ ἐπέρασα. νυνὶ δὲ οὐκ ἔστιν ὃς ἂν τὸν θάνατον ἐκφύγοι, ὃν ἂν ὁ θεὸς ἔμπροσθεν τοῦ Ἰλίου ἐμβάλῃ εἰς τὰς ἐμὰς χεῖρας ἀπὸ πάντων τῶν Τρῴων, μάλιστα δὲ ἀπὸ τῶν υἱῶν τοῦ Πριάμου. ἀλλ᾽, ὦ φίλε, ἀπόθανε καὶ σύ· τί δὴ οὕτως ὀδύρῃ; ἀπέθανε καὶ ὁ Πάτροκλος, ὅς γε σοῦ κρείσσων κατὰ πολύ· οὐχ ὁρᾷς οἷος καὶ ἐγὼ εὐειδής τε καὶ εὐμεγέθης, πατρὸς δὲ εἰμὶ ἀγαθοῦ, μήτηρ δέ με θεὰ ἔτεκεν· ἀλλ᾽ ἔπεστι (ἐπὶ σοὶ) κἀμοὶ θάνατος καὶ μοῖρα ἰσχυρὰ ἔσται ἢ πρωί, ἢ δείλῃ ὀψίᾳ, ἢ μέσον ἡμέρας, ἡνίκα τις καὶ ἐμοῦ τὴν ψυχὴν ἀφέληται βλάβῃ, ἢ δόρατι τρώσας οὗτος, ἢ βέλει ἀπὸ νευρᾶς.

097

οὕτως εἶπε. τούτου δὲ αὐτόθι διελύθησαν τὰ γόνατα, καὶ ἡ ἀγαπητή ψυχή· τὸ δόρυ μὲν οὖν ἀφῆκεν, αὐτὸς δὲ ἐκάθισε τὰς χεῖρας ᾄρας ἀμφοτέρας· ὁ Ἀχιλλεὺς δὲ σπασάμενος τὸ ὀξὺ ξίφος, ἔπληξε κατὰ τὴν κατακλεῖδα παρὰ τὸν τράχηλον, πᾶν δὲ αὐτοῦ ἐντὸς εἰσῆλθε τὸ δίστομον ξίφος· οὗτος δὲ κατὰ πρόσωπον ἐπὶ τῇ γῇ πεσὼν ἔκειτο ἐκτεταμένος, ἐξεχεῖτο δὲ τὸ μέλαν αἷμα, διέβρεχε δὲ τὴν γῆν, τοῦτον δὲ ὁ Ἀχιλλεὺς ἔρριψεν ἀπὸ τοῦ ποδὸς εἰς τὸν ποταμὸν ὥστε φέρεσθαι, καὶ καυχόμενος ἐπ᾿ αὐτῷ λόγους ταχεῖς ἔλεγε· κεῖσο νῦν ἐνταῦθα ἐν τοῖς ἰχθύσιν, οἵ σου τὸ τῆς πληγῆς αἷμα ἀπολείξουσι μηδενὸς κηδόμενοι, οὐδέ σε ἡ μήτηρ θεμένη ἐν τῇ στρωμνῇ κλαύσεται, ἀλλὰ ὁ Σκάμανδρος ὁ συστροφὰς ῥευμάτων ποιῶν ἀποίσει εἰς τὸν πλατὺν κόλπον τῆς θαλάσσης, καί τις ἐφαλλόμενος ὑπὸ τὴν θάλασσαν (κολυμβῶν ὑπὸ τὸ κῦμα), ὑφωρμήσει ἐπὶ τὴν μέλαιναν φρίκα, ἤτοι τὸ ἐπανεστηκὸς τῆς θαλάσσης, ἐπιπολῆς, ἰχθύς, ὃς ἂν φάγῃ τὸ τοῦ Λυκάονος λευκὸν λίπος. φθείρεσθε καὶ ἀφανίζεσθε, ἕως ἂν τὴν πόλιν καταλάβωμεν τῆς ἱερᾶς Ἰλίου, ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δὲ ὄπισθεν διχοτομῶν καὶ ἀποκτείνων· οὐδὲ ὑμῖν ποταμός γε ὁ καλλίρρους καὶ διειδής βοηθήσει, ᾧτινι δὴ συνεχῶς πολλοὺς ταύρους θύετε, ζῶντας δὲ ἵππους μονώνυχας βαπτίζετε ἐν τοῖς ῥεύμασιν, ἀλλὰ καὶ οὕτως ἀπολεῖσθε θανάτῳ κακῶ, ἕως ἅπαντες ἀποδῶτε τὸν τοῦ Πατρόκλου φόνον, καὶ τὸν ὄλεθρον τῶν Ἑλλήνων, οὓς παρὰ ταῖς ταχείαις ναυσὶν ἀπεκτείνατε χωρὶς ἐμοῦ·

114

οὕτω δὴ εἶπεν. ὁ ποταμὸς δὲ ὠργίσθη κατὰ ψυχὴν μᾶλλον, διελογίσατο δὲ κατὰ ψυχήν, ὅπως ἀποστήσειε τοῦ φόνου τὸν ἐνδοξότατον Ἀχιλλέα, τοῖς Τρῳσὶ δὲ ἀποσοβήσειε τὸν ὄλεθρον· τότε δὲ ὁ τοῦ Πηλέως υἱὸς τὸ μακρὸν δόρυ κατέχων ἐπεπήδησε τῷ Ἀστεροπαίῳ, προθυμούμενος ἀποκτεῖναι, τῷ υἱῷ τοῦ Πηλεγόνος· τοῦτον δὲ Ἀξῖος ὁ πλατέα ῥεύματα ἔχων ποταμὸς ἐγέννησε καὶ ἡ Περίβοια ἡ τῶν τοῦ Ἀκεσσαμενοῦ, θυγατρῶν πρεσβυτέρα, ταύτῃ γὰρ ἐμίγη ὁ βαθύρρους ποταμός. τούτῳ δὴ ὁ Ἀχιλλεὺς ἐφώρμησεν, οὗτος δὲ ἐναντίον ἐκ τοῦ ποταμοῦ ἀντέστη κατέχων δόρατα δύο, εὐθαρσίαν δὲ αὐτῷ κατὰ διάνοιαν ἔθηκεν ὁ Ξάνθος, ἐπειδὴ ὠργίσθη ἕνεκα τῶν ἀναιρεθέντων νέων, οὓς ὁ Ἀχιλλεὺς ἀνῄρει κατὰ τὸ ῥεῦμα, οὐδὲ ἠλέει. οὗτοι δὲ ὅτε δὴ ἦσαν ἐγγὺς ἐπ' ἀλλήλους ὁρμῶντες, πρὸς τοῦτον πρότερον εἶπεν ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεύς· τίς ἀνὴρ εἶ, καὶ πόθεν, ὃς ὑπέμεινας ἐπελθεῖν ἐναντίον ἐμοῦ; ἀθλίων δὲ υἱοὶ τῇ ἐμῇ εὐτολμίᾳ ἀπαντῶσιν.

136

πρὸς τοῦτον δὲ ἔλεγεν ὁ τοῦ Πηλεγόνος λαμπρὸς υἱός· ὦ μεγαλόψυχε υἱὲ τοῦ Πηλέως, τί δὴ ἐρωτᾷς τὸ γένος; ἐκ τῆς Παιονίας εἰμὶ τῆς εὐγείου τῆς πόρρω οὔσης, ἄγων ἄνδρας Παίονας μακροῖς δόρασιν χρωμένους· ἡ παροῦσα δέ μοι νῦν ἡμέρα ἑνδεκάτη ἀφ᾽ οὗ εἰς τὸ Ἴλιον ἀφικόμην· ἡ ἐμὴ δὲ γένεσις ἐκ τοῦ Ἀξίου του εὐρέως ῥέοντος ποταμοῦ ἐστιν· Ἀξίου, ὃς κάλλιστον ὕδωρ ἐπὶ τὴν γῆν προχεῖ, ὃς ἐγέννησε Πηλεγόνα τὸν ἔνδοξον τῷ δόρατι, τοῦτον δέ με φασὶ γεννῆσαι· νῦν δὲ πολεμῶμεν, ὦ λαμπρότατε Ἀχιλλεῦ.

152

οὕτως εἶπεν ἀλαζονευσάμενος· Ἀχιλλεὺς δὲ ὁ ἐνδοξότατος ἀνέσχε τὴν ἐκ τοῦ Πηλίου ὄρους μελίαν· ὁδὲ ὁμοῦ τοῖς δόρασιν ἀμφοτέρωθεν ὁ ἥρως Ἀστεροπαῖος, ἐπειδὴ ἀμφιδέξιος ἦν, καὶ δὴ τῷ ἑτέρῳ μὲν δόρατι ἔτυψε τὴν ἀσπίδα, οὐδὲ εἰς τὸ πρόσω διέρρηξε τὴν ἀσπίδα, διεκώλυσε γὰρ καὶ κατέσχεν ὁ χρυσός, τὰ δῶρα τοῦ θεοῦ· τῷ ἑτέρῳ δὲ ἔτρωσεν αὐτὸν ἐπιξεστικῶς κατὰ τὸν πῆχυν τῆς χειρὸς τῆς δεξιᾶς, ἐχεῖτο δὲ αἷμα μέλαν, ὑπεράνω δὲ αὐτοῦ ἐνεχθὲν τῇ γῇ προσερήρειστο, ἐπιθυμοῦν ἐμπλησθῆναι σώματος. δεύτερος δὲ ὁ Ἀχιλλεὺς τὸ κατ᾽ εὐθὺ πετόμενον δόρυ ἐπαφῆκε τῷ Ἀστεροπαίῳ, ἀποκτεῖναι προθυμούμενος, καὶ τούτου μὲν ἀπέτυχεν, αὐτὸς δὲ τὸ εἰς ὕψος διανεστηκὸς κρημνῶδες τοῦ ποταμοῦ ἔτυψε, μέχρι δὲ τοῦ μέσου καταπεπηγὸς ἐποίησε κατὰ τὴν ὄχθην τὸ ἐκ μελίας δόρυ. ὁ υἱὸς δὲ τοῦ Πηλέως τὸ ὀξὺ ξίφος σπασάμενος παρὰ τοῦ μηροῦ ἐπήδησεν ἐπ᾿ αὐτὸν προθυμούμενος· οὗτος δὲ τὸ δόρυ τοῦ Ἀχιλλέως οὐκ ἐδύνατο ἐκ τοῦ κρημνοῦ ἀποσπάσαι τῇ παχείᾳ καὶ ἰσχυρᾷ χειρί. τρὶς μὲν οὖν αὐτὸ παρέσεισεν ἐξελκύσαι προθυμούμενος, τρὶς δὲ ἀφῆκεν αὐτὸ τῷ μὴ περιεῖναι μείζονα ἰσχύν. τὸ τέταρτον δὲ ἐβουλήθη κατά ψυχὴν συντρίψαι ἐπικάμψας τὸ ἐκ μελίας δόρυ τοῦ ἐγγόνου τοῦ Αἰακοῦ· ἀλλὰ πρότερον ὁ Ἀχιλλεὺς ἐγγύθεν ξίφει ἀφείλετο τὴν ψυχήν· ἔπληξε γὰρ αὐτὸν εἰς τὴν γαστέρα παρὰ τὸν ὀμφαλόν, πάντα δ' ἄρα ἐξεχύθησαν ἐπὶ τὴν γῆν τὰ ἔντερα, τοῦτον δὲ σκότος ἐκάλυψε κατ᾿ ὀφθαλμοὺς πνευστιῶντα· ὁ Ἀχιλλεὺς δὲ ὁρμήσας ἐκ τοῦ στήθους τὰ ὅπλα τε ἀφείλετο, καὶ καυχώμενος ἔπος ἔλεγε· κεῖσο οὕτω, δύσκολόν σοι ἐστὶ τοῖς τοῦ μεγαλοδυνάμου υἱοῦ τοῦ Κρόνου υἱοῖς μάχεσθαι, καίπερ ἐκ τοῦ Ποταμοῦ γεννηθέντι· ἔφης σὺ μὲν ποταμοῦ εἶναι κατὰ τὸ γένος, τοῦ εὐρέως ῥέοντος, ἐγὼ δὲ κατὰ τὴν γενεὰν τοῦ μεγάλου Διὸς εἶναι καυχῶμαι. ἐγέννησέ με ἀνὴρ βασιλεύων τῶν πολλῶν Μυρμιδόνων, Πηλεὺς ὁ τοῦ Αἰακοῦ, οὗτος δὲ ὁ Αἰακὸς ἐκ τοῦ Διὸς ἦν· δι᾿ ὃ κρείσσων μὲν ἐστιν ὁ Ζεὺς τῶν ποταμῶν τῶν ἐκβαλλόντων εἰς τὴν θάλασσαν, κρείσσων δὲ ἡ γενεὰ τοῦ Διὸς τῆς τοῦ ποταμοῦ ὑπάρχει, καὶ γάρ σοι ποταμός γε πάρεστι μέγας, εἰ δύναταί τι βοηθεῖν, ἀλλ᾿ οὐκ ἔστι δυνατὸν μάχεσθαι τῷ Διὶ τῷ υἱῷ τοῦ Κρόνου, ᾧτινι οὐδὲ ὁ βασιλεὺς Ἀχελῷος ἐξισοῦται, οὐδὲ ἡ τὰ βαθέα ῥεύματα ἔχοντος Ὠκεανοῦ δύναμις, ἐξ οὗ γε πάντες οἱ ποταμοὶ καὶ πᾶσα ἡ θάλασσα, καὶ πᾶσαι αἱ πηγαί, καὶ τὰ βαθέα φρέατα βλύζουσι καὶ ῥέουσιν, ἀλλὰ καὶ οὗτος φοβεῖται τὸν κεραυνὸν τοῦ μεγάλου Διός, καὶ τὴν φοβερὰν βροντήν, ὅτε ἀπὸ τοῦ οὐρανοῦ ἠχήσει καὶ ψοφήσει.

161

εἶπε δή, καὶ ἐκ τοῦ κρημνοῦ εἵλκυσε τὸ σιδηροῦν δόρυ, τοῦτον δὲ αὐτόθι κατέλιπεν, ἐπειδὴ ἀφείλετο τὴν προσφιλῆ ψυχήν, κείμενον ἐν τῇ ἄμμῳ, διέβρεχε δὲ αὐτὸν τὸ μέλαν ὕδωρ· τοῦτον μὲν οὖν αἱ ἐγχέλυες καὶ οἱ ἰχθύες κατέτρωγον, τὴν τῶν νεφρῶν πιμελὴν ἐσθίοντες καὶ καταβρώχοντες. οὗτος δὲ ὥρμησε πορεύεσθαι ἐπὶ Παίονας τοὺς ἐφίππους ὁπλίτας, οἳ δὴ ἔτι μᾶλλον παρὰ τὸν ποταμὸν ἔφευγον τὸν συστροφὰς ὑδάτων ποιοῦντα, ἐπειδὴ ἐθεάσαντο τὸν κράτιστον ἐν τῇ ἰσχυρᾷ μάχῃ ἀναιρεθέντα ἐπικρατῶς ὑπὸ τῶν χειρῶν, καὶ τοῦ ξίφους τοῦ υἱοῦ τοῦ Πηλέως. τότε ἀπέκτεινε τὸν Θερσίλοχον, καὶ τὸν Μύδωνα, καὶ τὸν Ἀστύπυλον, καὶ τὸν Μνῆσον, καὶ τὸν Θρασίον, καὶ τὸν Αἴνιον, καὶ τὸν Ὀφελέστην. καὶ δὴ ἂν ἔτι πλείονας ἀπέκτεινε Παίονας ὁ ταχύπους Ἀχιλλεύς, εἰ μὴ μεγάλως ὀργισθεὶς εἶπε πρὸς αὐτὸν ὁ βαθύρρους ποταμός, ἀνδρὶ ὁμοιωθείς, ἐκ τῆς βαθείας δὲ συστροφῆς τοῦ ὕδατος ἐλάλησεν. ὦ Ἀχιλλεῦ, πάνυ μὲν νικᾷς, πάνυ δὲ ἄδικα ποιεῖς τῶν ἀνδρῶν· ἀεὶ δέ σοι βοηθοῦσιν οἱ θεοὶ αὐτοί. εἴ σοι ὁ τοῦ Κρόνου υἱὸς ἔδωκε πάντας τοὺς Τρῷας ἀπολέσαι, ἀπ᾿ ἐμοῦ ἐξελάσας κατὰ τὸ πεδίον τὰ δεινὰ πράττε, πεπληρωμένα γάρ εἰσι νεκρῶν τὰ ἐπέραστά μου ῥεύματα, οὐκέτι που δύναμαι προχεῖν τὸν ῥοῦν εἰς τὴν ἐνδοξοτάτην θάλασσαν στενοχωρούμενος τοῖς νεκροῖς, σὺ δὲ ἄρδην ἀποκτείνεις· ἀλλ᾽ ἄγε δὴ καὶ κορέσθητι, μίασμά με κατέχει, ἀρχηγὲ τοῦ λαοῦ.

200

πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεύς· ἔσονται ταῦτα Σκάμανδρε ἐκ Διὸς τεθραμμένε, καθάπερ ἐπιτάττεις (λέγεις), τοὺς Τρῷας δὲ τοὺς ὑβριστὰς οὐ πρότερον παύσομαι ἀποκτείνων, πρὶν συνελάσαι αὐτοὺς εἰς τὴν πόλιν, καὶ τοῦ Ἕκτορος πεῖραν λαβεῖν κατὰ βιαίαν ἐναντίωσιν, ὅπως ἢ ἀποκτείνῃ με, ἢ ἐγὼ αὐτόν.

222

οὕτως εἰπών, ἐφώρμησε τοῖς Τρῳσὶν ὅμοιος θεῷ. καὶ τηνικαῦτα δὴ πρὸς τὸν Ἀπόλλωνα εἶπεν ὁ βαθύρρους ποταμός· φεῦ φεῦ, ὦ ἀργυρότοξε, υἱὲ τοῦ Διός, οὐ σύ γε τὰς βουλάς, καὶ ἐπιταγὰς ἐφύλαξας τοῦ υἱοῦ τοῦ Κρόνου, ὅς σοι πάνυ πολλὰ ἐπέταττε παρίστασθαι καὶ βοηθεῖν τοῖς Τρῳσίν, ἕως ἂν παραγένηται ἡ δείλη ἡ ὀψὲ δύνουσα, συσκιάσῃ δὲ τὴν μεγαλόβωλον γῆν.

227

εἶπε· καὶ Ἀχιλλεὺς μὲν ὁ κατὰ πόλεμον ἔνδοξος κατεπήδησεν εἰς τὸ μέσον, ὁρμήσας ἀπὸ τοῦ κρημνοῦ καὶ τῆς ὄχθης, οὗτος δὲ ἐφώρμησε τῷ κύματι ἐνθουσιῶν, πάντα δὲ διήγειρε τὰ ῥεύματα ταραττόμενος, ἀπεωθήσατο δὲ τοὺς νεκροὺς τοὺς πολλούς, οἳ δὴ κατ᾿ αὐτὸν ἦσαν ἱκανῶς, οὓς ἀπέκτεινεν ὁ Ἀχιλλεύς. τούτους ἐξέβαλεν εἰς τὸ ἔξω, βοῶν καθάπερ ταῦρος, ἐπὶ τὴν χέρσον· τοῦς ζῶντας δὲ ἔσωζε κατὰ τὰ περικαλλῆ ῥεύματα, κρύπτων αὐτοὺς ἐν ταῖς βαθείαις καὶ μεγάλαις συστροφαῖς τοῦ ὕδατος, δεινῶς δὲ καὶ φοβερῶς ταραττόμενον τὸ κῦμα ἵστατο περὶ τὸν Ἀχιλλέα, ἀπεωθεῖτο δ' αὐτὸν ὁ ῥοῦς ἐμπίπτων τῇ ἀσπίδι, οὐδὲ τοῖς ποσὶν ἐδύνατο ἑδρασθῆναι· οὗτος δὲ πτελέαν ἐκράτησε ταῖς χερσὶ μεγάλως ἐμπεφυκυῖαν, αὕτη δὲ πρόρριζος καταπεσοῦσα πᾶσαν τὴν ὄχθην κατέβαλε, διεκώλυσε δὲ τὰ περικαλλῆ ῥεῖθρα κλάδοις πυκνοῖς, ἐγεφύρωσε δὲ καὶ ἔζευξεν αὐτόν, ἐντὸς πᾶσα καταπεσοῦσα· οὗτος δὲ ἐκ τῆς συστροφῆς τοῦ ὕδατος ἀνορμήσας, ἐπέθετο τρέχειν διὰ τοῦ πεδίου ταχέσι ποσὶ φοβηθείς, οὐδὲ ἀπεπαύετο ὁ μέγας θεός, ὥρμησε δὲ κατ᾿ αὐτοῦ κατὰ τὴν ἐπιφάνειαν μελαινόμενος, ὅπως αὐτὸν ἀποστήσειε τῆς μάχης τὸν ἐνδοξότατον Ἀχιλλέα, τοῖς Τρῳσὶ δὲ ἀποσοβήσειε τὸν ὄλεθρον. ὁ υἱὸς δὲ τοῦ Πηλέως ἀνεχώρησεν ὅσον ἐπιβολὴν δόρατος, ἀετοῦ ὁρμήματα ποιούμενος μέλανος τοῦ πρὸς θήραν ἐπιτηδείου, ὅστις ὁμοῦ καὶ ἰσχυρότατος καὶ τάχιστός ἐστι πάντων τῶν ὀρνέων. τούτῳ ὅμοιος ὥρμησεν, ἐν τῷ στήθει δὲ τὰ ὅπλα καταπληκτικῶς ἤχησαν· ἐκπλαγίου (εἰς τὸ ἐμπροσθεν) δὲ τούτου ἀποχωρισθεὶς ἔφευγεν, οὗτος δὲ ῥέων ὄπισθεν ἐδίωκε σὺν μεγάλῃ βοῇ. ὥσπερ δὲ ὅταν ἀνὴρ ὑδραγωγὸς ἀπὸ πηγῆς μέλαν ὕδωρ ἐχούσης ἐπὶ τὰ δένδρα καὶ τοὺς κήπους ῥύσιν τῷ ὕδατι προπαρασκευάζῃ, ταῖς χερσὶ σκαλίδα κατέχων, τῆς ὑδροχόης τὰ ἐμπόδια ἐκβάλλων, τούτου δὲ προκειμένου πάντες οἱ μικροί λίθοι ὑποκινοῦνται, τοῦτο δὲ ταχέως καταρρέον ἠχεῖ ἐν τόπῳ κατάντει, φθάνει δὲ καὶ αὐτὸν τὸν ὁδηγοῦντα. οὕτως ἀεὶ τὸν Ἀχιλλέα κατελάμβανε τὸ κῦμα τοῦ ῥοῦ, καὶ λίαν ταχὺν ὑπάρχοντα, οἱ γὰρ θεοὶ κρείττονές εἰσι τῶν ἀνδρῶν. ὁσάκις δὲ διενοεῖτο ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεὺς στῆναι ἐναντίον, καὶ γνῶναι, εἰ πάντες αὐτὸν οἱ θεοὶ διώκουσιν, οἱ τὸν πλατὺν καὶ μέγαν οὐρανὸν κατοικοῦντες, τοσάκις αὐτὸν τὸ μέγα κῦμα τοῦ ἐκ Διὸς γεννηθέντος ποταμοῦ ἐστροφοδίνει, καὶ ἐπέκλυζε κατὰ τοὺς ὤμους ὑπεράνωθεν, οὗτος δὲ εἰς ὕψος ἀνεπήδᾳ τοῖς ποσὶ λυπούμενος ἐν τῇ ψυχῇ, ὁ ποταμὸς δὲ τὰ γόνατα ἐδάμαζε καὶ κατεπόνει σφοδρῶς ὑπὸ (ἔμπροσθεν) πόδα ῥέων, τὴν κόνιν δὲ ὑπέσυρεν τοῖς ποσὶν (ἐκ τῶν ποδῶν)· ὁ υἱὸς δὲ τοῦ Πηλέως λυπούμενος ἐβόησεν ἀναβλέψας εἰς τὸν μέγαν οὐρανὸν λέγων· ὦ Ζεῦ πάτερ, πάνυ γε οὐδείς με τὸν ἄθλιον Θεὸς ὑπέσχετο σῶσαι ἐκ τοῦ ποταμοῦ, μετὰ ταῦτα δὲ καί τι παθεῖν ἐᾶσαι. οὐδεὶς δὲ ἄλλος τῶν οὐρανίων θεῶν τοσοῦτόν μοι αἴτιος· ἀλλὰ ἡ ἀγαπητή μήτηρ, ἥτις μὲ ψεύσμασιν ἐξηπάτα, ἥτις με εἶπεν ὑπὸ τὸ τεῖχος τῶν ὁπλιτῶν Τρῴων ἀναιρεθήσεσθαι τοῖς ταχέσι βέλεσι τοῦ Ἀπόλλωνος. εἴθε ὦφλεν ὁ Ἕκτωρ ἀποκτεῖναί με, ὅστις ἐνταῦθα ἐτράφη κράτιστος· οὕτω γὰρ ἂν γενναῖος μὲν ἀπέκτεινε, γενναῖον δὲ ἂν ἀνεῖλε· νυνὶ δὲ θανάτῳ δεινῷ καὶ ὀλεθρίῳ κατεργασθῆναί με πεπρωμένον ἐστὶ κρατηθέντα καὶ συσχεθέντα ἐν τῷ μεγάλῳ ποταμῷ, ὥσπερ παῖδα χοιροβοσκόν, ὃν δὴ χειμάρρους ἀποπνίξῃ ἐν χειμῶνι διαβαίνοντα. οὕτως εἶπε· τούτῳ δὲ πάνυ ταχέως ὅ τε Ποσειδῶν καὶ ἡ Ἀθηνᾶ ἔστησαν ἐγγὺς παραγενόμενοι, ἀνδράσι δὲ ὡμοιώθησαν κατὰ τὸ σῶμα· τῇ χειρὶ δὲ τὴν χεῖρα κρατήσαντες ἐβεβαίωσαν λόγοις· ἐν τούτοις δὲ λόγων ἤρξατο Ποσειδῶν ὁ σείων τὴν γῆν· ὦ υἱὲ τοῦ Πηλέως, μήτε τι φοβοῦ μήτε τι ὑποχώρει, τοιοῦτοι γὰρ ἡμεῖς ἀπὸ τῶν θεῶν βοηθοί σοι ὑπάρχομεν τοῦ Διὸς ἐπινεύσαντος, ἐγώ τε καὶ ἡ πολεμικὴ Ἀθηνᾶ· διότι οὐκ ἔστι σοι πεπρωμένον ἀπολέσθαι ὑπὸ ποταμοῦ, ἀλλ᾿ οὗτος μὲν ταχέως λήξει, σὺ δὲ αὐτὸς γνώσῃ· σοὶ δὲ πυκνῶς καὶ συνετῶς παραινέσομεν ἐὰν πείθῃ, μὴ πρότερον ἀποπαύσειν τὰς χεῖρας τοῦ χαλεποῦ πολέμου, πρὶν συνελάσαι εἰς τὰ κλυτὰ τείχη τοῦ Ἰλίου τὸν λαὸν τὸν Τρωϊκόν, ὃς ἂν καὶ ἐκφύγῃ, σὺ δὲ τῷ(οῦ) Ἕκτορι(ος) ἀφελόμενος τὴν ψυχὴν εἰς τοὐπίσω ἐπὶ τὰς ναῦς πορεύου, διδόαμεν δέ σοι καύχημα λαβεῖν.

233

οἱ μὲν οὕτω δὴ εἰπόντες ἀπῆλθον πρὸς τοὺς ἄλλους θεούς· οὗτος δὲ ὥρμησε, μεγάλως γὰρ αὐτὸν παρώξυνεν ἡ τῶν θεῶν ἐντολή, εἰς τὸ πεδίον· τοῦτο δὲ ἅπαν πλῆρες ἦν ὕδατος ἐκκεχυμένου, πολλὰ δὲ ὅπλα καλὰ τῶν ἀναιρεθέντων νέων ἔπλεον, καὶ νεκροί, τούτου δὲ τὰ γόνατα εἰς ὕψος ἐπήδων πρὸς τὸν ῥοῦν ὁρμῶντος κατὰ τὴν εὐθυφορίαν τοῦ ὕδατος, οὐδ᾽ ἐπέσχε καὶ διεκώλυσεν αὐτὸν ὁ εὐρέως ῥεῶν ποταμός, μεγάλην γὰρ δύναμιν ἐνέβαλεν αὐτῷ ἡ Ἀθηνᾶ. οὐδὲ Σκάμανδρος ἀπεπαύετο τῆς ἑαυτοῦ εὐθαρσίας, ἀλλ᾿ ἔτι μαλλὸν ὠργίζετο τῷ υἱῷ τοῦ Πηλέως, ὕψωσε (ὥπλισε) δὲ τὸ κῦμα τοῦ ῥοῦ εἰς ὕψος ἐπαιρόμενος, τῷ Σιμόεντι δὲ παρεκελεύσατο φωνήσας· ὦ ἀγαπητὲ ἀδελφέ, δύναμιν ἀνδρὸς ἀμφότεροι γοῦν διακωλύσωμεν, ἐπειδὴ ταχέως τὴν μεγάλην πόλιν τοῦ βασιλέως Πριάμου ἐκπορθήσει, οἱ Τρῷες γὰρ κατὰ τὴν μάχην οὐ παραμενοῦσιν, ἀλλὰ βοήθησον ὅτι τάχος, καὶ πλήρωσον τὰ ῥεῖθρα ὕδατος ἐκ τῶν πηγῶν, πάσας δὲ τὰς στενὰς διώρυχας παρόρμησον, ἀνίστη δὲ μέγα κῦμα, πολλὴν δὲ βοὴν διέγειρον κορμῶν καὶ λίθων, ὅπως ἀποπαύσωμεν τὸν σκληρὸν καὶ ἀπηνῆ ἄνδρα, ὃς δὴ νῦν νικᾷ, ἐνθουσιᾷ δὲ αὐτὸς ὁμοίως τοῖς θεοῖς· οἴομαι γὰρ οὐκέτι τὴν ἰσχὺν αὐτῷ βοηθήσειν οὔτε τι τὸ εἶδος (κάλλος), οὔτε τὰ περικαλλῆ ὅπλα, ἃ δή που ἐν τῷ ἐσχάτῳ τῆς θαλάσσης κείσονται περικεκαλυμμένα ὑπὸ τοῦ πήλου, καὶ τῆς ὑποστάθμης· πρὸς δὲ καὶ αὐτὸν κατακρύψω καὶ συγχώσω διὰ τῆς ἄμμου (ἐν τῇ ἄμμῳ), περιχέας καὶ ἐποσωρεύσας ποταμίου λιθάδος (ποταμίων λίθων) ἱκανὸν πλῆθος, οὐδὲ τὰ ὀστᾶ αὐτοῦ εἴσονται οἱ Ἕλληνες συλλέξαι, τόσον(ην) αὐτῷ συρφετὸν (δεῖσαν) ἄνωθεν περιθήσω, αὐτόθι αὐτῷ καὶ τὸ μνῆμα γενήσεσαι, οὐδέ τις αὐτῷ χρεία ἔσται τάφου χωστοῦ, ἡνίκα αὐτὸν θάπτουσιν οἱ Ἕλληνες. εἶπε· καὶ ἐπανέστη τῷ Ἀχιλλεῖ ταραττόμενος, εἰς ὕψος ἐμμανῶς ὁρμῶν, ἀναβράσσων (θηριούμενος) ἀφρῷ τε καὶ αἵματι, καὶ νεκροῖς· πορφυροῦν δὲ κῦμα τοῦ ἐκ τοῦ Διὸς γεννηθέντος ποταμοῦ ἵστατο ἐπαιρόμενον, καθῄρει δὲ τὸν υἱὸν τοῦ Πηλέως· ἡ Ἥρα δὲ μεγάλως ἐβόησε, περίφοβος γενομένη ἕνεκα τοῦ Ἀχιλλέως, μήπως αὐτὸν ἀποπνίξειεν ὁ μέγας βαθύρρους ποταμός. παραχρῆμα δὲ πρὸς τὸν Ἥφαιστον ἔλεγε τὸν ἑαυτῆς ἀγαπητὸν υἱὸν· διεγέρθητι, ὦ τέκνον ἐμόν, βεβλαμμένον τοὺς πόδας, σοῦ γὰρ ἐναντίον εἶναι τὸν συστροφὰς ποιοῦντα Ξάνθον ἐν τῇ μάχῃ οἰόμεθα, ἀλλὰ βοήθησον ὅτι τάχος, ἐνδείκνυε δὲ καὶ ἐξύφαπτε πολλὴν φλόγα· ἐγὼ δὲ τὴν τοῦ Ζεφύρου καὶ Νότου τοῦ τὰς νεφέλας λευκαίνοντος δεινὴν καταιγίδα καὶ συστροφὴν πορεύσομαι παρορμήσουσα καὶ διεγεροῦσα ἐκ τῆς θαλάσσης, ἥτις ἂν τὰς κεφαλὰς τῶν Τρῴων καὶ τὰ ὅπλα κατακαύσειε, φλόγα κακὴν φέρουσα· σὺ δὲ παρὰ τὰς ὄχθας τοῦ Ξάνθου καῖε τὰ δένδρα, καὶ αὐτὸν ἔμβαλλε εἰς τὸ πῦρ, μηδέ τι σε λόγοις προσηνέσιν ἀποπαυέτω, ἢ ἀπειλῄ, μηδὲ πρότερον καταστόρει τὴν σὴν εὐθαρσίαν καὶ ἰσχύν· ἀλλ᾽ ὅταν δὴ ἐγὼ λαλήσω βοῶσα, τότε ἐπίσχες τὸ ἀκατάπαυστον (ἀκαταπόνητον) πῦρ.

298

οὕτως εἶπεν· ὁ Ἥφαιστος δὲ παρεσκεύαζε τὸ θεσπεσίως καιόμενον πῦρ· πρῶτον μὲν οὖν ἐν τῇ πεδιάδι ἐκαίετο τὸ πῦρ, ἔκανε δὲ τοὺς νεκροὺς τοὺς πολλούς, οἳ δὴ κατ' αὐτὸν ἦσαν ἱκανῶς, οὓς ἀπέκτεινεν ὁ Ἀχιλλεύς· πᾶσα δὲ ἡ πεδιὰς ἐξηράνθη, ἐπεσχέθη δὲ καὶ ἠρανίσθη τὸ λαμπρὸν ὕδωρ. ὥσπερ δὲ ὅταν ὁ κατὰ τὴν ὀπώραν πνέων Βορέας (οἱ ἐτησίαι) νεωστὶ ἀρδευθέντα κῆπον ταχέως ἀναξηράνῃ, χαίρῃ δὲ ὃς ἂν αὐτοῦ ἐπιμελῆται. οὕτως ἐξηράνθη πᾶσα ἡ πεδιάς, τοὺς νεκροὺς δ᾽ ἄρα κατέκαυσεν, οὗτος δὲ ἐπὶ τὸν ποταμὸν ἔτρεψε τὴν λαμπροτάτην φλόγα· ἐκαίοντο δὲ αἱ πτελέαι καὶ αἱ ἰτέαι, καὶ αἱ μυρίναι, ἐκαίετο δὲ τὸ(ἡ) γλυκύρριζον(ος), καὶ τὸ θρύον, καὶ τὸ κύπειρον, ἃ περὶ τὰ εὐειδὴ ῥεῖθρα τοῦ ποταμοῦ ἱκανῶς ἐφύετο κατεπονοῦντο αἱ ἐγχέλυές τε καὶ οἱ ἰχθύες, οἳ κατὰ τὰς συστροφὰς τοῦ ὕδατος, οἳ κατὰ τὰ περικαλλῆ ῥεῖθρα ἀναπαλλόμενοι κατεδύοντο τῇ δὲ κἀκεῖσε, καταπονούμενοι ὑπὸ τῆς πνοῆς τοῦ πολυβούλου καὶ πολυμηχάνου Ἡφαίστου, ἐκαίετο δὲ ἡ τοῦ ποταμοῦ δύναμις, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει· ὦ Ἥφαιστε, οὐδεὶς τῶν θεῶν δύναται ἐξισοῦσθαί σοί γε· οὐδ' ἂν ἐγὼ σοί γε οὕτω πυρὶ κατακαίοντι πολεμοίην. παύου τῆς μάχης, τοὺς Τρῷας δὲ καὶ νῦν ἂν ὁ ἐνδοξότατος Ἀχιλλεὺς ἐκ τῆς πόλεως ἀποδιώξειεν· τί μοι ὄφελος τῆς μάχης καὶ τῆς ἐπικουρίας;

342

εἶπε φλεγόμενος ὑπὸ τοῦ πυρός, ἀνέζει δὲ τὰ περικαλλῆ ῥεῖθρα. ὥσπερ δὲ λέβης ζεῖ καὶ παφλάζει ἐντός, ἀναγκαζόμενος ὑπὸ πολλοῦ πυρὸς τῷ λίπει λιπαινόμενος τοῦ εὐτραφοῦς χοίρου, πανταχόθεν ἀναβάλλων καὶ ἀναζέων, ξύλα δὲ κατάξηρα ὑπόκεινται· οὕτως αὐτοῦ τὰ περικαλλῆ ῥεῖθρα κατεφλέγοντο πυρί, ἔζει δὲ τὸ ὕδωρ, οὐδὲ ἤθελε ῥεῖν, ἀλλὰ κατείχετο, κατεπόνει δὲ αὐτὸ ἡ πυρώδης πνοή, τῇ τοῦ πολύνου καὶ πολυμηχάνου Ἡφαίστου ἰσχύϊ· οὗτος δὲ τὴν Ἥραν πολλὰ ἱκετεύων λόγους ταχεῖς ἔλεγεν· ὦ Ἥρα τί δήποτε ὁ σὸς υἱὸς ἐπέθετο καίειν τὸν ἐμὸν ῥοῦν, ἐκ πάντων τῶν ἄλλων; οὐ γὰρ ἐγώ σοι τοσοῦτον ὑπάρχω αἴτιος, ὅσον πάντες οἱ ἄλλοι, ὅσοι εἰσὶ τοῖς Τρῳσί βοηθοί· ἀλλ' ἐγὼ μὲν λήξω, εἰ σὺ ἐπιτάττεις, ληξά(γέ)τω δὲ καὶ οὗτος· ἐγὼ δ᾽ ἐπὶ τούτοις καὶ τοῦτο ὅρκῳ πιστώσομαι, μηδέποτε τοῖς Τρῳσὶν ἀποσοβήσειν τὴν χαλεπὴν ἡμέραν, μηδὲ ἢν ἡ Τροία πυρὶ θερμῷ πᾶσα κατακαίηται καιομένη, καίωσι δ' αὐτὴν οἱ πολεμικοὶ υἱοὶ τῶν Ἑλλήνων.

361

ἐπεὶ δὲ τοῦτο ἤκουσεν ἡ θεὰ ἡ λευκοβραχίων Ἥρα, παραχρῆμα δὴ πρὸς τὸν Ἥφαιστον ἔλεγε τὸν ἑαυτῆς ἀγαπητὸν υἱόν· ὦ Ἥφαιστε, παῦσαι, ὦ τέκνον ὑπερένδοξον, οὐ γὰρ προσήκει θεὸν ἀθάνατον οὕτω σκληρῶς τύπτειν καὶ βλάπτειν ἕνεκα ἀνθρώπων.

377

οὕτως εἶπεν· Ἥφαιστος δὲ κατέσβεσε τὸ θεσπεσίως καιόμενον πῦρ, ὀπισθόρμητον δὲ τὸ κῦμα ἐπαλινόστησεν ἐπὶ τὰ περικαλλῆ ῥεῖθρα.

381

ἐπειδὴ δὲ ἡ τοῦ Ξάνθου εὐθαρσία καὶ ἰσχὺς ἡττήθη καὶ κατείργασται, οὗτοι μὲν οὖν ἐπαύσαντο, ἡ Ἥρα γὰρ διεκώλυσε καὶ ἐπέσχεν αὐτοὺς καίπερ λίαν ὀργιζομένη· τοῖς ἄλλοις δὲ θεοῖς ἐνέπεσε φιλονεικία καὶ μάχη βαρεῖα καὶ ἰσχυρά, δεινή τε καὶ χαλεπή, διῃρημένως δὲ ἐν ταῖς διανοίαις αὐτῶν ἡ ψυχὴ διανίστατο, συνέπεσον δὲ καὶ συνέβαλον σὺν μεγάλῳ θορύβῳ, ἤχησε δὲ ἡ πλατεία γῆ, περιήχησε δὲ ὁ μέγας οὐρανός, ᾐσθάνετο δὲ ὁ Ζεὺς καθήμενος ἐν τῷ Ὀλύμπῳ, ἐχάρη δὲ καὶ διεχύθη ἡ ἀγαπητὴ αὐτοῦ ψυχὴ εὐφροσύνῃ, ἡνίκα ἑώρα τοὺς θεοὺς φιλονεικίᾳ καὶ μάχῃ συνερχομένους. τότε οὗτοι οὐκέτ' ἐπὶ πολὺ ἀπείχοντο ἀλλήλων, ἤρχετο δὲ Ἄρης ὁ τιτρώσκων καὶ διακόπτων τὰς ἀσπίδας (τὰ τῶν ἀνθρώπων δέρματα), καὶ πρῶτος τῇ Ἀθηνᾷ ἐφώρμησε σιδηροῦν δόρυ κατέχων, καὶ ὀνειδιστικὸν λόγον εἶπε· τί δήποτε, ὦ ἀναιδεστάτη, συνάγεις φιλονεικίᾳ καὶ μάχῃ τοὺς θεούς, εὐθαρσίαν ἔχουσα ἀκαταπόνητον, μεγάλη δέ σε προθυμία ἀνέπεισεν; ἢ οὐ μέμνησαι, ἡνίκα τὸν υἱὸν τοῦ Τυδέως Διομήδην ἀνέπεισας ἀκοντίσαι καὶ τρῶσαι; σὺ δὲ λαβοῦσα τὸ δόρυ ὑπὸ πάντων ὁρώμενον (ὁλόλαμπρον, τὸ τελευταῖον), εὐθὺ ἐμοῦ ἐπήνεγκας, τὸ περικαλλὲς δὲ σῶμα διέκοψας, καὶ ἔτρωσας; διὰ τοῦτό σε νῦν ὑπολαμβάνω ἀποδώσειν, ὅσα με εἴργασαι.

383

οὕτως εἰπὼν ἔπληξε κατὰ τὴν αἰγίδα τὴν κροσσοὺς ἔχουσαν, τὴν φοβερὰν καὶ καταπληκτικήν, ἣν ἂν οὐδὲ ὁ κεραυνὸς τοῦ Διὸς κατεργάζηται· ἐνταῦθα ὁ Ἄρης ἔπληξεν ὁ μεμιασμένος τῷ φόνῳ δόρατι μακρῷ· αὕτη δὲ ὑποχωρήσασα λίθον ἔλαβε τῇ παχείᾳ καὶ ἰσχυρᾷ χειρί, κείμενον ἐν τῇ πεδιάδι, μέλανα, τραχύν τε καὶ μέγαν, ὃν δὴ ἄνδρες προγενέστεροι ἔθηκαν εἶναι ὅρον τῆς χώρας· τούτῳ ἔπληξε τὸν ὁρμητίαν καὶ πολεμικὸν Ἄρεα, παρέλυσε δὲ καὶ ἐνέκρωσε τὰ μέλη αὐτοῦ. πεσὼν δὲ περιεκάλυψεν ἑπτὰ πλέθρα, ἐκονιόρτωσε δὲ τὴν κόμην, καὶ τὰ ὅπλα ἤχησαν· ἐγέλασε δὲ ἡ πολεμικὴ Ἀθηνᾶ, καὶ καυχωμένη ἐπ' αὐτῷ λόγους ταχεῖς ἔλεγον· ὦ μωρὲ καὶ ἀνόητε, οὔπω γε ἐνόησας ὅσον κρείσσων καὶ ἰσχυροτέρα εἶναι καυχῶμαι ἐγώ, διότι (ᾗτινι) μοι κατ' ἰσχὺν ἐξ ἴσου προσφέρῃ· οὕτως ἂν τὰς τῆς μητρὸς κατάρας ἀποδοίης, ἥτις λίαν ὀργιζομένη σοι δεινά βουλεύεται, διότι τοὺς Ἕλληνας κατέλιπες, τοῖς Τρῳσὶ δὲ τοῖς ὑβρισταῖς καὶ ανόμοις ἐπικουρεῖς.

400

οὕτω δὴ εἰποῦσα ἔτρεψεν εἰς τοὐπίσω τοὺς λαμπροὺς ὀφθαλμούς, τοῦτον δὲ ἦγε λαβοῦσα ἀπὸ τῆς χειρὸς ἡ φιλόγελως Ἀφροδίτη, συνεχῶς πάνυ στενάζοντα, μόλις δὲ συνῆξε τὸ ζωτικὸν πνεῦμα· ταύτην δὲ ἐπειδὴ ἐθεάσατο ἡ θέα ἡ λευκοβραχίων Ἥρα, παραχρῆμα πρὸς τὴν Ἀθηνᾶν ἔλεγε λόγους ταχεῖς· φεῦ φεῦ, ὦ τέκνον ἀδάμαστον καὶ ἀκαταπόνητον τοῦ τὴν αἰγίδα φοροῦντος Διός, καὶ μέντοι ἡ ἀναιδεστάτη ἄγει τὸν ἀνθρωποκτόνον Ἄρεα ἐκ τοῦ ἀφανιστικοῦ πολέμου καθ᾿ ὃ κλονοῦνται οἱ μαχόμενοι, ἀλλὰ δίωξον.

415

οὕτως εἶπεν· ἡ Ἀθηνᾶ δὲ ἐφώρμησεν, ἠγάλλετο δὲ ἐν τῇ ψυχῇ, καὶ δῆτ᾽ ἐπιδραμοῦσα παρὰ τὸ στῆθος τῇ παχείᾳ καὶ ἰσχυρᾷ χειρὶ ἔπληξε· ταύτης δὲ τὰ γόνατα παρελύθη αὐτόθι, καὶ ἡ ἀγαπητὴ ψυχή. οὗτοι μὲν οὖν ἀμφότεροι κατέκειντο ἐπὶ γῆς τῆς πολλὰ τρεφούσης, αὕτη δὲ ἐπικαυχωμένη λόγους ταχεῖς ἔλεγε· τοιοῦτοι νυνὶ ἅπαντες ὅσοι τῶν Τρῴων εἰσὶ βοηθοὶ εἴησαν, ἐπειδὴ τοῖς Ἕλλησι μάχονται τοῖς ἐνόπλοις καὶ πολεμικοῖς, καὶ οὕτως εὔτολμοι καὶ καρτερικοί, ὥσπερ ἡ Ἀφροδίτη παρεγένετο τῷ Ἄρει βοηθὸς τῇ ἐμῇ εὐτόλμῳ ἰσχύϊ ἀπαντῶσα· οὕτω γὰρ πάλαι ἂν ἡμεῖς ἐλήξαμεν τῆς μάχης ἐκπορθήσαντες τὴν καλῶς οἰκουμένην πόλιν τῆς Ἰλίου.

423

- πρὸς τὸν Ἀπόλλω δὲ εἶπεν ὁ βασιλεὺς Ποσειδῶν ὁ σείων τὴν γῆν· ὦ Φοῖβε, τί δὴ ἡμεῖς ἀπεχόμεθα ἀλλήλων; οὐ γὰρ προσήκει, τῶν λοιπῶν ἀρχὴν ποιησαμένων· αἰσχρὸν τοῦτό γε, ἐὰν ἄνευ μάχης ἐπανέλθωμεν εἰς τὸν Ὄλυμπον, παρὰ τὸ τοῦ Διὸς οἴκημα τὸ ἰσχυρῶς βεβηκός· ποίει ἀρχήν, σὺ γὰρ εἶ ἡλικίᾳ νεώτερος, οὐ γὰρ ἔμοιγε εὐπρεπές, ἐπειδὴ πρότερον ἐγεννήθην καὶ πλείω ἐπίσταμαι. μωρὲ καὶ ἀνόητε· πάνυ ἄνουν καρδίαν ἔχεις, οὐδὲ δὴ τούτων γε μέμνησαι, ὁπόσα δὴ χαλεπὰ πεπόνθαμεν περὶ τὸ Ἴλιον ἡμεῖς μόνοι τῶν θεῶν, ἡνίκα τῷ ὑπερηφάνῳ Λαομέδοντι παρὰ τοῦ Διὸς ἀφικόμενοι ἐδουλεύσαμεν εἰς ἐνιαυτὸν (ἐπὶ ἔτος ἓν) ἐπὶ ὡρισμένῳ μισθῷ, οὗτος δὲ ἄρχων ἐπέταττε· κἀγὼ μὲν τοῖς Τρῳσὶ τεῖχος περὶ τὴν πόλιν ἔκτισα πλατύ τε, καὶ πάνυ καλόν, ὅπως ἡ πόλις ἀνάλωτος εἴη. σὺ δέ, ὦ Φοῖβε, τὰς κατὰ τὴν πορείαν συστρεφούσας τοὺς πόδας, καὶ τὰ κέρατα ἑλικοειδεῖς, βοῦς ἔβοσκες ἐν τοῖς τραχέσι τόποις τῆς πολλὰ ἀποκλίματα ἐχούσης ὑλώδους καὶ δασείας Ἴδης. ἀλλ' ὁπηνίκα δὴ τὸ τέλος τοῦ μισθοῦ οἱ πολλῆς χαρᾶς αἴτιοι καιροὶ ἐμήνυον καὶ ἐφανέρουν, τηνικαῦτα ἡμᾶς ἐβιάσατο τὸν μισθὸν ἅπαντα ὁ καταπληκτικὸς Λαομέδων, ὀργισθεὶς δὲ ἀπέπεμψε· συνδήσειν μὲν αὐτὸς διετείνατο τοὺς πόδας καὶ τὰς χεῖρας ἄνωθεν, καὶ περάσειν ἐπὶ νήσους πόρρω τῆς Τροίας οὔσας, διεβεβαιοῦτο δ᾽ οὗτός γε ἀποκόψειν σιδήρῳ τὰ ὦτα ἀμφοτέρων· ἡμεῖς δὲ ὀπισθόρμητοι ἐπορευόμεθα ὀργιζόμενοι ἕνεκα τοῦ μισθοῦ, ὃν ὑποσχόμενος οὐκ ἀπέδωκε· τῷ λαῷ δὴ τούτου νῦν χάριν παρέχεις; οὐδὲ μεθ᾿ ἡμῶν μηχανᾷ, ὅπως ἂν οἱ ὑβρισταὶ καὶ ἄνομοι Τρῴες ἀφανισθώσι, παντάπασι κακῶς μετὰ παίδων καὶ τῶν σεμνῶν καὶ αἰδοῦς ἀξίων γυναικῶν;

434

πρὸς τοῦτον δὲ εἶπεν ὁ πόρρωθεν ἐνεργῶν βασιλεὺς Ἀπόλλων· ὦ κινητὰ γῆς, οὐκ ἄν με σώφρονα καὶ νουνεχῆ εἴποις εἶναι, εἰ σοί γε μάχομαι ἕνεκα σῶν ἀνθρώπων τῶν ἀθλίων καὶ ἀσθενῶν, οἳ φύλλοις ὅμοιοι ὄντες, ἄλλοτε μὲν μεγαλόφρονες καὶ διαφανεῖς εἰσι, τὸν τῆς γῆς καρπὸν ἐσθίοντες, ἄλλοτε δὲ φθείρονται ἄψυχοι· ἀλλ' ὅτι τάχος λήξωμεν τῆς μάχης καὶ τοῦ πολέμου· οὗτοι δ' αὐτοὶ μαχέσθωσαν

461

οὕτω δὴ εἰπὼν εἰς τοὐπίσω ἐτράπη, ᾐδεῖτο γάρ τοι μιγῆναι ἐν ταῖς παλάμαις τοῦ πατραδέλφου καὶ θείου. τοῦτον δὲ ἡ ἀδελφὴ ἡ τῶν θηρίων σεβαστὴ καὶ κυρία λίαν ὠνείδισεν, ἡ ἀγροδίαιτος Ἄρτεμις, καὶ λόγον ἐπιπληκτικὸν εἶπε· φεύγεις δή, ὦ Ἄπολλον, Ποσειδῶνι δὲ νίκην τελείαν παρῆκας, ἄμοχθον (ἀτυχὲς) δὲ καὶ ἄλυπον καύχημα αὐτῷ ἐπέδωκας; μωρὲ καὶ ἀνόητε· τί δὴ τὸ τόξον κατέχεις μάταιον οὕτως εἰκῇ; μηκέτι σοῦ νῦν ἀκούσω ἐν τοῖς οἴκοις τοῦ πατρὸς καυχωμένου, ὡς πρότερον, ἐν τοῖς ἀθανάτοις θεοῖς, ἐναντίον τοῦ Ποσειδῶνος κατὰ βιαίαν ἐναντίωσιν μάχεσθαι.

468

οὕτως εἶπε· πρὸς ταύτην δὲ οὐδὲν εἶπεν ὁ πόρρωθεν ἐνεργῶν Ἀπόλλων. ἀλλ' ὀργισθεῖσα ἡ τοῦ Διὸς σεμνὴ καὶ αἰδοῦς ἀξία γαμετή· - πῶς δὴ σύ, ὦ κύον θρασεῖα καὶ ἄφοβε, ἐφορμᾷς ἐναντίον ἐμοῦ στήσεσθαι, δεινὴ καὶ βλαβερά σοι ἐγὼ τυγχάνω, ὥστ᾽ ἐξεναντίας τὸ μένος φέρειν, καίπερ οὔσῃ τοξότιδι, ἐπειδή σε ταῖς γυναιξὶν ἐπίφοβον ὥσπερ λέοντα ἐποίησεν ὁ Ζεύς, καὶ ἐξουσίαν ἔδωκεν ἀποκτεῖναι ἣν ἂν ἐθέλῃς. ὄντως σοι βέλτιόν ἐστιν ἐν τοῖς ὄρεσι θηρία φονεύειν, καὶ ἀγροδίαιτας ἐλάφους, ἢ τοῖς ἐπικρατεστέροις ἰσχυρῶς που πολεμεῖν· εἰ δὲ βούλει πολέμου πειραθῆναι, ὅπως καλῶς μάθῃς, ὁπόσον ἐπικρατεστέρα εἰμί, ᾗτινι (ἐπειδή μοι) κατ' ἰσχὺν ἐκ τοῦ ἴσου προσφέρῃ (ἀνθίστασαι).

478

εἶπε δή, καὶ ἀμφοτέρας τὰς χεῖρας περιέλαβε κατὰ τὸν καρπὸν τῇ ἑαυτῆς ἀριστερᾷ, τῇ δεξιᾷ δὲ ἀφείλετο ἐκ τῶν ὤμων τὸ τόξον, τούτῳ δὲ ἔτυπτε παρὰ τὰ ὦτα μειδιῶσα, ἐκτρέπουσαν τὰς ὄψεις (ἐξ ὑποστροφῆς ἀνθισταμένην) πρὸς τὰς τῆς χειρὸς καταφοράς· οἱ ταχεῖς δὲ ὀϊστοὶ ἐξέπιπτον· δακρύουσα δὲ μετὰ ταῦτα ἔφυγεν ἡ θεὰ καθάπερ περιστερά, ἢ δὴ ὑπὸ ἱέρακος εἰσέπτη καὶ κατέφυγεν εἰς πέτραν κοίλην διαγωγὰς καὶ διαχωρήσεις ἔχουσαν, οὐδ᾽ ἄρα ταύτῃ γε εἵμαρτο κρατηθῆναι· οὕτω δακρύουσα ἔφυγε, κατέλιπε δὲ τὸ τόξον αὐτόθι. πρὸς τὴν Λητὼ δὲ εἶπεν ὁ τῶν θεῶν ἄγγελος Ἑρμῆς ὁ καθαρὸς φόνου· ὦ Λητοῖ, ἐγὼ δέ σοι οὐδαμῶς πολεμήσω, χαλεπὸν γάρ ἐστι μάχεσθαι ταῖς γαμεταῖς τοῦ τὰς νεφέλας ἀθροίζοντος Διός. ἀλλὰ πάνυ προθύμως ἐν τοῖς ἀθανάτοις θεοῖς καυχῶ (εἰ βούλει) νικῆσαι ἐμὲ καρτερᾷ καὶ ἰσχυρᾷ δυνάμει.

489

οὕτω δὴ εἶπεν. ἡ Λητὼ δὲ συνῆξε τὸ ἐπικαμπὲς τόξον καὶ τὰ βέλη πεσοντα ἄλλοθι ἄλλα ἐν τῇ συστροφῇ τοῦ χώματος· αὕτη μὲν οὖν λαβοῦσα τὸ τόξον τῆς ἑαυτῆς θυγατρὸς εἰς τοὐπίσω ἐπορεύετο· ἡ δὲ παρὰ τὸν Ὄλυμπον ἀφίκετο εἰς τὸ ἰσχυρῶς βεβηκὸς οἴκημα τοῦ Διός, δακρύουσα δὲ ἐκάθισε πρὸς τοῖς γόνασι τοῦ πατρὸς ἡ κόρη, περιέτρεμε δὲ ὁ θεῖος αὐτῆς πέπλος· ταύτην δὲ πρὸς ἑαυτὸν ἔλαβεν ὁ πατὴρ ὁ υἱὸς τοῦ Κρόνου, καὶ ἠρώτησεν ἡδέως γελάσας· τίς δή σε τῶν ουρανίων θεῶν τοιαῦτα εἰργάσατο, ὦ προσφιλέστατον τέκνον; -

502

πρὸς τοῦτον δὲ εἶπεν ἡ καλλιστέφανος Ἄρτεμις ἡ ἠχιτική· ἡ σή με γαμετὴ ἐπαταξεν, ὦ πάτερ, ἡ λευκοβραχίων Ἥρα, ἐξ ἧς τοῖς ἀθανάτοις θεοῖς συνδέδεται καὶ ηὔξηται φιλονεικία καὶ μάχη.

511

οὕτως οὗτοι μὲν τοιαῦτα πρὸς ἀλλήλους ἔλεγον. Ἀπόλλων δὲ ὁ λαμπρὸς εἰσῆλθεν εἰς τὴν ἱερὰν Ἴλιον, διὰ φροντίδος γὰρ ἦν αὐτῷ τὸ τεῖχος τῆς καλῶς ᾠκοδομημένης πόλεως, μήποτε οἱ Ἕλληνες ἐκπορθήσειαν παρὰ τὸ εἱμαρμένον τῇ ἡμέρᾳ ἐκείνῃ. οἱ ἄλλοι δὲ θεοὶ εἰς τὸν Ὄλυμπον ἐπορεύθησαν οἱ ἀεὶ ὄντες, οἱ μὲν λίαν ὀργιζόμενοι, οἱ δὲ μεγάλως ἐπαιρόμενοι καὶ σεμνυνόμενοι, ἐκάθισαν δὲ παρὰ τῷ πατρὶ τῷ τῶν σκοτεινῶν νεφῶν αἰτίῳ· Ἀχιλλεὺς δὲ τοὺς Τρῷας, αὐτούς τε ὁμοίως καὶ τοὺς μονώνυχας ἵππους ἀνῄρει· ὥσπερ δὲ ὅτε καπνὸς ἀναφερόμενος καταλαμβάνει εἰς τὸν μέγαν οὐρανόν, πόλεως καιομένης, ὀργὴ δὲ τῶν θεῶν ἐπήνεγκεν αὐτόν, πᾶσι δὲ ἐποίησε κακοπάθειαν, πολλοῖς δὲ θλίψεις καὶ ὀδύνας ἐπέθηκεν. οὕτως ὁ Ἀχιλλεὺς τοῖς Τρῳσὶ φόνον καὶ λύπας ἐπήνεγκεν.

514

ἵστατο δὲ ὁ γέρων Πρίαμος ἐπὶ τοῦ θείου πύργου, ἐθεάσατο δὲ τὸν μέγιστον Ἀχιλλέα, ὑπ' αὐτοῦ δὲ οἱ Τρῷες εὐθέως ἐκλονοῦντο καὶ ἐταράσσοντο φεύγοντες, οὐδέ τις δύναμις αὐτοῦ ἐγίνετο· οὗτος δὲ περιπαθῶς βοήσας, κατέβη ἀπὸ τοῦ πύργου ἐπὶ τὴν γῆν, προτρέπων παρὰ τὸ τεῖχος τοὺς ὑπερενδόξους φύλακας τῶν πυλῶν, καὶ λέγων· κατέχετε ἐν ταῖς χερσὶν ἀνεῳγμένας τὰς πύλας, ἕως ἂν οἱ λαοὶ ἔλθωσιν εἰς τὴν πόλιν φεύγοντες· ὄντως γὰρ ὁ Ἀχιλλεὺς πλησίον οὕτως ταράσσων νυνὶ ὑπολαμβάνω ὀλεθρία ἔσεσθαι· ἐπειδὰν δὲ εἰς τὸ τεῖχος συναθροισθέντες, ἀναπνοῆς τύχωσι καὶ ἀνέσεως, αὖθις ἐπίθετε τὰς πυκνῶς καὶ ἀσφαλῶς συνηρμοσμένας σανίδας, δέδοικα γὰρ μὴ ὁ ὀλέθριος ἀνὴρ εἰσπηδήσῃ εἰς τὸ (ἐντὸς τοῦ) τεῖχος(ους).

526

οὕτως εἶπεν. οὗτοι δὲ ἀπώσαντο, καὶ ἀπεκρούσαντο τοὺς μοχλούς, καὶ ἀπέλυσαν τὰς πύλας· αὗται δὲ ἀνεῳγυῖαι ἐποίησαν φῶς. Ἀπόλλων δὲ ἐναντίον τοῦ Ἀχιλλέως ἐξώρμησεν, ὅπως ἀποσοβήσειε τὸν ὄλεθρον τῶν Τρῴων· οὗτοι δὲ εὐθὺ τῆς πόλεως καὶ τοῦ ὑψηλοῦ τείχους ὑπὸ δίψους κατάξηροι, κονιορτοῦ πλήρεις, ἐκ τοῦ πεδίου ἔφευγον· οὗτος δὲ σφεδανῶς καὶ μετ' ἐπιτάσεως καὶ βίας ἐδίωκε τῷ δόρατι, μανία δὲ τὴν ψυχὴν αὐτοῦ κατεῖχεν ἀεὶ ἰσχυρά, ὥρμα δ' ἐνθουσιῶν δόξαν λαβεῖν. τότ᾽ ἂν τὴν ὑψηλὰς πύλας ἔχουσαν Τροίαν ἔλαβον οἱ υἱοὶ τῶν Ἑλλήνων, εἰ μὴ ὁ Ἀπόλλων ὁ καθαρὸς ἀνέπεισε τὸν ἐνδοξότατον Ἀγήνορα, ἄνδρα, υἱὸν τοῦ Ἀντήνορος, ἀμώμητόν τε καὶ ἰσχυρόν· ἐνέβαλε μὲν οὖν εἰς τὴν καρδίαν αὐτοῦ εὐθαρσίαν, παρ' αὐτῷ δὲ καὶ αὐτὸς ἔστη, ὅπως τὰς βαρείας καὶ χαλεπὰς χεῖρας τοῦ Θανάτου ἀποσοβήσειεν, ὑποκρυπτόμενος τῇ δρυΐ, κεκαλυμμένος δὲ ἦν ἀέρι καὶ ἀχλύϊ πολλῇ· ἐπεὶ δὲ οὗτος ἐθεάσατο τὸν τὰς πόλεις πορθοῦντα Ἀχιλλέα, ἔμεινε κατὰ χώραν, πάνυ δὲ ἡ καρδία αὐτῷ ἑστῶτι ἐταράττετο καὶ ἐμερίμνα· στενάξας δὲ εἶπε πρὸς τὴν ἑαυτοῦ μεγαλόφρονα ψυχήν· οἴμοι ἐγώ, ἂν μὲν ὑπὸ τοῦ ἰσχυροῦ Ἀχιλλέως φεύγω, οὗπερ οἱ ἄλλοι ταραττόμενοι φεύγουσι, φθάσει καὶ κρατήσει με, καὶ ὡς ἀσθενῆ καὶ ἄνανδρον ἀποκτενεῖ· ἐὰν δὲ ἐγὼ τούτους μὲν καταλίπω ταράττεσθαι ὑπὸ Ἀχιλλέως τοῦ υἱοῦ τοῦ Πηλέως, τοῖς ποσὶ δὲ ἀπὸ τοῦ τείχους ἄλλοσε φεύγω ἐπὶ τὸ πεδίον τὸ ὑποκείμενον τῇ Ἴδῃ (τὸ πρὸς τῷ τάφῳ τοῦ Ἴλου), ἕως ἂν ἀφίκωμαι παρὰ τοὺς δασεῖς καὶ δυσβάτους τόπους, καὶ ὑπεισέλθω τὰ ἐν οἷς οἱ ῥῶπες φύονται καὶ σύμφυτα μέρη, ἑσπέρας (ὀψὲ τῆς ἡμέρας) δ᾽ ἂν μετὰ ταῦτα λουσάμενος ἐν τῷ ποταμῷ, τὸν ἱδρῶτα πνεύμασι ξηράνας, πρὸς τὸ Ἴλιον ὑποστρέψαιμι. ἀλλὰ τί δή μοι ταῦτα διελέξατο ἡ ἀγαπητὴ ψυχή, μήπως με ἀποχωροῦντα τῆς πόλεως ἐπὶ τὸ πεδίον θεάσηται, καὶ κατόπιν ἐφορμήσας καταλάβῃ με τοῖς ταχέσι ποσίν, οὐκέτι μετὰ ταῦτα ἔσται δυνατὸν ἐκφυγεῖν τὸν θάνατον καὶ τὴν ἀπαίσιον φθοράν, πάνυ γὰρ ἰσχυρός ἐστιν ὑπὲρ πάντας τοὺς ἀνθρώπους. ἐὰν δὲ ἔμπροσθεν τῆς πόλεως ἐναντίον αὐτῷ παραγένωμαι, καὶ γὰρ δήπου καὶ τούτῳ τρωτόν ἐστι σῶμα σιδήρῳ ὀξεῖ καὶ τμητικῷ, μία δὲ ψυχὴ ἔνεστι, φθαρτὸν δὲ αὐτὸν λέγουσιν οἱ ἄνθρωποι εἶναι, Ζεὺς δὲ ὁ υἱὸς τοῦ Κρόνου παρέχει αὐτῷ δόξαν καὶ νίκην.

537

οὕτως εἰπών, συστραφεὶς παρέμενε τὸν Ἀχιλλέα, ἐν αὐτῷ δὲ ἡ ψυχὴ ἡ ἀνδρεία προετρέπετο πολεμίζειν καὶ μάχεσθαι· καθάπερ πάρδαλις ὁρμᾷ ἐκ βαθέος καὶ πυκνοῦ δρυμοῦ ἐναντίον ἀνδρὸς κυνηγοῦ, οὐκέτι ἐν τῇ καρδίᾳ δέδοικεν οὐδὲ πτοεῖται, ἐπειδὰν ἀκούσῃ τὸν ὑλαγμὸν τῶν κυνῶν, ἐὰν γὰρ καὶ φθάσας ἢ τρώσῃ ἐγγύθεν αὐτήν, ἢ βάλῃ πόρρωθεν, ἀλλὰ γε καὶ δόρατι πεπερονημένη καὶ καθηλωμένη οὐκ ἀποπαύεται τῆς εὐτόλμου ἰσχύος, πρίν γε ἢ συμβαλεῖν, ἢ ἀναιρεθῆναι· οὕτως ὁ υἱὸς τοῦ λαμπροῦ Ἀντήνορος ὁ ἐνδοξότατος Ἀγήνωρ, οὐκ ἤθελεν φεύγειν, πρὶν πειραθῆναι τοῦ Ἀχιλλέως. ἀλλ᾿ οὗτος δὴ τὴν μὲν ἀσπίδα ἔμπροσθεν κατέσχε τὴν πάντοθεν ἴσην καὶ κυκλοτερῆ, τῷ δόρατι δὲ αὐτοῦ κατεστοχάζετο, καὶ μεγάλως ἐφώνει· ὄντως δήπου πάνυ ἐλπίζεις ἐν τῇ διανοίᾳ, λαμπρότατε Ἀχιλλεῦ, τῇ παρούσῃ ἡμέρᾳ ἐκπορθήσειν τὴν πόλιν τῶν ὑπερενδόξων Τρῴων· μωρέ καὶ ἀνόητε, ὄντως ἔτι πολλαὶ θλίψεις καὶ λύπαι γενήσονται δι' αὐτήν, ἐν αὐτῇ γὰρ πολλοὶ δή σοι καὶ γενναῖοι ἄνδρες ἐσμέν, οἳ ἂν ἔμπροσθεν τῶν ἀγαπητῶν γονέων καὶ γυναικῶν καὶ παίδων φυλάσσομεν καὶ σώζομεν τὸ Ἴλιον, σὺ δὲ ἐνταῦθα θάνατον καταλήψῃ, οὕτω προπετὴς καὶ θρασὺς ὤν, καὶ εὔτολμος μαχητής.

571

εἶπε δὴ καὶ τὸ ὀξὺ δόρυ ἀπώσατο ἐκ τῆς παχείας καὶ ἰσχυρᾶς χειρός, καὶ ἔπληξε τὴν κνήμην ὑποκάτω τοῦ γόνατος, οὐδὲ ἥμαρτε, περὶ αὐτὴν δὲ ἡ κνημὶς τοῦ νεωστὶ κατεσκευασμένου κασσιτέρου καταπληκτικῶς περιήχησεν, εἰς τοὐπίσω δὲ ἀπηνέχθη ὁ σίδηρος τυφθέντος, οὐδὲ ἐπέρασε, διεκώλυσε γὰρ καὶ ἐπέσχε τὰ τοῦ θεοῦ δῶρα. ὁ υἱὸς δὲ τοῦ Πηλέως ὥρμησε κατὰ τοῦ ἰσοθέου Ἀγήνορος ὕστερος, οὐδὲ ἀφῆκεν ὁ Ἀπόλλων λαβεῖν εὐδοξίαν, ἀλλὰ ἐξήρπασεν αὐτόν, περιεκάλυψε δὲ ἀέρι, καὶ ἀχλύϊ πολλῇ, λάθρα δὲ καὶ ἄνευ θορύβου ἐξέπεμψεν αὐτὸν ἐκ τοῦ πολέμου πορεύεσθαι· οὗτος δὲ τὸν υἱὸν τοῦ Πηλέως ἐπιβουλῇ καὶ ἀπάτῃ ἀπεχώρισε καὶ ἀπήγαγε τοῦ λαοῦ, αὐτῷ γὰρ δὴ τῷ Ἀγήνορι κατὰ πάντα ὅμοιος ὁ πόρρωθεν ἐνεργῶν Ἀπόλλων ἔστη ἔμπροσθεν τῶν ποδῶν, οὗτος δὲ ἐφώρμησε τοῖς ποσὶ διώκειν· ἐν ὅσῳ δὲ οὗτος ἐδίωκεν αὐτὸν διὰ τοῦ σιτοφόρου πεδίου, τρέψας παρὰ τὸν βαθύρρουν ποταμὸν τὸν Σκάμανδρον μετρίᾳ ταχυτῆτι προτρέχοντα· ἀπάτῃ γὰρ ἐπήγετο αὐτὸν ὁ Ἀπόλλων, ἵν᾿ ἀεὶ ἐλπίζοι καταλήψεσθαι τοῖς ἑαυτοῦ ποσίν. ἐν τούτῳ οἱ ἄλλοι Τρῷες φεύγοντες εἰσῆλθον συνηθροισμένοι ἀγαπητῶς εἰς τὴν πόλιν, πᾶσα δ᾽ ἡ πόλις ἐπληρώθη ἀθροισθέντων, οὐδ᾽ ἄρα οὗτοί γε ὑπέμειναν ἔξω τῆς πόλεως καὶ τοῦ τείχους παραμεῖναι ἔτι ἀλλήλους καὶ γνῶναι ὃς ἂν φεύγοι, καὶ ὃς ἀπέθανεν ἐν τῷ πολέμῳ, ἀλλ᾿ ἀγαπητῶς εἰσέτρεχον εἰς τὴν πόλιν, ὅντινα αὐτῶν οἱ πόδες καὶ τὰ γόνατα ἔσωσαν.

590