Vasile Stancu

The ILIAD




Book XX

Homeric text & Koine Greek paraphrase by Theodorus Gaza


ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο001
οὕτως οὗτοι μὲν παρὰ ταῖς ναυσὶ ταῖς καμπυλοπρύμναις καθωπλίζοντο

ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί,002
περὶ σέ, ὦ υἱὲ τοῦ Πηλέως, τὸν πολέμου ἄπληστον, οἱ Ἕλληνες·

Τρῶες δ' αὖθ' ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο·003
οἱ Τρῷες δὲ ἀφ' ἑτέρου μέρους ἐπὶ τῷ ὑψηλῷ τόπῳ τῆς πεδιάδος, ἤγουν ἐπὶ τῇ Καλλικολώνῃ.

Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι004
ὁ Ζεὺς δὲ τὴν Θέμιστα ἐκέλευσε συγκαλέσαι εἰς ἐκκλησίαν τοὺς θεοὺς

κρατὸς ἀπ' Οὐλύμποιο πολυπτύχου· ἣ δ' ἄρα πάντῃ 005
ἀπὸ τῆς κορυφῆς τοῦ πολλὰς ἀνακλίσεις ἔχοντος Ὀλύμπου. αὕτη δὲ πάντοσε

φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.006
πορευθεῖσα, ἐκέλευσε πορεύεσθαι εἰς τὸ οἴκημα τοῦ Διός·

οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφ' Ὠκεανοῖο,007
οὔτε τις οὖν τῶν ποταμῶν ἀπῆν ἔξω (ἄνευ) τοῦ Ὠκεανοῦ,

οὔτ' ἄρα νυμφάων αἵ τ' ἄλσεα καλὰ νέμονται008
οὔτε τις τῶν Νυμφών, αἵτινες τὰ περικαλλῆ ἄλση κατοικοῦσι,

καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.009
καὶ τὰς πηγὰς τῶν ποταμῶν, καὶ τὰ ἕλη τὰ βοτανώδη.

ἐλθόντες δ' ἐς δῶμα Διὸς νεφεληγερέταο 010
ἀφικόμενοι δὲ εἰς τὸ οἴκημα τοῦ Διὸς τοῦ τὰς νεφέλας ἀθροίζοντος,

ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ011
ἐκάθισαν ἐπὶ τοῖς ἐξεσμένως κατεσκευασμένοις προστώοις, καὶ ὑφ᾽ ἡλίου καταλαμπομένοις,

Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.012
ἅπερ ὁ Ἥφαιστος τῷ Διὶ τῷ πατρὶ ἐποίησεν ἐπισταμέναις φρεσίν.



ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατ'· οὐδ' ἐνοσίχθων013
οὕτως οὗτοι μὲν ἐν τῷ οἴκῳ τοῦ Διὸς συνηθροίσθησαν. οὐδὲ Ποσειδῶν ὁ σείων τὴν γῆν

νηκούστησε θεᾶς, ἀλλ' ἐξ ἁλὸς ἦλθε μετ' αὐτούς,014
ἠπείθησε τῇ θεᾷ, ἀλλὰ ἐκ τῆς θαλάσσης ἦλθε πρὸς αὐτούς,

ἷζε δ' ἄρ' ἐν μέσσοισι, Διὸς δ' ἐξείρετο βουλήν· 015
ἐκάθισε δὲ ἐν τῷ μέσῳ αὐτῶν, ἠρώτησε δὲ τὴν βουλὴν τοῦ Διός·

τίπτ' αὖτ' ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας;016
τίποτε δή, ὦ λαμπροκέραυνε, συνεκάλεσας εἰς ἐκκλησίαν τοὺς θεούς;

ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;017
ἢ φροντίζεις καὶ μεριμνᾷς τι περὶ τῶν Τρῴων καὶ τῶν Ἑλλήνων;

τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.018
τούτων γὰρ νῦν ἐγγύτατα μάχη, καὶ πόλεμος διακέκαυται καὶ διεγήγερται.



τὸν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·019
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς.

ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν 020
κατενόησας Πόσειδον, κινητὰ τῆς γῆς, τὴν ἐν τοῖς ἐμοῖς στήθεσι βουλήν·

ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ.021
οὗτοι ὧν χάριν συνήθροισα ὑμᾶς, διὰ φροντίδος εἰσὶν ἐμοὶ ἀναιρούμενοι.

ἀλλ' ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο022
ἀλλ᾽ ἐγὼ μὲν ἐνταυθοῖ παραμενῶ ἐν τῇ ἀποκλίσει τοῦ Ὀλύμπου

ἥμενος, ἔνθ' ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι023
καθήμενος, ἐντεῦθεν ὁρῶν κατὰ διάνοιαν χαρήσομαι· οἱ ἄλλοι δὲ πάντες

ἔρχεσθ' ὄφρ' ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,024
πορεύεσθε, ἕως ἂν ἀφίκησθε πρὸς τοὺς Τρῷας καὶ τοὺς Ἕλληνας,

ἀμφοτέροισι δ' ἀρήγεθ' ὅπῃ νόος ἐστὶν ἑκάστου. 025
ἀμφοτέροις δὲ βοηθεῖτε ὅπου βούλησις καὶ εὔνοια ἑκάστου ὑπάρχει·

εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται026
ἐὰν γὰρ Ἀχιλλεὺς μόνος ἐπὶ τοὺς Τρῷας πολεμήσῃ,

οὐδὲ μίνυνθ' ἕξουσι ποδώκεα Πηλεΐωνα.027
οὐδ᾽ ἐπ' ὀλίγον ἀνθέξουσι τῷ ταχύποδι υἱῷ τοῦ Πηλέως·

καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·028
καὶ δὴ καὶ πρότερον αὐτὸν ὁρῶντες ὑπέτρεμον καὶ ἐπτοοῦντο·

νῦν δ' ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς029
νυνὶ δὲ ὁπηνίκα δὴ καὶ ἡ (κατά) ψυχή(ν) αὐτοῦ σφόδρα ὀργίζεται ἕνεκα τοῦ φίλου, χαλεπῶς

δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ. 030
δέδοικα, μὴ καὶ τὸ τεῖχος ὑπερμόρως καὶ παρὰ τὸ εἱμαρμένον καθέλῃ, καὶ τὴν πόλιν ἐκπορθήσῃ.



ὣς ἔφατο Κρονίδης, πόλεμον δ' ἀλίαστον ἔγειρε.031
οὕτως εἶπεν ὁ υἱὸς τοῦ Κρόνου· πόλεμον δὲ ἄφυκτον συνέστησε, καὶ συνηύξησεν.

βὰν δ' ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·032
ὥρμησαν δὲ πορεύεσθαι εἰς τὸν πόλεμον οἱ θεοί, διῃρημένως ἔχοντες τὴν ψυχὴν καὶ μὴ ὁμονοοῦντες.

Ἥρη μὲν μετ' ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη033
ἡ μὲν Ἥρα ἐπὶ τὸ ἄθροισμα τῶν νεῶν καὶ ἡ πολεμικὴ Ἀθηνᾶ,

ἠδὲ Ποσειδάων γαιήοχος ἠδ' ἐριούνης034
καὶ ὁ Ποσειδῶν ὁ συνέχων τὴν γῆν, καὶ ὁ πολυωφελής (ἐρευνητικὸς)

Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται· 035
Ἑρμῆς, ὃς διανοίᾳ συνετῇ ἐκεκόσμητο· ἅμα δὲ τούτοις

Ἥφαιστος δ' ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων036
καὶ ὁ Ἥφαιστος ἐπορεύετο δυνάμει ἐνθουσιῶν,

χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.037
σκάζων, αἱ ἀσθενεῖς δὲ κνῆμαι αὐτοῦ ἐρρωμένως ἐπειρῶντο βαδίζειν.

ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμ' αὐτῷ038
πρὸς τοὺς Τρῷας δὲ Ἄρης ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν, σὺν αὐτῷ δὲ

Φοῖβος ἀκερσεκόμης ἠδ' Ἄρτεμις ἰοχέαιρα039
καὶ Ἀπόλλων ὁ μὴ κειρόμενος τὴν κόμην,

Λητώ τε Ξάνθός τε φιλομειδής τ' Ἀφροδίτη. 040
καὶ ἡ Λητώ, καὶ ὁ Ξάνθος, καὶ ἡ φιλόγελως Ἀφροδίτη.



εἷος μέν ῥ' ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,041
ἕως μὲν οὖν οἱ θεοὶ πόρρω ἦσαν τῶν θνητῶν ἀνδρῶν,

τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκ' Ἀχιλλεὺς042
τοτηνικαῦτα οἱ μὲν Ἕλληνες μεγάλως ἐδοξάζοντο, διότι ὁ Ἀχιλλεὺς

ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς·043
ἐπεφάνη, ἐπὶ πολὺ δὲ ἔληξε τοῦ χαλεποῦ καὶ ὀδυνηροῦ πολέμου·

Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον044
τοὺς Τρῷας δὲ τρόμος χαλεπὸς ἐπῆλθε πάντας κατὰ τὰ μέλη

δειδιότας, ὅθ' ὁρῶντο ποδώκεα Πηλεΐωνα 045
φοβουμένους, ὅτε ἑώρων τὸν ταχύποδα υἱὸν τοῦ Πηλέως

τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.046
τοῖς ὅπλοις περιλαμπόμενον, ὅμοιον τῷ ἀνθρωποκτόνῳ Ἄρει·

αὐτὰρ ἐπεὶ μεθ' ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,047
ἐπειδὴ δὲ εἰς τὸ πλῆθος τῶν ἀνδρῶν ἦλθον οἱ οὐράνιοι,

ὦρτο δ' Ἔρις κρατερὴ λαοσσόος, αὖε δ' Ἀθήνη048
διηγέρθη ἡ κραταιά, καὶ ἰσχυρὰ Ἔρις ἡ τοὺς λαοὺς παρορμῶσα, ἐφώνει δὲ ἡ Ἀθηνᾶ,

στᾶσ' ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,049
ποτὲ μὲν ἑστῶτα παρὰ τὴν ὀρωρυγμένην τάφρον, ἔξω τοῦ τείχους,

ἄλλοτ' ἐπ' ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει. 050
ποτὲ δὲ ἐπὶ τῶν ἐπῃρμένων παραθαλασσίων τόπων μεγάλως ἐβόα·

αὖε δ' Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος051
ἐφώνει δὲ δ Ἄρης ἀφ' ἑτέρου μέρους ὅμοιος σκοτεινῇ καταιγίδι, καὶ τῇ σὺν ὑετῷ συστροφῇ ἀνέμου,

ὀξὺ κατ' ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,052
ὀξέως καὶ ἐξακούστως ἀπὸ τῆς ἀκροπόλεως παρακελευόμενος τοῖς Τρῳσί,

ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.053
ποτὲ δὲ παρὰ τὸν Σιμοῦντα ποταμόν, τρέχων ἐπὶ τὸν ὑψηλὸν τόπον τοῦ πεδίου, ἣν Καλλικολώνην ὀνομάζουσιν.



ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες054
οὕτω τούτους ἀμφοτέρους οἱ μακάριοι θεοί παροξύνοντες

σύμβαλον, ἐν δ' αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν· 055
συνέβαλον, ἐν αὐτοῖς δὲ ἔριδα χαλεπὴν συνετέλουν·

δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε056
φοβερῶς δὲ ἐβρόντησεν ὁ πατὴρ τῶν ἀνθρώπων καὶ τῶν θεῶν ἄνωθεν

ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε057
ἐκ τοῦ ὕψους· κάτωθεν δὲ ὁ Ποσειδῶν ἔσεισε

γαῖαν ἀπειρεσίην ὀρέων τ' αἰπεινὰ κάρηνα.058
τὴν ἀπέραντον γῆν, καὶ τῶν ὀρέων τὰς ὑψηλὰς κορυφάς.

πάντες δ' ἐσσείοντο πόδες πολυπίδακος Ἴδης059
πᾶσαι δὲ αἱ προβάσεις καὶ αἱ ὑπώρειαι τῆς πολλὰς πηγὰς ἐχούσης Ἴδης ἐκινοῦντο,

καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν. 060
καὶ αἱ ἀκρώρειαι, καὶ ἡ πόλις τῶν Τρῴων, καὶ αἱ νέες τῶν Ἑλλήνων·

ἔδεισεν δ' ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,061
ἐφοβήθη δὲ ὑποκάτωθεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἅιδης,

δείσας δ' ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε062
φοβηθεὶς δὲ ἐκ τοῦ θρόνου ἀνεπήδησε καὶ ἐβόησε, μὴ ἄνωθεν αὐτῷ

γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,063
τὴν γῆν ἀνάστατον ποιήσειε Ποσειδῶν ὁ τὴν γῆν σείων,

οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη064
τὰ οἰκήματα δὲ τοῖς τε θνητοῖς ἀνθρώποις, καὶ τοῖς ἀθανάτοις θεοῖς φανερὰ γένοιντο,

σμερδαλέ' εὐρώεντα, τά τε στυγέουσι θεοί περ· 065
τὰ φοβερὰ καὶ σκοτεινά, ἅπερ δεδοίκασι καὶ οἱ θεοί·

τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.066
τοσοῦτος δὴ κτύπος διηγέρθη τῶν θεῶν συνερχομένων ἐριστικῶς καὶ φιλονείκως.

ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος067
ἐναντίον μὲν γὰρ Ποσειδῶνος τοῦ βασιλέως

ἵστατ' Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,068
ἔστη Ἀπόλλων ὁ καθαρὸς κατέχων τοὺς ἐπτερωμένους ὀϊστούς·

ἄντα δ' Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·069
ἐναντίον δὲ τοῦ Ἄρεος ἡ θεά ἡ εὐόφθαλμος Ἀθηνᾶ·

Ἥρῃ δ' ἀντέστη χρυσηλάκατος κελαδεινὴ 070
τῇ Ἥρᾳ δὲ ἀντέστη ἡ καλλίτοξος ἠχητικὴ καὶ πολύηχος

Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·071
Ἄρτεμις ἡ χαίρουσα τοῖς ὀϊστοῖς ἡ ἀδελφὴ τοῦ Ἀπόλλωνος·

Λητοῖ δ' ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,072
τῇ Λητοῖ δὲ ἀντέστη ὁ σωσίοικος καὶ πολυωφελὴς Ἑρμῆς.

ἄντα δ' ἄρ' Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,073
ἐναντίον δὲ τοῦ Ἡφαίστου ἔστη ὁ μέγας βαθύρρους ποταμός,

ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.074
ὃν οἱ θεοὶ ὀνομάζουσι Ξάνθον, οἱ ἄνδρες δὲ Σκάμανδρον.



ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς 075
οὕτω μὲν οἱ θεοὶ ἐναντίον τῶν θεῶν ἔστησαν. ὁ Ἀχιλλεὺς δὲ

Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον076
ἐναντίον τοῦ Ἕκτορος μάλιστα ἐπεθύμει εἰσελθεῖν εἰς τὸ πλῆθος

Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει077
τοῦ υἱοῦ τοῦ Πριάμου, τούτου γὰρ δὴ μάλιστα ἡ ψυχὴ προέτρεπε

αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.078
τοῦ αἵματος κορέσαι τὸν ὑπομονητικὸν καὶ τολμηρὸν μαχητὴν Ἄρην.

Αἰνείαν δ' ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων079
τὸν Αἰνείαν δὲ διήγειρεν Ἀπόλλων ὁ τοὺς λαοὺς παρορμῶν εὐθὺ

ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ· 080
κατεναντίον τοῦ υἱοῦ τοῦ Πηλέως, ἐνέβαλε δὲ αὐτῷ προθυμίαν χρηστήν·

υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·081
ὡμοιώθη δὲ κατὰ τὴν φωνὴν τῷ Λυκάονι τῷ υἱῷ τοῦ Πριάμου

τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·082
τούτῳ ὁμοιωθεὶς εἶπε πρὸς αὐτὸν Ἀπόλλων ὁ υἱὸς τοῦ Διός·

Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ083
ὦ Αἰνεία βουλευτὰ καὶ γνωμοδότα τῶν Τρῴων, ποῦ σοι αἱ καυχήσεις καὶ διϊσχυρίσεις,

ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων084
ἃς τοῖς βασιλεῦσι (τοῖς ἄρχουσι) τῶν Τρῴων ἐπηγγείλω πίνων καὶ εὐωχούμενος,

Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν; 085
ἐναντίον Ἀχιλλέως τοῦ υἱοῦ τοῦ Πηλέως μάχεσθαι βιαίως;



τὸν δ' αὖτ' Αἰνείας ἀπαμειβόμενος προσέειπε·086
πρὸς τοῦτον δὲ ἀποκρινόμενος ὁ Αἰνείας εἶπεν·

Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις087
ὦ υἱὲ τοῦ Πριάμου, τί δή με ταῦτα καὶ μὴ βουλόμενον προτρέπεις

ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;088
πολεμεῖν ἐναντίον τοῦ μεγαλοψύχου υἱοῦ τοῦ Πηλέως;

οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντ' Ἀχιλῆος089
οὐ γὰρ νῦν πρῶτον ἐναντίον τοῦ ταχύποδος Ἀχιλλέως

στήσομαι, ἀλλ' ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν 090
στήσομαι, ἀλλ᾽ ἤδη με καὶ ἄλλοτε εἰς φυγὴν ἔτρεψε τῷ δόρατι

ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,091
ἐκ τῆς Ἴδης, ἡνίκα ἐπῆλθεν ταῖς ἡμετέραις βουσίν,

πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς092
ἐξεπόρθησε δὲ τὸν Λυρνησσόν, καὶ τὸν Πήδασον, ἐμὲ δὲ ὁ Ζεὺς

εἰρύσαθ', ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.093
ἔσωσεν, ὅς μοι παρώξυνε τὴν προθυμίαν, καὶ τὰ ταχέα γόνατα.

ἦ κ' ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,094
ὄντως ἀνῃρέθην ἂν ὑπὸ τῶν χειρῶν τοῦ Ἀχιλλέως καὶ τῆς Ἀθηνᾶς,

ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδ' ἐκέλευεν 095
ἥτις αὐτοῦ ἔμπροσθεν πορευομένη ἐποίει φῶς καὶ σωτηρίαν, καὶ ἐπέταξε

ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.096
δόρατι σιδηρῷ τοὺς Λέλεγας καὶ τοὺς Τρῷας ἀποκτείνειν.

τὼ οὐκ ἔστ' Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·097
διὰ τοῦτο οὐκ ἔστι δυνατὸν ἄνδρα τινὰ πολεμεῖν ἐναντίον τοῦ Ἀχιλλέως·

αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.098
ἀεὶ γὰρ πάρεστιν εἷς τῶν θεῶν, ὃς τὸν ὄλεθρον ἀποσοβεῖ·

καὶ δ' ἄλλως τοῦ γ' ἰθὺ βέλος πέτετ', οὐδ' ἀπολήγει099
καὶ δὴ καὶ ἄλλως τούτου τε τὸ δόρυ εὐθὺ φέρεται, οὐδὲ ἀποπαύεται,

πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ 100
πρὶν ἢ διὰ σώματος ἀνδρικοῦ διελθεῖν· εἰ δέ γε θεὸς

ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα101
ὁμοίως στήσειε τὰ τοῦ πολέμου, μηδενὶ βοηθείας προσούσης· οὐ πάνυ ῥᾳδίως με

νικήσει', οὐδ' εἰ παγχάλκεος εὔχεται εἶναι.102
τροπώσεται, οὐδ᾽ εἰ καυχᾶται εἶναι ὅλος σιδηροῦς.



τὸν δ' αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·103
πρὸς τοῦτον δὲ εἶπεν Ἀπόλλων ὁ βασιλεὺς ὁ υἱὸς τοῦ Διός·

ἥρως ἀλλ' ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν104
ὦ ἥρως, ἀλλ᾽ ἄγε καὶ σὺ τοῖς ἀεὶ οὖσι θεοῖς

εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης 105
εὔχου· καὶ δὴ καὶ σὲ λέγουσιν ἐκ τῆς Ἀφροδίτης

ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·106
τῆς θυγατρὸς τοῦ Διὸς τεχθῆναι· ἐκεῖνος δὲ ἐκ θεοῦ ἥττονος ὑπάρχει·

ἣ μὲν γὰρ Διός ἐσθ', ἣ δ' ἐξ ἁλίοιο γέροντος.107
ἡ μὲν γάρ ἐστιν ἐκ τοῦ Διός, ἡ δὲ ἐκ τοῦ θαλασσίου γέροντος·

ἀλλ' ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν108
ἀλλ᾽ ἄφες κατ᾽ εὐθεῖαν τὸν ἀκαταπόνητον σίδηρον, μηδὲ παντελῶς σε

λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.109
ῥήμασι δεινοῖς ἀποκρουέτω, καὶ τῇ ἀπὸ τοῦ Ἄρεος βλάβῃ.



ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν, 110
οὕτως εἰπὼν ἐνέβαλε προθυμίαν μεγάλην τῷ βασιλεῖ τῶν λαῶν.

βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.111
ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν καθωπλισμένος σιδήρῳ λαμπρῷ·

οὐδ' ἔλαθ' Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην112
οὐδὲ ἔλαθεν ὁ υἱὸς τοῦ Ἀγχίσου τὴν λευκόπηχυν Ἥραν,

ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·113
ἐναντίον τοῦ υἱοῦ τοῦ Πηλέως ἐπερχόμενος κατὰ τὴν τάξιν τῶν ἀνδρῶν.

ἣ δ' ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·114
αὕτη δὲ ὁμοῦ συγκαλέσασα τοὺς θεοὺς εἶπεν ἐν αὐτοῖς λόγον.

φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη 115
σκοπεῖτε νῦν ὑμεῖς, ὦ Πόσειδον, καὶ Ἀθηνᾶ,

ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.116
ἐν τῇ ὑμετέρᾳ διανοίᾳ πῶς γενήσονται ταῦτα τὰ ἔργα.

Αἰνείας ὅδ' ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ117
ὁ Αἰνείας οὗτος ἐπορεύθη καθωπλισμένος σιδήρῳ λαμπρῷ

ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.118
ἐναντίον τοῦ υἱοῦ τοῦ Πηλέως, ἀνέπεισε δὲ καὶ παρώρμησεν αὐτὸν Ἀπόλλων ὁ καθαρός·

ἀλλ' ἄγεθ', ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω119
ἀλλ' ἄγετε ἡμεῖς γε ἀποτρέψωμεν αὐτὸν εἰς τοὐπίσω

αὐτόθεν, ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ 120
ἐκεῖθεν, ἤ τις δὴ καὶ ἡμῶν τῷ Ἀχιλλεῖ

παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ121
παραγένοιτο, παράσχοι δὲ νίκην μεγάλην, μηδαμῶς δέ τινος κατὰ ψυχὴν

δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι122
προσδείσθω, ὅπως γνῷ ὅτι φιλοῦσιν αὐτὸν οἱ κράτιστοι

ἀθανάτων, οἳ δ' αὖτ' ἀνεμώλιοι οἳ τὸ πάρος περ123
τῶν θεῶν· οὗτοι δὲ ἄκαιροι καὶ μάταιοί εἰσιν, οἳ πρότερόν γε

Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.124
τοῖς Τρῳσὶν ἀποσοβοῦσι τὸν πόλεμον καὶ τὴν μάχην·

πάντες δ' Οὐλύμποιο κατήλθομεν ἀντιόωντες 125
πάντες δὲ ἐκ τοῦ Ὀλύμπου κατήλθομεν μεθέξοντες

τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι126
τοῦδε τοῦ πολέμου, ὅπως μηδὲν ἐν τοῖς Τρῳσὶ πάθῃ

σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα127
τήμερον· μετὰ ταῦτα δὲ πείσεται, ἅπερ αὐτῷ ἡ μοῖρα

γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.128
τικτομένῳ ἐπέκλωσε τῷ λίνῳ, ἡνίκα αὐτὸν ἔτεκεν ἡ μήτηρ.

εἰ δ' Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς129
εἰ δὲ ὁ Ἀχιλλεὺς ταῦτα οὐκ ἀκούσεται ἐκ τῆς φωνῆς τῶν θεῶν,

δείσετ' ἔπειθ', ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ 130
φοβηθήσεται δήπου, ὅταν τις θεὸς κατὰ βιαίων ἐναντίωσιν ἐπέλθῃ

ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.131
κατὰ τὴν μάχην, χαλεπῶς δὲ καὶ δυσκόλως ἔχει ὁρᾶσθαι τοὺς θεοὺς φανερῶς.



τὴν δ' ἠμείβετ' ἔπειτα Ποσειδάων ἐνοσίχθων·132
πρὸς ταύτην δὲ ἀπεκρίνετο μετὰ ταῦτα Ποσειδῶν ὁ σείων τὴν γῆν·

Ἥρη μὴ χαλέπαινε παρ' ἐκ νόον· οὐδέ τί σε χρή.133
ὦ Ἥρα, μὴ ὀργίζου παραλόγως, οὐδαμῶς γάρ σε δεῖ·

οὐκ ἂν ἔγωγ' ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι134
οὐκ ἔγωγε βουλοίμην ἂν τοὺς θεοὺς συνωθῆσαι καὶ συνάψαι ἐριστικῶς καὶ φιλονείκως

ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν· 135
ἡμᾶς γε τοὺς ἄλλους, ἐπειδὴ πολλῷ κρείττους ἐσμέν·

ἀλλ' ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες136
ἀλλ᾿ ἡμεῖς μὲν καθίσωμεν πορευθέντες

ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δ' ἄνδρεσσι μελήσει.137
ἐκ τῆς ὁδοῦ εἰς τὴν περιοπήν, ἡ μάχη δὲ τοῖς ἀνδράσιν ἔσται διὰ φροντίδος·

εἰ δέ κ' Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,138
ἐὰν δὲ ὁ Ἄρης ἄρχηται πολέμου, ἢ Ἀπόλλων ὁ καθαρός,

ἢ Ἀχιλῆ' ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,139
ἢ τῷ Ἀχιλλεῖ ἐμποδὼν γίνωνται, καὶ οὐχ ἑῶσι πολεμεῖν,

αὐτίκ' ἔπειτα καὶ ἄμμι παρ' αὐτόθι νεῖκος ὀρεῖται 140
εὐθέως δὴ καὶ ἡμῖν παρ' αὐτῷ φιλονεικία καὶ μάχη διαναστήσεται

φυλόπιδος· μάλα δ' ὦκα διακρινθέντας ὀΐω141
πολέμου, πάνυ δὲ ταχέως διαχωρισθέντας οἴομαι

ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθ' ὁμήγυριν ἄλλων142
ὀπίσω πορευθῆναι εἰς τὸν Ὄλυμπον, εἰς τὸν σύλλογον τῶν ἄλλων θεῶν

ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.143
ὑπὸ τῶν ἡμετέρων χειρῶν, ἐν ἐπικρατείᾳ ἰσχυρῶς καταπονηθέντας.



ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης144
οὕτω δὴ εἰπὼν προεπορεύθη ὁ Ποσειδῶν εἰς τὸ περικεχυμένον

τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο 145
τεῖχος τοῦ θείου Ἡρακλέους,

ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη146
τὸ ὑψηλόν, ὃ δὴ αὐτῷ οἱ Τρῷες, καὶ ἡ πολεμικὴ Ἀθηνᾶ

ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,147
κατεσκεύαζον, ὅπως τὸ κῆτος ἐκκλίνας διαφύγοι καὶ σωθείη,

ὁππότε μιν σεύαιτο ἀπ' ἠϊόνος πεδίον δέ.148
ὅταν αὐτὸν ἀπὸ τοῦ αἰγιαλοῦ ἐπιδιώκοι εἰς τὸ πεδίον.

ἔνθα Ποσειδάων κατ' ἄρ' ἕζετο καὶ θεοὶ ἄλλοι,149
ἐκεῖ ὁ Ποσειδῶν ἐκάθισε, καὶ οἱ ἄλλοι θεοί,

ἀμφὶ δ' ἄρ' ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο· 150
νεφελὴν δὲ ἰσχυρὰν καὶ ἄθραυστον τοῖς ὤμοις περιεβάλοντο·

οἳ δ' ἑτέρωσε καθῖζον ἐπ' ὀφρύσι Καλλικολώνης151
οὗτοι δὲ κατὰ τὸ ἕτερον μέρος ἐκάθισαν ἐν τοῖς ἐπῃρμένοις μέρεσιν τῆς Καλλικολώνης,

ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.152
περὶ σέ, ὦ Ἄπολλον τοξότα, καὶ τὸν τὰς πόλεις ἐκπορθοῦντα Ἄρην.



ὣς οἳ μέν ῥ' ἑκάτερθε καθήατο μητιόωντες153
οὕτως οὗτοι μὲν οὖν ἑκατέρωθεν ἐκάθηντο βουλευόμενοι

βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο154
βουλάς, ἄρχειν δὲ τοῦ χαλεποῦ καὶ ὀδυνηροῦ πολέμου ἀνεβάλλοντο

ὄκνεον ἀμφότεροι, Ζεὺς δ' ἥμενος ὕψι κέλευε. 155
ἀμφότεροι· ὁ δὲ Ζεὺς ἐφ' ὕψει καθήμενος ἐκέλευε.



τῶν δ' ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ156
τούτων δὲ πᾶσα ἡ πεδιὰς ἐπληρώθη καὶ περιελάμπετο σιδήρῳ

ἀνδρῶν ἠδ' ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν157
τῶν ἀνδρῶν καὶ τῶν ἵππων, ἐκινεῖτο δὲ ἡ γῆ τοῖς ποσὶ

ὀρνυμένων ἄμυδις. δύο δ' ἀνέρες ἔξοχ' ἄριστοι158
διεγειρομένων καὶ ἐφορμώντων ὁμοῦ· δύο δὲ ἄνδρες ἐξόχως κράτιστοι

ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι159
εἰς τὸ μέσον ἀμφοτέρων συνῆλθον προθυμούμενοι πολεμεῖν,

Αἰνείας τ' Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς. 160
ὅ τε Αἰνείας ὁ υἱὸς τοῦ Ἀγχίσου, καὶ ὁ ἐνδοξότατος Ἀχιλλεύς.

Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει161
ὁ Αἰνείας οὖν πρῶτος καυχησάμενος καὶ διατεινάμενος ὥρμησεν,

νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν162
ἐπινεύων τῇ βαρείᾳ περικεφαλαίᾳ, τὴν ἀσπίδα δὲ τὴν μεγάλην (πολεμικὴν)

πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.163
κατεῖχεν ἔμπροσθεν τοῦ στέρνου, ἔσειε δὲ τὸ σιδηροῦν δόρυ.

Πηλεΐδης δ' ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς164
ὁ υἱὸς δὲ τοῦ Πηλέως ἀπὸ τοῦ ἑτέρου μέρους ἐξεναντίας ἐφώρμησεν ὥσπερ λέων

σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν 165
βλαβερός, ὃν οἱ μὲν ἄνδρες ἀποκτεῖναι προθυμοῦνται

ἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζων166
συναθροιζόμενοι ἅπας ὁ δῆμος· οὗτος δὲ πρῶτον ἀτιμάζων καὶ περιφρονῶν

ἔρχεται, ἀλλ' ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν167
ἐπέρχεται· ἀλλ' ὅταν τις τῶν ἐν πολέμῳ εὐκινήτων νέων

δουρὶ βάλῃ ἐάλη τε χανών, περί τ' ἀφρὸς ὀδόντας168
τρώσῃ τῷ δόρατι, συνεστράφη τε κεχηνώς, καὶ περὶ τοὺς ὀδόντας ἀφρὸς

γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,169
γίνεται, ἐν τῇ καρδίᾳ δὲ αὐτοῦ στενάζει ἡ ἰσχυρὰ ψυχή,

οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν 170
τῇ οὐρᾷ δὲ κατὰ τὰς πλευράς, καὶ τὰ κοῖλα τῶν γλουτῶν ἀφ' ἑκατέρου μέρους

μαστίεται, ἑὲ δ' αὐτὸν ἐποτρύνει μαχέσασθαι,171
μαστίζεται, αὐτὸς δὲ ἑαυτὸν διερεθίζει πρὸς μάχην,

γλαυκιόων δ' ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ172
πυρῶδες δὲ καὶ φοβερὸν βλέπων εὐθὺ ὁρμᾷ, καὶ παραμένει ὅπως τινὰ ἀποκτείνῃ

ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·173
ἄνδρα, ἢ αὐτὸς ἀναιρεθῇ ἐν τῇ πρώτῃ συστροφῇ τῆς μάχης.

ὣς Ἀχιλῆ' ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ174
οὕτως τῷ Ἀχιλλεῖ παρωξύνετο ἡ ἰσχὺς καὶ ἡ ἀνδρεία ψυχὴ ἐπελθεῖν

ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο. 175
ἐναντίον τοῦ μεγαλοψύχου Αἰνείου.

οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,176
οὗτοι δὲ ἡνίκα δὴ πλησίον ἐγένοντο ἐπ' ἀλλήλους ἐρχόμενοι,

τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·177
πρὸς τοῦτον πρότερον εἶπεν ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεύς.

Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν178
ὦ Αἰνεία, τί δὴ σύ γε τοσοῦτον πολὺ ἐφορμήσας διὰ τῆς συστροφῆς τοῦ πλήθους

ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει179
ἔστης; ἢ σέ γε προτρέπει ἡ ψυχὴ πολεμῆσαι ἐμοί,

ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι 180
ἐλπίζοντα βασιλεύσειν τῶν ἱππικῶν Τρῴων

τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμ' ἐξεναρίξῃς,181
μετὰ τιμῆς τοῦ Πριάμου (ἀντὶ τῆς βασιλείας τοῦ Πριάμου); ἐὰν δὲ ἐμὲ ἀποκτείνης,

οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·182
οὔ σοι τούτου ἕνεκα ὁ Πρίαμος ἐμβαλεῖ εἰς τὰς χεῖρας τὴν τιμήν, καὶ τὸ ἆθλον τοῦτο.

εἰσὶν γάρ οἱ παῖδες, ὃ δ' ἔμπεδος οὐδ' ἀεσίφρων.183
εἰσὶ γὰρ αὐτῷ παῖδες, οὗτος δὲ εὐσταθὴς καὶ νουνεχής, οὐδέ τις κοῦφος καὶ ἀσύνετός ἐστιν·

ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων184
ἢ δή σοι οἱ Τρῷες ἀγρόν τινα ἀπένειμαν διαφερόντως τῶν ἄλλων

καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι 185
περικαλλῆ, φυτοπέδου, καὶ σιτοπέδου, ἵν᾽ αὐτὸν καρποῖ,

αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σ' ἔολπα τὸ ῥέξειν.186
ἐὰν ἀποκτείνῃς ἐμέ; δυσκόλως δέ σε τοῦτο πράξειν ἐλπίζω·

ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.187
ἤδη γάρ σέ γε οἶμαι καὶ ἄλλοτε τρέψαι εἰς φυγὴν τῷ δόρατι.

ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα188
ἢ οὐ μνημονεύεις ἡνίκα σε ἀπὸ τῶν βοῶν μόνον ὄντα

σεῦα κατ' Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι189
ἐδίωξα ἐκ τῶν τῆς Ἴδης ὀρέων ταχέσι ποσί,

καρπαλίμως; τότε δ' οὔ τι μετατροπαλίζεο φεύγων. 190
πάνυ εὐκινήτως, τότε δὲ οὐδαμῶς μετεστρέφου φεύγων.

ἔνθεν δ' ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν191
ἐκεῖθεν δὲ εἰς τὸν Λυρνησσὸν κατέφυγες, ἐγὼ δὲ τὴν πόλιν αὐτὴν

πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,192
ἐξεπόρθησα ἐφορμήσας σὺν τῇ Ἀθηνᾷ, καὶ τῷ Διὶ τῷ πατρί·

ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας193
αἰχμαλώτους δὲ τὰς γυναῖκας, τὴν ἐλευθέραν ζωὴν ἀφελόμενος,

ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.194
ἀπῆγον, σὲ δὲ ὁ Ζεὺς ἠλευθέρωσε καὶ ἔσωσε, καὶ οἱ ἄλλοι θεοί·

ἀλλ' οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ 195
ἀλλ' οὐ νῦν σε σώσειν ὑπολαμβάνω, ὥσπερ εἰς λογισμὸν

βάλλεαι· ἀλλά σ' ἔγωγ' ἀναχωρήσαντα κελεύω196
σὺ ἐμβάλλεις καὶ διαλογίζῃ· ἀλλ᾽ ἔγωγε ἀναχωρήσαντά σε κελεύω πορεύεσθαι

ἐς πληθὺν ἰέναι, μηδ' ἀντίος ἵστασ' ἐμεῖο,197
εἰς τὸ πλῆθος, μηδὲ ἵστασο ἐναντίον ἐμοῦ,

πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.198
πρὸ τοῦ παθεῖν τι δεινόν, πραχθὲν δὲ καὶ γενόμενον τὸ κακὸν καὶ ὁ μωρὸς κατενόησε.



τὸν δ' αὖτ' Αἰνείας ἀπαμείβετο φώνησέν τε·199
πρὸς τοῦτον δὲ ἀπεκρίνατο ὁ Αἰνείας, καὶ εἶπεν·

Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς 200
ὦ υἱὲ τοῦ Πηλέως, μηδαμῶς με ῥήμασιν ὥσπερ νήπιον καὶ ἄφρονα

ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς201
ἔλπιζε ἐκφοβήσειν, ἐπειδὴ φανερῶς ἐπίσταμαι καὶ ἐγὼ

ἠμὲν κερτομίας ἠδ' αἴσυλα μυθήσασθαι.202
καὶ λοιδορίας, καὶ τὰς παρὰ τὸ καθῆκον ἀπειλὰς εἰπεῖν·

ἴδμεν δ' ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας203
οἴδαμεν δὲ τὸ γένος ἑκατέρου ἡμῶν, οἴδαμεν δὲ τοὺς γονέας,

πρόκλυτ' ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·204
προηκουσμένους καὶ προεγνωσμένους λόγους ἀκούοντες τῶν φθαρτῶν ἀνθρώπων·

ὄψει δ' οὔτ' ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτ' ἄρ' ἐγὼ σούς. 205
τοῖς ὀφθαλμοῖς δὲ οὔτε σὺ τοὺς ἐμοὺς ἐθεάσω, οὔτ᾽ ἐγὼ τοὺς σούς·

φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,206
λέγουσι σὲ μὲν τοῦ ἀμωμήτου Πηλέως υἱὸν εἶναι,

μητρὸς δ' ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·207
καὶ ἐκ μητρὸς Θέτιδος τῆς καλλικόμου θαλασσίας·

αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο208
ἐγὼ δὲ υἱὸς τοῦ μεγαλοψύχου Ἀγχίσου

εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστ' Ἀφροδίτη·209
διισχυρίζομαι εἶναι (γεννηθῆναι), μήτηρ δέ μοι ἐστὶν ἡ Ἀφροδίτη.

τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται 210
τούτων οὖν νῦν οἱ ἕτεροι τὸν ἀγαπητὸν υἱὸν θρηνήσουσι

σήμερον· οὐ γάρ φημ' ἐπέεσσί γε νηπυτίοισιν211
σήμερον· οὐ γὰρ οἴομαι ῥήμασι μωροῖς καὶ ματαίοις

ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.212
οὕτως (ἐνθάδε) διαχωρισθέντες ἀναχωρῆσαι τῆς μάχης·

εἰ δ' ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ' ἐῢ εἰδῇς213
εἰ δὲ βούλει καὶ ταῦτα μαθεῖν, ὅπως καλῶς γνῷς

ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·214
τὸ ἡμέτερον γένος, πολλοὶ δὲ ἄνδρες αὐτὸ οἴδασι.

Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς, 215
Δάρδανον δὴ τὰ πρῶτα ἐγέννησεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς,

κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ216
ἔκτισε δὲ τὴν Δαρδανίαν, ἐπειδὴ οὔπω ἡ ἱερὰ Ἴλιος

ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,217
ἐν τῇ πεδιάδι ᾠκοδόμητο καὶ ᾤκιστο, πόλις τῶν μεμερισμένην ἐχόντων τὴν φωνὴν ἀνθρώπων,

ἀλλ' ἔθ' ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.218
ἀλλ᾽ ἔτι τὰς προβάσεις, καὶ τὰς πέζας κατῴκουν τῆς πολλὰς πηγὰς ἐχούσης Ἴδης.

Δάρδανος αὖ τέκεθ' υἱὸν Ἐριχθόνιον βασιλῆα,219
ὁ Δάρδανος δὲ ἐγέννησεν υἱὸν τὸν βασιλέα Ἐριχθόνιον,

ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων· 220
ὃς δὴ πλουσιώτατος ἐγένετο πάντων τῶν φθαρτῶν ἀνθρώπων·

τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο221
τούτου ἵπποι τρισχίλια κατὰ τὸ ἕλος ἐβόσκοντο,

θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.222
φορβάδες, πώλοις τερπόμεναι νεογενέσιν (νεογναῖς).

τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,223
τούτων καὶ ὁ Βορέας ἠράσθη βοσκομένων·

ἵππῳ δ' εἰσάμενος παρελέξατο κυανοχαίτῃ·224
ἵππῳ δὲ ὁμοιωθεὶς μελανότριχι ἐμίγη αὐταῖς,

αἳ δ' ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους. 225
αὗται δὲ ἐγκυμονήσασαι ἔτεκον δώδεκα πώλους·

αἳ δ' ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,226
αὗται δὲ ἡνίκα μὲν ἐσκίρτων κατὰ τὴν γῆν τὴν τὰ πρὸς τὸ ζῆν δωρουμένην,

ἄκρον ἐπ' ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·227
κατὰ τὸ ἄκρον τοῦ καρποῦ τῶν ἀσταχύων διέτρεχον (ἐν τοῖς στάχυσι λεπτῶν ἀνθέρων), οὐδέ τι κατέθραυον·

ἀλλ' ὅτε δὴ σκιρτῷεν ἐπ' εὐρέα νῶτα θαλάσσης,228
ἀλλ' ὅτε δὴ ἐσκίρτων κατὰ τὰ πλατέα νῶτα καὶ τὴν μεγάλην ἐπιφάνειαν τῆς θαλάσσης

ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.229
ἄνω κατὰ τὴν ἐπιφάνειαν τῆς λευκῆς θαλάσσης διέτρεχον.

Τρῶα δ' Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα· 230
Ἐριχθόνιος δὲ ἐγέννησε τοῖς Τρῳσὶ βασιλέα τὸν Τρῷα,

Τρωὸς δ' αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο231
ἐκ τοῦ Τρῳὸς δὲ τοῦ ἀμωμήτου τρεῖς υἱοὶ ἐγεννήθησαν,

Ἶλός τ' Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,232
ὅ τε Ἶλος, καὶ ὁ Ἀσσάρακος, καὶ ὁ ἰσόθεος Γανυμήδης,

ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·233
ὃς δὴ ἐγένετο ὡραιότατος πάντων τῶν θνητῶν ἀνθρώπων·

τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν234
τοῦτον καὶ ἀνήρπασαν οἱ θεοὶ οἰνοχοεῖν τῷ Διί,

κάλλεος εἵνεκα οἷο ἵν' ἀθανάτοισι μετείη. 235
ἵνα ἐν τοῖς ἀθανάτοις εἴη ἕνεκα τοῦ ἑαυτοῦ κάλλους.

Ἶλος δ' αὖ τέκεθ' υἱὸν ἀμύμονα Λαομέδοντα·236
ὁ Ἶλος δὲ ἐγέννησεν υἱὸν τὸν ἀμώμητον Λαομέδοντα·

Λαομέδων δ' ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε237
ὁ Λαομέδων δὲ ἐγέννησε τὸν Τιθωνόν, καὶ τὸν Πρίαμον,

Λάμπόν τε Κλυτίον θ' Ἱκετάονά τ' ὄζον Ἄρηος·238
καὶ τὸν Λάμπον, καὶ τὸν Κλυτίον, καὶ τὸν τοῦ Ἄρεος κλάδον Ἱκετάονα.

Ἀσσάρακος δὲ Κάπυν, ὃ δ' ἄρ' Ἀγχίσην τέκε παῖδα·239
Ἀσσάρακος δὲ τὸν Κάπυν, οὗτος δὲ ἐγέννησεν υἱὸν

αὐτὰρ ἔμ' Ἀγχίσης, Πρίαμος δ' ἔτεχ' Ἕκτορα δῖον. 240
τὸν Ἀγχίσην, ἐμὲ δὲ ὁ Ἀγχίσης, ὁ Πρίαμος δὲ ἐγέννησε τὸν ἐνδοξότατον Ἕκτορα.

ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.241
τούτου δὴ τοῦ γένους καὶ τοῦ αἵματος διισχυρίζομαι ὑπάρχειν.

Ζεὺς δ' ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε242
ὁ Ζεὺς δὲ τοῖς ἀνδράσι καὶ αὔξει καὶ ἐλαττοῖ τὴν ἀρετήν,

ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.243
ὅπως ἂν βούληται, οὗτος γάρ ἐστιν ἰσχυρότατος πάντων.

ἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς244
ἀλλ᾽ ἄγε μηκέτι ταῦτα διαλεγώμεθα, καθάπερ νήπιοι καὶ ἄφρονες,

ἑσταότ' ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος. 245
ἑστῶτες ἐν τῷ μέσῳ τῆς μάχης τοῦ πολέμου,

ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι246
ἔστι γὰρ ἀμφοτέροις ὀνείδη καὶ λοιδορίας εἰπεῖν

πολλὰ μάλ', οὐδ' ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.247
πάνυ πολλά, οὐδ᾽ ἂν ναῦς πολυκάθεδρος τὸ βάρος ἀνέλοιτο καὶ βαστάξειεν,

στρεπτὴ δὲ γλῶσσ' ἐστὶ βροτῶν, πολέες δ' ἔνι μῦθοι248
εὐμετάθετος δὲ καὶ εὐκίνητός ἐστιν ἡ γλῶσσα τῶν ἀνθρώπων, πολλοὶ δὲ ἔνεισι λόγοι

παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.249
παντοδαποί, ῥημάτων δὲ πολλὴ περιαγωγὴ καὶ διανομὴ τῇδε κἀκεῖσε·

ὁπποῖόν κ' εἴπῃσθα ἔπος, τοῖόν κ' ἐπακούσαις. 250
οἷον ἂν λόγον εἴπῃς, τοιοῦτον ἂν ἀντακούσαις.

ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη251
ἀλλὰ τί δὴ ἔριδας καὶ φιλονεικίας ἡμῖν ἀνάγκη

νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,252
φιλονεικεῖν καὶ ἐρίζειν ἐναντίον ἀλλήλοις, ὥσπερ γυναῖκες,

αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο253
αἵτινες περὶ ἔριδος ψυχοφθόρου εἰς χόλον ἀχθεῖσαι,

νεικεῦσ' ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι254
φιλονεικοῦσιν ἀλλήλαις εἰς τὸ μέσον τῆς ὁδοῦ παρελθοῦσαι,

πόλλ' ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει. 255
πολλὰ ἀληθῆ τε καὶ μή, ἡ ὀργὴ δὲ (γὰρ) καὶ ταῦτα λέγειν προτρέπει.

ἀλκῆς δ' οὔ μ' ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα256
τῆς εὐτόλμου δὲ ἰσχύος οὐδέποτέ με λόγοις ἀποτρέψεις, καὶ ἀποστήσεις προθυμούμενον,

πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλ' ἄγε θᾶσσον257
πρὶν ἢ πολεμῆσαι κατεναντίον σιδήρῳ· ἀλλ᾽ ἄγε τάχιον

γευσόμεθ' ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.258
ἁψώμεθα ἀλλήλων τοῖς σιδήρῳ ἐστομωμένοις δόρασιν.



ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος259
εἶπε δὴ καὶ ἐν τῇ φοβερᾷ ἀσπίδι ἔπηξε τὸ ἰσχυρὸν δόρυ

σμερδαλέῳ· μέγα δ' ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ. 260
τῇ καταπληκτικῇ, μεγάλως δὲ περιήχησεν ἡ ἀσπὶς τῇ ἐπιδορατίδι τοῦ ἀκοντίου.

Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ261
ὁ υἱὸς δὲ τοῦ Πηλέως τὴν μὲν ἀσπίδα ἄποθεν ἑαυτοῦ τῇ παχείᾳ χειρὶ

ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος262
κατέσχε φοβηθείς, ᾠήθη γὰρ τὸ μακρὸν δόρυ

ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο263
ῥᾳδίως περάσειν τοῦ μεγαλοψύχου Αἰνείου·

νήπιος, οὐδ' ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν264
ὁ εὐήθης, οὐδὲ ἐνόησε κατὰ λόγον τε καὶ κατὰ διάνοιαν,

ὡς οὐ ῥηΐδι' ἐστὶ θεῶν ἐρικυδέα δῶρα 265
ὅτι οὐκ εἰσὶ ῥᾴδια τὰ ὑπερένδοξα δῶρα τῶν θεῶν καταπονηθῆναι

ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδ' ὑποείκειν.266
ὑπὸ φθαρτῶν ἀνδρῶν, οὐδὲ ὑπείκειν καὶ ἐνδιδόναι καὶ παραλύεσθαι·

οὐδὲ τότ' Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος267
οὐ γὰρ τότε τὸ ἰσχυρὸν δόρυ τοῦ συνετοῦ Αἰνείου

ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·268
διέρρηξε καὶ διέκοψε πᾶσαν τὴν ἀσπίδα· ὁ χρυσὸς γὰρ διεκώλυσε, καὶ ἐπέσχε τὰ δῶρα τοῦ θεοῦ·

ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δ' ἄρ' ἔτι τρεῖς269
ἀλλὰ τὰς δύο μὲν ἐπιδιπλώσεις διῆλθε καὶ διέκοψεν, ἔτι δ' αἱ τρεῖς

ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων, 270
ὑπῆρχον, ἐπειδὴ πέντε διπλώσεις ἐφήπλωσεν Ἥφαιστος ὁ χωλός,

τὰς δύο χαλκείας, δύο δ' ἔνδοθι κασσιτέροιο,271
τὰς δύο χαλκᾶς, καὶ τὰς ἔνδοθεν δύο κασσιτερίνας,

τὴν δὲ μίαν χρυσῆν, τῇ ῥ' ἔσχετο μείλινον ἔγχος.272
τὴν ἐν τῷ μέσῳ δὲ μίαν, χρυσῆν, ἐν ταύτῃ δὲ ἐνεσχέθη τὸ ἐκ μελίας δόρυ, καὶ τῆς εἰς τὸ πρόσω ὁρμῆς διεκωλύθη·



δεύτερος αὖτ' Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,273
δεύτερος δὲ ὁ Ἀχιλλεὺς ἀφῆκε τὸ μακρὸν δόρυ,

καὶ βάλεν Αἰνείαο κατ' ἀσπίδα πάντοσ' ἐΐσην274
καὶ ἔβαλε κατὰ τὴν τοῦ Αἰνείου ἀσπίδα τὴν πάντοθεν ἴσην

ἄντυγ' ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός, 275
καὶ κυκλοτερῆ, ὑπὸ τὴν πρώτην περιφέρειαν, ἔνθα λεπτότατος ὁ χαλκὸς διέτρεχε, καὶ περιέκειτο,

λεπτοτάτη δ' ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ276
λεπτότατον δὲ τὸ δέρμα τοῦ βοὸς ἐπῆν, αὕτη δὲ εἰς τὸ πρόσω διῆλθεν

Πηλιὰς ἤϊξεν μελίη, λάκε δ' ἀσπὶς ὑπ' αὐτῆς.277
ἡ ἐκ τοῦ Πηλίου ὄρους μελία, διεκόπη δὲ ἡ ἀσπὶς ὑπ᾽ αὐτῆς.

Αἰνείας δ' ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ' ἀνέσχε278
ὁ Αἰνείας δὲ συνειλήθη, καὶ ἀπὸ ἑαυτοῦ ἀνέσχε τὴν ἀσπίδα

δείσας· ἐγχείη δ' ἄρ' ὑπὲρ νώτου ἐνὶ γαίῃ279
φοβηθείς, τὸ δόρυ δὲ ὑπεράνωθεν τοῦ νώτου εἰς τὴν γῆν

ἔστη ἱεμένη, διὰ δ' ἀμφοτέρους ἕλε κύκλους 280
ἐνεπάγη ἐφορμῶν, διεῖλε δὲ καὶ διέκοψεν ἀμφοτέρους τοὺς κύκλους τὸν βύρσινον, καὶ τὸν χαλκοῦν

ἀσπίδος ἀμφιβρότης· ὃ δ' ἀλευάμενος δόρυ μακρὸν281
τῆς ἀσπίδος τῆς περιεχούσης τὸ σῶμα, οὗτος ἐκκλίνας καὶ φυλαξάμενος τὸ μέγα δόρυ

ἔστη, κὰδ δ' ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,282
ἔστη, λύπη δὲ μεγίστη περιεχύθη τοῖς ὀφθαλμοῖς αὐτοῦ,

ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς283
φοβηθείς, ὅτι ἐγγὺς αὐτοῦ ἐνεπάγη τὸ δόρυ· ὁ Ἀχιλλεὺς δὲ

ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ284
μάλα προθυμούμενος ἐφώρμησε σπασάμενος τὸ ὀξὺ καὶ τμητικὸν ξίφος

σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ 285
καταπληκτικῶς βοῶν, οὗτος δὲ λίθον χειροπληθῆ ἔλαβε τῇ χειρὶ

Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γ' ἄνδρε φέροιεν,286
ὁ Αἰνείας μέγα ἄχθος (σῶμα), ὅπερ οὐκ ἂν φέροιεν ἄνδρες δύο

οἷοι νῦν βροτοί εἰσ'· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.287
οἷοι νῦν ἄνθρωποί εἰσιν· οὗτος δὲ ῥᾳδίως αὐτὸ ἐκίνει καὶ μόνος.

ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ288
τότ᾽ ἂν Αἰνείας μὲν ἐφορμῶντα ἔπληξε τῷ λίθῳ

ἢ κόρυθ' ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,289
ἢ κατὰ τὸ κράνος, ἢ κατὰ τὴν ἀσπίδα, ἥτις ἀπεσόβησεν ἂν αὐτῷ τὸν χαλεπὸν θάνατον,

τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα, 290
τοῦτον δὲ ὁ υἱὸς τοῦ Πηλέως ἐκ τοῦ σύνεγγυς ξίφει τὴν ψυχὴν ἀφείλετο ἄν,

εἰ μὴ ἄρ' ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·291
εἰ μὴ ταχέως δὴ ἐθεάσατο Ποσειδῶν ὁ σείων τὴν γῆν,

αὐτίκα δ' ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·292
παραχρῆμα δὲ ἐν τοῖς ἀθανάτοις θεοῖς λόγον εἶπε·

ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,293
φεῦ φεῦ, ὄντως μοι λύπη ἐστὶν ἕνεκα τοῦ μεγαλοψύχου Αἰνείου,

ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι294
ὃς ταχέως ἀναιρεθεὶς ὑπὸ τοῦ υἱοῦ Πηλέως εἰς ᾅδου κατελεύσεται

πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο 295
πεισθεὶς τοῖς λόγοις τοῦ μακροβόλου Ἀπόλλωνος,

νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.296
ὁ εὐήθης· οὐ γάρ τι αὐτῷ ἀποσοβήσει τὸν χαλεπὸν θάνατον.

ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει297
ἀλλὰ τί δὴ οὗτος νῦν ἀθῶος λύπας καὶ ὀδύνας πάσχει

μὰψ ἕνεκ' ἀλλοτρίων ἀχέων, κεχαρισμένα δ' αἰεὶ298
ματαίως ἕνεκα θλίψεων ἀλλοτρίων, χαρίεντα δὲ ἀεὶ

δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;299
δῶρα τοῖς θεοῖς ἀναφέρει, οἳ τὸν πλατὺν καὶ μέγαν οὐρανὸν κατοικοῦσιν;

ἀλλ' ἄγεθ' ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν, 300
ἀλλ᾿ ἄγετε ἡμεῖς γε αὐτὸν ἀπὸ τοῦ θανάτου ῥυσώμεθα,

μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς301
μήπως καὶ ὁ υἱὸς τοῦ Κρόνου ὀργισθῇ, ἐὰν ὁ Ἀχιλλεὺς

τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστ' ἀλέασθαι,302
αὐτὸν ἀποκτείνῃ, εἱμαρμένον γὰρ ἐστιν αὐτῷ ἐκφυγεῖν,

ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται303
ὅπως μὴ ἄγονος καὶ ἀφανὴς διαφθαρείη ἡ γενεὰ

Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων304
τοῦ Δαρδάνου, ὃν ὁ υἱὸς τοῦ Κρόνου μᾶλλον τῶν ἄλλων ἁπάντων ὑιῶν ἐφίλησεν,

οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων. 305
οἳ ἐξ ἑαυτοῦ ἐγεννήθησαν, καὶ γυναικῶν φθαρτῶν·

ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων·306
ἤδη γὰρ τὴν γενεὰν τοῦ Πριάμου ἐμίσησεν ὁ υἱὸς τοῦ Κρόνου.

νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει307
νῦν δὲ δὴ ἡ τοῦ Αἰνείου ἰσχὺς βασιλεύσει τῶν Τρῴων,

καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.308
καὶ οἱ υἱοὶ τῶν υἱῶν, οἳ ἂν καὶ γεννηθῶσι μετὰ ταῦτα.



τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη·309
πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ἡ εὐόφθαλμος σεβαστὴ Ἥρα·

ἐννοσίγαι', αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον 310
ὦ κινητὰ γῆς, σὺ αὐτὸς ἐν τῇ σῇ διανοίᾳ νόησον,

Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς311
ὅπως ἢ σώσῃς τὸν Αἰνείαν, ἢ καταλίπῃς·

Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.312
-

ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους313
ἡμεῖς μὲν γὰρ πολλοὺς ὅρκους ὠμόσαμεν

πᾶσι μετ' ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη314
ἐν πᾶσι τοῖς ἀθανάτοις θεοῖς, ἐγὼ καὶ ἡ πολεμική Ἀθηνᾶ,

μή ποτ' ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, 315
μηδέποτε τοῖς Τρῳσὶν ἀποσοβήσειν τὴν κακὴν ἡμέραν βοηθοῦσαι αὐτοῖς,

μηδ' ὁπότ' ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται316
μηδὲ ὅταν ἡ Τροία κατακαίηται πᾶσα, πυρὶ καυστικῷ καὶ ἀναλωτικῷ

καιομένη, καίωσι δ' ἀρήϊοι υἷες Ἀχαιῶν.317
καιομένη, καίωσι δὲ αὐτὴν οἱ πολεμικοὶ υἱοὶ τῶν Ἑλλήνων.



αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε Ποσειδάων ἐνοσίχθων,318
ἐπειδὴ δὲ τοῦτο ἤκουσε Ποσειδῶν ὁ σείων τὴν γῆν,

βῆ ῥ' ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,319
ὥρμησε πορεύεσθαι εἰς τὸν πόλεμον, καὶ εἰς τὴν ταραχὴν τῶν δοράτων·

ἷξε δ' ὅθ' Αἰνείας ἠδ' ὃ κλυτὸς ἦεν Ἀχιλλεύς. 320
ἀφίκετο δὲ ὅπου ὁ Αἰνείας καὶ ὁ ἔνδοξος ἦν Ἀχιλλεύς,

αὐτίκα τῷ μὲν ἔπειτα κατ' ὀφθαλμῶν χέεν ἀχλὺν321
καὶ παραχρῆμα τούτῳ μὲν κατέχεεν ἐπὶ τοὺς ὀφθαλμοὺς ὀμίχλην

Πηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκον322
τῷ Ἀχιλλεῖ τῷ υἱῷ τοῦ Πηλέως· αὐτὸς δὲ τὴν καλὸν σίδηρον ἔχουσαν μελίαν

ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·323
ἐξείλκυσεν ἐκ τῆς ἀσπίδος τοῦ μεγαλοψύχου Αἰνείου·

καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,324
καὶ ταύτην μὲν ἔθηκεν ἔμπροσθεν τῶν ποδῶν τοῦ Ἀχιλλέως·

Αἰνείαν δ' ἔσσευεν ἀπὸ χθονὸς ὑψόσ' ἀείρας. 325
τὸν Αἰνείαν δὲ ἔφερεν ἀπὸ τῆς γῆς εἰς ὕψος ἄρας καὶ κουφίσας.

πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων326
πολλὰς δὲ τάξεις ἡρώων, πολλὰς δὲ καὶ ἵππων

Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,327
ὁ Αἰνείας ὑπερεπήδησε καὶ ὑπερέβη ἀπὸ τῆς χειρὸς τοῦ θεοῦ ὁρμήσας·

ἷξε δ' ἐπ' ἐσχατιὴν πολυάϊκος πολέμοιο,328
ἀφίκετο δὲ εἰς τὸ ἔσχατον μέρος τοῦ πολυορμήτου πολέμου,

ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.329
ἔνθα δὴ οἱ Καύκωνες εἰς τὸν πόλεμον καθωπλίζοντο.

τῷ δὲ μάλ' ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων, 330
τούτῳ δὲ παρεγένετο πάνυ ἐγγὺς Ποσειδῶν ὁ σείων τὴν γῆν,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·331
καὶ φωνήσας, λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν·

Αἰνεία, τίς σ' ὧδε θεῶν ἀτέοντα κελεύει332
ὦ Αἰνεία, τίς δή σε τῶν θεῶν οὕτως ἀφραίνοντα (ἀφροντιστοῦντα) προτρέπει

ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,333
ἐναντίον τοῦ μεγαλοψύχου υἱοῦ τοῦ Πηλέως πολεμεῖν,

ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;334
ὅστις ἅμα κρείττων (ἰσχυρότερος) σοῦ καὶ φίλτερος τοῖς ἀθανάτοις θεοῖς ὑπάρχει·

ἀλλ' ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ, 335
ἀλλ᾿ ἀναχώρησον, ὅταν αὐτῷ ἀπροοράτως συμβάλῃς,

μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.336
μήπως καὶ παρὰ τὸ εἱμαρμένον ἀπέλθῃς εἰς τὸν οἶκον τοῦ Ἅιδου.

αὐτὰρ ἐπεί κ' Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,337
ἐπειδὰν δὲ ὁ Ἀχιλλεὺς τὸν θάνατον καὶ τὸν μόρον ἐπιδέξηται,

θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·338
θαρρήσας δὴ μετὰ ταῦτα ἐν τοῖς πρωταγωνισταῖς μάχου,

οὐ μὲν γάρ τίς σ' ἄλλος Ἀχαιῶν ἐξεναρίξει.339
οὐδεὶς γάρ σε ἄλλος τῶν Ἑλλήνων ἀποκτενεῖ.



ὣς εἰπὼν λίπεν αὐτόθ', ἐπεὶ διεπέφραδε πάντα. 340
οὕτως εἰπὼν κατέλιπεν αὐτὸν αὐτόθι, ἐπειδὴ πάντα ἐδήλωσε.

αἶψα δ' ἔπειτ' Ἀχιλῆος ἀπ' ὀφθαλμῶν σκέδασ' ἀχλὺν341
ταχέως δὲ μετέπειτα ἀπὸ τῶν ὀφθαλμῶν τοῦ Ἀχιλλέως διέλυσε καὶ ἠφάνισε τὴν ὁμίχλην

θεσπεσίην· ὃ δ' ἔπειτα μέγ' ἔξιδεν ὀφθαλμοῖσιν,342
τὴν θαυμαστήν, οὗτος δὲ μετὰ ταῦτα μεγάλως κατεῖδε τοῖς ὀφθαλμοῖς,

ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·343
στενάξας δ᾽ ἄρα εἶπε πρὸς τὴν ἑαυτοῦ μεγαλόφρονα ψυχήν·

ὢ πόποι ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι·344
φεῦ φεῦ ὄντως μέγα θαῦμα τοῦτο θεῶμαι τοῖς ὀφθαλμοῖς,

ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα 345
τὸ μὲν δόρυ τοῦτο κεῖται ἐπὶ τῆς γῆς, οὐδαμῶς δὲ τὸν ἄνδρα

λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.346
ὁρῶ, ᾧτινι ἐφῆκα, ἀποκτείναι προθυμούμενος·

ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν347
ὄντως δὴ καὶ ὁ Αἰνείας φίλος τοῖς ἀθανάτοις θεοῖς

ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.348
ἦν, ἐγὼ δὲ αὐτὸν ᾠήθην μάτην οὕτως καυχᾶσθαι·

ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι349
ἀπίτω μετὰ φθορᾶς, οὐκ αὐτῷ προθυμία τοῦ λοιποῦ πειραθῆναι ἐμοῦ

ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο. 350
ἔσται, ὅστις καὶ νῦν ἀσμένως καὶ ἡδέως ἔφυγεν ἐκ τοῦ θανάτου.

ἀλλ' ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας351
ἀλλ᾽ ἄγε δὴ τοῖς πολεμικοῖς Ἕλλησι παρακελευσάμενος

τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.352
τῶν ἄλλων Τρῴων πειράσωμαι ἐξεναντίας ἐπελθών.



ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·353
εἶπε, καὶ ἐπὶ τὰς τάξεις ἐπήδησε, παρεκελεύετο δὲ ἑκάστῳ ἀνδρί·

μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,354
μηκέτι νῦν πόρρω τῶν Τρῴων ἵστασθε, ὦ ἔνδοξοι Ἕλληνες,

ἀλλ' ἄγ' ἀνὴρ ἄντ' ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι. 355
ἀλλ᾽ ἄγε ἀνὴρ κατ᾽ ἀνδρὸς ἐπελθέτω, προθυμείσθω δὲ πολεμεῖν·

ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι356
χαλεπὸν δέ μοί ἐστι καίπερ ἰσχυρῷ ὄντι

τοσσούσδ' ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·357
τοσούτους ἀνθρώπους διώκειν, καὶ πᾶσι πολεμεῖν,

οὐδέ κ' Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κ' Ἀθήνη358
οὐδ᾽ ἂν Ἄρης, ὅστις ἐστὶ θεὸς ἄφθαρτος, οὐδ᾽ ἂν ἡ Ἀθηνᾶ

τοσσῆσδ' ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·359
κατεπείγοι στόμα τοσαύτης μάχης, καὶ μάχοιτο.

ἀλλ' ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε 360
ἀλλ' ὅσον μὲν ἐγὼ δύναμαι καὶ χερσὶ καὶ ποσί,

καὶ σθένει, οὔ μ' ἔτι φημὶ μεθησέμεν οὐδ' ἠβαιόν,361
καὶ δυνάμει, οὐκ οἴομαι τοῦ λοιποῦ ἀμελήσειν, οὐδ᾽ ἐπ' ὀλίγον,

ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τιν' οἴω362
ἀλλὰ πάνυ διὰ τῆς τάξεως ὁρμήσω διόλου, οὐδέ τινα οἴομαι

Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.363
τῶν Τρῴων εὐφρανθήσεσθαι, ὅστις ἂν ἐγγὺς τοῦ δόρατος παραγένοιτο.



ὣς φάτ' ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ364
οὕτως εἶπε παρορμῶν· τοῖς Τρῳσὶ δὲ ὁ λαμπρὸς Ἕκτωρ

κέκλεθ' ὁμοκλήσας, φάτο δ' ἴμεναι ἄντ' Ἀχιλῆος· 365
παρεκελεύετο ἀπειλήσας (βοήσας), εἶπε δὲ χωρεῖν ἐναντίον τοῦ Ἀχιλλέως·

Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.366
ὦ Τρῷες μεγαλόψυχοι καὶ γενναῖοι, μὴ φοβεῖσθε τὸν υἱὸν τοῦ Πηλέως·

καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,367
καὶ ἐγὼ λόγοις καὶ τοῖς ἀθανάτοις θεοῖς πολεμοίην ἄν,

ἔγχεϊ δ' ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.368
τῷ δόρατι δὲ χαλεπόν ἐστιν, ἐπειδὴ πολλῷ ἰσχυρότεροι ὑπάρχουσιν,

οὐδ' Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,369
οὐδὲ ὁ Ἀχιλλεὺς ἅπασι τοῖς λόγοις ἐπιθήσει τέλος,

ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει. 370
ἀλλὰ τὸ μὲν τελέσει, τὸ δὲ καὶ μεταξὺ κωλύσει.

τοῦ δ' ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,371
τούτῳ δ᾽ ἐγὼ κατεναντίον ἐπελεύσομαι, καὶ εἰ τῷ πυρὶ κατὰ δύναμιν ὅμοιός ἐστι,

εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ' αἴθωνι σιδήρῳ.372
καὶ εἰ τῷ πυρὶ κατὰ δύναμιν ὅμοιος, κατὰ τὴν προθυμίαν δὲ τῷ λαμπρῷ σιδήρῳ.



ὣς φάτ' ἐποτρύνων, οἳ δ' ἀντίοι ἔγχε' ἄειραν373
οὕτως εἶπε παρορμῶν· οὗτοι δὲ κατεναντίον τὰ δόρατα ᾖραν

Τρῶες· τῶν δ' ἄμυδις μίχθη μένος, ὦρτο δ' ἀϋτή.374
οἱ Τρῷες, τούτων δὲ ὁμοῦ συνέμιξεν ἡ ἰσχύς τε καὶ εὐτολμία, διηγέρθη δὲ βοή·

καὶ τότ' ἄρ' Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων· 375
καὶ τότε δὴ παραγενόμενος Ἀπόλλων ὁ καθαρός, εἶπε πρὸς τὸν Ἕκτορα·

Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,376
ὦ Ἕκτορ μηκέτι (μηδαμῶς) πάνυ τῷ Ἀχιλλεῖ προμάχει καὶ πρὸ τῶν ἄλλων πολέμει,

ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,377
ἀλλὰ κατὰ τὸ πλῆθος, καὶ σὺν τοῖς ἄλλοις, καὶ ἔξω τοῦ κλόνου καὶ τῆς συστροφῆς αὐτὸν ἐκδέχου,

μή πώς σ' ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.378
μήπως σὲ ἢ πόρρωθεν τρώσῃ τῷ δόρατι, ἢ ἐκ τοῦ σύνεγγυς πλήξῃ τῷ ξίφει·



ὣς ἔφαθ', Ἕκτωρ δ' αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν379
οὕτως εἶπεν· ὁ Ἕκτωρ δὲ αὖθις εἰσῆλθεν εἰς τὴν τάξιν τῶν ἀνδρῶν

ταρβήσας, ὅτ' ἄκουσε θεοῦ ὄπα φωνήσαντος. 380
φοβηθείς, ἡνίκα ἤκουσε τὴν φωνὴν τοῦ θεοῦ φθεγξαμένου

ἐν δ' Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν381
ὁ Ἀχιλλεὺς δὲ τοῖς Τρῳσὶν ἐφώρμησε κατά διάνοιαν ἐνδεδυμένος ἰσχὺν

σμερδαλέα ἰάχων, πρῶτον δ' ἕλεν Ἰφιτίωνα382
καταπληκτικῶς βοῶν, πρώτως δὲ ἀνεῖλεν Ἰφιτίωνα,

ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,383
τὸν ἀνδρεῖον υἱὸν Ὀτρυντέως, πολλῶν λαῶν ἡγεμόνα,

ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ384
ὃν ἔτεκεν ἡ Ναῒς ἡ νύμφη τῷ Ὀτρυντεῖ τῷ τὰς πόλεις πορθοῦντι,

Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ· 385
ὑπὸ τῷ χιονοβλήτῳ Τμώλῳ ὄρει τῆς Λυδίας, ἐν τῷ λιπαρῷ καὶ πλουσίῳ δήμῳ τῆς Ὕλης.

τὸν δ' ἰθὺς μεμαῶτα βάλ' ἔγχεϊ δῖος Ἀχιλλεὺς386
τοῦτον εὐθὺ προθύμως ὁρμῶντα ἔβαλε δόρατι ὁ ἐνδοξότατος Ἀχιλλεὺς

μέσσην κὰκ κεφαλήν· ἣ δ' ἄνδιχα πᾶσα κεάσθη,387
κατὰ τὸ μέσον τῆς κεφαλῆς αὕτη δὲ εἰς δύο πᾶσα ἐσχίσθη,

δούπησεν δὲ πεσών, ὃ δ' ἐπεύξατο δῖος Ἀχιλλεύς·388
ἐψόφησε δὲ καταπεσών· οὗτος δὲ ἐπεκαυχήσατο ὁ ἐνδοξότατος Ἀχιλλεύς·

κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατ' ἀνδρῶν·389
τέθνηκας, ὦ υἱὲ τοῦ Ὀτρυντέως φοβερώτατε πάντων τῶν ἀνδρῶν,

ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστ' ἐπὶ λίμνῃ 390
ἐνταῦθα σοὶ μὲν ὁ θάνατος, τὸ γένος δέ σοί ἐστι παρὰ τῇ λίμνῃ

Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν391
τῇ Γυγαίᾳ, ὅπου σοι ἀγρὸς πατρικός ἐστι

Ὕλλῳ ἐπ' ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.392
παρὰ τῷ ποταμῷ Ὕλῳ τὸ πλῆθος ἰχθύων ἔχοντι, καὶ τῷ Ἕρμῳ τῷ συστροφὰς ῥευμάτων ποιοῦντι.



ὣς ἔφατ' εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.393
οὕτως εἶπεν ἐπικαυχώμενος, τοῦτον δὲ σκότος κατ' ὀφθαλμοὺς ἐκάλυψε·

τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο394
τοῦτον μὲν οὖν οἱ τῶν Ἑλλήνων ἵπποι τοῖς τροχοῖς διέκοπτον

πρώτῃ ἐν ὑσμίνῃ· ὃ δ' ἐπ' αὐτῷ Δημολέοντα 395
ἐν τῇ πρώτῃ μάχῃ· οὗτος δὲ ἐπ' αὐτῷ Δημολέοντα

ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν396
ἀγαθὸν βοηθὸν τοῦ πολέμου, υἱὸν τοῦ Ἀντήνορος,

νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.397
ἔτρωσε κατὰ τὸν μήνιγγα, διὰ τοῦ κράνους τοῦ καλύμματος σιδηροῦ τῶν παρειῶν ἔχοντος,

οὐδ' ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ δι' αὐτῆς398
οὐδ᾽ ἄρα τὸ σιδηροῦν κράνος ἐπέσχεν, ἀλλὰ δι' αὐτοῦ

αἰχμὴ ἱεμένη ῥῆξ' ὀστέον, ἐγκέφαλος δὲ399
ἡ ἐπιδορατὶς ἐφορμῶσα συνέτριψε τὸ ὀστοῦν, ὁ ἐγκέφαλος δὲ

ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα. 400
ἅπας ἐντὸς ἐμολύνθη τῷ αἵματι, ἀπέκτεινε δὲ αὐτὸν προθυμούμενον.

Ἱπποδάμαντα δ' ἔπειτα καθ' ἵππων ἀΐξαντα401
τὸν Ἱπποδάμαντα δὲ μετὰ ταῦτα ἐκ τῶν ἵππων ὁρμήσαντα,

πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.402
ἔμπροσθεν ἑαυτοῦ φεύγοντα ἔτρωσε τῷ δόρατι κατὰ τὸ μετάφρενον,

αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος403
οὗτος δὲ τὴν ψυχὴν ἠφίει καὶ ἐξέπνει, καὶ ἐμυκᾶτο ὥσπερ ὅτε ταῦρος

ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα404
ἐμυκᾶτο ἑλκόμενος περὶ τὸν Ἑλικώνιον βασιλέα,

κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων· 405
ἤγουν τὸν Ποσειδῶνα τὸν ἐν Ἑλικῶνι τῷ ὄρει, ἢ ἐν Ἑλίκῃ τιμώμενον τῇ νήσῳ, τῶν νέων ἑλκόντων, τέρπεται δὲ τούτοις ὁ σείων τὴν γῆν.

ὣς ἄρα τόν γ' ἐρυγόντα λίπ' ὀστέα θυμὸς ἀγήνωρ·406
οὕτω δὴ τοῦτον μυκώμενον κατέλιπε κατὰ τὰ ὁστᾶ ἡ ἀνδρεία ψυχή.

αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετ' ἀντίθεον Πολύδωρον407
οὗτος δὲ ὥρμησε σὺν τῷ δόρατι ἐπὶ τὸν ἰσόθεον Πολύδωρον

Πριαμίδην. τὸν δ' οὔ τι πατὴρ εἴασκε μάχεσθαι,408
τὸν υἱὸν τοῦ Πριάμου, τοῦτον δὲ οὐδαμῶς ἀφίη ὁ πατὴρ πολεμεῖν,

οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,409
διότι ἐν τοῖς υἱοῖς νεώτατος ἦν αὐτῷ τῇ γενέσει,

καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα 410
καὶ φίλτατος αὐτῷ ἦν, τοῖς ποσὶ δὲ ἅπαντας ἐνίκα.

δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων411
τότε τοίνυν μωρίᾳ καὶ ἀνοησίᾳ τὴν τῶν ποδῶν ἀρετὴν ἐπιδεικνύμενος,

θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.412
ἔτρεχε διὰ τῶν πρωταγωνιστῶν, ἕως ἀπώλεσε τὴν ἀγαπητὴν ψυχήν·

τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς413
τοῦτον ἔτρωσε κατὰ τὸ μέσον δόρατι ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεὺς

νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες414
τὰ νῶτα παρακλίνοντα, ὅπου οἱ τῆς θωρακίτιδος ζώνης ὀχεῖς (συνεκτικοὶ ἱμάντες, κρίκοι)

χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ· 415
οἱ χρυσοί συνεῖχον, καὶ ὁ θώραξ συνήρχετο, καὶ συνεκάλυπτε διπλοῦς·

ἀντικρὺ δὲ διέσχε παρ' ὀμφαλὸν ἔγχεος αἰχμή,416
ἀπαντικρὺ δὲ παρὰ τὸν ὀμφαλὸν διῆλθεν ἡ ἐπιδορατὶς τοῦ ἀκοντίου,

γνὺξ δ' ἔριπ' οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε417
ἔπεσε δὲ ἐπὶ τὰ γόνατα μεγάλως στενάξας, νεφέλη δὲ αὐτὸν περιεκάλυψε

κυανέη, προτὶ οἷ δ' ἔλαβ' ἔντερα χερσὶ λιασθείς.418
μέλαινα, πρὸς ἑαυτὸν δὲ ἀποκλιθεὶς ἔλαβε τὰ ἔντερα ταῖς χερσίν.



Ἕκτωρ δ' ὡς ἐνόησε κασίγνητον Πολύδωρον419
ὁ Ἕκτωρ δὲ ἐπειδὴ ἐθεάσατο τὸν ἀδελφὸν Πολύδωρον

ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη 420
τὰ ἔντερα κρατοῦνται ταῖς χερσίν, ἐξηπλωμένον (ἀσπαίροντα) ἐπὶ τῆς γῆς,

κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτ' ἀχλύς· οὐδ' ἄρ' ἔτ' ἔτλη421
κατὰ τῶν ὀφθαλμῶν αὐτοῦ ἐπεχύθη ὁμίχλη, οὐδὲ ὑπέμεινεν

δηρὸν ἑκὰς στρωφᾶσθ', ἀλλ' ἀντίος ἦλθ' Ἀχιλῆϊ422
ἐπὶ πολύ πόρρω που ἀναστρέφεσθαι, ἀλλὰ κατεναντίον ἦλθε τοῦ Ἀχιλλέως,

ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς423
τὸ τμητικὸν δόρυ σείων, ὅμοιος φλογί· ὁ Ἀχιλλεὺς δὲ

ὡς εἶδ', ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα·424
ὅτε ἐθεάσατο, εὐθέως ἀνεπήδησε, καὶ καυχώμενος λόγον ἔλεγε.

ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστ' ἐσεμάσσατο θυμόν, 425
Πλησίον ἐστὶν ὁ ἀνὴρ ὃς μάλιστα τὴν(ῆς) ἐμήν(ῆς) γε ψυχὴν(ῆς) ἐκηλίδωσεν (ἐλύπησεν, καθήψατο),

ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδ' ἂν ἔτι δὴν426
ὅς μοι τὸν ἀγαπητὸν καὶ τετιμημένον φίλον ἀπέκτεινεν· οὐδὲ τοῦ λοιποῦ ἐπὶ πολὺ φοβηθείημεν ἂν

ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.427
ἀλλήλους κατὰ τὰς διαστάσεις τοῦ πολέμου (τὰ διαστήματα τὰ μεταξὺ τῶν στάσεων).

ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·428
εἶπε· καὶ δεινῶς ὑποβλεψάμενος ἔλεγε πρὸς τὸν ἐνδοξότατον Ἕκτορα·

ἆσσον ἴθ' ὥς κεν θᾶσσον ὀλέθρου πείραθ' ἵκηαι.429
πλησίον ἐλθέ, ὅπως ἂν τάχιον καταλάβῃς τὰ πέρατα τοῦ θανάτου.



τὸν δ' οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ· 430
πρὸς τοῦτον δὲ οὐ φοβηθεὶς εἶπεν ὁ συνεχῶς τὴν περικεφαλαίων κινῶν Ἕκτωρ·

Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς431
ὦ υἱὲ τοῦ Πηλέως, μή με δὴ ῥήμασιν ὥσπερ νήπιον καὶ ἄφρονα

ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς432
ἔλπιζε ἐκφοβήσειν, ἐπειδὴ φανερῶς ἐπίσταμαι καὶ ἐγὼ

ἠμὲν κερτομίας ἠδ' αἴσυλα μυθήσασθαι.433
καὶ λοιδορίας, καὶ τὰς παρὰ τὸ πρέπον ἀπειλὰς εἰπεῖν·

οἶδα δ' ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.434
ἐπίσταμαι δὲ ὅτι σὺ μὲν ἀνδρεῖος εἶ, ἐγὼ δὲ πολλῷ ἥττων σοῦ·

ἀλλ' ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται, 435
ἀλλὰ ταῦτα μὲν ἐν τοῖς γόνασι (τῇ δυνάμει) τῶν θεῶν κεῖνται,

αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι436
ἐάν σε καίπερ ἥττων ὑπάρχων, ὅμως ἀφέλωμαι τὴν ψυχὴν

δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.437
τρώσας τῷ δόρατι· ἐπειδὴ καὶ τὸ ἐμὸν βέλος ὀξὺ καὶ τμητικόν ἐστιν ἔμπροσθεν.



ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γ' Ἀθήνη438
εἶπε δή, καὶ ἀνασείσας ἀφῆκε τὸ δόρυ, καὶ τοῦτό γε ἡ Ἀθηνᾶ

πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο439
πνοῇ καὶ ὁρμῇ ἀέρος, ἐπὶ τὸ ἕτερον μέρος τοῦ ἐνδόξου Ἀχιλλέως ἔτρεψεν, ὅ ἐστι τὸ ἐναντίον,

ἦκα μάλα ψύξασα· τὸ δ' ἂψ ἵκεθ' Ἕκτορα δῖον, 440
ἡσύχως ἠρέμα κοῦφον ποιήσασα (ἐξανεμίσασα)· τοῦτο δὲ εἰς τοὐπίσω ἠνέχθη πρὸς τὸν ἐνδοξότατον Ἕκτορα,

αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς441
ἔπεσε δὲ ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ· Ἀχιλλεὺς δὲ

ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,442
ἐρρωμένος καὶ προθυμούμενος ἐφώρμησεν ἀποκτεῖναι ἐφιέμενος,

σμερδαλέα ἰάχων· τὸν δ' ἐξήρπαξεν Ἀπόλλων443
καταπληκτικῶς βοῶν· τοῦτον δὲ ἀφείλετο ὁ Ἀπόλλων

ῥεῖα μάλ' ὥς τε θεός, ἐκάλυψε δ' ἄρ' ἠέρι πολλῇ.444
πάνυ ῥᾳδίως καθάπερ θεός, συνεκάλυψε δὲ ἀέρι πολλῷ, καὶ ὁμίχλῃ ὥστε μὴ ὁρᾶσθαι.

τρὶς μὲν ἔπειτ' ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς 445
τρὶς μὲν οὖν ἐφώρμησεν ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεὺς

ἔγχεϊ χαλκείῳ, τρὶς δ' ἠέρα τύψε βαθεῖαν.446
σὺν τῷ σιδηρῷ δόρατι, τρὶς δὲ ἔτυψε τὸν βαθὺν ἀέρα.

ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,447
ἀλλ' ὁπηνίκα δὴ τὸ τέταρτον ἐφώρμησεν ὅμοιος θεῷ,

δεινὰ δ' ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·448
φοβερῶς βοήσας, λόγους ταχεῖς ἔλεγεν·

ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι449
ἐξέφυγες νῦν πάλιν τὸν θάνατον, ὦ κύον, ὄντως που ἐγγὺς

ἦλθε κακόν· νῦν αὖτέ σ' ἐρύσατο Φοῖβος Ἀπόλλων, 450
παρεγένετό σοι τὸ δεινόν, νῦν δέ σε ἔσωσεν ὁ λαμπρὸς Ἀπόλλων,

ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.451
ᾧτινι ἔοικας εὔχεσθαι ἐρχόμενος εἰς τὸν κτύπον τῶν δοράτων,

ἦ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,452
ἤγουν εἰς τὸν πόλεμον. ὄντως που κατεργάσομαί σε, καὶ μετὰ ταῦτα συναντήσας,

εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.453
εἴ τις που τῶν θεῶν κἀμοί ἐστι βοηθός·

νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.454
νῦν δὲ τοὺς ἄλλους ἐπιδιώξομαι, ὃν ἂν καταλάβω.



ὣς εἰπὼν Δρύοπ' οὖτα κατ' αὐχένα μέσσον ἄκοντι· 455
οὕτως εἰπὼν τὸν Δρύοπα ἔτρωσε κατὰ τὸ μέσον τοῦ αὐχένος δόρατι,

ἤριπε δὲ προπάροιθε ποδῶν· ὃ δὲ τὸν μὲν ἔασε,456
κατέπεσε δὲ ἔμπροσθεν τῶν ποδῶν. οὗτος δὲ τοῦτον μὲν κατέλιπε,

Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε457
Δημοῦχον δὲ τὸν υἱὸν τοῦ Φιλήτορος τὸν εὐμεγέθη τε

κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα458
καὶ γενναῖον τρώσας τῷ δόρατι κατὰ τὸ γόνυ διεκώλυσε καὶ κατέσχε· τοῦτον μὲν οὖν

οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·459
πλήττων ξίφει μεγάλῳ ἀφῃρεῖτο τὴν ψυχήν·

αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος 460
οὗτος δὲ Λαόγονον καὶ Δάρδανον τοὺς υἱοὺς τοῦ Βίαντος

ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,461
ἀμφοτέρους ἐφορμήσας, ἐκ τῶν ἵππων ὠθήσας ἔρριψεν ἐπὶ τὴν γῆν,

τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.462
τὸν μὲν τρώσας τῷ δόρατι, τὸν δὲ πλήξας ἐκ τοῦ σύνεγγυς τῷ ξίφει.

Τρῶα δ' Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων,463
τὸν Τρῷα δὲ τὸν υἱὸν τοῦ Ἀλάστορος, ὁ μὲν ἐναντίον παρεγένετο, τῶν γονάτων,

εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη464
εἴπως αὐτοῦ φείσαιτο, εἰληφὼς, καὶ ζῶντα ἐάσειε,

μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας, 465
μηδὲ ἀποκτείνειεν τὴν ὁμοίαν ἡλικίαν οἰκτείρας.

νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν·466
ὁ μωρὸς καὶ ἀνόητος, οὐδὲ τοῦτο ἠπίστατο, ὅτι οὐκ ἤμελλε πείθεσθαι,

οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδ' ἀγανόφρων,467
οὐ γὰρ τι ἦν ἀνὴρ προσηνής τε (ἀνειμένος τῇ ψυχῇ) καὶ εὔκολος, οὐδὲ πρᾷος,

ἀλλὰ μάλ' ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνων468
ἀλλὰ πάνυ ἐνθουσιῶν (ἰταμὸς)· ὁ μὲν γὰρ ἥπτετο ταῖς χερσὶ τῶν γονάτων,

ἱέμενος λίσσεσθ', ὃ δὲ φασγάνῳ οὖτα καθ' ἧπαρ·469
ἐφιέμενος ἱκετεῦσαι, οὗτος δὲ τῷ ξίφει ἔπληξε κατὰ τὸ ἧπαρ,

ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατ' αὐτοῦ 470
ἐξέπεσε δὲ τὸ ἧπαρ αὐτοῦ, αἷμα δὲ μέλαν τὸν ἑαυτοῦ

κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε471
κόλπον κατενέπλησε, τοῦτον δὲ σκότος κατ' ὀφθαλμοὺς περιεκάλυψε

θυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰς472
ψυχῆς στερισκόμενον· οὗτος δὲ τὸν Μόλιον ἔτρωσε παραγενόμενος

δουρὶ κατ' οὖς· εἶθαρ δὲ δι' οὔατος ἦλθ' ἑτέροιο473
δόρατι κατὰ τὸ οὖς, εὐθέως δὲ διὰ τοῦ ὠτὸς διῆλθε τοῦ ἑτέρου

αἰχμὴ χαλκείη· ὃ δ' Ἀγήνορος υἱὸν Ἔχεκλον474
ἡ σιδηρὰ ἐπιδορατίς. αὐτὸς δὲ Ἔχεκλον τὸν υἱὸν τοῦ Ἀγήνορος

μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι, 475
ἔπληξε τῷ ξίφει λαβὴν ἔχοντι κατὰ τὸ μέσον τῆς κεφαλῆς,

πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατ' ὄσσε476
πᾶν δὲ τὸ ξίφος λιαρὸν γέγονε τῷ αἵματι, τοῦτον δὲ κατ᾽ ὀφθαλμοὺς

ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.477
ἔλαβεν ὁ μέλας θάνατος, καὶ ἡ ἰσχυρὰ μοῖρα·

Δευκαλίωνα δ' ἔπειθ', ἵνα τε ξυνέχουσι τένοντες478
τὸν Δευκαλίωνα δὲ μετὰ ταῦτα, ὅπου συνδοῦσιν αἱ ἀπονευρώσεις

ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν479
τῶν μυῶν τοῦ ἀγκῶνος, ἐνταῦθα αὐτὸν διὰ τῆς ἀγαπητῆς χειρὸς διωβέλισεν

αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς 480
ἡ σιδηρὰ ἐπιδορατίς, οὗτος δὲ παρέμενεν αὐτὸν βεβαρυμμένος τὴν χεῖρα,

πρόσθ' ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείνας481
ἔμπροσθεν ὁρῶν τὸν θάνατον· ὁδὲ ξίφει τὸν τράχηλον πλήξας,

τῆλ' αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε482
πόρρω σὺν τῇ περικεφαλαίᾳ τὴν κεφαλὴν ἔρριψεν, ὁ μυελὸς δὲ

σφονδυλίων ἔκπαλθ', ὃ δ' ἐπὶ χθονὶ κεῖτο τανυσθείς.483
τῶν σφονδύλων ἐνέπεσεν, οὗτος δὲ κατὰ γῆς ἔκειτο ἐκτεταμένος.

αὐτὰρ ὃ βῆ ῥ' ἰέναι μετ' ἀμύμονα Πείρεω υἱὸν484
αὐτὸς δὲ ὥρμησε πορεύεσθαι ἐπὶ τὸν ἀμώμητον υἱὸν τοῦ Πείρου

Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει· 485
τὸν Ῥίγμον, ὅστις ἐκ τῆς Θρᾴκης τῆς εὐγείου ἀφίκετο,

τὸν βάλε μέσσον ἄκοντι, πάγη δ' ἐν νηδύϊ χαλκός,486
τοῦτον ἔτρωσε κατὰ τὸ μέσον τῷ δόρατι, ἐνεπάγη δὲ εἰς τὸν πνεύμονα ὁ σίδηρος,

ἤριπε δ' ἐξ ὀχέων· ὃ δ' Ἀρηΐθοον θεράποντα487
κατέπεσε δὲ ἐκ τοῦ ὀχήματος. οὗτος δὲ Ἀρηίθεον τὸν θεράποντα

ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ488
στρέψαντα εἰς τοὐπίσω τοὺς ἵππους κατὰ τὸ μετάφρενον δόρατι ὀξεῖ

νύξ', ἀπὸ δ' ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.489
ἔτρωσε, κατέρριψε δὲ ἀπὸ τοῦ δίφρου, ἐταράχθησαν δὲ οἱ ἵπποι.



ὡς δ' ἀναμαιμάει βαθέ' ἄγκεα θεσπιδαὲς πῦρ 490
ὥσπερ δὲ ἐνθουσιᾷ τὸ θεσπεσίως καιόμενον πῦρ

οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,491
κατὰ τὰ βαθέα κοῖλα τοῦ καταξήρου ὄρους, τὰ μεγάλα δὲ καὶ πυκνὰ δένδρα καίονται,

πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,492
καὶ πάντοσε ταράσσων ὁ ἄνεμος τὴν φλόγα ἐλαύνει.

ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος493
οὕτως αὐτὸς πάντοσε ὥρμα ἐνθουσιωδῶς σὺν τῷ δόρατι, ὅμοιος θεῷ,

κτεινομένους ἐφέπων· ῥέε δ' αἵματι γαῖα μέλαινα.494
τοὺς ἀναιρουμένους ἐπιδιώκων, περιερρεῖτο δὲ αἵματι ἡ μέλαινα γῆ.

ὡς δ' ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους 495
ὥσπερ δὲ ὅταν τις συνδιάσῃ βοῦς ἄρρενας πλατέα τὰ μέτωπα ἔχοντας

τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,496
τρίβειν κριθὴν λευκὴν ἐν τῇ εὐκύκλῳ ἄλῳ,

ῥίμφά τε λέπτ' ἐγένοντο βοῶν ὑπὸ πόσσ' ἐριμύκων,497
ῥᾳδίως (ταχέως) λεπτὰ ἐγένοντο ὑπὸ τῶν ποδῶν τῶν μεγαλοφώνων βοῶν.

ὣς ὑπ' Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι498
οὕτως ὑπὸ τοῦ μεγαλοψύχου Ἀχιλλέως οἱ μονώνυχες ἵπποι

στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δ' ἄξων499
ἐπάτουν ὁμοῦ τούς τε νεκροὺς καὶ τὰς ἀσπίδας, αἵματι δὲ τὸ διὰ τῶν τροχῶν διῆκον

νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, 500
ξύλον κάτωθεν ἅπαν ἐμολύνθη, καὶ αἱ περὶ τὸν δίφρον περιφέρειαι,

ἃς ἄρ' ἀφ' ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον501
ἃς δὴ αἱ ἐκ τῶν ὀνύχων τῶν ἵππων σταγόνες ἔρραινον,

αἵ τ' ἀπ' ἐπισσώτρων· ὃ δὲ ἵετο κῦδος ἀρέσθαι502
καὶ αἱ ἀπὸ τῶν ἐπικειμένων τοῖς τροχοῖς σιδήρων· οὗτος δὲ ἐφίετο δόξαν λαβεῖν

Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.503
ὁ υἱὸς τοῦ Πηλέως, αἵματι δὲ ἐψυγμένῳ ἐμολύνετο τὰς φοβερὰς καὶ ἀπροσπελάστους χεῖρας.