Vasile Stancu

The ILIAD




Book XX

Homeric text & Koine Greek paraphrase by Theodorus Gaza


οὕτως οὗτοι μὲν παρὰ ταῖς ναυσὶ ταῖς καμπυλοπρύμναις καθωπλίζοντο περὶ σέ, ὦ υἱὲ τοῦ Πηλέως, τὸν πολέμου ἄπληστον, οἱ Ἕλληνες· οἱ Τρῷες δὲ ἀφ' ἑτέρου μέρους ἐπὶ τῷ ὑψηλῷ τόπῳ τῆς πεδιάδος, ἤγουν ἐπὶ τῇ Καλλικολώνῃ. ὁ Ζεὺς δὲ τὴν Θέμιστα ἐκέλευσε συγκαλέσαι εἰς ἐκκλησίαν τοὺς θεοὺς ἀπὸ τῆς κορυφῆς τοῦ πολλὰς ἀνακλίσεις ἔχοντος Ὀλύμπου. αὕτη δὲ πάντοσε πορευθεῖσα, ἐκέλευσε πορεύεσθαι εἰς τὸ οἴκημα τοῦ Διός· οὔτε τις οὖν τῶν ποταμῶν ἀπῆν ἔξω (ἄνευ) τοῦ Ὠκεανοῦ, οὔτε τις τῶν Νυμφών, αἵτινες τὰ περικαλλῆ ἄλση κατοικοῦσι, καὶ τὰς πηγὰς τῶν ποταμῶν, καὶ τὰ ἕλη τὰ βοτανώδη. ἀφικόμενοι δὲ εἰς τὸ οἴκημα τοῦ Διὸς τοῦ τὰς νεφέλας ἀθροίζοντος, ἐκάθισαν ἐπὶ τοῖς ἐξεσμένως κατεσκευασμένοις προστώοις, καὶ ὑφ᾽ ἡλίου καταλαμπομένοις, ἅπερ ὁ Ἥφαιστος τῷ Διὶ τῷ πατρὶ ἐποίησεν ἐπισταμέναις φρεσίν.

001

οὕτως οὗτοι μὲν ἐν τῷ οἴκῳ τοῦ Διὸς συνηθροίσθησαν. οὐδὲ Ποσειδῶν ὁ σείων τὴν γῆν ἠπείθησε τῇ θεᾷ, ἀλλὰ ἐκ τῆς θαλάσσης ἦλθε πρὸς αὐτούς, ἐκάθισε δὲ ἐν τῷ μέσῳ αὐτῶν, ἠρώτησε δὲ τὴν βουλὴν τοῦ Διός· τίποτε δή, ὦ λαμπροκέραυνε, συνεκάλεσας εἰς ἐκκλησίαν τοὺς θεούς; ἢ φροντίζεις καὶ μεριμνᾷς τι περὶ τῶν Τρῴων καὶ τῶν Ἑλλήνων; τούτων γὰρ νῦν ἐγγύτατα μάχη, καὶ πόλεμος διακέκαυται καὶ διεγήγερται.

013

πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς. κατενόησας Πόσειδον, κινητὰ τῆς γῆς, τὴν ἐν τοῖς ἐμοῖς στήθεσι βουλήν· οὗτοι ὧν χάριν συνήθροισα ὑμᾶς, διὰ φροντίδος εἰσὶν ἐμοὶ ἀναιρούμενοι. ἀλλ᾽ ἐγὼ μὲν ἐνταυθοῖ παραμενῶ ἐν τῇ ἀποκλίσει τοῦ Ὀλύμπου καθήμενος, ἐντεῦθεν ὁρῶν κατὰ διάνοιαν χαρήσομαι· οἱ ἄλλοι δὲ πάντες πορεύεσθε, ἕως ἂν ἀφίκησθε πρὸς τοὺς Τρῷας καὶ τοὺς Ἕλληνας, ἀμφοτέροις δὲ βοηθεῖτε ὅπου βούλησις καὶ εὔνοια ἑκάστου ὑπάρχει· ἐὰν γὰρ Ἀχιλλεὺς μόνος ἐπὶ τοὺς Τρῷας πολεμήσῃ, οὐδ᾽ ἐπ' ὀλίγον ἀνθέξουσι τῷ ταχύποδι υἱῷ τοῦ Πηλέως· καὶ δὴ καὶ πρότερον αὐτὸν ὁρῶντες ὑπέτρεμον καὶ ἐπτοοῦντο· νυνὶ δὲ ὁπηνίκα δὴ καὶ ἡ (κατά) ψυχή(ν) αὐτοῦ σφόδρα ὀργίζεται ἕνεκα τοῦ φίλου, χαλεπῶς δέδοικα, μὴ καὶ τὸ τεῖχος ὑπερμόρως καὶ παρὰ τὸ εἱμαρμένον καθέλῃ, καὶ τὴν πόλιν ἐκπορθήσῃ.

019

οὕτως εἶπεν ὁ υἱὸς τοῦ Κρόνου· πόλεμον δὲ ἄφυκτον συνέστησε, καὶ συνηύξησεν. ὥρμησαν δὲ πορεύεσθαι εἰς τὸν πόλεμον οἱ θεοί, διῃρημένως ἔχοντες τὴν ψυχὴν καὶ μὴ ὁμονοοῦντες. ἡ μὲν Ἥρα ἐπὶ τὸ ἄθροισμα τῶν νεῶν καὶ ἡ πολεμικὴ Ἀθηνᾶ, καὶ ὁ Ποσειδῶν ὁ συνέχων τὴν γῆν, καὶ ὁ πολυωφελής (ἐρευνητικὸς) Ἑρμῆς, ὃς διανοίᾳ συνετῇ ἐκεκόσμητο· ἅμα δὲ τούτοις καὶ ὁ Ἥφαιστος ἐπορεύετο δυνάμει ἐνθουσιῶν, σκάζων, αἱ ἀσθενεῖς δὲ κνῆμαι αὐτοῦ ἐρρωμένως ἐπειρῶντο βαδίζειν. πρὸς τοὺς Τρῷας δὲ Ἄρης ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν, σὺν αὐτῷ δὲ καὶ Ἀπόλλων ὁ μὴ κειρόμενος τὴν κόμην, καὶ ἡ Λητώ, καὶ ὁ Ξάνθος, καὶ ἡ φιλόγελως Ἀφροδίτη.

031

ἕως μὲν οὖν οἱ θεοὶ πόρρω ἦσαν τῶν θνητῶν ἀνδρῶν, τοτηνικαῦτα οἱ μὲν Ἕλληνες μεγάλως ἐδοξάζοντο, διότι ὁ Ἀχιλλεὺς ἐπεφάνη, ἐπὶ πολὺ δὲ ἔληξε τοῦ χαλεποῦ καὶ ὀδυνηροῦ πολέμου· τοὺς Τρῷας δὲ τρόμος χαλεπὸς ἐπῆλθε πάντας κατὰ τὰ μέλη φοβουμένους, ὅτε ἑώρων τὸν ταχύποδα υἱὸν τοῦ Πηλέως τοῖς ὅπλοις περιλαμπόμενον, ὅμοιον τῷ ἀνθρωποκτόνῳ Ἄρει· ἐπειδὴ δὲ εἰς τὸ πλῆθος τῶν ἀνδρῶν ἦλθον οἱ οὐράνιοι, διηγέρθη ἡ κραταιά, καὶ ἰσχυρὰ Ἔρις ἡ τοὺς λαοὺς παρορμῶσα, ἐφώνει δὲ ἡ Ἀθηνᾶ, ποτὲ μὲν ἑστῶτα παρὰ τὴν ὀρωρυγμένην τάφρον, ἔξω τοῦ τείχους, ποτὲ δὲ ἐπὶ τῶν ἐπῃρμένων παραθαλασσίων τόπων μεγάλως ἐβόα· ἐφώνει δὲ δ Ἄρης ἀφ' ἑτέρου μέρους ὅμοιος σκοτεινῇ καταιγίδι, καὶ τῇ σὺν ὑετῷ συστροφῇ ἀνέμου, ὀξέως καὶ ἐξακούστως ἀπὸ τῆς ἀκροπόλεως παρακελευόμενος τοῖς Τρῳσί, ποτὲ δὲ παρὰ τὸν Σιμοῦντα ποταμόν, τρέχων ἐπὶ τὸν ὑψηλὸν τόπον τοῦ πεδίου, ἣν Καλλικολώνην ὀνομάζουσιν.

041

οὕτω τούτους ἀμφοτέρους οἱ μακάριοι θεοί παροξύνοντες συνέβαλον, ἐν αὐτοῖς δὲ ἔριδα χαλεπὴν συνετέλουν· φοβερῶς δὲ ἐβρόντησεν ὁ πατὴρ τῶν ἀνθρώπων καὶ τῶν θεῶν ἄνωθεν ἐκ τοῦ ὕψους· κάτωθεν δὲ ὁ Ποσειδῶν ἔσεισε τὴν ἀπέραντον γῆν, καὶ τῶν ὀρέων τὰς ὑψηλὰς κορυφάς. πᾶσαι δὲ αἱ προβάσεις καὶ αἱ ὑπώρειαι τῆς πολλὰς πηγὰς ἐχούσης Ἴδης ἐκινοῦντο, καὶ αἱ ἀκρώρειαι, καὶ ἡ πόλις τῶν Τρῴων, καὶ αἱ νέες τῶν Ἑλλήνων· ἐφοβήθη δὲ ὑποκάτωθεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἅιδης, φοβηθεὶς δὲ ἐκ τοῦ θρόνου ἀνεπήδησε καὶ ἐβόησε, μὴ ἄνωθεν αὐτῷ τὴν γῆν ἀνάστατον ποιήσειε Ποσειδῶν ὁ τὴν γῆν σείων, τὰ οἰκήματα δὲ τοῖς τε θνητοῖς ἀνθρώποις, καὶ τοῖς ἀθανάτοις θεοῖς φανερὰ γένοιντο, τὰ φοβερὰ καὶ σκοτεινά, ἅπερ δεδοίκασι καὶ οἱ θεοί· τοσοῦτος δὴ κτύπος διηγέρθη τῶν θεῶν συνερχομένων ἐριστικῶς καὶ φιλονείκως. ἐναντίον μὲν γὰρ Ποσειδῶνος τοῦ βασιλέως ἔστη Ἀπόλλων ὁ καθαρὸς κατέχων τοὺς ἐπτερωμένους ὀϊστούς· ἐναντίον δὲ τοῦ Ἄρεος ἡ θεά ἡ εὐόφθαλμος Ἀθηνᾶ· τῇ Ἥρᾳ δὲ ἀντέστη ἡ καλλίτοξος ἠχητικὴ καὶ πολύηχος Ἄρτεμις ἡ χαίρουσα τοῖς ὀϊστοῖς ἡ ἀδελφὴ τοῦ Ἀπόλλωνος· τῇ Λητοῖ δὲ ἀντέστη ὁ σωσίοικος καὶ πολυωφελὴς Ἑρμῆς. ἐναντίον δὲ τοῦ Ἡφαίστου ἔστη ὁ μέγας βαθύρρους ποταμός, ὃν οἱ θεοὶ ὀνομάζουσι Ξάνθον, οἱ ἄνδρες δὲ Σκάμανδρον.

054

οὕτω μὲν οἱ θεοὶ ἐναντίον τῶν θεῶν ἔστησαν. ὁ Ἀχιλλεὺς δὲ ἐναντίον τοῦ Ἕκτορος μάλιστα ἐπεθύμει εἰσελθεῖν εἰς τὸ πλῆθος τοῦ υἱοῦ τοῦ Πριάμου, τούτου γὰρ δὴ μάλιστα ἡ ψυχὴ προέτρεπε τοῦ αἵματος κορέσαι τὸν ὑπομονητικὸν καὶ τολμηρὸν μαχητὴν Ἄρην. τὸν Αἰνείαν δὲ διήγειρεν Ἀπόλλων ὁ τοὺς λαοὺς παρορμῶν εὐθὺ κατεναντίον τοῦ υἱοῦ τοῦ Πηλέως, ἐνέβαλε δὲ αὐτῷ προθυμίαν χρηστήν· ὡμοιώθη δὲ κατὰ τὴν φωνὴν τῷ Λυκάονι τῷ υἱῷ τοῦ Πριάμου τούτῳ ὁμοιωθεὶς εἶπε πρὸς αὐτὸν Ἀπόλλων ὁ υἱὸς τοῦ Διός· ὦ Αἰνεία βουλευτὰ καὶ γνωμοδότα τῶν Τρῴων, ποῦ σοι αἱ καυχήσεις καὶ διϊσχυρίσεις, ἃς τοῖς βασιλεῦσι (τοῖς ἄρχουσι) τῶν Τρῴων ἐπηγγείλω πίνων καὶ εὐωχούμενος, ἐναντίον Ἀχιλλέως τοῦ υἱοῦ τοῦ Πηλέως μάχεσθαι βιαίως;

075

πρὸς τοῦτον δὲ ἀποκρινόμενος ὁ Αἰνείας εἶπεν· ὦ υἱὲ τοῦ Πριάμου, τί δή με ταῦτα καὶ μὴ βουλόμενον προτρέπεις πολεμεῖν ἐναντίον τοῦ μεγαλοψύχου υἱοῦ τοῦ Πηλέως; οὐ γὰρ νῦν πρῶτον ἐναντίον τοῦ ταχύποδος Ἀχιλλέως στήσομαι, ἀλλ᾽ ἤδη με καὶ ἄλλοτε εἰς φυγὴν ἔτρεψε τῷ δόρατι ἐκ τῆς Ἴδης, ἡνίκα ἐπῆλθεν ταῖς ἡμετέραις βουσίν, ἐξεπόρθησε δὲ τὸν Λυρνησσόν, καὶ τὸν Πήδασον, ἐμὲ δὲ ὁ Ζεὺς ἔσωσεν, ὅς μοι παρώξυνε τὴν προθυμίαν, καὶ τὰ ταχέα γόνατα. ὄντως ἀνῃρέθην ἂν ὑπὸ τῶν χειρῶν τοῦ Ἀχιλλέως καὶ τῆς Ἀθηνᾶς, ἥτις αὐτοῦ ἔμπροσθεν πορευομένη ἐποίει φῶς καὶ σωτηρίαν, καὶ ἐπέταξε δόρατι σιδηρῷ τοὺς Λέλεγας καὶ τοὺς Τρῷας ἀποκτείνειν. διὰ τοῦτο οὐκ ἔστι δυνατὸν ἄνδρα τινὰ πολεμεῖν ἐναντίον τοῦ Ἀχιλλέως· ἀεὶ γὰρ πάρεστιν εἷς τῶν θεῶν, ὃς τὸν ὄλεθρον ἀποσοβεῖ· καὶ δὴ καὶ ἄλλως τούτου τε τὸ δόρυ εὐθὺ φέρεται, οὐδὲ ἀποπαύεται, πρὶν ἢ διὰ σώματος ἀνδρικοῦ διελθεῖν· εἰ δέ γε θεὸς ὁμοίως στήσειε τὰ τοῦ πολέμου, μηδενὶ βοηθείας προσούσης· οὐ πάνυ ῥᾳδίως με τροπώσεται, οὐδ᾽ εἰ καυχᾶται εἶναι ὅλος σιδηροῦς.

086

πρὸς τοῦτον δὲ εἶπεν Ἀπόλλων ὁ βασιλεὺς ὁ υἱὸς τοῦ Διός· ὦ ἥρως, ἀλλ᾽ ἄγε καὶ σὺ τοῖς ἀεὶ οὖσι θεοῖς εὔχου· καὶ δὴ καὶ σὲ λέγουσιν ἐκ τῆς Ἀφροδίτης τῆς θυγατρὸς τοῦ Διὸς τεχθῆναι· ἐκεῖνος δὲ ἐκ θεοῦ ἥττονος ὑπάρχει· ἡ μὲν γάρ ἐστιν ἐκ τοῦ Διός, ἡ δὲ ἐκ τοῦ θαλασσίου γέροντος· ἀλλ᾽ ἄφες κατ᾽ εὐθεῖαν τὸν ἀκαταπόνητον σίδηρον, μηδὲ παντελῶς σε ῥήμασι δεινοῖς ἀποκρουέτω, καὶ τῇ ἀπὸ τοῦ Ἄρεος βλάβῃ.

103

οὕτως εἰπὼν ἐνέβαλε προθυμίαν μεγάλην τῷ βασιλεῖ τῶν λαῶν. ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν καθωπλισμένος σιδήρῳ λαμπρῷ· οὐδὲ ἔλαθεν ὁ υἱὸς τοῦ Ἀγχίσου τὴν λευκόπηχυν Ἥραν, ἐναντίον τοῦ υἱοῦ τοῦ Πηλέως ἐπερχόμενος κατὰ τὴν τάξιν τῶν ἀνδρῶν. αὕτη δὲ ὁμοῦ συγκαλέσασα τοὺς θεοὺς εἶπεν ἐν αὐτοῖς λόγον. σκοπεῖτε νῦν ὑμεῖς, ὦ Πόσειδον, καὶ Ἀθηνᾶ, ἐν τῇ ὑμετέρᾳ διανοίᾳ πῶς γενήσονται ταῦτα τὰ ἔργα. ὁ Αἰνείας οὗτος ἐπορεύθη καθωπλισμένος σιδήρῳ λαμπρῷ ἐναντίον τοῦ υἱοῦ τοῦ Πηλέως, ἀνέπεισε δὲ καὶ παρώρμησεν αὐτὸν Ἀπόλλων ὁ καθαρός· ἀλλ' ἄγετε ἡμεῖς γε ἀποτρέψωμεν αὐτὸν εἰς τοὐπίσω ἐκεῖθεν, ἤ τις δὴ καὶ ἡμῶν τῷ Ἀχιλλεῖ παραγένοιτο, παράσχοι δὲ νίκην μεγάλην, μηδαμῶς δέ τινος κατὰ ψυχὴν προσδείσθω, ὅπως γνῷ ὅτι φιλοῦσιν αὐτὸν οἱ κράτιστοι τῶν θεῶν· οὗτοι δὲ ἄκαιροι καὶ μάταιοί εἰσιν, οἳ πρότερόν γε τοῖς Τρῳσὶν ἀποσοβοῦσι τὸν πόλεμον καὶ τὴν μάχην· πάντες δὲ ἐκ τοῦ Ὀλύμπου κατήλθομεν μεθέξοντες τοῦδε τοῦ πολέμου, ὅπως μηδὲν ἐν τοῖς Τρῳσὶ πάθῃ τήμερον· μετὰ ταῦτα δὲ πείσεται, ἅπερ αὐτῷ ἡ μοῖρα τικτομένῳ ἐπέκλωσε τῷ λίνῳ, ἡνίκα αὐτὸν ἔτεκεν ἡ μήτηρ. εἰ δὲ ὁ Ἀχιλλεὺς ταῦτα οὐκ ἀκούσεται ἐκ τῆς φωνῆς τῶν θεῶν, φοβηθήσεται δήπου, ὅταν τις θεὸς κατὰ βιαίων ἐναντίωσιν ἐπέλθῃ κατὰ τὴν μάχην, χαλεπῶς δὲ καὶ δυσκόλως ἔχει ὁρᾶσθαι τοὺς θεοὺς φανερῶς.

110

πρὸς ταύτην δὲ ἀπεκρίνετο μετὰ ταῦτα Ποσειδῶν ὁ σείων τὴν γῆν· ὦ Ἥρα, μὴ ὀργίζου παραλόγως, οὐδαμῶς γάρ σε δεῖ· οὐκ ἔγωγε βουλοίμην ἂν τοὺς θεοὺς συνωθῆσαι καὶ συνάψαι ἐριστικῶς καὶ φιλονείκως ἡμᾶς γε τοὺς ἄλλους, ἐπειδὴ πολλῷ κρείττους ἐσμέν· ἀλλ᾿ ἡμεῖς μὲν καθίσωμεν πορευθέντες ἐκ τῆς ὁδοῦ εἰς τὴν περιοπήν, ἡ μάχη δὲ τοῖς ἀνδράσιν ἔσται διὰ φροντίδος· ἐὰν δὲ ὁ Ἄρης ἄρχηται πολέμου, ἢ Ἀπόλλων ὁ καθαρός, ἢ τῷ Ἀχιλλεῖ ἐμποδὼν γίνωνται, καὶ οὐχ ἑῶσι πολεμεῖν, εὐθέως δὴ καὶ ἡμῖν παρ' αὐτῷ φιλονεικία καὶ μάχη διαναστήσεται πολέμου, πάνυ δὲ ταχέως διαχωρισθέντας οἴομαι ὀπίσω πορευθῆναι εἰς τὸν Ὄλυμπον, εἰς τὸν σύλλογον τῶν ἄλλων θεῶν ὑπὸ τῶν ἡμετέρων χειρῶν, ἐν ἐπικρατείᾳ ἰσχυρῶς καταπονηθέντας.

132

οὕτω δὴ εἰπὼν προεπορεύθη ὁ Ποσειδῶν εἰς τὸ περικεχυμένον τεῖχος τοῦ θείου Ἡρακλέους, τὸ ὑψηλόν, ὃ δὴ αὐτῷ οἱ Τρῷες, καὶ ἡ πολεμικὴ Ἀθηνᾶ κατεσκεύαζον, ὅπως τὸ κῆτος ἐκκλίνας διαφύγοι καὶ σωθείη, ὅταν αὐτὸν ἀπὸ τοῦ αἰγιαλοῦ ἐπιδιώκοι εἰς τὸ πεδίον. ἐκεῖ ὁ Ποσειδῶν ἐκάθισε, καὶ οἱ ἄλλοι θεοί, νεφελὴν δὲ ἰσχυρὰν καὶ ἄθραυστον τοῖς ὤμοις περιεβάλοντο· οὗτοι δὲ κατὰ τὸ ἕτερον μέρος ἐκάθισαν ἐν τοῖς ἐπῃρμένοις μέρεσιν τῆς Καλλικολώνης, περὶ σέ, ὦ Ἄπολλον τοξότα, καὶ τὸν τὰς πόλεις ἐκπορθοῦντα Ἄρην.

144

οὕτως οὗτοι μὲν οὖν ἑκατέρωθεν ἐκάθηντο βουλευόμενοι βουλάς, ἄρχειν δὲ τοῦ χαλεποῦ καὶ ὀδυνηροῦ πολέμου ἀνεβάλλοντο ἀμφότεροι· ὁ δὲ Ζεὺς ἐφ' ὕψει καθήμενος ἐκέλευε.

153

τούτων δὲ πᾶσα ἡ πεδιὰς ἐπληρώθη καὶ περιελάμπετο σιδήρῳ τῶν ἀνδρῶν καὶ τῶν ἵππων, ἐκινεῖτο δὲ ἡ γῆ τοῖς ποσὶ διεγειρομένων καὶ ἐφορμώντων ὁμοῦ· δύο δὲ ἄνδρες ἐξόχως κράτιστοι εἰς τὸ μέσον ἀμφοτέρων συνῆλθον προθυμούμενοι πολεμεῖν, ὅ τε Αἰνείας ὁ υἱὸς τοῦ Ἀγχίσου, καὶ ὁ ἐνδοξότατος Ἀχιλλεύς. ὁ Αἰνείας οὖν πρῶτος καυχησάμενος καὶ διατεινάμενος ὥρμησεν, ἐπινεύων τῇ βαρείᾳ περικεφαλαίᾳ, τὴν ἀσπίδα δὲ τὴν μεγάλην (πολεμικὴν) κατεῖχεν ἔμπροσθεν τοῦ στέρνου, ἔσειε δὲ τὸ σιδηροῦν δόρυ. ὁ υἱὸς δὲ τοῦ Πηλέως ἀπὸ τοῦ ἑτέρου μέρους ἐξεναντίας ἐφώρμησεν ὥσπερ λέων βλαβερός, ὃν οἱ μὲν ἄνδρες ἀποκτεῖναι προθυμοῦνται συναθροιζόμενοι ἅπας ὁ δῆμος· οὗτος δὲ πρῶτον ἀτιμάζων καὶ περιφρονῶν ἐπέρχεται· ἀλλ' ὅταν τις τῶν ἐν πολέμῳ εὐκινήτων νέων τρώσῃ τῷ δόρατι, συνεστράφη τε κεχηνώς, καὶ περὶ τοὺς ὀδόντας ἀφρὸς γίνεται, ἐν τῇ καρδίᾳ δὲ αὐτοῦ στενάζει ἡ ἰσχυρὰ ψυχή, τῇ οὐρᾷ δὲ κατὰ τὰς πλευράς, καὶ τὰ κοῖλα τῶν γλουτῶν ἀφ' ἑκατέρου μέρους μαστίζεται, αὐτὸς δὲ ἑαυτὸν διερεθίζει πρὸς μάχην, πυρῶδες δὲ καὶ φοβερὸν βλέπων εὐθὺ ὁρμᾷ, καὶ παραμένει ὅπως τινὰ ἀποκτείνῃ ἄνδρα, ἢ αὐτὸς ἀναιρεθῇ ἐν τῇ πρώτῃ συστροφῇ τῆς μάχης. οὕτως τῷ Ἀχιλλεῖ παρωξύνετο ἡ ἰσχὺς καὶ ἡ ἀνδρεία ψυχὴ ἐπελθεῖν ἐναντίον τοῦ μεγαλοψύχου Αἰνείου. οὗτοι δὲ ἡνίκα δὴ πλησίον ἐγένοντο ἐπ' ἀλλήλους ἐρχόμενοι, πρὸς τοῦτον πρότερον εἶπεν ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεύς. ὦ Αἰνεία, τί δὴ σύ γε τοσοῦτον πολὺ ἐφορμήσας διὰ τῆς συστροφῆς τοῦ πλήθους ἔστης; ἢ σέ γε προτρέπει ἡ ψυχὴ πολεμῆσαι ἐμοί, ἐλπίζοντα βασιλεύσειν τῶν ἱππικῶν Τρῴων μετὰ τιμῆς τοῦ Πριάμου (ἀντὶ τῆς βασιλείας τοῦ Πριάμου); ἐὰν δὲ ἐμὲ ἀποκτείνης, οὔ σοι τούτου ἕνεκα ὁ Πρίαμος ἐμβαλεῖ εἰς τὰς χεῖρας τὴν τιμήν, καὶ τὸ ἆθλον τοῦτο. εἰσὶ γὰρ αὐτῷ παῖδες, οὗτος δὲ εὐσταθὴς καὶ νουνεχής, οὐδέ τις κοῦφος καὶ ἀσύνετός ἐστιν· ἢ δή σοι οἱ Τρῷες ἀγρόν τινα ἀπένειμαν διαφερόντως τῶν ἄλλων περικαλλῆ, φυτοπέδου, καὶ σιτοπέδου, ἵν᾽ αὐτὸν καρποῖ, ἐὰν ἀποκτείνῃς ἐμέ; δυσκόλως δέ σε τοῦτο πράξειν ἐλπίζω· ἤδη γάρ σέ γε οἶμαι καὶ ἄλλοτε τρέψαι εἰς φυγὴν τῷ δόρατι. ἢ οὐ μνημονεύεις ἡνίκα σε ἀπὸ τῶν βοῶν μόνον ὄντα ἐδίωξα ἐκ τῶν τῆς Ἴδης ὀρέων ταχέσι ποσί, πάνυ εὐκινήτως, τότε δὲ οὐδαμῶς μετεστρέφου φεύγων. ἐκεῖθεν δὲ εἰς τὸν Λυρνησσὸν κατέφυγες, ἐγὼ δὲ τὴν πόλιν αὐτὴν ἐξεπόρθησα ἐφορμήσας σὺν τῇ Ἀθηνᾷ, καὶ τῷ Διὶ τῷ πατρί· αἰχμαλώτους δὲ τὰς γυναῖκας, τὴν ἐλευθέραν ζωὴν ἀφελόμενος, ἀπῆγον, σὲ δὲ ὁ Ζεὺς ἠλευθέρωσε καὶ ἔσωσε, καὶ οἱ ἄλλοι θεοί· ἀλλ' οὐ νῦν σε σώσειν ὑπολαμβάνω, ὥσπερ εἰς λογισμὸν σὺ ἐμβάλλεις καὶ διαλογίζῃ· ἀλλ᾽ ἔγωγε ἀναχωρήσαντά σε κελεύω πορεύεσθαι εἰς τὸ πλῆθος, μηδὲ ἵστασο ἐναντίον ἐμοῦ, πρὸ τοῦ παθεῖν τι δεινόν, πραχθὲν δὲ καὶ γενόμενον τὸ κακὸν καὶ ὁ μωρὸς κατενόησε.

156

πρὸς τοῦτον δὲ ἀπεκρίνατο ὁ Αἰνείας, καὶ εἶπεν· ὦ υἱὲ τοῦ Πηλέως, μηδαμῶς με ῥήμασιν ὥσπερ νήπιον καὶ ἄφρονα ἔλπιζε ἐκφοβήσειν, ἐπειδὴ φανερῶς ἐπίσταμαι καὶ ἐγὼ καὶ λοιδορίας, καὶ τὰς παρὰ τὸ καθῆκον ἀπειλὰς εἰπεῖν· οἴδαμεν δὲ τὸ γένος ἑκατέρου ἡμῶν, οἴδαμεν δὲ τοὺς γονέας, προηκουσμένους καὶ προεγνωσμένους λόγους ἀκούοντες τῶν φθαρτῶν ἀνθρώπων· τοῖς ὀφθαλμοῖς δὲ οὔτε σὺ τοὺς ἐμοὺς ἐθεάσω, οὔτ᾽ ἐγὼ τοὺς σούς· λέγουσι σὲ μὲν τοῦ ἀμωμήτου Πηλέως υἱὸν εἶναι, καὶ ἐκ μητρὸς Θέτιδος τῆς καλλικόμου θαλασσίας· ἐγὼ δὲ υἱὸς τοῦ μεγαλοψύχου Ἀγχίσου διισχυρίζομαι εἶναι (γεννηθῆναι), μήτηρ δέ μοι ἐστὶν ἡ Ἀφροδίτη. τούτων οὖν νῦν οἱ ἕτεροι τὸν ἀγαπητὸν υἱὸν θρηνήσουσι σήμερον· οὐ γὰρ οἴομαι ῥήμασι μωροῖς καὶ ματαίοις οὕτως (ἐνθάδε) διαχωρισθέντες ἀναχωρῆσαι τῆς μάχης· εἰ δὲ βούλει καὶ ταῦτα μαθεῖν, ὅπως καλῶς γνῷς τὸ ἡμέτερον γένος, πολλοὶ δὲ ἄνδρες αὐτὸ οἴδασι. Δάρδανον δὴ τὰ πρῶτα ἐγέννησεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς, ἔκτισε δὲ τὴν Δαρδανίαν, ἐπειδὴ οὔπω ἡ ἱερὰ Ἴλιος ἐν τῇ πεδιάδι ᾠκοδόμητο καὶ ᾤκιστο, πόλις τῶν μεμερισμένην ἐχόντων τὴν φωνὴν ἀνθρώπων, ἀλλ᾽ ἔτι τὰς προβάσεις, καὶ τὰς πέζας κατῴκουν τῆς πολλὰς πηγὰς ἐχούσης Ἴδης. ὁ Δάρδανος δὲ ἐγέννησεν υἱὸν τὸν βασιλέα Ἐριχθόνιον, ὃς δὴ πλουσιώτατος ἐγένετο πάντων τῶν φθαρτῶν ἀνθρώπων· τούτου ἵπποι τρισχίλια κατὰ τὸ ἕλος ἐβόσκοντο, φορβάδες, πώλοις τερπόμεναι νεογενέσιν (νεογναῖς). τούτων καὶ ὁ Βορέας ἠράσθη βοσκομένων· ἵππῳ δὲ ὁμοιωθεὶς μελανότριχι ἐμίγη αὐταῖς, αὗται δὲ ἐγκυμονήσασαι ἔτεκον δώδεκα πώλους· αὗται δὲ ἡνίκα μὲν ἐσκίρτων κατὰ τὴν γῆν τὴν τὰ πρὸς τὸ ζῆν δωρουμένην, κατὰ τὸ ἄκρον τοῦ καρποῦ τῶν ἀσταχύων διέτρεχον (ἐν τοῖς στάχυσι λεπτῶν ἀνθέρων), οὐδέ τι κατέθραυον· ἀλλ' ὅτε δὴ ἐσκίρτων κατὰ τὰ πλατέα νῶτα καὶ τὴν μεγάλην ἐπιφάνειαν τῆς θαλάσσης ἄνω κατὰ τὴν ἐπιφάνειαν τῆς λευκῆς θαλάσσης διέτρεχον. Ἐριχθόνιος δὲ ἐγέννησε τοῖς Τρῳσὶ βασιλέα τὸν Τρῷα, ἐκ τοῦ Τρῳὸς δὲ τοῦ ἀμωμήτου τρεῖς υἱοὶ ἐγεννήθησαν, ὅ τε Ἶλος, καὶ ὁ Ἀσσάρακος, καὶ ὁ ἰσόθεος Γανυμήδης, ὃς δὴ ἐγένετο ὡραιότατος πάντων τῶν θνητῶν ἀνθρώπων· τοῦτον καὶ ἀνήρπασαν οἱ θεοὶ οἰνοχοεῖν τῷ Διί, ἵνα ἐν τοῖς ἀθανάτοις εἴη ἕνεκα τοῦ ἑαυτοῦ κάλλους. ὁ Ἶλος δὲ ἐγέννησεν υἱὸν τὸν ἀμώμητον Λαομέδοντα· ὁ Λαομέδων δὲ ἐγέννησε τὸν Τιθωνόν, καὶ τὸν Πρίαμον, καὶ τὸν Λάμπον, καὶ τὸν Κλυτίον, καὶ τὸν τοῦ Ἄρεος κλάδον Ἱκετάονα. Ἀσσάρακος δὲ τὸν Κάπυν, οὗτος δὲ ἐγέννησεν υἱὸν τὸν Ἀγχίσην, ἐμὲ δὲ ὁ Ἀγχίσης, ὁ Πρίαμος δὲ ἐγέννησε τὸν ἐνδοξότατον Ἕκτορα. τούτου δὴ τοῦ γένους καὶ τοῦ αἵματος διισχυρίζομαι ὑπάρχειν. ὁ Ζεὺς δὲ τοῖς ἀνδράσι καὶ αὔξει καὶ ἐλαττοῖ τὴν ἀρετήν, ὅπως ἂν βούληται, οὗτος γάρ ἐστιν ἰσχυρότατος πάντων. ἀλλ᾽ ἄγε μηκέτι ταῦτα διαλεγώμεθα, καθάπερ νήπιοι καὶ ἄφρονες, ἑστῶτες ἐν τῷ μέσῳ τῆς μάχης τοῦ πολέμου, ἔστι γὰρ ἀμφοτέροις ὀνείδη καὶ λοιδορίας εἰπεῖν πάνυ πολλά, οὐδ᾽ ἂν ναῦς πολυκάθεδρος τὸ βάρος ἀνέλοιτο καὶ βαστάξειεν, εὐμετάθετος δὲ καὶ εὐκίνητός ἐστιν ἡ γλῶσσα τῶν ἀνθρώπων, πολλοὶ δὲ ἔνεισι λόγοι παντοδαποί, ῥημάτων δὲ πολλὴ περιαγωγὴ καὶ διανομὴ τῇδε κἀκεῖσε· οἷον ἂν λόγον εἴπῃς, τοιοῦτον ἂν ἀντακούσαις. ἀλλὰ τί δὴ ἔριδας καὶ φιλονεικίας ἡμῖν ἀνάγκη φιλονεικεῖν καὶ ἐρίζειν ἐναντίον ἀλλήλοις, ὥσπερ γυναῖκες, αἵτινες περὶ ἔριδος ψυχοφθόρου εἰς χόλον ἀχθεῖσαι, φιλονεικοῦσιν ἀλλήλαις εἰς τὸ μέσον τῆς ὁδοῦ παρελθοῦσαι, πολλὰ ἀληθῆ τε καὶ μή, ἡ ὀργὴ δὲ (γὰρ) καὶ ταῦτα λέγειν προτρέπει. τῆς εὐτόλμου δὲ ἰσχύος οὐδέποτέ με λόγοις ἀποτρέψεις, καὶ ἀποστήσεις προθυμούμενον, πρὶν ἢ πολεμῆσαι κατεναντίον σιδήρῳ· ἀλλ᾽ ἄγε τάχιον ἁψώμεθα ἀλλήλων τοῖς σιδήρῳ ἐστομωμένοις δόρασιν.

199

εἶπε δὴ καὶ ἐν τῇ φοβερᾷ ἀσπίδι ἔπηξε τὸ ἰσχυρὸν δόρυ τῇ καταπληκτικῇ, μεγάλως δὲ περιήχησεν ἡ ἀσπὶς τῇ ἐπιδορατίδι τοῦ ἀκοντίου. ὁ υἱὸς δὲ τοῦ Πηλέως τὴν μὲν ἀσπίδα ἄποθεν ἑαυτοῦ τῇ παχείᾳ χειρὶ κατέσχε φοβηθείς, ᾠήθη γὰρ τὸ μακρὸν δόρυ ῥᾳδίως περάσειν τοῦ μεγαλοψύχου Αἰνείου· ὁ εὐήθης, οὐδὲ ἐνόησε κατὰ λόγον τε καὶ κατὰ διάνοιαν, ὅτι οὐκ εἰσὶ ῥᾴδια τὰ ὑπερένδοξα δῶρα τῶν θεῶν καταπονηθῆναι ὑπὸ φθαρτῶν ἀνδρῶν, οὐδὲ ὑπείκειν καὶ ἐνδιδόναι καὶ παραλύεσθαι· οὐ γὰρ τότε τὸ ἰσχυρὸν δόρυ τοῦ συνετοῦ Αἰνείου διέρρηξε καὶ διέκοψε πᾶσαν τὴν ἀσπίδα· ὁ χρυσὸς γὰρ διεκώλυσε, καὶ ἐπέσχε τὰ δῶρα τοῦ θεοῦ· ἀλλὰ τὰς δύο μὲν ἐπιδιπλώσεις διῆλθε καὶ διέκοψεν, ἔτι δ' αἱ τρεῖς ὑπῆρχον, ἐπειδὴ πέντε διπλώσεις ἐφήπλωσεν Ἥφαιστος ὁ χωλός, τὰς δύο χαλκᾶς, καὶ τὰς ἔνδοθεν δύο κασσιτερίνας, τὴν ἐν τῷ μέσῳ δὲ μίαν, χρυσῆν, ἐν ταύτῃ δὲ ἐνεσχέθη τὸ ἐκ μελίας δόρυ, καὶ τῆς εἰς τὸ πρόσω ὁρμῆς διεκωλύθη·

259

δεύτερος δὲ ὁ Ἀχιλλεὺς ἀφῆκε τὸ μακρὸν δόρυ, καὶ ἔβαλε κατὰ τὴν τοῦ Αἰνείου ἀσπίδα τὴν πάντοθεν ἴσην καὶ κυκλοτερῆ, ὑπὸ τὴν πρώτην περιφέρειαν, ἔνθα λεπτότατος ὁ χαλκὸς διέτρεχε, καὶ περιέκειτο, λεπτότατον δὲ τὸ δέρμα τοῦ βοὸς ἐπῆν, αὕτη δὲ εἰς τὸ πρόσω διῆλθεν ἡ ἐκ τοῦ Πηλίου ὄρους μελία, διεκόπη δὲ ἡ ἀσπὶς ὑπ᾽ αὐτῆς. ὁ Αἰνείας δὲ συνειλήθη, καὶ ἀπὸ ἑαυτοῦ ἀνέσχε τὴν ἀσπίδα φοβηθείς, τὸ δόρυ δὲ ὑπεράνωθεν τοῦ νώτου εἰς τὴν γῆν ἐνεπάγη ἐφορμῶν, διεῖλε δὲ καὶ διέκοψεν ἀμφοτέρους τοὺς κύκλους τὸν βύρσινον, καὶ τὸν χαλκοῦν τῆς ἀσπίδος τῆς περιεχούσης τὸ σῶμα, οὗτος ἐκκλίνας καὶ φυλαξάμενος τὸ μέγα δόρυ ἔστη, λύπη δὲ μεγίστη περιεχύθη τοῖς ὀφθαλμοῖς αὐτοῦ, φοβηθείς, ὅτι ἐγγὺς αὐτοῦ ἐνεπάγη τὸ δόρυ· ὁ Ἀχιλλεὺς δὲ μάλα προθυμούμενος ἐφώρμησε σπασάμενος τὸ ὀξὺ καὶ τμητικὸν ξίφος καταπληκτικῶς βοῶν, οὗτος δὲ λίθον χειροπληθῆ ἔλαβε τῇ χειρὶ ὁ Αἰνείας μέγα ἄχθος (σῶμα), ὅπερ οὐκ ἂν φέροιεν ἄνδρες δύο οἷοι νῦν ἄνθρωποί εἰσιν· οὗτος δὲ ῥᾳδίως αὐτὸ ἐκίνει καὶ μόνος. τότ᾽ ἂν Αἰνείας μὲν ἐφορμῶντα ἔπληξε τῷ λίθῳ ἢ κατὰ τὸ κράνος, ἢ κατὰ τὴν ἀσπίδα, ἥτις ἀπεσόβησεν ἂν αὐτῷ τὸν χαλεπὸν θάνατον, τοῦτον δὲ ὁ υἱὸς τοῦ Πηλέως ἐκ τοῦ σύνεγγυς ξίφει τὴν ψυχὴν ἀφείλετο ἄν, εἰ μὴ ταχέως δὴ ἐθεάσατο Ποσειδῶν ὁ σείων τὴν γῆν, παραχρῆμα δὲ ἐν τοῖς ἀθανάτοις θεοῖς λόγον εἶπε· φεῦ φεῦ, ὄντως μοι λύπη ἐστὶν ἕνεκα τοῦ μεγαλοψύχου Αἰνείου, ὃς ταχέως ἀναιρεθεὶς ὑπὸ τοῦ υἱοῦ Πηλέως εἰς ᾅδου κατελεύσεται πεισθεὶς τοῖς λόγοις τοῦ μακροβόλου Ἀπόλλωνος, ὁ εὐήθης· οὐ γάρ τι αὐτῷ ἀποσοβήσει τὸν χαλεπὸν θάνατον. ἀλλὰ τί δὴ οὗτος νῦν ἀθῶος λύπας καὶ ὀδύνας πάσχει ματαίως ἕνεκα θλίψεων ἀλλοτρίων, χαρίεντα δὲ ἀεὶ δῶρα τοῖς θεοῖς ἀναφέρει, οἳ τὸν πλατὺν καὶ μέγαν οὐρανὸν κατοικοῦσιν; ἀλλ᾿ ἄγετε ἡμεῖς γε αὐτὸν ἀπὸ τοῦ θανάτου ῥυσώμεθα, μήπως καὶ ὁ υἱὸς τοῦ Κρόνου ὀργισθῇ, ἐὰν ὁ Ἀχιλλεὺς αὐτὸν ἀποκτείνῃ, εἱμαρμένον γὰρ ἐστιν αὐτῷ ἐκφυγεῖν, ὅπως μὴ ἄγονος καὶ ἀφανὴς διαφθαρείη ἡ γενεὰ τοῦ Δαρδάνου, ὃν ὁ υἱὸς τοῦ Κρόνου μᾶλλον τῶν ἄλλων ἁπάντων ὑιῶν ἐφίλησεν, οἳ ἐξ ἑαυτοῦ ἐγεννήθησαν, καὶ γυναικῶν φθαρτῶν· ἤδη γὰρ τὴν γενεὰν τοῦ Πριάμου ἐμίσησεν ὁ υἱὸς τοῦ Κρόνου. νῦν δὲ δὴ ἡ τοῦ Αἰνείου ἰσχὺς βασιλεύσει τῶν Τρῴων, καὶ οἱ υἱοὶ τῶν υἱῶν, οἳ ἂν καὶ γεννηθῶσι μετὰ ταῦτα.

273

πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ἡ εὐόφθαλμος σεβαστὴ Ἥρα· ὦ κινητὰ γῆς, σὺ αὐτὸς ἐν τῇ σῇ διανοίᾳ νόησον, ὅπως ἢ σώσῃς τὸν Αἰνείαν, ἢ καταλίπῃς· - ἡμεῖς μὲν γὰρ πολλοὺς ὅρκους ὠμόσαμεν ἐν πᾶσι τοῖς ἀθανάτοις θεοῖς, ἐγὼ καὶ ἡ πολεμική Ἀθηνᾶ, μηδέποτε τοῖς Τρῳσὶν ἀποσοβήσειν τὴν κακὴν ἡμέραν βοηθοῦσαι αὐτοῖς, μηδὲ ὅταν ἡ Τροία κατακαίηται πᾶσα, πυρὶ καυστικῷ καὶ ἀναλωτικῷ καιομένη, καίωσι δὲ αὐτὴν οἱ πολεμικοὶ υἱοὶ τῶν Ἑλλήνων.

309

ἐπειδὴ δὲ τοῦτο ἤκουσε Ποσειδῶν ὁ σείων τὴν γῆν, ὥρμησε πορεύεσθαι εἰς τὸν πόλεμον, καὶ εἰς τὴν ταραχὴν τῶν δοράτων· ἀφίκετο δὲ ὅπου ὁ Αἰνείας καὶ ὁ ἔνδοξος ἦν Ἀχιλλεύς, καὶ παραχρῆμα τούτῳ μὲν κατέχεεν ἐπὶ τοὺς ὀφθαλμοὺς ὀμίχλην τῷ Ἀχιλλεῖ τῷ υἱῷ τοῦ Πηλέως· αὐτὸς δὲ τὴν καλὸν σίδηρον ἔχουσαν μελίαν ἐξείλκυσεν ἐκ τῆς ἀσπίδος τοῦ μεγαλοψύχου Αἰνείου· καὶ ταύτην μὲν ἔθηκεν ἔμπροσθεν τῶν ποδῶν τοῦ Ἀχιλλέως· τὸν Αἰνείαν δὲ ἔφερεν ἀπὸ τῆς γῆς εἰς ὕψος ἄρας καὶ κουφίσας. πολλὰς δὲ τάξεις ἡρώων, πολλὰς δὲ καὶ ἵππων ὁ Αἰνείας ὑπερεπήδησε καὶ ὑπερέβη ἀπὸ τῆς χειρὸς τοῦ θεοῦ ὁρμήσας· ἀφίκετο δὲ εἰς τὸ ἔσχατον μέρος τοῦ πολυορμήτου πολέμου, ἔνθα δὴ οἱ Καύκωνες εἰς τὸν πόλεμον καθωπλίζοντο. τούτῳ δὲ παρεγένετο πάνυ ἐγγὺς Ποσειδῶν ὁ σείων τὴν γῆν, καὶ φωνήσας, λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν· ὦ Αἰνεία, τίς δή σε τῶν θεῶν οὕτως ἀφραίνοντα (ἀφροντιστοῦντα) προτρέπει ἐναντίον τοῦ μεγαλοψύχου υἱοῦ τοῦ Πηλέως πολεμεῖν, ὅστις ἅμα κρείττων (ἰσχυρότερος) σοῦ καὶ φίλτερος τοῖς ἀθανάτοις θεοῖς ὑπάρχει· ἀλλ᾿ ἀναχώρησον, ὅταν αὐτῷ ἀπροοράτως συμβάλῃς, μήπως καὶ παρὰ τὸ εἱμαρμένον ἀπέλθῃς εἰς τὸν οἶκον τοῦ Ἅιδου. ἐπειδὰν δὲ ὁ Ἀχιλλεὺς τὸν θάνατον καὶ τὸν μόρον ἐπιδέξηται, θαρρήσας δὴ μετὰ ταῦτα ἐν τοῖς πρωταγωνισταῖς μάχου, οὐδεὶς γάρ σε ἄλλος τῶν Ἑλλήνων ἀποκτενεῖ.

318

οὕτως εἰπὼν κατέλιπεν αὐτὸν αὐτόθι, ἐπειδὴ πάντα ἐδήλωσε. ταχέως δὲ μετέπειτα ἀπὸ τῶν ὀφθαλμῶν τοῦ Ἀχιλλέως διέλυσε καὶ ἠφάνισε τὴν ὁμίχλην τὴν θαυμαστήν, οὗτος δὲ μετὰ ταῦτα μεγάλως κατεῖδε τοῖς ὀφθαλμοῖς, στενάξας δ᾽ ἄρα εἶπε πρὸς τὴν ἑαυτοῦ μεγαλόφρονα ψυχήν· φεῦ φεῦ ὄντως μέγα θαῦμα τοῦτο θεῶμαι τοῖς ὀφθαλμοῖς, τὸ μὲν δόρυ τοῦτο κεῖται ἐπὶ τῆς γῆς, οὐδαμῶς δὲ τὸν ἄνδρα ὁρῶ, ᾧτινι ἐφῆκα, ἀποκτείναι προθυμούμενος· ὄντως δὴ καὶ ὁ Αἰνείας φίλος τοῖς ἀθανάτοις θεοῖς ἦν, ἐγὼ δὲ αὐτὸν ᾠήθην μάτην οὕτως καυχᾶσθαι· ἀπίτω μετὰ φθορᾶς, οὐκ αὐτῷ προθυμία τοῦ λοιποῦ πειραθῆναι ἐμοῦ ἔσται, ὅστις καὶ νῦν ἀσμένως καὶ ἡδέως ἔφυγεν ἐκ τοῦ θανάτου. ἀλλ᾽ ἄγε δὴ τοῖς πολεμικοῖς Ἕλλησι παρακελευσάμενος τῶν ἄλλων Τρῴων πειράσωμαι ἐξεναντίας ἐπελθών.

340

εἶπε, καὶ ἐπὶ τὰς τάξεις ἐπήδησε, παρεκελεύετο δὲ ἑκάστῳ ἀνδρί· μηκέτι νῦν πόρρω τῶν Τρῴων ἵστασθε, ὦ ἔνδοξοι Ἕλληνες, ἀλλ᾽ ἄγε ἀνὴρ κατ᾽ ἀνδρὸς ἐπελθέτω, προθυμείσθω δὲ πολεμεῖν· χαλεπὸν δέ μοί ἐστι καίπερ ἰσχυρῷ ὄντι τοσούτους ἀνθρώπους διώκειν, καὶ πᾶσι πολεμεῖν, οὐδ᾽ ἂν Ἄρης, ὅστις ἐστὶ θεὸς ἄφθαρτος, οὐδ᾽ ἂν ἡ Ἀθηνᾶ κατεπείγοι στόμα τοσαύτης μάχης, καὶ μάχοιτο. ἀλλ' ὅσον μὲν ἐγὼ δύναμαι καὶ χερσὶ καὶ ποσί, καὶ δυνάμει, οὐκ οἴομαι τοῦ λοιποῦ ἀμελήσειν, οὐδ᾽ ἐπ' ὀλίγον, ἀλλὰ πάνυ διὰ τῆς τάξεως ὁρμήσω διόλου, οὐδέ τινα οἴομαι τῶν Τρῴων εὐφρανθήσεσθαι, ὅστις ἂν ἐγγὺς τοῦ δόρατος παραγένοιτο.

353

οὕτως εἶπε παρορμῶν· τοῖς Τρῳσὶ δὲ ὁ λαμπρὸς Ἕκτωρ παρεκελεύετο ἀπειλήσας (βοήσας), εἶπε δὲ χωρεῖν ἐναντίον τοῦ Ἀχιλλέως· ὦ Τρῷες μεγαλόψυχοι καὶ γενναῖοι, μὴ φοβεῖσθε τὸν υἱὸν τοῦ Πηλέως· καὶ ἐγὼ λόγοις καὶ τοῖς ἀθανάτοις θεοῖς πολεμοίην ἄν, τῷ δόρατι δὲ χαλεπόν ἐστιν, ἐπειδὴ πολλῷ ἰσχυρότεροι ὑπάρχουσιν, οὐδὲ ὁ Ἀχιλλεὺς ἅπασι τοῖς λόγοις ἐπιθήσει τέλος, ἀλλὰ τὸ μὲν τελέσει, τὸ δὲ καὶ μεταξὺ κωλύσει. τούτῳ δ᾽ ἐγὼ κατεναντίον ἐπελεύσομαι, καὶ εἰ τῷ πυρὶ κατὰ δύναμιν ὅμοιός ἐστι, καὶ εἰ τῷ πυρὶ κατὰ δύναμιν ὅμοιος, κατὰ τὴν προθυμίαν δὲ τῷ λαμπρῷ σιδήρῳ.

364

οὕτως εἶπε παρορμῶν· οὗτοι δὲ κατεναντίον τὰ δόρατα ᾖραν οἱ Τρῷες, τούτων δὲ ὁμοῦ συνέμιξεν ἡ ἰσχύς τε καὶ εὐτολμία, διηγέρθη δὲ βοή· καὶ τότε δὴ παραγενόμενος Ἀπόλλων ὁ καθαρός, εἶπε πρὸς τὸν Ἕκτορα· ὦ Ἕκτορ μηκέτι (μηδαμῶς) πάνυ τῷ Ἀχιλλεῖ προμάχει καὶ πρὸ τῶν ἄλλων πολέμει, ἀλλὰ κατὰ τὸ πλῆθος, καὶ σὺν τοῖς ἄλλοις, καὶ ἔξω τοῦ κλόνου καὶ τῆς συστροφῆς αὐτὸν ἐκδέχου, μήπως σὲ ἢ πόρρωθεν τρώσῃ τῷ δόρατι, ἢ ἐκ τοῦ σύνεγγυς πλήξῃ τῷ ξίφει·

373

οὕτως εἶπεν· ὁ Ἕκτωρ δὲ αὖθις εἰσῆλθεν εἰς τὴν τάξιν τῶν ἀνδρῶν φοβηθείς, ἡνίκα ἤκουσε τὴν φωνὴν τοῦ θεοῦ φθεγξαμένου ὁ Ἀχιλλεὺς δὲ τοῖς Τρῳσὶν ἐφώρμησε κατά διάνοιαν ἐνδεδυμένος ἰσχὺν καταπληκτικῶς βοῶν, πρώτως δὲ ἀνεῖλεν Ἰφιτίωνα, τὸν ἀνδρεῖον υἱὸν Ὀτρυντέως, πολλῶν λαῶν ἡγεμόνα, ὃν ἔτεκεν ἡ Ναῒς ἡ νύμφη τῷ Ὀτρυντεῖ τῷ τὰς πόλεις πορθοῦντι, ὑπὸ τῷ χιονοβλήτῳ Τμώλῳ ὄρει τῆς Λυδίας, ἐν τῷ λιπαρῷ καὶ πλουσίῳ δήμῳ τῆς Ὕλης. τοῦτον εὐθὺ προθύμως ὁρμῶντα ἔβαλε δόρατι ὁ ἐνδοξότατος Ἀχιλλεὺς κατὰ τὸ μέσον τῆς κεφαλῆς αὕτη δὲ εἰς δύο πᾶσα ἐσχίσθη, ἐψόφησε δὲ καταπεσών· οὗτος δὲ ἐπεκαυχήσατο ὁ ἐνδοξότατος Ἀχιλλεύς· τέθνηκας, ὦ υἱὲ τοῦ Ὀτρυντέως φοβερώτατε πάντων τῶν ἀνδρῶν, ἐνταῦθα σοὶ μὲν ὁ θάνατος, τὸ γένος δέ σοί ἐστι παρὰ τῇ λίμνῃ τῇ Γυγαίᾳ, ὅπου σοι ἀγρὸς πατρικός ἐστι παρὰ τῷ ποταμῷ Ὕλῳ τὸ πλῆθος ἰχθύων ἔχοντι, καὶ τῷ Ἕρμῳ τῷ συστροφὰς ῥευμάτων ποιοῦντι.

379

οὕτως εἶπεν ἐπικαυχώμενος, τοῦτον δὲ σκότος κατ' ὀφθαλμοὺς ἐκάλυψε· τοῦτον μὲν οὖν οἱ τῶν Ἑλλήνων ἵπποι τοῖς τροχοῖς διέκοπτον ἐν τῇ πρώτῃ μάχῃ· οὗτος δὲ ἐπ' αὐτῷ Δημολέοντα ἀγαθὸν βοηθὸν τοῦ πολέμου, υἱὸν τοῦ Ἀντήνορος, ἔτρωσε κατὰ τὸν μήνιγγα, διὰ τοῦ κράνους τοῦ καλύμματος σιδηροῦ τῶν παρειῶν ἔχοντος, οὐδ᾽ ἄρα τὸ σιδηροῦν κράνος ἐπέσχεν, ἀλλὰ δι' αὐτοῦ ἡ ἐπιδορατὶς ἐφορμῶσα συνέτριψε τὸ ὀστοῦν, ὁ ἐγκέφαλος δὲ ἅπας ἐντὸς ἐμολύνθη τῷ αἵματι, ἀπέκτεινε δὲ αὐτὸν προθυμούμενον. τὸν Ἱπποδάμαντα δὲ μετὰ ταῦτα ἐκ τῶν ἵππων ὁρμήσαντα, ἔμπροσθεν ἑαυτοῦ φεύγοντα ἔτρωσε τῷ δόρατι κατὰ τὸ μετάφρενον, οὗτος δὲ τὴν ψυχὴν ἠφίει καὶ ἐξέπνει, καὶ ἐμυκᾶτο ὥσπερ ὅτε ταῦρος ἐμυκᾶτο ἑλκόμενος περὶ τὸν Ἑλικώνιον βασιλέα, ἤγουν τὸν Ποσειδῶνα τὸν ἐν Ἑλικῶνι τῷ ὄρει, ἢ ἐν Ἑλίκῃ τιμώμενον τῇ νήσῳ, τῶν νέων ἑλκόντων, τέρπεται δὲ τούτοις ὁ σείων τὴν γῆν. οὕτω δὴ τοῦτον μυκώμενον κατέλιπε κατὰ τὰ ὁστᾶ ἡ ἀνδρεία ψυχή. οὗτος δὲ ὥρμησε σὺν τῷ δόρατι ἐπὶ τὸν ἰσόθεον Πολύδωρον τὸν υἱὸν τοῦ Πριάμου, τοῦτον δὲ οὐδαμῶς ἀφίη ὁ πατὴρ πολεμεῖν, διότι ἐν τοῖς υἱοῖς νεώτατος ἦν αὐτῷ τῇ γενέσει, καὶ φίλτατος αὐτῷ ἦν, τοῖς ποσὶ δὲ ἅπαντας ἐνίκα. τότε τοίνυν μωρίᾳ καὶ ἀνοησίᾳ τὴν τῶν ποδῶν ἀρετὴν ἐπιδεικνύμενος, ἔτρεχε διὰ τῶν πρωταγωνιστῶν, ἕως ἀπώλεσε τὴν ἀγαπητὴν ψυχήν· τοῦτον ἔτρωσε κατὰ τὸ μέσον δόρατι ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεὺς τὰ νῶτα παρακλίνοντα, ὅπου οἱ τῆς θωρακίτιδος ζώνης ὀχεῖς (συνεκτικοὶ ἱμάντες, κρίκοι) οἱ χρυσοί συνεῖχον, καὶ ὁ θώραξ συνήρχετο, καὶ συνεκάλυπτε διπλοῦς· ἀπαντικρὺ δὲ παρὰ τὸν ὀμφαλὸν διῆλθεν ἡ ἐπιδορατὶς τοῦ ἀκοντίου, ἔπεσε δὲ ἐπὶ τὰ γόνατα μεγάλως στενάξας, νεφέλη δὲ αὐτὸν περιεκάλυψε μέλαινα, πρὸς ἑαυτὸν δὲ ἀποκλιθεὶς ἔλαβε τὰ ἔντερα ταῖς χερσίν.

393

ὁ Ἕκτωρ δὲ ἐπειδὴ ἐθεάσατο τὸν ἀδελφὸν Πολύδωρον τὰ ἔντερα κρατοῦνται ταῖς χερσίν, ἐξηπλωμένον (ἀσπαίροντα) ἐπὶ τῆς γῆς, κατὰ τῶν ὀφθαλμῶν αὐτοῦ ἐπεχύθη ὁμίχλη, οὐδὲ ὑπέμεινεν ἐπὶ πολύ πόρρω που ἀναστρέφεσθαι, ἀλλὰ κατεναντίον ἦλθε τοῦ Ἀχιλλέως, τὸ τμητικὸν δόρυ σείων, ὅμοιος φλογί· ὁ Ἀχιλλεὺς δὲ ὅτε ἐθεάσατο, εὐθέως ἀνεπήδησε, καὶ καυχώμενος λόγον ἔλεγε. Πλησίον ἐστὶν ὁ ἀνὴρ ὃς μάλιστα τὴν(ῆς) ἐμήν(ῆς) γε ψυχὴν(ῆς) ἐκηλίδωσεν (ἐλύπησεν, καθήψατο), ὅς μοι τὸν ἀγαπητὸν καὶ τετιμημένον φίλον ἀπέκτεινεν· οὐδὲ τοῦ λοιποῦ ἐπὶ πολὺ φοβηθείημεν ἂν ἀλλήλους κατὰ τὰς διαστάσεις τοῦ πολέμου (τὰ διαστήματα τὰ μεταξὺ τῶν στάσεων). εἶπε· καὶ δεινῶς ὑποβλεψάμενος ἔλεγε πρὸς τὸν ἐνδοξότατον Ἕκτορα· πλησίον ἐλθέ, ὅπως ἂν τάχιον καταλάβῃς τὰ πέρατα τοῦ θανάτου.

419

πρὸς τοῦτον δὲ οὐ φοβηθεὶς εἶπεν ὁ συνεχῶς τὴν περικεφαλαίων κινῶν Ἕκτωρ· ὦ υἱὲ τοῦ Πηλέως, μή με δὴ ῥήμασιν ὥσπερ νήπιον καὶ ἄφρονα ἔλπιζε ἐκφοβήσειν, ἐπειδὴ φανερῶς ἐπίσταμαι καὶ ἐγὼ καὶ λοιδορίας, καὶ τὰς παρὰ τὸ πρέπον ἀπειλὰς εἰπεῖν· ἐπίσταμαι δὲ ὅτι σὺ μὲν ἀνδρεῖος εἶ, ἐγὼ δὲ πολλῷ ἥττων σοῦ· ἀλλὰ ταῦτα μὲν ἐν τοῖς γόνασι (τῇ δυνάμει) τῶν θεῶν κεῖνται, ἐάν σε καίπερ ἥττων ὑπάρχων, ὅμως ἀφέλωμαι τὴν ψυχὴν τρώσας τῷ δόρατι· ἐπειδὴ καὶ τὸ ἐμὸν βέλος ὀξὺ καὶ τμητικόν ἐστιν ἔμπροσθεν.

430

εἶπε δή, καὶ ἀνασείσας ἀφῆκε τὸ δόρυ, καὶ τοῦτό γε ἡ Ἀθηνᾶ πνοῇ καὶ ὁρμῇ ἀέρος, ἐπὶ τὸ ἕτερον μέρος τοῦ ἐνδόξου Ἀχιλλέως ἔτρεψεν, ὅ ἐστι τὸ ἐναντίον, ἡσύχως ἠρέμα κοῦφον ποιήσασα (ἐξανεμίσασα)· τοῦτο δὲ εἰς τοὐπίσω ἠνέχθη πρὸς τὸν ἐνδοξότατον Ἕκτορα, ἔπεσε δὲ ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ· Ἀχιλλεὺς δὲ ἐρρωμένος καὶ προθυμούμενος ἐφώρμησεν ἀποκτεῖναι ἐφιέμενος, καταπληκτικῶς βοῶν· τοῦτον δὲ ἀφείλετο ὁ Ἀπόλλων πάνυ ῥᾳδίως καθάπερ θεός, συνεκάλυψε δὲ ἀέρι πολλῷ, καὶ ὁμίχλῃ ὥστε μὴ ὁρᾶσθαι. τρὶς μὲν οὖν ἐφώρμησεν ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεὺς σὺν τῷ σιδηρῷ δόρατι, τρὶς δὲ ἔτυψε τὸν βαθὺν ἀέρα. ἀλλ' ὁπηνίκα δὴ τὸ τέταρτον ἐφώρμησεν ὅμοιος θεῷ, φοβερῶς βοήσας, λόγους ταχεῖς ἔλεγεν· ἐξέφυγες νῦν πάλιν τὸν θάνατον, ὦ κύον, ὄντως που ἐγγὺς παρεγένετό σοι τὸ δεινόν, νῦν δέ σε ἔσωσεν ὁ λαμπρὸς Ἀπόλλων, ᾧτινι ἔοικας εὔχεσθαι ἐρχόμενος εἰς τὸν κτύπον τῶν δοράτων, ἤγουν εἰς τὸν πόλεμον. ὄντως που κατεργάσομαί σε, καὶ μετὰ ταῦτα συναντήσας, εἴ τις που τῶν θεῶν κἀμοί ἐστι βοηθός· νῦν δὲ τοὺς ἄλλους ἐπιδιώξομαι, ὃν ἂν καταλάβω.

438

οὕτως εἰπὼν τὸν Δρύοπα ἔτρωσε κατὰ τὸ μέσον τοῦ αὐχένος δόρατι, κατέπεσε δὲ ἔμπροσθεν τῶν ποδῶν. οὗτος δὲ τοῦτον μὲν κατέλιπε, Δημοῦχον δὲ τὸν υἱὸν τοῦ Φιλήτορος τὸν εὐμεγέθη τε καὶ γενναῖον τρώσας τῷ δόρατι κατὰ τὸ γόνυ διεκώλυσε καὶ κατέσχε· τοῦτον μὲν οὖν πλήττων ξίφει μεγάλῳ ἀφῃρεῖτο τὴν ψυχήν· οὗτος δὲ Λαόγονον καὶ Δάρδανον τοὺς υἱοὺς τοῦ Βίαντος ἀμφοτέρους ἐφορμήσας, ἐκ τῶν ἵππων ὠθήσας ἔρριψεν ἐπὶ τὴν γῆν, τὸν μὲν τρώσας τῷ δόρατι, τὸν δὲ πλήξας ἐκ τοῦ σύνεγγυς τῷ ξίφει. τὸν Τρῷα δὲ τὸν υἱὸν τοῦ Ἀλάστορος, ὁ μὲν ἐναντίον παρεγένετο, τῶν γονάτων, εἴπως αὐτοῦ φείσαιτο, εἰληφὼς, καὶ ζῶντα ἐάσειε, μηδὲ ἀποκτείνειεν τὴν ὁμοίαν ἡλικίαν οἰκτείρας. ὁ μωρὸς καὶ ἀνόητος, οὐδὲ τοῦτο ἠπίστατο, ὅτι οὐκ ἤμελλε πείθεσθαι, οὐ γὰρ τι ἦν ἀνὴρ προσηνής τε (ἀνειμένος τῇ ψυχῇ) καὶ εὔκολος, οὐδὲ πρᾷος, ἀλλὰ πάνυ ἐνθουσιῶν (ἰταμὸς)· ὁ μὲν γὰρ ἥπτετο ταῖς χερσὶ τῶν γονάτων, ἐφιέμενος ἱκετεῦσαι, οὗτος δὲ τῷ ξίφει ἔπληξε κατὰ τὸ ἧπαρ, ἐξέπεσε δὲ τὸ ἧπαρ αὐτοῦ, αἷμα δὲ μέλαν τὸν ἑαυτοῦ κόλπον κατενέπλησε, τοῦτον δὲ σκότος κατ' ὀφθαλμοὺς περιεκάλυψε ψυχῆς στερισκόμενον· οὗτος δὲ τὸν Μόλιον ἔτρωσε παραγενόμενος δόρατι κατὰ τὸ οὖς, εὐθέως δὲ διὰ τοῦ ὠτὸς διῆλθε τοῦ ἑτέρου ἡ σιδηρὰ ἐπιδορατίς. αὐτὸς δὲ Ἔχεκλον τὸν υἱὸν τοῦ Ἀγήνορος ἔπληξε τῷ ξίφει λαβὴν ἔχοντι κατὰ τὸ μέσον τῆς κεφαλῆς, πᾶν δὲ τὸ ξίφος λιαρὸν γέγονε τῷ αἵματι, τοῦτον δὲ κατ᾽ ὀφθαλμοὺς ἔλαβεν ὁ μέλας θάνατος, καὶ ἡ ἰσχυρὰ μοῖρα· τὸν Δευκαλίωνα δὲ μετὰ ταῦτα, ὅπου συνδοῦσιν αἱ ἀπονευρώσεις τῶν μυῶν τοῦ ἀγκῶνος, ἐνταῦθα αὐτὸν διὰ τῆς ἀγαπητῆς χειρὸς διωβέλισεν ἡ σιδηρὰ ἐπιδορατίς, οὗτος δὲ παρέμενεν αὐτὸν βεβαρυμμένος τὴν χεῖρα, ἔμπροσθεν ὁρῶν τὸν θάνατον· ὁδὲ ξίφει τὸν τράχηλον πλήξας, πόρρω σὺν τῇ περικεφαλαίᾳ τὴν κεφαλὴν ἔρριψεν, ὁ μυελὸς δὲ τῶν σφονδύλων ἐνέπεσεν, οὗτος δὲ κατὰ γῆς ἔκειτο ἐκτεταμένος. αὐτὸς δὲ ὥρμησε πορεύεσθαι ἐπὶ τὸν ἀμώμητον υἱὸν τοῦ Πείρου τὸν Ῥίγμον, ὅστις ἐκ τῆς Θρᾴκης τῆς εὐγείου ἀφίκετο, τοῦτον ἔτρωσε κατὰ τὸ μέσον τῷ δόρατι, ἐνεπάγη δὲ εἰς τὸν πνεύμονα ὁ σίδηρος, κατέπεσε δὲ ἐκ τοῦ ὀχήματος. οὗτος δὲ Ἀρηίθεον τὸν θεράποντα στρέψαντα εἰς τοὐπίσω τοὺς ἵππους κατὰ τὸ μετάφρενον δόρατι ὀξεῖ ἔτρωσε, κατέρριψε δὲ ἀπὸ τοῦ δίφρου, ἐταράχθησαν δὲ οἱ ἵπποι.

455

ὥσπερ δὲ ἐνθουσιᾷ τὸ θεσπεσίως καιόμενον πῦρ κατὰ τὰ βαθέα κοῖλα τοῦ καταξήρου ὄρους, τὰ μεγάλα δὲ καὶ πυκνὰ δένδρα καίονται, καὶ πάντοσε ταράσσων ὁ ἄνεμος τὴν φλόγα ἐλαύνει. οὕτως αὐτὸς πάντοσε ὥρμα ἐνθουσιωδῶς σὺν τῷ δόρατι, ὅμοιος θεῷ, τοὺς ἀναιρουμένους ἐπιδιώκων, περιερρεῖτο δὲ αἵματι ἡ μέλαινα γῆ. ὥσπερ δὲ ὅταν τις συνδιάσῃ βοῦς ἄρρενας πλατέα τὰ μέτωπα ἔχοντας τρίβειν κριθὴν λευκὴν ἐν τῇ εὐκύκλῳ ἄλῳ, ῥᾳδίως (ταχέως) λεπτὰ ἐγένοντο ὑπὸ τῶν ποδῶν τῶν μεγαλοφώνων βοῶν. οὕτως ὑπὸ τοῦ μεγαλοψύχου Ἀχιλλέως οἱ μονώνυχες ἵπποι ἐπάτουν ὁμοῦ τούς τε νεκροὺς καὶ τὰς ἀσπίδας, αἵματι δὲ τὸ διὰ τῶν τροχῶν διῆκον ξύλον κάτωθεν ἅπαν ἐμολύνθη, καὶ αἱ περὶ τὸν δίφρον περιφέρειαι, ἃς δὴ αἱ ἐκ τῶν ὀνύχων τῶν ἵππων σταγόνες ἔρραινον, καὶ αἱ ἀπὸ τῶν ἐπικειμένων τοῖς τροχοῖς σιδήρων· οὗτος δὲ ἐφίετο δόξαν λαβεῖν ὁ υἱὸς τοῦ Πηλέως, αἵματι δὲ ἐψυγμένῳ ἐμολύνετο τὰς φοβερὰς καὶ ἀπροσπελάστους χεῖρας.

490