Homeric text & Koine Greek paraphrase by Theodorus Gaza
ἡ μὲν ἡμέρα ἡ κροκοειδὲς ἱμάτιον ἔχουσα ἀπὸ τῶν ῥευμάτων τοῦ Ὠκεανοῦ ἀνέστη, ὅπως τοῖς ἀθανάτοις θεοῖς φῶς ἐνέγκαι, καὶ τοῖς θνητοῖς ἀνθρώποις. αὕτη δὲ ἀφίκετο εἰς τὰς ναῦς τὰ δῶρα φέρουσα παρὰ τοῦ θεοῦ, εὗρε δὲ τὸν ἑαυτῆς ἀγαπητὸν υἱὸν περικείμενον τῷ Πατρόκλῳ, κλαίοντα ὀξέως (ἡδέως)· πολλοὶ δὲ περὶ αὐτὸν φίλοι ὠλοφύροντο· αὕτη δὲ ἐν τούτοις παρέστη ἡ ἐνδοξοτάτη τῶν θεῶν, καὶ ἐνέφυ αὐτῷ τῇ χειρί, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει· ὦ τέκνον ἐμόν, τοῦτον μὲν καταλίπωμεν καίπερ λυπούμενοι κεῖσθαι, ἐπειδὴ τὴν ἀρχὴν ὁρμῇ καὶ βουλῇ τῶν θεῶν ἀνῃρέθη. σὺ δὲ δέξαι παρὰ τοῦ Ἡφαίστου τὰ πολύτιμα καὶ ἔνδοξα ὅπλα πάνυ περικαλλῆ, ὁποῖα οὐδείς πω ἀνὴρ ἐφόρησε περὶ τοὺς ὤμους. | 001 |
οὕτω δὴ εἰποῦσα ἡ θεὰ κατέθηκε τὰ ὅπλα ἔμπροσθεν τοῦ Ἀχιλλέως· ταῦτα παμποίκιλα πάντα μέγαν ἦχον ἀπετέλεσαν. πάντας δὲ τοὺς Μυρμιδόνας φόβος καὶ τρόμος κατέλαβεν, οὐδὲ ὑπέμεινέ τις ἐναντίον θεάσασθαι, ἀλλὰ τῷ φόβῳ παρετράπησαν· ὁ Ἀχιλλεὺς δὲ ὅτε ἐθεάσατο, τότε αὐτὸν μᾶλλον εἰσῆλθεν ὀργή, ἐν αὐτῷ δὲ οἱ ὀφθαλμοὶ φοβερῶς ὑπὸ τὰ βλέφαρα ὥσπερ πῦρ ἐξεφάνησαν, ἠγάλλετο δὲ κρατῶν ἐν ταῖς χερσὶ τὰ λαμπρὰ δῶρα τοῦ θεοῦ. ἐπειδὴ δὲ ἐτέρφθη, καὶ ἐχάρη κατὰ τὴν ἑαυτοῦ διάνοιαν παμποίκιλα βλέπων, παραχρῆμα πρὸς τὴν ἑαυτοῦ μητέρα λόγους ταχεῖς ἔλεγεν· ὦ μῆτερ ἐμή, τὰ μὲν ὅπλα ὁ θεὸς ἐδωρήσατο, οἷα προσῆκόν ἐστιν εἶναι τὰ ἔργα τῶν ἀθανάτων θεῶν, μηδὲ θνητὸν ἄνδρα δύνασθαι ποιῆσαι· νυνὶ δὲ ἐγὼ μὲν καθοπλισθήσομαι, ἀλλὰ πάνυ χαλεπῶς δέδοικα, μή μοι μεταξύ τούτου τὸν ἰσχυρὸν υἱὸν τοῦ Μενοιτίου αἱ μυῖαι καθυπεισδῦσαι κατὰ τὰ σιδηρόβλητα τραύματα σκώληκας ἐναποτέξωσι, λυμάνωνται δὲ τὸν νεκρόν· ἡ γάρ τοι ζωὴ ἠφανίσθη, κατασαπῇ δὲ καὶ διαλυθῇ καθ᾽ ὅλον τὸ σῶμα. | 012 |
πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ἡ θεὰ ἡ Θέτις ἡ λευκόπους· ὦ παῖ, μή μοι ταῦτα ἐν τῇ σαυτοῦ διανοίᾳ διὰ φροντίδος ἔστωσαν· τούτῳ μὲν ἐγὼ πειράσομαι ἀποσοβεῖν τὰ ἄγρια γένη, τὰς μυίας, αἳ δὴ τοὺς σιδήρῳ πεφονευμένους ἄνδρας κατεσθίουσιν· ἐὰν γὰρ καὶ εἰς ἐνιαυτὸν τὸν εἰς τέλος φέροντα τὰ φυόμενα κεῖται, ἀεὶ τούτῳ γε μόνιμον καὶ ἀμετάβλητον ἔσται τὸ σῶμα ἢ καὶ κρεῖσσον. ἀλλὰ σύγε εἰς τὴν ἀγορὰν συγκαλέσας τοὺς ἥρωας Ἕλληνας τὴν ὀργὴν καὶ μνησικακίαν ἀποθέμενος τῷ βασιλεῖ τοῦ στρατοῦ Ἀγαμέμνονι, πάνυ ταχέως καθοπλίζου ἐπὶ τὸν πόλεμον, περιβαλοῦ δὲ ἰσχύν. | 028 |
οὕτω δὴ εἰποῦσα δύναμιν αὐτῷ εὔτολμον ἐνέβαλε, τῷ Πατρόκλῳ δὲ ἀμβροσίων καὶ νέκταρ πυρρὸν ἐστάλαξεν εἰς τοὺς μυκτῆρας, ὅπως αὐτῷ μόνιμον καὶ ἀμετάβλητον εἴη τὸ σῶμα. αὕτη μὲν οὖν οὕτω ποιήσασα ἐπῆλθεν ἡ λευκόπους Θέτις. | 037 |
οὗτος δὲ ἐπορεύθη παρά τὸν αἰγιαλὸν τῆς θαλάσσης ὁ ἐνδοξότατος Ἀχιλλεὺς καταπληκτικῶς βοῶν, διήγειρε δὲ τοὺς ἥρωας Ἕλληνας· καὶ δῆτα, οἵτινες πρότερόν γε ἔμενον ἐν τῷ τόπῳ τῶν νεῶν, οἵτε κυβερνῆται, καὶ οἳ κατεῖχον τὰ πηδάλια τῶν νεῶν, καὶ οἱ ἦσαν ταμιοῦχοι παρὰ ταῖς ναυσί, δόται τῶν ἄρτων· καὶ οὗτοι δὴ τότε γε ἐπορεύοντο εἰς τὴν ἀγοράν, διότι ὁ Ἀχιλλεὺς ἐφάνη, ἐπὶ πολὺ δὲ τῆς χαλεπῆς καὶ ὀδυνηρᾶς μάχης ἀπέστη. οὗτοι δὲ δύο χωλεύοντες ἐπορεύθησαν ὑπηρέται τοῦ πολέμου, ὅ τε υἱὸς τοῦ Τυδέως ὁ καρτερικὸς ἐν τῇ μάχῃ, καὶ ὁ ἐνδοξότατος Ὀδυσσεύς, δόρατι ἐπιστηριζόμενοι, ἔτι γὰρ εἶχον τραύματα χαλεπά, ἐν τῷ πρώτῳ δὲ τῆς ἀγορᾶς τόπῳ ἐκάθισαν ἐλθόντες· δεύτερος δὲ ἦλθεν ὁ βασιλεὺς τοῦ λαοῦ Ἀγαμέμνων τραῦμα ἔχων, καὶ γὰρ αὐτὸν ἐν τῇ κραταιᾷ καὶ ἰσχυρᾷ μάχῃ ἔτρωσε Κόων ὁ υἱὸς τοῦ Ἀντήνορος δόρατι σιδήρῳ ἐστομωμένῳ. ἐπειδὴ δὲ πάντες συνηθροίσθησαν οἱ Ἕλληνες, ἐν τούτοις ἀναστὰς ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεὺς εἶπεν· ὦ υἱὲ τοῦ Ἀτρέως, ἆρά γε κατά τι τοῦτο ἀμφοτέροις βέλτιον ἦν καὶ σοὶ καὶ ἐμοί; ἡνίκα ἡμεῖς γε λυπούμενοι κατὰ ψυχὴν ψυχοφθόρῳ φιλονεικίᾳ ὠργίσθημεν ἕνεκα τῆς νέας, ἣν ὤφειλεν ἡ Ἄρτεμις ἀποκτεῖναι ὀϊστῷ ἐν ταῖς ναυσὶ τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτε ἐγὼ εἷλον Λυρνησσὸν ἐκπορθήσας· ἐκ τούτου ἂν οὐ τοσοῦτοι Ἕλληνες τοῖς ὀδοῦσιν ἐλάβοντο τοῦ μεγίστου ἐδάφους, ἀναιρεθέντες ὑπὸ τῶν χειρῶν τῶν πολεμίων, ὀργισθέντος καὶ μνησικακήσαντος ἐμοῦ, τῷ μὲν Ἕκτορι καὶ τοῖς Τρῳσὶ βέλτιον καὶ ἐπικερδέστερον· τοὺς Ἕλληνας δὲ ἐπὶ πολὺν χρόνον οἴομαι μνημονεύσειν τῆς ἐμῆς καὶ σῆς φιλονεικίας καὶ ἔχθρας. ἀλλὰ ταῦτα μὲν προγενόμενα καταλίπωμεν, καίπερ λυπούμενοι, τὴν ἀγαπητὴν ψυχὴν δουλαγωγήσαντες ἐν τοῖς στήθεσιν ὑπ' ἀνάγκης· νυνὶ δὲ ἐγὼ μὲν τὴν ὀργὴν ἀποβάλλομαι, οὐδαμῶς γάρ με δεῖ ἀδιαλείπτως ἀεὶ χωλοῦσθαι καὶ ὀργίζεσθαι. ἀλλ᾽ ἄγε τάχιον παρόξυνον ἐπὶ πόλεμον τοὺς τὰς κεφαλὰς κομῶντας Ἕλληνας, ὅπως καὶ νῦν ἔτι πειράσωμαι τῶν Τρῴων ἐναντίον ἐπελθών, ἐὰν ἐθέλωσιν ἐπὶ ταῖς ναυσὶ παραυλίζεσθαι· ἀλλά τινα ὑπολαμβάνω αὐτῶν ἡδέως καὶ ἀσμένως κλίναντα ἀναπαύσειν τὸ γόνυ, ὃς ἂν φύγῃ ἐκ τοῦ ἀφανιστικοῦ πολέμου ὑπὸ τοῦ ἡμετέρου δόρατος. | 040 |
οὕτως εἶπεν· οὗτοι δὲ περιχαρεῖς ἐγένοντο οἱ εὔοπλοι Ἕλληνες, τὴν μνησικακίαν ἀπειπόντος καὶ ἀποβαλομένου τοῦ μεγαλοψύχου υἱοῦ τοῦ Πηλέως. ἐν τούτοις δὲ εἶπεν ὁ βασιλεὺς τοῦ στρατοῦ Ἀγαμέμνων αὐτόθεν ἐκ τῆς καθέδρας, οὐκ ἀναστὰς ἐν τῷ μέσῳ· ὦ προσφιλεῖς ἥρωες Ἕλληνες ὑπηρέται τοῦ Ἀρέος, καλὸν μέν ἐστιν ἀκούειν ἑστῶτος, οὐδὲ δεῖ νυνὶ ἀποκρούειν καὶ διακωλύειν θορύβῳ, δεινὸν γὰρ πρᾶγμά ἐστιν, τὸν ἐπιστάμενόν γε τὰ ὄντα καὶ τὰ ἐνεστῶτα ὡς ἔχουσι, θορυβεῖν ὡς μὴ εἰδότα· ἐν πολλῷ δὲ θορύβῳ ἀνδρῶν πῶς ἄν τις ἀκούσειεν, ἢ λέξειεν, βλάπτεται γὰρ κἂν ἡδὺς καὶ ὀξὺς ᾖ δημηγόρος, ἐὰν μὴ γλωσσοκρατοῖεν οἱ λαοί. τῷ μὲν υἱῷ τοῦ Πηλέως ἐγὼ ἀπολογήσομαι· οἱ ἄλλοι δὲ τῶν Ἑλλήνων σύνετε, καὶ τὸν λόγον πάντες καλῶς νοήσατε· πολλάκις δή μοι τοῦτον τὸν λόγον εἶπον οἱ Ἕλληνες, ἤγουν ἢ ἄρ τι τόδ' ἀμφοτέροισιν ἄρειον, καί με ἐλοιδόρουν, ἐγὼ δὲ οὐκ εἰμὶ αἴτιος, ἀλλ᾽ ὁ Ζεύς, καὶ ἡ Μοῖρα, καὶ ἡ διὰ τοῦ σκότους φοιτῶσα (ἡ ἀοράτως ἐπερχομένη) Ἐριννύς, οἳ δή μοι ἐν τῇ ἐκκλησίᾳ ἐνέβαλον εἰς τὰς φρένας ἀνήμερον καὶ ἀμείλικτον βλάβην τῇ ἡμέρᾳ ἐκείνῃ, ἡνίκα τὸ τῆς ἀρετῆς ἆθλον τοῦ Ἀχιλλέως ἔγωγε ἀφειλόμην. ἀλλὰ τί ἂν πράξαιμι; ὁ θεὸς σύμπαντα τελειοῖ καὶ δι' ὅλου τὸ πάντων ἔχει τέλος· ἡ πρεσβυτάτη (ἡ τιμία) θυγάτηρ τοῦ Διὸς Βλάβη ἐστίν, ἣ πάντας βλάψει, ὀλεθρία, καὶ ἐξώλης· ταύτῃ μὲν πόδες εἰσὶν ἁπαλοὶ καὶ ἀραιοί, οὐ γὰρ τῷ ἐδάφει προσπελάζει, ἀλλ᾽ αὕτη γε εἰς τὰς τῶν ἀνδρῶν κεφαλὰς ἀναβαίνει λυμαινομένη τοὺς ἀνθρώπους, κατέδησε δ᾽ οὖν τὸν ἕτερον τῶν παροργισάντων· καὶ γὰρ δή ποτε τὸν Δία ἔβλαψεν, ὃν δὴ κράτιστον ἀνθρώπων καὶ θεῶν φασιν εἶναι, ἀλλὰ δὴ καὶ αὐτὸν Ἥρα, θῆλυς οὖσα, ἐπιβουλῇ καὶ ἀπάτῃ ἐφενάκισε τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτε ἔμελλε τὴν τοῦ Ἡρακλέους δύναμιν τέξεσθαι ἡ Ἀλκμήνη ἐν ταῖς καλῶς τετειχισμέναις Θήβαις· οὗτος μὲν γὰρ καυχώμενος εἶπεν ἐν ἅπασι τοῖς θεοῖς· ἀκούσατέ μου, ὦ πάντες θεοὶ καὶ πᾶσαι θεαί, ἵν᾽ εἴπω ἅπερ με ἡ ψυχὴ ἐν τῷ στήθει προτρέπεται. σήμερον ἡ λοχεύτρια Εἰλείθυια ἄνδρα εἰς τὸ φῶς προάξει καὶ φανερώσει, ὃς πάντων τῶν περιοίκων βασιλεύσει ἐκ τῆς γενεᾶς τῶν ἀνδρῶν τούτων, οἵτινες ἐκ τοῦ ἐμοῦ αἵματος εἰσίν. πρὸς τοῦτον δὲ ἐπιβουλεύουσα εἶπεν ἡ σεβαστὴ Ἥρα· ψεύσῃ τῆς ἐλπίδος, οὐδὲ ἐπιθήσεις τέλος τῷ σῷ λόγῳ· εἰ δὲ μή, ἄγε νῦν ὄμοσόν μοι, οὐράνιε, ὅρκον ἰσχυρόν, ἦ μὴν τοῦτον πάντων τῶν περιοίκων βασιλεύσειν, ὃς ἂν ἐν τῇδε τῇ ἡμέρᾳ τεχθῇ καὶ καταπέσῃ μεταξύ των τῆς γυναικὸς ποδῶν, ἀπὸ τούτων τῶν ἀνδρῶν οἳ ἐκ τοῦ αἵματος τῆς σῆς παιδοποιίας εἰσίν. οὕτως εἶπεν, οὐδαμῶς δὲ συνῆκε τὴν ἐπιβουλὴν ὁ Ζεύς, ἀλλ᾽ ὤμοσεν ὅρκον μέγαν, μετὰ ταῦτα δὲ πάνυ ἐβλάβη. ἡ Ἥρα δὲ ὁρμήσασα κατέλιπε τὸ ἀκρωτήριον τοῦ Ὀλύμπου, ταχέως δὲ ἀφίκετο εἰς τὸ Ἀχαικὸν Ἄργος, ἐν ᾧ δὴ ἠπίστατο τὴν χρηστὴν γαμετὴν Σθενέλου τοῦ υἱοῦ τοῦ Περσέως. αὕτη δὲ εἶχεν ἐν τῇ γαστρὶ (ἐκυοφόρει) υἱὸν ἀγαπητόν, μὴν δὲ ἕβδομος ἦν ἐκεῖνος, ἐξήγαγε δὲ αὐτὸν πρὸ καιροῦ εἰς τὸ φῶς καὶ διημαρτηκότα τοῦ τελείου ἀριθμοῦ τῶν ἐννέα μηνῶν, τὸν τῆς Ἀλκμήνης δὲ γόνον διεκώλυσεν, ἐπέσχε δὲ τὰς ὠδῖνας. αὐτὴ δὲ μηνύειν μέλλουσα τὸ γεγονὸς ἔλεγε πρὸς τὸν Δία τὸν υἱὸν τοῦ Κρόνου· ὦ Ζεῦ πάτερ ταχυκέραυνε (λαμπροκέραυνε), λόγον τινά σοι ἐμβαλῶ εἰς τὰς φρένας· ἤδη ἐτέχθη ἀνὴρ ἀγαθός, ὃς τῶν Ἀργείων (Ἑλλήνων) βασιλεύσει, Εὐρυσθεὺς ὁ παῖς τοῦ Σθενέλου τοῦ υἱοῦ τοῦ Περσέως, σὸν γένος, οὐκ ἔστιν αὐτῷ ἀπρεπὲς βασιλεύειν τῶν Ἑλλήνων. οὕτως εἶπε· τοῦτον δὲ λύπη σφοδρὰ ἔπληξε κατὰ τὴν συνετὴν διάνοιαν, παραχρῆμα δὲ ἐκράτησε τὴν Ἄτην (Βλάβην) ἀπὸ τῆς κεφαλῆς τῆς καλλικόμου, μάλα ὀργιζόμενος κατὰ τὴν ἑαυτοῦ διάνοιαν, καὶ ὤμοσεν ὅρκον ἰσχυρόν· μηδέποτε εἰς τὸν Ὄλυμπον καὶ τὸν ἔναστρον Οὐρανὸν αὖθις ἀφίξεσθαι τὴν Βλάβην, ἢ πάντας βλάπτει. οὕτως εἰπὼν ἔρριψεν ἀπὸ τοῦ ἐνάστρου Οὐρανοῦ συστρέψας καὶ περιδινήσας τῇ χειρί, ταχέως δὲ ἀφίκετο εἰς τὰ ἔργα καὶ τὰς πράξεις τῶν ἀνθρώπων. ταύτην ἀεὶ ἀνεστέναζεν, ὅτε ἔβλεπε τὸν ἑαυτοῦ ἀγαπητὸν υἱὸν λειτουργίαν ἀπρεπῆ ἔχοντα ὑπὸ τῶν ἄθλων τοῦ Εὐρυσθέως. οὕτω καὶ ἐγώ, ἡνίκα δὴ ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ ὁ μέγας ἀπέκτεινε τοὺς Ἕλληνας παρὰ ταῖς πρύμναις τῶν νεῶν, οὐκ ἐδυνάμην ἐπιλαθέσθαι τῆς βλάβης, ἣν τὸ πρῶτον ἐβλάβην. ἀλλ' ἐπειδὴ ἐβλάβην, καί μου τὴν διάνοιαν ἀφείλετο ὁ Ζεύς, πάλιν ἐθέλω φιλοφρονήσασθαι, καὶ δοῦναι δῶρα πλεῖστα· ἀλλὰ διεγέρθητι εἰς τὸν πόλεμον, καὶ τοὺς ἄλλους λαοὺς διέγειρον· τὰ δῶρα δὲ ἐγὼ αὐτὸς πάντα ἐπιδοῦναι ὁμολογῶ, ὅσα σοι παραγενόμενος νυκτὶ τῆς χθὲς ἡμέρας ἐν ταῖς σκηναῖς ἐπηγγείλατο ὁ ἐνδοξότατος Ὀδυσσεύς· εἰ δὲ βούλει ἀνάμεινον, καίπερ ἐπειγόμενος καὶ σπεύδων ὑπὸ τοῦ πολέμου· τὰ δῶρα γάρ σοι οἱ ὑπηρέται ἀπὸ τῆς ἐμῆς νεὼς λαβόντες κομίσουσιν (ἄξουσιν), ὅπως θεάσῃ, ὅτι σοι φίλα καὶ προσηνῆ δωρήσομαι. | 074 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεύς· ὦ υἱὲ τοῦ Ἀτρέως ἐνδοξότατε βασιλεῦ τῶν λαῶν Ἀγάμεμνον, τὰ δῶρα μὲν ἐὰν βούλῃ παρασχεῖν οἷα εἰκός, ἢ ἔχειν ἐπὶ τῇ σῇ ἐξουσίᾳ ἐστίν· νυνὶ δὲ μνησθῶμεν τῆς μάχης καὶ τοῦ πολέμου γενώμεθα πάνυ ταχέως, οὐ γὰρ δεῖ ὑποκλέπτειν ἑαυτοὺς ἐκ τῆς μάχης (κλεψιμαχεῖν) ἐνταῦθα ὄντας, οὐδὲ βραδύνειν, ἔτι γάρ ἐστι μέγα ἔργον μήπω γεγονός, ἵνα τις πάλιν τὸν Ἀχιλλέα ἐν τοῖς πρωταγωνισταῖς θεάσηται δόρατι σιδηρῷ ἀναιροῦντα καὶ φθείροντα τὰς τάξεις τῶν Τρῴων. οὕτω τις ὑμῶν μεμνημένος ὅτι ἐγὼ μάχομαι, ἀνδρὶ πολεμείτω. | 145 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ πολύβουλος Ὀδυσσεύς· μὴ δὴ οὕτω, καίπερ ὢν ἀγαθὸς τοὺς τρόπους, ὦ θεοῖς ὅμοιε τὸ εἶδος Ἀχιλλεῦ, παρόξυνε νήστεις καὶ ἀσίτους τοὺς υἱοὺς τῶν Ἑλλήνων ἐπὶ τὸ Ἴλιον πολεμήσοντας τοῖς Τρῳσίν, ἐπειδὴ οὐκ ἐπ' ὀλίγον χρόνον ἔσται ἡ μάχη, ἐπειδὰν τὴν ἀρχὴν εἰς ταὐτὸ συνέλθωσιν αἱ τάξεις τῶν ἀνδρῶν, ὁ θεὸς δὲ ἐμπνεύσῃ καὶ ἐμβάλῃ προθυμίαν ἀμφοτέροις τοῖς στρατεύμασιν· ἀλλὰ κέλευσον γεύσασθαι τοὺς Ἕλληνας παρὰ ταῖς ταχείαις ναυσὶν ἄρτου καὶ οἴνου, τοῦτο γὰρ ἐστι προθυμία καὶ ἰσχύς, οὐ γάρ τις ἀνὴρ ὅλην τὴν ἡμέραν μέχρι ἡλίου δύντος, ἤγουν ἑσπέρας, ἄγευστος ἄρτου δυνήσεται ἐναντίον πολεμεῖν, εἴπερ γὰρ τῇ ψυχῇ προθυμεῖται μάχεσθαι, ἀλλὰ γε κατὰ μικρὸν λεληθότως τὰ μέλη βαρύνονται, καὶ καταλαμβάνει δίψα τε καὶ πεῖνα, βλάπτονται δὲ καὶ ἀσθενοῦσι τὰ γόνατα πορευομένῳ· ὃς δ᾽ ἂν ἀνὴρ οἴνου ἐμπλησθεὶς καὶ τροφῆς τοῖς πολεμίοις ἀνδράσι δι' ὅλης τῆς ἡμέρας μάχηται, εὔτολμος δὴ αὐτῷ ἡ ψυχὴ ἐν λόγῳ καὶ διανοίᾳ, οὐδέ τι τὰ μέλη πρότερον ἀσθενοῦσι, πρὶν ἢ πάντας παύσασθαι τοῦ πολέμου. ἀλλ᾿ ἄγε τὸν λαὸν μὲν διάλυσον, καὶ δεῖπνον ἐπίταξον ἑτοιμασθῆναι, τὰ δῶρα δὲ ὁ βασιλεὺς τῶν λαῶν Ἀγαμέμνων κομισάτω εἰς τὸ μέσον τῆς ἀγορᾶς, ὅπως πάντες οἱ Ἕλληνες θεάσωνται τοῖς ὀφθαλμοῖς, σὺ δὲ ἐν τῇ σῇ διανοίᾳ διαχυθῇς καὶ εὐφρανθῇς. ὀμνύτω δέ σοι ὅρκον ἐν μέσῳ τῶν Ἑλλήνων ἀναστάς, μηδέ ποτε ἐπιβῆναι τῆς κοίτης αὐτῆς, καὶ περάναι. - καὶ δὴ καὶ σοὶ αὐτῷ ἔστω ἡ ψυχὴ εὐμενὴς ἐν τῇ διανοίᾳ. μετὰ ταῦτα δέ σε φιλοφρονησάτω ἐν ταῖς σκηναῖς ἑστιάσει λιπαρᾷ καὶ δαψιλεῖ, ὅπως μηδὲν τῶν δικαίων ἐνδεὲς καὶ ἐλλιπὲς ἔχῃς. σὺ δέ, ὦ υἱὲ τοῦ Ἀτρέως, μετὰ ταῦτα δίκαιος καὶ ἐν ἄλλῳ ἔσῃ, οὐδαμῶς γὰρ μεμπτόν τί ἐστιν, βασιλέα ἄνδρα ἐξιλάσασθαι, ὁπηνίκα τις ἂν πρότερον παροργίσῃ. | 154 |
πρὸς τοῦτον δὲ εἶπεν ὁ βασιλεὺς τῶν λαῶν Ἀγαμέμνων· τέρπομαι, ὦ υἱὲ τοῦ Λαέρτου, ἀκούσας σου τὸν λόγον· κατὰ τὸ πρέπον γὰρ ἅπαντα διεξῆλθες καὶ ἀκριβῶς εἶπας· ταῦτα δὲ ἐγὼ βούλομαι ὀμόσαι, προτρέπει γάρ με ἡ ψυχή, οὐδὲ ἐπίορκον ὀμόσω ἔμπροσθεν τοῦ θεοῦ· Ἀχιλλεὺς δὲ ἐπιμενέτω αὐτόθι πρός γε τὸ παρὸν ἐν ὀλίγῳ, καίπερ σπεύδων ἐπὶ τὸν πόλεμον, ἐπιμένετε δὲ καὶ οἱ ἄλλοι πάντες ἀθρόοι, ἕως ἂν τὰ δῶρα ἐκ τῆς σκηνῆς ἔλθωσι, καὶ τοὺς πιστοὺς ὅρκους ποιήσωμεν· σοὶ δὲ αὐτῷ τοῦτο ἐγὼ ἐντέλλομαι καὶ ἐπιτάττω (ἀξιῶ), ἐπιλεξάμενος νεανίας ἀριστεῖς τῶν πάντων Ἑλλήνων, τὰ δῶρα παρὰ τῆς ἐμῆς νεὼς ἔνεγκαι, ὅσα τῷ Ἀχιλλεῖ τῇ νυκτὶ τῆς χθὲς ἡμέρας ὑπεσχόμεθα δώσειν, ἄγαγε δὲ τὰς γυναῖκας· ὁ Ταλθύβιος δέ μοι ταχέως κατὰ τὸν πλατὺν στρατὸν τῶν Ἑλλήνων κάπρον παρασκευασάτω, θῦσαι τῷ τε Διί, καὶ τῷ Ἡλίῳ. | 184 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεύς· ὦ υἱὲ τοῦ Ἀτρέως ἐνδοξότατε βασιλεῦ τοῦ λαοῦ Ἀγάμεμνον, ἄλλοτέ γε καὶ μᾶλλον ὀφείλετε ταῦτα ἐνεργεῖν τε καὶ τελεσιουργεῖν, ὁπόταν τις μετὰ ταῦτα ἀνάπαυσις τοῦ πολέμου γένηται, καὶ οὐ τοσαύτη προθυμία ὑπάρχῃ ἐν τῷ ἐμῷ στήθει. νυνὶ δὲ οὗτοι μὲν κεῖνται κατακεκομμένοι, οὓς ἀπέκτεινεν Ἕκτωρ ὁ υἱὸς τοῦ Πριάμου, ἡνίκα ὁ Ζεὺς δόξαν αὐτῷ ἐδωρήσατο. ὑμεῖς δὲ πρὸς βρῶσιν προτρέπετε· ὄντως ἂν ἔγωγε νυνὶ μὲν ἐπιτάττοιμι μάχεσθαι τοὺς υἱοὺς τῶν Ἑλλήνων νήστεις πεινῶντας (ἀγεύστους), ἅμα δὲ ἡλίῳ δύντι ποιῆσαι δεῖπνον μέγα, ἐπειδὰν τὴν ὑπὲρ τῶν ἀποθανόντων ὕβριν καὶ βλάβην ἐκδικήσωμεν· πρὸ τοῦ δέ, οὐδαμῶς ἂν ἔμοιγε εἰς τὸν ἀγαπητὸν λαιμὸν εἰσέλθοι οὐ πόσις, οὐδὲ βρῶσις ἀποθανόντος τοῦ φίλου, ὅστις μοι ἐν τῇ σκηνῇ κατακεκομμένος σιδήρῳ ὀξεῖ κεῖται, κατὰ τὸ πρόθυρον κεκλιμένος, περὶ αὐτὸν δὲ οἱ φίλοι ὀλοφύρονται, διὰ τοῦτό μοι οὐδαμῶς ταῦτα ἐν τῇ διανοίᾳ διὰ φροντίδος εἰσίν, ἀλλ᾽ ἀνδροφονία, καὶ αἷμα, καὶ χαλεπὸς ἀναστεναγμὸς τῶν ἀνδρῶν. | 198 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ πολύβουλος Ὀδυσσεύς· ὦ Ἀχιλλεῦ υἱὲ τοῦ Πηλέως πάνυ κράτιστε τῶν Ἑλλήνων, κρείσσων ὑπάρχεις ἐμοῦ καὶ βελτίων πολλῷ τῷ δόρατι, νοήματι δὲ καὶ βουλῇ ἐγὼ περιγενοίμην ἄν σου πολλῷ, ἐπειδὴ πρότερον ἐτέχθην, καὶ πλείω ἐπίσταμαι, δι' ὅ σοι ἡ καρδία ὑπομεινάτω καὶ πεισθήτω τοῖς ἐμοῖς λόγοις. ταχέως ἐγγίνεται τοῖς ἀνθρώποις πλησμονή, καὶ κόρος τῆς μάχης, ἧς γε πλείστην μὲν καλάμην (ἤγουν πολλοὺς ἄνδρας) κατὰ γῆς ὁ σίδηρος ἔχεεν. ὁ θεριζόμενος δὲ καρπὸς (ἤγουν οἱ ζῶντες) πάνυ ὀλίγος ἐστίν, ἐπειδὰν κλίνῃ ἄλλως καὶ τρέψῃ τὰς πλάστιγγας ὁ Ζεύς, ὅστις τῶν ἀνθρώπων φύλαξ καὶ δοτὴρ τοῦ πολέμου ὑπάρχει· τῇ γαστρὶ δὲ οὐκ ἔστι δυνατὸν πενθῆσαι τοὺς Ἕλληνας τὸν νεκρόν, πάνυ γὰρ πολλοὶ καὶ ἀλλεπάλληλοι κατὰ πάσας τὰς ἡμέρας ἀποθνήσκουσι· πότε τις ἂν ἐπικουφισθείη τοῦ πόνου καὶ τῆς ταλαιπωρίας; ἀλλὰ δεῖ τοῦτον μὲν κατακαίειν ὃς ἂν ἀποθάνῃ, ἀνηλῆ καὶ ἀπαθῆ ψυχὴν ἔχοντας, ἡμέρᾳ μιᾷ δακρύσαντας, ὅσοι δ᾽ ἂν ἐκ τοῦ μισητοῦ πολέμου περιλείπωνται μνημονεύειν πόσεως καὶ τροφῆς (βρώσεως), ὅπως ἔτι μᾶλλον τοῖς πολεμίοις ἀνδράσι πολεμῶμεν ἀδιαλείπτως τὸν πάντα χρόνον, ἐνδυσάμενοι περὶ τὸ σῶμα τὸν ἀκαταπόνητον σίδηρον, μηδὲ ἄλλην τις τῶν λαῶν προτροπὴν καὶ παρόρμησιν προσδεχόμενος διακωλυέτω, καὶ ἀναμενέτω. αὕτη γὰρ ἡ προτροπὴ ἐπὶ κακῷ καὶ βλάβει ἔσται ἐκείνῳ, ὃς ἂν ἐναπολειφθῇ παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων, ἀλλ᾿ ὁμοθυμαδὸν σύμπαντες ὁρμήσαντες ἐπὶ τοὺς ἱππικοὺς Τρῷας συστήσωμεν, καὶ συναυξήσωμεν πόλεμον σφοδρόν. | 215 |
εἶπε, καὶ τοὺς υἱοὺς τοῦ ἐνδόξου Νέστορος προσελάβετο καὶ ὀπαδοὺς ἔσχε, καὶ Μέγητα τὸν υἱὸν τοῦ Φυλέως, καὶ τὸν Θόαντα, καὶ τὸν Μηριόνην, καὶ Λυκομήδη τὸν υἱὸν τοῦ Κρείοντος, καὶ τὸν Μελάνιππον. ὥρμησαν δὲ πορεύεσθαι εἰς τὴν σκηνὴν Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως. μετὰ ταῦτα δὲ παραχρῆμα ὁμοῦ λόγος τε ἦν καὶ τὸ ἔργον ἐτελέσθη. ἑπτὰ μὲν λέβητας ἐκ τῆς σκηνῆς ἤνεγκαν, οὓς ὑπέσχετο, πυριβάτας δὲ λέβητας εἴκοσι, ἵππους δὲ δώδεκα· ἐξῆγον δὲ ταχέως γυναῖκας ἀμώμητα ἔργα ἐπισταμένας ἑπτά, ὀγδόην δὲ τὴν ὠραίαν θυγατέρα τοῦ Βρισέως· χρυσοῦ δὲ δέκα πάντα τάλαντα ζυγοστατήσας ὁ Ὀδυσσεὺς ἡγεῖτο, ὁμοῦ δὲ οἱ ἄλλοι νεανίαι τῶν Ἑλλήνων ἔφερον τὰ δῶρα, καὶ ταῦτα μὲν ἐν τῷ μέσῳ τῆς ἀγορᾶς κατέθηκαν· Ἀγαμέμνων δὲ ἀνέστη, Ταλθύβιος δὲ ὁ κατὰ τὴν φωνὴν ὅμοιος θεῷ κάπρον κατέχων ἐν τῇ χειρὶ παρέστη τῷ βασιλεῖ τοῦ στρατοῦ. ὁ υἱὸς δὲ τοῦ Ἀτρέως ἑλκύσας ταῖς χερσὶ τὴν μάχαιραν, ἥτις αὐτῷ παρὰ τὴν μεγάλην θήκην τοῦ ξίφους ἀεὶ παρῃωρεῖτο, τὰς τρίχας τοῦ κάπρου διανείμας, ἄρας τὰς χεῖρας τῷ Διὶ ηὔχετο· οὗτοι δὲ ὁμοῦ πάντες ὑπὸ τῷ αὐτῷ ἐκάθηντο σιγῇ. οἱ Ἕλληνες κατὰ τὸ πρέπον ἀκούοντες τοῦ βασιλέως. εὐξάμενος δὲ εἶπεν ἀναβλέψας εἰς τὸν πλατὺν καὶ μέγαν οὐρανόν· μαρτυρείτω νῦν πρῶτον ὁ Ζεὺς ὁ ἐξοχώτατος τῶν θεῶν καὶ κράτιστος, καὶ ἡ Γῆ, καὶ ὁ Ἥλιος, καὶ αἱ Ἐριννύες, αἵτινες ὑπὸ τὴν γῆν τιμωροῦνται, καὶ κολάζουσι τοὺς ἀνθρώπους, ὃς ἂν ἐπιορκέσῃ· οὐκέτι ἐγὼ τῇ νέᾳ θυγατρὶ τοῦ Βρισέως χεῖρα ἐπιθῆναι βουλήσομαι, οὔτε συνουσίας αἰτίᾳ καὶ ἀφορμῇ χρώμενος, οὔτε τινὸς ἄλλου, ἀλλ᾽ εἶναι ἄθικτον συνουσίας καὶ μίξεως ἐν ταῖς ἐμαῖς σκηναῖς· εἰ δέ τι τούτων οὐκ ἔστιν εὔορκον, εἴθε δοῖεν ἐμοὶ οἱ θεοὶ λύπας καὶ ὀδύνας πάνυ πολλάς, ὅσας διδόασιν ἐκείνῳ, ὃς ἂν αὐτοῖς ἁμάρτῃ καὶ παραβῇ ὀμόσας. | 238 |
εἶπε, καὶ τὸ τῆς γαστρὸς στόμα, ἤγουν τὸν φάρυγγα τοῦ κάπρου ἀπέκοψε σιδήρῳ ἀνηλεεῖ. τοῦτον μὲν οὖν Ταλθύβιος εἰς τὸ μέγα κῦμα τῆς λευκῆς θαλάσσης ἔρριψε συστρέψας, βρῶσιν τοῖς ἰχθύσιν· ὁ Ἀχιλλεὺς δὲ ἀναστὰς ἐν τοῖς πολεμικοῖς Ἕλλησιν ἔλεγεν· ὦ Ζεῦ πάτερ, ὄντως που μεγάλας βλάβας τοῖς ἀνθρώποις ἐπάγεις, οὐκ ἂν ποτε τὸν θυμὸν ἐν τοῖς ἐμοῖς στήθεσιν ἠρέθισε παντελῶς ὁ υἱὸς τοῦ Ἀτρέως, οὐδ᾽ ἂν τὴν νέαν ἀφείλετο ἄκοντος ἐμοῦ, ἀλλ᾽ ἴσως (που) Ζεὺς πρὸς ὃν οὐκ ἔστι μηχανήσασθαι ἐβούλετο θάνατον γενέσθαι Ἕλλησι πολλοῖς. νυνὶ δὲ πορεύεσθε ἐπὶ δεῖπνον, ὅπως συστήσωμεν πόλεμον σφοδρόν. | 266 |
οὕτω δὴ εἶπε, διέλυσε δὲ τὴν ἐκκλησίαν ταχέως. οὗτοι μὲν οὖν διεμερίσθησαν ἕκαστος ἐπὶ τὴν ἑαυτοῦ ναῦν, τὰ δῶρα δὲ οἱ μεγαλόψυχοι Μυρμιδόνες ἀνελάμβανον, ἐπορεύθησαν δὲ φέροντες αὐτὰ ἐπὶ τὴν ναῦν τοῦ θείου Ἀχιλλέως, καὶ ταῦτα μὲν ἀπέθεντο ἐν ταῖς σκηναῖς, ἐκάθισαν δὲ αἱ γυναῖκες, τοὺς ἵππους δὲ εἰς τὴν ἀγέλην ἀνῆκαν οἱ λαμπροί θεράποντες. | 276 |
μετὰ ταῦτα δὲ ἡ θυγάτηρ τοῦ Βρισέως ὁμοία Ἀφροδίτῃ τῇ χρυσῇ ἐπειδὴ ἐθεάσατο τὸν Πάτροκλον κατακεκομμένον σιδήρῳ τμητικῷ, περικεχυμένη αὐτῷ, ὀξέως ἐθρήνει, ἐσπάραττε δὲ ταῖς χερσὶ καὶ ἔδρυπτε τά τε στήθη, καὶ τὸν ἁπαλὸν τράχηλον, καὶ τὸ περικαλλὲς πρόσωπον, εἶπε δὲ κλαίουσα ἡ ταῖς θεαῖς ὁμοία γυνή· ὦ Πάτροκλε, τὰ μάλιστα ἐμοὶ τῇ ἀθλίᾳ πεφιλημένε κατά ψυχήν, ζῶντα μέν σε κατέλιπον ἐγὼ ἐκ τῆς σκηνῆς ἀπιοῦσα, νῦν δέ σε τεθνεῶτα εὑρίσκω, ἡγεμὼν τοῦ στρατοῦ, ἐπανελθοῦσα· ὄντως ἀεὶ δεινὸν ἐκ δεινοῦ με διαδέχεται (μοι ἐπέρχεται)· τὸν ἄνδρα μέν, ᾧτινι παρέδωκάν με ὁ πατὴρ καὶ ἡ σεβαστὴ μήτηρ, ἐπεῖδον πρὸ (ἔμπροσθεν) τῆς πόλεως κατακεκομμένον σιδήρῳ τμητικῷ, καὶ τοὺς τρεῖς ἀδελφούς, οὓς ἡ αὐτή μοι μήτηρ ἔτεκε, προσφιλεῖς καὶ πεφροντισμένους μου οἱ ἅμα πάντες ἀφανιστικὴν ἡμέραν ἀνθείλοντο· οὐ μὴν εἴας με οὐδ᾽ ὅταν τὸν ἐμὸν ἄνδρα ὁ ταχύπους Ἀχιλλεύς ἀπέκτεινεν, ἐξεπόρθησε δὲ τὴν πόλιν τοῦ θείου Μύνητος, κλαίειν καὶ θρηνεῖν, ἀλλά με ἔλεγες τοῦ θείου Ἀχιλλέως ὥσπερ ἐκ παρθενίας γαμετὴν ποιήσειν, καὶ ἀπάξειν ἐν ταῖς ναυσὶν εἰς τὴν Φθίην, ἑστιάσεσι δὲ ποιήσειν τοὺς γάμους ἐν τοῖς Μυρμιδόσι. διὰ τοῦτό σε ἀπαύστως δακρύω καὶ θρηνῶ ἀποθανόντα, πρᾷον καὶ προσηνῆ ὄντα διαπαντός. | 282 |
οὕτως εἶπε δακρύουσα, ἐπεστέναζον δὲ αἱ γυναῖκες προφάσει μὲν καὶ ἀφορμῇ διὰ τὸν Πάτροκλον, τῇ ἀληθείᾳ δὲ πᾶσαι διὰ τὰς ἑαυτῶν συμφορὰς καὶ λύπας. περὶ αὐτὸν δὲ οἱ ἐν τέλει τῶν Ἑλλήνων συνηθροίσθησαν, παρακαλοῦντες φαγεῖν· οὗτος δὲ ἀνένευε στενάζων καὶ λέγων. παρακαλῶ, εἴ τις τῶν ἀγαπητῶν φίλων πείθεταί μοι, μὴ πρότερόν με προτρέπετε βρώσεως, μηδὲ πόσεως ἐμπλῆσαι τὴν ἀγαπητὴν ψυχήν, ἐπειδή με λύπη χαλεπὴ κατέχει· μέχρι γὰρ ἡλίου δύντος καὶ ἑσπέρας ἐπιμενῶ καὶ καρτερήσω πάντως. | 301 |
οὕτως εἰπὼν τοὺς ἄλλους μὲν βασιλεῖς διέλυσεν· οἱ δύο δὲ υἱοὶ τοῦ Ἀτρέως παρέμενον, καὶ ὁ ἐνδοξότατος Ὀδυσσεύς, καὶ ὁ Νέστωρ, καὶ ὁ Ἰδομενεύς, καὶ ὁ γέρων ἱππικὸς Φοίνιξ, παραμυθούμενοι συνετῶς καὶ σοφῶς αὐτὸν λυπούμενον· οὐδαμῶς δὲ κατὰ ψυχὴν ἐκουφίζετο τῆς λύπης, πρὶν ἢ εἰσελθεῖν εἰς τὸ στόμα τοῦ αἱμάτων γέμοντος πολέμου. ἀναμνησθεὶς δὲ ἐλεεινῶς καὶ οἰκτρῶς ἀνεστέναξε, καὶ πολὺ ἀγαγὼν πνεῦμα ἐφώνησεν. ὄντως δή μοί ποτε καὶ σὺ κακόμοιρε καὶ δυστυχέστατε φίλτατε φίλων, αὐτὸς ἐν ταῖς σκηναῖς ἡδὺ καὶ προσηνὲς δεῖπνον παρέθηκας ταχέως καὶ διεγερτικῶς, ἡνίκα ἔσπευδον οἱ Ἕλληνες ἐπὶ τοὺς ἱππικοὺς Τρῷας ἐπαγαγεῖν τὸν πολλῶν δακρύων αἴτιον πόλεμον. νυνὶ δὲ σὺ μὲν κεῖσαι κεκομμένος, ἡ ἐμὴ δὲ ψυχὴ ἄγευστος πόσεως καὶ βρώσεως, παρόντων, διὰ τὸν σὸν πόθον καὶ τὴν στέρησιν, οὐδὲν γὰρ ἄλλο δεινότερον πάθοιμι ἄν, οὐδ᾽ ἐὰν τὸν πατέρα ἀποθανόντα ἀκούσω, ὃς δήπου νυνὶ ἐν τῇ Φθίᾳ θαλερὸν δάκρυον καταχέει στερήσει καὶ ἐνδείᾳ τοῦ τοιούτου υἱοῦ. οὗτος (αὐτὸς) δὲ ἐν ἀλλοφύλῳ δήμῳ ἕνεκα τῆς λυπηρᾶς καὶ μισητῆς Ἑλένης μάχομαι τοῖς Τρῳσίν· ἢ τοῦτον, ὅς μοι ἐν τῇ Σκύρῳ ἀνατρέφεται ἀγαπητὸς υἱός, εἴπου ἔτι ζῇ ὁ θεῖον εἶδος ἔχων Νεοπτόλεμος· πρότερον μὲν γάρ μοι ἡ ψυχὴ ἐν τῷ στήθει προσεδόκα μόνον ἐμὲ ἀποθανεῖσθαι ἀπὸ τοῦ ἱπποτρόφου Ἄργους αὐτόθι ἐν τῇ Τροίᾳ, σὲ δὲ εἰς τὴν Φθίαν πορευθῆναι, ὅπως ἄν μοι τὸν υἱὸν σὺν ταχείᾳ μελαίνῃ νηὶ ἐκ τῆς Σκύρου ἀγάγοις, καὶ ἐπιδείξειας αὐτῷ ἅπαντα τὰ ἐμὰ κτήματα, καὶ τὰς δούλας, καὶ τὸν μέγαν καὶ ὑψηλὸν οἶκον· ἤδη γὰρ τὸν Πηλέα οἴομαι, ἢ παντελῶς ἀποθανεῖν, ἢ ἔτι βραχεῖ βιωσίμῳ ζῶντα λυπεῖσθαι καὶ ἀλγεῖν γήρᾳ τε μισητῷ, καὶ τὴν ἐμὴν ἀεὶ προσδεχόμενον χαλεπὴν ἀγγελίαν, πότε ἀποθανόντα ἀκούσει. | 309 |
οὕτως εἶπε δακρύων, ἐπεστέναζον δὲ οἱ ἐν τέλει, ἀναμνησθέντες ἅπερ ἕκαστος ἐν τῷ οἴκῳ κατέλιπεν. ὀλοφυρομένους δὲ τούτους θεασάμενος ᾤκτειρεν ὁ υἱὸς τοῦ Κρόνου, ταχέως δὲ πρὸς τὴν Ἀθηνᾶν λόγους ταχεῖς ἔλεγεν· ὦ τέκνον ἐμόν, παντελῶς ἤδη κεχώρισαι ἀνδρὸς ἀγαθοῦ. ὄντως που οὐκέτι πάνυ σοι ἐν τῇ διανοίᾳ διὰ φροντίδος ἐστὶν ὁ Ἀχιλλεὺς ἐκεῖνος, ὅς γε ἔμπροσθεν τῶν ὀρθοπρύμνων νεῶν κάθηται ὀλοφυρόμενος καὶ θρηνῶν τὸν ἀγαπητὸν φίλον· οἱ ἄλλοι δὲ ἐπορεύθησαν ἐπὶ δεῖπνον, οὗτος δὲ νῆστις καὶ ἄγευστος ἐστίν. ἀλλ᾽ ἄπιθι καὶ νέκταρ καὶ ἀμβροσίαν ἐπέραστον ἔνσταξον εἰς τὸ στῆθος, ὅπως μὴ λιμὸς αὐτὸν καταλάβῃ. | 338 |
οὕτως εἰπὼν διήγειρε τὴν καὶ πρότερον προθυμουμένην Ἀθηνᾶν. αὕτη δὲ ὁμοία ἰκτίνῳ ἐκτεταμένα πτερὰ ἔχοντι, ὀξυφώνῳ, ἐκ τοῦ οὐρανοῦ καθήλατο διὰ τοῦ αἰθέρος. οἱ Ἕλληνες δὲ παραχρῆμα καθωπλίζοντο ἐν τῷ στρατοπέδῳ· αὕτη δὲ τῷ Ἀχιλλεῖ νέκταρ καὶ ἀμβροσίαν ἐπέραστον εἰς τὰ στήθη ἐνέσταξεν, ὅπως μὴ λιμὸς λυπηρὸς καταλάβῃ τὰ γόνατα αὐτοῦ· αὐτὴ δὲ πρὸς τὸ τοῦ μεγαλοδυνάμου πατρὸς πυκνὸν καὶ στιβαρὸν δῶμα ἐπανῆκεν· οὗτοι δὲ ἀπὸ τῶν νεῶν τῶν ταχειῶν ἔτρεχον. ὥσπερ δὲ ὅτε πυκναὶ καὶ συνεχεῖς νιφάδες ἐκ τοῦ Διὸς καταπέτονται καὶ φέρονται ψυχραὶ ὑπὸ τῆς ὁρμῆς τοῦ αἰθρίας αἰτίου καὶ γεννητικοῦ Βορέου· οὕτως τότε συνεχεῖς αἱ περικεφαλαῖαι διαυγῶς λελαμπρυσμέναι, καὶ περιλάμπουσαι ἐκ τῶν νεῶν ἐφέροντο, καὶ αἱ ὀμφαλοὺς ἔχουσαι ἀσπίδες, καὶ οἱ θώρακες οἱ ἰσχυρὰ γύαλα, ἤγουν κοιλώματα ἔχοντες, καὶ τὰ ἐκ μελίας δένδρου δόρατα· ἡ αὐγὴ δὲ καὶ ἡ λαμπηδὼν εἰς τὸν οὐρανὸν ἀφίκνεῖ(κε)το, περιεγέλασε δὲ καὶ περιήστραψε πᾶσα ἡ γῆ ὑπὸ τῆς ἀστραπῆς καὶ περιστίλψεως τοῦ σιδήρου, κτύπος δὲ ἠγείρετο ὑπὸ τῶν ποδῶν τῶν ἀνδρῶν, ἐν τῷ μέσῳ δὲ αὐτῶν καθωπλίζετο ὁ ἐνδοξότατος Ἀχιλλεύς· τούτου καὶ τῶν ὀδόντων μὲν ψόφος καὶ ἦχος μέγας ἀπετελεῖτο, οἱ ὀφθαλμοὶ δὲ αὐτοῦ περιέλαμπον, ὥσπερ πυρὸς λαμπηδών· εἰς τὴν ψυχὴν δὲ αὐτοῦ εἰσῆλθε λύπη ἀφόρητος· οὗτος δὲ τοῖς Τρῳσὶν ὀργιζόμενος καὶ παροξυνόμενος, ἐνεδύσατο τὰ δῶρα τοῦ θεοῦ, ἅπερ ὁ Ἥφαιστος καμών καὶ πονήσας κατεσκεύασε. τὰς κνημῖδας μὲν οὖν πρῶτον περιέθηκε ταῖς κνήμαις τὰς καλάς, ἀργυροῖς καλύμμασι τῶν σφυρῶν προσηρμοσμένας· δεύτερον δὲ τὸν θώρακα τοῖς στήθεσι περιεβάλετο, τοῖς ὤμοις δὲ περιήρτησε τὸ ἀργυροῖς ἥλοις πεπαρμένον ξίφος τὸ σιδηροῦν, μετὰ ταῦτα δὲ τὴν μεγάλην τε καὶ στερεὰν ἀσπίδα ἔλαβε, τούτου δὲ πόρρωθεν αὐγὴ ἐγίνετο, καθάπερ σελήνης. ὥσπερ δὲ ὅταν ἐκ τοῦ πόντου λαμπηδὼν τοῖς ναύταις ἐπιφανείη πυρὸς καιομένου, τοῦτο δὲ καίεται ἐφ᾽ ὕψους ἐν τοῖς ὄρεσιν, ἐν ἐπαύλει, καθ᾽ ἣν μόνος τις διατρίβει, τούτους δὲ μὴ βουλομένους οἱ ἄνεμοι κατὰ (ἐπὶ) τὸν τοὺς ἰχθύας ἔχοντα πόντον πόρρωθεν τῶν οἰκείων καὶ φίλων φέρουσιν. οὕτως ἀπὸ τῆς ἀσπίδος τοῦ Ἀχιλλέως λαμπηδὼν εἰς τὸν αἰθέρα ἀφικνεῖτο, τῆς παμποικίλου περικαλλοῦς. ἄρας δὲ τὴν περικεφαλαίαν περιέθετο τῇ κεφαλῇ τὴν στιβαρὴν καὶ στερεάν· αὕτη δὲ ὥσπερ ἀστὴρ ἔλαμπεν ἡ ἱππείας τρίχας ἔχουσα περικεφαλαία· περιεκινοῦντο δὲ αἱ κόμαι αἱ χρυσαῖ, ἃς ὁ Ἥφαιστος ἔβαλε περὶ τὸν λόφον πυκνάς· πεῖραν δὲ εἰλήφει ἑαυτοῦ ἐν τοῖς ὅπλοις ὁ ἐνδοξότατος Ἀχιλλεύς, εἰ ἐφαρμόζοιεν αὐτῷ τὰ ὅπλα, καὶ τὰ λαμπρὰ μέλη ἐνάλλεσθαι αὐτοῖς δύναιτο, καὶ μὴ ἐμποδίζοιτο. τούτῳ δ' εὖ μάλα πτερὰ ταῦτα ἐγίνετο, ἐκούφιζε δὲ καὶ μετεώριζε τὸν βασιλέα τοῦ στρατοῦ· ἐξέβαλε δὲ ἐκ τῆς δορατοθήκης τὸ πατρικὸν δόρυ τὸ βαρύ, καὶ ἐπώδυνον, τὸ μέγα καὶ στερεόν, τοῦτο οὐκ ἐδύνατο ἄλλος τις τῶν Ἑλλήνων κινεῖν, ἀλλὰ μόνος ἐπίστατο ὁ Ἀχιλλεύς κινεῖν αὐτὸν τὴν ἐκ τοῦ Πηλίου ὄρους μελίαν, ἣν τῷ ἀγαπητῷ πατρὶ ἔκοψεν ὁ Χείρων ἐκ τῆς κορυφῆς τοῦ Πηλίου, θάνατον εἶναι τοῖς ἥρωσι· τοὺς ἵππους δὲ ὅ τε Αὐτομέδων καὶ ὁ Ἄλκιμος εὐτρεπίζοντες ἦγον ὑπὸ τὸν ζυγόν, περιέβαλον δὲ τοὺς καλοὺς ἐπιτραχηλίους ἱμάντας, ἐνέβαλον δὲ τοὺς χαλινοὺς ταῖς σιαγόσιν, ἐξέτειναν δὲ τοὺς ῥυτῆρας εἰς τοὐπίσω πρὸς τὸ ἡνωμένον καὶ συμβεβλημένον ὄχημα· οὗτος δὲ μάστιγα λαμπρᾶν εἰληφὼς τῇ χειρὶ ἐφαρμόζουσαν ἀνεπήδησεν ἐπὶ τῶν ἵππων ὁ Αὐτομέδων, ὄπισθεν δὲ καθοπλισθεὶς ἔστη ὁ Ἀχιλλεὺς τοῖς ὅπλοις περιλάμπων, καθάπερ ὁ ὑπεράνω ἡμῶν περιφερόμενος ἥλιος, καταπληκτικῶς δὲ παρεκελεύσατο τοῖς ἵπποις τοῦ ἑαυτοῦ πατρός· ὦ Ξάνθε καὶ Βαλίε, ὑπερένδοξα τέκνα τῆς Ποδάργης, κατ' ἄλλον δὴ τρόπον σκοπεῖτε σώσειν τοὺς ἡνιόχους ὀπίσω εἰς τὸ πλῆθος τῶν Ἑλλήνων, ἐπειδὰν ἀναμιχθῶμεν τοῖς πολεμίοις (ἀναχωρήσωμεν τοῦ πολέμου), μηδὲ ὥσπερ τὸν Πάτροκλον καταλίπετε αὐτόθι νεκρόν. | 349 |
πρὸς τοῦτον δὲ εἶπε κάτωθεν ὑπὸ τὸν ζυγόν, ὁ κατὰ πόδας ταχὺς ἵππος Ξάνθος, ταχέως δὲ παρέκλινε τὴν κεφαλήν, πᾶς (παντὸς) δὲ ὁ αὐχὴν (τοῦ αὐχένος) τοῦ ἐπιτραχηλίου ἀκροζύγου ἐκπεσὼν(όντος) κατηνέχθη ἐπὶ τὸ ἔδαφος τὸ ζυγὸν (πᾶσα δὲ ἡ ζεύγλη ἐκπεσοῦσα τῆς χαίτης κατηνέχθη ἐπὶ τὸ ἔδαφος)· φωνήεντα δὲ καὶ λογικοῦ ζώου φωνὴν ἔχοντα αὐτὸν ἐποίησεν ἡ θεὰ ἡ λευκόπηχυς Ἥρα· καὶ πάνυ σε νυνί γε ἔτι σώσωμεν, ἰσχυρὲ Ἀχιλλεῦ, ἀλλά σοι ἐγγύς ἐστιν ἡ ἀφανιστική ἡμέρα, οὐδέ σοι ἡμεῖς πρόξενοι ταύτης, ἀλλὰ θεὸς μέγας, καὶ ἡ ἰσχυρὰ Μοῖρα· οὐδὲ γὰρ ἡμετέρᾳ ἀργίᾳ καὶ ἀκινησίᾳ ἀφείλοντο τὰ ὅπλα οἱ Τρῷες ἀπὸ τῶν ὤμων τοῦ Πατρόκλου, ἀλλὰ ὁ κράτιστος τῶν θεῶν, ὃν ἡ καλλίθριξ ἔτεκε Λητώ, ἀπέκτεινεν ἐν τοῖς πρωταγωνισταῖς, καὶ δόξαν τῷ Ἕκτορι ἐδωρήσατο. ἡμεῖς δὲ ὁμοίως καὶ τῇ πνοῇ τοῦ Ζεφύρου τρέχοιμεν ἄν, ἥν φασι κουφοτάτην εἶναι, ἀλλὰ σοὶ αὐτῷ εἱμαρμένον καὶ πεπρωμένον ἐστὶν ὑπὸ θεοῦ καὶ ἀνδρὸς ἰσχυρῶς δαμασθῆναι καὶ ἀναιρεθῆναι. | 404 |
οὕτω δὴ εἰπόντος ἐπέσχον αἱ Ἐρινύες τὴν φωνήν. πρὸς τοῦτον δὲ μεγάλως στενάξας εἶπεν ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεύς· ὦ Ξάνθε τί μοι τὸν θάνατον μαντεύῃ καὶ προλέγεις; οὐδαμῶς γάρ σε δεῖ· καλῶς δὴ καὶ αὐτὸς ἐπίσταμαι ὅτι μοι εἱμαρμένον ἐστὶν ἐνταῦθα ἀποθανεῖν πόρρω τοῦ ἀγαπητοῦ πατρὸς καὶ τῆς μητρός· ἀλλ᾿ ὅμως οὐ παύσομαι, πρὶν τοὺς Τρῷας διαθεῖναι διακόρως τοῦ πολέμου. | 418 |
εἶπε δή, καὶ ἐν τοῖς πρώτοις βοῶν ἤλαυνε τοὺς μονώνυχας ἵππους. | 424 |