Homeric text & Koine Greek paraphrase by Theodorus Gaza
| Ἠὼς μὲν κροκόπεπλος ἀπ' Ὠκεανοῖο ῥοάων | 001 |
| ἡ μὲν ἡμέρα ἡ κροκοειδὲς ἱμάτιον ἔχουσα ἀπὸ τῶν ῥευμάτων τοῦ Ὠκεανοῦ ἀνέστη, | |
| ὄρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν· | 002 |
| ὅπως τοῖς ἀθανάτοις θεοῖς φῶς ἐνέγκαι, καὶ τοῖς θνητοῖς ἀνθρώποις. | |
| ἣ δ' ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα. | 003 |
| αὕτη δὲ ἀφίκετο εἰς τὰς ναῦς τὰ δῶρα φέρουσα παρὰ τοῦ θεοῦ, | |
| εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν | 004 |
| εὗρε δὲ τὸν ἑαυτῆς ἀγαπητὸν υἱὸν περικείμενον τῷ Πατρόκλῳ, | |
| κλαίοντα λιγέως· πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι | 005 |
| κλαίοντα ὀξέως (ἡδέως)· πολλοὶ δὲ περὶ αὐτὸν φίλοι | |
| μύρονθ'· ἣ δ' ἐν τοῖσι παρίστατο δῖα θεάων, | 006 |
| ὠλοφύροντο· αὕτη δὲ ἐν τούτοις παρέστη ἡ ἐνδοξοτάτη τῶν θεῶν, | |
| ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· | 007 |
| καὶ ἐνέφυ αὐτῷ τῇ χειρί, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει· | |
| τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ | 008 |
| ὦ τέκνον ἐμόν, τοῦτον μὲν καταλίπωμεν καίπερ λυπούμενοι | |
| κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη· | 009 |
| κεῖσθαι, ἐπειδὴ τὴν ἀρχὴν ὁρμῇ καὶ βουλῇ τῶν θεῶν ἀνῃρέθη. | |
| τύνη δ' Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο | 010 |
| σὺ δὲ δέξαι παρὰ τοῦ Ἡφαίστου τὰ πολύτιμα καὶ ἔνδοξα ὅπλα | |
| καλὰ μάλ', οἷ' οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν. | 011 |
| πάνυ περικαλλῆ, ὁποῖα οὐδείς πω ἀνὴρ ἐφόρησε περὶ τοὺς ὤμους. | |
| ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχε' ἔθηκε | 012 |
| οὕτω δὴ εἰποῦσα ἡ θεὰ κατέθηκε τὰ ὅπλα | |
| πρόσθεν Ἀχιλλῆος· τὰ δ' ἀνέβραχε δαίδαλα πάντα. | 013 |
| ἔμπροσθεν τοῦ Ἀχιλλέως· ταῦτα παμποίκιλα πάντα μέγαν ἦχον ἀπετέλεσαν. | |
| Μυρμιδόνας δ' ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη | 014 |
| πάντας δὲ τοὺς Μυρμιδόνας φόβος καὶ τρόμος κατέλαβεν, οὐδὲ ὑπέμεινέ τις | |
| ἄντην εἰσιδέειν, ἀλλ' ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς | 015 |
| ἐναντίον θεάσασθαι, ἀλλὰ τῷ φόβῳ παρετράπησαν· ὁ Ἀχιλλεὺς δὲ | |
| ὡς εἶδ', ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε | 016 |
| ὅτε ἐθεάσατο, τότε αὐτὸν μᾶλλον εἰσῆλθεν ὀργή, ἐν αὐτῷ δὲ οἱ ὀφθαλμοὶ | |
| δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν· | 017 |
| φοβερῶς ὑπὸ τὰ βλέφαρα ὥσπερ πῦρ ἐξεφάνησαν, | |
| τέρπετο δ' ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα. | 018 |
| ἠγάλλετο δὲ κρατῶν ἐν ταῖς χερσὶ τὰ λαμπρὰ δῶρα τοῦ θεοῦ. | |
| αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων | 019 |
| ἐπειδὴ δὲ ἐτέρφθη, καὶ ἐχάρη κατὰ τὴν ἑαυτοῦ διάνοιαν παμποίκιλα βλέπων, | |
| αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα· | 020 |
| παραχρῆμα πρὸς τὴν ἑαυτοῦ μητέρα λόγους ταχεῖς ἔλεγεν· | |
| μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷ' ἐπιεικὲς | 021 |
| ὦ μῆτερ ἐμή, τὰ μὲν ὅπλα ὁ θεὸς ἐδωρήσατο, οἷα προσῆκόν ἐστιν | |
| ἔργ' ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι. | 022 |
| εἶναι τὰ ἔργα τῶν ἀθανάτων θεῶν, μηδὲ θνητὸν ἄνδρα δύνασθαι ποιῆσαι· | |
| νῦν δ' ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλ' αἰνῶς | 023 |
| νυνὶ δὲ ἐγὼ μὲν καθοπλισθήσομαι, ἀλλὰ πάνυ χαλεπῶς | |
| δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν | 024 |
| δέδοικα, μή μοι μεταξύ τούτου τὸν ἰσχυρὸν υἱὸν τοῦ Μενοιτίου | |
| μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς | 025 |
| αἱ μυῖαι καθυπεισδῦσαι κατὰ τὰ σιδηρόβλητα τραύματα | |
| εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν, | 026 |
| σκώληκας ἐναποτέξωσι, λυμάνωνται δὲ τὸν νεκρόν· | |
| ἐκ δ' αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ. | 027 |
| ἡ γάρ τοι ζωὴ ἠφανίσθη, κατασαπῇ δὲ καὶ διαλυθῇ καθ᾽ ὅλον τὸ σῶμα. | |
| τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· | 028 |
| πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ἡ θεὰ ἡ Θέτις ἡ λευκόπους· | |
| τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. | 029 |
| ὦ παῖ, μή μοι ταῦτα ἐν τῇ σαυτοῦ διανοίᾳ διὰ φροντίδος ἔστωσαν· | |
| τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα | 030 |
| τούτῳ μὲν ἐγὼ πειράσομαι ἀποσοβεῖν τὰ ἄγρια γένη, | |
| μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν· | 031 |
| τὰς μυίας, αἳ δὴ τοὺς σιδήρῳ πεφονευμένους ἄνδρας κατεσθίουσιν· | |
| ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν, | 032 |
| ἐὰν γὰρ καὶ εἰς ἐνιαυτὸν τὸν εἰς τέλος φέροντα τὰ φυόμενα κεῖται, | |
| αἰεὶ τῷ γ' ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων. | 033 |
| ἀεὶ τούτῳ γε μόνιμον καὶ ἀμετάβλητον ἔσται τὸ σῶμα ἢ καὶ κρεῖσσον. | |
| ἀλλὰ σύ γ' εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς | 034 |
| ἀλλὰ σύγε εἰς τὴν ἀγορὰν συγκαλέσας τοὺς ἥρωας Ἕλληνας | |
| μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν | 035 |
| τὴν ὀργὴν καὶ μνησικακίαν ἀποθέμενος τῷ βασιλεῖ τοῦ στρατοῦ Ἀγαμέμνονι, | |
| αἶψα μάλ' ἐς πόλεμον θωρήσσεο, δύσεο δ' ἀλκήν. | 036 |
| πάνυ ταχέως καθοπλίζου ἐπὶ τὸν πόλεμον, περιβαλοῦ δὲ ἰσχύν. | |
| ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε, | 037 |
| οὕτω δὴ εἰποῦσα δύναμιν αὐτῷ εὔτολμον ἐνέβαλε, | |
| Πατρόκλῳ δ' αὖτ' ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν | 038 |
| τῷ Πατρόκλῳ δὲ ἀμβροσίων καὶ νέκταρ πυρρὸν | |
| στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη. | 039 |
| ἐστάλαξεν εἰς τοὺς μυκτῆρας, ὅπως αὐτῷ μόνιμον καὶ ἀμετάβλητον εἴη τὸ σῶμα. αὕτη μὲν οὖν οὕτω ποιήσασα ἐπῆλθεν ἡ λευκόπους Θέτις. | |
| αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς | 040 |
| οὗτος δὲ ἐπορεύθη παρά τὸν αἰγιαλὸν τῆς θαλάσσης ὁ ἐνδοξότατος Ἀχιλλεὺς | |
| σμερδαλέα ἰάχων, ὦρσεν δ' ἥρωας Ἀχαιούς. | 041 |
| καταπληκτικῶς βοῶν, διήγειρε δὲ τοὺς ἥρωας Ἕλληνας· | |
| καί ῥ' οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον | 042 |
| καὶ δῆτα, οἵτινες πρότερόν γε ἔμενον ἐν τῷ τόπῳ τῶν νεῶν, | |
| οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν | 043 |
| οἵτε κυβερνῆται, καὶ οἳ κατεῖχον τὰ πηδάλια τῶν νεῶν, | |
| καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες, | 044 |
| καὶ οἱ ἦσαν ταμιοῦχοι παρὰ ταῖς ναυσί, δόται τῶν ἄρτων· | |
| καὶ μὴν οἳ τότε γ' εἰς ἀγορὴν ἴσαν, οὕνεκ' Ἀχιλλεὺς | 045 |
| καὶ οὗτοι δὴ τότε γε ἐπορεύοντο εἰς τὴν ἀγοράν, διότι ὁ Ἀχιλλεὺς | |
| ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς. | 046 |
| ἐφάνη, ἐπὶ πολὺ δὲ τῆς χαλεπῆς καὶ ὀδυνηρᾶς μάχης ἀπέστη. | |
| τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε | 047 |
| οὗτοι δὲ δύο χωλεύοντες ἐπορεύθησαν ὑπηρέται τοῦ πολέμου, | |
| Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς | 048 |
| ὅ τε υἱὸς τοῦ Τυδέως ὁ καρτερικὸς ἐν τῇ μάχῃ, καὶ ὁ ἐνδοξότατος Ὀδυσσεύς, | |
| ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά· | 049 |
| δόρατι ἐπιστηριζόμενοι, ἔτι γὰρ εἶχον τραύματα χαλεπά, | |
| κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες. | 050 |
| ἐν τῷ πρώτῳ δὲ τῆς ἀγορᾶς τόπῳ ἐκάθισαν ἐλθόντες· | |
| αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 051 |
| δεύτερος δὲ ἦλθεν ὁ βασιλεὺς τοῦ λαοῦ Ἀγαμέμνων | |
| ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ | 052 |
| τραῦμα ἔχων, καὶ γὰρ αὐτὸν ἐν τῇ κραταιᾷ καὶ ἰσχυρᾷ μάχῃ | |
| οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί. | 053 |
| ἔτρωσε Κόων ὁ υἱὸς τοῦ Ἀντήνορος δόρατι σιδήρῳ ἐστομωμένῳ. | |
| αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί, | 054 |
| ἐπειδὴ δὲ πάντες συνηθροίσθησαν οἱ Ἕλληνες, | |
| τοῖσι δ' ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 055 |
| ἐν τούτοις ἀναστὰς ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεὺς εἶπεν· | |
| Ἀτρεΐδη ἦ ἄρ τι τόδ' ἀμφοτέροισιν ἄρειον | 056 |
| ὦ υἱὲ τοῦ Ἀτρέως, ἆρά γε κατά τι τοῦτο ἀμφοτέροις βέλτιον | |
| ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ | 057 |
| ἦν καὶ σοὶ καὶ ἐμοί; ἡνίκα ἡμεῖς γε λυπούμενοι κατὰ ψυχὴν | |
| θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης; | 058 |
| ψυχοφθόρῳ φιλονεικίᾳ ὠργίσθημεν ἕνεκα τῆς νέας, | |
| τὴν ὄφελ' ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ | 059 |
| ἣν ὤφειλεν ἡ Ἄρτεμις ἀποκτεῖναι ὀϊστῷ ἐν ταῖς ναυσὶ | |
| ἤματι τῷ ὅτ' ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας· | 060 |
| τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτε ἐγὼ εἷλον Λυρνησσὸν ἐκπορθήσας· | |
| τώ κ' οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας | 061 |
| ἐκ τούτου ἂν οὐ τοσοῦτοι Ἕλληνες τοῖς ὀδοῦσιν ἐλάβοντο τοῦ μεγίστου ἐδάφους, | |
| δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος. | 062 |
| ἀναιρεθέντες ὑπὸ τῶν χειρῶν τῶν πολεμίων, ὀργισθέντος καὶ μνησικακήσαντος ἐμοῦ, | |
| Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς | 063 |
| τῷ μὲν Ἕκτορι καὶ τοῖς Τρῳσὶ βέλτιον καὶ ἐπικερδέστερον· τοὺς Ἕλληνας δὲ | |
| δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω. | 064 |
| ἐπὶ πολὺν χρόνον οἴομαι μνημονεύσειν τῆς ἐμῆς καὶ σῆς φιλονεικίας καὶ ἔχθρας. | |
| ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ | 065 |
| ἀλλὰ ταῦτα μὲν προγενόμενα καταλίπωμεν, καίπερ λυπούμενοι, | |
| θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ· | 066 |
| τὴν ἀγαπητὴν ψυχὴν δουλαγωγήσαντες ἐν τοῖς στήθεσιν ὑπ' ἀνάγκης· | |
| νῦν δ' ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ | 067 |
| νυνὶ δὲ ἐγὼ μὲν τὴν ὀργὴν ἀποβάλλομαι, οὐδαμῶς γάρ με δεῖ | |
| ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλ' ἄγε θᾶσσον | 068 |
| ἀδιαλείπτως ἀεὶ χωλοῦσθαι καὶ ὀργίζεσθαι. ἀλλ᾽ ἄγε τάχιον | |
| ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς, | 069 |
| παρόξυνον ἐπὶ πόλεμον τοὺς τὰς κεφαλὰς κομῶντας Ἕλληνας, | |
| ὄφρ' ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν | 070 |
| ὅπως καὶ νῦν ἔτι πειράσωμαι τῶν Τρῴων ἐναντίον ἐπελθών, | |
| αἴ κ' ἐθέλωσ' ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τιν' οἴω | 071 |
| ἐὰν ἐθέλωσιν ἐπὶ ταῖς ναυσὶ παραυλίζεσθαι· ἀλλά τινα ὑπολαμβάνω | |
| ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι | 072 |
| αὐτῶν ἡδέως καὶ ἀσμένως κλίναντα ἀναπαύσειν τὸ γόνυ, ὃς ἂν φύγῃ | |
| δηΐου ἐκ πολέμοιο ὑπ' ἔγχεος ἡμετέροιο. | 073 |
| ἐκ τοῦ ἀφανιστικοῦ πολέμου ὑπὸ τοῦ ἡμετέρου δόρατος. | |
| ὣς ἔφαθ', οἳ δ' ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ | 074 |
| οὕτως εἶπεν· οὗτοι δὲ περιχαρεῖς ἐγένοντο οἱ εὔοπλοι Ἕλληνες, | |
| μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος. | 075 |
| τὴν μνησικακίαν ἀπειπόντος καὶ ἀποβαλομένου τοῦ μεγαλοψύχου υἱοῦ τοῦ Πηλέως. | |
| τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 076 |
| ἐν τούτοις δὲ εἶπεν ὁ βασιλεὺς τοῦ στρατοῦ Ἀγαμέμνων | |
| αὐτόθεν ἐξ ἕδρης, οὐδ' ἐν μέσσοισιν ἀναστάς· | 077 |
| αὐτόθεν ἐκ τῆς καθέδρας, οὐκ ἀναστὰς ἐν τῷ μέσῳ· | |
| ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος | 078 |
| ὦ προσφιλεῖς ἥρωες Ἕλληνες ὑπηρέται τοῦ Ἀρέος, | |
| ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν | 079 |
| καλὸν μέν ἐστιν ἀκούειν ἑστῶτος, οὐδὲ δεῖ νυνὶ | |
| ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι. | 080 |
| ἀποκρούειν καὶ διακωλύειν θορύβῳ, δεινὸν γὰρ πρᾶγμά ἐστιν, τὸν ἐπιστάμενόν γε τὰ ὄντα καὶ τὰ ἐνεστῶτα ὡς ἔχουσι, θορυβεῖν ὡς μὴ εἰδότα· | |
| ἀνδρῶν δ' ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι | 081 |
| ἐν πολλῷ δὲ θορύβῳ ἀνδρῶν πῶς ἄν τις ἀκούσειεν, | |
| ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής. | 082 |
| ἢ λέξειεν, βλάπτεται γὰρ κἂν ἡδὺς καὶ ὀξὺς ᾖ δημηγόρος, ἐὰν μὴ γλωσσοκρατοῖεν οἱ λαοί. | |
| Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι | 083 |
| τῷ μὲν υἱῷ τοῦ Πηλέως ἐγὼ ἀπολογήσομαι· οἱ ἄλλοι δὲ | |
| σύνθεσθ' Ἀργεῖοι, μῦθόν τ' εὖ γνῶτε ἕκαστος. | 084 |
| τῶν Ἑλλήνων σύνετε, καὶ τὸν λόγον πάντες καλῶς νοήσατε· | |
| πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον | 085 |
| πολλάκις δή μοι τοῦτον τὸν λόγον εἶπον οἱ Ἕλληνες, ἤγουν ἢ ἄρ τι τόδ' ἀμφοτέροισιν ἄρειον, | |
| καί τέ με νεικείεσκον· ἐγὼ δ' οὐκ αἴτιός εἰμι, | 086 |
| καί με ἐλοιδόρουν, ἐγὼ δὲ οὐκ εἰμὶ αἴτιος, | |
| ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς, | 087 |
| ἀλλ᾽ ὁ Ζεύς, καὶ ἡ Μοῖρα, καὶ ἡ διὰ τοῦ σκότους φοιτῶσα (ἡ ἀοράτως ἐπερχομένη) Ἐριννύς, | |
| οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην, | 088 |
| οἳ δή μοι ἐν τῇ ἐκκλησίᾳ ἐνέβαλον εἰς τὰς φρένας ἀνήμερον καὶ ἀμείλικτον βλάβην | |
| ἤματι τῷ ὅτ' Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων. | 089 |
| τῇ ἡμέρᾳ ἐκείνῃ, ἡνίκα τὸ τῆς ἀρετῆς ἆθλον τοῦ Ἀχιλλέως ἔγωγε ἀφειλόμην. | |
| ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ. | 090 |
| ἀλλὰ τί ἂν πράξαιμι; ὁ θεὸς σύμπαντα τελειοῖ καὶ δι' ὅλου τὸ πάντων ἔχει τέλος· | |
| πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται, | 091 |
| ἡ πρεσβυτάτη (ἡ τιμία) θυγάτηρ τοῦ Διὸς Βλάβη ἐστίν, ἣ πάντας βλάψει, | |
| οὐλομένη· τῇ μέν θ' ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπ' οὔδει | 092 |
| ὀλεθρία, καὶ ἐξώλης· ταύτῃ μὲν πόδες εἰσὶν ἁπαλοὶ καὶ ἀραιοί, οὐ γὰρ τῷ ἐδάφει | |
| πίλναται, ἀλλ' ἄρα ἥ γε κατ' ἀνδρῶν κράατα βαίνει | 093 |
| προσπελάζει, ἀλλ᾽ αὕτη γε εἰς τὰς τῶν ἀνδρῶν κεφαλὰς ἀναβαίνει | |
| βλάπτουσ' ἀνθρώπους· κατὰ δ' οὖν ἕτερόν γε πέδησε. | 094 |
| λυμαινομένη τοὺς ἀνθρώπους, κατέδησε δ᾽ οὖν τὸν ἕτερον τῶν παροργισάντων· | |
| καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον | 095 |
| καὶ γὰρ δή ποτε τὸν Δία ἔβλαψεν, ὃν δὴ κράτιστον | |
| ἀνδρῶν ἠδὲ θεῶν φασ' ἔμμεναι· ἀλλ' ἄρα καὶ τὸν | 096 |
| ἀνθρώπων καὶ θεῶν φασιν εἶναι, ἀλλὰ δὴ καὶ αὐτὸν | |
| Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν, | 097 |
| Ἥρα, θῆλυς οὖσα, ἐπιβουλῇ καὶ ἀπάτῃ ἐφενάκισε | |
| ἤματι τῷ ὅτ' ἔμελλε βίην Ἡρακληείην | 098 |
| τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτε ἔμελλε τὴν τοῦ Ἡρακλέους δύναμιν | |
| Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ. | 099 |
| τέξεσθαι ἡ Ἀλκμήνη ἐν ταῖς καλῶς τετειχισμέναις Θήβαις· | |
| ἤτοι ὅ γ' εὐχόμενος μετέφη πάντεσσι θεοῖσι· | 100 |
| οὗτος μὲν γὰρ καυχώμενος εἶπεν ἐν ἅπασι τοῖς θεοῖς· | |
| κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, | 101 |
| ἀκούσατέ μου, ὦ πάντες θεοὶ καὶ πᾶσαι θεαί, | |
| ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει. | 102 |
| ἵν᾽ εἴπω ἅπερ με ἡ ψυχὴ ἐν τῷ στήθει προτρέπεται. | |
| σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια | 103 |
| σήμερον ἡ λοχεύτρια Εἰλείθυια ἄνδρα εἰς τὸ φῶς προάξει | |
| ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει, | 104 |
| καὶ φανερώσει, ὃς πάντων τῶν περιοίκων βασιλεύσει ἐκ τῆς γενεᾶς | |
| τῶν ἀνδρῶν γενεῆς οἵ θ' αἵματος ἐξ ἐμεῦ εἰσί. | 105 |
| τῶν ἀνδρῶν τούτων, οἵτινες ἐκ τοῦ ἐμοῦ αἵματος εἰσίν. | |
| τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· | 106 |
| πρὸς τοῦτον δὲ ἐπιβουλεύουσα εἶπεν ἡ σεβαστὴ Ἥρα· | |
| ψευστήσεις, οὐδ' αὖτε τέλος μύθῳ ἐπιθήσεις. | 107 |
| ψεύσῃ τῆς ἐλπίδος, οὐδὲ ἐπιθήσεις τέλος τῷ σῷ λόγῳ· | |
| εἰ δ' ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον, | 108 |
| εἰ δὲ μή, ἄγε νῦν ὄμοσόν μοι, οὐράνιε, ὅρκον ἰσχυρόν, | |
| ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν | 109 |
| ἦ μὴν τοῦτον πάντων τῶν περιοίκων βασιλεύσειν, | |
| ὅς κεν ἐπ' ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς | 110 |
| ὃς ἂν ἐν τῇδε τῇ ἡμέρᾳ τεχθῇ καὶ καταπέσῃ μεταξύ των τῆς γυναικὸς ποδῶν, | |
| τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης. | 111 |
| ἀπὸ τούτων τῶν ἀνδρῶν οἳ ἐκ τοῦ αἵματος τῆς σῆς παιδοποιίας εἰσίν. | |
| ὣς ἔφατο· Ζεὺς δ' οὔ τι δολοφροσύνην ἐνόησεν, | 112 |
| οὕτως εἶπεν, οὐδαμῶς δὲ συνῆκε τὴν ἐπιβουλὴν ὁ Ζεύς, | |
| ἀλλ' ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη. | 113 |
| ἀλλ᾽ ὤμοσεν ὅρκον μέγαν, μετὰ ταῦτα δὲ πάνυ ἐβλάβη. | |
| Ἥρη δ' ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, | 114 |
| ἡ Ἥρα δὲ ὁρμήσασα κατέλιπε τὸ ἀκρωτήριον τοῦ Ὀλύμπου, | |
| καρπαλίμως δ' ἵκετ' Ἄργος Ἀχαιικόν, ἔνθ' ἄρα ᾔδη | 115 |
| ταχέως δὲ ἀφίκετο εἰς τὸ Ἀχαικὸν Ἄργος, ἐν ᾧ δὴ ἠπίστατο | |
| ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο. | 116 |
| τὴν χρηστὴν γαμετὴν Σθενέλου τοῦ υἱοῦ τοῦ Περσέως. | |
| ἣ δ' ἐκύει φίλον υἱόν, ὃ δ' ἕβδομος ἑστήκει μείς· | 117 |
| αὕτη δὲ εἶχεν ἐν τῇ γαστρὶ (ἐκυοφόρει) υἱὸν ἀγαπητόν, μὴν δὲ ἕβδομος ἦν ἐκεῖνος, | |
| ἐκ δ' ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα, | 118 |
| ἐξήγαγε δὲ αὐτὸν πρὸ καιροῦ εἰς τὸ φῶς καὶ διημαρτηκότα τοῦ τελείου ἀριθμοῦ τῶν ἐννέα μηνῶν, | |
| Ἀλκμήνης δ' ἀπέπαυσε τόκον, σχέθε δ' Εἰλειθυίας. | 119 |
| τὸν τῆς Ἀλκμήνης δὲ γόνον διεκώλυσεν, ἐπέσχε δὲ τὰς ὠδῖνας. | |
| αὐτὴ δ' ἀγγελέουσα Δία Κρονίωνα προσηύδα· | 120 |
| αὐτὴ δὲ μηνύειν μέλλουσα τὸ γεγονὸς ἔλεγε πρὸς τὸν Δία τὸν υἱὸν τοῦ Κρόνου· | |
| Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω· | 121 |
| ὦ Ζεῦ πάτερ ταχυκέραυνε (λαμπροκέραυνε), λόγον τινά σοι ἐμβαλῶ εἰς τὰς φρένας· | |
| ἤδη ἀνὴρ γέγον' ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει | 122 |
| ἤδη ἐτέχθη ἀνὴρ ἀγαθός, ὃς τῶν Ἀργείων (Ἑλλήνων) βασιλεύσει, | |
| Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο | 123 |
| Εὐρυσθεὺς ὁ παῖς τοῦ Σθενέλου τοῦ υἱοῦ τοῦ Περσέως, | |
| σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν. | 124 |
| σὸν γένος, οὐκ ἔστιν αὐτῷ ἀπρεπὲς βασιλεύειν τῶν Ἑλλήνων. | |
| ὣς φάτο, τὸν δ' ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν· | 125 |
| οὕτως εἶπε· τοῦτον δὲ λύπη σφοδρὰ ἔπληξε κατὰ τὴν συνετὴν διάνοιαν, | |
| αὐτίκα δ' εἷλ' Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο | 126 |
| παραχρῆμα δὲ ἐκράτησε τὴν Ἄτην (Βλάβην) ἀπὸ τῆς κεφαλῆς τῆς καλλικόμου, | |
| χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον | 127 |
| μάλα ὀργιζόμενος κατὰ τὴν ἑαυτοῦ διάνοιαν, καὶ ὤμοσεν ὅρκον ἰσχυρόν· | |
| μή ποτ' ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα | 128 |
| μηδέποτε εἰς τὸν Ὄλυμπον καὶ τὸν ἔναστρον Οὐρανὸν | |
| αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται. | 129 |
| αὖθις ἀφίξεσθαι τὴν Βλάβην, ἢ πάντας βλάπτει. | |
| ὣς εἰπὼν ἔρριψεν ἀπ' οὐρανοῦ ἀστερόεντος | 130 |
| οὕτως εἰπὼν ἔρριψεν ἀπὸ τοῦ ἐνάστρου Οὐρανοῦ συστρέψας | |
| χειρὶ περιστρέψας· τάχα δ' ἵκετο ἔργ' ἀνθρώπων. | 131 |
| καὶ περιδινήσας τῇ χειρί, ταχέως δὲ ἀφίκετο εἰς τὰ ἔργα καὶ τὰς πράξεις τῶν ἀνθρώπων. | |
| τὴν αἰεὶ στενάχεσχ' ὅθ' ἑὸν φίλον υἱὸν ὁρῷτο | 132 |
| ταύτην ἀεὶ ἀνεστέναζεν, ὅτε ἔβλεπε τὸν ἑαυτοῦ ἀγαπητὸν υἱὸν | |
| ἔργον ἀεικὲς ἔχοντα ὑπ' Εὐρυσθῆος ἀέθλων. | 133 |
| λειτουργίαν ἀπρεπῆ ἔχοντα ὑπὸ τῶν ἄθλων τοῦ Εὐρυσθέως. | |
| ὣς καὶ ἐγών, ὅτε δ' αὖτε μέγας κορυθαίολος Ἕκτωρ | 134 |
| οὕτω καὶ ἐγώ, ἡνίκα δὴ ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ ὁ μέγας | |
| Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν, | 135 |
| ἀπέκτεινε τοὺς Ἕλληνας παρὰ ταῖς πρύμναις τῶν νεῶν, | |
| οὐ δυνάμην λελαθέσθ' Ἄτης ᾗ πρῶτον ἀάσθην. | 136 |
| οὐκ ἐδυνάμην ἐπιλαθέσθαι τῆς βλάβης, ἣν τὸ πρῶτον ἐβλάβην. | |
| ἀλλ' ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς, | 137 |
| ἀλλ' ἐπειδὴ ἐβλάβην, καί μου τὴν διάνοιαν ἀφείλετο ὁ Ζεύς, | |
| ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τ' ἀπερείσι' ἄποινα· | 138 |
| πάλιν ἐθέλω φιλοφρονήσασθαι, καὶ δοῦναι δῶρα πλεῖστα· | |
| ἀλλ' ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς. | 139 |
| ἀλλὰ διεγέρθητι εἰς τὸν πόλεμον, καὶ τοὺς ἄλλους λαοὺς διέγειρον· | |
| δῶρα δ' ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν | 140 |
| τὰ δῶρα δὲ ἐγὼ αὐτὸς πάντα ἐπιδοῦναι ὁμολογῶ, ὅσα σοι παραγενόμενος | |
| χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς. | 141 |
| νυκτὶ τῆς χθὲς ἡμέρας ἐν ταῖς σκηναῖς ἐπηγγείλατο ὁ ἐνδοξότατος Ὀδυσσεύς· | |
| εἰ δ' ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος, | 142 |
| εἰ δὲ βούλει ἀνάμεινον, καίπερ ἐπειγόμενος καὶ σπεύδων ὑπὸ τοῦ πολέμου· | |
| δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες | 143 |
| τὰ δῶρα γάρ σοι οἱ ὑπηρέται ἀπὸ τῆς ἐμῆς νεὼς λαβόντες κομίσουσιν (ἄξουσιν), | |
| οἴσουσ', ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω. | 144 |
| ὅπως θεάσῃ, ὅτι σοι φίλα καὶ προσηνῆ δωρήσομαι. | |
| τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 145 |
| πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεύς· | |
| Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 146 |
| ὦ υἱὲ τοῦ Ἀτρέως ἐνδοξότατε βασιλεῦ τῶν λαῶν Ἀγάμεμνον, | |
| δῶρα μὲν αἴ κ' ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές, | 147 |
| τὰ δῶρα μὲν ἐὰν βούλῃ παρασχεῖν οἷα εἰκός, | |
| ἤ τ' ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμης | 148 |
| ἢ ἔχειν ἐπὶ τῇ σῇ ἐξουσίᾳ ἐστίν· νυνὶ δὲ μνησθῶμεν τῆς μάχης καὶ τοῦ πολέμου γενώμεθα | |
| αἶψα μάλ'· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ' ἐόντας | 149 |
| πάνυ ταχέως, οὐ γὰρ δεῖ ὑποκλέπτειν ἑαυτοὺς ἐκ τῆς μάχης (κλεψιμαχεῖν) ἐνταῦθα ὄντας, | |
| οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον· | 150 |
| οὐδὲ βραδύνειν, ἔτι γάρ ἐστι μέγα ἔργον μήπω γεγονός, | |
| ὥς κέ τις αὖτ' Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται | 151 |
| ἵνα τις πάλιν τὸν Ἀχιλλέα ἐν τοῖς πρωταγωνισταῖς θεάσηται | |
| ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας. | 152 |
| δόρατι σιδηρῷ ἀναιροῦντα καὶ φθείροντα τὰς τάξεις τῶν Τρῴων. | |
| ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω. | 153 |
| οὕτω τις ὑμῶν μεμνημένος ὅτι ἐγὼ μάχομαι, ἀνδρὶ πολεμείτω. | |
| τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· | 154 |
| πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ πολύβουλος Ὀδυσσεύς· | |
| μὴ δ' οὕτως, ἀγαθός περ ἐών, θεοείκελ' Ἀχιλλεῦ | 155 |
| μὴ δὴ οὕτω, καίπερ ὢν ἀγαθὸς τοὺς τρόπους, ὦ θεοῖς ὅμοιε τὸ εἶδος Ἀχιλλεῦ, | |
| νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν | 156 |
| παρόξυνε νήστεις καὶ ἀσίτους τοὺς υἱοὺς τῶν Ἑλλήνων ἐπὶ τὸ Ἴλιον πολεμήσοντας | |
| Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται | 157 |
| τοῖς Τρῳσίν, ἐπειδὴ οὐκ ἐπ' ὀλίγον χρόνον ἔσται | |
| φύλοπις, εὖτ' ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες | 158 |
| ἡ μάχη, ἐπειδὰν τὴν ἀρχὴν εἰς ταὐτὸ συνέλθωσιν αἱ τάξεις | |
| ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν. | 159 |
| τῶν ἀνδρῶν, ὁ θεὸς δὲ ἐμπνεύσῃ καὶ ἐμβάλῃ προθυμίαν ἀμφοτέροις τοῖς στρατεύμασιν· | |
| ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς | 160 |
| ἀλλὰ κέλευσον γεύσασθαι τοὺς Ἕλληνας παρὰ ταῖς ταχείαις ναυσὶν | |
| σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή. | 161 |
| ἄρτου καὶ οἴνου, τοῦτο γὰρ ἐστι προθυμία καὶ ἰσχύς, | |
| οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα | 162 |
| οὐ γάρ τις ἀνὴρ ὅλην τὴν ἡμέραν μέχρι ἡλίου δύντος, | |
| ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι· | 163 |
| ἤγουν ἑσπέρας, ἄγευστος ἄρτου δυνήσεται ἐναντίον πολεμεῖν, | |
| εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν, | 164 |
| εἴπερ γὰρ τῇ ψυχῇ προθυμεῖται μάχεσθαι, | |
| ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει | 165 |
| ἀλλὰ γε κατὰ μικρὸν λεληθότως τὰ μέλη βαρύνονται, καὶ καταλαμβάνει | |
| δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατ' ἰόντι. | 166 |
| δίψα τε καὶ πεῖνα, βλάπτονται δὲ καὶ ἀσθενοῦσι τὰ γόνατα πορευομένῳ· | |
| ὃς δέ κ' ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς | 167 |
| ὃς δ᾽ ἂν ἀνὴρ οἴνου ἐμπλησθεὶς καὶ τροφῆς | |
| ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ, | 168 |
| τοῖς πολεμίοις ἀνδράσι δι' ὅλης τῆς ἡμέρας μάχηται, | |
| θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα | 169 |
| εὔτολμος δὴ αὐτῷ ἡ ψυχὴ ἐν λόγῳ καὶ διανοίᾳ, οὐδέ τι τὰ μέλη | |
| πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο. | 170 |
| πρότερον ἀσθενοῦσι, πρὶν ἢ πάντας παύσασθαι τοῦ πολέμου. | |
| ἀλλ' ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι | 171 |
| ἀλλ᾿ ἄγε τὸν λαὸν μὲν διάλυσον, καὶ δεῖπνον ἐπίταξον | |
| ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 172 |
| ἑτοιμασθῆναι, τὰ δῶρα δὲ ὁ βασιλεὺς τῶν λαῶν Ἀγαμέμνων | |
| οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ | 173 |
| κομισάτω εἰς τὸ μέσον τῆς ἀγορᾶς, ὅπως πάντες οἱ Ἕλληνες | |
| ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς. | 174 |
| θεάσωνται τοῖς ὀφθαλμοῖς, σὺ δὲ ἐν τῇ σῇ διανοίᾳ διαχυθῇς καὶ εὐφρανθῇς. | |
| ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς | 175 |
| ὀμνύτω δέ σοι ὅρκον ἐν μέσῳ τῶν Ἑλλήνων ἀναστάς, | |
| μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι· | 176 |
| μηδέ ποτε ἐπιβῆναι τῆς κοίτης αὐτῆς, καὶ περάναι. | |
| ἣ θέμις ἐστὶν ἄναξ ἤ τ' ἀνδρῶν ἤ τε γυναικῶν· | 177 |
| - | |
| καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω. | 178 |
| καὶ δὴ καὶ σοὶ αὐτῷ ἔστω ἡ ψυχὴ εὐμενὴς ἐν τῇ διανοίᾳ. | |
| αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω | 179 |
| μετὰ ταῦτα δέ σε φιλοφρονησάτω ἐν ταῖς σκηναῖς ἑστιάσει λιπαρᾷ καὶ δαψιλεῖ, | |
| πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα. | 180 |
| ὅπως μηδὲν τῶν δικαίων ἐνδεὲς καὶ ἐλλιπὲς ἔχῃς. | |
| Ἀτρεΐδη σὺ δ' ἔπειτα δικαιότερος καὶ ἐπ' ἄλλῳ | 181 |
| σὺ δέ, ὦ υἱὲ τοῦ Ἀτρέως, μετὰ ταῦτα δίκαιος καὶ ἐν ἄλλῳ | |
| ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα | 182 |
| ἔσῃ, οὐδαμῶς γὰρ μεμπτόν τί ἐστιν, βασιλέα | |
| ἄνδρ' ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ. | 183 |
| ἄνδρα ἐξιλάσασθαι, ὁπηνίκα τις ἂν πρότερον παροργίσῃ. | |
| τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 184 |
| πρὸς τοῦτον δὲ εἶπεν ὁ βασιλεὺς τῶν λαῶν Ἀγαμέμνων· | |
| χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας· | 185 |
| τέρπομαι, ὦ υἱὲ τοῦ Λαέρτου, ἀκούσας σου τὸν λόγον· | |
| ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας. | 186 |
| κατὰ τὸ πρέπον γὰρ ἅπαντα διεξῆλθες καὶ ἀκριβῶς εἶπας· | |
| ταῦτα δ' ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός, | 187 |
| ταῦτα δὲ ἐγὼ βούλομαι ὀμόσαι, προτρέπει γάρ με ἡ ψυχή, | |
| οὐδ' ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς | 188 |
| οὐδὲ ἐπίορκον ὀμόσω ἔμπροσθεν τοῦ θεοῦ· Ἀχιλλεὺς δὲ | |
| μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος· | 189 |
| ἐπιμενέτω αὐτόθι πρός γε τὸ παρὸν ἐν ὀλίγῳ, καίπερ σπεύδων ἐπὶ τὸν πόλεμον, | |
| μίμνετε δ' ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα | 190 |
| ἐπιμένετε δὲ καὶ οἱ ἄλλοι πάντες ἀθρόοι, ἕως ἂν τὰ δῶρα | |
| ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν. | 191 |
| ἐκ τῆς σκηνῆς ἔλθωσι, καὶ τοὺς πιστοὺς ὅρκους ποιήσωμεν· | |
| σοὶ δ' αὐτῷ τόδ' ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω· | 192 |
| σοὶ δὲ αὐτῷ τοῦτο ἐγὼ ἐντέλλομαι καὶ ἐπιτάττω (ἀξιῶ), | |
| κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν | 193 |
| ἐπιλεξάμενος νεανίας ἀριστεῖς τῶν πάντων Ἑλλήνων, | |
| δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσ' Ἀχιλῆϊ | 194 |
| τὰ δῶρα παρὰ τῆς ἐμῆς νεὼς ἔνεγκαι, ὅσα τῷ Ἀχιλλεῖ | |
| χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας. | 195 |
| τῇ νυκτὶ τῆς χθὲς ἡμέρας ὑπεσχόμεθα δώσειν, ἄγαγε δὲ τὰς γυναῖκας· | |
| Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν | 196 |
| ὁ Ταλθύβιος δέ μοι ταχέως κατὰ τὸν πλατὺν στρατὸν τῶν Ἑλλήνων | |
| κάπρον ἑτοιμασάτω ταμέειν Διί τ' Ἠελίῳ τε. | 197 |
| κάπρον παρασκευασάτω, θῦσαι τῷ τε Διί, καὶ τῷ Ἡλίῳ. | |
| τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 198 |
| πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεύς· | |
| Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 199 |
| ὦ υἱὲ τοῦ Ἀτρέως ἐνδοξότατε βασιλεῦ τοῦ λαοῦ Ἀγάμεμνον, | |
| ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι, | 200 |
| ἄλλοτέ γε καὶ μᾶλλον ὀφείλετε ταῦτα ἐνεργεῖν τε καὶ τελεσιουργεῖν, | |
| ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται | 201 |
| ὁπόταν τις μετὰ ταῦτα ἀνάπαυσις τοῦ πολέμου γένηται, | |
| καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι. | 202 |
| καὶ οὐ τοσαύτη προθυμία ὑπάρχῃ ἐν τῷ ἐμῷ στήθει. | |
| νῦν δ' οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν | 203 |
| νυνὶ δὲ οὗτοι μὲν κεῖνται κατακεκομμένοι, οὓς ἀπέκτεινεν | |
| Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν, | 204 |
| Ἕκτωρ ὁ υἱὸς τοῦ Πριάμου, ἡνίκα ὁ Ζεὺς δόξαν αὐτῷ ἐδωρήσατο. | |
| ὑμεῖς δ' ἐς βρωτὺν ὀτρύνετον· ἦ τ' ἂν ἔγωγε | 205 |
| ὑμεῖς δὲ πρὸς βρῶσιν προτρέπετε· ὄντως ἂν ἔγωγε | |
| νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν | 206 |
| νυνὶ μὲν ἐπιτάττοιμι μάχεσθαι τοὺς υἱοὺς τῶν Ἑλλήνων | |
| νήστιας ἀκμήνους, ἅμα δ' ἠελίῳ καταδύντι | 207 |
| νήστεις πεινῶντας (ἀγεύστους), ἅμα δὲ ἡλίῳ δύντι | |
| τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην. | 208 |
| ποιῆσαι δεῖπνον μέγα, ἐπειδὰν τὴν ὑπὲρ τῶν ἀποθανόντων ὕβριν καὶ βλάβην ἐκδικήσωμεν· | |
| πρὶν δ' οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη | 209 |
| πρὸ τοῦ δέ, οὐδαμῶς ἂν ἔμοιγε εἰς τὸν ἀγαπητὸν λαιμὸν εἰσέλθοι | |
| οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος | 210 |
| οὐ πόσις, οὐδὲ βρῶσις ἀποθανόντος τοῦ φίλου, | |
| ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ | 211 |
| ὅστις μοι ἐν τῇ σκηνῇ κατακεκομμένος σιδήρῳ ὀξεῖ | |
| κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δ' ἑταῖροι | 212 |
| κεῖται, κατὰ τὸ πρόθυρον κεκλιμένος, περὶ αὐτὸν δὲ οἱ φίλοι | |
| μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν, | 213 |
| ὀλοφύρονται, διὰ τοῦτό μοι οὐδαμῶς ταῦτα ἐν τῇ διανοίᾳ διὰ φροντίδος εἰσίν, | |
| ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν. | 214 |
| ἀλλ᾽ ἀνδροφονία, καὶ αἷμα, καὶ χαλεπὸς ἀναστεναγμὸς τῶν ἀνδρῶν. | |
| τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· | 215 |
| πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ πολύβουλος Ὀδυσσεύς· | |
| ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ' Ἀχαιῶν, | 216 |
| ὦ Ἀχιλλεῦ υἱὲ τοῦ Πηλέως πάνυ κράτιστε τῶν Ἑλλήνων, | |
| κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ | 217 |
| κρείσσων ὑπάρχεις ἐμοῦ καὶ βελτίων πολλῷ | |
| ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην | 218 |
| τῷ δόρατι, νοήματι δὲ καὶ βουλῇ ἐγὼ περιγενοίμην ἄν σου | |
| πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα. | 219 |
| πολλῷ, ἐπειδὴ πρότερον ἐτέχθην, καὶ πλείω ἐπίσταμαι, | |
| τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν. | 220 |
| δι' ὅ σοι ἡ καρδία ὑπομεινάτω καὶ πεισθήτω τοῖς ἐμοῖς λόγοις. | |
| αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν, | 221 |
| ταχέως ἐγγίνεται τοῖς ἀνθρώποις πλησμονή, καὶ κόρος τῆς μάχης, | |
| ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν, | 222 |
| ἧς γε πλείστην μὲν καλάμην (ἤγουν πολλοὺς ἄνδρας) κατὰ γῆς ὁ σίδηρος ἔχεεν. | |
| ἄμητος δ' ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα | 223 |
| ὁ θεριζόμενος δὲ καρπὸς (ἤγουν οἱ ζῶντες) πάνυ ὀλίγος ἐστίν, ἐπειδὰν κλίνῃ ἄλλως καὶ τρέψῃ τὰς πλάστιγγας | |
| Ζεύς, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. | 224 |
| ὁ Ζεύς, ὅστις τῶν ἀνθρώπων φύλαξ καὶ δοτὴρ τοῦ πολέμου ὑπάρχει· | |
| γαστέρι δ' οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς· | 225 |
| τῇ γαστρὶ δὲ οὐκ ἔστι δυνατὸν πενθῆσαι τοὺς Ἕλληνας τὸν νεκρόν, | |
| λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα | 226 |
| πάνυ γὰρ πολλοὶ καὶ ἀλλεπάλληλοι κατὰ πάσας τὰς ἡμέρας | |
| πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο; | 227 |
| ἀποθνήσκουσι· πότε τις ἂν ἐπικουφισθείη τοῦ πόνου καὶ τῆς ταλαιπωρίας; | |
| ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι | 228 |
| ἀλλὰ δεῖ τοῦτον μὲν κατακαίειν ὃς ἂν ἀποθάνῃ, | |
| νηλέα θυμὸν ἔχοντας ἐπ' ἤματι δακρύσαντας· | 229 |
| ἀνηλῆ καὶ ἀπαθῆ ψυχὴν ἔχοντας, ἡμέρᾳ μιᾷ δακρύσαντας, | |
| ὅσσοι δ' ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται | 230 |
| ὅσοι δ᾽ ἂν ἐκ τοῦ μισητοῦ πολέμου περιλείπωνται | |
| μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρ' ἔτι μᾶλλον | 231 |
| μνημονεύειν πόσεως καὶ τροφῆς (βρώσεως), ὅπως ἔτι μᾶλλον | |
| ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ | 232 |
| τοῖς πολεμίοις ἀνδράσι πολεμῶμεν ἀδιαλείπτως τὸν πάντα χρόνον, | |
| ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην | 233 |
| ἐνδυσάμενοι περὶ τὸ σῶμα τὸν ἀκαταπόνητον σίδηρον, μηδὲ ἄλλην τις | |
| λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω· | 234 |
| τῶν λαῶν προτροπὴν καὶ παρόρμησιν προσδεχόμενος διακωλυέτω, καὶ ἀναμενέτω. | |
| ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται | 235 |
| αὕτη γὰρ ἡ προτροπὴ ἐπὶ κακῷ καὶ βλάβει ἔσται ἐκείνῳ, ὃς ἂν ἐναπολειφθῇ | |
| νηυσὶν ἐπ' Ἀργείων· ἀλλ' ἀθρόοι ὁρμηθέντες | 236 |
| παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων, ἀλλ᾿ ὁμοθυμαδὸν σύμπαντες ὁρμήσαντες | |
| Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα. | 237 |
| ἐπὶ τοὺς ἱππικοὺς Τρῷας συστήσωμεν, καὶ συναυξήσωμεν πόλεμον σφοδρόν. | |
| ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο | 238 |
| εἶπε, καὶ τοὺς υἱοὺς τοῦ ἐνδόξου Νέστορος προσελάβετο καὶ ὀπαδοὺς ἔσχε, | |
| Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε | 239 |
| καὶ Μέγητα τὸν υἱὸν τοῦ Φυλέως, καὶ τὸν Θόαντα, καὶ τὸν Μηριόνην, | |
| καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον· | 240 |
| καὶ Λυκομήδη τὸν υἱὸν τοῦ Κρείοντος, καὶ τὸν Μελάνιππον. | |
| βὰν δ' ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο. | 241 |
| ὥρμησαν δὲ πορεύεσθαι εἰς τὴν σκηνὴν Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως. | |
| αὐτίκ' ἔπειθ' ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον· | 242 |
| μετὰ ταῦτα δὲ παραχρῆμα ὁμοῦ λόγος τε ἦν καὶ τὸ ἔργον ἐτελέσθη. | |
| ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη, | 243 |
| ἑπτὰ μὲν λέβητας ἐκ τῆς σκηνῆς ἤνεγκαν, οὓς ὑπέσχετο, | |
| αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους· | 244 |
| πυριβάτας δὲ λέβητας εἴκοσι, ἵππους δὲ δώδεκα· | |
| ἐκ δ' ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας | 245 |
| ἐξῆγον δὲ ταχέως γυναῖκας ἀμώμητα ἔργα ἐπισταμένας | |
| ἕπτ', ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον. | 246 |
| ἑπτά, ὀγδόην δὲ τὴν ὠραίαν θυγατέρα τοῦ Βρισέως· | |
| χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα | 247 |
| χρυσοῦ δὲ δέκα πάντα τάλαντα ζυγοστατήσας ὁ Ὀδυσσεὺς | |
| ἦρχ', ἅμα δ' ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν. | 248 |
| ἡγεῖτο, ὁμοῦ δὲ οἱ ἄλλοι νεανίαι τῶν Ἑλλήνων ἔφερον τὰ δῶρα, | |
| καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δ' Ἀγαμέμνων | 249 |
| καὶ ταῦτα μὲν ἐν τῷ μέσῳ τῆς ἀγορᾶς κατέθηκαν· Ἀγαμέμνων δὲ | |
| ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν | 250 |
| ἀνέστη, Ταλθύβιος δὲ ὁ κατὰ τὴν φωνὴν ὅμοιος θεῷ | |
| κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν. | 251 |
| κάπρον κατέχων ἐν τῇ χειρὶ παρέστη τῷ βασιλεῖ τοῦ στρατοῦ. | |
| Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν, | 252 |
| ὁ υἱὸς δὲ τοῦ Ἀτρέως ἑλκύσας ταῖς χερσὶ τὴν μάχαιραν, | |
| ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο, | 253 |
| ἥτις αὐτῷ παρὰ τὴν μεγάλην θήκην τοῦ ξίφους ἀεὶ παρῃωρεῖτο, | |
| κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν | 254 |
| τὰς τρίχας τοῦ κάπρου διανείμας, ἄρας τὰς χεῖρας τῷ Διὶ | |
| εὔχετο· τοὶ δ' ἄρα πάντες ἐπ' αὐτόφιν εἵατο σιγῇ | 255 |
| ηὔχετο· οὗτοι δὲ ὁμοῦ πάντες ὑπὸ τῷ αὐτῷ ἐκάθηντο σιγῇ. | |
| Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος. | 256 |
| οἱ Ἕλληνες κατὰ τὸ πρέπον ἀκούοντες τοῦ βασιλέως. | |
| εὐξάμενος δ' ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· | 257 |
| εὐξάμενος δὲ εἶπεν ἀναβλέψας εἰς τὸν πλατὺν καὶ μέγαν οὐρανόν· | |
| ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος | 258 |
| μαρτυρείτω νῦν πρῶτον ὁ Ζεὺς ὁ ἐξοχώτατος τῶν θεῶν καὶ κράτιστος, | |
| Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θ' ὑπὸ γαῖαν | 259 |
| καὶ ἡ Γῆ, καὶ ὁ Ἥλιος, καὶ αἱ Ἐριννύες, αἵτινες ὑπὸ τὴν γῆν | |
| ἀνθρώπους τίνυνται, ὅτις κ' ἐπίορκον ὀμόσσῃ, | 260 |
| τιμωροῦνται, καὶ κολάζουσι τοὺς ἀνθρώπους, ὃς ἂν ἐπιορκέσῃ· | |
| μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρ' ἐπένεικα, | 261 |
| οὐκέτι ἐγὼ τῇ νέᾳ θυγατρὶ τοῦ Βρισέως χεῖρα ἐπιθῆναι βουλήσομαι, | |
| οὔτ' εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου. | 262 |
| οὔτε συνουσίας αἰτίᾳ καὶ ἀφορμῇ χρώμενος, οὔτε τινὸς ἄλλου, | |
| ἀλλ' ἔμεν' ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν. | 263 |
| ἀλλ᾽ εἶναι ἄθικτον συνουσίας καὶ μίξεως ἐν ταῖς ἐμαῖς σκηναῖς· | |
| εἰ δέ τι τῶνδ' ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν | 264 |
| εἰ δέ τι τούτων οὐκ ἔστιν εὔορκον, εἴθε δοῖεν ἐμοὶ οἱ θεοὶ λύπας καὶ ὀδύνας | |
| πολλὰ μάλ', ὅσσα διδοῦσιν ὅτίς σφ' ἀλίτηται ὀμόσσας. | 265 |
| πάνυ πολλάς, ὅσας διδόασιν ἐκείνῳ, ὃς ἂν αὐτοῖς ἁμάρτῃ καὶ παραβῇ ὀμόσας. | |
| ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ. | 266 |
| εἶπε, καὶ τὸ τῆς γαστρὸς στόμα, ἤγουν τὸν φάρυγγα τοῦ κάπρου ἀπέκοψε σιδήρῳ ἀνηλεεῖ. | |
| τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα | 267 |
| τοῦτον μὲν οὖν Ταλθύβιος εἰς τὸ μέγα κῦμα τῆς λευκῆς θαλάσσης | |
| ῥῖψ' ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς | 268 |
| ἔρριψε συστρέψας, βρῶσιν τοῖς ἰχθύσιν· ὁ Ἀχιλλεὺς δὲ | |
| ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα· | 269 |
| ἀναστὰς ἐν τοῖς πολεμικοῖς Ἕλλησιν ἔλεγεν· | |
| Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα· | 270 |
| ὦ Ζεῦ πάτερ, ὄντως που μεγάλας βλάβας τοῖς ἀνθρώποις ἐπάγεις, | |
| οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν | 271 |
| οὐκ ἂν ποτε τὸν θυμὸν ἐν τοῖς ἐμοῖς στήθεσιν | |
| Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην | 272 |
| ἠρέθισε παντελῶς ὁ υἱὸς τοῦ Ἀτρέως, οὐδ᾽ ἂν τὴν νέαν | |
| ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς | 273 |
| ἀφείλετο ἄκοντος ἐμοῦ, ἀλλ᾽ ἴσως (που) Ζεὺς πρὸς ὃν οὐκ ἔστι μηχανήσασθαι | |
| ἤθελ' Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι. | 274 |
| ἐβούλετο θάνατον γενέσθαι Ἕλλησι πολλοῖς. | |
| νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα. | 275 |
| νυνὶ δὲ πορεύεσθε ἐπὶ δεῖπνον, ὅπως συστήσωμεν πόλεμον σφοδρόν. | |
| ὣς ἄρ' ἐφώνησεν, λῦσεν δ' ἀγορὴν αἰψηρήν. | 276 |
| οὕτω δὴ εἶπε, διέλυσε δὲ τὴν ἐκκλησίαν ταχέως. | |
| οἳ μὲν ἄρ' ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος, | 277 |
| οὗτοι μὲν οὖν διεμερίσθησαν ἕκαστος ἐπὶ τὴν ἑαυτοῦ ναῦν, | |
| δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο, | 278 |
| τὰ δῶρα δὲ οἱ μεγαλόψυχοι Μυρμιδόνες ἀνελάμβανον, | |
| βὰν δ' ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο. | 279 |
| ἐπορεύθησαν δὲ φέροντες αὐτὰ ἐπὶ τὴν ναῦν τοῦ θείου Ἀχιλλέως, | |
| καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας, | 280 |
| καὶ ταῦτα μὲν ἀπέθεντο ἐν ταῖς σκηναῖς, ἐκάθισαν δὲ αἱ γυναῖκες, | |
| ἵππους δ' εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί. | 281 |
| τοὺς ἵππους δὲ εἰς τὴν ἀγέλην ἀνῆκαν οἱ λαμπροί θεράποντες. | |
| Βρισηῒς δ' ἄρ' ἔπειτ' ἰκέλη χρυσέῃ Ἀφροδίτῃ | 282 |
| μετὰ ταῦτα δὲ ἡ θυγάτηρ τοῦ Βρισέως ὁμοία Ἀφροδίτῃ τῇ χρυσῇ | |
| ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ, | 283 |
| ἐπειδὴ ἐθεάσατο τὸν Πάτροκλον κατακεκομμένον σιδήρῳ τμητικῷ, | |
| ἀμφ' αὐτῷ χυμένη λίγ' ἐκώκυε, χερσὶ δ' ἄμυσσε | 284 |
| περικεχυμένη αὐτῷ, ὀξέως ἐθρήνει, ἐσπάραττε δὲ ταῖς χερσὶ καὶ ἔδρυπτε | |
| στήθεά τ' ἠδ' ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα. | 285 |
| τά τε στήθη, καὶ τὸν ἁπαλὸν τράχηλον, καὶ τὸ περικαλλὲς πρόσωπον, | |
| εἶπε δ' ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι· | 286 |
| εἶπε δὲ κλαίουσα ἡ ταῖς θεαῖς ὁμοία γυνή· | |
| Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ | 287 |
| ὦ Πάτροκλε, τὰ μάλιστα ἐμοὶ τῇ ἀθλίᾳ πεφιλημένε κατά ψυχήν, | |
| ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα, | 288 |
| ζῶντα μέν σε κατέλιπον ἐγὼ ἐκ τῆς σκηνῆς ἀπιοῦσα, | |
| νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν | 289 |
| νῦν δέ σε τεθνεῶτα εὑρίσκω, ἡγεμὼν τοῦ στρατοῦ, | |
| ἂψ ἀνιοῦσ'· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί. | 290 |
| ἐπανελθοῦσα· ὄντως ἀεὶ δεινὸν ἐκ δεινοῦ με διαδέχεται (μοι ἐπέρχεται)· | |
| ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ | 291 |
| τὸν ἄνδρα μέν, ᾧτινι παρέδωκάν με ὁ πατὴρ καὶ ἡ σεβαστὴ μήτηρ, | |
| εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ, | 292 |
| ἐπεῖδον πρὸ (ἔμπροσθεν) τῆς πόλεως κατακεκομμένον σιδήρῳ τμητικῷ, | |
| τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ, | 293 |
| καὶ τοὺς τρεῖς ἀδελφούς, οὓς ἡ αὐτή μοι μήτηρ ἔτεκε, | |
| κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον. | 294 |
| προσφιλεῖς καὶ πεφροντισμένους μου οἱ ἅμα πάντες ἀφανιστικὴν ἡμέραν ἀνθείλοντο· | |
| οὐδὲ μὲν οὐδέ μ' ἔασκες, ὅτ' ἄνδρ' ἐμὸν ὠκὺς Ἀχιλλεὺς | 295 |
| οὐ μὴν εἴας με οὐδ᾽ ὅταν τὸν ἐμὸν ἄνδρα ὁ ταχύπους Ἀχιλλεύς | |
| ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος, | 296 |
| ἀπέκτεινεν, ἐξεπόρθησε δὲ τὴν πόλιν τοῦ θείου Μύνητος, | |
| κλαίειν, ἀλλά μ' ἔφασκες Ἀχιλλῆος θείοιο | 297 |
| κλαίειν καὶ θρηνεῖν, ἀλλά με ἔλεγες τοῦ θείου Ἀχιλλέως | |
| κουριδίην ἄλοχον θήσειν, ἄξειν τ' ἐνὶ νηυσὶν | 298 |
| ὥσπερ ἐκ παρθενίας γαμετὴν ποιήσειν, καὶ ἀπάξειν ἐν ταῖς ναυσὶν | |
| ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι. | 299 |
| εἰς τὴν Φθίην, ἑστιάσεσι δὲ ποιήσειν τοὺς γάμους ἐν τοῖς Μυρμιδόσι. | |
| τώ σ' ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί. | 300 |
| διὰ τοῦτό σε ἀπαύστως δακρύω καὶ θρηνῶ ἀποθανόντα, πρᾷον καὶ προσηνῆ ὄντα διαπαντός. | |
| ὣς ἔφατο κλαίουσ', ἐπὶ δὲ στενάχοντο γυναῖκες | 301 |
| οὕτως εἶπε δακρύουσα, ἐπεστέναζον δὲ αἱ γυναῖκες | |
| Πάτροκλον πρόφασιν, σφῶν δ' αὐτῶν κήδε' ἑκάστη. | 302 |
| προφάσει μὲν καὶ ἀφορμῇ διὰ τὸν Πάτροκλον, τῇ ἀληθείᾳ δὲ πᾶσαι διὰ τὰς ἑαυτῶν συμφορὰς καὶ λύπας. | |
| αὐτὸν δ' ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο | 303 |
| περὶ αὐτὸν δὲ οἱ ἐν τέλει τῶν Ἑλλήνων συνηθροίσθησαν, | |
| λισσόμενοι δειπνῆσαι· ὃ δ' ἠρνεῖτο στεναχίζων· | 304 |
| παρακαλοῦντες φαγεῖν· οὗτος δὲ ἀνένευε στενάζων καὶ λέγων. | |
| λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ' ἑταίρων, | 305 |
| παρακαλῶ, εἴ τις τῶν ἀγαπητῶν φίλων πείθεταί μοι, | |
| μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος | 306 |
| μὴ πρότερόν με προτρέπετε βρώσεως, μηδὲ πόσεως | |
| ἄσασθαι φίλον ἦτορ, ἐπεί μ' ἄχος αἰνὸν ἱκάνει· | 307 |
| ἐμπλῆσαι τὴν ἀγαπητὴν ψυχήν, ἐπειδή με λύπη χαλεπὴ κατέχει· | |
| δύντα δ' ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης. | 308 |
| μέχρι γὰρ ἡλίου δύντος καὶ ἑσπέρας ἐπιμενῶ καὶ καρτερήσω πάντως. | |
| ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας, | 309 |
| οὕτως εἰπὼν τοὺς ἄλλους μὲν βασιλεῖς διέλυσεν· | |
| δοιὼ δ' Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς | 310 |
| οἱ δύο δὲ υἱοὶ τοῦ Ἀτρέως παρέμενον, καὶ ὁ ἐνδοξότατος Ὀδυσσεύς, | |
| Νέστωρ Ἰδομενεύς τε γέρων θ' ἱππηλάτα Φοῖνιξ | 311 |
| καὶ ὁ Νέστωρ, καὶ ὁ Ἰδομενεύς, καὶ ὁ γέρων ἱππικὸς Φοίνιξ, | |
| τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ | 312 |
| παραμυθούμενοι συνετῶς καὶ σοφῶς αὐτὸν λυπούμενον· οὐδαμῶς δὲ κατὰ ψυχὴν | |
| τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος. | 313 |
| ἐκουφίζετο τῆς λύπης, πρὶν ἢ εἰσελθεῖν εἰς τὸ στόμα τοῦ αἱμάτων γέμοντος πολέμου. | |
| μνησάμενος δ' ἁδινῶς ἀνενείκατο φώνησέν τε· | 314 |
| ἀναμνησθεὶς δὲ ἐλεεινῶς καὶ οἰκτρῶς ἀνεστέναξε, καὶ πολὺ ἀγαγὼν πνεῦμα ἐφώνησεν. | |
| ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθ' ἑταίρων | 315 |
| ὄντως δή μοί ποτε καὶ σὺ κακόμοιρε καὶ δυστυχέστατε φίλτατε φίλων, | |
| αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας | 316 |
| αὐτὸς ἐν ταῖς σκηναῖς ἡδὺ καὶ προσηνὲς δεῖπνον παρέθηκας | |
| αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατ' Ἀχαιοὶ | 317 |
| ταχέως καὶ διεγερτικῶς, ἡνίκα ἔσπευδον οἱ Ἕλληνες | |
| Τρωσὶν ἐφ' ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα. | 318 |
| ἐπὶ τοὺς ἱππικοὺς Τρῷας ἐπαγαγεῖν τὸν πολλῶν δακρύων αἴτιον πόλεμον. | |
| νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ | 319 |
| νυνὶ δὲ σὺ μὲν κεῖσαι κεκομμένος, ἡ ἐμὴ δὲ ψυχὴ | |
| ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον ἐόντων | 320 |
| ἄγευστος πόσεως καὶ βρώσεως, παρόντων, | |
| σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι, | 321 |
| διὰ τὸν σὸν πόθον καὶ τὴν στέρησιν, οὐδὲν γὰρ ἄλλο δεινότερον πάθοιμι ἄν, | |
| οὐδ' εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην, | 322 |
| οὐδ᾽ ἐὰν τὸν πατέρα ἀποθανόντα ἀκούσω, | |
| ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει | 323 |
| ὃς δήπου νυνὶ ἐν τῇ Φθίᾳ θαλερὸν δάκρυον καταχέει | |
| χήτεϊ τοιοῦδ' υἷος· ὃ δ' ἀλλοδαπῷ ἐνὶ δήμῳ | 324 |
| στερήσει καὶ ἐνδείᾳ τοῦ τοιούτου υἱοῦ. οὗτος (αὐτὸς) δὲ ἐν ἀλλοφύλῳ δήμῳ | |
| εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω· | 325 |
| ἕνεκα τῆς λυπηρᾶς καὶ μισητῆς Ἑλένης μάχομαι τοῖς Τρῳσίν· | |
| ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός, | 326 |
| ἢ τοῦτον, ὅς μοι ἐν τῇ Σκύρῳ ἀνατρέφεται ἀγαπητὸς υἱός, | |
| εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής. | 327 |
| εἴπου ἔτι ζῇ ὁ θεῖον εἶδος ἔχων Νεοπτόλεμος· | |
| πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει | 328 |
| πρότερον μὲν γάρ μοι ἡ ψυχὴ ἐν τῷ στήθει προσεδόκα | |
| οἶον ἐμὲ φθίσεσθαι ἀπ' Ἄργεος ἱπποβότοιο | 329 |
| μόνον ἐμὲ ἀποθανεῖσθαι ἀπὸ τοῦ ἱπποτρόφου Ἄργους | |
| αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι, | 330 |
| αὐτόθι ἐν τῇ Τροίᾳ, σὲ δὲ εἰς τὴν Φθίαν πορευθῆναι, | |
| ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ | 331 |
| ὅπως ἄν μοι τὸν υἱὸν σὺν ταχείᾳ μελαίνῃ νηὶ | |
| Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα | 332 |
| ἐκ τῆς Σκύρου ἀγάγοις, καὶ ἐπιδείξειας αὐτῷ ἅπαντα | |
| κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα. | 333 |
| τὰ ἐμὰ κτήματα, καὶ τὰς δούλας, καὶ τὸν μέγαν καὶ ὑψηλὸν οἶκον· | |
| ἤδη γὰρ Πηλῆά γ' ὀΐομαι ἢ κατὰ πάμπαν | 334 |
| ἤδη γὰρ τὸν Πηλέα οἴομαι, ἢ παντελῶς | |
| τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντ' ἀκάχησθαι | 335 |
| ἀποθανεῖν, ἢ ἔτι βραχεῖ βιωσίμῳ ζῶντα λυπεῖσθαι καὶ ἀλγεῖν | |
| γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ | 336 |
| γήρᾳ τε μισητῷ, καὶ τὴν ἐμὴν ἀεὶ προσδεχόμενον | |
| λυγρὴν ἀγγελίην, ὅτ' ἀποφθιμένοιο πύθηται. | 337 |
| χαλεπὴν ἀγγελίαν, πότε ἀποθανόντα ἀκούσει. | |
| ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες, | 338 |
| οὕτως εἶπε δακρύων, ἐπεστέναζον δὲ οἱ ἐν τέλει, | |
| μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον· | 339 |
| ἀναμνησθέντες ἅπερ ἕκαστος ἐν τῷ οἴκῳ κατέλιπεν. | |
| μυρομένους δ' ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων, | 340 |
| ὀλοφυρομένους δὲ τούτους θεασάμενος ᾤκτειρεν ὁ υἱὸς τοῦ Κρόνου, | |
| αἶψα δ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· | 341 |
| ταχέως δὲ πρὸς τὴν Ἀθηνᾶν λόγους ταχεῖς ἔλεγεν· | |
| τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος. | 342 |
| ὦ τέκνον ἐμόν, παντελῶς ἤδη κεχώρισαι ἀνδρὸς ἀγαθοῦ. | |
| ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετ' Ἀχιλλεύς; | 343 |
| ὄντως που οὐκέτι πάνυ σοι ἐν τῇ διανοίᾳ διὰ φροντίδος ἐστὶν ὁ Ἀχιλλεὺς | |
| κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων | 344 |
| ἐκεῖνος, ὅς γε ἔμπροσθεν τῶν ὀρθοπρύμνων νεῶν | |
| ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι | 345 |
| κάθηται ὀλοφυρόμενος καὶ θρηνῶν τὸν ἀγαπητὸν φίλον· οἱ ἄλλοι δὲ | |
| οἴχονται μετὰ δεῖπνον, ὃ δ' ἄκμηνος καὶ ἄπαστος. | 346 |
| ἐπορεύθησαν ἐπὶ δεῖπνον, οὗτος δὲ νῆστις καὶ ἄγευστος ἐστίν. | |
| ἀλλ' ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν | 347 |
| ἀλλ᾽ ἄπιθι καὶ νέκταρ καὶ ἀμβροσίαν ἐπέραστον | |
| στάξον ἐνὶ στήθεσσ', ἵνα μή μιν λιμὸς ἵκηται. | 348 |
| ἔνσταξον εἰς τὸ στῆθος, ὅπως μὴ λιμὸς αὐτὸν καταλάβῃ. | |
| ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην· | 349 |
| οὕτως εἰπὼν διήγειρε τὴν καὶ πρότερον προθυμουμένην Ἀθηνᾶν. | |
| ἣ δ' ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ | 350 |
| αὕτη δὲ ὁμοία ἰκτίνῳ ἐκτεταμένα πτερὰ ἔχοντι, ὀξυφώνῳ, | |
| οὐρανοῦ ἐκκατεπᾶλτο δι' αἰθέρος. αὐτὰρ Ἀχαιοὶ | 351 |
| ἐκ τοῦ οὐρανοῦ καθήλατο διὰ τοῦ αἰθέρος. οἱ Ἕλληνες δὲ | |
| αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δ' Ἀχιλῆϊ | 352 |
| παραχρῆμα καθωπλίζοντο ἐν τῷ στρατοπέδῳ· αὕτη δὲ τῷ Ἀχιλλεῖ | |
| νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν | 353 |
| νέκταρ καὶ ἀμβροσίαν ἐπέραστον εἰς τὰ στήθη ἐνέσταξεν, | |
| στάξ', ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ' ἵκοιτο· | 354 |
| ὅπως μὴ λιμὸς λυπηρὸς καταλάβῃ τὰ γόνατα αὐτοῦ· | |
| αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ | 355 |
| αὐτὴ δὲ πρὸς τὸ τοῦ μεγαλοδυνάμου πατρὸς πυκνὸν καὶ στιβαρὸν δῶμα | |
| ᾤχετο, τοὶ δ' ἀπάνευθε νεῶν ἐχέοντο θοάων. | 356 |
| ἐπανῆκεν· οὗτοι δὲ ἀπὸ τῶν νεῶν τῶν ταχειῶν ἔτρεχον. | |
| ὡς δ' ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται | 357 |
| ὥσπερ δὲ ὅτε πυκναὶ καὶ συνεχεῖς νιφάδες ἐκ τοῦ Διὸς καταπέτονται | |
| ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο, | 358 |
| καὶ φέρονται ψυχραὶ ὑπὸ τῆς ὁρμῆς τοῦ αἰθρίας αἰτίου καὶ γεννητικοῦ Βορέου· | |
| ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι | 359 |
| οὕτως τότε συνεχεῖς αἱ περικεφαλαῖαι διαυγῶς λελαμπρυσμέναι, καὶ περιλάμπουσαι | |
| νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι | 360 |
| ἐκ τῶν νεῶν ἐφέροντο, καὶ αἱ ὀμφαλοὺς ἔχουσαι ἀσπίδες, | |
| θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα. | 361 |
| καὶ οἱ θώρακες οἱ ἰσχυρὰ γύαλα, ἤγουν κοιλώματα ἔχοντες, καὶ τὰ ἐκ μελίας δένδρου δόρατα· | |
| αἴγλη δ' οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν | 362 |
| ἡ αὐγὴ δὲ καὶ ἡ λαμπηδὼν εἰς τὸν οὐρανὸν ἀφίκνεῖ(κε)το, περιεγέλασε δὲ καὶ περιήστραψε πᾶσα ἡ γῆ | |
| χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν | 363 |
| ὑπὸ τῆς ἀστραπῆς καὶ περιστίλψεως τοῦ σιδήρου, κτύπος δὲ ἠγείρετο ὑπὸ τῶν ποδῶν | |
| ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς. | 364 |
| τῶν ἀνδρῶν, ἐν τῷ μέσῳ δὲ αὐτῶν καθωπλίζετο ὁ ἐνδοξότατος Ἀχιλλεύς· | |
| τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε | 365 |
| τούτου καὶ τῶν ὀδόντων μὲν ψόφος καὶ ἦχος μέγας ἀπετελεῖτο, οἱ ὀφθαλμοὶ δὲ αὐτοῦ | |
| λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ | 366 |
| περιέλαμπον, ὥσπερ πυρὸς λαμπηδών· εἰς τὴν ψυχὴν δὲ αὐτοῦ | |
| δῦν' ἄχος ἄτλητον· ὃ δ' ἄρα Τρωσὶν μενεαίνων | 367 |
| εἰσῆλθε λύπη ἀφόρητος· οὗτος δὲ τοῖς Τρῳσὶν ὀργιζόμενος καὶ παροξυνόμενος, | |
| δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων. | 368 |
| ἐνεδύσατο τὰ δῶρα τοῦ θεοῦ, ἅπερ ὁ Ἥφαιστος καμών καὶ πονήσας κατεσκεύασε. | |
| κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε | 369 |
| τὰς κνημῖδας μὲν οὖν πρῶτον περιέθηκε ταῖς κνήμαις | |
| καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· | 370 |
| τὰς καλάς, ἀργυροῖς καλύμμασι τῶν σφυρῶν προσηρμοσμένας· | |
| δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν. | 371 |
| δεύτερον δὲ τὸν θώρακα τοῖς στήθεσι περιεβάλετο, | |
| ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον | 372 |
| τοῖς ὤμοις δὲ περιήρτησε τὸ ἀργυροῖς ἥλοις πεπαρμένον ξίφος | |
| χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε | 373 |
| τὸ σιδηροῦν, μετὰ ταῦτα δὲ τὴν μεγάλην τε καὶ στερεὰν ἀσπίδα | |
| εἵλετο, τοῦ δ' ἀπάνευθε σέλας γένετ' ἠΰτε μήνης. | 374 |
| ἔλαβε, τούτου δὲ πόρρωθεν αὐγὴ ἐγίνετο, καθάπερ σελήνης. | |
| ὡς δ' ὅτ' ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ | 375 |
| ὥσπερ δὲ ὅταν ἐκ τοῦ πόντου λαμπηδὼν τοῖς ναύταις ἐπιφανείη | |
| καιομένοιο πυρός, τό τε καίεται ὑψόθ' ὄρεσφι | 376 |
| πυρὸς καιομένου, τοῦτο δὲ καίεται ἐφ᾽ ὕψους ἐν τοῖς ὄρεσιν, | |
| σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δ' οὐκ ἐθέλοντας ἄελλαι | 377 |
| ἐν ἐπαύλει, καθ᾽ ἣν μόνος τις διατρίβει, τούτους δὲ μὴ βουλομένους οἱ ἄνεμοι | |
| πόντον ἐπ' ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν· | 378 |
| κατὰ (ἐπὶ) τὸν τοὺς ἰχθύας ἔχοντα πόντον πόρρωθεν τῶν οἰκείων καὶ φίλων φέρουσιν. | |
| ὣς ἀπ' Ἀχιλλῆος σάκεος σέλας αἰθέρ' ἵκανε | 379 |
| οὕτως ἀπὸ τῆς ἀσπίδος τοῦ Ἀχιλλέως λαμπηδὼν εἰς τὸν αἰθέρα ἀφικνεῖτο, | |
| καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείρας | 380 |
| τῆς παμποικίλου περικαλλοῦς. ἄρας δὲ τὴν περικεφαλαίαν περιέθετο | |
| κρατὶ θέτο βριαρήν· ἣ δ' ἀστὴρ ὣς ἀπέλαμπεν | 381 |
| τῇ κεφαλῇ τὴν στιβαρὴν καὶ στερεάν· αὕτη δὲ ὥσπερ ἀστὴρ ἔλαμπεν | |
| ἵππουρις τρυφάλεια, περισσείοντο δ' ἔθειραι | 382 |
| ἡ ἱππείας τρίχας ἔχουσα περικεφαλαία· περιεκινοῦντο δὲ αἱ κόμαι | |
| χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς. | 383 |
| αἱ χρυσαῖ, ἃς ὁ Ἥφαιστος ἔβαλε περὶ τὸν λόφον πυκνάς· | |
| πειρήθη δ' ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς, | 384 |
| πεῖραν δὲ εἰλήφει ἑαυτοῦ ἐν τοῖς ὅπλοις ὁ ἐνδοξότατος Ἀχιλλεύς, | |
| εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα· | 385 |
| εἰ ἐφαρμόζοιεν αὐτῷ τὰ ὅπλα, καὶ τὰ λαμπρὰ μέλη ἐνάλλεσθαι αὐτοῖς δύναιτο, καὶ μὴ ἐμποδίζοιτο. | |
| τῷ δ' εὖτε πτερὰ γίγνετ', ἄειρε δὲ ποιμένα λαῶν. | 386 |
| τούτῳ δ' εὖ μάλα πτερὰ ταῦτα ἐγίνετο, ἐκούφιζε δὲ καὶ μετεώριζε τὸν βασιλέα τοῦ στρατοῦ· | |
| ἐκ δ' ἄρα σύριγγος πατρώϊον ἐσπάσατ' ἔγχος | 387 |
| ἐξέβαλε δὲ ἐκ τῆς δορατοθήκης τὸ πατρικὸν δόρυ | |
| βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατ' ἄλλος Ἀχαιῶν | 388 |
| τὸ βαρύ, καὶ ἐπώδυνον, τὸ μέγα καὶ στερεόν, τοῦτο οὐκ ἐδύνατο ἄλλος τις τῶν Ἑλλήνων | |
| πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς· | 389 |
| κινεῖν, ἀλλὰ μόνος ἐπίστατο ὁ Ἀχιλλεύς κινεῖν αὐτὸν | |
| Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων | 390 |
| τὴν ἐκ τοῦ Πηλίου ὄρους μελίαν, ἣν τῷ ἀγαπητῷ πατρὶ ἔκοψεν ὁ Χείρων | |
| Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν· | 391 |
| ἐκ τῆς κορυφῆς τοῦ Πηλίου, θάνατον εἶναι τοῖς ἥρωσι· | |
| ἵππους δ' Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες | 392 |
| τοὺς ἵππους δὲ ὅ τε Αὐτομέδων καὶ ὁ Ἄλκιμος εὐτρεπίζοντες ἦγον | |
| ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδν' ἕσαν, ἐν δὲ χαλινοὺς | 393 |
| ὑπὸ τὸν ζυγόν, περιέβαλον δὲ τοὺς καλοὺς ἐπιτραχηλίους ἱμάντας, | |
| γαμφηλῇς ἔβαλον, κατὰ δ' ἡνία τεῖναν ὀπίσσω | 394 |
| ἐνέβαλον δὲ τοὺς χαλινοὺς ταῖς σιαγόσιν, ἐξέτειναν δὲ τοὺς ῥυτῆρας εἰς τοὐπίσω | |
| κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν | 395 |
| πρὸς τὸ ἡνωμένον καὶ συμβεβλημένον ὄχημα· οὗτος δὲ μάστιγα λαμπρᾶν εἰληφὼς | |
| χειρὶ λαβὼν ἀραρυῖαν ἐφ' ἵπποιιν ἀνόρουσεν | 396 |
| τῇ χειρὶ ἐφαρμόζουσαν ἀνεπήδησεν ἐπὶ τῶν ἵππων | |
| Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς | 397 |
| ὁ Αὐτομέδων, ὄπισθεν δὲ καθοπλισθεὶς ἔστη ὁ Ἀχιλλεὺς | |
| τεύχεσι παμφαίνων ὥς τ' ἠλέκτωρ Ὑπερίων, | 398 |
| τοῖς ὅπλοις περιλάμπων, καθάπερ ὁ ὑπεράνω ἡμῶν περιφερόμενος ἥλιος, | |
| σμερδαλέον δ' ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· | 399 |
| καταπληκτικῶς δὲ παρεκελεύσατο τοῖς ἵπποις τοῦ ἑαυτοῦ πατρός· | |
| Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης | 400 |
| ὦ Ξάνθε καὶ Βαλίε, ὑπερένδοξα τέκνα τῆς Ποδάργης, | |
| ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα | 401 |
| κατ' ἄλλον δὴ τρόπον σκοπεῖτε σώσειν τοὺς ἡνιόχους | |
| ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χ' ἕωμεν πολέμοιο, | 402 |
| ὀπίσω εἰς τὸ πλῆθος τῶν Ἑλλήνων, ἐπειδὰν ἀναμιχθῶμεν τοῖς πολεμίοις (ἀναχωρήσωμεν τοῦ πολέμου), | |
| μηδ' ὡς Πάτροκλον λίπετ' αὐτόθι τεθνηῶτα. | 403 |
| μηδὲ ὥσπερ τὸν Πάτροκλον καταλίπετε αὐτόθι νεκρόν. | |
| τὸν δ' ἄρ' ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος | 404 |
| πρὸς τοῦτον δὲ εἶπε κάτωθεν ὑπὸ τὸν ζυγόν, ὁ κατὰ πόδας ταχὺς ἵππος | |
| Ξάνθος, ἄφαρ δ' ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη | 405 |
| Ξάνθος, ταχέως δὲ παρέκλινε τὴν κεφαλήν, πᾶς (παντὸς) δὲ ὁ αὐχὴν (τοῦ αὐχένος) τοῦ ἐπιτραχηλίου | |
| ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν· | 406 |
| ἀκροζύγου ἐκπεσὼν(όντος) κατηνέχθη ἐπὶ τὸ ἔδαφος τὸ ζυγὸν (πᾶσα δὲ ἡ ζεύγλη ἐκπεσοῦσα τῆς χαίτης κατηνέχθη ἐπὶ τὸ ἔδαφος)· | |
| αὐδήεντα δ' ἔθηκε θεὰ λευκώλενος Ἥρη· | 407 |
| φωνήεντα δὲ καὶ λογικοῦ ζώου φωνὴν ἔχοντα αὐτὸν ἐποίησεν ἡ θεὰ ἡ λευκόπηχυς Ἥρα· | |
| καὶ λίην σ' ἔτι νῦν γε σαώσομεν ὄβριμ' Ἀχιλλεῦ· | 408 |
| καὶ πάνυ σε νυνί γε ἔτι σώσωμεν, ἰσχυρὲ Ἀχιλλεῦ, | |
| ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς | 409 |
| ἀλλά σοι ἐγγύς ἐστιν ἡ ἀφανιστική ἡμέρα, οὐδέ σοι ἡμεῖς | |
| αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή. | 410 |
| πρόξενοι ταύτης, ἀλλὰ θεὸς μέγας, καὶ ἡ ἰσχυρὰ Μοῖρα· | |
| οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε | 411 |
| οὐδὲ γὰρ ἡμετέρᾳ ἀργίᾳ καὶ ἀκινησίᾳ | |
| Τρῶες ἀπ' ὤμοιιν Πατρόκλου τεύχε' ἕλοντο· | 412 |
| ἀφείλοντο τὰ ὅπλα οἱ Τρῷες ἀπὸ τῶν ὤμων τοῦ Πατρόκλου, | |
| ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ, | 413 |
| ἀλλὰ ὁ κράτιστος τῶν θεῶν, ὃν ἡ καλλίθριξ ἔτεκε Λητώ, | |
| ἔκταν' ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. | 414 |
| ἀπέκτεινεν ἐν τοῖς πρωταγωνισταῖς, καὶ δόξαν τῷ Ἕκτορι ἐδωρήσατο. | |
| νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν, | 415 |
| ἡμεῖς δὲ ὁμοίως καὶ τῇ πνοῇ τοῦ Ζεφύρου τρέχοιμεν ἄν, | |
| ἥν περ ἐλαφροτάτην φάσ' ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ | 416 |
| ἥν φασι κουφοτάτην εἶναι, ἀλλὰ σοὶ αὐτῷ | |
| μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι. | 417 |
| εἱμαρμένον καὶ πεπρωμένον ἐστὶν ὑπὸ θεοῦ καὶ ἀνδρὸς ἰσχυρῶς δαμασθῆναι καὶ ἀναιρεθῆναι. | |
| ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν. | 418 |
| οὕτω δὴ εἰπόντος ἐπέσχον αἱ Ἐρινύες τὴν φωνήν. | |
| τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 419 |
| πρὸς τοῦτον δὲ μεγάλως στενάξας εἶπεν ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεύς· | |
| Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή. | 420 |
| ὦ Ξάνθε τί μοι τὸν θάνατον μαντεύῃ καὶ προλέγεις; οὐδαμῶς γάρ σε δεῖ· | |
| εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδ' ὀλέσθαι | 421 |
| καλῶς δὴ καὶ αὐτὸς ἐπίσταμαι ὅτι μοι εἱμαρμένον ἐστὶν ἐνταῦθα ἀποθανεῖν | |
| νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπης | 422 |
| πόρρω τοῦ ἀγαπητοῦ πατρὸς καὶ τῆς μητρός· ἀλλ᾿ ὅμως | |
| οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο. | 423 |
| οὐ παύσομαι, πρὶν τοὺς Τρῷας διαθεῖναι διακόρως τοῦ πολέμου. | |
| ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους. | 424 |
| εἶπε δή, καὶ ἐν τοῖς πρώτοις βοῶν ἤλαυνε τοὺς μονώνυχας ἵππους. | |