Homeric text & Koine Greek paraphrase by Theodorus Gaza
| ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο, | 001 |
| οὕτως οὗτοι μὲν ἐμάχοντο τρόπον πυρὸς καιομένου· | |
| Ἀντίλοχος δ' Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε. | 002 |
| ὁ Ἀντίλοχος δὲ τῷ Ἀχιλλεῖ ταχύπους ἄγγελος παρεγένετο, | |
| τὸν δ' εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων | 003 |
| τοῦτον δὲ εὗρεν ἔμπροσθεν τῶν νεῶν τῶν κατὰ πρύμναν καὶ πρώραν ἀνατεταμένων, | |
| τὰ φρονέοντ' ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν· | 004 |
| ταῦτα διανοούμενον κατὰ ψυχήν, ἃ δὴ τετελειωμένα ἦν, | |
| ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· | 005 |
| στενάξας δὲ εἶπε πρὸς τὴν ἑαυτοῦ μεγαλόφρονα ψυχήν· | |
| ὤ μοι ἐγώ, τί τ' ἄρ' αὖτε κάρη κομόωντες Ἀχαιοὶ | 006 |
| οἴμοι, τί δὴ πάλιν οἱ τὰς κεφαλὰς κομῶντες Ἕλληνες | |
| νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο; | 007 |
| ἐπὶ τὰς ναῦς συστρέφονται φεύγοντες διὰ τοῦ πεδίου; | |
| μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ, | 008 |
| δέδοικα μή μοι τελειώσωσιν οἱ θεοὶ λύπας δεινὰς ἐν τῇ ψυχῇ, | |
| ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε | 009 |
| ὥσπερ ποτέ μοι ἡ μήτηρ διεσάφησε, καί μοι εἶπε· τὸν κράτιστον | |
| Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο | 010 |
| τῶν Μυρμιδόνων ἔτι ζῶντος ἐμοῦ | |
| χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο. | 011 |
| ὑπὸ τῶν χειρῶν τῶν Τρῴων καταλείψειν τὸ φῶς τοῦ ἡλίου, | |
| ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς | 012 |
| ἤγουν τεθνήξεσθαι· ὄντως (ἀκριβῶς) πάνυ δὴ ἀπέθανεν ὁ ἰσχυρὸς υἱὸς τοῦ Μενοιτίου, | |
| σχέτλιος· ἦ τ' ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ | 013 |
| ὁ τλήμων καὶ ἑαυτῷ κακῶν αἴτιος· ὄντως ἐπέταττον, ἀποκρουσάμενον τὸ καυστικὸν πῦρ | |
| ἂψ ἐπὶ νῆας ἴμεν, μηδ' Ἕκτορι ἶφι μάχεσθαι. | 014 |
| ἐπὶ τὰς ναῦς εἰς τοὐπίσω ἔρχεσθαι, μηδὲ τῷ Ἕκτορι ἰσχυρῶς πολεμεῖν. | |
| εἷος ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, | 015 |
| ἕως οὗτος ταῦτα ἀνεπόλει κατὰ τὸ λογιστικόν τε καὶ θυμικόν, | |
| τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς | 016 |
| ἐν τούτῳ πλησίον παρεγένετο αὐτοῦ ὁ τοῦ λαμπροῦ Νέστορος υἱὸς | |
| δάκρυα θερμὰ χέων, φάτο δ' ἀγγελίην ἀλεγεινήν· | 017 |
| κλαίων περιπαθῶς, εἶπε δὲ τὴν ὀδυνηρὰν ἀγγελίαν· | |
| ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς | 018 |
| οἴμοι, ὦ υἱέ τοῦ Πηλέως τοῦ συνετοῦ καὶ φρονίμου, ὄντως πάνυ χαλεπῆς | |
| πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι. | 019 |
| ἀγγελίας ἀκούσεις, ἥτις εἴθε μὴ ὤφλησε γενέσθαι· | |
| κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται | 020 |
| τέθνηκεν ὁ Πάτροκλος, περὶ τοῦ νεκροῦ δὲ νῦν πολεμοῦσιν ἀόπλου, | |
| γυμνοῦ· ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ. | 021 |
| τὰ γάρ τοι ὅπλα Ἕκτωρ ἔχει ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν. | |
| ὣς φάτο, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα· | 022 |
| οὕτως εἶπε· τοῦτον δὲ λύπης νέφος σκοτεινὸν περιεκάλυψεν, | |
| ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν | 023 |
| ἑκατέρᾳ δὲ χειρὶ λαβὼν χοῦν τεφρώδη | |
| χεύατο κὰκ κεφαλῆς, χαρίεν δ' ᾔσχυνε πρόσωπον· | 024 |
| ἔχεεν κατὰ τῆς κεφαλῆς, δυσειδὲς δὲ ἐποίησε τὸ ὡραῖον πρόσωπον, | |
| νεκταρέῳ δὲ χιτῶνι μέλαιν' ἀμφίζανε τέφρη. | 025 |
| τῷ εὐπρεπεῖ δὲ καὶ εὐώδει χιτῶνι μέλαινα τέφρα ἐπεκάθιζεν, | |
| αὐτὸς δ' ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς | 026 |
| αὐτὸς δὲ ἐν τῇ κόνει μέγας μεγάλως ἐκταθεὶς | |
| κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων. | 027 |
| ἔκειτο, ταῖς ἀγαπηταῖς δὲ χερσὶ τὴν κόμην αἰσχρὰν ἐποίησεν ἀνασπῶν· | |
| δμῳαὶ δ' ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε | 028 |
| αἱ δοῦλαι δέ, ἃς ὁ Ἀχιλλεὺς ἐκτήσατο καὶ ὁ Πάτροκλος, | |
| θυμὸν ἀκηχέμεναι μεγάλ' ἴαχον, ἐκ δὲ θύραζε | 029 |
| λυπούμεναι κατὰ ψυχὴν μεγάλως ὠλόλυξαν, ἔξω δὲ | |
| ἔδραμον ἀμφ' Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι | 030 |
| ἐξέδραμον περὶ τὸν συνετὸν Ἀχιλλέα, πᾶσαι δὲ χερσὶ | |
| στήθεα πεπλήγοντο, λύθεν δ' ὑπὸ γυῖα ἑκάστης. | 031 |
| κατὰ τὰ στήθη ἐτύπτοντο, παρελύθησαν δὲ τὰ μέλη ἑκάστης. | |
| Ἀντίλοχος δ' ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων | 032 |
| ὁ Ἀντίλοχος δὲ ἀφ' ἑτέρου μέρους ὠδύρετο δάκρυα χέων | |
| χεῖρας ἔχων Ἀχιλῆος· ὃ δ' ἔστενε κυδάλιμον κῆρ· | 033 |
| κατέχων τὰς χεῖρας τοῦ Ἀχιλλέως· οὗτος δὲ ἀνέστενε κατὰ τὴν ἔνδοξον ψυχήν, | |
| δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ. | 034 |
| ἐφοβεῖτο γὰρ μὴ τὸν λαιμὸν ἀποκόψῃ τῷ σιδήρῳ, | |
| σμερδαλέον δ' ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ | 035 |
| καταπληκτικῶς δὲ ἀνῴμωξεν, ἤκουσε δὲ ἡ σεβαστὴ μήτηρ | |
| ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι, | 036 |
| καθημένη ἐν τῷ βάθει τῆς θαλάσσης παρὰ τῷ πατρὶ τῷ γέροντι· | |
| κώκυσέν τ' ἄρ' ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο | 037 |
| ἐθρήνησεν οὖν μετὰ ταῦτα, αἱ θεαὶ δὲ περὶ αὐτὴν συνηθροίσθησαν | |
| πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν. | 038 |
| πᾶσαι, ὅσαι κατὰ τὸ βάθος τῆς θαλάσσης θυγατέρες τοῦ Νηρέως ἦσαν. | |
| ἔνθ' ἄρ' ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε | 039 |
| ἐκεῖ τοίνυν ἦν ἡ Γλαύκη, καὶ ἡ Θάλεια, καὶ ἡ Κυμοδόκη, | |
| Νησαίη Σπειώ τε Θόη θ' Ἁλίη τε βοῶπις | 040 |
| καὶ ἡ Νησαία, καὶ ἡ Σπειώ, καὶ ἡ Θόη, καὶ ἡ εὐόφθαλμος Ἁλίη, | |
| Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια | 041 |
| καὶ ἡ Κυμοθόη, καὶ ἡ Ἀκταία, καὶ ἡ Λιμνώρεια, | |
| καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ | 042 |
| καὶ ἡ Μελίτη, καὶ ἡ Ἴαιρα, καὶ ἡ Ἀμφιθόη, καὶ ἡ Ἀγαύη, | |
| Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε | 043 |
| καὶ ἡ Δωτὼ καὶ ἡ Πρωτώ, καὶ ἡ Φέρουσα, καὶ ἡ Δυναμένη, | |
| Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα | 044 |
| καὶ ἡ Δεξαμένη, καὶ ἡ Ἀμφινόμη, καὶ ἡ Καλλιάνειρα, | |
| Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια | 045 |
| καὶ ἡ Δωρίς, καὶ ἡ Πανόπη, καὶ ἡ ὑπερένδοξος Γαλάτεια, | |
| Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα· | 046 |
| καὶ ἡ Νημερτής, καὶ ἡ Ἀψευδής, καὶ ἡ Καλλιάνασσα· | |
| ἔνθα δ' ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα | 047 |
| ἐκεῖ δ᾽ ἦν ἡ Κλυμένη, καὶ ἡ Ἰάνειρα, καὶ ἡ Ἰάνασσα, | |
| Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τ' Ἀμάθεια | 048 |
| καὶ ἡ Μαῖρα, καὶ ἡ Ὠρείθυια, καὶ ἡ καλλίκομος Ἀμάθεια, | |
| ἄλλαι θ' αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν. | 049 |
| καὶ αἱ ἄλλαι, αἳ κατὰ τὸ βάθος τῆς θαλάσσης θυγατέρες τοῦ Νηρέως ἦσαν· | |
| τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δ' ἅμα πᾶσαι | 050 |
| τούτων δὲ τὸ λαμπρὸν σπήλαιον ἐπληρώθη, αὗται δὲ ὁμοῦ πᾶσαι | |
| στήθεα πεπλήγοντο, Θέτις δ' ἐξῆρχε γόοιο· | 051 |
| τὰ στήθη ἐπλήττοντο, ἡ Θέτις δὲ ἡγεῖτο τοῦ θρήνου, λέγουσα· | |
| κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρ' ἐῢ πᾶσαι | 052 |
| ἀκούσατε, ὦ ἀδελφαὶ θυγατέρες τοῦ Νηρέως, ὅπως καλῶς ἅπασαι | |
| εἴδετ' ἀκούουσαι ὅσ' ἐμῷ ἔνι κήδεα θυμῷ. | 053 |
| εἰδῆτε ἀκούουσαι, ὁπόσαι λύπαι εἰσὶν ἐν τῇ ἐμῇ ψυχῇ. | |
| ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια, | 054 |
| οἴμοι ἐγὼ ἡ κακοδαίμων, οἴμοι ἡ ἐπὶ κακῷ τὸν ἄριστον τεκοῦσα, | |
| ἥ τ' ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε | 055 |
| ἥτις ἐπειδὴ ἔτεκον υἱὸν ἀμώμητον καὶ κραταιὸν | |
| ἔξοχον ἡρώων· ὃ δ' ἀνέδραμεν ἔρνεϊ ἶσος· | 056 |
| ἄριστον πάντων τῶν ἡρώων, οὗτος δὲ ηὐξήθη ὁμοίως φυτῷ εὐθαλεῖ, | |
| τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς | 057 |
| τοῦτον μὲν ἐγὼ ἀναθρέψασα καθάπερ φυτὸν ἐν τῷ γονίμῳ τοῦ συμφύτου χωρίου, | |
| νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω | 058 |
| ἐν ταῖς ναυσὶ ταῖς καμπυλοπρύμνοις ἔπεμψα εἰς τὸ Ἴλιον | |
| Τρωσὶ μαχησόμενον· τὸν δ' οὐχ ὑποδέξομαι αὖτις | 059 |
| πολεμήσοντα τοῖς Τρῳσί, τοῦτον δὲ αὖθις οὐχ ὑποδέξομαι ὑποστρέψαντα | |
| οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω. | 060 |
| εἰς τὸν οἶκον, εἰς τὸν τοῦ Πηλέως δόμον· | |
| ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο | 061 |
| ἐν ὅσῳ δέ μοι ζῇ, καὶ ὁρᾷ τὸ φῶς τοῦ ἡλίου | |
| ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα. | 062 |
| λυπεῖται, οὐδέ τι δύναμαι αὐτῷ βοηθῆσαι παραγενομένη. | |
| ἀλλ' εἶμ', ὄφρα ἴδωμι φίλον τέκος, ἠδ' ἐπακούσω | 063 |
| ἀλλὰ πορεύσομαι, ἵνα θεάσωμαι τὸ ἀγαπητὸν τέκνον, καὶ ἐπακούσω, | |
| ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα. | 064 |
| ὅπερ αὐτὸν κατέλαβε πένθος πόρρω τοῦ πολέμου καθήμενον. | |
| ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ | 065 |
| οὕτω δὴ εἰποῦσα ἀπέλιπε τὸ σπήλαιον, αὗται δὲ σὺν αὐτῇ | |
| δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης | 066 |
| δεδακρυμέναι ἐπορεύοντο, περὶ αὐτὰς δὲ τὸ κῦμα τῆς θαλάσσης | |
| ῥήγνυτο· ταὶ δ' ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο | 067 |
| διῃρεῖτο· αὗται δὲ ὁπηνίκα δὴ ἀφίκοντο εἰς τὴν μεγαλόβωλον καὶ εὔγειον Τροίαν, | |
| ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ | 068 |
| ἀνέβαινον εἰς τὴν ἀκτὴν ἐφεξῆς, ὅπου πυκνῶς | |
| Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφ' Ἀχιλῆα. | 069 |
| αἱ τῶν Μυρμιδόνων νῆες ἦσαν εἱλκυσμέναι περὶ τὸν ταχύποδα Ἀχιλλέα. | |
| τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ, | 070 |
| τούτῳ δὲ βαρέως στενάζοντι παρέστη ἡ σεβαστή μήτηρ, | |
| ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο, | 071 |
| ὀξέως δὲ θρηνήσασα ἔλαβε τὴν κεφαλὴν τοῦ ἑαυτῆς παιδός, | |
| καί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· | 072 |
| καὶ δὴ κλαίουσα λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν· | |
| τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος; | 073 |
| ὦ παῖ, τί κλαίεις; τί δὲ πένθος κατὰ τὰς φρένας σε κατέλαβεν; | |
| ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται | 074 |
| ἔξειπε, μὴ κρύπτε, ταῦτα μὲν ἤδη ἐτελειώθησαν | |
| ἐκ Διός, ὡς ἄρα δὴ πρίν γ' εὔχεο χεῖρας ἀνασχὼν | 075 |
| ὑπὸ τοῦ Διός, καθάπερ δὴ τὸ πρότερον ηὔχου τὰς χεῖρας ἄρας, | |
| πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν | 076 |
| πάντας τοὺς υἱοὺς τῶν Ἑλλήνων εἰς τὰς πρύμνας συστραφῆναι | |
| σεῦ ἐπιδευομένους, παθέειν τ' ἀεκήλια ἔργα. | 077 |
| σοῦ δεομένους, καὶ παθεῖν ἔργα ταραχώδη καὶ δεινά. | |
| τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 078 |
| πρὸς ταύτην δὲ βαρέως στενάζων εἶπεν ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεύς· | |
| μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν· | 079 |
| ὦ μῆτερ ἐμὴ ταῦτα μὲν δή μοι ὁ ἐπουράνιος ἐτελείωσεν, | |
| ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθ' ἑταῖρος | 080 |
| ἀλλὰ τίς μοι τούτων ἡδονή, ἐπειδὴ ὁ ἀγαπητὸς φίλος ἀπώλετο | |
| Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων | 081 |
| Πάτροκλος; ὃν ἐγὼ ὑπὲρ πάντας τοὺς φίλους ἐτίμων καὶ ἐφίλουν | |
| ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δ' Ἕκτωρ | 082 |
| ὁμοίως τῇ ἐμαυτοῦ κεφαλῇ, τοῦτον ἀπέβαλον, τὰ ὅπλα δὲ ὁ Ἕκτωρ | |
| δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι | 083 |
| ἀποκτείνας ἀφείλετο τὰ μεγάλα, τὰ θαυμαστὰ τῇ ὄψει, | |
| καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα | 084 |
| τὰ περικαλλῆ· ταῦτα μὲν τῷ Πηλεῖ ἐδωρήσαντο οἱ θεοὶ δῶρα λαμπρὰ | |
| ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ. | 085 |
| τῇ ἡμέρᾳ ἐκείνῃ, ἡνίκα σε ἐνέβαλον εἰς κοίτην ἀνδρὸς θνητοῦ· | |
| αἴθ' ὄφελες σὺ μὲν αὖθι μετ' ἀθανάτῃς ἁλίῃσι | 086 |
| ὡς εἴθε ὤφλησας σὺ μὲν ἐκεῖ ἐν ταῖς ἀθανάταις Νηρηίσι | |
| ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν. | 087 |
| κατοικεῖν, ὁ Πηλεὺς δὲ γυναῖκα θνητὴν γῆμαι, | |
| νῦν δ' ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη | 088 |
| νῦν δὲ ἵνα καὶ σοὶ πένθος μέγιστον εἴη ἐν τῇ διανοίᾳ | |
| παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις | 089 |
| ἀποθανόντος τοῦ υἱοῦ, ὃν αὖθις οὐχ ὑποδέξῃ ὑποστρέψαντα | |
| οἴκαδε νοστήσαντ', ἐπεὶ οὐδ' ἐμὲ θυμὸς ἄνωγε | 090 |
| εἰς τὸν οἶκον, ἐπειδὴ οὐδ᾽ ἐμὲ ἡ ψυχή προτρέπεται | |
| ζώειν οὐδ' ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ | 091 |
| ζῆν, οὐδ᾽ ἐν τοῖς ἀνδράσιν εἶναι, ἐὰν μὴ ὁ Ἕκτωρ | |
| πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ, | 092 |
| πρῶτος ὑπὸ τοῦ ἐμοῦ δόρατος πληγεὶς ἀπολέσῃ τὴν ψυχήν, | |
| Πατρόκλοιο δ' ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ. | 093 |
| τὰ τοῦ Πατρόκλου δὲ τοῦ υἱοῦ τοῦ Μενοιτίου σπαράγματα ἀποδώσῃ. | |
| τὸν δ' αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα· | 094 |
| πρὸς τοῦτον δὲ εἶπεν ἡ Θέτις δακρυρροοῦσα· | |
| ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷ' ἀγορεύεις· | 095 |
| ταχὺς δή μοι πρὸς τὸν θάνατον, ὦ τέκνον, ἔσῃ καθάπερ λέγεις, | |
| αὐτίκα γάρ τοι ἔπειτα μεθ' Ἕκτορα πότμος ἑτοῖμος. | 096 |
| μετὰ ταῦτα γὰρ παραχρῆμά σοι μετὰ τὸν Ἕκτορα ὁ θάνατος ἕτοιμος. | |
| τὴν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 097 |
| πρὸς ταύτην δὲ μεγάλως στενάξας εἶπεν ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεύς· | |
| αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ' ἔμελλον ἑταίρῳ | 098 |
| παραχρῆμα ἀποθάνοιμι, ἐπειδὴ οὐκ ἔμελλον τῷ φίλῳ | |
| κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρης | 099 |
| ἀναιρουμένῳ βοηθήσειν· ἀλλ᾿ οὗτος μὲν πάνυ πόρρω τῆς πατρίδος | |
| ἔφθιτ', ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι. | 100 |
| ἀπώλετο, ἐμοῦ δὲ ἐδέησε, καὶ χρείαν ἔσχε τῆς λάβης βοηθὸν ἔχειν (ἐμοῦ δὲ τὴν ἔξοδον ἐδέησεν ὁ Ἄρης, ἤγουν ἡ τῶν ὅπλων ἀφαίρεσις, ὥστε με βοηθὸν γενέσθαι). | |
| νῦν δ' ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν, | 101 |
| νυνὶ δὲ ἐπειδὴ οὐ πορεύσομαι εἰς τὴν ἀγαπητὴν γῆν τὴν πατρίδα, | |
| οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδ' ἑτάροισι | 102 |
| οὐδέ τι τῷ Πατρόκλῳ ἐγενόμην φῶς καὶ βοήθεια, οὐδὲ τοῖς φίλοις | |
| τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ, | 103 |
| τοῖς λοιποῖς, οἳ δὴ πολλοὶ ἀνῃρέθησαν ὑπὸ τοῦ ἐνδοξοτάτου Ἕκτορος, | |
| ἀλλ' ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης, | 104 |
| ἀλλὰ κάθημαι παρὰ ταῖς ναυσὶν ἀργὸν καὶ μάταιον βάρος τῆς γῆς, | |
| τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων | 105 |
| τοιοῦτος ὤν, οἷος οὐδεὶς τῶν σιδηροθωράκων Ἑλλήνων | |
| ἐν πολέμῳ· ἀγορῇ δέ τ' ἀμείνονές εἰσι καὶ ἄλλοι. | 106 |
| ἐν τῇ μάχῃ, ἐν γὰρ τῷ δημηγορεῖν εἰσὶ καὶ ἄλλοι κρείσσονες. | |
| ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ' ἀνθρώπων ἀπόλοιτο | 107 |
| βαβαί, εἴθε ἡ ἔρις ἀπόλοιτο, καὶ ἀφανισθείη καὶ ἐκ τῶν θεῶν καὶ ἐκ τῶν ἀνθρώπων, | |
| καὶ χόλος, ὅς τ' ἐφέηκε πολύφρονά περ χαλεπῆναι, | 108 |
| καὶ ὁ χόλος, ὅστις καὶ τὸν ἄγαν φρόνιμον παρώξυνεν εἰς χαλεπότητα ἀχθῆναι, | |
| ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο | 109 |
| ὅστις πολλῷ γλυκίων τοῦ καταστάζοντος μέλιτος | |
| ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός· | 110 |
| αὐξάνεται ἐν τοῖς στήθεσι τῶν ἀνδρῶν καθάπερ πῦρ, | |
| ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. | 111 |
| οὕτως νῦν ἐμὲ εἰς ὀργὴν ἐνέβαλεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων· | |
| ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ, | 112 |
| ἀλλὰ ταῦτα μὲν προγενόμενα καταλίπωμεν, καίπερ λυπούμενοι, | |
| θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ· | 113 |
| τὴν ἀγαπητὴν ψυχὴν (ὀργὴν) ἐν τῷ στήθει δουλαγωγήσαντες τῇ παρούσῃ ἀνάγκῃ. | |
| νῦν δ' εἶμ' ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω | 114 |
| νυνὶ δὲ πορεύσομαι ὅπως τὸν φθορέα τῆς ἀγαπητῆς κεφαλῆς καταλάβω | |
| Ἕκτορα· κῆρα δ' ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ | 115 |
| τὸν Ἕκτορα, θάνατον δὲ ἐγὼ τότε προθύμως ὑποστήσομαι, ὅταν δὴ | |
| Ζεὺς ἐθέλῃ τελέσαι ἠδ' ἀθάνατοι θεοὶ ἄλλοι. | 116 |
| ὁ Ζεὺς βούλεται τοῦτο ποιῆσαι, καὶ οἱ ἄλλοι ἀθάνατοι θεοί. | |
| οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα, | 117 |
| οὐδὲ γὰρ ἡ τοῦ Ἡρακλέους ἰσχὺς ἐξέφυγε τὸν θάνατον, | |
| ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι· | 118 |
| ὅς γε φίλτατος ἦν τῷ Διὶ τῷ υἱῷ τοῦ Κρόνου τῷ βασιλεῖ, | |
| ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης. | 119 |
| ἀλλὰ μοῖρα αὐτὸν ἐθανάτωσε, καὶ ἡ χαλεπὴ ὀργὴ τῆς Ἥρας· | |
| ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται, | 120 |
| οὕτως καὶ ἐγὼ ἐπειδή μοι ὁμοία μοῖρα ὑπῆρξε, | |
| κείσομ' ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην, | 121 |
| κείσομαι ἐπειδὰν ἀποθάνω· νυνὶ δὲ δόξαν καὶ φήμην χρηστὴν σχοίην | |
| καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων | 122 |
| καί τινα τῶν Τρῳάδων, καὶ τῶν μεγαλοκόλπων Δαρδανίδων | |
| ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων | 123 |
| ἀμφοτέραις ταῖς χερσὶν ἐκ τῶν ἁπαλῶν παρειῶν | |
| δάκρυ' ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην, | 124 |
| δάκρυα ἀπομάξαι καὶ ἀποψῆσαι, πυκνῶς στενάξαι καταστήσαιμι, | |
| γνοῖεν δ' ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι· | 125 |
| μάθοιεν δὲ ὅτι δὴ ἐπὶ πολὺ ἐγὼ τῆς μάχης ἀποπέπαυμαι, | |
| μὴ δέ μ' ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις. | 126 |
| μηδὲ κώλυέ με τοῦ πολεμεῖν καίπερ φιλοῦσα, οὐ γάρ με καταπείσεις. | |
| τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· | 127 |
| πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ἡ θεὰ ἡ Θέτις ἡ λευκόπους· | |
| ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι | 128 |
| ναὶ δὴ ταῦτά γε, ὦ παῖ, ἀληθῶς· οὐκ ἔστιν κακὸν | |
| τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον. | 129 |
| καταπονουμένοις τοῖς φίλοις ἀποσοβῆσαι(εῖν) τὸν χαλεπὸν θάνατον· | |
| ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται | 130 |
| ἀλλά σοι τὰ καλὰ ὅπλα ἐν τοῖς Τρῳσὶ κατέχονται | |
| χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ | 131 |
| τὰ σιδηρᾶ, καὶ περιλάμποντα· ταῦτα μὲν Ἕκτωρ ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν | |
| αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι | 132 |
| αὐτὸς φέρων ἐν τοῖς ὤμοις χαίρει καὶ τέρπεται, οὐδὲ οἴομαι | |
| δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ. | 133 |
| αὐτὸν ἐπὶ πολὺ ἐπ' αὐτοῖς καλλωπισθήσεσθαι, ἐπειδὴ ὁ θάνατος ἤγγικεν αὐτῷ. | |
| ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος | 134 |
| ἀλλὰ σὺ μὲν μήπω εἰσέλθῃς εἰς τὴν συμπλοκὴν καὶ τὸν θόρυβον τοῦ πολέμου, | |
| πρίν γ' ἐμὲ δεῦρ' ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι· | 135 |
| πρίν γε ἐμὲ ἐνθάδε ἀφικομένην θεάσῃ πρὸ ὀφθαλμῶν· | |
| ἠῶθεν γὰρ νεῦμαι ἅμ' ἠελίῳ ἀνιόντι | 136 |
| ἕωθεν γὰρ ἐπανήξω ἅμα ἡλίῳ ἀνατέλλοντι, | |
| τεύχεα καλὰ φέρουσα παρ' Ἡφαίστοιο ἄνακτος. | 137 |
| ὅπλα καλὰ κομίζουσα παρὰ τοῦ βασιλέως Ἡφαίστου. | |
| ὣς ἄρα φωνήσασα πάλιν τράπεθ' υἷος ἑοῖο, | 138 |
| οὕτω δὴ εἰποῦσα ἐτράπη εἰς τοὐπίσω τοῦ ἑαυτῆς υἱοῦ, | |
| καὶ στρεφθεῖσ' ἁλίῃσι κασιγνήτῃσι μετηύδα· | 139 |
| καὶ στραφεῖσα ἔλεγεν ἐν ταῖς θαλασσίαις ἀδελφαῖς· | |
| ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον | 140 |
| ὑμεῖς μὲν νυνὶ εἰσέλθετε εἰς τὸν πλατὺν κόλπον τῆς θαλάσσης, | |
| ὀψόμεναί τε γέρονθ' ἅλιον καὶ δώματα πατρός, | 141 |
| θεασόμεναι τὸν θαλάσσιον γέροντα, καὶ τὰ οἰκήματα τοῦ πατρός, | |
| καί οἱ πάντ' ἀγορεύσατ'· ἐγὼ δ' ἐς μακρὸν Ὄλυμπον | 142 |
| καὶ εἴπατε αὐτῷ πάντα· ἐγὼ δὲ εἰς τὸν ὑψηλὸν οὐρανὸν | |
| εἶμι παρ' Ἥφαιστον κλυτοτέχνην, αἴ κ' ἐθέλῃσιν | 143 |
| πορεύσομαι πρὸς τὸν Ἥφαιστον τὸν ἔνδοξον κατὰ τὴν τέχνην, ἐὰν βούληται | |
| υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα. | 144 |
| δοῦναι τῷ ἐμῷ υἱῷ ὅπλα πολύτιμα, ὑπέρλαμπρα. | |
| ὣς ἔφαθ', αἳ δ' ὑπὸ κῦμα θαλάσσης αὐτίκ' ἔδυσαν· | 145 |
| οὕτως εἶπεν· αὗται δὲ ὑπὸ τὸ κῦμα τῆς θαλάσσης παραχρῆμα εἰσῆλθον· | |
| ἣ δ' αὖτ' Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα | 146 |
| ἡ θεὰ δὲ ἡ Θέτις ἡ λευκόπους εἰς τὸν οὐρανὸν ἐπορεύετο, | |
| ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχε' ἐνείκαι. | 147 |
| ὅπως τῷ ἀγαπητῷ υἱῷ ὅπλα πολύτιμα ἐνέγκῃ. | |
| τὴν μὲν ἄρ' Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ | 148 |
| ταύτην μὲν οὖν εἰς τὸν οὐρανὸν οἱ πόδες ἀπῆγον. οἱ Ἕλληνες δὲ | |
| θεσπεσίῳ ἀλαλητῷ ὑφ' Ἕκτορος ἀνδροφόνοιο | 149 |
| σὺν μεγίστῳ καὶ ἐξαισίῳ θορύβῳ ὑπὸ τοῦ ἀνδροκτόνου Ἕκτορος | |
| φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο. | 150 |
| φεύγοντες ἀφίκοντο εἰς τὰς νῆας καὶ τὸν Ἑλλήσποντον· | |
| οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ | 151 |
| οὐδέ γε τὸν Πάτροκλον οἱ εὔοπλοι Ἕλληνες | |
| ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντ' Ἀχιλῆος· | 152 |
| ἐξείλκυσαν ἀπὸ τῶν βελῶν νεκρόν, τὸν θεράποντα τοῦ Ἀχιλλέως· | |
| αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι | 153 |
| πάλιν γὰρ δὴ αὐτὸν κατέλαβον ὅ τε λαὸς καὶ οἱ ἵπποι, | |
| Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν. | 154 |
| καὶ ὁ Εκτωρ ὁ υἱὸς τοῦ Πριάμου ὅμοιος φλογὶ κατὰ τὴν δύναμιν. | |
| τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ | 155 |
| τρὶς μὲν αὐτὸν ὄπισθεν ἀπὸ τῶν ποδῶν ἐκράτησεν ὁ λαμπρὸς Ἕκτωρ | |
| ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα· | 156 |
| ἕλκειν προθυμούμενος, μεγάλως δὲ τοῖς Τρῳσί παρεκελεύετο, | |
| τρὶς δὲ δύ' Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν | 157 |
| τρὶς δὲ οἱ δύο Αἴαντες ὁρμητικὴν καὶ πολεμικὴν ἐνδεδυμένοι ἰσχὺν | |
| νεκροῦ ἀπεστυφέλιξαν· ὃ δ' ἔμπεδον ἀλκὶ πεποιθὼς | 158 |
| ἀπὸ τοῦ νεκροῦ ἀπεκρούσαντο καὶ ἀπεσόβησαν. οὗτος δὲ ἐπιμόνως τῇ δυνάμει θαρρῶν | |
| ἄλλοτ' ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δ' αὖτε | 159 |
| ἄλλοτε μὲν ἐφώρμα πρὸς μάχην, ἄλλοτε δὲ | |
| στάσκε μέγα ἰάχων· ὀπίσω δ' οὐ χάζετο πάμπαν. | 160 |
| ἵστατο μεγάλως βοῶν, εἰς τοὐπίσω δὲ οὐ δόλως ὑπεχώρει. | |
| ὡς δ' ἀπὸ σώματος οὔ τι λέοντ' αἴθωνα δύνανται | 161 |
| ὥσπερ δὲ ἀπὸ σώματος ζώου οὐδαμῶς δύνανται λέοντα πυρώδη | |
| ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι, | 162 |
| ποιμένες ἀγροῖκοι μεγάλως πεινῶντα ἀποδιῶξαι· | |
| ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ | 163 |
| οὕτως δὴ τοῦτον οὐκ ἐδύναντο οἱ δύο ὁπλίται Αἴαντες | |
| Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι. | 164 |
| τὸν Ἕκτορα τὸν υἱὸν τοῦ Πριάμου ἀπὸ τοῦ νεκροῦ ἐκφοβῆσαι καὶ ἐξελάσαι· | |
| καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος, | 165 |
| καὶ δὴ εἵλκυσεν ἂν αὐτὸν καὶ δόξαν μεγίστην ἀπηνέγκατο, | |
| εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις | 166 |
| εἰ μὴ τῷ υἱῷ τοῦ Πηλέως ἡ ἀνεμόπους ταχεία Ἴρις | |
| ἄγγελος ἦλθε θέουσ' ἀπ' Ὀλύμπου θωρήσσεσθαι | 167 |
| μηνυτὴς ἀφίκετο τρέχουσα ἀπὸ τοῦ Ὀλύμπου καθοπλίζεσθαι | |
| κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη. | 168 |
| κρύφα (ὁρμῆσαι πρὸς τὸν πόλεμον λάθρα) τοῦ Διὸς καὶ τῶν ἄλλων θεῶν, ἐπέπεμψε γὰρ αὐτὴν ἡ Ἥρα· | |
| ἀγχοῦ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· | 169 |
| πλησίον δὲ στᾶσα λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν· | |
| ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατ' ἀνδρῶν· | 170 |
| διεγέρθητι, ὦ υἱὲ τοῦ Πηλέως φοβερώτατε πάντων τῶν ἀνδρῶν, | |
| Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ | 171 |
| βοήθησον τῷ Πατρόκλῳ, οὗ χάριν μάχη χαλεπὴ | |
| ἕστηκε πρὸ νεῶν· οἳ δ' ἀλλήλους ὀλέκουσιν | 172 |
| συνέστηκεν ἔμπροσθεν τῶν νεῶν, οὗτοι δὲ ἀλλήλους ἀναιροῦσιν, | |
| οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος, | 173 |
| οἱ μὲν μαχόμενοι ὑπὲρ τοῦ ἀποθανόντος νεκροῦ, | |
| οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν | 174 |
| οἱ δὲ ἑλκύσαι πρὸς τὴν ὑψηλὴν καὶ ἀνέμοις καταπνεομένην Ἴλιον | |
| Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ | 175 |
| ἐφορμῶσιν οἱ Τρῷες, μάλιστα δὲ ὁ λαμπρὸς Ἕκτωρ | |
| ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε | 176 |
| ἑλκύσαι προθυμεῖται, τὴν κεφαλὴν δὲ προτρέπεται αὐτὸν ἡ ψυχὴ | |
| πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθ' ἁπαλῆς ἀπὸ δειρῆς. | 177 |
| ἐμπῆξαι ἐπὶ τῶν ὀρθῶν καὶ ὀξέων ξύλων ἐκκόψαντα ἀπὸ τοῦ τρυφεροῦ αὐχένος. | |
| ἀλλ' ἄνα μηδ' ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω | 178 |
| ἀλλ᾽ ἀνάστα, μηδὲ ὅλως κάθησο, αἰδὼς δέ σου τὴν ψυχὴν καταλαβέτω | |
| Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι· | 179 |
| τὸν Πάτροκλον γενέσθαι παίγνια ταῖς Τρωϊκαῖς κυσί· | |
| σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ. | 180 |
| σοὶ βλάβη καὶ ὕβρις ἔσται, ἐὰν ὁ νεκρὸς λελωβημένος κατά τι ἀφίκηται. | |
| τὴν δ' ἠμείβετ' ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς· | 181 |
| πρὸς ταύτην δὲ ἀπεκρίνετο μετὰ ταῦτα ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεύς· | |
| Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε; | 182 |
| ὦ θεὰ Ἶρι, τίς δή σε ἀπὸ τῶν θεῶν ἔπεμψε πρὸς ἐμὲ ἄγγελον; | |
| τὸν δ' αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις· | 183 |
| πρὸς τοῦτον δὲ εἶπεν ἡ ἀνεμόπους ταχεῖα Ἶρις· | |
| Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις· | 184 |
| ἡ Ἥρα με ἐπέπεμψεν ἡ ἀγαθὴ γαμετὴ τοῦ Διός, | |
| οὐδ' οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος | 185 |
| οὐδὲ ἐπίσταται τοῦτο ὁ ἐν ὕψει καθήμενος υἱὸς τοῦ Κρόνου, οὐδέ τις ἄλλος | |
| ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται. | 186 |
| τῶν ἀθανάτων θεῶν, οἳ τὸν ἄγαν χιονόβλητον Ὄλυμπον καρποῦνται. | |
| τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 187 |
| πρὸς ταύτην δὲ ἀποκρινόμενος εἶπεν ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεύς· | |
| πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχε' ἐκεῖνοι· | 188 |
| πῶς δὲ πορευθῶ εἰς τὴν μάχην; τὰ γὰρ ὅπλα ἔχουσιν ἐκεῖνοι· | |
| μήτηρ δ' οὔ με φίλη πρίν γ' εἴα θωρήσσεσθαι | 189 |
| ἡ ἀγαπητὴ δὲ μήτηρ οὐ πρότερόν με ἀφίη ὁρμῆσαι πρὸς τὸν πόλεμον, | |
| πρίν γ' αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι· | 190 |
| πρὶν ἂν αὐτὴν ἀφικομένην θεάσωμαι πρὸ τῶν ὀφθαλμῶν, | |
| στεῦτο γὰρ Ἡφαίστοιο πάρ' οἰσέμεν ἔντεα καλά. | 191 |
| ὑπέσχετο γὰρ παρὰ τοῦ Ἡφαίστου κομίσειν ὅπλα καλά· | |
| ἄλλου δ' οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω, | 192 |
| οὔ τινος δὲ ἄλλου οἶδα, οὗ ἂν τὰ πολύτιμα ὅπλα ἐνδύσωμαι, | |
| εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο. | 193 |
| εἰ μὴ τὴν ἀσπίδα τοῦ Αἴαντος τοῦ υἱοῦ τοῦ Τελαμῶνος, | |
| ἀλλὰ καὶ αὐτὸς ὅ γ' ἔλπομ' ἐνὶ πρώτοισιν ὁμιλεῖ | 194 |
| ἀλλὰ καὶ αὐτὸς οὗτος ἐλπίζω ὅτι ἐν τοῖς Τρῳσὶν ἀναστρέφεται, | |
| ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος. | 195 |
| τῷ δόρατι ἀναιρῶν ὑπὲρ τοῦ Πατρόκλου ἀποθανόντος. | |
| τὸν δ' αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις· | 196 |
| πρὸς τοῦτον δὲ εἶπεν ἡ ἀνεμόπους ταχεία Ἴρις· | |
| εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχε' ἔχονται· | 197 |
| καλῶς δὴ καὶ ἡμεῖς οἴδαμεν ὅτι τὰ πολύτιμα ὅπλα κατέχονται, | |
| ἀλλ' αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι, | 198 |
| ἀλλ᾽ οὕτως εἰς τὴν τάφρον ἀφικόμενος δεῖξον σαυτὸν τοῖς Τρῳσὶν, | |
| αἴ κέ σ' ὑποδείσαντες ἀπόσχωνται πολέμοιο | 199 |
| ἐάν (ὅπως) σε φοβηθέντες ἀποστῶσι τῆς μάχης | |
| Τρῶες, ἀναπνεύσωσι δ' ἀρήϊοι υἷες Ἀχαιῶν | 200 |
| οἱ Τρῷες, ἀναπαύσωνται δὲ οἱ πολεμικοὶ υἱοὶ τῶν Ἑλλήνων. | |
| τειρόμενοι· ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο. | 201 |
| - | |
| ἣ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πόδας ὠκέα Ἶρις, | 202 |
| αὕτη μὲν οὖν οὕτως εἰποῦσα ἀπῆλθεν ἡ κατὰ πόδας ταχεῖα Ἴρις· | |
| αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δ' Ἀθήνη | 203 |
| ἀνέστη δὲ Ἀχιλλεὺς ὁ φίλος τοῦ Διός, ἡ Ἀθηνᾶ δὲ | |
| ὤμοις ἰφθίμοισι βάλ' αἰγίδα θυσσανόεσσαν, | 204 |
| περὶ τοὺς ἰσχυρούς ὤμους αὐτοῦ ἔβαλε τὴν κροσσοτὴν αἰγίδα, | |
| ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων | 205 |
| περὶ τὴν κεφαλὴν δὲ αὐτῷ ἔστεψεν ἡ ἐνδοξοτάτη τῶν θεῶν νέφος | |
| χρύσεον, ἐκ δ' αὐτοῦ δαῖε φλόγα παμφανόωσαν. | 206 |
| χρυσοῦν, ἐξ αὐτοῦ δὲ ἀνῆπτε φλόγα ὑπέρλαμπρον. | |
| ὡς δ' ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρ' ἵκηται | 207 |
| ὥσπερ δὲ ὅταν καπνὸς ἀνιὼν ἐκ τῆς πόλεως ἀφίκηται εἰς τὸν αἰθέρα | |
| τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται, | 208 |
| πόρρωθεν ἐκ τῆς νήσου, περὶ ἣν πολέμιοι μάχονται, | |
| οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ | 209 |
| οἱ ἂν δι᾽ ὅλης τῆς ἡμέρας μάχωνται πολέμῳ μισητῷ (φοβερῷ) | |
| ἄστεος ἐκ σφετέρου· ἅμα δ' ἠελίῳ καταδύντι | 210 |
| ἐκ τῆς ἑαυτῶν πόλεως, ἅμα δὲ τῷ ἡλίῳ δύνοντι | |
| πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δ' αὐγὴ | 211 |
| φρυκτοί καίονται ἀλλεπάλληλοι, εἰς ὕψος δὲ ἡ λαμπηδὼν | |
| γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι, | 212 |
| ἄνεισιν ὁρμῶσα τοῖς περιοίκοις ὥστε θεάσασθαι, | |
| αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται· | 213 |
| ὅπως ἂν σὺν ταῖς ναυσὶν ἀφίκωνται βοηθοὶ τοῦ πολέμου· | |
| ὣς ἀπ' Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρ' ἵκανε· | 214 |
| οὕτως ἀπὸ τῆς κεφαλῆς τοῦ Ἀχιλλέως αὐγὴ εἰς τὸν αἰθέρα ἀφικνεῖτο, | |
| στῆ δ' ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδ' ἐς Ἀχαιοὺς | 215 |
| ἔστη δὲ εἰς τὴν τάφρον ἐλθὼν ἀπὸ τοῦ τείχους, οὐδὲ τοῖς Ἕλλησι | |
| μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετ' ἐφετμήν. | 216 |
| συνέμιξε, τὴν γὰρ τῆς μητρὸς συνετὴν ἐντολὴν ᾐδεῖτο· | |
| ἔνθα στὰς ἤϋσ', ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη | 217 |
| ἐκεῖ στὰς ἐφώνησεν, ἄποθεν δὲ ἡ πολεμικὴ Ἀθηνᾶ | |
| φθέγξατ'· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν. | 218 |
| συνεπεφθέγξατο, τοῖς Τρῳσὶ δὲ ἐνέβαλε μέγιστον θόρυβον. | |
| ὡς δ' ὅτ' ἀριζήλη φωνή, ὅτε τ' ἴαχε σάλπιγξ | 219 |
| ὥσπερ ὅτε ἤχησεν ἡ σάλπιγξ, ἐξάκουστος γίνεται φωνὴ | |
| ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων, | 220 |
| ὑπὸ τῶν τὴν πόλιν περικαθεζομένων ψυχοφθόρων πολεμίων· | |
| ὣς τότ' ἀριζήλη φωνὴ γένετ' Αἰακίδαο. | 221 |
| οὕτως τότε ἐξάκουστος ἐγένετο ἡ φωνὴ τοῦ ἐγγόνου τοῦ Αἰακοῦ. | |
| οἳ δ' ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο, | 222 |
| οὗτοι δὲ ἐπειδὴ ἤκουσαν τὴν σιδηρὰν φωνὴν τοῦ ἐγγόνου τοῦ Αἰακοῦ, | |
| πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι | 223 |
| πᾶσιν ἐταράχθη ἡ ψυχή, οἱ ὡραιότριχες δὲ ἵπποι | |
| ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ. | 224 |
| εἰς τοὐπίσω τὰ ὀχήματα ἔτρεπον, προεώρων γὰρ τῇ ψυχῇ θλίψεις καὶ ὀδύνας, | |
| ἡνίοχοι δ' ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ | 225 |
| οἱ ἡνίοχοι δὲ ἐξεπλάγησαν, ἐπειδὴ ἐθεάσαντο τὸ πολὺ καὶ ἄφθονον πῦρ | |
| δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος | 226 |
| φοβερῶς ὑπεράνω τῆς κεφαλῆς τοῦ μεγαλοψύχου υἱοῦ τοῦ Πηλέως | |
| δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη. | 227 |
| καιόμενον, τοῦτο δὲ ἀνῆπτεν ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ. | |
| τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ' ἴαχε δῖος Ἀχιλλεύς, | 228 |
| τρὶς μὲν οὖν ὑπεράνω τῆς τάφρου μεγάλως ἐβόησεν ὁ ἐνδοξότατος Ἀχιλλεύς, | |
| τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τ' ἐπίκουροι. | 229 |
| τρὶς δὲ συνεταράχθησαν οἱ Τρῷες, καὶ οἱ ἔνδοξοι βοηθοί· | |
| ἔνθα δὲ καὶ τότ' ὄλοντο δυώδεκα φῶτες ἄριστοι | 230 |
| ἐκεῖ δὲ ἀπώλοντο καὶ τότε δώδεκα ἄνδρες κράτιστοι | |
| ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ | 231 |
| περὶ τὰ ἑαυτῶν ὀχήματα καὶ δόρατα· οἱ Ἕλληνες δὲ | |
| ἀσπασίως Πάτροκλον ὑπ' ἐκ βελέων ἐρύσαντες | 232 |
| ἀσμένως τὸν Πάτροκλον ἑλκύσαντες ἐκ τῶν βελῶν | |
| κάτθεσαν ἐν λεχέεσσι· φίλοι δ' ἀμφέσταν ἑταῖροι | 233 |
| κατέθηκαν ἐν τῇ στρωμνῇ, οἱ ἀγαπητοὶ δὲ φίλοι περιέστησαν | |
| μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετ' Ἀχιλλεὺς | 234 |
| θρηνοῦντες, ἐν αὐτοῖς δὲ ὁ ταχύπους Ἀχιλλεὺς ἠκολούθει | |
| δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον | 235 |
| θερμὰ δάκρυα χέων, ἐπειδὴ ἐθεάσατο τὸν πιστὸν φίλον | |
| κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ, | 236 |
| κείμενον ἐν τῇ νεκρικῇ κλίνῃ τετρωμένον σιδήρῳ ὀξεῖ. | |
| τόν ῥ' ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν | 237 |
| τοῦτον δὴ ἐπέπεμψε μὲν σὺν τοῖς ὅπλοις καὶ τοῖς ὀχήμασιν | |
| ἐς πόλεμον, οὐδ' αὖτις ἐδέξατο νοστήσαντα. | 238 |
| εἰς τὴν μάχην, οὐκ ἐδέξατο δὲ μετὰ ταῦτα ὑποστρέψαντα. | |
| Ἠέλιον δ' ἀκάμαντα βοῶπις πότνια Ἥρη | 239 |
| τὸν μὴ κάμνοντα δὲ ἥλιον ἡ εὐόφθαλμος σεβαστὴ Ἥρα | |
| πέμψεν ἐπ' Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι· | 240 |
| ἔπεμψεν ἐπὶ τὰς ῥοὰς τοῦ Ὠκεανοῦ ἄκοντα πορεύεσθαι· | |
| ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ | 241 |
| ὁ ἥλιος μὲν οὖν ἔδυ, ἀπεπαύσαντο δὲ οἱ ἐνδοξότατοι Ἕλληνες | |
| φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο. | 242 |
| τῆς ἰσχυρᾶς μάχης, καὶ τοῦ χαλεποῦ πολέμου. | |
| Τρῶες δ' αὖθ' ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης | 243 |
| καὶ δὴ καὶ οἱ Τρῷες ἀφ' ἑτέρου μέρους ἀπὸ τῆς ἰσχυρᾶς μάχης | |
| χωρήσαντες ἔλυσαν ὑφ' ἅρμασιν ὠκέας ἵππους, | 244 |
| ἀναχωρήσαντες, ἔλυσαν ὑπὸ τὰ ἅρματα τοὺς ταχεῖς ἵππους, | |
| ἐς δ' ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι. | 245 |
| συνηθροίσθησαν δὲ εἰς τὴν ἐκκλησίαν πρὸ τοῦ φροντίσαι δείπνου. | |
| ὀρθῶν δ' ἑσταότων ἀγορὴ γένετ', οὐδέ τις ἔτλη | 246 |
| ὀρθῶν δὲ ἑστώτων ἐγένετο ἡ ἐκκλησία, οὐ γὰρ ὑπέμεινέ τις | |
| ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκ' Ἀχιλλεὺς | 247 |
| καθίσαι, πάντας γὰρ κατέσχε φόβος, διότι Ἀχιλλεὺς | |
| ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς. | 248 |
| ἐφάνη· ἐπὶ πολὺ δὲ ἀπέστη τοῦ χαλεποῦ πολέμου· | |
| τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχ' ἀγορεύειν | 249 |
| ἐν τούτοις δὲ Πολυδάμας συνετὸς ἤρξατο δημηγορεῖν | |
| Πανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω· | 250 |
| ὁ υἱὸς τοῦ Πάνθου, οὗτος γὰρ μόνος ἑῶρα τά τε μέλλοντα καὶ τὰ παρελθόντα, | |
| Ἕκτορι δ' ἦεν ἑταῖρος, ἰῇ δ' ἐν νυκτὶ γένοντο, | 251 |
| τοῦ Ἕκτορος δὲ ἦν φίλος, ἐν μιᾷ δὲ νυκτὶ ἐγεννήθησαν· | |
| ἀλλ' ὃ μὲν ἂρ μύθοισιν, ὃ δ' ἔγχεϊ πολλὸν ἐνίκα· | 252 |
| ἀλλ' ὁ μὲν τῷ λόγῳ, ὁ δὲ τῷ δόρατι πολλῷ ὑπερεῖχεν· | |
| ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· | 253 |
| ὅστις καλῶς διανοούμενος ἐδημηγόρησε, καὶ εἶπεν ἐν αὐτοῖς· | |
| ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε | 254 |
| πάνυ διασκοπεῖσθε, ὦ φίλοι· κελεύω γὰρ ἔγωγε | |
| ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν | 255 |
| εἰς τὴν πόλιν νυνὶ πορευθῆναι, μὴ ἐκδέχεσθαι τὴν ἐνδοξοτάτην ἡμέραν | |
| ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δ' ἀπὸ τείχεός εἰμεν. | 256 |
| ἐν τῇ πεδιάδι παρὰ ταῖς ναυσί, πόρρω γὰρ ἀπὸ τοῦ τείχους ἐσμέν· | |
| ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ | 257 |
| ὅτε μὲν οὗτος ὁ ἀνὴρ ἐμνησικάκει τῷ ἐνδοξοτάτῳ Ἀγαμέμνονι, | |
| τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί· | 258 |
| τὸ τηνικαῦτα δὴ ῥᾴδιοι ἦσαν εἰς πόλεμον οἱ Ἕλληνες, | |
| χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων | 259 |
| ἤγουν ῥᾳδίως ἡττῶντο· ἔχαιρον γὰρ ἐγὼ παρὰ ταῖς ταχείαις ναυσὶ κοιμώμενος (διάγων), | |
| ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας. | 260 |
| ἐλπίζων κρατήσειν τὰς ναῦς τὰς ἀμφοτέρωθεν ἐλαυνομένας, | |
| νῦν δ' αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα· | 261 |
| νῦν δὲ χαλεπῶς φοβοῦμαι τὸν ταχύποδα υἱὸν τοῦ Πηλέως· | |
| οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει | 262 |
| ὢ οἵα ἐστὶν ἡ ψυχὴ ἐκείνου ὑπεράγουσα τῇ δυνάμει· οὐ βουλήσεται | |
| μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ | 263 |
| μένειν ἐν τῷ πεδίῳ, ὅπου οἱ Τρῷες, καὶ οἱ Ἕλληνες | |
| ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται, | 264 |
| ἐν τῷ μέσῳ ἀμφότεροι τὴν τοῦ πολέμου δύναμιν ἀπομερίζονται, | |
| ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν. | 265 |
| ἀλλὰ περὶ τῆς πόλεως πολεμήσει, καὶ τῶν γυναικῶν. | |
| ἀλλ' ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται· | 266 |
| ἀλλὰ πορευθῶμεν εἰς τὴν πόλιν, ὑπακούσατέ μοι, οὕτω γὰρ γενήσεται· | |
| νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα | 267 |
| νυνὶ μὲν ἡ νὺξ ἔπαυσε τὸν ταχύποδα υἱὸν τοῦ Πηλέως | |
| ἀμβροσίη· εἰ δ' ἄμμε κιχήσεται ἐνθάδ' ἐόντας | 268 |
| ἡ θεία· εἰ δὲ ἡμᾶς καταλήψεται ἐνταῦθα ὄντας | |
| αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν | 269 |
| αὔριον ἐξορμήσας σὺν τοῖς ὅπλοις, καλῶς δή τις αὐτὸν | |
| γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν | 270 |
| ἐπιγνώσεται· ἀσμένως γὰρ εἰσελεύσεται εἰς τὴν ἱερὰν Ἴλιον, | |
| ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται | 271 |
| ὃς ἂν ἐκφύγῃ, πολλοὺς δὲ κύνες, καὶ γῦπες καταφαγοῦνται | |
| Τρώων· αἲ γὰρ δή μοι ἀπ' οὔατος ὧδε γένοιτο. | 272 |
| τῶν Τρῴων. εἴθε δή μοι τοῦτο οὐ μόνον μὴ ὀφθείη, ἀλλὰ καὶ ἀπὸ τοῦ ὠτὸς γένοιτο, ἤγουν μηδὲ ἀκουσθείη. | |
| εἰ δ' ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ, | 273 |
| ἐὰν δὲ τοῖς ἐμοῖς λόγοις πείθησθε, καίπερ ἀλγοῦντες, | |
| νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι | 274 |
| διὰ νυκτὸς μὲν ἐν τῇ ἀγορᾷ δύναμιν ἕξομεν, ἤγουν κρατερῶς βουλευσόμεθα, τὴν πόλιν δέ οἵ τε πύργοι, | |
| ὑψηλαί τε πύλαι σανίδες τ' ἐπὶ τῇς ἀραρυῖαι | 275 |
| καὶ αἱ μεγάλαι πύλαι (δίοδοι), καὶ αἱ ἐπ' αὐταῖς συνηρμοσμέναι σανίδες | |
| μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται· | 276 |
| αἱ ἐπιμήκεις καὶ εὐξέστως εἰργασμέναι συγκεκλεισμέναι φυλάξουσι καὶ σώσουσι· | |
| πρῶϊ δ' ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες | 277 |
| τὸ πρωὶ δὲ ἕωθεν σὺν τοῖς ὅπλοις καθοπλισθέντες | |
| στησόμεθ' ἂμ πύργους· τῷ δ' ἄλγιον, αἴ κ' ἐθέλῃσιν | 278 |
| στησόμεθα ἐπὶ τῶν πύργων, τούτῳ δὲ ὀδυνηρὸν ἔσται, ἐὰν ἐθέλῃ | |
| ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι. | 279 |
| ἀφικόμενος ἐκ τῶν νεῶν περὶ τὸ τεῖχος πολεμεῖν ἡμῖν· | |
| ἂψ πάλιν εἶσ' ἐπὶ νῆας, ἐπεί κ' ἐριαύχενας ἵππους | 280 |
| αὖθις εἰς τοὐπίσω ὑποστρέψει ἐπὶ τὰς ναῦς, ἐπειδὰν τοὺς μεγαλαύχενας ἵππους | |
| παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων· | 281 |
| παντοδαποῦ δρόμου κορέσῃ, ὑπὸ τὴν πόλιν αὐτοὺς πλανῶν, καὶ μετὰ ἀναστροφῆς ἐλαύνων· | |
| εἴσω δ' οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει, | 282 |
| ἔσω δὲ ἐφορμῆσαι οὐκ ἐάσει αὐτὸν ἡ ψυχὴ | |
| οὐδέ ποτ' ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται. | 283 |
| οὐδὲ ἐκπορθήσει ποτὲ πρὶν ἂν αὐτὸν κύνες ταχεῖς καταφάγωσι. | |
| τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· | 284 |
| πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος, εἶπεν ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ. | |
| Πουλυδάμα σὺ μὲν οὐκέτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις, | 285 |
| ὦ Πολυδάμα, σὺ μὲν οὐδαμῶς ἐμοὶ προσφιλῆ ταῦτα λέγεις, | |
| ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας. | 286 |
| ὅστις κελεύεις συναθροισθῆναι εἰς τὴν πόλιν αὖθις ἐλθόντας· | |
| ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων; | 287 |
| ἢ οὔπω ἐχορτάσθητε συγκεκλεισμένοι ἐντὸς τῶν πυλῶν; | |
| πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι | 288 |
| τὸ πρῶτον μὲν γὰρ τὴν πόλιν τοῦ Πριάμου οἱ μεμερισμένην ἔχοντες τὴν φωνὴν ἄνθρωποι | |
| πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον· | 289 |
| σύμπαντες ἔφασκον πολὺν χρυσὸν ἔχουσαν, καὶ πολὺν χαλκόν, | |
| νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά, | 290 |
| νυνὶ δὲ ἐξανήλωται ἐκ τῶν οἴκων τὰ καλὰ ἐναποκείμενα χρήματα· | |
| πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν | 291 |
| πολλὰ δὲ δὴ κατὰ τὴν Φρυγίαν καὶ τὴν ἐπέραστον Μῃονίαν | |
| κτήματα περνάμεν' ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς. | 292 |
| κτήματα πωλούμενα ἔρχονται, ἐπειδὴ ὁ μέγας Ζεὺς ἐχολώθη, καὶ ὠργίσθη· | |
| νῦν δ' ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω | 293 |
| νυνὶ δὲ ἡνίκα μοι ἔδωκεν ὁ υἱὸς τοῦ Κρόνου σκολιοβούλου | |
| κῦδος ἀρέσθ' ἐπὶ νηυσί, θαλάσσῃ τ' ἔλσαι Ἀχαιούς, | 294 |
| δόξαν κτήσασθαι, καὶ εἰς τὰς ναῦς καὶ τὴν θάλασσαν συνελάσαι τοὺς Ἕλληνας, | |
| νήπιε μηκέτι ταῦτα νοήματα φαῖν' ἐνὶ δήμῳ· | 295 |
| μηδαμῶς, ὦ ἀνόητε, τὰ νοήματα ταῦτα λέγε ἐν τῷ δήμῳ· | |
| οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω. | 296 |
| οὐδεὶς γὰρ τῶν Τρῴων ὑπακούσεται, οὐ γὰρ ἀφήσω. | |
| ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. | 297 |
| ἀλλ' ἄγετε ὥσπερ ἂν ἐγὼ εἴπω, πάντες ὑπακούωμεν· | |
| νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι, | 298 |
| νυνὶ μὲν δεῖπνον λάβετε κατὰ τὸ στρατόπεδον ἐν ταῖς τάξεσι, | |
| καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος· | 299 |
| καὶ φυλακῆς μνήσθητε, καὶ γρηγορεῖτε πάντες· | |
| Τρώων δ' ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει, | 300 |
| ὅστις δὲ τῶν Τρῴων κτήμασιν ὑπερβαλλόντως λυπεῖ τὸ κοινόν, | |
| συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι· | 301 |
| συνάξας αὐτὰ δότω τῷ πλήθει καταφαγεῖν δημοσίᾳ, | |
| τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς. | 302 |
| βέλτιόν ἐστιν τινὰ τούτων ἀπολαύειν αὐτῶν, ἢ τοὺς Ἕλληνας. | |
| πρῶϊ δ' ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες | 303 |
| τὸ πρωί δὲ ἕωθεν σὺν τοῖς ὅπλοις καθοπλισθέντες | |
| νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα. | 304 |
| παρὰ ταῖς βαθείαις ναυσὶ συστήσομεν πόλεμον σφοδρόν. | |
| εἰ δ' ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς, | 305 |
| εἰ δὲ ἀληθῶς ἐκ τῶν νεῶν ἀνέστη ὁ ἐνδοξότατος Ἀχιλλεύς, | |
| ἄλγιον αἴ κ' ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε | 306 |
| λυπηρὸν αὐτῷ ἔσται ἐὰν ἐθέλῃ· οὐκ ἔγωγε αὐτὸν | |
| φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλ' ἄντην | 307 |
| φεύξομαι ἐκ τοῦ κακοήχου πολέμου, ἀλλὰ πάνυ ἐναντίον | |
| στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην. | 308 |
| στήσομαι, ἢ σχοίη ἂν νίκην μεγάλην, ἢ σχοίημ' ἄν· | |
| ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα. | 309 |
| κοινός ἐστιν ὁ Ἄρης, καὶ τόν, κτανοῦντα ἤγουν τὸν ἐλπίζοντα ἀνελεῖν, ἀνεῖλεν. | |
| ὣς Ἕκτωρ ἀγόρευ', ἐπὶ δὲ Τρῶες κελάδησαν | 310 |
| οὕτως ἔλεγεν ὁ Ἕκτωρ, οἱ Τρῷες δὲ ἐπήχησαν, | |
| νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη. | 311 |
| οἱ μωροὶ καὶ ἀνόητοι, ἐξείλετο γὰρ τὴν διάνοιαν αὐτῶν ἡ πολεμική Ἀθηνᾶ· | |
| Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι, | 312 |
| τῷ Ἕκτορι μὲν γὰρ συνῄνεσαν δεινὰ βουλευομένῳ (συμβουλεύοντι)· | |
| Πουλυδάμαντι δ' ἄρ' οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν. | 313 |
| τῷ Πολυδάμαντι δὲ οὐδεὶς, ὅστις ἀγαθὴν βουλὴν διενοεῖτο. | |
| δόρπον ἔπειθ' εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ | 314 |
| οἱ μὲν οὖν δεῖπνον ἔλαβον κατὰ τὸ στρατόπεδον· οἱ Ἕλληνες δὲ | |
| παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες. | 315 |
| δι᾽ ὅλης τῆς νυκτὸς τὸν Πάτροκλον θρηνοῦντες ἐστέναζον, | |
| τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο | 316 |
| ἐν τούτοις δὲ ὁ υἱὸς τοῦ Πηλέως ἡγεῖτο δαψιλοῦς θρήνου, | |
| χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου | 317 |
| θεὶς τὰς χεῖρας τὰς ἀνδροκτόνους ἐπὶ τοῖς στήθεσι τοῦ φίλου, | |
| πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος, | 318 |
| συνεχῶς πάνυ στενάζων καθάπερ λέων μέγα τὸ γένειον ἔχων καὶ εὔτονος, | |
| ᾧ ῥά θ' ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ | 319 |
| ᾧτινι δὴ τὰ γεννήματα ὑφαρπάσῃ ἀνὴρ θηρευτὴς | |
| ὕλης ἐκ πυκινῆς· ὃ δέ τ' ἄχνυται ὕστερος ἐλθών, | 320 |
| ἐκ τοῦ πυκτοῦ καὶ συνηρεφοῦς δρυμοῦ, οὗτος δὲ λυπεῖται μετέπειτα παραγενόμενος, | |
| πολλὰ δέ τ' ἄγκε' ἐπῆλθε μετ' ἀνέρος ἴχνι' ἐρευνῶν | 321 |
| πολλοὺς δὲ κοίλους καὶ φαραγγώδεις τόπους ἐπῆλθε κατὰ τὰ ἴχνη τοῦ ἀνδρὸς ζητῶν καὶ ῥινηλατῶν, | |
| εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ· | 322 |
| εἴ ποθεν αὐτὸν εὖροι, πάνυ γὰρ ὀργὴ δριμεία κατακρατεῖ· | |
| ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν· | 323 |
| οὕτως αὐτὸς βαρέως στενάζων ἔλεγεν ἐν τοῖς Μυρμιδόσι. | |
| ὢ πόποι ἦ ῥ' ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ | 324 |
| φεῦ φεῦ, ὄντως δὴ ματαίως ἐξέβαλον λόγον τῇ ἡμέρᾳ ἐκείνῃ | |
| θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι· | 325 |
| θαρσοποιῶν τὸν ἥρωα Μενοίτιον ἐν τοῖς οἴκοις· | |
| φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν | 326 |
| εἶπον γὰρ αὐτῷ ἀπάξειν τὸν υἱὸν εἰς τὸν ὑπερένδοξον Ὀπόεντα | |
| Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν. | 327 |
| ἐκπορθήσαντα τὸ Ἴλιον, καὶ ἀπολαβόντα μοῖραν τῆς λαφυραγωγίας. | |
| ἀλλ' οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ· | 328 |
| ἀλλ' οὐ Ζεὺς τοῖς ἀνδράσι πάντα τὰ νοήματα τελειοῖ, | |
| ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι | 329 |
| ἀμφοτέρους γὰρ εἵμαρτο ὁμοίων γῆν ἐρυθρὰν ποιῆσαι τῷ αἵματι | |
| αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδ' ἐμὲ νοστήσαντα | 330 |
| αὐτόθι ἐν τῇ Τροίᾳ, ἐπειδὴ οὐδὲ ἐμὲ ὑποστρέψαντα | |
| δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς | 331 |
| ἀποδέξεται ἐν τοῖς οἴκοις ὁ γέρων ἱππικὸς Πηλεύς, | |
| οὐδὲ Θέτις μήτηρ, ἀλλ' αὐτοῦ γαῖα καθέξει. | 332 |
| οὐδὲ Θέτις ἡ μητὴρ, ἀλλ᾿ αὐτόθι ἡ γῆ καθέξει καὶ καλύψει. | |
| νῦν δ' ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμ' ὑπὸ γαῖαν, | 333 |
| νυνὶ δὲ ἐπειδή, ὦ Πάτροκλε, μετὰ σὲ πορεύσομαι ὑπὸ τὴν γῆν, | |
| οὔ σε πρὶν κτεριῶ πρίν γ' Ἕκτορος ἐνθάδ' ἐνεῖκαι | 334 |
| οὐ πρότερόν σε ἐνταφιάσω, πρὶν ἢ δεῦρο ἐνέγκαι τὰ τοῦ Ἕκτορος | |
| τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος· | 335 |
| ὅπλα, καὶ τὴν κεφαλὴν τοῦ σοῦ μεγαλοψύχου φονέως· | |
| δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω | 336 |
| δώδεκα δὲ ἔμπροσθεν τοῦ πυρὸς ἀπαυχενίσω, καὶ ἀποτραχηλίσω | |
| Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς. | 337 |
| τέκνα λαμπρὰ τῶν Τρῴων, ὀργισθεὶς ἕνεκα σοῦ ἀνερεθέντος· | |
| τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως, | 338 |
| ἐπὶ τοσοῦτον δέ μοι παρὰ ταῖς καμπυλοπρύμνοις ναυσὶ κείσῃ οὑτωσί, | |
| ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι | 339 |
| περὶ σὲ δὲ αἱ Τρῳάδες καὶ αἱ μεγαλοκόλποι Δαρδανίδες | |
| κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι, | 340 |
| κλαύσονται νύκτας καὶ ἡμέρας δακρυρροοῦσαι, | |
| τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ | 341 |
| ἃς ἡμεῖς ποιήσαντες ἐκτησάμεθα ἰσχύϊ τε καὶ δόρατι μακρῷ, | |
| πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων. | 342 |
| εὐγείους πόλεις ἐκπορθοῦντες τῶν μεμερισμένων ἐχόντων τὴν φωνὴν ἀνθρώπων. | |
| ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς | 343 |
| οὕτως εἰπὼν τοῖς φίλοις ἐκέλευσεν ὁ ἐνδοξότατος Ἀχιλλεὺς | |
| ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα | 344 |
| στῆσαι περὶ τὸ πῦρ λέβητα μέγαν, ὅπως πάνυ ταχέως | |
| Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα. | 345 |
| τὸν Πάτροκλον ἀπολούσαιεν, καὶ ἐκπλύνειεν τὸν αἱματώδη λύθρον. | |
| οἳ δὲ λοετροχόον τρίποδ' ἵστασαν ἐν πυρὶ κηλέῳ, | 346 |
| οὗτοι δὲ τὸν εἰς ὃν τὰ λουτρὰ ἐγχέονται λέβητα ἔστησαν ἐν τῷ καυστικῷ πυρί, | |
| ἐν δ' ἄρ' ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες. | 347 |
| ἐνέχεαν δὲ ὕδωρ, ξύλα δὲ ὑπέκαιον λαβόντες· | |
| γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ' ὕδωρ· | 348 |
| τὴν γάστραν μὲν οὖν καὶ τὸ κοῖλον τοῦ λέβητος τὸ πῦρ περιέθαλπεν, ἐθερμαίνετο δὲ τὸ ὕδωρ. | |
| αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ, | 349 |
| ἐπειδὴ δὲ ἔβρασε τὸ ὕδωρ ἐν τῷ λεπτῷ καὶ καθαρῷ χαλκῷ, | |
| καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπ' ἐλαίῳ, | 350 |
| τότε δὴ ἔλουσαν αὐτόν, καὶ ἔχρισαν λίπος δι' ἐλαίου, | |
| ἐν δ' ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο· | 351 |
| ἐνέπλησαν δὲ καὶ ἀνεστόμωσαν τὰ τραύματα ἐλαίου ἐνναετοῦς, | |
| ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν | 352 |
| ἐν τῇ στρωμνῇ δὲ καταθέντες λεπτῷ περιβολαίῳ (ὑφάσματι) ἐκάλυψαν | |
| ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ. | 353 |
| ἐκ τῆς κεφαλῆς μέχρι τῶν ποδῶν, ἄνωθεν δὲ ἱματίῳ λευκῷ. | |
| παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφ' Ἀχιλῆα | 354 |
| δι᾽ ὅλης μὲν οὖν τῆς νυκτὸς περὶ τὸν ταχύποδα Ἀχιλλέα | |
| Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες· | 355 |
| οἱ Μυρμιδόνες τὸν Πάτροκλον θρηνοῦντες ἀνεστέναζον. | |
| Ζεὺς δ' Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε· | 356 |
| ὁ Ζεὺς δὲ εἶπε πρὸς τὴν Ἥραν τὴν ἀδελφὴν καὶ γαμετὴν αὐτοῦ. | |
| ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη | 357 |
| ἔπραξας καὶ παραυτίκα νυνί, ὦ εὐόφθαλμε σεβαστή Ἥρα | |
| ἀνστήσασ' Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο | 358 |
| ἐγείρασα τὸν ταχύποδα Ἀχιλλέα· ὄντως που | |
| ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί. | 359 |
| ἐκ σοῦ αὐτῆς ἐγεννήθησαν οἱ τὰς κεφαλὰς κομῶντες Ἕλληνες. | |
| τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη· | 360 |
| πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ή εὐόφθαλμος σεβαστὴ Ἥρα· | |
| αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. | 361 |
| δεινότατε υἱὲ τοῦ Κρόνου, τίνα τόνδε λόγον εἶπας; | |
| καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι, | 362 |
| καὶ μήν που ἀνὴρ τις φροντίζει τελειώσαι ἀνδρὶ κακόν τι δηλονότι, ὀργισθεὶς αὐτῷ, | |
| ὅς περ θνητός τ' ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε· | 363 |
| ὅστις ὑπάρχει θνητός, καὶ οὐ τοσαύτας βουλὰς ἐπίσταται. | |
| πῶς δὴ ἔγωγ', ἥ φημι θεάων ἔμμεν ἀρίστη, | 364 |
| πῶς οὖν ἔγωγε, ἥτις οἴομαι εἶναι κρατίστη πασῶν τῶν θεῶν | |
| ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις | 365 |
| κατ' ἄμφω, καὶ τῷ γένει, καὶ διότι σὴ γαμετὴ | |
| κέκλημαι, σὺ δὲ πᾶσι μετ' ἀθανάτοισιν ἀνάσσεις, | 366 |
| καλοῦμαι, σὺ δὲ ἐν πᾶσιν τοῖς ἀθανάτοις θεοῖς βασιλεύεις, | |
| οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι; | 367 |
| οὐκ ἔμελλον τοῖς Τρῳσὶν ὀργισθεῖσα δεινὰ καὶ χαλεπὰ μηχανήσασθαι; | |
| ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· | 368 |
| οὕτως οὗτοι μὲν τοιαῦτα πρὸς ἀλλήλους ἔλεγον. | |
| Ἡφαίστου δ' ἵκανε δόμον Θέτις ἀργυρόπεζα | 369 |
| ἡ Θέτις δὲ ἡ λευκόπους ἀφίκετο εἰς τὸν οἶκον τοῦ Ἡφαίστου | |
| ἄφθιτον ἀστερόεντα μεταπρεπέ' ἀθανάτοισι | 370 |
| τὸν ἄφθαρτον, τὸν λαμπρόν, τὸν περιφανῆ ἐν τοῖς ἀθανάτοις, | |
| χάλκεον, ὅν ῥ' αὐτὸς ποιήσατο κυλλοποδίων. | 371 |
| ὃν δὴ αὐτὸς χαλκοῦν ἐποίησεν ὁ χωλός. | |
| τὸν δ' εὗρ' ἱδρώοντα ἑλισσόμενον περὶ φύσας | 372 |
| τοῦτον δὲ εὗρεν ἱδρῶτι περιρρεόμενον, συστρεφόμενον περὶ τοὺς πνευματικοὺς ἀσκοὺς | |
| σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν | 373 |
| ἐπειγόμενον, λέβητας εἴκοσι τοὺς πάντας κατεσκεύαζεν | |
| ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο, | 374 |
| ἑστάναι περὶ τὸν τοῖχον τοῦ εὐσταθοῦς καὶ ἑδραίου οἴκου, | |
| χρύσεα δέ σφ' ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν, | 375 |
| χρυσοὺς δὲ τροχοὺς ὑπὸ τὸν πυθμένα ἑκάστου αὐτῶν ἔθηκεν, | |
| ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατ' ἀγῶνα | 376 |
| ὅπως αὐτῷ αὐτομάτως καὶ ἀφ' ἑαυτῶν εἰσίοιεν εἰς τὸν θεῖον ἀγῶνα, | |
| ἠδ' αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι. | 377 |
| καὶ πάλιν εἰς τὸν οἶκον πορεύοιντο θαῦμα θεάσασθαι. | |
| οἳ δ' ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δ' οὔ πω | 378 |
| οὗτοι δὲ ἐπὶ τοσοῦτον μὲν ἦσαν τετελεσμένοι, οὔπω δὲ τὰ ὦτα | |
| δαιδάλεα προσέκειτο· τά ῥ' ἤρτυε, κόπτε δὲ δεσμούς. | 379 |
| τὰ ποικίλα προσέκειντο, ἅπερ δὴ ἡτοίμαζεν, ἤλαυνε δὲ τοὺς ἥλους· | |
| ὄφρ' ὅ γε ταῦτ' ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι, | 380 |
| ἐν ᾧ δὲ οὗτος ταῦτα εἰργάζετο φρεσὶν ἐπιστήμοσιν, | |
| τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα. | 381 |
| ἐν τούτῳ παρεγένετο αὐτῷ ἡ θεὰ ἡ Θέτις ἡ λευκόπους, | |
| τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος | 382 |
| ταύτην δὲ ἐθεάσατο προϊοῦσα ἡ Χάρις, ἡ στίλβον καὶ λευκὸν τὸ ἐπιβόλαιον καὶ κεφαλόδεσμον ἔχουσα, | |
| καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις· | 383 |
| ἡ ὠραία, ἣν ἔγημεν ὁ ὑπερένδοξος Ἥφαιστος ὁ χωλός, | |
| ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· | 384 |
| ἐνέφυ δὲ αὐτῇ τῇ χειρί, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει. | |
| τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ | 385 |
| τί δήποτε, ὦ Θέτι μακρόπεπλε, ἀφίκου εἰς τὸ ἡμέτερον δῶμα, | |
| αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις. | 386 |
| αἰδοῦς ἀξία καὶ προσφιλής; πρότερόν γε μὴν οὐ συνεχῶς παρεγίνου. | |
| ἀλλ' ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω. | 387 |
| ἀλλ' ἕπου εἰς τοὔμπροσθεν, ὅπως σοι ξένια παραθῶ. | |
| ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων. | 388 |
| οὕτως δὴ εἰποῦσα εἰς τὸ πρόσω ἦγεν ἡ ἐνδοξοτάτη τῶν θεῶν. | |
| τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου | 389 |
| ταύτην μὲν οὖν ἐκάθισεν ἐπὶ τοῦ θρόνου τοῦ ἀργυροὺς ἥλους ἔχοντος τοῦ εὐειδοῦς, | |
| καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· | 390 |
| καὶ ποικίλως εἰργασμένου, ὑποπόδιον δὲ ὑπὸ τοῖς ποσὶν ἦν, | |
| κέκλετο δ' Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον· | 391 |
| ἐκάλεσε δὲ τὸν ἔνδοξον κατὰ τὴν τέχνην Ἥφαιστον, καὶ εἶπε λόγον οὕτως· | |
| Ἥφαιστε πρόμολ' ὧδε· Θέτις νύ τι σεῖο χατίζει. | 392 |
| ὦ Ἥφαιστε, ἴθι δεῦρο (πρόελθε οὕτως ὡς ἔχεις σχήματος), ἡ Θέτις δή σου χρείαν κατά τι ἔχει. | |
| τὴν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμφιγυήεις· | 393 |
| πρὸς ταύτην δὲ ἀπεκρίνετο μετὰ ταῦτα ὁ ὑπερένδοξος Ἥφαιστος ὁ χωλός· | |
| ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον, | 394 |
| ὄντως δή μοι φοβερὰ καὶ αἰδοῦς ἀξία θεὰ πάρεστιν, | |
| ἥ μ' ἐσάωσ' ὅτε μ' ἄλγος ἀφίκετο τῆλε πεσόντα | 395 |
| ἥτις με ἔσωσεν, ἡνίκα με λύπη καὶ ὀδύνη κατέλαβε πόρρωθι τεχθέντα | |
| μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μ' ἐθέλησε | 396 |
| βουλῇ τῆς ἐμῆς ἀναιδοῦς μητρός, ἥτις με ἠβουλήθη | |
| κρύψαι χωλὸν ἐόντα· τότ' ἂν πάθον ἄλγεα θυμῷ, | 397 |
| ἀποκρύψαι χωλὸν ὑπάρχοντα. τότε ἂν λύπας καὶ ὀδύνας ὑπέμεινα τῇ ψυχῇ, | |
| εἰ μή μ' Εὐρυνόμη τε Θέτις θ' ὑπεδέξατο κόλπῳ | 398 |
| εἰ μὴ ἡ Εὐρυνόμη τε καὶ ἡ Θέτις με ὑπεδέξατο εἰς τὸν κόλπον, | |
| Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο. | 399 |
| ἡ Εὐρυνόμη ἡ θυγάτηρ τοῦ παλιρρόου (ταχέως ῥέοντος) Ὠκεανοῦ, | |
| τῇσι παρ' εἰνάετες χάλκευον δαίδαλα πολλά, | 400 |
| παρ' αὐταῖς ἐννέα ἔτη ἐχάλκευον πολλὰ ποικίλα, | |
| πόρπας τε γναμπτάς θ' ἕλικας κάλυκάς τε καὶ ὅρμους | 401 |
| περόνας τε, καὶ περιφερῆ ψέλλια (...εῖς στρεπτοὺς), καὶ σύριγγας (σωληνίσκους), καὶ περιτραχηλίους κόσμους | |
| ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο | 402 |
| ἐν τῷ κοίλῳ καὶ βαθεῖ σπηλαίῳ, ὁ ῥοῦς δὲ τοῦ Ὠκεανοῦ | |
| ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος | 403 |
| περιέρρει μέγιστος, σὺν ἀφρῷ ποιὸν ἦχον ἀποτελῶν, οὐδέ τις ἄλλος | |
| ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων, | 404 |
| ἠπίστατο, οὔτε ἀπὸ τῶν θεῶν, οὔτε ἀπὸ τῶν θνητῶν ἀνθρώπων· | |
| ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μ' ἐσάωσαν. | 405 |
| ἀλλ᾿ ἡ Θέτις τε καὶ ἡ Εὐρυνόμη ἦσαν αἵτινές με ἔσωσαν, | |
| ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ | 406 |
| ἥτις νυνὶ ἀφίκετο εἰς τὸν ἡμέτερον οἶκον· διὰ τοῦτό με πάνυ χρέος | |
| πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν. | 407 |
| ἀποδιδόναι τῇ ὡραιοκόμῳ Θέτιδι πᾶσαν χάριν ὑπὲρ τῆς ἐμῆς ζωῆς. | |
| ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά, | 408 |
| ἀλλὰ σὺ μὲν αὐτῇ νυνὶ παράθες ξένια καλά, | |
| ὄφρ' ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα. | 409 |
| μέχρις ἂν ἐγὼ τοὺς πνευματικούς ἀσκούς ἀποθῶ, καὶ πάντα τὰ ἔνθετα καὶ ἐνεργά. | |
| ἦ, καὶ ἀπ' ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη | 410 |
| εἶπε καὶ ἀπὸ τοῦ τόπου τοῦ ἄκμονος, μεγάλως ἀετηδὸν (δίκην ἀετοῦ) ἀνέστη | |
| χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. | 411 |
| σκάζων, ἐρρωμένως δὲ ὑφώρμων αἱ βεβλαμμέναι κνήμαι. | |
| φύσας μέν ῥ' ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα | 412 |
| τοὺς μὲν οὖν πνευματικοὺς ἀσκοὺς πόρρωθεν τοῦ πυρὸς ἔθηκε, καὶ πάντα τὰ ὄργανα, | |
| λάρνακ' ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο· | 413 |
| καὶ τὰ σκεύη εἰς τὴν ἀργυρᾶν κιβωτὸν συνήθροισεν, οἷς ἐνέργει· | |
| σπόγγῳ δ' ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρ' ἀπομόργνυ | 414 |
| σπόγγῳ δὲ τό τε πρόσωπον καὶ ἄμφω τὰς χεῖρας ἀπέπασσε, καὶ ἀπέψα, | |
| αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα, | 415 |
| καὶ τὸν στερεὸν τράχηλον, καὶ τὰ τετριχωμένα, καὶ δασέα στήθη, | |
| δῦ δὲ χιτῶν', ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε | 416 |
| ἐνεδύσατο δὲ τὸν χιτῶνα, ἔλαβε δὲ τὴν παχεῖαν ῥάβδον, ἐπορεύθη δὲ ἔξω | |
| χωλεύων· ὑπὸ δ' ἀμφίπολοι ῥώοντο ἄνακτι | 417 |
| σκάζων, ὑφώρμων δὲ τῷ βασιλεῖ θεράπαιναι | |
| χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι. | 418 |
| χρυσαῖ, ζώσαις νεάνισιν ὅμοιαι, | |
| τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ | 419 |
| ταύταις ἔνεστι μὲν νοῦς ἐν διανοίᾳ (λογιστικῷ), ἔνεστι δὲ φωνή, | |
| καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν. | 420 |
| καὶ δύναμις, οἴδασι δὲ τὰ ἔργα τῶν ἀθανάτων θεῶν· | |
| αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρων | 421 |
| αὗται μὲν οὖν ὑπὸ τοῦ βασιλέως ἐνήργουν καὶ διηκόνουν· οὗτος δὲ παρεφθαρμένως πορευόμενος | |
| πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ, | 422 |
| πλησίον, ὅπου ἡ Θέτις ἐκάθισεν ἐπὶ θρόνου λαμπροῦ, | |
| ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· | 423 |
| καὶ ἐνέφυ αὐτῇ τῇ χειρί, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει· | |
| τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ | 424 |
| τί δήποτε, ὦ Θέτι μακρόπεπλε, ἀφίκου εἰς τὸ ἡμέτερον δῶμα, | |
| αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις. | 425 |
| αἰδοῦς τε ἀξία καὶ προσφιλής; πρότερόν γε μὴν οὔτι συνεχῶς παρεγίνου. | |
| αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν, | 426 |
| λέγε ὅ, τι διανοῇ, ποιῆσαι (τελειώσαι) δέ με ἡ ψυχὴ προτρέπεται, | |
| εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν. | 427 |
| εἰ δύναμαι τελειῶσαι, καὶ εἰ ὑπ᾽ ἄλλου ποτὲ ἐτελέσθη. | |
| τὸν δ' ἠμείβετ' ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα· | 428 |
| πρὸς τοῦτον δὲ ἀπεκρίνατο μετὰ ταῦτα ἡ Θέτις δάκρυα καταχέουσα· | |
| Ἥφαιστ', ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσ' ἐν Ὀλύμπῳ, | 429 |
| ὦ Ἥφαιστε, ἆρά γέ τις τῶν ὅσαι θεαί εἰσιν ἐν τῷ οὐρανῷ | |
| τοσσάδ' ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ | 430 |
| τοσαύτας θλίψεις χαλεπὰς ὑπέμεινεν ἐν τῇ ἑαυτῆς διανοίᾳ, | |
| ὅσσ' ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγε' ἔδωκεν; | 431 |
| ὅσας ἐμοὶ ἐκ πασῶν Ζεὺς ὁ υἱὸς τοῦ Κρόνου λύπας καὶ ὀδύνας ἔδωκεν; | |
| ἐκ μέν μ' ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν | 432 |
| ἐκ τῶν ἄλλων μὲν θαλασσίων ἐμὲ ὑπέταξεν ἀνδρὶ | |
| Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν | 433 |
| Πηλεῖ τῷ υἱῷ τοῦ Αἰακοῦ, καὶ ὑπέμεινα συνουσίαν ἀνδρὸς | |
| πολλὰ μάλ' οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ | 434 |
| κατὰ πολὺ πάνυ μὴ βουλομένη· οὗτος μὲν δὴ γήρᾳ χαλεπῷ | |
| κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν, | 435 |
| κεῖται ἐν τῷ οἴκῳ βεβλαμμένος· ἄλλα δὲ νυνί μοι | |
| υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε | 436 |
| δεινὰ δηλονότι, ἐπειδή μοι ἔδωκε γεννηθῆναι υἱὸν καὶ ἀνατραφῆναι | |
| ἔξοχον ἡρώων· ὃ δ' ἀνέδραμεν ἔρνεϊ ἶσος· | 437 |
| ἄριστον πάντων τῶν ἡρώων, οὗτος δὲ ηὐξήθη ὅμοιος φυτῷ εὐθαλεῖ· | |
| τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς | 438 |
| τοῦτον μὲν ἐγὼ ἀναθρέψασα καθάπερ φυτὸν ἐν τῷ γονίμῳ τοῦ συμφύτου χωρίου, | |
| νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω | 439 |
| ἐπέπεμψα διὰ τῶν καμπυλοπρύμνων νεῶν | |
| Τρωσὶ μαχησόμενον· τὸν δ' οὐχ ὑποδέξομαι αὖτις | 440 |
| εἰς τὸ Ἴλιον πολεμήσοντα τοῖς Τρῳσί, τοῦτον δὲ πάλιν οὐκ ἀποδέξομαι | |
| οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω. | 441 |
| εἰς τὸν οἶκον ὑποστρέψαντα εἰς τὴν τοῦ Πηλέως οἰκίαν. | |
| ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο | 442 |
| ἐν ὅσῳ δέ μοι ζῇ καὶ ὁρᾷ τὸ φῶς τοῦ ἡλίου | |
| ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα. | 443 |
| λυπεῖται, οὐδέ τι δύναμαι βοηθῆσαι αὐτῷ παραγενομένη· | |
| κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν, | 444 |
| τὴν νέαν μέν, ἣν δὴ ἐκλεξάμενοι οἱ υἱοὶ τῶν Ἑλλήνων ἔδωκαν αὐτῷ δῶρον τιμῶντες, | |
| τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων. | 445 |
| ταύτην πάλιν ἐκ τῶν χειρῶν αὐτοῦ ἀφείλετο ὁ βασιλεὺς Ἀγαμέμνων. | |
| ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς | 446 |
| ταύτης μὲν οὖν ἕνεκα λυπούμενος ἔφθειρε τὴν διάνοιαν, τοὺς Ἕλληνας δὲ | |
| Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε | 447 |
| οἱ Τρῷες παρὰ ταῖς πρύμναις συνέστρεφον, οὐδὲ ἔξω ἠφίουν | |
| εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες | 448 |
| ἐξέρχεσθαι, τοῦτον δὲ παρεκάλουν οἱ τίμιοι | |
| Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρ' ὀνόμαζον. | 449 |
| τῶν Ἑλλήνων, καὶ πολλὰς ὑπερενδόξους χάριτας ἀπηριθμοῦντο· | |
| ἔνθ' αὐτὸς μὲν ἔπειτ' ἠναίνετο λοιγὸν ἀμῦναι, | 450 |
| τότε δ᾽ αὐτὸς μὲν οὖν ἀπηναίνετο καὶ ἀνένευεν ἀποσοβῆσαι τὸν ὄλεθρον, | |
| αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε, | 451 |
| τὸν Πάτροκλον δ᾽ αὐτὸς ἐνέδυσε μὲν τὰ ἑαυτοῦ ὅπλα, | |
| πέμπε δέ μιν πόλεμον δέ, πολὺν δ' ἅμα λαὸν ὄπασσε. | 452 |
| ἐπέπεμψε δὲ αὐτὸν εἰς τὸν πόλεμον, ἅμα δὲ πολὺν στρατὸν αὐτῷ ἔδωκε. | |
| πᾶν δ' ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι· | 453 |
| πᾶσαν δὲ τὴν ἡμέραν ἐμάχοντο περὶ τὰς Σκαιὰς πύλας. | |
| καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων | 454 |
| καὶ δὴ ἂν αὐτῇ τῇ ἡμέρᾳ τὴν πόλιν ἐξεπόρθησαν, εἰ μὴ Ἀπόλλων | |
| πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν | 455 |
| πολλὰ δεινὰ ποιήσαντα τὸν ἰσχυρὸν υἱὸν τοῦ Μενοιτίου | |
| ἔκταν' ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. | 456 |
| ἀπέκτεινεν ἐν τοῖς πρωταγωνισταῖς, καὶ δόξαν τῷ Ἕκτορι ἐδωρήσατο· | |
| τοὔνεκα νῦν τὰ σὰ γούναθ' ἱκάνομαι, αἴ κ' ἐθέλῃσθα | 457 |
| τούτου δὴ ἕνεκα νῦν εἰς τὰ σὰ γόνατα ἀφικόμην, ἐὰν βούλῃ | |
| υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν | 458 |
| τῷ ἐμῷ ταχυθανάτῳ ὑιῷ δοῦναι ἀσπίδα, καὶ περικεφαλαίαν, | |
| καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας | 459 |
| καὶ καλὰς κνημῖδας προσηρμοσμένας καλύμμασι τῶν σφυρῶν, | |
| καὶ θώρηχ'· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος | 460 |
| καὶ θώρακα· ὃς γὰρ ἦν αὐτῷ ἀπέβαλεν ὁ πιστὸς φίλος ἀναιρεθεὶς | |
| Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων. | 461 |
| ὑπὸ τῶν Τρῴων, οὗτος δὲ ἐπὶ τῆς γῆς ἀλγῶν τὴν ψυχήν. | |
| τὴν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμφιγυήεις· | 462 |
| πρὸς ταύτην δὲ ἀπεκρίνατο μετὰ ταῦτα ὁ ὑπερένδοξος Ἥφαιστος ὁ χωλός· | |
| θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. | 463 |
| θάρρει, μή σοι ταῦτα ἐν τῇ σῇ διανοίᾳ διὰ φροντίδος ἔστωσαν. | |
| αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην | 464 |
| εἴθε γὰρ αὐτὸν οὕτω δυναίμην τοῦ κακοήχου θανάτου | |
| νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι, | 465 |
| πόρρω ἀποκρύψαι, καὶ ἀπαλλάξαι, ἡνίκα αὐτὸν ἡ χαλεπὴ τελευτὴ καταλαμβάνει, | |
| ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε | 466 |
| ὥσπερ ὅπλα καλὰ αὐτῷ παρέσται, ὁποῖα τις δὴ | |
| ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται. | 467 |
| ἀπὸ τῶν πολλῶν ἀνθρώπων θαυμάσεται, ὃς ἂν θεάσηται. | |
| ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δ' ἐπὶ φύσας· | 468 |
| οὕτως εἰπών, ταύτας μὲν κατέλιπεν αὐτόθι, ἐπορεύθη δὲ ἐπὶ τοὺς πνευματικοὺς ἀσκούς. | |
| τὰς δ' ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι. | 469 |
| τούτους δὲ ἔτρεψεν εἰς τὸ πῦρ, καὶ προσέταξεν ἐνεργεῖν· | |
| φῦσαι δ' ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων | 470 |
| οἱ ἀσκοί δὲ πάντες ἐφύσων ἐν φυσητῆρσιν εἴκοσι | |
| παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι, | 471 |
| παντοῖον εὐφύσητον πνεῦμα ἐκπέμποντες, | |
| ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δ' αὖτε, | 472 |
| ἄλλοτε (ποτέ) μὲν ἐπειγομένῳ παρεῖναι, ποτὲ δὲ | |
| ὅππως Ἥφαιστός τ' ἐθέλοι καὶ ἔργον ἄνοιτο. | 473 |
| ὥσπερ ἂν ὁ Ἥφαιστος βούλοιτο καὶ τὸ ἔργον τελοῖτο· | |
| χαλκὸν δ' ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε | 474 |
| ἔβαλε δὲ χαλκὸν εἰς τὸ πῦρ, καὶ στερεὸν κασσίτερον (σίδηρον ἀκαταπόνητον καὶ κασσίτερον), | |
| καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα | 475 |
| καὶ πολύτιμον χρυσόν, καὶ ἄργυρον, μετὰ ταῦτα δὲ | |
| θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ | 476 |
| ἔθηκεν ἐν τῷ ἀκμοδόχῳ τόπῳ τὸν μέγαν ἄκμονα, ἔλαβε δὲ τῇ χειρὶ | |
| ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην. | 477 |
| τὴν μεγάλην σφῦραν, τῇ ἑτέρᾳ δὲ ἔλαβε τὸν ὀξύλαβον, ἤγουν τὸν χαλκευτικὸν καρκίνον· | |
| ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε | 478 |
| ἐποίει δὲ πρῶτον μεγάλην τε καὶ στερεὰν ἀσπίδα, | |
| πάντοσε δαιδάλλων, περὶ δ' ἄντυγα βάλλε φαεινὴν | 479 |
| πάντα μέρη ποικίλλων, περιέθηκε δὲ ἔξωθεν κύκλον λαμπρόν, | |
| τρίπλακα μαρμαρέην, ἐκ δ' ἀργύρεον τελαμῶνα. | 480 |
| τρίπτυχον, λαμπρόν, ἐξήρτησε δὲ ἀργυροῦν ἀναφορέα. | |
| πέντε δ' ἄρ' αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ | 481 |
| πέντε δὲ ἐλάσματα ἦσαν τῆς ἀσπίδος αὐτῆς, ἐν αὐτῇ δὲ | |
| ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν. | 482 |
| ἐποίει ποικίλα πολλά φρεσὶν ἐπιστήμοσιν, | |
| ἐν μὲν γαῖαν ἔτευξ', ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν, | 483 |
| ἐγκατεσκεύασε μὲν τὴν γῆν, καὶ τὸν οὐρανόν, καὶ τὴν θάλασσαν, | |
| ἠέλιόν τ' ἀκάμαντα σελήνην τε πλήθουσαν, | 484 |
| καὶ τὸν μὴ κάμνοντα ἥλιον, καὶ τὴν σελήνην πληθύουσαν, καὶ πεπληρωμένην τοῦ ἡλιακοῦ φωτός· | |
| ἐν δὲ τὰ τείρεα πάντα, τά τ' οὐρανὸς ἐστεφάνωται, | 485 |
| ἐν τούτοις δὲ πάντα τὰ ἄστρα, ἅπερ ὁ οὐρανὸς περίκειται, | |
| Πληϊάδας θ' Ὑάδας τε τό τε σθένος Ὠρίωνος | 486 |
| τάς τε Πλῃάδας, καὶ τὰς Ὑάδας, καὶ τὴν δύναμιν τοῦ Ὠρίωνος, | |
| Ἄρκτόν θ', ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν, | 487 |
| καὶ τὴν Ἄρκτον, ἣν καὶ ἅμαξαν κατ᾽ ἐπωνυμίαν καλοῦσιν, | |
| ἥ τ' αὐτοῦ στρέφεται καί τ' Ὠρίωνα δοκεύει, | 488 |
| ἥτις περὶ τὸν αὐτὸν τόπον στρέφεται, καὶ ἐπιτηρεῖ τὸν Ὠρίωνα· | |
| οἴη δ' ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο. | 489 |
| μόνη δ' αὕτη ἄμοιρός ἐστιν τῶν ῥείθρων τοῦ Ὠκεανοῦ μὴ δύνουσα. | |
| ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων | 490 |
| ἐνεποίησε δὲ δύο πόλεις ἀνθρώπων τῶν μεμερισμένων ἐχόντων τὴν φωνὴν | |
| καλάς. ἐν τῇ μέν ῥα γάμοι τ' ἔσαν εἰλαπίναι τε, | 491 |
| περικαλλεῖς, ὧν ἐν μὲν τῇ ἑτέρᾳ γάμοι ἦσαν καὶ εὐωχίαι, | |
| νύμφας δ' ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων | 492 |
| νύμφας δὲ ἐκ τῶν νυμφικῶν δωμάτων, δάδων ἡμμένων καὶ περιλαμπουσῶν | |
| ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δ' ὑμέναιος ὀρώρει· | 493 |
| ἦγον κατὰ τὴν πόλιν, πολὺς δὲ ὕμνος ἐπιθαλάμιος διεγήγερτο, | |
| κοῦροι δ' ὀρχηστῆρες ἐδίνεον, ἐν δ' ἄρα τοῖσιν | 494 |
| νέοι δὲ ὀρχησταὶ περιεστρέφοντο καὶ ὠρχοῦντο, ἐν τούτοις δὲ | |
| αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες | 495 |
| αὐλοὶ καὶ κιθάραι βοὴν ἐποίουν, αἱ γυναῖκες δὲ | |
| ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη. | 496 |
| ἑστῶσαι πρὸ τῶν θυρῶν ἅπασαι ἐθεώρουν, | |
| λαοὶ δ' εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος | 497 |
| ὁ δῆμος δὲ ἐν τῇ ἀγορᾷ ἦν συνηθροισμένος, ἐνταῦθα δὲ φιλονεικία | |
| ὠρώρει, δύο δ' ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς | 498 |
| διεγήγερτο, δύο δὲ ἄνδρες ἐφιλονείκουν ἕνεκα προστίμου καὶ | |
| ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντ' ἀποδοῦναι | 499 |
| ὑποφονίου ἀνδρὸς ἀναιρεθέντος, ὁ μὲν ἔφασκε πάντα τὰ ἀρκοῦντα πρὸς τὸ ἀδίκημα ἀποδεδωκέναι | |
| δήμῳ πιφαύσκων, ὃ δ' ἀναίνετο μηδὲν ἑλέσθαι· | 500 |
| τῷ δήμῳ δεικνύων, καὶ ἐμφανίζων, ὁ δὲ ἠρνεῖτο μηδὲν λαβεῖν· | |
| ἄμφω δ' ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι. | 501 |
| ἀμφότεροι δὲ ἐβούλοντο ἐπὶ μάρτυρι πέρας λαβεῖν καὶ δικάσασθαι. | |
| λαοὶ δ' ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί· | 502 |
| οἱ λαοὶ δὲ ἀμφοτέροις ἐπεβόων (συνηγόρουν) διῃρημένως συνηγοροῦντες (βοηθοῦντες). | |
| κήρυκες δ' ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες | 503 |
| οἱ κήρυκες δὲ τὸν λαὸν κατεῖχον κωλύοντες, οἱ ἐν τέλει δὲ | |
| εἵατ' ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ, | 504 |
| ἐκάθηντο ἐπὶ λίθοις ἐξεσμένοις ἐν κύκλῳ ἱερῷ, | |
| σκῆπτρα δὲ κηρύκων ἐν χέρσ' ἔχον ἠεροφώνων· | 505 |
| τὰ σκῆπτρα δὲ εἶχον ἐν ταῖς χερσὶν τῶν μεγαλοφώνων κηρύκων. | |
| τοῖσιν ἔπειτ' ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον. | 506 |
| τούτοις οὖν ὑφώρμων καὶ παρεκινοῦντο καθήμενοι, κατὰ ἐναλλαγὴν δὲ ἀπέφαινον ἕκαστος τὴν ἑαυτοῦ γνώμην· | |
| κεῖτο δ' ἄρ' ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα, | 507 |
| ἔκειντο δὲ ἐν τῷ μέσῳ δύο τάλαντα χρυσοῦ, | |
| τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι. | 508 |
| τούτῳ δοῦναι, ὃς ἂν ἐν αὐτοῖς κρίσιν εὐθύτατα ἀποφῄνειεν. | |
| τὴν δ' ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν | 509 |
| τὴν ἑτέραν δὲ πόλιν περιεκάθηντο καὶ ἐπολιόρκουν δύο στρατοὶ λαῶν | |
| τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή, | 510 |
| ὅπλοις περιλαμπόμενοι, διχῶς δὲ αὐτοῖς ἤρεσκε βουλή, | |
| ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι | 511 |
| ἢ ἐκπορθῆσαι, ἢ εἰς δύο μέρη πάντα μερίσαι καὶ διελεῖν | |
| κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν· | 512 |
| τὰ κτήματα ὅσα ἡ πόλις ἡ ἐπέραστος ἔνδον ἐναποκλείει καὶ περιέχει. | |
| οἳ δ' οὔ πω πείθοντο, λόχῳ δ' ὑπεθωρήσσοντο. | 513 |
| οὗτοι (οἱ πολῖται) δὲ οὐχ ὑπήκουον, ἐπὶ λόχον δὲ καθωπλίζοντο λάθρα. | |
| τεῖχος μέν ῥ' ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα | 514 |
| τὸ τεῖχος μὲν οὖν αἱ ἀγαπηταὶ γυναῖκες καὶ τὰ μικρὰ τέκνα | |
| ῥύατ' ἐφεσταότες, μετὰ δ' ἀνέρες οὓς ἔχε γῆρας· | 515 |
| ἐφύλαττον ἐφεστῶτες, καὶ πρός γε οἱ ἄνδρες οὓς τὸ γῆρας κατεῖχεν· | |
| οἳ δ' ἴσαν· ἦρχε δ' ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη | 516 |
| οὗτοι δὲ ἐπορεύοντο, ἡγεῖτο δ᾽ αὐτοῖς ὁ Ἄρης, καὶ ἡ πολεμικὴ Ἀθηνᾶ, | |
| ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην, | 517 |
| ἀμφότεροι χρυσοῖ, χρυσᾶ δὲ ἱμάτια περιεβέβληντο, | |
| καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ | 518 |
| καλοὶ καὶ μεγάλοι σὺν τοῖς ὅπλοις, καθάπερ θεοὶ ἄγαν | |
| ἀμφὶς ἀριζήλω· λαοὶ δ' ὑπολίζονες ἦσαν. | 519 |
| περιφανεῖς, οἱ λαοὶ δὲ ἥττους τῷ μεγέθει τοῦ σώματος ἦσαν· | |
| οἳ δ' ὅτε δή ῥ' ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι | 520 |
| οὗτοι δὲ ἡνίκα δὴ ἀφίκοντο, ὅπου αὐτοῖς προσῆκε καὶ ἐφικτὸν ἦν ἐνεδρεῦσαι | |
| ἐν ποταμῷ, ὅθι τ' ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν, | 521 |
| παρὰ τῷ ποταμῷ ἔνθα ποτισμὸς ἦν πᾶσι τοῖς θρέμμασιν, | |
| ἔνθ' ἄρα τοί γ' ἵζοντ' εἰλυμένοι αἴθοπι χαλκῷ. | 522 |
| ἐκεῖ δὴ οὗτοί γε ἐκάθισαν κεκαλυμμένοι σιδήρῳ λαμπρῷ· | |
| τοῖσι δ' ἔπειτ' ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν | 523 |
| τούτοις δὲ μετὰ ταῦτα πόρρωθεν ἐκάθισαν δύο κατάσκοποι τῶν λαῶν | |
| δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς. | 524 |
| προσδεχόμενοι ὁπότε τὰ πρόβατα θεάσαιντο καὶ τὰς ἑλικοειδὴ κέρατα ἐχούσας βοῦς. | |
| οἳ δὲ τάχα προγένοντο, δύω δ' ἅμ' ἕποντο νομῆες | 525 |
| ταχέως δὲ οὗτοι προῆλθον, δύο δὲ συνείποντο νομεῖς | |
| τερπόμενοι σύριγξι· δόλον δ' οὔ τι προνόησαν. | 526 |
| σύριγξιν ἀγαλλόμενοι, τὴν γὰρ ἐπιβουλὴν οὐδαμῶς προενόησαν. | |
| οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δ' ἔπειτα | 527 |
| οὗτοι μὲν οὖν ταῦτα προθεασάμενοι ἐπέδραμον, ταχέως δὲ μετέπειτα | |
| τάμνοντ' ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ | 528 |
| περιήλαυνον τὰς ἀγέλας τῶν βοῶν, καὶ τὰ καλὰ ποίμνια | |
| ἀργεννέων οἰῶν, κτεῖνον δ' ἐπὶ μηλοβοτῆρας. | 529 |
| τῶν λευκῶν προβάτων, ἀπέκτεινον δὲ τοὺς ποιμένας· | |
| οἳ δ' ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν | 530 |
| οὗτοι δ᾽ οὖν ἐπειδὴ ἤκουσαν πολὺν θόρυβον παρὰ τοῖς βουσὶν | |
| εἰράων προπάροιθε καθήμενοι, αὐτίκ' ἐφ' ἵππων | 531 |
| ἔμπροσθεν τῶν βουλευτηρίων καθήμενοι, παραχρῆμα ἐπὶ τῶν ἵππων | |
| βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δ' ἵκοντο. | 532 |
| ἀναβάντες τῶν ταχυπόδων ἐπεδίωκον, ταχέως δὲ κατέλαβον· | |
| στησάμενοι δ' ἐμάχοντο μάχην ποταμοῖο παρ' ὄχθας, | 533 |
| συστάντες δὲ ἐπολέμουν πόλεμον παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ, | |
| βάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν. | 534 |
| ἔβαλλον δὲ καὶ ἔπληττον ἀλλήλους δόρασι σιδήρῳ ἐστομωμένοις, | |
| ἐν δ' Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ' ὀλοὴ Κήρ, | 535 |
| ἐν αὐτοῖς δὲ ἡ ἔρις καὶ ὁ θόρυβος ἀνεστρέφοντο, καὶ ἡ ὀλεθρία μοῖρα, | |
| ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, | 536 |
| ἄλλον κατέχουσα ζῶντα νεότρωτον, ἄλλον ἄτρωτον, | |
| ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν· | 537 |
| ἄλλον τεθνεῶτα κατὰ τὴν μάχην εἷλκεν ἀπὸ τῶν ποδῶν, | |
| εἷμα δ' ἔχ' ἀμφ' ὤμοισι δαφοινεὸν αἵματι φωτῶν. | 538 |
| ἱμάτιον δὲ εἶχε περὶ τοὺς ὤμους, ἐρυθρόν αἵματι ἀνδρῶν· | |
| ὡμίλευν δ' ὥς τε ζωοὶ βροτοὶ ἠδ' ἐμάχοντο, | 539 |
| ἀνεστρέφοντο δὲ καὶ παρετάσσοντο καὶ ἐπολέμουν, ὥσπερ ἄνδρες ζῶντες, | |
| νεκρούς τ' ἀλλήλων ἔρυον κατατεθνηῶτας. | 540 |
| καὶ τοὺς νεκροὺς ἀλλήλων εἵλκυον ἀποθανόντας. | |
| ἐν δ' ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν | 541 |
| ἐνετίθει δὲ γῆν νεωστὶ ἠροτριασμένην ἀπαλὴν καὶ διακεχυμένην, ἄρουραν εὔχυμον καὶ λιπαράν, | |
| εὐρεῖαν τρίπολον· πολλοὶ δ' ἀροτῆρες ἐν αὐτῇ | 542 |
| πλατεῖαν, τρινέατον πολλοὶ δὲ ἀροτῆρες ἐν αὐτῇ | |
| ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα. | 543 |
| τὰ ζεύγη περιστρέφοντες ἤλαυνον τῇδε κἀκεῖσε. | |
| οἳ δ' ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης, | 544 |
| οὗτοι δὲ ὁπηνίκα νεάσαντες ἀφίκοιντο εἰς τὸ πέρας τῆς ἀρούρας, | |
| τοῖσι δ' ἔπειτ' ἐν χερσὶ δέπας μελιηδέος οἴνου | 545 |
| τούτοις μετέπειτα εἰς τὰς χεῖρας ποτήριον ἡδίστου οἴνου | |
| δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀν' ὄγμους, | 546 |
| ἐδίδου ἀνὴρ ἐπελθών· οὗτοι δὲ ἔσπευδον ἀναστρέφοντες κατὰ τὰς αὔλακας | |
| ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι. | 547 |
| ἐφιέμενοι τῆς βαθείας νεατοῦ τὸ πέρας καταλαβεῖν· | |
| ἣ δὲ μελαίνετ' ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει, | 548 |
| αὕτη δὲ μέλαινα ἀπετελεῖτο ὄπισθεν, ἠροτριασμένη δὲ ἐδόκει | |
| χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο. | 549 |
| καίπερ οὖσα χρυσῆ, ὃ δὴ καὶ θαῦμα περιῆν. | |
| ἐν δ' ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δ' ἔριθοι | 550 |
| ἐνετίθει δὲ τέμενος βασιλικόν, ἐν αὐτῷ δὲ ἐργάται | |
| ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες. | 551 |
| ἐθέριζον, δρεπάνας τμητικὰς ἐν ταῖς χερσὶ κατέχοντες, | |
| δράγματα δ' ἄλλα μετ' ὄγμον ἐπήτριμα πῖπτον ἔραζε, | 552 |
| πληρώματα δὲ τῶν χειρῶν ἄλλα μὲν εἰς τὴν αὔλακα συνεχῆ κατέπιπτον ἐπὶ τὴν γῆν, | |
| ἄλλα δ' ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο. | 553 |
| ἄλλα δὲ οἱ δραγματοδεσμευταὶ ἐν δεσμοῖς (σχοίνοις) ἐδέσμευον, | |
| τρεῖς δ' ἄρ' ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε | 554 |
| τρεῖς δὴ δραγματοδεσμευταὶ ἐφίσταντο, μετὰ ταῦτα δὲ | |
| παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες | 555 |
| παῖδες τὰ δράγματα συλλέγοντες ἐν ταῖς ἀγκάλαις φέροντες | |
| ἀσπερχὲς πάρεχον· βασιλεὺς δ' ἐν τοῖσι σιωπῇ | 556 |
| διηνεκῶς παρεῖχον, ὁ κύριος δὲ τοῦ ἔργου ἐν τούτοις μετὰ σιγῆς | |
| σκῆπτρον ἔχων ἑστήκει ἐπ' ὄγμου γηθόσυνος κῆρ. | 557 |
| ῥάβδον κατέχων ἵστατο ἐπὶ τῆς αὔλακος τερπόμενος κατὰ ψυχήν. | |
| κήρυκες δ' ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο, | 558 |
| κήρυκες δὲ πόρρωθεν ὑπὸ δρυῒ εὐωχίαν παρεσκεύαζον, | |
| βοῦν δ' ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες | 559 |
| βοῦν δὲ θύσαντες μέγαν, ἐνήργουν· αἱ γυναῖκες δὲ | |
| δεῖπνον ἐρίθοισιν λεύκ' ἄλφιτα πολλὰ πάλυνον. | 560 |
| δεῖπνον τοῖς ἐργάταις πολλοὺς ἄρτους λευκοὺς ὕγρανον καὶ ἀνέδευον. | |
| ἐν δ' ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν | 561 |
| ἐνετίθει δὲ ἄμπελον μεγάλως πληθύουσαν σταφυλαῖς, | |
| καλὴν χρυσείην· μέλανες δ' ἀνὰ βότρυες ἦσαν, | 562 |
| περικαλλῆ, χρυσῆν, μέλανες δὲ βότρυες ἐπῆσαν, | |
| ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν. | 563 |
| ἵστατο δὲ στύλοις καὶ χαρακίοις ἀργυροῖς ἐπὶ πᾶν μέρος. | |
| ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ' ἕρκος ἔλασσε | 564 |
| περὶ αὐτὴν δὲ κυανῆν τάφρον καὶ περίφραγμα περιέτεινε | |
| κασσιτέρου· μία δ' οἴη ἀταρπιτὸς ἦεν ἐπ' αὐτήν, | 565 |
| κασσιτήρου, μία δὲ μόνη ὁδὸς ἦν ἐπ᾿ αὐτήν, | |
| τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν. | 566 |
| ᾗ ἐπορεύοντο οἱ σταφυλοφόροι, ὁπηνίκα τρυγῶεν τὴν ἄμπελον. | |
| παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες | 567 |
| παρθένοι δὲ καὶ νέοι τρυφερὰ καὶ πρᾷα φρονοῦντες | |
| πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν. | 568 |
| ἐν καλάθοις πεπλεγμένοις ἔφερον τὸν ἥδιστον καρπόν, | |
| τοῖσιν δ' ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ | 569 |
| ἐν τῷ μέσῳ δὲ τούτων παῖς κιθάρᾳ ἡδείᾳ καὶ ὀξυφώνῳ (...φθόγγῳ) | |
| ἱμερόεν κιθάριζε, λίνον δ' ὑπὸ καλὸν ἄειδε | 570 |
| ἐπεράστως ἐκιθάριζε, τὸ Λίνου δὲ μέλος καλῶς ὑπῇδε | |
| λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ | 571 |
| λεπτῇ φωνῇ, οὗτοι δὲ ἐφορμῶντες ὁμοῦ | |
| μολπῇ τ' ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο. | 572 |
| ᾠδῇ τε καὶ ποιᾷ φωνῇ τοῖς ποσὶν εὐρύθμως κινούμενοι ἠκολούθουν. | |
| ἐν δ' ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων· | 573 |
| ἐνεποίησε δὲ ἀγέλην βοῶν ὀρθοκεράτων· | |
| αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε, | 574 |
| αἱ βόες δὲ ἦσαν κατεσκευασμέναι ἀπὸ χρυσοῦ καὶ κασσιτέρου | |
| μυκηθμῷ δ' ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ | 575 |
| σὺν μυκηθμῷ δὲ καὶ βοῇ ἐφώρμων ἀπὸ τοῦ βουστασίου εἰς τὴν νομὴν | |
| πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα. | 576 |
| παρὰ τὸν κελάδοντα ποταμὸν ἐπὶ τὸν εὐκίνητον (ῥᾳδίως ἀναφύοντα) καλαμῶνα· | |
| χρύσειοι δὲ νομῆες ἅμ' ἐστιχόωντο βόεσσι | 577 |
| χρυσοῖ δὲ νομεῖς σὺν ταῖς βουσὶν ἐπορεύοντο | |
| τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο. | 578 |
| τέσσαρες, ἐννέα δὲ κύνες ταχεῖς ἠκολούθουν αὐτοῖς· | |
| σμερδαλέω δὲ λέοντε δύ' ἐν πρώτῃσι βόεσσι | 579 |
| φοβεροὶ δὲ καὶ καταπληκτικοὶ λέοντες δύο ἐν τοῖς πρώτοις βουσὶ | |
| ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼς | 580 |
| ταῦρον μέγα (τὸν τῇ δυνάμει τῶν ἄλλων ἡγούμενον) μυκώμενον (ἐρευγόμενον τὴν τροφὴν) κατεῖχον· οὗτος δὲ μεγάλως μηκώμενος | |
| ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδ' αἰζηοί. | 581 |
| εἵλκετο, ἐπὶ τοῦτον δὲ οἱ κύνες ἔτρεχον καὶ οἱ νέοι· | |
| τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην | 582 |
| ἀλλ᾿ οὗτοι μὲν διασχίσαντες τὸ τοῦ μεγάλου βοὸς δέρμα, | |
| ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες | 583 |
| τά τε ἔγκατα καὶ τὸ μέλαν αἷμα ἐσπάρασσον καὶ λάπτοντες μετὰ σκιλμοῦ κατέπινον· οἱ νομεῖς δὲ | |
| αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες. | 584 |
| μάτην ἐπεδίωξαν, τοὺς ταχεῖς κύνας παροξύνοντες, | |
| οἳ δ' ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων, | 585 |
| οἳ δὴ δακεῖν μὲν ἀπετρέποντο τῶν λεόντων, | |
| ἱστάμενοι δὲ μάλ' ἐγγὺς ὑλάκτεον ἔκ τ' ἀλέοντο. | 586 |
| ἱστάμενοι δὲ πλησίον πάνυ ὑλάκτουν, καὶ ἐξέκλινον. | |
| ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις | 587 |
| ἐνεποίησε δὲ νομὴν ὁ ὑπερένδοξος Ἥφαιστος ὁ χωλὸς | |
| ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων, | 588 |
| ἐν περικαλλεῖ ὑδρηλῷ καὶ κοιλοτέρῳ τόπῳ, μεγάλην προβάτων λευκῶν, | |
| σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς. | 589 |
| καὶ στάσεις θρεμμάτων, καὶ σκηνὰς ποιμένων ταπεινοστέγους, καὶ μάνδρας, καὶ ἐπαύλεις. | |
| ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις, | 590 |
| ἐνεποίησε δὲ ποικίλως χορὸν ὁ ὑπερένδοξος Ἥφαιστος ὁ χωλὸς | |
| τῷ ἴκελον οἷόν ποτ' ἐνὶ Κνωσῷ εὐρείῃ | 591 |
| ὅμοιον ἐκείνῳ, ὅν ποτε ἐν τῇ πλατείᾳ Κνωσσῷ πόλει τῆς Κρήτης | |
| Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ. | 592 |
| Δαίδαλος ἐπιμελῶς κατεσκεύασε τῇ ὡραιοκόμῳ Ἀριάδνη· | |
| ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι | 593 |
| ἐνταῦθα δὲ νέοι μὲν καὶ παρθένοι ἔντιμοι καὶ ὡραῖαι | |
| ὀρχεῦντ' ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες. | 594 |
| ὠρχοῦντο, τὰς ἀλλήλων χεῖρας κατέχοντες ἐπὶ τῷ καρπῷ· | |
| τῶν δ' αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας | 595 |
| τούτων δὲ αἱ μὲν λεπτὰ ἱμάτια λινὰ εἶχον, οἱ δὲ χιτῶνας | |
| εἵατ' ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ· | 596 |
| ἦσαν ἐνδεδυμένοι καλῶς νενημένους καὶ εὐκατασκευάστους, ἡσυχῇ ἀποστίλβοντας, καὶ λαμπρυνομένους ἐλαίῳ· | |
| καί ῥ' αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας | 597 |
| καὶ δὴ αἱ μὲν εἶχον στεφάνους περικαλλεῖς, οἱ δὲ μαχαίρας | |
| εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων. | 598 |
| εἶχον χρυσᾶς, ἐξηρτημένας ἀργυροῖς ἀναφορεῦσιν. | |
| οἳ δ' ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι | 599 |
| οὗτοι δὲ ποτὲ μὲν κυκλοτερῶς ἔτρεχον ποσὶν ἐπιστημονικοῖς | |
| ῥεῖα μάλ', ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν | 600 |
| πάνυ ῥᾳδίως, ὥσπερ ὅτε τις τροχὸν ἁρμόδιον ταῖς παλάμαις | |
| ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν· | 601 |
| καθήμενος κεραμεύς πειράσεται, ἐὰν τρέχῃ καλῶς. | |
| ἄλλοτε δ' αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι. | 602 |
| ἄλλοτε δὲ πάλιν ἔτρεχον κατ' ὀρθὸν δι' ἀλλήλων, ἀντιμέτωποι ἀλλήλοις γιγνόμενοι, | |
| πολλὸς δ' ἱμερόεντα χορὸν περιίσταθ' ὅμιλος | 603 |
| πολὺ δὲ πλῆθος περιίστατο τὸν ἐπέραστον χορὸν | |
| τερπόμενοι· [τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεοῖς ἀοιδὸς] | 604 |
| ἀγαλλόμενοι, | |
| δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς [φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ᾽ αὐτοὺς] | 605 |
| δύο δὲ ὀρχησταὶ ἐν αὐτοῖς | |
| μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους. | 606 |
| ᾠδῆς ἡγούμενοι συνεστρέφοντο καὶ ὠρχοῦντο ἐν τῷ μέσῳ. | |
| ἐν δ' ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο | 607 |
| ἐνετίθει δὲ τὴν μεγάλην δύναμιν τοῦ Ὠκεανοῦ ποταμοῦ | |
| ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο. | 608 |
| παρὰ τὴν ἐσχάτην περιφέρειαν τῆς ἐπιμελῶς κατεσκευασμένης ἀσπίδος. | |
| αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε, | 609 |
| ἐπειδὴ δὲ κατεσκεύασε τὴν μεγάλην καὶ στερεὰν ἀσπίδα, | |
| τεῦξ' ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς, | 610 |
| κατεσκεύασε δὴ αὐτῷ θώρακα λαμπροτέραν λαμπηδόνος πυρός· | |
| τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν | 611 |
| κατεσκεύασε δὲ αὐτῷ περικεφαλαίαν στιβαρὴν καλύμμασι τῶν κροτάφων προσηρμοσμένην, | |
| καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε, | 612 |
| περικαλλῆ παμποίκιλον, χρυσοῦν δὲ λόφον ἐπέθηκε· | |
| τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο. | 613 |
| κατεσκεύασε δὲ αὐτῷ κνημῖδας κασσιτέρου εὐδιαχύτου. | |
| αὐτὰρ ἐπεὶ πάνθ' ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις, | 614 |
| ἐπειδὴ δὲ πάντα τὰ ὅπλα πονήσας κατεσκεύασεν ὁ ἔνδοξος Ἥφαιστος ὁ χωλός, | |
| μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας. | 615 |
| ἄρας ἔθηκεν αὐτὰ ἔμπροσθεν τῆς μητρὸς τοῦ Ἀχιλλέως. | |
| ἣ δ' ἴρηξ ὣς ἆλτο κατ' Οὐλύμπου νιφόεντος | 616 |
| αὕτη δὲ καθάπερ ἱέραξ ὥρμησεν ἐκ τοῦ χιονώδους Ὀλύμπου, | |
| τεύχεα μαρμαίροντα παρ' Ἡφαίστοιο φέρουσα. | 617 |
| φέρουσα τὰ καλὰ ὅπλα παρὰ τοῦ βασιλέως Ἡφαίστου. | |