Homeric text & Koine Greek paraphrase by Theodorus Gaza
οὕτως οὗτοι μὲν ἐμάχοντο τρόπον πυρὸς καιομένου· ὁ Ἀντίλοχος δὲ τῷ Ἀχιλλεῖ ταχύπους ἄγγελος παρεγένετο, τοῦτον δὲ εὗρεν ἔμπροσθεν τῶν νεῶν τῶν κατὰ πρύμναν καὶ πρώραν ἀνατεταμένων, ταῦτα διανοούμενον κατὰ ψυχήν, ἃ δὴ τετελειωμένα ἦν, στενάξας δὲ εἶπε πρὸς τὴν ἑαυτοῦ μεγαλόφρονα ψυχήν· οἴμοι, τί δὴ πάλιν οἱ τὰς κεφαλὰς κομῶντες Ἕλληνες ἐπὶ τὰς ναῦς συστρέφονται φεύγοντες διὰ τοῦ πεδίου; δέδοικα μή μοι τελειώσωσιν οἱ θεοὶ λύπας δεινὰς ἐν τῇ ψυχῇ, ὥσπερ ποτέ μοι ἡ μήτηρ διεσάφησε, καί μοι εἶπε· τὸν κράτιστον τῶν Μυρμιδόνων ἔτι ζῶντος ἐμοῦ ὑπὸ τῶν χειρῶν τῶν Τρῴων καταλείψειν τὸ φῶς τοῦ ἡλίου, ἤγουν τεθνήξεσθαι· ὄντως (ἀκριβῶς) πάνυ δὴ ἀπέθανεν ὁ ἰσχυρὸς υἱὸς τοῦ Μενοιτίου, ὁ τλήμων καὶ ἑαυτῷ κακῶν αἴτιος· ὄντως ἐπέταττον, ἀποκρουσάμενον τὸ καυστικὸν πῦρ ἐπὶ τὰς ναῦς εἰς τοὐπίσω ἔρχεσθαι, μηδὲ τῷ Ἕκτορι ἰσχυρῶς πολεμεῖν. | 001 |
ἕως οὗτος ταῦτα ἀνεπόλει κατὰ τὸ λογιστικόν τε καὶ θυμικόν, ἐν τούτῳ πλησίον παρεγένετο αὐτοῦ ὁ τοῦ λαμπροῦ Νέστορος υἱὸς κλαίων περιπαθῶς, εἶπε δὲ τὴν ὀδυνηρὰν ἀγγελίαν· οἴμοι, ὦ υἱέ τοῦ Πηλέως τοῦ συνετοῦ καὶ φρονίμου, ὄντως πάνυ χαλεπῆς ἀγγελίας ἀκούσεις, ἥτις εἴθε μὴ ὤφλησε γενέσθαι· τέθνηκεν ὁ Πάτροκλος, περὶ τοῦ νεκροῦ δὲ νῦν πολεμοῦσιν ἀόπλου, τὰ γάρ τοι ὅπλα Ἕκτωρ ἔχει ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν. | 015 |
οὕτως εἶπε· τοῦτον δὲ λύπης νέφος σκοτεινὸν περιεκάλυψεν, ἑκατέρᾳ δὲ χειρὶ λαβὼν χοῦν τεφρώδη ἔχεεν κατὰ τῆς κεφαλῆς, δυσειδὲς δὲ ἐποίησε τὸ ὡραῖον πρόσωπον, τῷ εὐπρεπεῖ δὲ καὶ εὐώδει χιτῶνι μέλαινα τέφρα ἐπεκάθιζεν, αὐτὸς δὲ ἐν τῇ κόνει μέγας μεγάλως ἐκταθεὶς ἔκειτο, ταῖς ἀγαπηταῖς δὲ χερσὶ τὴν κόμην αἰσχρὰν ἐποίησεν ἀνασπῶν· αἱ δοῦλαι δέ, ἃς ὁ Ἀχιλλεὺς ἐκτήσατο καὶ ὁ Πάτροκλος, λυπούμεναι κατὰ ψυχὴν μεγάλως ὠλόλυξαν, ἔξω δὲ ἐξέδραμον περὶ τὸν συνετὸν Ἀχιλλέα, πᾶσαι δὲ χερσὶ κατὰ τὰ στήθη ἐτύπτοντο, παρελύθησαν δὲ τὰ μέλη ἑκάστης. ὁ Ἀντίλοχος δὲ ἀφ' ἑτέρου μέρους ὠδύρετο δάκρυα χέων κατέχων τὰς χεῖρας τοῦ Ἀχιλλέως· οὗτος δὲ ἀνέστενε κατὰ τὴν ἔνδοξον ψυχήν, ἐφοβεῖτο γὰρ μὴ τὸν λαιμὸν ἀποκόψῃ τῷ σιδήρῳ, καταπληκτικῶς δὲ ἀνῴμωξεν, ἤκουσε δὲ ἡ σεβαστὴ μήτηρ καθημένη ἐν τῷ βάθει τῆς θαλάσσης παρὰ τῷ πατρὶ τῷ γέροντι· ἐθρήνησεν οὖν μετὰ ταῦτα, αἱ θεαὶ δὲ περὶ αὐτὴν συνηθροίσθησαν πᾶσαι, ὅσαι κατὰ τὸ βάθος τῆς θαλάσσης θυγατέρες τοῦ Νηρέως ἦσαν. ἐκεῖ τοίνυν ἦν ἡ Γλαύκη, καὶ ἡ Θάλεια, καὶ ἡ Κυμοδόκη, καὶ ἡ Νησαία, καὶ ἡ Σπειώ, καὶ ἡ Θόη, καὶ ἡ εὐόφθαλμος Ἁλίη, καὶ ἡ Κυμοθόη, καὶ ἡ Ἀκταία, καὶ ἡ Λιμνώρεια, καὶ ἡ Μελίτη, καὶ ἡ Ἴαιρα, καὶ ἡ Ἀμφιθόη, καὶ ἡ Ἀγαύη, καὶ ἡ Δωτὼ καὶ ἡ Πρωτώ, καὶ ἡ Φέρουσα, καὶ ἡ Δυναμένη, καὶ ἡ Δεξαμένη, καὶ ἡ Ἀμφινόμη, καὶ ἡ Καλλιάνειρα, καὶ ἡ Δωρίς, καὶ ἡ Πανόπη, καὶ ἡ ὑπερένδοξος Γαλάτεια, καὶ ἡ Νημερτής, καὶ ἡ Ἀψευδής, καὶ ἡ Καλλιάνασσα· ἐκεῖ δ᾽ ἦν ἡ Κλυμένη, καὶ ἡ Ἰάνειρα, καὶ ἡ Ἰάνασσα, καὶ ἡ Μαῖρα, καὶ ἡ Ὠρείθυια, καὶ ἡ καλλίκομος Ἀμάθεια, καὶ αἱ ἄλλαι, αἳ κατὰ τὸ βάθος τῆς θαλάσσης θυγατέρες τοῦ Νηρέως ἦσαν· τούτων δὲ τὸ λαμπρὸν σπήλαιον ἐπληρώθη, αὗται δὲ ὁμοῦ πᾶσαι τὰ στήθη ἐπλήττοντο, ἡ Θέτις δὲ ἡγεῖτο τοῦ θρήνου, λέγουσα· ἀκούσατε, ὦ ἀδελφαὶ θυγατέρες τοῦ Νηρέως, ὅπως καλῶς ἅπασαι εἰδῆτε ἀκούουσαι, ὁπόσαι λύπαι εἰσὶν ἐν τῇ ἐμῇ ψυχῇ. οἴμοι ἐγὼ ἡ κακοδαίμων, οἴμοι ἡ ἐπὶ κακῷ τὸν ἄριστον τεκοῦσα, ἥτις ἐπειδὴ ἔτεκον υἱὸν ἀμώμητον καὶ κραταιὸν ἄριστον πάντων τῶν ἡρώων, οὗτος δὲ ηὐξήθη ὁμοίως φυτῷ εὐθαλεῖ, τοῦτον μὲν ἐγὼ ἀναθρέψασα καθάπερ φυτὸν ἐν τῷ γονίμῳ τοῦ συμφύτου χωρίου, ἐν ταῖς ναυσὶ ταῖς καμπυλοπρύμνοις ἔπεμψα εἰς τὸ Ἴλιον πολεμήσοντα τοῖς Τρῳσί, τοῦτον δὲ αὖθις οὐχ ὑποδέξομαι ὑποστρέψαντα εἰς τὸν οἶκον, εἰς τὸν τοῦ Πηλέως δόμον· ἐν ὅσῳ δέ μοι ζῇ, καὶ ὁρᾷ τὸ φῶς τοῦ ἡλίου λυπεῖται, οὐδέ τι δύναμαι αὐτῷ βοηθῆσαι παραγενομένη. ἀλλὰ πορεύσομαι, ἵνα θεάσωμαι τὸ ἀγαπητὸν τέκνον, καὶ ἐπακούσω, ὅπερ αὐτὸν κατέλαβε πένθος πόρρω τοῦ πολέμου καθήμενον. | 022 |
οὕτω δὴ εἰποῦσα ἀπέλιπε τὸ σπήλαιον, αὗται δὲ σὺν αὐτῇ δεδακρυμέναι ἐπορεύοντο, περὶ αὐτὰς δὲ τὸ κῦμα τῆς θαλάσσης διῃρεῖτο· αὗται δὲ ὁπηνίκα δὴ ἀφίκοντο εἰς τὴν μεγαλόβωλον καὶ εὔγειον Τροίαν, ἀνέβαινον εἰς τὴν ἀκτὴν ἐφεξῆς, ὅπου πυκνῶς αἱ τῶν Μυρμιδόνων νῆες ἦσαν εἱλκυσμέναι περὶ τὸν ταχύποδα Ἀχιλλέα. τούτῳ δὲ βαρέως στενάζοντι παρέστη ἡ σεβαστή μήτηρ, ὀξέως δὲ θρηνήσασα ἔλαβε τὴν κεφαλὴν τοῦ ἑαυτῆς παιδός, καὶ δὴ κλαίουσα λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν· ὦ παῖ, τί κλαίεις; τί δὲ πένθος κατὰ τὰς φρένας σε κατέλαβεν; ἔξειπε, μὴ κρύπτε, ταῦτα μὲν ἤδη ἐτελειώθησαν ὑπὸ τοῦ Διός, καθάπερ δὴ τὸ πρότερον ηὔχου τὰς χεῖρας ἄρας, πάντας τοὺς υἱοὺς τῶν Ἑλλήνων εἰς τὰς πρύμνας συστραφῆναι σοῦ δεομένους, καὶ παθεῖν ἔργα ταραχώδη καὶ δεινά. | 065 |
πρὸς ταύτην δὲ βαρέως στενάζων εἶπεν ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεύς· ὦ μῆτερ ἐμὴ ταῦτα μὲν δή μοι ὁ ἐπουράνιος ἐτελείωσεν, ἀλλὰ τίς μοι τούτων ἡδονή, ἐπειδὴ ὁ ἀγαπητὸς φίλος ἀπώλετο Πάτροκλος; ὃν ἐγὼ ὑπὲρ πάντας τοὺς φίλους ἐτίμων καὶ ἐφίλουν ὁμοίως τῇ ἐμαυτοῦ κεφαλῇ, τοῦτον ἀπέβαλον, τὰ ὅπλα δὲ ὁ Ἕκτωρ ἀποκτείνας ἀφείλετο τὰ μεγάλα, τὰ θαυμαστὰ τῇ ὄψει, τὰ περικαλλῆ· ταῦτα μὲν τῷ Πηλεῖ ἐδωρήσαντο οἱ θεοὶ δῶρα λαμπρὰ τῇ ἡμέρᾳ ἐκείνῃ, ἡνίκα σε ἐνέβαλον εἰς κοίτην ἀνδρὸς θνητοῦ· ὡς εἴθε ὤφλησας σὺ μὲν ἐκεῖ ἐν ταῖς ἀθανάταις Νηρηίσι κατοικεῖν, ὁ Πηλεὺς δὲ γυναῖκα θνητὴν γῆμαι, νῦν δὲ ἵνα καὶ σοὶ πένθος μέγιστον εἴη ἐν τῇ διανοίᾳ ἀποθανόντος τοῦ υἱοῦ, ὃν αὖθις οὐχ ὑποδέξῃ ὑποστρέψαντα εἰς τὸν οἶκον, ἐπειδὴ οὐδ᾽ ἐμὲ ἡ ψυχή προτρέπεται ζῆν, οὐδ᾽ ἐν τοῖς ἀνδράσιν εἶναι, ἐὰν μὴ ὁ Ἕκτωρ πρῶτος ὑπὸ τοῦ ἐμοῦ δόρατος πληγεὶς ἀπολέσῃ τὴν ψυχήν, τὰ τοῦ Πατρόκλου δὲ τοῦ υἱοῦ τοῦ Μενοιτίου σπαράγματα ἀποδώσῃ. | 078 |
πρὸς τοῦτον δὲ εἶπεν ἡ Θέτις δακρυρροοῦσα· ταχὺς δή μοι πρὸς τὸν θάνατον, ὦ τέκνον, ἔσῃ καθάπερ λέγεις, μετὰ ταῦτα γὰρ παραχρῆμά σοι μετὰ τὸν Ἕκτορα ὁ θάνατος ἕτοιμος. | 094 |
πρὸς ταύτην δὲ μεγάλως στενάξας εἶπεν ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεύς· παραχρῆμα ἀποθάνοιμι, ἐπειδὴ οὐκ ἔμελλον τῷ φίλῳ ἀναιρουμένῳ βοηθήσειν· ἀλλ᾿ οὗτος μὲν πάνυ πόρρω τῆς πατρίδος ἀπώλετο, ἐμοῦ δὲ ἐδέησε, καὶ χρείαν ἔσχε τῆς λάβης βοηθὸν ἔχειν (ἐμοῦ δὲ τὴν ἔξοδον ἐδέησεν ὁ Ἄρης, ἤγουν ἡ τῶν ὅπλων ἀφαίρεσις, ὥστε με βοηθὸν γενέσθαι). νυνὶ δὲ ἐπειδὴ οὐ πορεύσομαι εἰς τὴν ἀγαπητὴν γῆν τὴν πατρίδα, οὐδέ τι τῷ Πατρόκλῳ ἐγενόμην φῶς καὶ βοήθεια, οὐδὲ τοῖς φίλοις τοῖς λοιποῖς, οἳ δὴ πολλοὶ ἀνῃρέθησαν ὑπὸ τοῦ ἐνδοξοτάτου Ἕκτορος, ἀλλὰ κάθημαι παρὰ ταῖς ναυσὶν ἀργὸν καὶ μάταιον βάρος τῆς γῆς, τοιοῦτος ὤν, οἷος οὐδεὶς τῶν σιδηροθωράκων Ἑλλήνων ἐν τῇ μάχῃ, ἐν γὰρ τῷ δημηγορεῖν εἰσὶ καὶ ἄλλοι κρείσσονες. βαβαί, εἴθε ἡ ἔρις ἀπόλοιτο, καὶ ἀφανισθείη καὶ ἐκ τῶν θεῶν καὶ ἐκ τῶν ἀνθρώπων, καὶ ὁ χόλος, ὅστις καὶ τὸν ἄγαν φρόνιμον παρώξυνεν εἰς χαλεπότητα ἀχθῆναι, ὅστις πολλῷ γλυκίων τοῦ καταστάζοντος μέλιτος αὐξάνεται ἐν τοῖς στήθεσι τῶν ἀνδρῶν καθάπερ πῦρ, οὕτως νῦν ἐμὲ εἰς ὀργὴν ἐνέβαλεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων· ἀλλὰ ταῦτα μὲν προγενόμενα καταλίπωμεν, καίπερ λυπούμενοι, τὴν ἀγαπητὴν ψυχὴν (ὀργὴν) ἐν τῷ στήθει δουλαγωγήσαντες τῇ παρούσῃ ἀνάγκῃ. νυνὶ δὲ πορεύσομαι ὅπως τὸν φθορέα τῆς ἀγαπητῆς κεφαλῆς καταλάβω τὸν Ἕκτορα, θάνατον δὲ ἐγὼ τότε προθύμως ὑποστήσομαι, ὅταν δὴ ὁ Ζεὺς βούλεται τοῦτο ποιῆσαι, καὶ οἱ ἄλλοι ἀθάνατοι θεοί. οὐδὲ γὰρ ἡ τοῦ Ἡρακλέους ἰσχὺς ἐξέφυγε τὸν θάνατον, ὅς γε φίλτατος ἦν τῷ Διὶ τῷ υἱῷ τοῦ Κρόνου τῷ βασιλεῖ, ἀλλὰ μοῖρα αὐτὸν ἐθανάτωσε, καὶ ἡ χαλεπὴ ὀργὴ τῆς Ἥρας· οὕτως καὶ ἐγὼ ἐπειδή μοι ὁμοία μοῖρα ὑπῆρξε, κείσομαι ἐπειδὰν ἀποθάνω· νυνὶ δὲ δόξαν καὶ φήμην χρηστὴν σχοίην καί τινα τῶν Τρῳάδων, καὶ τῶν μεγαλοκόλπων Δαρδανίδων ἀμφοτέραις ταῖς χερσὶν ἐκ τῶν ἁπαλῶν παρειῶν δάκρυα ἀπομάξαι καὶ ἀποψῆσαι, πυκνῶς στενάξαι καταστήσαιμι, μάθοιεν δὲ ὅτι δὴ ἐπὶ πολὺ ἐγὼ τῆς μάχης ἀποπέπαυμαι, μηδὲ κώλυέ με τοῦ πολεμεῖν καίπερ φιλοῦσα, οὐ γάρ με καταπείσεις. | 097 |
πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ἡ θεὰ ἡ Θέτις ἡ λευκόπους· ναὶ δὴ ταῦτά γε, ὦ παῖ, ἀληθῶς· οὐκ ἔστιν κακὸν καταπονουμένοις τοῖς φίλοις ἀποσοβῆσαι(εῖν) τὸν χαλεπὸν θάνατον· ἀλλά σοι τὰ καλὰ ὅπλα ἐν τοῖς Τρῳσὶ κατέχονται τὰ σιδηρᾶ, καὶ περιλάμποντα· ταῦτα μὲν Ἕκτωρ ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν αὐτὸς φέρων ἐν τοῖς ὤμοις χαίρει καὶ τέρπεται, οὐδὲ οἴομαι αὐτὸν ἐπὶ πολὺ ἐπ' αὐτοῖς καλλωπισθήσεσθαι, ἐπειδὴ ὁ θάνατος ἤγγικεν αὐτῷ. ἀλλὰ σὺ μὲν μήπω εἰσέλθῃς εἰς τὴν συμπλοκὴν καὶ τὸν θόρυβον τοῦ πολέμου, πρίν γε ἐμὲ ἐνθάδε ἀφικομένην θεάσῃ πρὸ ὀφθαλμῶν· ἕωθεν γὰρ ἐπανήξω ἅμα ἡλίῳ ἀνατέλλοντι, ὅπλα καλὰ κομίζουσα παρὰ τοῦ βασιλέως Ἡφαίστου. | 127 |
οὕτω δὴ εἰποῦσα ἐτράπη εἰς τοὐπίσω τοῦ ἑαυτῆς υἱοῦ, καὶ στραφεῖσα ἔλεγεν ἐν ταῖς θαλασσίαις ἀδελφαῖς· ὑμεῖς μὲν νυνὶ εἰσέλθετε εἰς τὸν πλατὺν κόλπον τῆς θαλάσσης, θεασόμεναι τὸν θαλάσσιον γέροντα, καὶ τὰ οἰκήματα τοῦ πατρός, καὶ εἴπατε αὐτῷ πάντα· ἐγὼ δὲ εἰς τὸν ὑψηλὸν οὐρανὸν πορεύσομαι πρὸς τὸν Ἥφαιστον τὸν ἔνδοξον κατὰ τὴν τέχνην, ἐὰν βούληται δοῦναι τῷ ἐμῷ υἱῷ ὅπλα πολύτιμα, ὑπέρλαμπρα. | 138 |
οὕτως εἶπεν· αὗται δὲ ὑπὸ τὸ κῦμα τῆς θαλάσσης παραχρῆμα εἰσῆλθον· ἡ θεὰ δὲ ἡ Θέτις ἡ λευκόπους εἰς τὸν οὐρανὸν ἐπορεύετο, ὅπως τῷ ἀγαπητῷ υἱῷ ὅπλα πολύτιμα ἐνέγκῃ. | 145 |
ταύτην μὲν οὖν εἰς τὸν οὐρανὸν οἱ πόδες ἀπῆγον. οἱ Ἕλληνες δὲ σὺν μεγίστῳ καὶ ἐξαισίῳ θορύβῳ ὑπὸ τοῦ ἀνδροκτόνου Ἕκτορος φεύγοντες ἀφίκοντο εἰς τὰς νῆας καὶ τὸν Ἑλλήσποντον· οὐδέ γε τὸν Πάτροκλον οἱ εὔοπλοι Ἕλληνες ἐξείλκυσαν ἀπὸ τῶν βελῶν νεκρόν, τὸν θεράποντα τοῦ Ἀχιλλέως· πάλιν γὰρ δὴ αὐτὸν κατέλαβον ὅ τε λαὸς καὶ οἱ ἵπποι, καὶ ὁ Εκτωρ ὁ υἱὸς τοῦ Πριάμου ὅμοιος φλογὶ κατὰ τὴν δύναμιν. τρὶς μὲν αὐτὸν ὄπισθεν ἀπὸ τῶν ποδῶν ἐκράτησεν ὁ λαμπρὸς Ἕκτωρ ἕλκειν προθυμούμενος, μεγάλως δὲ τοῖς Τρῳσί παρεκελεύετο, τρὶς δὲ οἱ δύο Αἴαντες ὁρμητικὴν καὶ πολεμικὴν ἐνδεδυμένοι ἰσχὺν ἀπὸ τοῦ νεκροῦ ἀπεκρούσαντο καὶ ἀπεσόβησαν. οὗτος δὲ ἐπιμόνως τῇ δυνάμει θαρρῶν ἄλλοτε μὲν ἐφώρμα πρὸς μάχην, ἄλλοτε δὲ ἵστατο μεγάλως βοῶν, εἰς τοὐπίσω δὲ οὐ δόλως ὑπεχώρει. ὥσπερ δὲ ἀπὸ σώματος ζώου οὐδαμῶς δύνανται λέοντα πυρώδη ποιμένες ἀγροῖκοι μεγάλως πεινῶντα ἀποδιῶξαι· οὕτως δὴ τοῦτον οὐκ ἐδύναντο οἱ δύο ὁπλίται Αἴαντες τὸν Ἕκτορα τὸν υἱὸν τοῦ Πριάμου ἀπὸ τοῦ νεκροῦ ἐκφοβῆσαι καὶ ἐξελάσαι· καὶ δὴ εἵλκυσεν ἂν αὐτὸν καὶ δόξαν μεγίστην ἀπηνέγκατο, εἰ μὴ τῷ υἱῷ τοῦ Πηλέως ἡ ἀνεμόπους ταχεία Ἴρις μηνυτὴς ἀφίκετο τρέχουσα ἀπὸ τοῦ Ὀλύμπου καθοπλίζεσθαι κρύφα (ὁρμῆσαι πρὸς τὸν πόλεμον λάθρα) τοῦ Διὸς καὶ τῶν ἄλλων θεῶν, ἐπέπεμψε γὰρ αὐτὴν ἡ Ἥρα· πλησίον δὲ στᾶσα λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν· διεγέρθητι, ὦ υἱὲ τοῦ Πηλέως φοβερώτατε πάντων τῶν ἀνδρῶν, βοήθησον τῷ Πατρόκλῳ, οὗ χάριν μάχη χαλεπὴ συνέστηκεν ἔμπροσθεν τῶν νεῶν, οὗτοι δὲ ἀλλήλους ἀναιροῦσιν, οἱ μὲν μαχόμενοι ὑπὲρ τοῦ ἀποθανόντος νεκροῦ, οἱ δὲ ἑλκύσαι πρὸς τὴν ὑψηλὴν καὶ ἀνέμοις καταπνεομένην Ἴλιον ἐφορμῶσιν οἱ Τρῷες, μάλιστα δὲ ὁ λαμπρὸς Ἕκτωρ ἑλκύσαι προθυμεῖται, τὴν κεφαλὴν δὲ προτρέπεται αὐτὸν ἡ ψυχὴ ἐμπῆξαι ἐπὶ τῶν ὀρθῶν καὶ ὀξέων ξύλων ἐκκόψαντα ἀπὸ τοῦ τρυφεροῦ αὐχένος. ἀλλ᾽ ἀνάστα, μηδὲ ὅλως κάθησο, αἰδὼς δέ σου τὴν ψυχὴν καταλαβέτω τὸν Πάτροκλον γενέσθαι παίγνια ταῖς Τρωϊκαῖς κυσί· σοὶ βλάβη καὶ ὕβρις ἔσται, ἐὰν ὁ νεκρὸς λελωβημένος κατά τι ἀφίκηται. | 148 |
πρὸς ταύτην δὲ ἀπεκρίνετο μετὰ ταῦτα ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεύς· ὦ θεὰ Ἶρι, τίς δή σε ἀπὸ τῶν θεῶν ἔπεμψε πρὸς ἐμὲ ἄγγελον; | 181 |
πρὸς τοῦτον δὲ εἶπεν ἡ ἀνεμόπους ταχεῖα Ἶρις· ἡ Ἥρα με ἐπέπεμψεν ἡ ἀγαθὴ γαμετὴ τοῦ Διός, οὐδὲ ἐπίσταται τοῦτο ὁ ἐν ὕψει καθήμενος υἱὸς τοῦ Κρόνου, οὐδέ τις ἄλλος τῶν ἀθανάτων θεῶν, οἳ τὸν ἄγαν χιονόβλητον Ὄλυμπον καρποῦνται. | 183 |
πρὸς ταύτην δὲ ἀποκρινόμενος εἶπεν ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεύς· πῶς δὲ πορευθῶ εἰς τὴν μάχην; τὰ γὰρ ὅπλα ἔχουσιν ἐκεῖνοι· ἡ ἀγαπητὴ δὲ μήτηρ οὐ πρότερόν με ἀφίη ὁρμῆσαι πρὸς τὸν πόλεμον, πρὶν ἂν αὐτὴν ἀφικομένην θεάσωμαι πρὸ τῶν ὀφθαλμῶν, ὑπέσχετο γὰρ παρὰ τοῦ Ἡφαίστου κομίσειν ὅπλα καλά· οὔ τινος δὲ ἄλλου οἶδα, οὗ ἂν τὰ πολύτιμα ὅπλα ἐνδύσωμαι, εἰ μὴ τὴν ἀσπίδα τοῦ Αἴαντος τοῦ υἱοῦ τοῦ Τελαμῶνος, ἀλλὰ καὶ αὐτὸς οὗτος ἐλπίζω ὅτι ἐν τοῖς Τρῳσὶν ἀναστρέφεται, τῷ δόρατι ἀναιρῶν ὑπὲρ τοῦ Πατρόκλου ἀποθανόντος. | 187 |
πρὸς τοῦτον δὲ εἶπεν ἡ ἀνεμόπους ταχεία Ἴρις· καλῶς δὴ καὶ ἡμεῖς οἴδαμεν ὅτι τὰ πολύτιμα ὅπλα κατέχονται, ἀλλ᾽ οὕτως εἰς τὴν τάφρον ἀφικόμενος δεῖξον σαυτὸν τοῖς Τρῳσὶν, ἐάν (ὅπως) σε φοβηθέντες ἀποστῶσι τῆς μάχης οἱ Τρῷες, ἀναπαύσωνται δὲ οἱ πολεμικοὶ υἱοὶ τῶν Ἑλλήνων. - | 196 |
αὕτη μὲν οὖν οὕτως εἰποῦσα ἀπῆλθεν ἡ κατὰ πόδας ταχεῖα Ἴρις· ἀνέστη δὲ Ἀχιλλεὺς ὁ φίλος τοῦ Διός, ἡ Ἀθηνᾶ δὲ περὶ τοὺς ἰσχυρούς ὤμους αὐτοῦ ἔβαλε τὴν κροσσοτὴν αἰγίδα, περὶ τὴν κεφαλὴν δὲ αὐτῷ ἔστεψεν ἡ ἐνδοξοτάτη τῶν θεῶν νέφος χρυσοῦν, ἐξ αὐτοῦ δὲ ἀνῆπτε φλόγα ὑπέρλαμπρον. ὥσπερ δὲ ὅταν καπνὸς ἀνιὼν ἐκ τῆς πόλεως ἀφίκηται εἰς τὸν αἰθέρα πόρρωθεν ἐκ τῆς νήσου, περὶ ἣν πολέμιοι μάχονται, οἱ ἂν δι᾽ ὅλης τῆς ἡμέρας μάχωνται πολέμῳ μισητῷ (φοβερῷ) ἐκ τῆς ἑαυτῶν πόλεως, ἅμα δὲ τῷ ἡλίῳ δύνοντι φρυκτοί καίονται ἀλλεπάλληλοι, εἰς ὕψος δὲ ἡ λαμπηδὼν ἄνεισιν ὁρμῶσα τοῖς περιοίκοις ὥστε θεάσασθαι, ὅπως ἂν σὺν ταῖς ναυσὶν ἀφίκωνται βοηθοὶ τοῦ πολέμου· οὕτως ἀπὸ τῆς κεφαλῆς τοῦ Ἀχιλλέως αὐγὴ εἰς τὸν αἰθέρα ἀφικνεῖτο, ἔστη δὲ εἰς τὴν τάφρον ἐλθὼν ἀπὸ τοῦ τείχους, οὐδὲ τοῖς Ἕλλησι συνέμιξε, τὴν γὰρ τῆς μητρὸς συνετὴν ἐντολὴν ᾐδεῖτο· ἐκεῖ στὰς ἐφώνησεν, ἄποθεν δὲ ἡ πολεμικὴ Ἀθηνᾶ συνεπεφθέγξατο, τοῖς Τρῳσὶ δὲ ἐνέβαλε μέγιστον θόρυβον. ὥσπερ ὅτε ἤχησεν ἡ σάλπιγξ, ἐξάκουστος γίνεται φωνὴ ὑπὸ τῶν τὴν πόλιν περικαθεζομένων ψυχοφθόρων πολεμίων· οὕτως τότε ἐξάκουστος ἐγένετο ἡ φωνὴ τοῦ ἐγγόνου τοῦ Αἰακοῦ. οὗτοι δὲ ἐπειδὴ ἤκουσαν τὴν σιδηρὰν φωνὴν τοῦ ἐγγόνου τοῦ Αἰακοῦ, πᾶσιν ἐταράχθη ἡ ψυχή, οἱ ὡραιότριχες δὲ ἵπποι εἰς τοὐπίσω τὰ ὀχήματα ἔτρεπον, προεώρων γὰρ τῇ ψυχῇ θλίψεις καὶ ὀδύνας, οἱ ἡνίοχοι δὲ ἐξεπλάγησαν, ἐπειδὴ ἐθεάσαντο τὸ πολὺ καὶ ἄφθονον πῦρ φοβερῶς ὑπεράνω τῆς κεφαλῆς τοῦ μεγαλοψύχου υἱοῦ τοῦ Πηλέως καιόμενον, τοῦτο δὲ ἀνῆπτεν ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ. τρὶς μὲν οὖν ὑπεράνω τῆς τάφρου μεγάλως ἐβόησεν ὁ ἐνδοξότατος Ἀχιλλεύς, τρὶς δὲ συνεταράχθησαν οἱ Τρῷες, καὶ οἱ ἔνδοξοι βοηθοί· ἐκεῖ δὲ ἀπώλοντο καὶ τότε δώδεκα ἄνδρες κράτιστοι περὶ τὰ ἑαυτῶν ὀχήματα καὶ δόρατα· οἱ Ἕλληνες δὲ ἀσμένως τὸν Πάτροκλον ἑλκύσαντες ἐκ τῶν βελῶν κατέθηκαν ἐν τῇ στρωμνῇ, οἱ ἀγαπητοὶ δὲ φίλοι περιέστησαν θρηνοῦντες, ἐν αὐτοῖς δὲ ὁ ταχύπους Ἀχιλλεὺς ἠκολούθει θερμὰ δάκρυα χέων, ἐπειδὴ ἐθεάσατο τὸν πιστὸν φίλον κείμενον ἐν τῇ νεκρικῇ κλίνῃ τετρωμένον σιδήρῳ ὀξεῖ. τοῦτον δὴ ἐπέπεμψε μὲν σὺν τοῖς ὅπλοις καὶ τοῖς ὀχήμασιν εἰς τὴν μάχην, οὐκ ἐδέξατο δὲ μετὰ ταῦτα ὑποστρέψαντα. | 202 |
τὸν μὴ κάμνοντα δὲ ἥλιον ἡ εὐόφθαλμος σεβαστὴ Ἥρα ἔπεμψεν ἐπὶ τὰς ῥοὰς τοῦ Ὠκεανοῦ ἄκοντα πορεύεσθαι· ὁ ἥλιος μὲν οὖν ἔδυ, ἀπεπαύσαντο δὲ οἱ ἐνδοξότατοι Ἕλληνες τῆς ἰσχυρᾶς μάχης, καὶ τοῦ χαλεποῦ πολέμου. | 239 |
καὶ δὴ καὶ οἱ Τρῷες ἀφ' ἑτέρου μέρους ἀπὸ τῆς ἰσχυρᾶς μάχης ἀναχωρήσαντες, ἔλυσαν ὑπὸ τὰ ἅρματα τοὺς ταχεῖς ἵππους, συνηθροίσθησαν δὲ εἰς τὴν ἐκκλησίαν πρὸ τοῦ φροντίσαι δείπνου. ὀρθῶν δὲ ἑστώτων ἐγένετο ἡ ἐκκλησία, οὐ γὰρ ὑπέμεινέ τις καθίσαι, πάντας γὰρ κατέσχε φόβος, διότι Ἀχιλλεὺς ἐφάνη· ἐπὶ πολὺ δὲ ἀπέστη τοῦ χαλεποῦ πολέμου· ἐν τούτοις δὲ Πολυδάμας συνετὸς ἤρξατο δημηγορεῖν ὁ υἱὸς τοῦ Πάνθου, οὗτος γὰρ μόνος ἑῶρα τά τε μέλλοντα καὶ τὰ παρελθόντα, τοῦ Ἕκτορος δὲ ἦν φίλος, ἐν μιᾷ δὲ νυκτὶ ἐγεννήθησαν· ἀλλ' ὁ μὲν τῷ λόγῳ, ὁ δὲ τῷ δόρατι πολλῷ ὑπερεῖχεν· ὅστις καλῶς διανοούμενος ἐδημηγόρησε, καὶ εἶπεν ἐν αὐτοῖς· πάνυ διασκοπεῖσθε, ὦ φίλοι· κελεύω γὰρ ἔγωγε εἰς τὴν πόλιν νυνὶ πορευθῆναι, μὴ ἐκδέχεσθαι τὴν ἐνδοξοτάτην ἡμέραν ἐν τῇ πεδιάδι παρὰ ταῖς ναυσί, πόρρω γὰρ ἀπὸ τοῦ τείχους ἐσμέν· ὅτε μὲν οὗτος ὁ ἀνὴρ ἐμνησικάκει τῷ ἐνδοξοτάτῳ Ἀγαμέμνονι, τὸ τηνικαῦτα δὴ ῥᾴδιοι ἦσαν εἰς πόλεμον οἱ Ἕλληνες, ἤγουν ῥᾳδίως ἡττῶντο· ἔχαιρον γὰρ ἐγὼ παρὰ ταῖς ταχείαις ναυσὶ κοιμώμενος (διάγων), ἐλπίζων κρατήσειν τὰς ναῦς τὰς ἀμφοτέρωθεν ἐλαυνομένας, νῦν δὲ χαλεπῶς φοβοῦμαι τὸν ταχύποδα υἱὸν τοῦ Πηλέως· ὢ οἵα ἐστὶν ἡ ψυχὴ ἐκείνου ὑπεράγουσα τῇ δυνάμει· οὐ βουλήσεται μένειν ἐν τῷ πεδίῳ, ὅπου οἱ Τρῷες, καὶ οἱ Ἕλληνες ἐν τῷ μέσῳ ἀμφότεροι τὴν τοῦ πολέμου δύναμιν ἀπομερίζονται, ἀλλὰ περὶ τῆς πόλεως πολεμήσει, καὶ τῶν γυναικῶν. ἀλλὰ πορευθῶμεν εἰς τὴν πόλιν, ὑπακούσατέ μοι, οὕτω γὰρ γενήσεται· νυνὶ μὲν ἡ νὺξ ἔπαυσε τὸν ταχύποδα υἱὸν τοῦ Πηλέως ἡ θεία· εἰ δὲ ἡμᾶς καταλήψεται ἐνταῦθα ὄντας αὔριον ἐξορμήσας σὺν τοῖς ὅπλοις, καλῶς δή τις αὐτὸν ἐπιγνώσεται· ἀσμένως γὰρ εἰσελεύσεται εἰς τὴν ἱερὰν Ἴλιον, ὃς ἂν ἐκφύγῃ, πολλοὺς δὲ κύνες, καὶ γῦπες καταφαγοῦνται τῶν Τρῴων. εἴθε δή μοι τοῦτο οὐ μόνον μὴ ὀφθείη, ἀλλὰ καὶ ἀπὸ τοῦ ὠτὸς γένοιτο, ἤγουν μηδὲ ἀκουσθείη. ἐὰν δὲ τοῖς ἐμοῖς λόγοις πείθησθε, καίπερ ἀλγοῦντες, διὰ νυκτὸς μὲν ἐν τῇ ἀγορᾷ δύναμιν ἕξομεν, ἤγουν κρατερῶς βουλευσόμεθα, τὴν πόλιν δέ οἵ τε πύργοι, καὶ αἱ μεγάλαι πύλαι (δίοδοι), καὶ αἱ ἐπ' αὐταῖς συνηρμοσμέναι σανίδες αἱ ἐπιμήκεις καὶ εὐξέστως εἰργασμέναι συγκεκλεισμέναι φυλάξουσι καὶ σώσουσι· τὸ πρωὶ δὲ ἕωθεν σὺν τοῖς ὅπλοις καθοπλισθέντες στησόμεθα ἐπὶ τῶν πύργων, τούτῳ δὲ ὀδυνηρὸν ἔσται, ἐὰν ἐθέλῃ ἀφικόμενος ἐκ τῶν νεῶν περὶ τὸ τεῖχος πολεμεῖν ἡμῖν· αὖθις εἰς τοὐπίσω ὑποστρέψει ἐπὶ τὰς ναῦς, ἐπειδὰν τοὺς μεγαλαύχενας ἵππους παντοδαποῦ δρόμου κορέσῃ, ὑπὸ τὴν πόλιν αὐτοὺς πλανῶν, καὶ μετὰ ἀναστροφῆς ἐλαύνων· ἔσω δὲ ἐφορμῆσαι οὐκ ἐάσει αὐτὸν ἡ ψυχὴ οὐδὲ ἐκπορθήσει ποτὲ πρὶν ἂν αὐτὸν κύνες ταχεῖς καταφάγωσι. | 243 |
πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος, εἶπεν ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ. ὦ Πολυδάμα, σὺ μὲν οὐδαμῶς ἐμοὶ προσφιλῆ ταῦτα λέγεις, ὅστις κελεύεις συναθροισθῆναι εἰς τὴν πόλιν αὖθις ἐλθόντας· ἢ οὔπω ἐχορτάσθητε συγκεκλεισμένοι ἐντὸς τῶν πυλῶν; τὸ πρῶτον μὲν γὰρ τὴν πόλιν τοῦ Πριάμου οἱ μεμερισμένην ἔχοντες τὴν φωνὴν ἄνθρωποι σύμπαντες ἔφασκον πολὺν χρυσὸν ἔχουσαν, καὶ πολὺν χαλκόν, νυνὶ δὲ ἐξανήλωται ἐκ τῶν οἴκων τὰ καλὰ ἐναποκείμενα χρήματα· πολλὰ δὲ δὴ κατὰ τὴν Φρυγίαν καὶ τὴν ἐπέραστον Μῃονίαν κτήματα πωλούμενα ἔρχονται, ἐπειδὴ ὁ μέγας Ζεὺς ἐχολώθη, καὶ ὠργίσθη· νυνὶ δὲ ἡνίκα μοι ἔδωκεν ὁ υἱὸς τοῦ Κρόνου σκολιοβούλου δόξαν κτήσασθαι, καὶ εἰς τὰς ναῦς καὶ τὴν θάλασσαν συνελάσαι τοὺς Ἕλληνας, μηδαμῶς, ὦ ἀνόητε, τὰ νοήματα ταῦτα λέγε ἐν τῷ δήμῳ· οὐδεὶς γὰρ τῶν Τρῴων ὑπακούσεται, οὐ γὰρ ἀφήσω. ἀλλ' ἄγετε ὥσπερ ἂν ἐγὼ εἴπω, πάντες ὑπακούωμεν· νυνὶ μὲν δεῖπνον λάβετε κατὰ τὸ στρατόπεδον ἐν ταῖς τάξεσι, καὶ φυλακῆς μνήσθητε, καὶ γρηγορεῖτε πάντες· ὅστις δὲ τῶν Τρῴων κτήμασιν ὑπερβαλλόντως λυπεῖ τὸ κοινόν, συνάξας αὐτὰ δότω τῷ πλήθει καταφαγεῖν δημοσίᾳ, βέλτιόν ἐστιν τινὰ τούτων ἀπολαύειν αὐτῶν, ἢ τοὺς Ἕλληνας. τὸ πρωί δὲ ἕωθεν σὺν τοῖς ὅπλοις καθοπλισθέντες παρὰ ταῖς βαθείαις ναυσὶ συστήσομεν πόλεμον σφοδρόν. εἰ δὲ ἀληθῶς ἐκ τῶν νεῶν ἀνέστη ὁ ἐνδοξότατος Ἀχιλλεύς, λυπηρὸν αὐτῷ ἔσται ἐὰν ἐθέλῃ· οὐκ ἔγωγε αὐτὸν φεύξομαι ἐκ τοῦ κακοήχου πολέμου, ἀλλὰ πάνυ ἐναντίον στήσομαι, ἢ σχοίη ἂν νίκην μεγάλην, ἢ σχοίημ' ἄν· κοινός ἐστιν ὁ Ἄρης, καὶ τόν, κτανοῦντα ἤγουν τὸν ἐλπίζοντα ἀνελεῖν, ἀνεῖλεν. | 284 |
οὕτως ἔλεγεν ὁ Ἕκτωρ, οἱ Τρῷες δὲ ἐπήχησαν, οἱ μωροὶ καὶ ἀνόητοι, ἐξείλετο γὰρ τὴν διάνοιαν αὐτῶν ἡ πολεμική Ἀθηνᾶ· τῷ Ἕκτορι μὲν γὰρ συνῄνεσαν δεινὰ βουλευομένῳ (συμβουλεύοντι)· τῷ Πολυδάμαντι δὲ οὐδεὶς, ὅστις ἀγαθὴν βουλὴν διενοεῖτο. οἱ μὲν οὖν δεῖπνον ἔλαβον κατὰ τὸ στρατόπεδον· οἱ Ἕλληνες δὲ δι᾽ ὅλης τῆς νυκτὸς τὸν Πάτροκλον θρηνοῦντες ἐστέναζον, ἐν τούτοις δὲ ὁ υἱὸς τοῦ Πηλέως ἡγεῖτο δαψιλοῦς θρήνου, θεὶς τὰς χεῖρας τὰς ἀνδροκτόνους ἐπὶ τοῖς στήθεσι τοῦ φίλου, συνεχῶς πάνυ στενάζων καθάπερ λέων μέγα τὸ γένειον ἔχων καὶ εὔτονος, ᾧτινι δὴ τὰ γεννήματα ὑφαρπάσῃ ἀνὴρ θηρευτὴς ἐκ τοῦ πυκτοῦ καὶ συνηρεφοῦς δρυμοῦ, οὗτος δὲ λυπεῖται μετέπειτα παραγενόμενος, πολλοὺς δὲ κοίλους καὶ φαραγγώδεις τόπους ἐπῆλθε κατὰ τὰ ἴχνη τοῦ ἀνδρὸς ζητῶν καὶ ῥινηλατῶν, εἴ ποθεν αὐτὸν εὖροι, πάνυ γὰρ ὀργὴ δριμεία κατακρατεῖ· οὕτως αὐτὸς βαρέως στενάζων ἔλεγεν ἐν τοῖς Μυρμιδόσι. φεῦ φεῦ, ὄντως δὴ ματαίως ἐξέβαλον λόγον τῇ ἡμέρᾳ ἐκείνῃ θαρσοποιῶν τὸν ἥρωα Μενοίτιον ἐν τοῖς οἴκοις· εἶπον γὰρ αὐτῷ ἀπάξειν τὸν υἱὸν εἰς τὸν ὑπερένδοξον Ὀπόεντα ἐκπορθήσαντα τὸ Ἴλιον, καὶ ἀπολαβόντα μοῖραν τῆς λαφυραγωγίας. ἀλλ' οὐ Ζεὺς τοῖς ἀνδράσι πάντα τὰ νοήματα τελειοῖ, ἀμφοτέρους γὰρ εἵμαρτο ὁμοίων γῆν ἐρυθρὰν ποιῆσαι τῷ αἵματι αὐτόθι ἐν τῇ Τροίᾳ, ἐπειδὴ οὐδὲ ἐμὲ ὑποστρέψαντα ἀποδέξεται ἐν τοῖς οἴκοις ὁ γέρων ἱππικὸς Πηλεύς, οὐδὲ Θέτις ἡ μητὴρ, ἀλλ᾿ αὐτόθι ἡ γῆ καθέξει καὶ καλύψει. νυνὶ δὲ ἐπειδή, ὦ Πάτροκλε, μετὰ σὲ πορεύσομαι ὑπὸ τὴν γῆν, οὐ πρότερόν σε ἐνταφιάσω, πρὶν ἢ δεῦρο ἐνέγκαι τὰ τοῦ Ἕκτορος ὅπλα, καὶ τὴν κεφαλὴν τοῦ σοῦ μεγαλοψύχου φονέως· δώδεκα δὲ ἔμπροσθεν τοῦ πυρὸς ἀπαυχενίσω, καὶ ἀποτραχηλίσω τέκνα λαμπρὰ τῶν Τρῴων, ὀργισθεὶς ἕνεκα σοῦ ἀνερεθέντος· ἐπὶ τοσοῦτον δέ μοι παρὰ ταῖς καμπυλοπρύμνοις ναυσὶ κείσῃ οὑτωσί, περὶ σὲ δὲ αἱ Τρῳάδες καὶ αἱ μεγαλοκόλποι Δαρδανίδες κλαύσονται νύκτας καὶ ἡμέρας δακρυρροοῦσαι, ἃς ἡμεῖς ποιήσαντες ἐκτησάμεθα ἰσχύϊ τε καὶ δόρατι μακρῷ, εὐγείους πόλεις ἐκπορθοῦντες τῶν μεμερισμένων ἐχόντων τὴν φωνὴν ἀνθρώπων. | 310 |
οὕτως εἰπὼν τοῖς φίλοις ἐκέλευσεν ὁ ἐνδοξότατος Ἀχιλλεὺς στῆσαι περὶ τὸ πῦρ λέβητα μέγαν, ὅπως πάνυ ταχέως τὸν Πάτροκλον ἀπολούσαιεν, καὶ ἐκπλύνειεν τὸν αἱματώδη λύθρον. οὗτοι δὲ τὸν εἰς ὃν τὰ λουτρὰ ἐγχέονται λέβητα ἔστησαν ἐν τῷ καυστικῷ πυρί, ἐνέχεαν δὲ ὕδωρ, ξύλα δὲ ὑπέκαιον λαβόντες· τὴν γάστραν μὲν οὖν καὶ τὸ κοῖλον τοῦ λέβητος τὸ πῦρ περιέθαλπεν, ἐθερμαίνετο δὲ τὸ ὕδωρ. ἐπειδὴ δὲ ἔβρασε τὸ ὕδωρ ἐν τῷ λεπτῷ καὶ καθαρῷ χαλκῷ, τότε δὴ ἔλουσαν αὐτόν, καὶ ἔχρισαν λίπος δι' ἐλαίου, ἐνέπλησαν δὲ καὶ ἀνεστόμωσαν τὰ τραύματα ἐλαίου ἐνναετοῦς, ἐν τῇ στρωμνῇ δὲ καταθέντες λεπτῷ περιβολαίῳ (ὑφάσματι) ἐκάλυψαν ἐκ τῆς κεφαλῆς μέχρι τῶν ποδῶν, ἄνωθεν δὲ ἱματίῳ λευκῷ. δι᾽ ὅλης μὲν οὖν τῆς νυκτὸς περὶ τὸν ταχύποδα Ἀχιλλέα οἱ Μυρμιδόνες τὸν Πάτροκλον θρηνοῦντες ἀνεστέναζον. ὁ Ζεὺς δὲ εἶπε πρὸς τὴν Ἥραν τὴν ἀδελφὴν καὶ γαμετὴν αὐτοῦ. ἔπραξας καὶ παραυτίκα νυνί, ὦ εὐόφθαλμε σεβαστή Ἥρα ἐγείρασα τὸν ταχύποδα Ἀχιλλέα· ὄντως που ἐκ σοῦ αὐτῆς ἐγεννήθησαν οἱ τὰς κεφαλὰς κομῶντες Ἕλληνες. | 343 |
πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ή εὐόφθαλμος σεβαστὴ Ἥρα· δεινότατε υἱὲ τοῦ Κρόνου, τίνα τόνδε λόγον εἶπας; καὶ μήν που ἀνὴρ τις φροντίζει τελειώσαι ἀνδρὶ κακόν τι δηλονότι, ὀργισθεὶς αὐτῷ, ὅστις ὑπάρχει θνητός, καὶ οὐ τοσαύτας βουλὰς ἐπίσταται. πῶς οὖν ἔγωγε, ἥτις οἴομαι εἶναι κρατίστη πασῶν τῶν θεῶν κατ' ἄμφω, καὶ τῷ γένει, καὶ διότι σὴ γαμετὴ καλοῦμαι, σὺ δὲ ἐν πᾶσιν τοῖς ἀθανάτοις θεοῖς βασιλεύεις, οὐκ ἔμελλον τοῖς Τρῳσὶν ὀργισθεῖσα δεινὰ καὶ χαλεπὰ μηχανήσασθαι; | 360 |
οὕτως οὗτοι μὲν τοιαῦτα πρὸς ἀλλήλους ἔλεγον. ἡ Θέτις δὲ ἡ λευκόπους ἀφίκετο εἰς τὸν οἶκον τοῦ Ἡφαίστου τὸν ἄφθαρτον, τὸν λαμπρόν, τὸν περιφανῆ ἐν τοῖς ἀθανάτοις, ὃν δὴ αὐτὸς χαλκοῦν ἐποίησεν ὁ χωλός. τοῦτον δὲ εὗρεν ἱδρῶτι περιρρεόμενον, συστρεφόμενον περὶ τοὺς πνευματικοὺς ἀσκοὺς ἐπειγόμενον, λέβητας εἴκοσι τοὺς πάντας κατεσκεύαζεν ἑστάναι περὶ τὸν τοῖχον τοῦ εὐσταθοῦς καὶ ἑδραίου οἴκου, χρυσοὺς δὲ τροχοὺς ὑπὸ τὸν πυθμένα ἑκάστου αὐτῶν ἔθηκεν, ὅπως αὐτῷ αὐτομάτως καὶ ἀφ' ἑαυτῶν εἰσίοιεν εἰς τὸν θεῖον ἀγῶνα, καὶ πάλιν εἰς τὸν οἶκον πορεύοιντο θαῦμα θεάσασθαι. οὗτοι δὲ ἐπὶ τοσοῦτον μὲν ἦσαν τετελεσμένοι, οὔπω δὲ τὰ ὦτα τὰ ποικίλα προσέκειντο, ἅπερ δὴ ἡτοίμαζεν, ἤλαυνε δὲ τοὺς ἥλους· ἐν ᾧ δὲ οὗτος ταῦτα εἰργάζετο φρεσὶν ἐπιστήμοσιν, ἐν τούτῳ παρεγένετο αὐτῷ ἡ θεὰ ἡ Θέτις ἡ λευκόπους, ταύτην δὲ ἐθεάσατο προϊοῦσα ἡ Χάρις, ἡ στίλβον καὶ λευκὸν τὸ ἐπιβόλαιον καὶ κεφαλόδεσμον ἔχουσα, ἡ ὠραία, ἣν ἔγημεν ὁ ὑπερένδοξος Ἥφαιστος ὁ χωλός, ἐνέφυ δὲ αὐτῇ τῇ χειρί, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει. τί δήποτε, ὦ Θέτι μακρόπεπλε, ἀφίκου εἰς τὸ ἡμέτερον δῶμα, αἰδοῦς ἀξία καὶ προσφιλής; πρότερόν γε μὴν οὐ συνεχῶς παρεγίνου. ἀλλ' ἕπου εἰς τοὔμπροσθεν, ὅπως σοι ξένια παραθῶ. | 368 |
οὕτως δὴ εἰποῦσα εἰς τὸ πρόσω ἦγεν ἡ ἐνδοξοτάτη τῶν θεῶν. ταύτην μὲν οὖν ἐκάθισεν ἐπὶ τοῦ θρόνου τοῦ ἀργυροὺς ἥλους ἔχοντος τοῦ εὐειδοῦς, καὶ ποικίλως εἰργασμένου, ὑποπόδιον δὲ ὑπὸ τοῖς ποσὶν ἦν, ἐκάλεσε δὲ τὸν ἔνδοξον κατὰ τὴν τέχνην Ἥφαιστον, καὶ εἶπε λόγον οὕτως· ὦ Ἥφαιστε, ἴθι δεῦρο (πρόελθε οὕτως ὡς ἔχεις σχήματος), ἡ Θέτις δή σου χρείαν κατά τι ἔχει. πρὸς ταύτην δὲ ἀπεκρίνετο μετὰ ταῦτα ὁ ὑπερένδοξος Ἥφαιστος ὁ χωλός· ὄντως δή μοι φοβερὰ καὶ αἰδοῦς ἀξία θεὰ πάρεστιν, ἥτις με ἔσωσεν, ἡνίκα με λύπη καὶ ὀδύνη κατέλαβε πόρρωθι τεχθέντα βουλῇ τῆς ἐμῆς ἀναιδοῦς μητρός, ἥτις με ἠβουλήθη ἀποκρύψαι χωλὸν ὑπάρχοντα. τότε ἂν λύπας καὶ ὀδύνας ὑπέμεινα τῇ ψυχῇ, εἰ μὴ ἡ Εὐρυνόμη τε καὶ ἡ Θέτις με ὑπεδέξατο εἰς τὸν κόλπον, ἡ Εὐρυνόμη ἡ θυγάτηρ τοῦ παλιρρόου (ταχέως ῥέοντος) Ὠκεανοῦ, παρ' αὐταῖς ἐννέα ἔτη ἐχάλκευον πολλὰ ποικίλα, περόνας τε, καὶ περιφερῆ ψέλλια (...εῖς στρεπτοὺς), καὶ σύριγγας (σωληνίσκους), καὶ περιτραχηλίους κόσμους ἐν τῷ κοίλῳ καὶ βαθεῖ σπηλαίῳ, ὁ ῥοῦς δὲ τοῦ Ὠκεανοῦ περιέρρει μέγιστος, σὺν ἀφρῷ ποιὸν ἦχον ἀποτελῶν, οὐδέ τις ἄλλος ἠπίστατο, οὔτε ἀπὸ τῶν θεῶν, οὔτε ἀπὸ τῶν θνητῶν ἀνθρώπων· ἀλλ᾿ ἡ Θέτις τε καὶ ἡ Εὐρυνόμη ἦσαν αἵτινές με ἔσωσαν, ἥτις νυνὶ ἀφίκετο εἰς τὸν ἡμέτερον οἶκον· διὰ τοῦτό με πάνυ χρέος ἀποδιδόναι τῇ ὡραιοκόμῳ Θέτιδι πᾶσαν χάριν ὑπὲρ τῆς ἐμῆς ζωῆς. ἀλλὰ σὺ μὲν αὐτῇ νυνὶ παράθες ξένια καλά, μέχρις ἂν ἐγὼ τοὺς πνευματικούς ἀσκούς ἀποθῶ, καὶ πάντα τὰ ἔνθετα καὶ ἐνεργά. | 388 |
εἶπε καὶ ἀπὸ τοῦ τόπου τοῦ ἄκμονος, μεγάλως ἀετηδὸν (δίκην ἀετοῦ) ἀνέστη σκάζων, ἐρρωμένως δὲ ὑφώρμων αἱ βεβλαμμέναι κνήμαι. τοὺς μὲν οὖν πνευματικοὺς ἀσκοὺς πόρρωθεν τοῦ πυρὸς ἔθηκε, καὶ πάντα τὰ ὄργανα, καὶ τὰ σκεύη εἰς τὴν ἀργυρᾶν κιβωτὸν συνήθροισεν, οἷς ἐνέργει· σπόγγῳ δὲ τό τε πρόσωπον καὶ ἄμφω τὰς χεῖρας ἀπέπασσε, καὶ ἀπέψα, καὶ τὸν στερεὸν τράχηλον, καὶ τὰ τετριχωμένα, καὶ δασέα στήθη, ἐνεδύσατο δὲ τὸν χιτῶνα, ἔλαβε δὲ τὴν παχεῖαν ῥάβδον, ἐπορεύθη δὲ ἔξω σκάζων, ὑφώρμων δὲ τῷ βασιλεῖ θεράπαιναι χρυσαῖ, ζώσαις νεάνισιν ὅμοιαι, ταύταις ἔνεστι μὲν νοῦς ἐν διανοίᾳ (λογιστικῷ), ἔνεστι δὲ φωνή, καὶ δύναμις, οἴδασι δὲ τὰ ἔργα τῶν ἀθανάτων θεῶν· αὗται μὲν οὖν ὑπὸ τοῦ βασιλέως ἐνήργουν καὶ διηκόνουν· οὗτος δὲ παρεφθαρμένως πορευόμενος πλησίον, ὅπου ἡ Θέτις ἐκάθισεν ἐπὶ θρόνου λαμπροῦ, καὶ ἐνέφυ αὐτῇ τῇ χειρί, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει· τί δήποτε, ὦ Θέτι μακρόπεπλε, ἀφίκου εἰς τὸ ἡμέτερον δῶμα, αἰδοῦς τε ἀξία καὶ προσφιλής; πρότερόν γε μὴν οὔτι συνεχῶς παρεγίνου. λέγε ὅ, τι διανοῇ, ποιῆσαι (τελειώσαι) δέ με ἡ ψυχὴ προτρέπεται, εἰ δύναμαι τελειῶσαι, καὶ εἰ ὑπ᾽ ἄλλου ποτὲ ἐτελέσθη. | 410 |
πρὸς τοῦτον δὲ ἀπεκρίνατο μετὰ ταῦτα ἡ Θέτις δάκρυα καταχέουσα· ὦ Ἥφαιστε, ἆρά γέ τις τῶν ὅσαι θεαί εἰσιν ἐν τῷ οὐρανῷ τοσαύτας θλίψεις χαλεπὰς ὑπέμεινεν ἐν τῇ ἑαυτῆς διανοίᾳ, ὅσας ἐμοὶ ἐκ πασῶν Ζεὺς ὁ υἱὸς τοῦ Κρόνου λύπας καὶ ὀδύνας ἔδωκεν; ἐκ τῶν ἄλλων μὲν θαλασσίων ἐμὲ ὑπέταξεν ἀνδρὶ Πηλεῖ τῷ υἱῷ τοῦ Αἰακοῦ, καὶ ὑπέμεινα συνουσίαν ἀνδρὸς κατὰ πολὺ πάνυ μὴ βουλομένη· οὗτος μὲν δὴ γήρᾳ χαλεπῷ κεῖται ἐν τῷ οἴκῳ βεβλαμμένος· ἄλλα δὲ νυνί μοι δεινὰ δηλονότι, ἐπειδή μοι ἔδωκε γεννηθῆναι υἱὸν καὶ ἀνατραφῆναι ἄριστον πάντων τῶν ἡρώων, οὗτος δὲ ηὐξήθη ὅμοιος φυτῷ εὐθαλεῖ· τοῦτον μὲν ἐγὼ ἀναθρέψασα καθάπερ φυτὸν ἐν τῷ γονίμῳ τοῦ συμφύτου χωρίου, ἐπέπεμψα διὰ τῶν καμπυλοπρύμνων νεῶν εἰς τὸ Ἴλιον πολεμήσοντα τοῖς Τρῳσί, τοῦτον δὲ πάλιν οὐκ ἀποδέξομαι εἰς τὸν οἶκον ὑποστρέψαντα εἰς τὴν τοῦ Πηλέως οἰκίαν. ἐν ὅσῳ δέ μοι ζῇ καὶ ὁρᾷ τὸ φῶς τοῦ ἡλίου λυπεῖται, οὐδέ τι δύναμαι βοηθῆσαι αὐτῷ παραγενομένη· τὴν νέαν μέν, ἣν δὴ ἐκλεξάμενοι οἱ υἱοὶ τῶν Ἑλλήνων ἔδωκαν αὐτῷ δῶρον τιμῶντες, ταύτην πάλιν ἐκ τῶν χειρῶν αὐτοῦ ἀφείλετο ὁ βασιλεὺς Ἀγαμέμνων. ταύτης μὲν οὖν ἕνεκα λυπούμενος ἔφθειρε τὴν διάνοιαν, τοὺς Ἕλληνας δὲ οἱ Τρῷες παρὰ ταῖς πρύμναις συνέστρεφον, οὐδὲ ἔξω ἠφίουν ἐξέρχεσθαι, τοῦτον δὲ παρεκάλουν οἱ τίμιοι τῶν Ἑλλήνων, καὶ πολλὰς ὑπερενδόξους χάριτας ἀπηριθμοῦντο· τότε δ᾽ αὐτὸς μὲν οὖν ἀπηναίνετο καὶ ἀνένευεν ἀποσοβῆσαι τὸν ὄλεθρον, τὸν Πάτροκλον δ᾽ αὐτὸς ἐνέδυσε μὲν τὰ ἑαυτοῦ ὅπλα, ἐπέπεμψε δὲ αὐτὸν εἰς τὸν πόλεμον, ἅμα δὲ πολὺν στρατὸν αὐτῷ ἔδωκε. πᾶσαν δὲ τὴν ἡμέραν ἐμάχοντο περὶ τὰς Σκαιὰς πύλας. καὶ δὴ ἂν αὐτῇ τῇ ἡμέρᾳ τὴν πόλιν ἐξεπόρθησαν, εἰ μὴ Ἀπόλλων πολλὰ δεινὰ ποιήσαντα τὸν ἰσχυρὸν υἱὸν τοῦ Μενοιτίου ἀπέκτεινεν ἐν τοῖς πρωταγωνισταῖς, καὶ δόξαν τῷ Ἕκτορι ἐδωρήσατο· τούτου δὴ ἕνεκα νῦν εἰς τὰ σὰ γόνατα ἀφικόμην, ἐὰν βούλῃ τῷ ἐμῷ ταχυθανάτῳ ὑιῷ δοῦναι ἀσπίδα, καὶ περικεφαλαίαν, καὶ καλὰς κνημῖδας προσηρμοσμένας καλύμμασι τῶν σφυρῶν, καὶ θώρακα· ὃς γὰρ ἦν αὐτῷ ἀπέβαλεν ὁ πιστὸς φίλος ἀναιρεθεὶς ὑπὸ τῶν Τρῴων, οὗτος δὲ ἐπὶ τῆς γῆς ἀλγῶν τὴν ψυχήν. | 428 |
πρὸς ταύτην δὲ ἀπεκρίνατο μετὰ ταῦτα ὁ ὑπερένδοξος Ἥφαιστος ὁ χωλός· θάρρει, μή σοι ταῦτα ἐν τῇ σῇ διανοίᾳ διὰ φροντίδος ἔστωσαν. εἴθε γὰρ αὐτὸν οὕτω δυναίμην τοῦ κακοήχου θανάτου πόρρω ἀποκρύψαι, καὶ ἀπαλλάξαι, ἡνίκα αὐτὸν ἡ χαλεπὴ τελευτὴ καταλαμβάνει, ὥσπερ ὅπλα καλὰ αὐτῷ παρέσται, ὁποῖα τις δὴ ἀπὸ τῶν πολλῶν ἀνθρώπων θαυμάσεται, ὃς ἂν θεάσηται. | 462 |
οὕτως εἰπών, ταύτας μὲν κατέλιπεν αὐτόθι, ἐπορεύθη δὲ ἐπὶ τοὺς πνευματικοὺς ἀσκούς. τούτους δὲ ἔτρεψεν εἰς τὸ πῦρ, καὶ προσέταξεν ἐνεργεῖν· οἱ ἀσκοί δὲ πάντες ἐφύσων ἐν φυσητῆρσιν εἴκοσι παντοῖον εὐφύσητον πνεῦμα ἐκπέμποντες, ἄλλοτε (ποτέ) μὲν ἐπειγομένῳ παρεῖναι, ποτὲ δὲ ὥσπερ ἂν ὁ Ἥφαιστος βούλοιτο καὶ τὸ ἔργον τελοῖτο· ἔβαλε δὲ χαλκὸν εἰς τὸ πῦρ, καὶ στερεὸν κασσίτερον (σίδηρον ἀκαταπόνητον καὶ κασσίτερον), καὶ πολύτιμον χρυσόν, καὶ ἄργυρον, μετὰ ταῦτα δὲ ἔθηκεν ἐν τῷ ἀκμοδόχῳ τόπῳ τὸν μέγαν ἄκμονα, ἔλαβε δὲ τῇ χειρὶ τὴν μεγάλην σφῦραν, τῇ ἑτέρᾳ δὲ ἔλαβε τὸν ὀξύλαβον, ἤγουν τὸν χαλκευτικὸν καρκίνον· | 468 |
ἐποίει δὲ πρῶτον μεγάλην τε καὶ στερεὰν ἀσπίδα, πάντα μέρη ποικίλλων, περιέθηκε δὲ ἔξωθεν κύκλον λαμπρόν, τρίπτυχον, λαμπρόν, ἐξήρτησε δὲ ἀργυροῦν ἀναφορέα. πέντε δὲ ἐλάσματα ἦσαν τῆς ἀσπίδος αὐτῆς, ἐν αὐτῇ δὲ ἐποίει ποικίλα πολλά φρεσὶν ἐπιστήμοσιν, | 478 |
ἐγκατεσκεύασε μὲν τὴν γῆν, καὶ τὸν οὐρανόν, καὶ τὴν θάλασσαν, καὶ τὸν μὴ κάμνοντα ἥλιον, καὶ τὴν σελήνην πληθύουσαν, καὶ πεπληρωμένην τοῦ ἡλιακοῦ φωτός· ἐν τούτοις δὲ πάντα τὰ ἄστρα, ἅπερ ὁ οὐρανὸς περίκειται, τάς τε Πλῃάδας, καὶ τὰς Ὑάδας, καὶ τὴν δύναμιν τοῦ Ὠρίωνος, καὶ τὴν Ἄρκτον, ἣν καὶ ἅμαξαν κατ᾽ ἐπωνυμίαν καλοῦσιν, ἥτις περὶ τὸν αὐτὸν τόπον στρέφεται, καὶ ἐπιτηρεῖ τὸν Ὠρίωνα· μόνη δ' αὕτη ἄμοιρός ἐστιν τῶν ῥείθρων τοῦ Ὠκεανοῦ μὴ δύνουσα. | 483 |
ἐνεποίησε δὲ δύο πόλεις ἀνθρώπων τῶν μεμερισμένων ἐχόντων τὴν φωνὴν περικαλλεῖς, ὧν ἐν μὲν τῇ ἑτέρᾳ γάμοι ἦσαν καὶ εὐωχίαι, νύμφας δὲ ἐκ τῶν νυμφικῶν δωμάτων, δάδων ἡμμένων καὶ περιλαμπουσῶν ἦγον κατὰ τὴν πόλιν, πολὺς δὲ ὕμνος ἐπιθαλάμιος διεγήγερτο, νέοι δὲ ὀρχησταὶ περιεστρέφοντο καὶ ὠρχοῦντο, ἐν τούτοις δὲ αὐλοὶ καὶ κιθάραι βοὴν ἐποίουν, αἱ γυναῖκες δὲ ἑστῶσαι πρὸ τῶν θυρῶν ἅπασαι ἐθεώρουν, ὁ δῆμος δὲ ἐν τῇ ἀγορᾷ ἦν συνηθροισμένος, ἐνταῦθα δὲ φιλονεικία διεγήγερτο, δύο δὲ ἄνδρες ἐφιλονείκουν ἕνεκα προστίμου καὶ ὑποφονίου ἀνδρὸς ἀναιρεθέντος, ὁ μὲν ἔφασκε πάντα τὰ ἀρκοῦντα πρὸς τὸ ἀδίκημα ἀποδεδωκέναι τῷ δήμῳ δεικνύων, καὶ ἐμφανίζων, ὁ δὲ ἠρνεῖτο μηδὲν λαβεῖν· ἀμφότεροι δὲ ἐβούλοντο ἐπὶ μάρτυρι πέρας λαβεῖν καὶ δικάσασθαι. οἱ λαοὶ δὲ ἀμφοτέροις ἐπεβόων (συνηγόρουν) διῃρημένως συνηγοροῦντες (βοηθοῦντες). οἱ κήρυκες δὲ τὸν λαὸν κατεῖχον κωλύοντες, οἱ ἐν τέλει δὲ ἐκάθηντο ἐπὶ λίθοις ἐξεσμένοις ἐν κύκλῳ ἱερῷ, τὰ σκῆπτρα δὲ εἶχον ἐν ταῖς χερσὶν τῶν μεγαλοφώνων κηρύκων. τούτοις οὖν ὑφώρμων καὶ παρεκινοῦντο καθήμενοι, κατὰ ἐναλλαγὴν δὲ ἀπέφαινον ἕκαστος τὴν ἑαυτοῦ γνώμην· ἔκειντο δὲ ἐν τῷ μέσῳ δύο τάλαντα χρυσοῦ, τούτῳ δοῦναι, ὃς ἂν ἐν αὐτοῖς κρίσιν εὐθύτατα ἀποφῄνειεν. | 490 |
τὴν ἑτέραν δὲ πόλιν περιεκάθηντο καὶ ἐπολιόρκουν δύο στρατοὶ λαῶν ὅπλοις περιλαμπόμενοι, διχῶς δὲ αὐτοῖς ἤρεσκε βουλή, ἢ ἐκπορθῆσαι, ἢ εἰς δύο μέρη πάντα μερίσαι καὶ διελεῖν τὰ κτήματα ὅσα ἡ πόλις ἡ ἐπέραστος ἔνδον ἐναποκλείει καὶ περιέχει. οὗτοι (οἱ πολῖται) δὲ οὐχ ὑπήκουον, ἐπὶ λόχον δὲ καθωπλίζοντο λάθρα. τὸ τεῖχος μὲν οὖν αἱ ἀγαπηταὶ γυναῖκες καὶ τὰ μικρὰ τέκνα ἐφύλαττον ἐφεστῶτες, καὶ πρός γε οἱ ἄνδρες οὓς τὸ γῆρας κατεῖχεν· οὗτοι δὲ ἐπορεύοντο, ἡγεῖτο δ᾽ αὐτοῖς ὁ Ἄρης, καὶ ἡ πολεμικὴ Ἀθηνᾶ, ἀμφότεροι χρυσοῖ, χρυσᾶ δὲ ἱμάτια περιεβέβληντο, καλοὶ καὶ μεγάλοι σὺν τοῖς ὅπλοις, καθάπερ θεοὶ ἄγαν περιφανεῖς, οἱ λαοὶ δὲ ἥττους τῷ μεγέθει τοῦ σώματος ἦσαν· οὗτοι δὲ ἡνίκα δὴ ἀφίκοντο, ὅπου αὐτοῖς προσῆκε καὶ ἐφικτὸν ἦν ἐνεδρεῦσαι παρὰ τῷ ποταμῷ ἔνθα ποτισμὸς ἦν πᾶσι τοῖς θρέμμασιν, ἐκεῖ δὴ οὗτοί γε ἐκάθισαν κεκαλυμμένοι σιδήρῳ λαμπρῷ· τούτοις δὲ μετὰ ταῦτα πόρρωθεν ἐκάθισαν δύο κατάσκοποι τῶν λαῶν προσδεχόμενοι ὁπότε τὰ πρόβατα θεάσαιντο καὶ τὰς ἑλικοειδὴ κέρατα ἐχούσας βοῦς. ταχέως δὲ οὗτοι προῆλθον, δύο δὲ συνείποντο νομεῖς σύριγξιν ἀγαλλόμενοι, τὴν γὰρ ἐπιβουλὴν οὐδαμῶς προενόησαν. οὗτοι μὲν οὖν ταῦτα προθεασάμενοι ἐπέδραμον, ταχέως δὲ μετέπειτα περιήλαυνον τὰς ἀγέλας τῶν βοῶν, καὶ τὰ καλὰ ποίμνια τῶν λευκῶν προβάτων, ἀπέκτεινον δὲ τοὺς ποιμένας· οὗτοι δ᾽ οὖν ἐπειδὴ ἤκουσαν πολὺν θόρυβον παρὰ τοῖς βουσὶν ἔμπροσθεν τῶν βουλευτηρίων καθήμενοι, παραχρῆμα ἐπὶ τῶν ἵππων ἀναβάντες τῶν ταχυπόδων ἐπεδίωκον, ταχέως δὲ κατέλαβον· συστάντες δὲ ἐπολέμουν πόλεμον παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ, ἔβαλλον δὲ καὶ ἔπληττον ἀλλήλους δόρασι σιδήρῳ ἐστομωμένοις, ἐν αὐτοῖς δὲ ἡ ἔρις καὶ ὁ θόρυβος ἀνεστρέφοντο, καὶ ἡ ὀλεθρία μοῖρα, ἄλλον κατέχουσα ζῶντα νεότρωτον, ἄλλον ἄτρωτον, ἄλλον τεθνεῶτα κατὰ τὴν μάχην εἷλκεν ἀπὸ τῶν ποδῶν, ἱμάτιον δὲ εἶχε περὶ τοὺς ὤμους, ἐρυθρόν αἵματι ἀνδρῶν· ἀνεστρέφοντο δὲ καὶ παρετάσσοντο καὶ ἐπολέμουν, ὥσπερ ἄνδρες ζῶντες, καὶ τοὺς νεκροὺς ἀλλήλων εἵλκυον ἀποθανόντας. | 509 |
ἐνετίθει δὲ γῆν νεωστὶ ἠροτριασμένην ἀπαλὴν καὶ διακεχυμένην, ἄρουραν εὔχυμον καὶ λιπαράν, πλατεῖαν, τρινέατον πολλοὶ δὲ ἀροτῆρες ἐν αὐτῇ τὰ ζεύγη περιστρέφοντες ἤλαυνον τῇδε κἀκεῖσε. οὗτοι δὲ ὁπηνίκα νεάσαντες ἀφίκοιντο εἰς τὸ πέρας τῆς ἀρούρας, τούτοις μετέπειτα εἰς τὰς χεῖρας ποτήριον ἡδίστου οἴνου ἐδίδου ἀνὴρ ἐπελθών· οὗτοι δὲ ἔσπευδον ἀναστρέφοντες κατὰ τὰς αὔλακας ἐφιέμενοι τῆς βαθείας νεατοῦ τὸ πέρας καταλαβεῖν· αὕτη δὲ μέλαινα ἀπετελεῖτο ὄπισθεν, ἠροτριασμένη δὲ ἐδόκει καίπερ οὖσα χρυσῆ, ὃ δὴ καὶ θαῦμα περιῆν. | 541 |
ἐνετίθει δὲ τέμενος βασιλικόν, ἐν αὐτῷ δὲ ἐργάται ἐθέριζον, δρεπάνας τμητικὰς ἐν ταῖς χερσὶ κατέχοντες, πληρώματα δὲ τῶν χειρῶν ἄλλα μὲν εἰς τὴν αὔλακα συνεχῆ κατέπιπτον ἐπὶ τὴν γῆν, ἄλλα δὲ οἱ δραγματοδεσμευταὶ ἐν δεσμοῖς (σχοίνοις) ἐδέσμευον, τρεῖς δὴ δραγματοδεσμευταὶ ἐφίσταντο, μετὰ ταῦτα δὲ παῖδες τὰ δράγματα συλλέγοντες ἐν ταῖς ἀγκάλαις φέροντες διηνεκῶς παρεῖχον, ὁ κύριος δὲ τοῦ ἔργου ἐν τούτοις μετὰ σιγῆς ῥάβδον κατέχων ἵστατο ἐπὶ τῆς αὔλακος τερπόμενος κατὰ ψυχήν. κήρυκες δὲ πόρρωθεν ὑπὸ δρυῒ εὐωχίαν παρεσκεύαζον, βοῦν δὲ θύσαντες μέγαν, ἐνήργουν· αἱ γυναῖκες δὲ δεῖπνον τοῖς ἐργάταις πολλοὺς ἄρτους λευκοὺς ὕγρανον καὶ ἀνέδευον. | 550 |
ἐνετίθει δὲ ἄμπελον μεγάλως πληθύουσαν σταφυλαῖς, περικαλλῆ, χρυσῆν, μέλανες δὲ βότρυες ἐπῆσαν, ἵστατο δὲ στύλοις καὶ χαρακίοις ἀργυροῖς ἐπὶ πᾶν μέρος. περὶ αὐτὴν δὲ κυανῆν τάφρον καὶ περίφραγμα περιέτεινε κασσιτήρου, μία δὲ μόνη ὁδὸς ἦν ἐπ᾿ αὐτήν, ᾗ ἐπορεύοντο οἱ σταφυλοφόροι, ὁπηνίκα τρυγῶεν τὴν ἄμπελον. παρθένοι δὲ καὶ νέοι τρυφερὰ καὶ πρᾷα φρονοῦντες ἐν καλάθοις πεπλεγμένοις ἔφερον τὸν ἥδιστον καρπόν, ἐν τῷ μέσῳ δὲ τούτων παῖς κιθάρᾳ ἡδείᾳ καὶ ὀξυφώνῳ (...φθόγγῳ) ἐπεράστως ἐκιθάριζε, τὸ Λίνου δὲ μέλος καλῶς ὑπῇδε λεπτῇ φωνῇ, οὗτοι δὲ ἐφορμῶντες ὁμοῦ ᾠδῇ τε καὶ ποιᾷ φωνῇ τοῖς ποσὶν εὐρύθμως κινούμενοι ἠκολούθουν. | 561 |
ἐνεποίησε δὲ ἀγέλην βοῶν ὀρθοκεράτων· αἱ βόες δὲ ἦσαν κατεσκευασμέναι ἀπὸ χρυσοῦ καὶ κασσιτέρου σὺν μυκηθμῷ δὲ καὶ βοῇ ἐφώρμων ἀπὸ τοῦ βουστασίου εἰς τὴν νομὴν παρὰ τὸν κελάδοντα ποταμὸν ἐπὶ τὸν εὐκίνητον (ῥᾳδίως ἀναφύοντα) καλαμῶνα· χρυσοῖ δὲ νομεῖς σὺν ταῖς βουσὶν ἐπορεύοντο τέσσαρες, ἐννέα δὲ κύνες ταχεῖς ἠκολούθουν αὐτοῖς· φοβεροὶ δὲ καὶ καταπληκτικοὶ λέοντες δύο ἐν τοῖς πρώτοις βουσὶ ταῦρον μέγα (τὸν τῇ δυνάμει τῶν ἄλλων ἡγούμενον) μυκώμενον (ἐρευγόμενον τὴν τροφὴν) κατεῖχον· οὗτος δὲ μεγάλως μηκώμενος εἵλκετο, ἐπὶ τοῦτον δὲ οἱ κύνες ἔτρεχον καὶ οἱ νέοι· ἀλλ᾿ οὗτοι μὲν διασχίσαντες τὸ τοῦ μεγάλου βοὸς δέρμα, τά τε ἔγκατα καὶ τὸ μέλαν αἷμα ἐσπάρασσον καὶ λάπτοντες μετὰ σκιλμοῦ κατέπινον· οἱ νομεῖς δὲ μάτην ἐπεδίωξαν, τοὺς ταχεῖς κύνας παροξύνοντες, οἳ δὴ δακεῖν μὲν ἀπετρέποντο τῶν λεόντων, ἱστάμενοι δὲ πλησίον πάνυ ὑλάκτουν, καὶ ἐξέκλινον. | 573 |
ἐνεποίησε δὲ νομὴν ὁ ὑπερένδοξος Ἥφαιστος ὁ χωλὸς ἐν περικαλλεῖ ὑδρηλῷ καὶ κοιλοτέρῳ τόπῳ, μεγάλην προβάτων λευκῶν, καὶ στάσεις θρεμμάτων, καὶ σκηνὰς ποιμένων ταπεινοστέγους, καὶ μάνδρας, καὶ ἐπαύλεις. | 587 |
ἐνεποίησε δὲ ποικίλως χορὸν ὁ ὑπερένδοξος Ἥφαιστος ὁ χωλὸς ὅμοιον ἐκείνῳ, ὅν ποτε ἐν τῇ πλατείᾳ Κνωσσῷ πόλει τῆς Κρήτης Δαίδαλος ἐπιμελῶς κατεσκεύασε τῇ ὡραιοκόμῳ Ἀριάδνη· ἐνταῦθα δὲ νέοι μὲν καὶ παρθένοι ἔντιμοι καὶ ὡραῖαι ὠρχοῦντο, τὰς ἀλλήλων χεῖρας κατέχοντες ἐπὶ τῷ καρπῷ· τούτων δὲ αἱ μὲν λεπτὰ ἱμάτια λινὰ εἶχον, οἱ δὲ χιτῶνας ἦσαν ἐνδεδυμένοι καλῶς νενημένους καὶ εὐκατασκευάστους, ἡσυχῇ ἀποστίλβοντας, καὶ λαμπρυνομένους ἐλαίῳ· καὶ δὴ αἱ μὲν εἶχον στεφάνους περικαλλεῖς, οἱ δὲ μαχαίρας εἶχον χρυσᾶς, ἐξηρτημένας ἀργυροῖς ἀναφορεῦσιν. οὗτοι δὲ ποτὲ μὲν κυκλοτερῶς ἔτρεχον ποσὶν ἐπιστημονικοῖς πάνυ ῥᾳδίως, ὥσπερ ὅτε τις τροχὸν ἁρμόδιον ταῖς παλάμαις καθήμενος κεραμεύς πειράσεται, ἐὰν τρέχῃ καλῶς. ἄλλοτε δὲ πάλιν ἔτρεχον κατ' ὀρθὸν δι' ἀλλήλων, ἀντιμέτωποι ἀλλήλοις γιγνόμενοι, πολὺ δὲ πλῆθος περιίστατο τὸν ἐπέραστον χορὸν ἀγαλλόμενοι, δύο δὲ ὀρχησταὶ ἐν αὐτοῖς ᾠδῆς ἡγούμενοι συνεστρέφοντο καὶ ὠρχοῦντο ἐν τῷ μέσῳ. | 590 |
ἐνετίθει δὲ τὴν μεγάλην δύναμιν τοῦ Ὠκεανοῦ ποταμοῦ παρὰ τὴν ἐσχάτην περιφέρειαν τῆς ἐπιμελῶς κατεσκευασμένης ἀσπίδος. | 607 |
ἐπειδὴ δὲ κατεσκεύασε τὴν μεγάλην καὶ στερεὰν ἀσπίδα, κατεσκεύασε δὴ αὐτῷ θώρακα λαμπροτέραν λαμπηδόνος πυρός· κατεσκεύασε δὲ αὐτῷ περικεφαλαίαν στιβαρὴν καλύμμασι τῶν κροτάφων προσηρμοσμένην, περικαλλῆ παμποίκιλον, χρυσοῦν δὲ λόφον ἐπέθηκε· κατεσκεύασε δὲ αὐτῷ κνημῖδας κασσιτέρου εὐδιαχύτου. | 609 |
ἐπειδὴ δὲ πάντα τὰ ὅπλα πονήσας κατεσκεύασεν ὁ ἔνδοξος Ἥφαιστος ὁ χωλός, ἄρας ἔθηκεν αὐτὰ ἔμπροσθεν τῆς μητρὸς τοῦ Ἀχιλλέως. αὕτη δὲ καθάπερ ἱέραξ ὥρμησεν ἐκ τοῦ χιονώδους Ὀλύμπου, φέρουσα τὰ καλὰ ὅπλα παρὰ τοῦ βασιλέως Ἡφαίστου. | 614 |