Homeric text & Koine Greek paraphrase by Theodorus Gaza
| οὐδ' ἔλαθ' Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον | 001 |
| οὐδὲ ἔλαθε τὸν υἱὸν τοῦ Ἀτρέως τὸν πολεμικὸν Μενέλαον | |
| Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι. | 002 |
| ὁ Πάτροκλος ὑπὸ τῶν Τρῴων ἀναιρεθεὶς ἐν τῇ μάχῃ, | |
| βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, | 003 |
| ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν καθωπλισμένος σιδήρῳ λαμπρῷ, | |
| ἀμφὶ δ' ἄρ' αὐτῷ βαῖν' ὥς τις περὶ πόρτακι μήτηρ | 004 |
| περὶ δὲ αὐτὸν ἵστατο ὥσπερ τις περὶ δάμαλιν μικρά μητὴρ | |
| πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο· | 005 |
| πρώτως τετοκυῖα, οἰκτρόφωνος, οὐ πρότερον ἐγνωκυῖα τόκον· | |
| ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος. | 006 |
| οὕτως περὶ τὸν Πάτροκλον ἵστατο ὁ πυρρὸς Μενέλαος, | |
| πρόσθε δέ οἱ δόρυ τ' ἔσχε καὶ ἀσπίδα πάντοσ' ἐΐσην, | 007 |
| ἔμπροσθεν δὲ αὐτῷ τό τε δόρυ ἐκράτησε, καὶ τὴν ἀσπίδα τὴν πανταχόθεν ἴσην, | |
| τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ' ἀντίος ἔλθοι. | 008 |
| τοῦτον ἀποκτεῖναι προθυμούμενος ὅστις ἂν ἐναντίον αὐτοῦ ἀφίκηται. | |
| οὐδ' ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε | 009 |
| οὐδ᾽ ἄρα ὁ υἱὸς τοῦ Πάνθου ὁ καλῶς τῷ ἐκ μελίας δόρατι χρώμενος, ἤτοι ὁ πολεμικός, ἠμέλησε | |
| Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δ' ἄρ' αὐτοῦ | 010 |
| τοῦ ἀμωμήτου Πατρόκλου ἀποθανόντος, πλησίον δὲ αὐτοῦ | |
| ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον· | 011 |
| ἔστη, καὶ εἶπε πρὸς αὐτὸν πολεμικὸν Μενέλαον· | |
| Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν | 012 |
| ὦ Μενέλαε υἱὲ τοῦ Ἀτρέως, ἐνδοξότατα τεθραμμένε, ἡγεμὼν τοῦ στρατοῦ, | |
| χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δ' ἔναρα βροτόεντα· | 013 |
| ὑποχώρει, κατάλειπε δὲ τὸν νεκρόν, ἄφες δὲ τὰ ᾑμαγμένα ὅπλα, | |
| οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τ' ἐπικούρων | 014 |
| οὐδεὶς γὰρ τῶν Τρῴων καὶ τῶν ἐνδόξων βοηθῶν πρότερος ἐμοῦ | |
| Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην· | 015 |
| τὸν Πάτροκλον ἔτρωσε δόρατι κατὰ τὴν ἰσχυρὰν μάχην, | |
| τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι, | 016 |
| δι' ὃ ἔασόν με δόξαν ἀγαθὴν ἐν τοῖς Τρῳσὶ κτήσασθαι, | |
| μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι. | 017 |
| μήπως σε τρώσω, καὶ ἀφέλωμαι τὴν ὑπερηδίστην ψυχήν. | |
| τὸν δὲ μέγ' ὀχθήσας προσέφη ξανθὸς Μενέλαος· | 018 |
| πρὸς τοῦτον δὲ μεγάλως ἀγανακτήσας, καὶ στενάξας εἶπεν ὁ πυρρὸς Μενέλαος· | |
| Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι. | 019 |
| ὦ Ζεῦ πάτερ, οὐδαμῶς καλὸν ὑπὲρ δύναμιν καυχᾶσθαι· | |
| οὔτ' οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος | 020 |
| οὔτε οὖν παρδάλεως τοσαύτη ὁρμὴ καὶ θρασύτης, οὔτε λέοντος, | |
| οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος | 021 |
| οὔτε χοίρου ἀγρίου δεινοῦ, καὶ ὀλεθρίου, οὗ μέγιστος | |
| θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει, | 022 |
| θυμὸς ἐν τῷ στήθει σὺν δυνάμει μεγάλῃ ἐνθουσιᾷ, | |
| ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν. | 023 |
| ὅσον οἱ τοῦ Πάνθου υἱοὶ οἱ πολεμικοὶ καὶ ἀνδρεῖοι φρονοῦσι καὶ ἐπαίρονται· | |
| οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο | 024 |
| οὐ μὴν οὐδὲ ἡ δύναμις Ὑπερήνορος τοῦ πολεμικοῦ, | |
| ἧς ἥβης ἀπόνηθ', ὅτε μ' ὤνατο καί μ' ὑπέμεινε | 025 |
| ἤτοι αὐτὸς Ὑπερήνωρ τῆς ἑαυτοῦ ἀκμαζούσης ἡλικίας ἀπέλαυσεν, ὅτε με ἐμέμψατο, καὶ παρέμεινέ με, | |
| καί μ' ἔφατ' ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν | 026 |
| καὶ εἶπέ με ἐπονείδιστον μαχητὴν εἶναι ἐν τοῖς Ἕλλησιν· | |
| ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα | 027 |
| οὐδ' οἴομαι αὐτὸν ποσὶν ἰδίοις ἀφικόμενον εἰς τὸν ἑαυτοῦ οἶκον | |
| εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας. | 028 |
| εὐφράναι τήν τε ἀγαπητὴν γαμετήν, καὶ τοὺς σώφρονας γονεῖς· | |
| ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα | 029 |
| οὕτω δὴ ἐγὼ καὶ τὴν σὴν ἰσχύν, καὶ τόλμην καταλύσω, ἐὰν ἐναντίον ἐμοῦ | |
| στήῃς· ἀλλά σ' ἔγωγ' ἀναχωρήσαντα κελεύω | 030 |
| στῇς, ἀλλά σε ἔγωγε ἀναχωρήσαντα λέγω | |
| ἐς πληθὺν ἰέναι, μηδ' ἀντίος ἵστασ' ἐμεῖο | 031 |
| ἀπιέναι εἰς τὸ πλῆθος, μηδέ ἵστασο ἐναντίον ἐμοῦ | |
| πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω. | 032 |
| πρὸ τοῦ παθεῖν τι δεινόν, πραχθὲν δὲ τὸ κακὸν ὁ μωρὸς ἐνόησεν. | |
| ὣς φάτο, τὸν δ' οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα· | 033 |
| οὕτως εἶπε· τοῦτον δὲ οὐ κατέπειθεν, ἀποκρινόμενος δὲ εἶπε πρὸς αὐτόν· | |
| νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις | 034 |
| νῦν δήπου, ὦ Μενέλαε ἐνδοξότατα τεθραμμένε, τῷ ὄντι πάνυ δώσεις τιμωρίαν εἰς ἐκδίκησιν | |
| γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δ' ἀγορεύεις, | 035 |
| τοῦ ἐμοῦ ἀδελφοῦ ὃν ἀπέκτεινας, ἐπικαυχώμενος δὲ λέγεις, | |
| χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο, | 036 |
| χήραν δὲ αὐτοῦ τὴν γυναῖκα ἐποίησας ἐν τῷ ἐνδοτάτῳ τοῦ νέου θαλάμου, | |
| ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας. | 037 |
| μισητὸν δὲ καὶ ἐπάρατον πένθος, καὶ θρῆνον ἐποίησας τοῖς γονεῦσιν· | |
| ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην | 038 |
| ὄντως που τοῖς κακοδαίμοσι κατάπαυσις τοῦ θρήνου γενοίμην ἄν, | |
| εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε' ἐνείκας | 039 |
| ἐὰν ἐγὼ τὴν σὴν κεφαλήν, καὶ τὰ ὅπλα κομίσας | |
| Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ. | 040 |
| τῷ Πάνθῳ τῷ πατρὶ εἰς τὰς χεῖρας ἐμβάλω, καὶ τῇ ἐνδοξοτάτῃ Φρόντιδι τῇ μητρί. | |
| ἀλλ' οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται | 041 |
| ἀλλὰ μὴν οὐκέτι ἐπὶ πολὺ ὁ κάματος, καὶ ὁ πόλεμος ἀπείρατος ἔσται | |
| οὐδ' ἔτ' ἀδήριτος ἤτ' ἀλκῆς ἤτε φόβοιο. | 042 |
| οὐδὲ ἀκαταμάχητος, οὔτε δυνάμεως, οὔτε φυγῆς. | |
| ὣς εἰπὼν οὔτησε κατ' ἀσπίδα πάντοσ' ἐΐσην· | 043 |
| οὕτως εἰπὼν ἔβαλε κατὰ τὴν πανταχόθεν ἴσην ἀσπίδα, | |
| οὐδ' ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ | 044 |
| οὐδὲ διέκοψε τὸν σίδηρον, ἐκάμφθη δὲ ἡ ἐπιδορατὶς αὐτοῦ | |
| ἀσπίδ' ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ | 045 |
| ἐν τῇ στερεᾷ ἀσπίδι· ὁ δὲ δεύτερος ὥρμησε σὺν τῷ σιδήρῳ | |
| Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· | 046 |
| ὁ Μενέλαος ὁ υἱὸς τοῦ Ἀτρέως εὐξάμενος τῷ Διὶ τῷ πατρί· | |
| ἂψ δ' ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα | 047 |
| εἰς τοὐπίσω δὲ ἀναχωροῦντος κατὰ τὰ θεμέλια τοῦ στομάχου, | |
| νύξ', ἐπὶ δ' αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας· | 048 |
| ἤτοι κατὰ τὴν θέσιν τοῦ βρόγχου καὶ τὴν ἀρχὴν ἔπληξεν, ἐπέρρεισε δὲ καὶ συνεπεβάρυνε καὶ αὐτὸς τῇ ἑαυτοῦ ἰσχυρᾷ χειρὶ θαρρήσας· | |
| ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή, | 049 |
| καταντικρὺ δὲ διὰ τοῦ ἁπαλοῦ τραχήλου διῆλθε τὸ ὀξὺ τοῦ δόρατος, | |
| δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ. | 050 |
| ἐψόφησε δὲ καταπεσών, ἤχησαν δὲ τὰ ὅπλα ἐπ' αὐτῷ, | |
| αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι | 051 |
| αἵματι δὲ ἐβρέχοντο αἱ κόμαι αὐτοῦ αἱ ὅμοιαι ταῖς συνεστραμμέναις καὶ οὔλαις μυρσίναις, | |
| πλοχμοί θ', οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο. | 052 |
| καὶ οἱ πλόκαμοι, οἳ διὰ χρυσοῦ καὶ ἀργύρου συνδεδεμένοι ἦσαν. | |
| οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης | 053 |
| οἷον δὲ φυτὸν ἀειθαλὲς ἐλαίας ἀνατρέφει ἀνὴρ | |
| χώρῳ ἐν οἰοπόλῳ, ὅθ' ἅλις ἀναβέβροχεν ὕδωρ, | 054 |
| ἐν ἐρήμῳ τόπῳ, ὅπου ἱκανῶς ἀναβλύζει καὶ ἀναρρεῖ ὕδωρ | |
| καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι | 055 |
| εὐειδές, πολυθαλές, τοῦτο δὲ πνοαὶ ταράττουσι | |
| παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ· | 056 |
| παντοίων ἀνέμων, καὶ ἄνθει θάλλει λευκῷ· | |
| ἐλθὼν δ' ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ | 057 |
| ἐπελθὼν δὲ ἐξαίφνης ἄνεμος σὺν καταιγίδι καὶ συστροφῇ σφοδρᾷ | |
| βόθρου τ' ἐξέστρεψε καὶ ἐξετάνυσσ' ἐπὶ γαίῃ· | 058 |
| ἐκ βάθους ἀπέσπασε πρόρριζον καὶ κατὰ γῆς ἐξέτεινε καὶ ἐξήπλωσε. | |
| τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον | 059 |
| τοιοῦτον τοῦ Πάνθου τὸν υἱὸν τὸν πολεμικὸν καὶ ἀνδρεῖον Εὔφορβον | |
| Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχε' ἐσύλα. | 060 |
| ὁ τοῦ Ἀτρέως υἱὸς Μενέλαος, ἐπειδὴ ἀπέκτεινε, τὰ ὅπλα ἀφῃρεῖτο· | |
| ὡς δ' ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς | 061 |
| ὥσπερ δὲ ὅταν τις λέων ἐν ὄρεσι τεθραμμένος τῇ ἑαυτοῦ δυνάμει θαρρῶν | |
| βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη· | 062 |
| ἁρπάσῃ βοῦν ἀγέλης βοσκομένης, ἥτις κρείττων τῶν ἄλλων ἐστί, | |
| τῆς δ' ἐξ αὐχέν' ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι | 063 |
| ταύτης δὲ τὸν τράχηλον συνέτριψε διὰ τῶν ἰσχυρῶν ὀδόντων | |
| πρῶτον, ἔπειτα δέ θ' αἷμα καὶ ἔγκατα πάντα λαφύσσει | 064 |
| πρῶτον, μετὰ ταῦτα δὲ τὸ αἷμα καὶ τὰ ἐντὸς πάντα λάπτει | |
| δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τ' ἄνδρές τε νομῆες | 065 |
| καὶ κατεσθίει σπαράσσων καὶ διακόπτων, περὶ αὐτὸν δὲ κύνες καὶ ἄνδρες νομεῖς | |
| πολλὰ μάλ' ἰύζουσιν ἀπόπροθεν οὐδ' ἐθέλουσιν | 066 |
| πάνω πολλὰ ἀγροικῇ φωνῇ προσφωνοῦσι πόρρωθεν, οὐδὲ βούλονται | |
| ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ· | 067 |
| ἐναντίον ἐπελθεῖν, πάνυ γὰρ αὐτοὺς ὠχροποιὸς φόβος κατακρατεῖ· | |
| ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα | 068 |
| οὕτως οὐδενὶ τούτων ἡ ψυχὴ ἐν τῷ στήθει ὑπέμενεν | |
| ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο. | 069 |
| ἐπελθεῖν ἐναντίον τοῦ ἐνδόξου Μενελάου. | |
| ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο | 070 |
| τότε ῥᾳδίως ἂν ἔλαβε τὰ ἔνδοξα ὅπλα τοῦ υἱοῦ τοῦ Πάνθου | |
| Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων, | 071 |
| ὁ υἱὸς τοῦ Ἀτρέως, εἰ μὴ ἐφθόνησεν αὐτῷ ὁ καθαρὸς Ἀπόλλων, | |
| ὅς ῥά οἱ Ἕκτορ' ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ | 072 |
| ὃς δὴ αὐτῷ τὸν Ἕκτορα ἐπήγειρεν ὅμοιον τῷ ταχεῖ Ἄρει, | |
| ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ· | 073 |
| ὁμοιωθεὶς ἀνδρὶ Μέντῃ τῷ ἡγεμόνι τῶν Κικόνων, | |
| καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 074 |
| καὶ φωνήσας ἔλεγε πρὸς αὐτὸν λόγους ταχεῖς· | |
| Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων | 075 |
| ὦ Ἕκτορ, σὺ μὲν νῦν ἐνταῦθα τρέχεις ἀκατάληπτα διώκων, | |
| ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δ' ἀλεγεινοὶ | 076 |
| τοὺς ἵππους τοῦ συνετοῦ ἐγγόνου τοῦ Αἰακοῦ. οὗτοι δὲ χαλεποί εἰσιν | |
| ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ' ὀχέεσθαι | 077 |
| ἀνδράσι θνητοῖς δουλωθῆναι, καὶ ἱππεύεσθαι | |
| ἄλλῳ γ' ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ. | 078 |
| ἄλλῳ, ἢ Ἀχιλλεῖ, ὃν ἔτεκε μήτηρ ἀθάνατος. | |
| τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς | 079 |
| τηνικαῦτα δὲ Μενέλαος ὁ πολεμικὸς υἱὸς τοῦ Ἀτρέως | |
| Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε | 080 |
| περὶ τὸν Πάτροκλον στὰς ἀπέκτεινε τὸν κράτιστον τῶν Τρῴων | |
| Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς. | 081 |
| τὸν υἱὸν τοῦ Πάνθου τὸν Εὔφορβον, ἀπέπαυσε δὲ αὐτὸν τῆς ὁρμητικῆς καὶ πολεμικῆς δυνάμεως. | |
| ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν, | 082 |
| οὕτως εἰπών, ὁ μὲν θεὸς αὖθις ἐπορεύθη εἰς τὸν κάματον καὶ τὴν μάχην τῶν ἀνδρῶν. | |
| Ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας· | 083 |
| τὸν Ἕκτορα δὲ λύπη χαλεπὴ περιεκάλυψε κατὰ τὴν βαθυγνώμονα διάνοιαν, | |
| πάπτηνεν δ' ἄρ' ἔπειτα κατὰ στίχας, αὐτίκα δ' ἔγνω | 084 |
| περιεβλέψατο δ᾽ οὖν κατὰ τὰς τάξεις, παραχρῆμα δὲ ἐθεάσατο | |
| τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δ' ἐπὶ γαίῃ | 085 |
| τὸν μὲν ἀφαιρούμενον τὰ τίμια ὅπλα, τὸν δὲ ἐπὶ τῆς γῆς | |
| κείμενον· ἔρρει δ' αἷμα κατ' οὐταμένην ὠτειλήν. | 086 |
| κείμενον, ἐξεχεῖτο δὲ τὸ αἷμα κατὰ τὸ ἐκ τῆς οὐτήσεως τραῦμα· | |
| βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ | 087 |
| ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν καθωπλισμένος σιδήρῳ λαμπρῷ | |
| ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο | 088 |
| ὀξέως καὶ μεγάλως βοῶν, ὅμοιος φλογὶ πυρὸς | |
| ἀσβέστῳ· οὐδ' υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας· | 089 |
| ἀκαταπαύστῳ, οὐδὲ τὸν υἱὸν ἔλαθε τοῦ Ἀτρέως ὀξέως βοήσας· | |
| ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· | 090 |
| στενάξας δὲ εἶπε πρὸς τὴν ἑαυτοῦ μεγαλόφρονα ψυχήν. | |
| ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ | 091 |
| φεῦ ἐμοί, ἐὰν μὲν καταλίπω τὰ καλὰ ὅπλα, | |
| Πάτροκλόν θ', ὃς κεῖται ἐμῆς ἕνεκ' ἐνθάδε τιμῆς, | 092 |
| καὶ τὸν Πάτροκλον, ὃς τέθνηκεν ἐνταῦθα ἕνεκα τιμῆς ἐμῆς, | |
| μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται. | 093 |
| μή τίς μοι τῶν Ἑλλήνων μέμψηται, ὃς ἂν θεάσηται· | |
| εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι | 094 |
| εἰ δὲ τῷ Ἕκτορι μόνος ὢν καὶ τοῖς Τρῳσὶ πολεμῶ | |
| αἰδεσθείς, μή πώς με περιστήωσ' ἕνα πολλοί· | 095 |
| αἰσχυνθείς, μήπως με περικυκλώσωσιν ἕνα πολλοί, | |
| Τρῶας δ' ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ. | 096 |
| πάντας γὰρ τοὺς Τρῷας δεῦρο ἄγει ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ. | |
| ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; | 097 |
| ἀλλὰ τί δή μοι ταῦτα διελέχθη ἡ ἀγαπητὴ ψυχή, | |
| ὁππότ' ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι | 098 |
| ὅταν ἀνὴρ θέλῃ μάχεσθαι ἀνδρὶ θεῷ ἐναντιούμενος προϊσταμένῳ αὐτοῦ, | |
| ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη. | 099 |
| ὃν ἂν ὁ θεὸς αὐτὸς τιμᾷ, ταχέως αὐτῷ βλάβη μεγάλη ἐπῆλθε. | |
| τώ μ' οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται | 100 |
| δι᾿ ὃ οὐδείς μοι τῶν Ἑλλήνων μέμψεται, ὃς ἂν θεάσηται | |
| Ἕκτορι χωρήσαντ', ἐπεὶ ἐκ θεόφιν πολεμίζει. | 101 |
| ὑποχωρήσαντα τῷ Ἕκτορι, ἐπειδὴ θείᾳ δυνάμει μάχεται· | |
| εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην, | 102 |
| εἰ δέ που ἀκούσαιμι τὴν φωνὴν τοῦ ἀγαθοῦ καὶ ἀνδρείου Αἴαντος, | |
| ἄμφω κ' αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης | 103 |
| ἀμφότεροι ἂν αὖθις ἐπελθόντες μνησθείημεν τῆς μάχης, | |
| καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν | 104 |
| καίπερ πρὸς θεόν, εἴπως ἑλκύσαιμεν τὸν νεκρὸν | |
| Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη. | 105 |
| Ἀχιλλεῖ τῷ υἱῷ τοῦ Πηλέως, τῶν παρόντων δὲ κακῶν τοῦτο ἂν εἴη τὸ ἄριστον. | |
| εἷος ὁ ταῦθ' ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν | 106 |
| ἕως οὗτος ταῦτα διενοεῖτο κατὰ τὸ λογιστικὸν καὶ κατὰ τὴν ψυχήν, | |
| τόφρα δ' ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δ' ἄρ' Ἕκτωρ. | 107 |
| τηνικαῦτα αἱ τάξεις τῶν Τρῴων ἐπῆλθον, ἡγεῖτο δὲ ὁ Ἕκτωρ. | |
| αὐτὰρ ὅ γ' ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν | 108 |
| οὗτος δὲ εἰς τοὐπίσω ἀνεχώρει, κατέλιπε δὲ τὸν νεκρὸν | |
| ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος, | 109 |
| κατ' ὀλίγον ὑποβαίνων, ὥσπερ λέων μέγα καὶ εὔτονον τὸ γένειον ἔχων, | |
| ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται | 110 |
| ὃν δὴ κύνες τε καὶ ἄνδρες ἀπὸ τῆς ἐπαύλεως διώκωσι | |
| ἔγχεσι καὶ φωνῇ· τοῦ δ' ἐν φρεσὶν ἄλκιμον ἦτορ | 111 |
| δόρασι καὶ βοῇ, τούτου δὲ ἐν ταῖς φρεσὶν ἡ ἰσχυρὰ καὶ γενναία ψυχὴ φρίσσει | |
| παχνοῦται, ἀέκων δέ τ' ἔβη ἀπὸ μεσσαύλοιο· | 112 |
| καὶ λυπεῖται, ἄκων δὲ καὶ μὴ βουλόμενος ἀπῆλθεν ἐκ τῆς ἐπαύλεως· | |
| ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος. | 113 |
| οὕτως ἀπὸ τοῦ Πατρόκλου ἀνεχώρει ὁ πυρρὸς Μενέλαος, | |
| στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων | 114 |
| ἔστη δὲ ἐπιστραφείς, ἐπειδὴ ἀφίκετο εἰς τὸ πλῆθος τῶν φίλων, | |
| παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν. | 115 |
| περιβλεπόμενος ἰδεῖν τὸν μέγαν Αἴαντα τὸν υἱὸν τοῦ Τελαμῶνος. | |
| τὸν δὲ μάλ' αἶψ' ἐνόησε μάχης ἐπ' ἀριστερὰ πάσης | 116 |
| τοῦτον δὲ πάνυ ταχέως ἐθεάσατο ἐπὶ τὸ ἀριστερὸν μέρος πάσης τῆς μάχης | |
| θαρσύνονθ' ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι· | 117 |
| θαρρύνοντα καὶ προτρέποντα τοὺς φίλους καὶ παροξύνοντα πολεμεῖν, | |
| θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων· | 118 |
| μέγαν γὰρ καὶ θαυμαστὸν φόβον ἐνέβαλεν αὐτοῖς ὁ καθαρὸς Ἀπόλλων· | |
| βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα. | 119 |
| ὥρμησε δὲ τρέχειν, τάχιστα δὲ παραγενόμενος λόγον εἶπεν· | |
| Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος | 120 |
| ὦ Αἶαν, ἐνθάδε φίλτατε περὶ Πατρόκλου ἀποθανόντος | |
| σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν | 121 |
| δράμωμεν, εἴ τι καίπερ νεκρὸν τῷ Ἀχιλλεῖ κομίσαιμεν αὐτὸν | |
| γυμνόν· ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ. | 122 |
| ἄοπλον, τὰ ὅπλα δὲ ἔχει ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ. | |
| ὣς ἔφατ', Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε· | 123 |
| οὕτως εἶπεν, ἐτάραξε δὲ τὴν ψυχὴν τῷ συνετῷ Αἴαντι· | |
| βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος. | 124 |
| ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν, σὺν αὐτῷ δὲ καὶ ὁ πυρρὸς Μενέλαος. | |
| Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχε' ἀπηύρα, | 125 |
| ὁ Ἕκτωρ μὲν οὖν τὸν Πάτροκλον, ἐπειδὴ ἀφείλετο τὰ τίμια ὅπλα, | |
| ἕλχ' ἵν' ἀπ' ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ, | 126 |
| εἷλκεν, ἵνα ἀπὸ τῶν ὤμων ἐκκόψῃ τὴν κεφαλὴν σιδήρῳ ἐξεῖ καὶ τμητικῷ, | |
| τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη. | 127 |
| τὸν νεκρὸν δὲ ἑλκύσας ταῖς Τρωικαῖς κυσὶ δῷ. | |
| Αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον· | 128 |
| ὁ Αἴας δὲ ἐγγὺς ἀφίκετο φέρων τὴν ἀσπίδα καθάπερ τεῖχος. | |
| Ἕκτωρ δ' ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθ' ἑταίρων, | 129 |
| ὁ Ἕκτωρ δὲ ὀπίσω εἰς τὸ πλῆθος τῶν φίλων ἀπερχόμενος ὑπεχώρησεν, | |
| ἐς δίφρον δ' ἀνόρουσε· δίδου δ' ὅ γε τεύχεα καλὰ | 130 |
| εἰς τὸ ὄχημα δὲ ἀνεπήδησεν, ἔδωκε δ᾽ οὗτος τὰ καλὰ ὅπλα | |
| Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ. | 131 |
| τοῖς Τρωσί κομίσαι πρὸς τὴν μεγάλην πόλιν, δόξαν εἶναι αὐτῷ. | |
| Αἴας δ' ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας | 132 |
| ὁ Αἴας δὲ περὶ τὸν υἱὸν τοῦ Μενοιτίου περιθεὶς τὴν πλατεῖαν ἀσπίδα | |
| ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν, | 133 |
| ἵστατο, ὥσπερ τις λέων περὶ τὰ ἑαυτοῦ τέκνα, | |
| ᾧ ῥά τε νήπι' ἄγοντι συναντήσωνται ἐν ὕλῃ | 134 |
| ᾧ δὴ τὰ νεογνὰ γεννήματα ἐπαγομένῳ ἀπαντήσουσιν ἐν τῷ δρυμῷ | |
| ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει, | 135 |
| ἄνδρες κυνηγοί, οὗτος δὲ ἰσχύϊ παροξύνεται καὶ ἐνθουσιᾷ, | |
| πᾶν δέ τ' ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων· | 136 |
| πᾶν δὲ τὸ συνοφρύωμα τοῦ μετώπου κάτω ἕλκει καλύπτων τοὺς ὀφθαλμούς. | |
| ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει. | 137 |
| οὕτως ὁ Αἴας παρὰ τὸν ἥρωα Πάτροκλον ἵστατο, | |
| Ἀτρεΐδης δ' ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος | 138 |
| ὁ υἱὸς δὲ τοῦ Ἀτρέως ἐκ τοῦ ἑτέρου μέρους ὁ φιλοπόλεμος Μενέλαος | |
| ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων. | 139 |
| ἔμενε, μεγάλην λύπην αὔξων ἐν τῷ ἑαυτοῦ στήθει. | |
| Γλαῦκος δ' Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν | 140 |
| Γλαῦκος δὲ ὁ υἱὸς τοῦ Ἱππολόχου ὁ ἡγεμὼν τῶν Λυκίων ἀνδρῶν | |
| Ἕκτορ' ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ· | 141 |
| τὸν Ἕκτορα δεινῶς ὑποβλεψάμενος λόγῳ χαλεπῷ ὠνείδισε καὶ ἐπέπληξεν· | |
| Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο. | 142 |
| ὦ Ἕκτορ κάλλιστε τὴν μορφήν, πολλῷ ἄρα τῆς μάχης ἀπελείπου· | |
| ἦ σ' αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα. | 143 |
| ὄντως σε μάτην ἡ ἀγαθὴ φήμη κατέχει δειλὸν καὶ λειποτάκτην ὄντα· | |
| φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς | 144 |
| σκόπει νῦν ὅπως ἂν τὸν λαὸν καὶ τὴν πόλιν σώσῃς, | |
| οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν· | 145 |
| μόνος σὺν τοῖς λαοῖς, οἱ ἐν τῷ Ἰλίῳ γεγόνασιν· | |
| οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν | 146 |
| οὐδεὶς γὰρ τῶν Λυκίων πολεμήσων τοῖς Ἕλλησι | |
| εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν | 147 |
| πορεύσεται περὶ τῆς πόλεως, ἐπειδὴ οὐδεμία ἀμοιβὴ κατ᾿ εὐεργεσίαν γίνεται | |
| μάρνασθαι δηΐοισιν ἐπ' ἀνδράσι νωλεμὲς αἰεί. | 148 |
| ἐκ τοῦ μάχεσθαι ἐν τοῖς πολεμίοις ἀνδράσιν ἀδιαλείπτως· | |
| πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθ' ὅμιλον | 149 |
| πῶς ἂν σὺ ἥττονα ἄνδρα σώσαις εἰς τὸ πλῆθος, | |
| σχέτλι', ἐπεὶ Σαρπηδόν' ἅμα ξεῖνον καὶ ἑταῖρον | 150 |
| χαλεπὲ καὶ ἄδικε, ἐπειδὴ Σαρπηδόνα ξένον ἅμα καὶ συνήθη καὶ φίλον | |
| κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι, | 151 |
| κατέλιπες τοῖς Ἕλλησι σπάραγμα καὶ ἐπίταγμα γενέσθαι, | |
| ὅς τοι πόλλ' ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ | 152 |
| ὅστις πολλαχῆ(κις) ὠφέλεια ἐγένετο τῇ τε πόλει καὶ σοὶ αὐτῷ | |
| ζωὸς ἐών· νῦν δ' οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης. | 153 |
| ζῶν, νυνὶ δὲ οὐχ ὑπέμεινας ἀποσοβῆσαι αὐτῷ τοὺς κύνας· | |
| τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν | 154 |
| δι' ὃ νῦν εἴ τις τῶν Λυκίων ἀνδρῶν ὑπακούσεταί μοι, | |
| οἴκαδ' ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος. | 155 |
| εἰς τὸν οἶκον πορευσόμεθα, τῇ Τροίᾳ δὲ δηλωθήσεται καὶ γένηται ἀφανισμὸς χαλεπός· | |
| εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη | 156 |
| εἰ γὰρ νῦν τοῖς Τρῳσὶ δύναμις εὔτολμος ἐνυπάρχοι | |
| ἄτρομον, οἷόν τ' ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης | 157 |
| ἀφόβητος, ὁποία τοὺς ἄνδρας εἰσέρχεται, οἳ περὶ τῆς πατρίδος | |
| ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο, | 158 |
| ἀνδράσιν ἐχθροῖς πόλεμον καὶ μάχην ἐποίησαν, | |
| αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω. | 159 |
| ταχέως ἂν τὸν Πάτροκλον ἑλκύσαιμεν εἰς τὸ Ἴλιον· | |
| εἰ δ' οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος | 160 |
| εἰ δὲ οὗτος εἰς τὴν μεγάλην πόλιν τοῦ βασιλέως Πριάμου | |
| ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης, | 161 |
| ἀφίκοιτο νεκρός, καὶ ἐκ τῆς μάχης αὐτὸ ἀφελκύσαιμεν, | |
| αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ | 162 |
| ταχέως ἂν οἱ Ἕλληνες τὰ καλὰ ὅπλα τοῦ Σαρπηδόνος | |
| λύσειαν, καί κ' αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω· | 163 |
| ἀποδοῖεν, καὶ αὐτὸν κομίσαιμεν ἂν εἰς τὸ Ἴλιον, | |
| τοίου γὰρ θεράπων πέφατ' ἀνέρος, ὃς μέγ' ἄριστος | 164 |
| τοιούτου γὰρ ἀνδρὸς θεράπων ἀνῃρέθη, ὅστις μάλα κράτιστός ἐστι | |
| Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες. | 165 |
| παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων, καὶ οἱ πολεμικοὶ θεράποντες αὐτοῦ· | |
| ἀλλὰ σύ γ' Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας | 166 |
| ἀλλὰ σύ γε οὐχ ὑπέμεινας στῆναι ἐναντίον τοῦ μεγαλοψύχου Αἴαντος, | |
| στήμεναι ἄντα κατ' ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ, | 167 |
| κατ' ὀφθαλμοὺς θεασάμενος καὶ ἀντιβλέψας ἐν τῇ μάχῃ τῶν πολεμίων, | |
| οὐδ' ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι. | 168 |
| οὐδ᾽ ἐπ᾿ εὐθείας μάχεσθαι, ἐπειδὴ κρείττων σοῦ ὑπάρχει. | |
| τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· | 169 |
| πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος εἶπεν ὁ συνεχῶς τὴν περικεφαλαίων κινῶν Ἕκτωρ· | |
| Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες; | 170 |
| ὦ Γλαῦκε, τί δὴ σὺ τοιοῦτος ὤν, ψεῦδος παρὰ τὸ δέον εἴρηκας; | |
| ὢ πόποι ἦ τ' ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων | 171 |
| φίλε, ὄντως ᾤμην σε εἶναι ὑπὲρ τοὺς ἄλλους κατὰ τὴν διάνοιαν τούτους, | |
| τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι· | 172 |
| ὅσοι τὴν μεγαλόβωλον καὶ εὔγειον Λυκίαν κατοικοῦσι· | |
| νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες, | 173 |
| νυνὶ δέ σου τὴν διάνοιαν παντελῶς ἐμεμψάμην, ὁποῖον εἶπας, | |
| ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι. | 174 |
| ὃς ἐμὲ λέγεις οὐχ ὑπομεῖναι τὸν μέγαν Αἴαντα· | |
| οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων· | 175 |
| οὐδαμῶς ἐγὼ ἐφοβήθην τὴν μάχην, οὐδὲ τὸν κτύπον τῶν ἵππων, | |
| ἀλλ' αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο, | 176 |
| ἀλλ᾽ ἀεὶ ὁ τοῦ Διὸς νοῦς ἰσχυρότερός ἐστιν, | |
| ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην | 177 |
| ἢ ὁ τοῦ ἀνδρός, ὅστις καὶ τὸν γενναῖον ἄνδρα ἐκφοβεῖ καὶ τρέπει, καὶ τὴν νίκην ἀφείλετο | |
| ῥηϊδίως, ὁτὲ δ' αὐτὸς ἐποτρύνει μαχέσασθαι. | 178 |
| εὐχερῶς, ἐνίοτε δὲ αὐτὸς παροξύνει πολεμεῖν καὶ μάχεσθαι. | |
| ἀλλ' ἄγε δεῦρο πέπον, παρ' ἔμ' ἵστασο καὶ ἴδε ἔργον, | 179 |
| ἀλλ᾽ ἄγε ἐνθάδε, ὦ προσφιλέστατε, ἵστασο παρ᾿ ἐμέ, καὶ θέασαι τὴν πρᾶξιν· | |
| ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις, | 180 |
| ἢ ὅλην τὴν ἡμέραν δειλὸς ἔσομαι ὥσπερ λέγεις, | |
| ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα | 181 |
| ἢ καί τινα τῶν Ἑλλήνων καίπερ προθυμούμενον πάνυ τῆς ἰσχύος | |
| σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος. | 182 |
| ἐπισχήσω βοηθεῖν καὶ μάχεσθαι περὶ τοῦ Πατρόκλου τεθνηκότος. | |
| ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· | 183 |
| οὕτως εἰπὼν τοῖς Τρῳσὶ διεκελεύσατο τρανῶς βοήσας, λέγων· | |
| Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί, | 184 |
| ὦ Τρῷες, καὶ Λύκιοι, καὶ Δάρδανοι πολεμισταί, | |
| ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, | 185 |
| ἀνδρεῖοι ὑπάρχετε, ὦ φίλοι, μνήσθητε δὲ τῆς πολεμικῆς καὶ ὁρμητικῆς ἰσχύος, | |
| ὄφρ' ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω | 186 |
| ἕως ἂν ἐγὼ τὰ τοῦ ἀμωμήτου Ἀχιλλέως ὅπλα ἐνδυθῶ | |
| καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς. | 187 |
| τὰ καλὰ, ἅτινα τὴν τοῦ Πατρόκλου ἰσχὺν ἀφειλόμην ἀποκτείνας. | |
| ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ | 188 |
| οὕτω δὴ εἰπὼν ἀπῆλθεν ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ | |
| δηΐου ἐκ πολέμοιο· θέων δ' ἐκίχανεν ἑταίρους | 189 |
| ἐκ τοῦ ἀφανιστικοῦ πολέμου, τρέχων δὲ κατέλαβε τοὺς φίλους | |
| ὦκα μάλ' οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών, | 190 |
| πάνυ ταχέως, οὔπω πόρρω τοῖς ταχέσι ποσὶν ἐπιδραμών, | |
| οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος. | 191 |
| οἳ εἰς τὴν πόλιν ἐκόμιζον τὰ πολύτιμα ὅπλα τοῦ υἱοῦ τοῦ Πηλέως· | |
| στὰς δ' ἀπάνευθε μάχης πολυδακρύου ἔντε' ἄμειβεν· | 192 |
| στὰς δὲ πόρρω τῆς μάχης τῆς δακρύων γεμούσης ἤλλαξε τὰ ὅπλα, | |
| ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν | 193 |
| καὶ τὰ μὲν ἑαυτοῦ ἔδωκεν οὗτος κομίσαι εἰς τὴν ἱερὰν Ἴλιον | |
| Τρωσὶ φιλοπτολέμοισιν, ὃ δ' ἄμβροτα τεύχεα δῦνε | 194 |
| τοῖς τὸν πόλεμον φιλοῦσι Τρῳσίν, αὐτὸς δὲ τὰ θεῖα ὅπλα ἐνεδύσατο | |
| Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες | 195 |
| Ἀχιλλέως τοῦ υἱοῦ τοῦ Πηλέως, ἅπερ οἱ οὐράνιοι θεοὶ | |
| πατρὶ φίλῳ ἔπορον· ὃ δ' ἄρα ᾧ παιδὶ ὄπασσε | 196 |
| τῷ ἀγαπητῷ αὐτοῦ πατρὶ ἐδωρήσαντο, οὗτος δὲ τῷ ἑαυτοῦ υἱῷ ἔδωκε | |
| γηράς· ἀλλ' οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα. | 197 |
| γηράσας, ἀλλ' οὐχ ὁ υἱὸς ἐν τοῖς ὅπλοις τοῦ πατρὸς ἐγήρασε· | |
| τὸν δ' ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς | 198 |
| τοῦτον δὲ ἐπειδὴ πόρρωθεν ἐθεάσατο ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς, | |
| τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο, | 199 |
| καθοπλιζόμενον τοῖς ὅπλοις τοῦ θείου υἱοῦ τοῦ Πηλέως, | |
| κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν· | 200 |
| κινήσας δὴ τὴν κεφαλὴν εἶπε πρὸς τὴν ἑαυτοῦ ψυχήν· | |
| ἆ δείλ' οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν | 201 |
| φεῦ ἄθλιε, οὐδέ τί σοι ὁ θάνατος διὰ μνήμης ὑπάρχει, | |
| ὃς δή τοι σχεδὸν εἶσι· σὺ δ' ἄμβροτα τεύχεα δύνεις | 202 |
| ὃς δὴ πλησίον ἐστί, σὺ δὲ θεῖα ὅπλα ἐνδύνῃ | |
| ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι· | 203 |
| ἀνδρὸς ἀριστέως, ὅν περ τρέμουσι καὶ οἱ ἄλλοι πάντες· | |
| τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε, | 204 |
| τούτου δὴ τὸν φίλον ἀπέκτεινας προσηνῆ τε καὶ ἐπιεικῆ καὶ ἰσχυρόν, | |
| τεύχεα δ' οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων | 205 |
| τὰ ὅπλα δὲ οὐ κατὰ τὸ πρέπον ἐκ κεφαλῆς καὶ τῶν ὤμων | |
| εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω, | 206 |
| ἀφείλου· νυνὶ δέ σοι μεγάλην νίκην παρέξω τούτων τιμωρίαν, καὶ ἀντέκτισιν, | |
| τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι | 207 |
| ὅτι οὐδαμῶς σοι ἐκ τῆς μάχης ὑποστρέψαντι | |
| δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος. | 208 |
| δέξεται ἡ Ἀνδρομάχη τὰ πολύτιμα ὅπλα τοῦ υἱοῦ τοῦ Πηλέως. | |
| ἦ καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων. | 209 |
| εἶπε, καὶ ταῖς μελαίναις ὀφρύσιν ἐπένευσεν ὁ υἱὸς τοῦ Κρόνου. | |
| Ἕκτορι δ' ἥρμοσε τεύχε' ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης | 210 |
| τῷ Ἕκτορι δὲ ἥρμοσαν τὰ ὅπλα ἐπὶ τῷ σώματι, εἰσῄει δὲ αὐτὸν Ἄρης | |
| δεινὸς ἐνυάλιος, πλῆσθεν δ' ἄρα οἱ μέλε' ἐντὸς | 211 |
| ὁ χαλεπός καὶ φονικός, ἐπληρώθησαν δ᾽ ἄρα αὐτῷ τὰ μέλη ἐντὸς | |
| ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους | 212 |
| ἰσχύος τε καὶ δυνάμεως, ἐπὶ τοὺς ἐνδόξους δὲ βοηθοὺς | |
| βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι | 213 |
| ᾤχετο δὴ μεγάλως βοῶν, ἐφαίνετο δὲ πᾶσιν αὐτοῖς | |
| τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος. | 214 |
| περιλαμπόμενος τοῖς ὅπλοις τοῦ μεγαλοψύχου υἱοῦ τοῦ Πηλέως, | |
| ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι | 215 |
| παρώξυνε δὲ ἕκαστον ἐπερχόμενος λόγοις, | |
| Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε | 216 |
| τόν τε Μέσθλην, καὶ τὸν Γλαῦκον, καὶ τὸν Μέδοντα, καὶ τὸν Ὀρσίλοχον, | |
| Ἀστεροπαῖόν τε Δεισήνορά θ' Ἱππόθοόν τε | 217 |
| καὶ τὸν Ἀστεροπαῖον, καὶ τὸν Διήνορα, καὶ τὸν Ἱππόθοον, | |
| Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν· | 218 |
| καὶ τὸν Φόρκυν, καὶ τὸν Χρόμιον, καὶ τὸν Ἔννομον τὸν οἰωνοσκόπον· | |
| τοὺς ὅ γ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· | 219 |
| τούτους οὗτος διεγείρων λόγους ταχεῖς ἔλεγεν· | |
| κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων· | 220 |
| ἀκούσατε, ὦ πλεῖστα γένη τῶν περιοίκων βοηθῶν, | |
| οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων | 221 |
| οὐ γὰρ ἐγὼ πλῆθος ζητῶν, οὐδὲ δεόμενος, | |
| ἐνθάδ' ἀφ' ὑμετέρων πολίων ἤγειρα ἕκαστον, | 222 |
| δεῦρο πάντας συνήθροισα ἀπὸ τῶν ὑμετέρων πολέμων· | |
| ἀλλ' ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα | 223 |
| ἀλλ' ὅπως μοι τὰς γυναῖκας τῶν Τρῴων καὶ τὰ μικρὰ τέκνα | |
| προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ' Ἀχαιῶν. | 224 |
| προθύμως σώζοιτε καὶ φυλάττοιτε ἀπὸ τῶν φιλοπολέμων Ἑλλήνων· | |
| τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ | 225 |
| ταῦτα διανοούμενος δώροις καὶ εὐωχίαις καταπονῶ | |
| λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω. | 226 |
| τοὺς Τρῷας, τὴν ὑμετέραν δὲ πάντων προθυμίαν αὐξάνω, | |
| τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω | 227 |
| δι' ὃ νυνί τις κατ' εὐθὺ ἐφορμῶν ἢ τεθνάτω, | |
| ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς. | 228 |
| ἢ σωθήτω, αὕτη γάρ ἐστιν ἡ τοῦ πολέμου ὁμιλία, ἤχουν οὕτω δεῖ ἀναστρέφεσθαι ἐν τῷ πολέμῳ. | |
| ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης | 229 |
| ὃς δ᾽ ἂν τὸν Πάτροκλον καίπερ τεθνηκότα ἑλκύση | |
| Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας, | 230 |
| πρὸς τοὺς ἱππικοὺς Τρῷας, ὑποχωρήσῃ δὲ αὐτῷ ὁ Αἴας, | |
| ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δ' αὐτὸς | 231 |
| τὸ ἥμισυ τῶν λαφύρων ἀπομερίσω αὐτῷ, τὸ ἥμισυ δὲ | |
| ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ. | 232 |
| ἐγὼ λήψομαι, ἡ δόξα δὲ αὐτῷ τοσαύτη ἔσται, ὅσηπερ καὶ ἐμοί. | |
| ὣς ἔφαθ', οἳ δ' ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν | 233 |
| οὕτως εἶπεν. οὗτοι δὲ εὐθὺ τῶν Ἑλλήνων στῖφος ποιήσαντες καὶ συνασπίσαντες συνωρμήθησαν | |
| δούρατ' ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς | 234 |
| τὰ δόρατα ἀνατείναντες, πάνυ δὲ αὐτῶν ἡ ψυχὴ ἤλπιζεν | |
| νεκρὸν ὑπ' Αἴαντος ἐρύειν Τελαμωνιάδαο | 235 |
| ἑλκύσειν τὸν νεκρὸν ἀπὸ τοῦ Αἴαντος τοῦ υἱοῦ τοῦ Τελαμῶνος, | |
| νήπιοι· ἦ τε πολέσσιν ἐπ' αὐτῷ θυμὸν ἀπηύρα. | 236 |
| οἱ μωροὶ καὶ ἄφρονες· ὄντως ἐπ' αὐτῷ ψυχὰς πολλῶν ἀφείλετο. | |
| καὶ τότ' ἄρ' Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον· | 237 |
| καὶ τότε δὴ Αἴας εἶπε πρὸς τὸν κατὰ πόλεμον ἀγαθὸν Μενέλαον· | |
| ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ | 238 |
| ὦ φίλτατε, ὦ Μενέλαε ἐνδοξότατα τεθραμμένε, οὐκέτι ἡμᾶς αὐτοὺς | |
| ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο. | 239 |
| ἐλπίζω ὑποστρέψειν ἐκ τοῦ πολέμου, | |
| οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο, | 240 |
| οὐδαμῶς τοσοῦτον φοβοῦμαι περὶ τοῦ νεκροῦ τοῦ Πατρόκλου, | |
| ὅς κε τάχα Τρώων κορέει κύνας ἠδ' οἰωνούς, | 241 |
| ὃς ταχέως ἂν ἐμπλήσῃ τοὺς κύνας καὶ τὰ ὄρνεα, | |
| ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι, | 242 |
| ὅσον δέδοικα περὶ τῇ ἐμῇ κεφαλῇ μή τι πάθῃ, | |
| καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει | 243 |
| καὶ τῇ σαυτοῦ, ἐπειδὴ νέφος πολέμου πάντα περικαλύπτει· | |
| Ἕκτωρ, ἡμῖν δ' αὖτ' ἀναφαίνεται αἰπὺς ὄλεθρος. | 244 |
| ὁ Ἕκτωρ δὲ ἡμῖν ἀναφαίνεται μέγας ἀφανισμός. | |
| ἀλλ' ἄγ' ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ. | 245 |
| ἀλλ᾽ ἄγε συγκάλει τοὺς ἀριστέας τῶν Ἑλλήνων, ἐάν τις ἀκούσῃ. | |
| ὣς ἔφατ', οὐδ' ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος, | 246 |
| οὕτως εἶπεν· ὑπήκουσε δὲ ὁ κατὰ πόλεμον ἀγαθὸς Μενέλαος, | |
| ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· | 247 |
| ἐβόησε δὲ τρανῶς καὶ ἐξακούστως τοῖς Ἕλλησι φωνῶν. | |
| ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες | 248 |
| ὦ φίλοι ἡγεμόνες καὶ βασιλεῖς τῶν Ἑλλήνων, | |
| οἵ τε παρ' Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ | 249 |
| οἵτινες παρὰ τοῖς υἱοῖς τοῦ Ἀτρέως τῷ Ἀγαμέμνονι καὶ τῷ Μενελάῳ | |
| δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος | 250 |
| τὰ δημόσια ἀναλίσκουσι καὶ ἄρχουσιν ἄπαντες | |
| λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ. | 251 |
| λαῶν, ἐκ τοῦ Διὸς δὲ δόξα καὶ τιμὴ ἕπεται καὶ ἀκολουθεῖ. | |
| ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον | 252 |
| χαλεπὸν δέ μοι ἐστὶ διασκοπεῖσθαι ἕκαστον | |
| ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν· | 253 |
| τῶν ἡγεμόνων, τοσαύτη γὰρ μάχη πολέμου διηγέρθη· | |
| ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δ' ἐνὶ θυμῷ | 254 |
| ἀλλά τις αὐτὸς παραγενέσθω, ἀνάξιον δὲ καὶ μεμπτὸν ἡγείσθω ἐν τῇ ψυχῇ | |
| Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι. | 255 |
| τὸν Πάτροκλον γενέσθαι παίγνια ταῖς Τρωικαῖς κυσίν. | |
| ὣς ἔφατ', ὀξὺ δ' ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας· | 256 |
| οὕτως εἶπεν· ὀξέως δὲ ἤκουσεν ὁ τοῦ Ὀϊλέως ταχύπους Αἴας, | |
| πρῶτος δ' ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα, | 257 |
| πρῶτος δὲ ἐναντίον ἐπῆλθε τρέχων εἰς τὴν μάχην, | |
| τὸν δὲ μετ' Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος | 258 |
| μετ' αὐτὸν δὲ ὁ Ἰδομενεύς, καὶ ὁ θεράπων τοῦ Ἰδομενέως | |
| Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ. | 259 |
| ὁ Μηριόνης ὅμοιος τῷ τοὺς ἄνδρας ἀποκτείνοντι Ἄρει· | |
| τῶν δ' ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματ' εἴποι, | 260 |
| τῶν ἄλλων δὲ τίς ἂν τῇ ἑαυτοῦ διανοίᾳ τὰ ὀνόματα εἴποι, | |
| ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν; | 261 |
| ὅσοι δὴ μετὰ ταῦτα Ἕλληνες μάχην διήγειραν καὶ συνηύξησαν. | |
| Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δ' ἄρ' Ἕκτωρ. | 262 |
| οἱ Τρῷες δὲ προέτυψαν καὶ ἀντέβαλον ἀθρόοι, ἡγεῖτο δὲ ὁ Ἕκτωρ. | |
| ὡς δ' ὅτ' ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο | 263 |
| ὥσπερ δὲ ὅτε ἐπὶ ταῖς ἐκβολαῖς τοῦ ἐκ τοῦ Διὸς γεγενημένου ποταμοῦ | |
| βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τ' ἄκραι | 264 |
| περιηχεῖ τὸ μέγα κῦμα πρὸς τὴν ῥῦσιν, τὰ ἄκρα δὲ | |
| ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω, | 265 |
| τῶν αἰγιαλῶν περιβοῶσιν, ἐκβρασσομένης τῆς θαλάσσης εἰς τὸ ἔξω· | |
| τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ | 266 |
| τοσαύτῃ δὴ οἱ Τρῷες βοῇ ἐχώρουν. οἱ Ἕλληνες δὲ | |
| ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες | 267 |
| ἔστησαν περὶ τὸν υἱὸν τοῦ Μενοιτίου μίαν ψυχὴν ἔχοντες, | |
| φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δ' ἄρά σφι | 268 |
| περιφραχθέντες ταῖς χαλκῷ ἡρμοσμέναις ἀσπίσι, περὶ δὲ τὰς ἑαυτῶν | |
| λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν | 269 |
| λαμπρὰς περικεφαλαίας ὁ υἱὸς τοῦ Κρόνου ἀέρα πολὺν | |
| χεῦ', ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε, | 270 |
| ἔχεεν, ἐπειδὴ οὐδὲ τὸν υἱὸν τοῦ Μενοιτίου ἐμίσει τὸ πρίν, | |
| ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο· | 271 |
| ὁπηνίκα ζῶν θεράπων ἦν τοῦ ἐγγόνου τοῦ Αἰακοῦ, | |
| μίσησεν δ' ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι | 272 |
| μισητὸν δὲ ἄρα ἡγήσατο γενέσθαι αὐτὸν ἐπίτευγμα καὶ σπάραγμα ταῖς τῶν πολεμίων κυσὶ | |
| Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους. | 273 |
| ταῖς Τρωικαῖς· δι᾿ ὃ καὶ βοηθεῖν αὐτῷ διήγειρε τοὺς φίλους. | |
| ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς· | 274 |
| πρότερον δὲ οἱ Τρῷες ἀπεωθήσαντο τοὺς ἀξιοθεάτους Ἕλληνας, | |
| νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τιν' αὐτῶν | 275 |
| τὸν νεκρὸν δὲ καταλιπόντες εἰς φυγὴν ἐτράπησαν, οὐδέ τινα αὐτῶν | |
| Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ, | 276 |
| οἱ μεγαλόψυχοι Τρῷες ἀνεῖλον τοῖς δόρασιν, καίπερ προθυμούμενοι, | |
| ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ | 277 |
| ἀλλὰ τὸν νεκρὸν εἵλκυον, ἐπ' ὀλίγον δὲ καὶ τούτου οἱ Ἕλληνες | |
| μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκ' ἐλέλιξεν | 278 |
| ἔμελλον ἀποστήσεσθαι· πάνυ γὰρ αὐτοὺς ταχέως μετακαλεσάμενος συστραφῆναι ἐποίησεν | |
| Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ' ἔργα τέτυκτο | 279 |
| ὁ Αἴας, ὃς καὶ κατὰ τὴν μορφὴν καὶ κατὰ τὴν πρᾶξιν περιεγίνετο | |
| τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλεΐωνα. | 280 |
| τῶν ἄλλων Ἑλλήνων μετὰ τὸν ἀμώμητον υἱὸν τοῦ Πηλέως· | |
| ἴθυσεν δὲ διὰ προμάχων συὶ̈ εἴκελος ἀλκὴν | 281 |
| ὥρμησε δὲ διὰ τῶν πρωταγωνιστῶν ὅμοιος τὴν δύναμιν | |
| καπρίῳ, ὅς τ' ἐν ὄρεσσι κύνας θαλερούς τ' αἰζηοὺς | 282 |
| χοίρῳ ἀγρίῳ, ὅστις ἐν τοῖς ὄρεσι κύνας, καὶ νέους ἀκμάζοντας | |
| ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας· | 283 |
| ῥᾳδίως διεσκέδασε συστραφεὶς κατὰ τὰ κοῖλα καὶ ὑδρηλὰ καὶ βάσιμα τοῦ ὄρους. | |
| ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας | 284 |
| οὕτως ὁ τοῦ λαμπροῦ Τελαμῶνος υἱὸς Αἴας ὁ λαμπρός, | |
| ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας | 285 |
| εὐχερῶς μεθορμήσας διεσκέδασε τὰς τάξεις τῶν Τρῴων, | |
| οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα | 286 |
| οἳ περὶ τὸν Πάτροκλον ἵσταντο, διενοοῦντο δὲ τὰ μάλιστα | |
| ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι. | 287 |
| πρὸς τὴν ἑαυτῶν πόλιν ἑλκύσαι, καὶ δόξαν λαβεῖν. | |
| ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς | 288 |
| τοῦτον μὲν οὖν ὁ Λήθου τοῦ Πελασγοῦ λαμπρὸς υἱὸς | |
| Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην | 289 |
| ὁ Ἱππόθοος εἷλκεν ἀπὸ τοῦ ποδὸς κατὰ τὴν ἰσχυρὰν μάχην, | |
| δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας | 290 |
| δήσας λώρῳ παρὰ τὸν ἀστράγαλον περὶ τὰ μεγάλα νεῦρα, | |
| Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ' αὐτῷ | 291 |
| τῷ Ἕκτορι καὶ τοῖς Τρῳσὶ τὰ πρὸς χάριν ποιῶν· ταχέως δὲ αὐτῷ | |
| ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. | 292 |
| ἐπῆλθε δεινόν, ὅπερ αὐτῷ οὐδεὶς ἐκείνων διεκώλυσε, καίπερ προθυμουμένων. | |
| τὸν δ' υἱὸς Τελαμῶνος ἐπαΐξας δι' ὁμίλου | 293 |
| τοῦτον γὰρ ὁ υἱὸς τοῦ Τελαμῶνος ἐφορμήσας διὰ τοῦ πλήθους | |
| πλῆξ' αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου· | 294 |
| ἔπληξεν ἐκ τοῦ σύνεγγυς διὰ τῆς περικεφαλαίας τῆς σιδηρᾶς παραγναθίδας ἐχούσης, | |
| ἤρικε δ' ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ | 295 |
| ἐρράγη δὲ καὶ διεσχίσθη ἡ θριξὶν ἱππείαις δασυνομένη περικεφαλαία περὶ τὸ τοῦ δόρατος ὀξὺ | |
| πληγεῖσ' ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ, | 296 |
| τυπεῖσα δόρατι μεγάλῳ, καὶ χειρὶ παχείᾳ, καὶ ἰσχυρᾷ. | |
| ἐγκέφαλος δὲ παρ' αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς | 297 |
| ὁ ἐγκέφαλος δὲ ἀνεπήδησε καὶ ἐξέρρευσεν ἐκ τοῦ τραύματος | |
| αἱματόεις· τοῦ δ' αὖθι λύθη μένος, ἐκ δ' ἄρα χειρῶν | 298 |
| παρὰ τὴν ἀνάτασιν τοῦ κράνου, ἢ παρὰ τὸν αὐλόν, ἤγουν τὸ μέρος τοῦ δόρατος, εἰς ὃ τὸ ξύλον ἐμβάλλεται, κεκραμένος τῷ αἵματι, τούτου δὲ αὐτόθι διελύθη ἡ δύναμις, ἐκ τῶν χειρῶν δὲ | |
| Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε | 299 |
| ἀφῆκεν εἰς γῆν τὸν πόδα τοῦ μεγαλοψύχου Πατρόκλου | |
| κεῖσθαι· ὃ δ' ἄγχ' αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ | 300 |
| κατακεῖσθαι, οὗτος δὲ πλησίον αὐτοῦ κατέπεσεν ἐπὶ πρόσωπον παρὰ τῷ νεκρῷ | |
| τῆλ' ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι | 301 |
| πόρρω ἀπὸ τῆς Λαρίσσης πόλεως τῆς μεγαλοβώλου καὶ εὐγείου, οὐδὲ τοῖς γονεῦσι | |
| θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν | 302 |
| τοῖς ἀγαπητοῖς ἀπέδωκε τὰ τροφεῖα, ὀλιγοχρόνιος δὲ αὐτῷ ἡ ζωὴ | |
| ἔπλεθ' ὑπ' Αἴαντος μεγαθύμου δουρὶ δαμέντι. | 303 |
| ἐγένετο ἀναιρεθέντι δόρατι ὑπὸ τοῦ μεγαλοψύχου Αἴαντος. | |
| Ἕκτωρ δ' αὖτ' Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ· | 304 |
| ὁ Ἕκτωρ δὲ κατὰ τοῦ Αἴαντος ἔβαλε δόρατι λαμπρῷ, | |
| ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος | 305 |
| ἀλλ᾿ οὗτος μὲν καταντικρὺ θεασάμενος ἐξέκλινε τὸ σιδηροῦν δόρυ | |
| τυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν | 306 |
| πρὸς βραχύ, αὐτὸς δὲ Σχέδιον τὸν υἱὸν τοῦ μεγαλοψύχου Ἰφίτου | |
| Φωκήων ὄχ' ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ | 307 |
| τὸν ἐξόχως κράτιστον τῶν Φωκέων, ὃς ἐν τῷ ἐνδόξῳ Πανοπεῖ | |
| οἰκία ναιετάασκε πολέσσ' ἄνδρεσσιν ἀνάσσων, | 308 |
| τὴν οἰκίαν ᾤκει πολλῶν ἀνδρῶν βασιλεύων· | |
| τὸν βάλ' ὑπὸ κληῖ̈δα μέσην· διὰ δ' ἀμπερὲς ἄκρη | 309 |
| τοῦτον ἔτρωσεν ὑπὸ τὸ μέσον τῆς κατακλεῖδος, διόλου δὲ τὸ ἄκρον | |
| αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε· | 310 |
| τῆς σιδηρᾶς ἐπιδορατίδος παρὰ τὸ ἔσχατον τοῦ ὤμου διεπέρασεν, | |
| δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ. | 311 |
| ἐψόφησε δὲ καταπεσών, ἤχησαν δὲ τὰ ὅπλα ἐπ' αὐτῷ. | |
| Αἴας δ' αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν | 312 |
| ὁ Αἴας δὲ τὸν συνετὸν Φόρκυνα τὸν υἱὸν τοῦ Φαίνοπος | |
| Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε· | 313 |
| περὶ τὸν Ἱππόθοον στάντα ἔπληξε κατὰ τὸ μέσον τῆς γαστρός, | |
| ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ' ἔντερα χαλκὸς | 314 |
| διέρρηξε δὲ καὶ διέκοψε τὸ κοῖλον τοῦ θώρακος, τὰ ἔντερα δὲ ὁ σίδηρος | |
| ἤφυσ'· ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. | 315 |
| ἤντλησεν· οὗτος δὲ χαμαὶ ἐν τῇ κόνει καταπεσὼν ἐλάβετο τῆς γῆς τῷ ἀγκῶνι, | |
| χώρησαν δ' ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· | 316 |
| ὑπεχώρησαν δὲ οἵ τε πρωταγωνισταί, καὶ ὁ λαμπρὸς Ἕκτωρ. | |
| Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς | 317 |
| οἱ Ἕλληνες δὲ μεγάλως ἐβόησαν, εἵλκυσαν δὲ τοὺς νεκροὺς | |
| Φόρκυν θ' Ἱππόθοόν τε, λύοντο δὲ τεύχε' ἀπ' ὤμων. | 318 |
| τὸν Φόρκυνα, καὶ τὸν Ἱππόθοον, ἔλυον δὲ τὰ ὅπλα ἀπὸ τῶν ὤμων. | |
| ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν | 319 |
| τότε δ᾽ ἂν οἱ Τρῷες ὑπὸ τῶν φιλοπολέμων Ἑλλήνων | |
| Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, | 320 |
| ἀνέδραμον εἰς τὸ Ἴλιον δαμασθέντες καὶ ἡττηθέντες ἀσθενείᾳ καὶ ἀνανδρίᾳ, | |
| Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν | 321 |
| οἱ Ἕλληνες δ᾽ ἂν δόξαν ἔσχον καὶ παρὰ τὴν τοῦ Διὸς πεπρωμένην | |
| κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλ' αὐτὸς Ἀπόλλων | 322 |
| τῇ ἑαυτῶν ἰσχύϊ καὶ δυνάμει, ἀλλ᾿ αὐτὸς ὁ Ἀπόλλων | |
| Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς | 323 |
| παρώξυνε τὸν Αἰνείαν, ὅμοιος τὸ σῶμα Περίφαντι | |
| κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι | 324 |
| τῷ κήρυκι τῷ υἱῷ τοῦ Ἠπύτου, ὅστις παρὰ τῷ γέροντι πατρὶ αὐτοῦ | |
| κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς· | 325 |
| κηρύσσων ἐγήρασε, βουλεύματα προσφιλῇ κατὰ διάνοιαν ἐπιστάμενος· | |
| τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· | 326 |
| τούτῳ ὁμοιωθεὶς εἶπε πρὸς αὐτὸν Ἀπόλλων ὁ υἱὸς τοῦ Διός· | |
| Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε | 327 |
| ὦ Αἰνεία, πῶς ἂν καὶ παρὰ γνώμην θεοῦ φυλάξαιτε | |
| Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους | 328 |
| τὸ ὑψηλὸν Ἴλιον; ὡς ἤδη ἐθεασάμην ἐγὼ ἄνδρας ἄλλους | |
| κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε | 329 |
| δυνάμει τε καὶ ἰσχύϊ θαρροῦντας, καὶ ἀνδρίᾳ, | |
| πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας· | 330 |
| καὶ πολυανθρωπίᾳ ἰδίᾳ, καὶ πλῆθος ἐνδεὲς καὶ ἔλαττον ἔχοντας· | |
| ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι | 331 |
| ἡμῖν δὲ ὁ μέν τοι Ζεὺς μᾶλλον βούλεται ἢ τοῖς Ἕλλησι | |
| νίκην· ἀλλ' αὐτοὶ τρεῖτ' ἄσπετον οὐδὲ μάχεσθε. | 332 |
| νίκην, ἀλλ' ὑμεῖς μεγάλως φοβεῖσθε καὶ τρέπεσθε, οὐδὲ πολεμεῖτε. | |
| ὣς ἔφατ', Αἰνείας δ' ἑκατηβόλον Ἀπόλλωνα | 333 |
| οὕτως εἶπεν· ὁ Αἰνείας δὲ τὸν πόρρω βάλλοντα Ἀπόλλωνα | |
| ἔγνω ἐς ἄντα ἰδών, μέγα δ' Ἕκτορα εἶπε βοήσας· | 334 |
| ἐνόησεν, ἐναντίον θεασάμενος, μεγάλως δὲ βοήσας εἶπε πρὸς τὸν Ἕκτορα· | |
| Ἕκτόρ τ' ἠδ' ἄλλοι Τρώων ἀγοὶ ἠδ' ἐπικούρων | 335 |
| ὦ Ἕκτορ, καὶ ἄλλοι ἡγεμόνες τῶν Τρῴων, καὶ τῶν βοηθῶν, | |
| αἰδὼς μὲν νῦν ἥδε γ' ἀρηϊφίλων ὑπ' Ἀχαιῶν | 336 |
| αἰσχύνη μέντοι αὕτη γ' ἐστὶν ὑπὸ τῶν φιλοπολέμων Ἑλλήνων | |
| Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας. | 337 |
| ἀνελθεῖν εἰς τὸ Ἴλιον καταπονηθέντες καὶ ἡττηθέντες ἀσθενείᾳ καὶ ἀνανδρίᾳ· | |
| ἀλλ' ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς | 338 |
| ἀλλὰ γὰρ ἔτι τις τῶν θεῶν ἐγγὺς παραγενόμενος εἶπε μοι | |
| Ζῆν' ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι· | 339 |
| τὸν ὕπατον Δία καὶ ποιητὴν καὶ ἐπιστήμονα τοῦ πολέμου βοηθὸν εἶναι ἡμῖν, | |
| τώ ῥ' ἰθὺς Δαναῶν ἴομεν, μηδ' οἵ γε ἕκηλοι | 340 |
| δι' ὃ δὴ εὐθὺ τῶν Ἑλλήνων ἐπέλθωμεν, μηδ' οὗτοί γε ἐφ' ἡσυχίας | |
| Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα. | 341 |
| τὸν Πάτροκλον εἰς τὰς ναῦς ἀπαγάγοιεν ἀποθανόντα. | |
| ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη· | 342 |
| οὕτως εἶπε, καὶ δὴ πολὺ πρὸ τῶν πρωταγωνιστῶν ἐκπηδήσας ἔστη, | |
| οἳ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν. | 343 |
| οὗτοι δὲ μεταβάλλοντες συνεστράφησαν, καὶ ἐναντίον ἔστησαν τῶν Ἑλλήνων. | |
| ἔνθ' αὖτ' Αἰνείας Λειώκριτον οὔτασε δουρὶ | 344 |
| τότε δὴ ὁ Αἰνείας Λειώκριτον ἔτρωσε τῷ δόρατι | |
| υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον. | 345 |
| τὸν υἱὸν τοῦ Ἀρίσβαντος, τὸν τοῦ Λυκομήδους ἀγαθὸν φίλον· | |
| τὸν δὲ πεσόντ' ἐλέησεν ἀρηΐφιλος Λυκομήδης, | 346 |
| τοῦτον δὲ ἀποθανόντα ᾤκτειρεν ὁ φιλοπόλεμος Λυκομήδης, | |
| στῆ δὲ μάλ' ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, | 347 |
| ἔστη δὲ πάνυ πλησίον ἐπελθών, καὶ ἔβαλε δόρατι λαμπρῷ, | |
| καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν | 348 |
| καὶ ἔτρωσε τὸν υἱὸν τοῦ Ἱππάσου Ἀπισάονα τὸν βασιλέα τοῦ πλήθους | |
| ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ' ὑπὸ γούνατ' ἔλυσεν, | 349 |
| κατὰ τὸ ἧπαρ ὑπὸ τὰς φρένας, εὐθέως δὲ τὰ γόνατα ὑπέλυσε καὶ ἐνέκρωσεν, | |
| ὅς ῥ' ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει, | 350 |
| ὅστις δὴ ἐκ τῆς Παιονίας τῆς μεγαλοβώλου, καὶ εὐγείου ἀφίκετο, | |
| καὶ δὲ μετ' Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι. | 351 |
| καὶ δὴ μετὰ τὸν Ἀστεροπαῖον ἠνδραγάθει ἐν τῷ πολεμεῖν· | |
| τὸν δὲ πεσόντ' ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος, | 352 |
| τοῦτον δὲ ἀποθανόντα ᾤκτειρεν ὁ φιλοπόλεμος Ἀστεροπαῖος, | |
| ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι· | 353 |
| ὥρμησε δὲ καὶ οὗτος προθύμως τοῖς Ἕλλησι πολεμεῖν, | |
| ἀλλ' οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ | 354 |
| ἀλλ᾿ οὐδαμῶς ἔτι ἐδύνατο, ἀσπίσι γὰρ πεφραγμένοι ἦσαν πανταχοῦ | |
| ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατ' ἔχοντο. | 355 |
| ἑστῶτες περὶ τὸν Πάτροκλον, τὰ δόρατα δὲ προβεβλημένα εἶχον· | |
| Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων· | 356 |
| ὁ Αἴας γὰρ πάνυ πολλὰ ἐπιτάττων ἐπὶ πάντας παρῄει, | |
| οὔτέ τιν' ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει | 357 |
| οὔτε τινὰ ὄπισθεν τοῦ νεκροῦ ὑποχωρεῖν ἐκέλευεν, | |
| οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων, | 358 |
| οὔτε τινὰ προπολεμεῖν μᾶλλον τῶν ἄλλων Ἑλλήνων, | |
| ἀλλὰ μάλ' ἀμφ' αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι. | 359 |
| ἀλλὰ μάλα περὶ αὐτὸν ἑστάναι, καὶ ἐκ τοῦ σύνεγγυς πολεμεῖν. | |
| ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν | 360 |
| οὕτως Αἴας ἐπέταττεν ὁ μέγας, ἡ γῆ δὲ αἵματι | |
| δεύετο πορφυρέῳ, τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον | 361 |
| μέλανι ἐβρέχετο, οὗτοι δὲ πυκνοὶ καὶ ἀλλεπάλληλοι κατέπιπτον | |
| νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων | 362 |
| νεκροί, ὁμοῦ τῶν τε Τρῴων, καὶ τῶν μεγαλοδυνάμων βοηθῶν, | |
| καὶ Δαναῶν· οὐδ' οἳ γὰρ ἀναιμωτί γε μάχοντο, | 363 |
| καὶ τῶν Ἑλλήνων, οὐδὲ γὰρ οὗτοι ἄνευ αἵματος καὶ θανάτου ἐπολέμουν, | |
| παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ | 364 |
| πολλῷ δὲ ἐλάττονες ἀπέθνησκον, ἐμέμνηντο γὰρ ἀεὶ | |
| ἀλλήλοις ἀν' ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν. | 365 |
| κατὰ τὸν στρατὸν ἀλλήλοις βοηθεῖν, καὶ ἀποσοβεῖν τὸν χαλεπὸν φόνον. | |
| ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης | 366 |
| οὕτως οὗτοι μὲν ἐμάχοντο τρόπον πυρός, οὐδ᾽ ἂν εἴποις, | |
| οὔτέ ποτ' ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην· | 367 |
| οὔτε ποτὲ τὸν ἥλιον σῶον, καὶ ὁλόκληρον εἶναι, οὔτε τὴν σελήνην, | |
| ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θ' ὅσσον ἄριστοι | 368 |
| ἀορασίᾳ γὰρ κατείχοντο ὅσοι ἄριστοι ἐπὶ τῆς μάχης | |
| ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι. | 369 |
| καὶ περὶ τὸν υἱὸν τοῦ Μενοιτίου τεθνηκότα ἵσταντο. | |
| οἳ δ' ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ | 370 |
| οἱ ἄλλοι δὲ Τρῷες καὶ εὔοπλοι Ἕλληνες | |
| εὔκηλοι πολέμιζον ὑπ' αἰθέρι, πέπτατο δ' αὐγὴ | 371 |
| ἐφ' ἡσυχίας ἐμάχοντο ὕπαιθροι, ἐξήπλωτο δὲ καὶ ἐξέλαμψε τὸ φῶς | |
| ἠελίου ὀξεῖα, νέφος δ' οὐ φαίνετο πάσης | 372 |
| τοῦ ἡλίου ὀξέως, νεφέλη δὲ οὐκ ἐφαίνετο ἐπὶ πάσης | |
| γαίης οὐδ' ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο | 373 |
| τῆς γῆς, οὐδ᾽ ἐπὶ τῶν ὀρέων, ἐκ διαδοχῆς δὲ καὶ ἀναπαύσεως ἐπολέμουν | |
| ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα | 374 |
| ἀλλήλων ἐκκλίνοντες, καὶ φυλαττόμενοι τὰ ὀδυνηρὰ βέλη, | |
| πολλὸν ἀφεσταότες. τοὶ δ' ἐν μέσῳ ἄλγε' ἔπασχον | 375 |
| πολὺ ἀφεστῶτες καὶ διέχοντες· οὗτοι δὲ ἐν τῷ μέσῳ ὀδύνας ὑπέμενον | |
| ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ | 376 |
| ὀμίχλη καὶ μάχη, κατεπονοῦντο δὲ σιδήρῳ ἀπηνεῖ | |
| ὅσσοι ἄριστοι ἔσαν· δύο δ' οὔ πω φῶτε πεπύσθην | 377 |
| ὅσοι κράτιστοι ἦσαν· δύο δὲ ἄνθρωποι οὔπω ἤκουσαν | |
| ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε | 378 |
| ἄνδρες ἔνδοξοι, ὅ τε Θρασυμήδης, καὶ ὁ Ἀντίλοχος | |
| Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλ' ἔτ' ἔφαντο | 379 |
| τοῦ Πατρόκλου τεθνηκότος τοῦ ἀμωμήτου, ἀλλ' ἔτι ᾤοντο | |
| ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι. | 380 |
| ζῶντα αὐτὸν ἐν τῷ πρώτῳ θορύβῳ τοῖς Τρῳσὶ πολεμεῖν· | |
| τὼ δ' ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων | 381 |
| οὗτοι δὲ ἐπιβλέποντες τὸν θάνατον καὶ τὴν φυγὴν τῶν φίλων | |
| νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ | 382 |
| χωρὶς ἐμάχοντο, ἐπειδὴ οὕτως ἐπέταττεν ὁ Νέστωρ | |
| ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν. | 383 |
| διεγείρων εἰς τὸν πόλεμον ἀπὸ τῶν μελαινῶν νεῶν· | |
| τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει | 384 |
| τούτοις δὲ δι' ὅλης τῆς ἡμέρας μεγάλη φιλονεικία ἠγέρθη μάχης | |
| ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ | 385 |
| χαλεπῆς, ταλαιπωρίᾳ δὲ καὶ ἱδρῶτι ἀδιαλείπτως | |
| γούνατά τε κνῆμαί τε πόδες θ' ὑπένερθεν ἑκάστου | 386 |
| τά τε γόνατα, καὶ αἱ μνῆμαι, καὶ κάτωθεν οἱ πόδες ἑκάστου, | |
| χεῖρές τ' ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν | 387 |
| καὶ αἱ χεῖρες, καὶ οἱ ὀφθαλμοὶ ἐβρέχοντο μαχομένοις | |
| ἀμφ' ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο. | 388 |
| περὶ τὸν χρηστὸν θεράποντα του ταχύποδος Ἀχιλλέως· | |
| ὡς δ' ὅτ' ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην | 389 |
| ὥσπερ δὲ ὅταν ἀνὴρ βοὸς ταύρου μεγάλου δορὰν | |
| λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ· | 390 |
| ἀνθρώποις δῷ διατείνειν, ἐλαίῳ διάβροχον ἢ λίπει, | |
| δεξάμενοι δ' ἄρα τοί γε διαστάντες τανύουσι | 391 |
| παραλαβόντες δὲ οὗτοι διαχωρισθέντες ἐκτείνουσι | |
| κυκλόσ', ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ' ἀλοιφὴ | 392 |
| κυκλόθεν, ταχέως δὲ ὑγρασία ἀπῆλθεν, ἐντήκεται γὰρ τὸ λίπος | |
| πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό· | 393 |
| πολλῶν διατεινόντων, ἐκτείνεται δὲ πᾶσα δι᾿ ὅλου εἰς τοὔμπροσθεν· | |
| ὣς οἵ γ' ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ | 394 |
| οὕτως οὗτοι ἐντεῦθεν, κἀκεῖθεν τὸν νεκρὸν ἐν ὀλίγῳ τόπῳ | |
| εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς | 395 |
| εἵλκυον ἀμφότεροι, πάνυ δὲ αὐτοῖς ἤλπιζεν ἡ ψυχὴ | |
| Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς | 396 |
| τοῖς μὲν Τρῳσὶν ἑλκύσαι πρὸς τὸ Ἴλιον, τοῖς δὲ Ἕλλησιν | |
| νῆας ἔπι γλαφυράς· περὶ δ' αὐτοῦ μῶλος ὀρώρει | 397 |
| ἐπὶ τὰς βαθείας ναῦς, περὶ αὐτοῦ δὲ πόλεμος ἠγέρθη | |
| ἄγριος· οὐδέ κ' Ἄρης λαοσσόος οὐδέ κ' Ἀθήνη | 398 |
| ἄγριος καὶ χαλεπός. οὐδ᾽ ἂν Ἄρης ὁ τὸν λαὸν παρορμῶν εἰς τὸν πόλεμον, οὐδ᾽ ἂν ἡ Ἀθηνᾶ | |
| τόν γε ἰδοῦσ' ὀνόσαιτ', οὐδ' εἰ μάλα μιν χόλος ἵκοι· | 399 |
| τοῦτόν γε θεασαμένη μέμψαιτο, οὐδ' εἰ πάνυ αὐτὴν ὀργὴ καταλάβοι· | |
| τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων | 400 |
| τοιοῦτον ὁ Ζεὺς ἐπὶ τῷ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων | |
| ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδ' ἄρα πώ τι | 401 |
| χαλεπὴν ταλαιπωρίαν ἐξέτεινε καὶ συνηύξησε τῇ ἡμέρᾳ ἐκείνῃ, οὐδέ τί πω ἄρα | |
| ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς· | 402 |
| ἐγίνωσκε τὸν Πάτροκλον ἀποθανόντα ὁ ἐνδοξότατος Ἀχιλλεύς, | |
| πολλὸν γὰρ ῥ' ἀπάνευθε νεῶν μάρναντο θοάων | 403 |
| πολὺ γὰρ δὴ πόρρω τῶν ταχειῶν νεῶν ἐμάχοντο | |
| τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ | 404 |
| ὑπὸ τῷ τείχει τῶν Τρῴων, δι' ὅπερ αὐτὸν οὐδεπώποτε ἤλπιζεν ἐν τῇ ψυχῇ | |
| τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν | 405 |
| ἀποθανεῖν, ἀλλὰ ζῶντα ἐμπελάσαντα καὶ πλησιάσαντα ταῖς πύλαις | |
| ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν | 406 |
| εἰς τοὐπίσω ὑποστρέψειν, ἐπειδὴ οὐδὲ τοῦτο ἤλπιζε παντελῶς, | |
| ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ· | 407 |
| ἐκπορθήσειν τὴν πόλιν ἄνευ αὐτοῦ, οὐδὲ μετ' αὐτοῦ, | |
| πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων, | 408 |
| πολλάκις γὰρ τοῦτό γε τῆς μητρὸς ἤκουσε κατ' ἰδίαν ἀκούων, | |
| ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα. | 409 |
| ἥτις αὐτῷ ἀπήγγελλε τὸ τοῦ μεγάλου Διὸς διανόημα, καὶ βούλημα. | |
| δὴ τότε γ' οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη | 410 |
| τοτὲ γοῦν οὐκ εἶπεν αὐτῷ τοσοῦτον δεινόν, ὁπόσον ἐγένετο, | |
| μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθ' ἑταῖρος. | 411 |
| ἡ μήτηρ, ὅτι δὴ αὐτῷ ὁ πάνυ φίλτατος φίλος ἀπώλετο. | |
| οἳ δ' αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ' ἔχοντες | 412 |
| οὗτοι δὲ ἀεὶ περὶ τὸν νεκρὸν δόρατα ἠκονημένα κρατοῦντες | |
| νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον· | 413 |
| ἀδιαλείπτως συνέβαλλον, καὶ ἀλλήλους ἀπέκτεινον. | |
| ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων· | 414 |
| οὕτω δέ τις τῶν σιδηροθωράκων Ἑλλήνων εἶπεν· | |
| ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι | 415 |
| ὦ φίλοι οὐδαμῶς ἡμῖν ἐστιν εὐπρεπὲς ὑποστρέψαι | |
| νῆας ἔπι γλαφυράς, ἀλλ' αὐτοῦ γαῖα μέλαινα | 416 |
| ἐπὶ τὰς βαθείας ναῦς, ἀλλ᾿ αὐτόθι ἡ μέλαινα γῆ | |
| πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη | 417 |
| πᾶσι χάσμα ποιήσειε, τοῦτ᾽ ἂν ἡμῖν παραχρῆμα πάνυ ἐπικερδέστερον καὶ ὠφελιμώτερον εἴη, | |
| εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν | 418 |
| εἰ τοῦτον τοῖς ἱππικοῖς Τρῳσὶ καταλείψομεν ἑλκύσαι | |
| ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι. | 419 |
| πρὸς τὴν ἑαυτῶν πόλιν καὶ δόξαν λαβεῖν. | |
| ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν· | 420 |
| οὕτω δέ τις πάλιν τῶν μεγαλοψύχων Τρῴων ἔλεγεν· | |
| ὦ φίλοι, εἰ καὶ μοῖρα παρ' ἀνέρι τῷδε δαμῆναι | 421 |
| ὦ προσφιλέστατοι, εἰ καὶ εἱμαρμένον ἐστὶ παρὰ τούτῳ τῷ ἀνδρὶ ἀναιρεθῆναι | |
| πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο. | 422 |
| πάντας ὁμοίως, μηδαμῶς τις ἀναχωρείτω τῆς μάχης. | |
| ὣς ἄρα τις εἴπεσκε, μένος δ' ὄρσασκεν ἑκάστου. | 423 |
| οὕτως ἄρα τις εἶπεν, ἑκάστου δὲ ἰσχὺν καὶ προθυμίαν διήγειρεν. | |
| ὣς οἳ μὲν μάρναντο, σιδήρειος δ' ὀρυμαγδὸς | 424 |
| οὕτως οὗτοι μὲν ἐμάχοντο, στερεώτατος δὲ θόρυβος | |
| χάλκεον οὐρανὸν ἷκε δι' αἰθέρος ἀτρυγέτοιο· | 425 |
| εἰς τὸν χαλκοῦν καὶ ἰσχυρὸν οὐρανὸν ἀφικνεῖτο διὰ τοῦ ἀτρύτου (ἀπείρου, ἀκάρπου) αἰθέρος | |
| ἵπποι δ' Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες | 426 |
| οἱ ἵπποι δὲ τοῦ ἐγγόνου τοῦ Αἰακοῦ πόρρω τῆς μάχης ἀπελθόντες | |
| κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο | 427 |
| ἔκλαιον, ἐπειδὴ τὰ πρῶτα ᾔσθοντο τοῦ ἡνιόχου | |
| ἐν κονίῃσι πεσόντος ὑφ' Ἕκτορος ἀνδροφόνοιο. | 428 |
| ἐν τῇ κόνει καταπεσόντος καὶ ἀναιρεθέντος ὑπὸ τοῦ ἀνδροκτόνου Ἕκτορος. | |
| ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς | 429 |
| ὄντως μὴν Αὐτομέδων ὁ ἰσχυρὸς υἱὸς τοῦ Διώρεος | |
| πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων, | 430 |
| πολλὰ μὲν δὴ μάστιγι ταχυποιῷ ἐφήπτετο τύπτων, | |
| πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ' ἀρειῇ· | 431 |
| πολλὰ δὲ λόγοις προσηνέσιν ἔλεγε, πολλὰ δὲ ἀπειλῇ· | |
| τὼ δ' οὔτ' ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον | 432 |
| οὗτοι δὲ οὔτε εἰς τοὐπίσω ἐπὶ τὸν εὐρὺν Ἑλλήσποντον | |
| ἠθελέτην ἰέναι οὔτ' ἐς πόλεμον μετ' Ἀχαιούς, | 433 |
| ἔθελον πορεύεσθαι, οὔτε εἰς τὸν πόλεμον πρὸς τοὺς Ἕλληνας· | |
| ἀλλ' ὥς τε στήλη μένει ἔμπεδον, ἥ τ' ἐπὶ τύμβῳ | 434 |
| ἀλλ᾿ ὥσπερ στήλη μένει ἑδραίως καὶ μονίμως, ἥτις ἐπὶ τάφῳ | |
| ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός, | 435 |
| ἀνδρὸς ἵσταται ἀποθανόντος, ἢ γυναικός· | |
| ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες | 436 |
| οὕτως ἔμενον ἀσφαλῶς καὶ ἀμετακινήτως τὸ περικαλλὲς καὶ εὐειδὲς ὄχημα ἔχοντες, | |
| οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι | 437 |
| τῷ ἐδάφει προσερείσαντες τὰς κεφαλὰς, δάκρυα δὲ αὐτοῖς | |
| θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν | 438 |
| θερμὰ ἀπὸ τῶν ὀμμάτων ἐπὶ τὴν γῆν κατέρρεον θρηνοῦσι | |
| ἡνιόχοιο πόθῳ· θαλερὴ δ' ἐμιαίνετο χαίτη | 439 |
| τῷ πόθῳ τοῦ ἡνιόχου, ἡ ἀνθηρὰ δὲ καὶ ἀκμαία χαίτη αὐτῶν | |
| ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν. | 440 |
| ἐμολύνετο, ἐκπεσοῦσα τῆς ζεύγλης εἰς τὸν ζυγὸν ἑκατέρῳ. | |
| μυρομένω δ' ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων, | 441 |
| θρηνοῦντας δ᾽ ἄρα τούτους θεασάμενος ᾤκτειρεν ὁ υἱὸς τοῦ Κρόνου, | |
| κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· | 442 |
| κινήσας δὲ τὴν κεφαλὴν πρὸς τὴν ἑαυτοῦ ψυχὴν εἶπε· | |
| ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι | 443 |
| φεῦ ἄθλιοι, ἵνα τί ὑμᾶς δοῦναι τεθελήκαμεν τῷ βασιλεῖ Πηλεῖ | |
| θνητῷ, ὑμεῖς δ' ἐστὸν ἀγήρω τ' ἀθανάτω τε; | 444 |
| τῷ θνητῷ ἀνθρώπῳ, ὑμεῖς δὲ ὑπάρχετε μήτε γήρᾳ, μήτε θανάτῳ ὑποκείμενοι, | |
| ἦ ἵνα δυστήνοισι μετ' ἀνδράσιν ἄλγε' ἔχητον; | 445 |
| ἢ ἵνα λύπας καὶ ὀδύνας ἔχητε ἐν τοῖς ταλαιπώροις ἀνδράσιν· | |
| οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς | 446 |
| οὐδαμῶς γάρ που ἐστί τι ταλαιπωρότερον καὶ ἀθλιώτερον τοῦ ἀνδρὸς | |
| πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει. | 447 |
| συμπάντων, ὅσα κατὰ τὴν γῆν ἀναπνέουσι καὶ κινοῦνται· | |
| ἀλλ' οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν | 448 |
| ἀλλ᾽ οὐδαμῶς ὑμῖν γε καὶ τοῖς ποικίλοις ὀχήμασιν | |
| Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω. | 449 |
| Ἕκτωρ ὁ υἱὸς τοῦ Πριάμου ἐπιβήσεται, οὐ γὰρ ἀφήσω· | |
| ἦ οὐχ ἅλις ὡς καὶ τεύχε' ἔχει καὶ ἐπεύχεται αὔτως; | 450 |
| ἢ οὐχ ἱκανὸν ὅτι καὶ τὰ ὅπλα ἔχει, καὶ ἐπικαυχᾶται ματαίως; | |
| σφῶϊν δ' ἐν γούνεσσι βαλῶ μένος ἠδ' ἐνὶ θυμῷ, | 451 |
| ὑμῖν δὲ ἐν τοῖς γόνασιν ἐμβαλῶ δύναμιν καὶ ἐν τῇ ψυχῇ, | |
| ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο | 452 |
| ὅπως καὶ τὸν Αὐτομέδοντα σώσητε ἐκ τοῦ πολέμου | |
| νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω | 453 |
| ἐπὶ τὰς βαθείας ναῦς, ἔτι γὰρ αὐτοῖς δόξαν παρέξω | |
| κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται | 454 |
| ἀναιρεῖν, ἕως ἂν εἰς τὰς εὐκαθέδρους ναῦς καταλάβωσι, | |
| δύῃ τ' ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ· | 455 |
| καὶ ὁ ἥλιος δύῃ, καὶ τὸ ἱερὸν σκότος ἐπέλθῃ. | |
| ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ. | 456 |
| οὕτως εἰπὼν τοῖς ἵπποις ἐνέβαλε δύναμιν μεγάλην. | |
| τὼ δ' ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε | 457 |
| οὗτοι δὲ ἀπὸ τῶν χαιτῶν τὴν κόνιν ἐπὶ τὸ ἔδαφος καταβαλόντες, | |
| ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς. | 458 |
| τάχιστα ἔφερον τὸ ταχυ ἅρμα πρὸς τοὺς Τρῷας καὶ Ἕλληνας· | |
| τοῖσι δ' ἐπ' Αὐτομέδων μάχετ' ἀχνύμενός περ ἑταίρου | 459 |
| ἐπὶ τούτοις δὲ Αὐτομέδων ἐπολέμει καίπερ λυπούμενος ἕνεκα τοῦ φίλου | |
| ἵπποις ἀΐσσων ὥς τ' αἰγυπιὸς μετὰ χῆνας· | 460 |
| διὰ τῶν ἵππων ἐφορμῶν, ὥσπερ τις γὺψ ἐπὶ χῆνας, | |
| ῥέα μὲν γὰρ φεύγεσκεν ὑπ' ἐκ Τρώων ὀρυμαγδοῦ, | 461 |
| ῥᾳδίως μὲν γὰρ ἔφευγεν ἐκ τοῦ θορύβου τῶν Τρῴων, | |
| ῥεῖα δ' ἐπαΐξασκε πολὺν καθ' ὅμιλον ὀπάζων. | 462 |
| ῥᾳδίως δὲ ἐφώρμα κατὰ τὸν μέγαν στρατὸν ἐπιδιώκων (ἐλαύνων)· | |
| ἀλλ' οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν· | 463 |
| ἀλλ᾿οὐκ ἀνήρει ἄνδρας, ὅτε ἀνώρμητο διώκειν, | |
| οὐ γάρ πως ἦν οἶον ἐόνθ' ἱερῷ ἐνὶ δίφρῳ | 464 |
| οὐ γὰρ ἦν δυνατὸν μόνον ὄντα ἐπὶ τοῦ ἱεροῦ ὀχήματος | |
| ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους. | 465 |
| σὺν δόρατι ἐφορμῶν, καὶ τοὺς ταχεῖς ἵππους ἐπέχειν· | |
| ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν | 466 |
| μετὰ πολὺ δὲ αὐτὸν ἐθεάσατο τοῖς ὀφθαλμοῖς φίλος ἀνὴρ | |
| Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο· | 467 |
| Ἀλκιμέδων ὁ υἱὸς τοῦ Λαέρκους τοῦ υἱοῦ τοῦ Ἀιμόνου, | |
| στῆ δ' ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα· | 468 |
| ἔστη δὲ ὄπισθεν τοῦ ὀχήματος, καὶ ἔλεγε πρὸς τὸν Αὐτομέδοντα· | |
| Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν | 469 |
| ὦ Αὐτόμεδον, τίς δή σοι τῶν θεῶν ἀκερδῆ καὶ ἀνωφελῆ βουλὴν | |
| ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς; | 470 |
| εἰς τὸ στῆθος ἐνέβαλε, καὶ ἀφείλετο τὴν ἀγαθὴν διάνοιαν; θαῦμα, | |
| οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ | 471 |
| πρὸς τοὺς Τρῷας πολεμεῖς ἐν τῷ πρώτῳ πλήθει, | |
| μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δ' Ἕκτωρ | 472 |
| ἤγουν ἐν τοῖς πρωταγωνισταῖς μόνος, ὁ φίλος δέ σοι ἀνῃρέθη, τὰ ὅπλα δὲ ὁ Ἕκτωρ | |
| αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο. | 473 |
| αὐτὸς ἔχων περὶ τοὺς ὤμους τέρπεται τοῦ ἐγγόνου τοῦ Αἰακοῦ. | |
| τὸν δ' αὖτ' Αὐτομέδων προσέφη Διώρεος υἱός· | 474 |
| πρὸς τοῦτον δὲ εἶπεν Αὐτομέδων ὁ υἱὸς τοῦ Διώρους· | |
| Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος | 475 |
| ὦ Ἀλκίμεδον, τίς δὲ ἄλλος τῶν Ἑλλήνων ὅμοιός σοι | |
| ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε, | 476 |
| ἐπέχειν δάμασιν καὶ δύναμιν εὔτολμον ἵππων ἀθανάτων, | |
| εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος | 477 |
| εἰ μὴ Πάτροκλος ὁ θεοῖς ὅμοιος ἐπιστήμων τῶν τοιούτων, | |
| ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. | 478 |
| ὅτε ἔζη; νῦν δὲ ὁ θάνατος αὐτὸν καὶ τὸ εἱμαρμένον κατέλαβεν· | |
| ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα | 479 |
| ἀλλὰ σύ μὲν τὴν μάστιγα, καὶ τὰς λαμπρὰς ἡνίας | |
| δέξαι, ἐγὼ δ' ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι. | 480 |
| λάβε, ἐγὼ δὲ ἀποβήσομαι τῶν ἵππων ἵνα πολεμῶ. | |
| ὣς ἔφατ', Ἀλκιμέδων δὲ βοηθόον ἅρμ' ἐπορούσας | 481 |
| οὕτως εἶπεν. Ἀλκιμέδων δὲ εἰς τὸ βοηδρόμον ἅρμα ἀναβὰς | |
| καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν, | 482 |
| ταχέως, τὴν μάστιγα καὶ τὰς ἡνίας ἔλαβε ταῖς χερσίν. | |
| Αὐτομέδων δ' ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ, | 483 |
| Αὐτομέδων δὲ κατῆλθεν, ἐθεάσατο δὲ αὐτὸν ὁ λαμπρὸς Ἕκτωρ, | |
| αὐτίκα δ' Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα· | 484 |
| παραχρῆμα δὲ πρὸς τὸν Αἰνείαν ἔλεγε πλησίον ὄντα· | |
| Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων | 485 |
| ὦ Αἰνεία βουλευτά καὶ γνωμοδότα τῶν σιδηροθωράκων Τρῴων | |
| ἵππω τώδ' ἐνόησα ποδώκεος Αἰακίδαο | 486 |
| τοὺς ἵππους τούσδε ἐθεασάμην τοῦ ταχύποδος ἐγγόνου τοῦ Αἰακοῦ | |
| ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι· | 487 |
| εἰς τὴν μάχην φανέντας μετὰ ἡνιόχων δειλῶν· | |
| τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ | 488 |
| τούτους ἐλπίζοιμ' ἂν ἑλεῖν, εἰ σύ γε προθύμως | |
| σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ | 489 |
| βούλοιο, ἐπειδὴ οὐκ ἂν ἐφορμήσαντας ἡμᾶς γε | |
| τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ. | 490 |
| ὑπομείνειεν, ὥστε κατ' ἐναντίωσιν βιαίων ἀνθιστάμενοι πολεμῆσαι μάχῃ (σιδήρῳ). | |
| ὣς ἔφατ', οὐδ' ἀπίθησεν ἐὺ̈ς πάϊς Ἀγχίσαο. | 491 |
| οὕτως εἶπεν· ὑπήκουσε δὲ ὁ γενναῖος υἱὸς τοῦ Ἀγχίσου. | |
| τὼ δ' ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους | 492 |
| οὗτοι δὲ ἐπ᾿ εὐθείας ἐπορεύθησαν βύρσαις βοῶν κεκαλυμμένοι κατὰ τοὺς ὤμους | |
| αὔῃσι στερεῇσι· πολὺς δ' ἐπελήλατο χαλκός. | 493 |
| ξηραῖς, στερεαῖς καὶ ἰσχυραῖς, πολὺς δὲ χαλκὸς ἐφήπλωτο αὐτοῖς· | |
| τοῖσι δ' ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς | 494 |
| σὺν αὐτοῖς καὶ Χρόμιος, καὶ Ἄρητος ὁ ὅμοιος θεῷ | |
| ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς | 495 |
| ἐπορεύοντο ἀμφότεροι, πάνυ δὲ αὐτοῖς ἤλπιζεν ἡ ψυχὴ | |
| αὐτώ τε κτενέειν ἐλάαν τ' ἐριαύχενας ἵππους | 496 |
| αὐτούς τε ἀποκτεῖναι, καὶ ἐλάσαι τοὺς μεγαλαύχενας ἵππους· | |
| νήπιοι, οὐδ' ἄρ' ἔμελλον ἀναιμωτί γε νέεσθαι | 497 |
| οἱ μωροὶ καὶ ἀνόητοι, οὐδὲ δὴ ἔμελλον ἄνευ αἵματος καὶ φόνου ὑποστρέφειν | |
| αὖτις ἀπ' Αὐτομέδοντος. ὃ δ' εὐξάμενος Διὶ πατρὶ | 498 |
| εἰς τοὐπίσω ἀπὸ τοῦ Αὐτομέδοντος· οὗτος δὲ εὐξάμενος τῷ Διὶ τῷ πατρὶ | |
| ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας· | 499 |
| ἰσχύος τε καὶ δυνάμεως ἐνεπλήσθη κατὰ τὰς βαθείας καὶ συνετὰς φρένας. | |
| αὐτίκα δ' Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον· | 500 |
| εὐθέως δὲ πρὸς τὸν Ἀλκιμέδοντα ἔλεγε τὸν πιστὸν φίλον· | |
| Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους, | 501 |
| ὦ Ἀλκίμεδον, μή μοι πόρρωθεν κάτεχε τοὺς ἵππους, | |
| ἀλλὰ μάλ' ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε | 502 |
| ἀλλὰ πάνυ καταπνέοντας αὐτὰ τὰ μετάφρενα, ἤγουν ἐγγὺς ὄντας τῶν νώτων· οὐ γὰρ ἔγωγε | |
| Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω, | 503 |
| ὑπολαμβάνω τὸν τοῦ Πριάμου υἱὸν Ἕκτορα στήσεσθαι τῆς ὁρμῆς, | |
| πρίν γ' ἐπ' Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω | 504 |
| πρὶν ἐπιβῆναι τῶν ὡραιοτρίχων ἵππων τοῦ Ἀχιλλέως | |
| νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν | 505 |
| ἡμᾶς ἀνελόντα, καὶ εἰς φυγὴν τρέψαι τὰς τάξεις τῶν ἀνδρῶν | |
| Ἀργείων, ἤ κ' αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη. | 506 |
| τῶν Ἑλλήνων, ἢ αὐτὸς ἂν ἐν τοῖς πρώτοις ἀναιρεθείη. | |
| ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον· | 507 |
| οὕτως εἰπὼν τοὺς Αἴαντας ἐκάλεσε, καὶ τὸν Μενέλαον λέγων· | |
| Αἴαντ' Ἀργείων ἡγήτορε καὶ Μενέλαε | 508 |
| ὦ Αἴαντες ἡγεμόνες τῶν Ἑλλήνων, καὶ Μενέλαε, | |
| ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ' οἵ περ ἄριστοι | 509 |
| τὸν μὲν νεκρὸν ἐπιτρέψατε αὐτοῖς, ὅσοι κράτιστοι, | |
| ἀμφ' αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν, | 510 |
| περὶ αὐτὸν ἵστασθαι, καὶ μάχεσθαι πρὸς τὰς τάξεις τῶν ἀνδρῶν· | |
| νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ· | 511 |
| ἡμῖν δὲ τοῖς ζῶσιν ἀποσοβήσατε τὴν χαλεπὴν ἡμέραν· | |
| τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα | 512 |
| ἐνθάδε γὰρ ἐπέδραμον κατὰ τὸν πόλεμον τὸν δακρύων γέμοντα | |
| Ἕκτωρ Αἰνείας θ', οἳ Τρώων εἰσὶν ἄριστοι. | 513 |
| ὅ τε Ἕκτωρ καὶ ὁ Αἰνείας, οἵτινές εἰσι κράτιστοι τῶν Τρῴων. | |
| ἀλλ' ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται· | 514 |
| ἀλλὰ ταῦτα μὲν ἐν τοῖς γόνασι (τῇ δυνάμει) τῶν θεῶν κεῖνται, | |
| ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει. | 515 |
| ἀκοντίσω γὰρ καὶ ἐγώ, ταῦτα δὲ πάντα τῷ Διὶ διὰ φροντίδος ἔσται. | |
| ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, | 516 |
| εἶπε δὴ καὶ διασείσας ἀφῆκε τὸ μακρὸν δόρυ, | |
| καὶ βάλεν Ἀρήτοιο κατ' ἀσπίδα πάντοσ' ἐΐσην· | 517 |
| καὶ ἔτυψε κατὰ τὴν τοῦ Ἀρήτου ἀσπίδα τὴν πάντοθεν ἴσην, | |
| ἣ δ' οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός, | 518 |
| αὕτη δὲ οὐκ ἐκώλυσε τὸ δόρυ, εἰς τὸ πρόσω δὲ διῆλθεν ὁ σίδηρος, | |
| νειαίρῃ δ' ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν. | 519 |
| εἰς τὸ ἔσχατον δὲ τῆς γαστρὸς διὰ τῆς θωρακίτιδος ζώνης ἐπέρασεν· | |
| ὡς δ' ὅτ' ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ | 520 |
| ὥσπερ δὲ ὅταν ἀνὴρ νέος πέλεκυν τμητικὸν ἔχων | |
| κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο | 521 |
| πλήξας ὄπισθεν τῶν κεράτων τοῦ ἐν τῷ ἀγρῷ διατρίβοντος βοός, | |
| ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν, | 522 |
| ὅλον τὸ νεῦρον διακόψῃ, οὗτος δὲ εἰς τὸ πρόσω ὁρμῶν καταπίπτῃ· | |
| ὣς ἄρ' ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος | 523 |
| οὕτω δὴ αὐτὸς εἰς τὸ πρόσω ὁρμήσας κατέπεσεν ἐπὶ τὰ μετάφρενα, τὸ δόρυ δὲ αὐτοῦ | |
| νηδυίοισι μάλ' ὀξὺ κραδαινόμενον λύε γυῖα. | 524 |
| ἐν τῇ γαστρὶ πάνυ ὀξέως περισειόμενον διέλυε καὶ ἐνέκρου τὰ μέλη. | |
| Ἕκτωρ δ' Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ· | 525 |
| ὁ Ἕκτωρ δὲ κατὰ τοῦ Αὐτομέδοντος ἔβαλε δόρατι λαμπρῷ, | |
| ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος· | 526 |
| ἀλλ᾿ οὗτος μὲν καταντικρύ θεασάμενος ἐξέκλινε τὸ σιδηροῦν δόρυ, | |
| πρόσσω γὰρ κατέκυψε, τὸ δ' ἐξόπιθεν δόρυ μακρὸν | 527 |
| εἰς τὸ πρόσω γὰρ ἐκλίθη, τοῦτο δὲ ὄπισθεν τὸ μακρὸν δόρυ | |
| οὔδει ἐνισκίμφθη, ἐπὶ δ' οὐρίαχος πελεμίχθη | 528 |
| τῷ ἐδάφει προσερείσθη, ὁ σαυροτὴρ δὲ περιεσείσθη | |
| ἔγχεος· ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος Ἄρης. | 529 |
| τοῦ δόρατος· τότε δὲ ἵστη τὴν ὁρμὴν ὁ ἰσχυρὸς σίδηρος, | |
| καί νύ κε δὴ ξιφέεσσ' αὐτοσχεδὸν ὁρμηθήτην | 530 |
| καὶ δὴ ἂν ξίφεσιν ἐκ τοῦ σύνεγγυς ὡρμήθησαν, | |
| εἰ μή σφω' Αἴαντε διέκριναν μεμαῶτε, | 531 |
| εἰ μὴ αὐτοὺς προθύμως ὁρμῶντας διεχώρισαν οἱ Αἴαντες, | |
| οἵ ῥ' ἦλθον καθ' ὅμιλον ἑταίρου κικλήσκοντος· | 532 |
| οἳ δὴ ἐπῆλθον εἰς τὴν μάχην τοῦ φίλου καλέσαντος, | |
| τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις | 533 |
| τούτους φοβηθέντες ἀνεχώρησαν εἰς τοὐπίσω | |
| Ἕκτωρ Αἰνείας τ' ἠδὲ Χρομίος θεοειδής, | 534 |
| ὅ τε Ἕκτωρ, ὁ Αἰνείας, καὶ ὁ Χρόμιος ὁ θεῷ ὅμοιος τῷ εἴδει, | |
| Ἄρητον δὲ κατ' αὖθι λίπον δεδαϊγμένον ἦτορ | 535 |
| τὸν Ἄρητον δὲ κατέλιπον αὐτόθι τετρωμένον τὰ καιριώτατα μόρια | |
| κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ | 536 |
| κείμενον· ὁ Αὐτομέδων δὲ ὅμοιος τῷ ταχεῖ Ἄρει | |
| τεύχεά τ' ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα· | 537 |
| τά τε ὅπλα ἀφείλετο, καὶ καυχώμενος ἔλεγεν· | |
| ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος | 538 |
| ὄντως δήπου πρὸς βραχὺ τοῦ υἱοῦ τοῦ Μενοιτίου ἀποθανόντος | |
| κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων. | 539 |
| τὴν ψυχὴν τῆς λύπης ἀπέλυσα, καίπερ χείρονα ἀποκτείνας. | |
| ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα | 540 |
| οὕτως εἰπὼν εἰς τὸ ὄχημα λαβὼν τὰ ᾑμαγμένα ὅπλα | |
| θῆκ', ἂν δ' αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν | 541 |
| ἔθηκεν, ἀνέβαινε δὲ αὐτὸς τοὺς πόδας καὶ τὰς χεῖρας ἄνωθεν | |
| αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς. | 542 |
| ᾑμαγμένος, ὥσπερ τις λέων ταῦρον καταφαγών. | |
| ἂψ δ' ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη | 543 |
| πάλιν δὲ ἐπὶ τῷ Πατρόκλῳ ἐξετάθη καὶ συνηυξήθη ἰσχυρὰ μάχη | |
| ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη | 544 |
| χαλεπὴ πολλῶν δακρύων αἰτία, διήγειρε δὲ καὶ ἠρέθισε φιλονεικίαν καὶ ἔριν ἡ Ἀθηνᾶ | |
| οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς | 545 |
| ἐκ τοῦ οὐρανοῦ κατελθοῦσα, ἔπεμψε γὰρ αὐτὴν ὁ μεγαλόφωνος Ζεὺς | |
| ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετ' αὐτοῦ. | 546 |
| διεγείραι καὶ παροξύναι τοὺς Ἕλληνας, ἤδη γὰρ ὁ νοῦς αὐτοῦ ἐτράπη καὶ μετέβαλεν | |
| ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ | 547 |
| ὤσπερ δὲ ὅταν ἴριν ποικίλην τοῖς ἀνθρώποις ἐκτείνῃ | |
| Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο | 548 |
| ὁ Ζεὺς ἐκ τοῦ οὐρανοῦ σημεῖον εἶναι ἢ πολέμου, | |
| ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων | 549 |
| ἢ καὶ χειμῶνος ψυχροῦ, ὃς δὴ τῶν ἔργων | |
| ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει, | 550 |
| τοὺς ἀνθρώπους ἀπέπαυσεν ἐπὶ τῆς γῆς, τὰ δὲ θρέμματα λυπεῖ. | |
| ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν | 551 |
| οὕτως αὕτη πορφυρᾷ νεφέλῃ καλύψασα ἑαυτὴν | |
| δύσετ' Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον. | 552 |
| εἰσῆλθεν εἰς τὸ πλῆθος τῶν Ἑλλήνων, προὐτρέψατο δὲ ἕκαστον ἄνδρα. | |
| πρῶτον δ' Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα | 553 |
| πρῶτον δὲ πρὸς τὸν υἱὸν τοῦ Ἀτρέως διεγείρουσα ἔλεγε | |
| ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν· | 554 |
| τὸν ἰσχυρὸν Μενέλαον, οὗτος γὰρ δὴ αὐτῇ ἦν πλησίον, | |
| εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν· | 555 |
| ὁμοιωθεῖσα τῷ Φοίνικι κατά τε τὸ σῶμα, καὶ τὴν ἀκαταπόνητον φωνήν· | |
| σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος | 556 |
| σοὶ μὲν δή, ὦ Μενέλαε, στυγνότης καὶ αἰσχύνη καὶ ὄνειδος | |
| ἔσσεται εἴ κ' Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον | 557 |
| ἔσται, ἐὰν τοῦ λαμπροῦ Ἀχιλλέως τὸν πιστὸν φίλον | |
| τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν. | 558 |
| οἱ ταχεῖς κύνες σπαράξωσιν ὑπὸ τῷ τείχει τῶν Τρῴων, | |
| ἀλλ' ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα. | 559 |
| ἀλλ᾿ ἀνθίστασο ἰσχυρῶς, παρόξυνε δὲ πάντα τὸν στρατόν. | |
| τὴν δ' αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· | 560 |
| πρὸς ταύτην δὲ εἶπεν ὁ κατὰ πόλεμον χρηστὸς καὶ ἀνδρεῖος Μενέλαος· | |
| Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη | 561 |
| ὦ Φοίνιξ τίμιε, πρεσβύτα πολυχρόνιε, εἰ γὰρ ἡ Ἀθηνᾶ | |
| δοίη κάρτος ἐμοί, βελέων δ' ἀπερύκοι ἐρωήν· | 562 |
| παράσχοι μοι δύναμιν, τὴν τῶν βελῶν δὲ ὁρμὴν ἀποσοβοίη, | |
| τώ κεν ἔγωγ' ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν | 563 |
| οὕτως ἂν ἔγωγε βουλοίμην παρεστάναι καὶ βοηθεῖν | |
| Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν. | 564 |
| τῷ Πατρόκλῳ, πάνυ γὰρ ἀποθανὼν ἔπληξέ μου τὴν ψυχήν· | |
| ἀλλ' Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδ' ἀπολήγει | 565 |
| ἀλλ' ὁ Ἕκτωρ πυρὸς δύναμιν χαλεπὴν ἔχει, οὐδὲ ἀποπαύεται | |
| χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει. | 566 |
| σιδήρῳ ἀναιρῶν καὶ ἀφανίζων· τούτῳ γὰρ ὁ Ζεὺς δόξαν δωρεῖται. | |
| ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη, | 567 |
| οὕτως εἶπεν· ἐχάρη δὲ ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ, | |
| ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων. | 568 |
| διότι δὴ αὐτῇ πρὸ πάντων τῶν ἄλλων θεῶν ηὔξατο, | |
| ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε, | 569 |
| ἐνέβαλε δὲ ἰσχὺν εἰς τοὺς ὤμους, καὶ εἰς τὰ γόνατα, | |
| καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν, | 570 |
| καὶ θάρσος μυίας εἰς τὸ στῆθος αὐτοῦ ἐνέπνευσεν, | |
| ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο | 571 |
| ἥτις καὶ ἀποτρεπομένη πάνυ γε τοῦ ἀνδρείου σώματος | |
| ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμ' ἀνθρώπου· | 572 |
| ἐπιθυμεῖ δακεῖν, προσηνὲς δὲ καὶ ἡδὺ αὐτῇ τὸ αἷμα τοῦ ἀνθρώπου· | |
| τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας, | 573 |
| τοιούτου θάρσους ἐνέπλησεν αὐτὸν κατὰ τὰς βαθείας καὶ συνετὰς φρένας· | |
| βῆ δ' ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ. | 574 |
| ἔστη δὲ παρὰ τῷ Πατρόκλῳ, καὶ ἔβαλε δόρατι λαμπρῷ. | |
| ἔσκε δ' ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος | 575 |
| ἦν δέ τις ἐν τοῖς Τρωσί Ποδῆς υἱός τοῦ Ἠετίωνος | |
| ἀφνειός τ' ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ | 576 |
| πλούσιός τε καὶ χρηστός, μάλιστα δὲ αὐτὸν ἐτίμα ὁ Ἕκτωρ | |
| δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής· | 577 |
| τῶν δημοτῶν, ἐπειδὴ ἀγαπητός φίλος ἦν αὐτῷ σύσσιτος καὶ συμπότης· | |
| τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος | 578 |
| τοῦτον δὴ κατὰ τὴν θωρακίτιδα ζώνην ἔπληξεν ὁ πυρρός Μενέλαος | |
| ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· | 579 |
| ὁρμήσαντα εἰς φυγήν, εἰς τὸ πρόσω δὲ τὸν σίδηρον διεπέρασεν, | |
| δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος | 580 |
| ἐψόφησε δὲ καταπεσών. Μενέλαος δὲ ὁ υἱὸς τοῦ Ἀτρέως | |
| νεκρὸν ὑπ' ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων. | 581 |
| τὸν νεκρὸν ἐκ τῶν Τρῴων ἐφείλκυσε πρὸς τὸ πλῆθος τῶν φίλων· | |
| Ἕκτορα δ' ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων | 582 |
| τὸν Ἕκτορα δὲ πλησίον στὰς παρώξυνεν ὁ Ἀπόλλων | |
| Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων | 583 |
| ὅμοιος Φαίνοπι τῷ υἱῷ τοῦ Ἰάσου, ὅστις αὐτῷ συμπάντων | |
| ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων· | 584 |
| τῶν ξένων φίλτατος ἦν ἐν Ἀβύδῳ τὴν οἰκίαν οἰκῶν. | |
| τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων· | 585 |
| - | |
| Ἕκτορ τίς κέ σ' ἔτ' ἄλλος Ἀχαιῶν ταρβήσειεν; | 586 |
| ὦ Ἕκτορ, τίς ἄν σε ἄλλος ἔτι τῶν Ἑλλήνων φοβηθείη, | |
| οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε | 587 |
| ὅσον δὴ τὸν Μενέλαον ἐφοβήθης, ὃς τὸ πρότερον | |
| μαλθακὸς αἰχμητής· νῦν δ' οἴχεται οἶος ἀείρας | 588 |
| ἀσθενὴς ἦν πολεμιστής, νῦν δὲ ἀπῆλθε μόνος ἄρας | |
| νεκρὸν ὑπ' ἐκ Τρώων, σὸν δ' ἔκτανε πιστὸν ἑταῖρον | 589 |
| νεκρὸν ἐκ τῶν Τρῴων, σὸν δὲ πιστὸν φίλον ἀπέκτεινε, | |
| ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος. | 590 |
| καὶ ἀνδρεῖον ἐν τοῖς πρωταγωνισταῖς, Ποδῆν τὸν υἱὸν τοῦ Ἠετίωνος. | |
| ὣς φάτο, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα, | 591 |
| οὕτως εἶπε, τοῦτον δὲ λύπης νεφέλη σκοτεινή περιεκάλυψεν· | |
| βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ. | 592 |
| ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν καθωπλισμένος σιδήρῳ λαμπρῷ· | |
| καὶ τότ' ἄρα Κρονίδης ἕλετ' αἰγίδα θυσσανόεσσαν | 593 |
| καὶ τότε δὴ ὁ υἱὸς τοῦ Κρόνου ἔλαβε τὴν αἰγίδα τὴν κροσσοὺς ἔχουσαν | |
| μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν, | 594 |
| τὴν λαμπράν, τὴν Ἴδην δὲ κατεκάλυψε νέφεσιν, | |
| ἀστράψας δὲ μάλα μεγάλ' ἔκτυπε, τὴν δὲ τίναξε, | 595 |
| ἀστράψας δὲ πάνυ μεγάλως ἐβρόντησε, ταύτην δὲ διέσεισε, | |
| νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δ' Ἀχαιούς. | 596 |
| τοῖς Τρῳσὶ δὲ νίκην ἐδωρεῖτο, τοὺς Ἕλληνας δὲ εἰς φυγὴν ἔτρεψε. | |
| πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο. | 597 |
| πρῶτος Πηνέλαος ὁ Βοιωτὸς ἤρξατο φυγῆς, | |
| βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ | 598 |
| ἐτρώθη γὰρ κατὰ τὸν ὦμον δόρατι, εἰς τὸ πρόσω ἀεὶ ὁρμῶν | |
| ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις | 599 |
| κατὰ τὸ ἄκρον ἐπιξεστικῶς, ἔξεσε δὲ τὸ ὀστοῦν αὐτοῦ παντελῶς | |
| αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥ' ἔβαλε σχεδὸν ἐλθών. | 600 |
| ἡ ἐπιδορατὶς τοῦ Πολυδάμαντος, οὗτος γὰρ αὐτὸν ἔτρωσεν ἐγγὺς παραγενόμενος. | |
| Λήϊτον αὖθ' Ἕκτωρ σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ | 601 |
| Ἕκτωρ δὲ τὸν Λήιτον ἐκ τοῦ σύνεγγυς ἔτρωσε κατὰ τὴν χεῖρα παρὰ τῷ καρπῷ, | |
| υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης· | 602 |
| τὸν υἱὸν τοῦ μεγαλοψύχου Ἀλεκτρυόνος, ἀπέπαυσε δὲ αὐτὸν τῆς μάχης, | |
| τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ | 603 |
| ἐτράπη δὲ εἰς φυγὴν περιβλεψάμενος, ἐπειδὴ οὐκέτι ἤλπιζε τῇ ψυχῇ | |
| ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν. | 604 |
| πολεμήσειν τοῖς Τρῳσὶν ἔχων τὸ δόρυ ἐν τῇ χειρί. | |
| Ἕκτορα δ' Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα | 605 |
| τὸν Ἕκτορα δὲ ὁ Ἰδομενεὺς ἐπὶ τὸν Λήιτον ὁρμηθέντα | |
| βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν· | 606 |
| ἔβαλε κατὰ τὸν θώρακα εἰς τὸ στῆθος παρὰ τὸν μαζόν, | |
| ἐν καυλῷ δ' ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν | 607 |
| συνετρίβη δὲ τὸ μακρὸν δόρυ ἐν τῷ καυλῷ, ἤγουν κατὰ τὸ ἀποξυνόμενον μέρος, ὃ ἐμβάλλεται τῇ ἐπιδορατίδι· οἱ δὲ ἐβόησαν | |
| Τρῶες· ὃ δ' Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο | 608 |
| οἱ Τρῷες, οὗτος δὲ κατὰ τοῦ Ἰδομενέως τοῦ υἱοῦ τοῦ Δευκαλίωνος | |
| δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥ' ἀπὸ τυτθὸν ἅμαρτεν· | 609 |
| ἀφῆκε τὸ δόρυ ἐπὶ τοῦ ὀχήματος ἑστῶτος· τούτου μὲν οὖν δι᾽ ὀλίγον ἀπέτυχεν, | |
| αὐτὰρ ὃ Μηριόναο ὀπάονά θ' ἡνίοχόν τε | 610 |
| αὐτὸς δὲ τὸν θεράποντα καὶ ἡνίοχον τοῦ Μηριόνου | |
| Κοίρανον, ὅς ῥ' ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ' αὐτῷ· | 611 |
| τὸν Κοίρανον, ὅστις δὴ ἐκ τῆς Λύκτου τῆς καλῶς οἰκουμένης εἵπετο αὐτῷ· | |
| πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας | 612 |
| πεζὸς γὰρ τὸ πρῶτον καταλιπών τὰς ἀμφοτέρωθεν ἐλαυνομένας ναῦς | |
| ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, | 613 |
| ἀφίκετο, καὶ νίκην μεγάλην τοῖς Τρῳσὶν ἐπέδωκεν ἄν, | |
| εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους· | 614 |
| εἰ μὴ ὁ Κοίρανος ταχέως ἀπήγαγε τοὺς ταχύποδας ἵππους, | |
| καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ, | 615 |
| καὶ τούτῳ μὲν φῶς καὶ ζωὴ παρεγένετο, ἀπεσόβησε γὰρ τὴν χαλεπὴν ἡμέραν, | |
| αὐτὸς δ' ὤλεσε θυμὸν ὑφ' Ἕκτορος ἀνδροφόνοιο· | 616 |
| αὐτὸς δὲ ἀπώλεσε τὴν ψυχὴν ὑπὸ τοῦ ἀνδροκτόνου Ἕκτορος· | |
| τὸν βάλ' ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δ' ἄρ' ὀδόντας | 617 |
| τοῦτον ἔτρωσεν ὑπὸ τὴν σιαγόνα καὶ τὸ οὖς, τοὺς ὀδόντας δὲ | |
| ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην. | 618 |
| ἐξέσπασε τὸ τοῦ δόρατος ἄκρον, ἤγουν ἡ ἐπιδορατίς, διέκοψε δὲ τὸ μέσον τῆς γλώττης, | |
| ἤριπε δ' ἐξ ὀχέων, κατὰ δ' ἡνία χεῦεν ἔραζε. | 619 |
| κατέπεσε δὲ ἐκ τοῦ ὀχήματος, καὶ τὰς ἡνίας ἐπὶ τὴν γῆν κατέχεε, | |
| καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι | 620 |
| καὶ ταύτας ὁ Μηριόνης ἔλαβε ταῖς ἀγαπηταῖς χερσὶ | |
| κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα· | 621 |
| κύψας χαμόθεν ἐκ τοῦ πεδίου, καὶ πρὸς τὸν Ἰδομενέα ἔλεγε· | |
| μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι· | 622 |
| μάστιζε νῦν ἕως ἂν εἰς τὰς ταχείας ναῦς καταλάβῃς, | |
| γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τ' οὐκέτι κάρτος Ἀχαιῶν. | 623 |
| οἶδας γὰρ καὶ σὺ ὅτι οὐκέτι νίκη τῶν Ἑλλήνων ἐστίν. | |
| ὣς ἔφατ', Ἰδομενεὺς δ' ἵμασεν καλλίτριχας ἵππους | 624 |
| οὕτως εἶπεν· ὁ Ἰδομενεὺς δὲ ἐμάστιξε τοὺς ὡραιότριχας ἵππους | |
| νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ. | 625 |
| ἐπὶ τὰς βαθείας ναῦς, ἤδη γὰρ ἐνέπεσε φόβος εἰς τὴν ψυχὴν αὐτοῦ, | |
| οὐδ' ἔλαθ' Αἴαντα μεγαλήτορα καὶ Μενέλαον | 626 |
| οὐδὲ τὸν μεγαλόψυχον Αἴαντα, καὶ τὸν Μενέλαον ἔλαθεν | |
| Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην. | 627 |
| ὁ Ζεύς, ἡνίκα τοῖς Τρῳσὶν ἐδωρεῖτο νίκην ἑτερορρεπῆ. | |
| τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας· | 628 |
| ἐν τούτοις δὲ λόγων ἤρξατο ὁ μέγας τοῦ Τελαμῶνος Αἴας· | |
| ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι | 629 |
| φεῦ φεῦ, ἤδη καὶ ὃς πάνυ ἀνόητος ὑπάρχει | |
| γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει. | 630 |
| εἰδείη ἄν, ὅτι τοῖς Τρῳσὶν αὐτὸς ὁ Ζεὺς ὁ πατὴρ βοηθεῖ, | |
| τῶν μὲν γὰρ πάντων βέλε' ἅπτεται ὅς τις ἀφήῃ | 631 |
| τούτων μὲν γὰρ πάντων τὰ βέλη ἅπτονται, καὶ τιτρώσκουσιν, ὃς ἂν βάλοι, | |
| ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δ' ἔμπης πάντ' ἰθύνει· | 632 |
| ἢ δειλὸς καὶ ἄπειρος, ἢ ἀνδρεῖος καὶ ἔμπειρος, ὁ Ζεὺς δ᾽ ὅμως πάντα κατευθύνει· | |
| ἡμῖν δ' αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε. | 633 |
| ἡμῖν δὲ πᾶσιν εἰκῆ μάταια πίπτουσιν ἐπὶ τὴν γῆν. | |
| ἀλλ' ἄγετ' αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, | 634 |
| ἀλλ᾽ ἄγετε, ἡμεῖς γοῦν βουλευσώμεθα βουλήν βελτίστην, | |
| ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ | 635 |
| καὶ ἵνα τὸν νεκρὸν ἑλκύσωμεν, καὶ ἡμεῖς | |
| χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες, | 636 |
| χαρὰ τοῖς ἀγαπητοῖς φίλοις γενώμεθα ὑποστρέψαντες, | |
| οἵ που δεῦρ' ὁρόωντες ἀκηχέδατ', οὐδ' ἔτι φασὶν | 637 |
| οἳ δήπου ἐνθάδε ὁρῶντες λυποῦνται, οὐδέ τι οἴονται | |
| Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους | 638 |
| πρὸς τὴν τοῦ ἀνδροκτόνου Ἕκτορος ὁρμήν, καὶ τὰς ἀπροσπελάστους χεῖρας | |
| σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. | 639 |
| ἀνθέξειν, ἀλλ᾽ ἐν ταῖς μελαίναις ναυσὶ πεσεῖσθαι· | |
| εἴη δ' ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα | 640 |
| εἴη δὲ ὅστις φίλος μηνύσειε πάνυ ταχέως | |
| Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι | 641 |
| τῷ υἱῷ τοῦ Πηλέως, ἐπειδὴ οὐκ οἴομαι αὐτὸν ἀκηκοέναι | |
| λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθ' ἑταῖρος. | 642 |
| τὴν λυπηρὰν ἀγγελίαν, ὅτι ἀπώλετο αὐτῷ ὁ ἀγαπητὸς φίλος. | |
| ἀλλ' οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν· | 643 |
| ἀλλ᾿ οὐδαμοῦ δύναμαι θεάσασθαι τοιοῦτόν τινα τῶν Ἑλλήνων, | |
| ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι. | 644 |
| ἀορασίᾳ (ὁμίχλη) γὰρ κατέχονται αὐτοί τε ὁμοίως καὶ οἱ ἵπποι· | |
| Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ' ἠέρος υἷας Ἀχαιῶν, | 645 |
| ὦ Ζεῦ πάτερ, ἀλλὰ σὺ ἀπάλλαξον τῆς ὁμίχλης τοὺς υἱοὺς τῶν Ἑλλήνων, | |
| ποίησον δ' αἴθρην, δὸς δ' ὀφθαλμοῖσιν ἰδέσθαι· | 646 |
| ποίησον δὲ εὐδίαν καὶ αὐγήν, δὸς δὲ θεάσασθαι τοῖς ὀφθαλμοῖς, | |
| ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως. | 647 |
| ἐν τῷ φωτὶ δὲ καὶ ἀπόκτεινον, ἐπειδή σοι οὕτως ἀρέσκει. | |
| ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα· | 648 |
| οὕτως εἶπε· τοῦτον δὲ ὁ πατὴρ ἠλέησε δακρυρροοῦντα, | |
| αὐτίκα δ' ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην, | 649 |
| παραχρῆμα δὲ τὴν μὲν ὁμίχλην διεσκέδασε, καὶ ἐξήλασε τὸν σκοτεινὸν ἀέρα, | |
| ἠέλιος δ' ἐπέλαμψε, μάχη δ' ἐπὶ πᾶσα φαάνθη· | 650 |
| ἐπέλαμψε δὲ ὁ ἥλιος, πᾶσα δὲ ἡ μάχη ἐπεφάνη. | |
| καὶ τότ' ἄρ' Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον· | 651 |
| καὶ τότε δὴ εἶπεν ὁ Αἴας πρὸς τὸν κατὰ πόλεμον χρηστὸν καὶ ἀνδρεῖον Μενέλαον· | |
| σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι | 652 |
| σκόπει νῦν, ὦ Μενέλαε ἐνδόξως τεθραμμένε, ἐὰν ἴδῃς | |
| ζωὸν ἔτ' Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν, | 653 |
| ἔτι ζῶντα τὸν Ἀντίλοχον, τὸν υἱὸν τοῦ μεγαλοψύχου Νέστορος, | |
| ὄτρυνον δ' Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα | 654 |
| πρότρεψον δὲ τάχιον παρελθόντα τῷ συνετῷ Ἀχιλλεῖ | |
| εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ' ἑταῖρος. | 655 |
| εἰπεῖν, ὅτι δὴ αὐτῷ ἀπώλετο ὁ τὰ μάλιστα ἠγαπημένος φίλος. | |
| ὣς ἔφατ', οὐδ' ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος, | 656 |
| οὕτως εἶπεν· ὑπήκουσε δὲ ὁ κατὰ πόλεμον ἀγαθὸς Μενέλαος, | |
| βῆ δ' ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο, | 657 |
| ὥρμησε δὲ πορεύεσθαι ὥσπερ τις λέων ἀπὸ σταθμοῦ, | |
| ὅς τ' ἐπεὶ ἄρ κε κάμῃσι κύνας τ' ἄνδρας τ' ἐρεθίζων, | 658 |
| ὅστις ἐπειδὰν κάμῃ καὶ ἀδυνατήσῃ παροξύνων τοὺς κύνας καὶ τοὺς ἄνδρας, | |
| οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι | 659 |
| οἵτινες αὐτὸν οὐκ ἐῶσιν ἐξελέσθαι καὶ ἀποσπάσαι λίπος βοῶν | |
| πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων | 660 |
| ὅλην τὴν νύκτα γρηγοροῦντες· οὗτος δὲ κρεάτων ἐπιθυμῶν | |
| ἰθύει, ἀλλ' οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες | 661 |
| ὁρμᾶ, ἀλλ' οὐδὲν πράττει, πυκνὰ γὰρ ἀκόντια | |
| ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν, | 662 |
| ἐξ ἐναντίας φέρονται ἀπὸ χειρῶν θρασειῶν καὶ εὐτόλμων, | |
| καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ· | 663 |
| καὶ αἱ καιόμεναι ἐκ δᾴδων συνδεδεμέναι λαμπάδες, ἅπερ δέδοικεν, καίπερ προθυμότατα ἐφορμῶν, | |
| ἠῶθεν δ' ἀπονόσφιν ἔβη τετιηότι θυμῷ· | 664 |
| ἕωθεν δὲ πόρρω ἀπῆλθε τεθλιμμένῃ ψυχῄ. | |
| ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος | 665 |
| οὕτως ἀπὸ τοῦ Πατρόκλου ὁ κατὰ πόλεμον ἀγαθὸς Μενέλαος | |
| ἤϊε πόλλ' ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ | 666 |
| ἐπορεύετο πάνυ ἄκων, μάλα γὰρ ἐδεδοίκει, μήπως αὐτὸν οἱ Ἕλληνες | |
| ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν. | 667 |
| ὑπὸ τοῦ ὀδυνηροῦ φόβου σπάραγμα τοῖς πολεμίοις καταλίπωσι. | |
| πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσ' ἐπέτελλεν· | 668 |
| πολλὰ δὲ τῷ τε Μηριόνῃ καὶ τοῖς Αἴασιν ἐπέταττε λέγων· | |
| Αἴαντ' Ἀργείων ἡγήτορε Μηριόνη τε | 669 |
| ὦ Αἴαντες ἡγεμόνες τῶν Ἑλλήνων, καὶ Μηριόνη, | |
| νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο | 670 |
| νυνί τις τῆς φιλοφροσύνης καὶ πρᾳότητος τοῦ κακοδαίμονος Πατρόκλου | |
| μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι | 671 |
| μνησθήτω, σύμπασι γὰρ ᾔδει εἶναι φιλόφρων τε καὶ ἐπιεικής, | |
| ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. | 672 |
| ἡνίκα ἔζη, νῦν δὲ θάνατος καὶ τὸ πεπρωμένον αὐτὸν κατέλαβεν. | |
| ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος, | 673 |
| οὕτω δὴ φωνήσας ἀπῆλθεν ὁ πυρρὸς Μενέλαος | |
| πάντοσε παπταίνων ὥς τ' αἰετός, ὅν ῥά τέ φασιν | 674 |
| ἐπὶ πᾶν μέρος θεώμενος, καθάπερ ἀετός, ὃν δή φασι διορατικὸν | |
| ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν, | 675 |
| καὶ ὀξύτατον ἐν τῷ ὁρᾷν πάντων τῶν ἐναερίων πετεινῶν, | |
| ὅν τε καὶ ὑψόθ' ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ | 676 |
| ὅνπερ καὶ ἐν τῷ ὕψει ὄντα οὐκ ἔλαθεν ὁ κατὰ τοὺς πόδας ταχὺς λαγωὸς | |
| θάμνῳ ὑπ' ἀμφικόμῳ κατακείμενος, ἀλλά τ' ἐπ' αὐτῷ | 677 |
| ὑπὸ θάμνῳ ἀμφιλαφεῖ κατακείμενος, ἀλλ᾽ ἐπ' αὐτὸν | |
| ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν. | 678 |
| ὥρμησε, καὶ ταχέως αὐτὸν λαβὼν ἀφείλετο τὴν ψυχήν. | |
| ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ | 679 |
| οὕτω τότε σοί, ὦ Μενέλαε ἐνδοξότατα τεθραμμένε, οἱ λαμπροὶ ὀφθαλμοὶ | |
| πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων, | 680 |
| ἐπὶ πᾶν μέρος περιεστρέφοντο κατὰ τὸ πλῆθος τῶν πολλῶν φίλων, | |
| εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο. | 681 |
| εἴ που τὸν υἱὸν τοῦ Νέστορος ἔτι ζῶντα θεάσαιο· | |
| τὸν δὲ μάλ' αἶψ' ἐνόησε μάχης ἐπ' ἀριστερὰ πάσης | 682 |
| τοῦτον δὲ πάνυ ταχέως εἶδεν εἰς τὰ ἀριστερὰ παντὸς τοῦ πολέμου | |
| θαρσύνονθ' ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, | 683 |
| παραθαρρύνοντα καὶ εὐτόλμους ποιοῦντα τοὺς φίλους καὶ παροξύνοντα πολεμεῖν· | |
| ἀγχοῦ δ' ἱστάμενος προσέφη ξανθὸς Μενέλαος· | 684 |
| πλησίον δὲ στὰς εἶπε πρὸς αὐτὸν ὁ πυρρός Μενέλαος· | |
| Ἀντίλοχ' εἰ δ' ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι | 685 |
| ὦ Ἀντίλοχε, ἄγε δὴ ἐνθάδε, ἐνδόξως τεθραμμένε, ὅπως ἀκούσῃς | |
| λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι. | 686 |
| ἀγγελίαν ὀδυνηράν, ἥτις εἴθε μὴ ὤφλησε γενέσθαι· | |
| ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα | 687 |
| ἤδη μέντοι καὶ σὲ αὐτὸν ὑπολαμβάνω θεόμενον | |
| γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει, | 688 |
| εἰδέναι, ὅτι ὁ θεὸς βλάβος τοῖς Ἕλλησιν ἐπάγει, | |
| νίκη δὲ Τρώων· πέφαται δ' ὤριστος Ἀχαιῶν | 689 |
| ἡ νίκη δὲ τῶν Τρῴων ἐστίν, ἀνῃρέθη γὰρ ὁ ἄριστος τῶν Ἑλλήνων | |
| Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται. | 690 |
| Πάτροκλος, μεγάλη δὲ ὑστέρησις καὶ ἐπιπόθησις γέγονε τοῖς Ἕλλησιν. | |
| ἀλλὰ σύ γ' αἶψ' Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν | 691 |
| ἀλλὰ σύγε ταχέως τῷ Ἀχιλλεῖ τρέχων ἐπὶ τὰς ναῦς τῶν Ἑλλήνων | |
| εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ | 692 |
| εἰπέ, ἂν ὅτι τάχος τὸν νεκρὸν εἰς τὰς ναῦς διασώσῃ | |
| γυμνόν· ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ. | 693 |
| ἄοπλον, τὰ γὰρ ὅπλα ἔχει Ἕκτωρ ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν. | |
| ὣς ἔφατ', Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας· | 694 |
| οὕτως εἶπεν· Ἀντίλοχος δὲ κατεπλάγη ἀκούσας τὸν λόγον, | |
| δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε | 695 |
| ἐπὶ πολὺ δὲ αὐτὸν ἀφωνία λόγων κατέλαβεν, οἱ ὀφθαλμοὶ δὲ αὐτοῦ | |
| δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. | 696 |
| δακρύων ἐπλήσθησαν, ἡ ἀνθηρὰ δὲ καὶ ἀκμαία φωνή αὐτοῦ κατεσχέθη. | |
| ἀλλ' οὐδ' ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε, | 697 |
| ἀλλ᾿ οὐδὲ οὕτως τῆς ἐντολῆς τοῦ Μενελάου ἠμέλησεν, | |
| βῆ δὲ θέειν, τὰ δὲ τεύχε' ἀμύμονι δῶκεν ἑταίρῳ | 698 |
| ὥρμησε δὲ τρέχειν, τὰ ὅπλα δὲ ἔδωκε τῷ ἀμωμήτῳ φίλῳ | |
| Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους. | 699 |
| τῷ Λαοδόκῳ, ὅστις πλησίον αὐτοῦ περιῆγε τοὺς μονώνυχας ἵππους. | |
| τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο | 700 |
| τοῦτον μὲν οὖν κλαίοντα οἱ πόδες ἀπῆγον ἐκ τοῦ πολέμου, | |
| Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα. | 701 |
| Ἀχιλλεῖ τῷ υἱῷ τοῦ Πηλέως δεινὸν λόγον μηνύσοντα· | |
| οὐδ' ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς | 702 |
| οὐδ᾽ ἄρα σοί, ὦ Μενέλαε ἐνδόξως τεθραμμένε, ἔθελεν ἡ ψυχὴ | |
| τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν | 703 |
| καταπονουμένοις τοῖς φίλοις βοηθεῖν, ὅθεν ἀνεχώρησεν | |
| Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη· | 704 |
| ὁ Ἀντίλοχος, μεγάλη δὲ στέρησις καὶ ἐπιπόθησις ἐγένετο τοῖς Πυλίοις· | |
| ἀλλ' ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν, | 705 |
| ἀλλ᾿ οὗτός γε τούτοις μὲν Θρασυμήδην τὸν ἐνδοξότατον παρορμήσας ἀφῆκεν, | |
| αὐτὸς δ' αὖτ' ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει, | 706 |
| αὐτὸς δὲ πρὸς τὸν ἥρωα Πάτροκλον ἐπορεύθη, τρέχων δὲ | |
| στῆ δὲ παρ' Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα· | 707 |
| ἔστη παρὰ τοῖς Αἴασιν, εὐθέως δὲ ἔλεγε πρὸς αὐτούς· | |
| κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν | 708 |
| ἐκεῖνον μὲν οὖν ἐπὶ τὰς ταχείας ναῦς ἔπεμψα | |
| ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω | 709 |
| ἀφικέσθαι πρὸς τὸν κατὰ πόδας ταχὺν Ἀχιλλέα, οὐδ᾽ ὑπολαμβάνω αὐτὸν | |
| νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ· | 710 |
| νῦν ἐπιέναι τῷ ἐνδοξοτάτῳ Ἕκτορι, καίπερ τὰ μάλιστα ὀργιζόμενον· | |
| οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο. | 711 |
| οὐ γὰρ ἄν πως δύναιτο μάχεσθαι τοῖς Τρῳσὶν ἄοπλος ὤν· | |
| ἡμεῖς δ' αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, | 712 |
| ἡμεῖς δὲ αὐτοὶ βουλευσώμεθα βουλὴν ἀρίστην, | |
| ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ | 713 |
| ἵνα καὶ τὸν νεκρὸν ἑλκύσωμεν, καὶ ἡμεῖς ἐκ τῆς μάχης | |
| Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν. | 714 |
| τῶν Τρῴων θάνατον καὶ μοῖραν κακὴν διαφύγωμεν. | |
| τὸν δ' ἠμείβετ' ἔπειτα μέγας Τελαμώνιος Αἴας· | 715 |
| πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετά ταῦτα ὁ τοῦ Τελαμῶνος μέγας Αἴας· | |
| πάντα κατ' αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε· | 716 |
| πάντα κατὰ τὸ πρέπον εἶπας, ὦ ὑπερένδοξε Μενέλαε· | |
| ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλ' ὦκα | 717 |
| ἀλλὰ σὺ μὲν καὶ ὁ Μηριόνης ὑπεισελθόντες πάνυ ταχέως, | |
| νεκρὸν ἀείραντες φέρετ' ἐκ πόνου· αὐτὰρ ὄπισθε | 718 |
| τὸν νεκρὸν ἄραντες κομίσατε ἔξω τῆς μάχης, ὄπισθεν δὲ | |
| νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ | 719 |
| ἡμεῖς πολεμήσομεν τοῖς Τρῳσὶ καὶ τῷ ἐνδοξοτάτῳ Ἕκτορι, | |
| ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ | 720 |
| ὁμοίαν εὐψυχίαν ἔχοντες οἱ τῷ αὐτῷ ὀνόματι καλούμενοι, οἳ καὶ πρότερον | |
| μίμνομεν ὀξὺν Ἄρηα παρ' ἀλλήλοισι μένοντες. | 721 |
| ὑπεμένομεν τὸν ὀξὺν πόλεμον παρ᾽ ἀλλήλοις ἑστῶτες. | |
| ὣς ἔφαθ', οἳ δ' ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο | 722 |
| οὕτως εἶπεν· οὗτοι δὲ τὸν νεκρὸν ἀπὸ τῆς γῆς περιελάμβανον | |
| ὕψι μάλα μεγάλως· ἐπὶ δ' ἴαχε λαὸς ὄπισθε | 723 |
| εἰς ὕψος πάνυ ᾑρμένως, ὄπισθεν δὲ τὸ πλῆθος ἐβόησε | |
| Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς. | 724 |
| τὸ Τρωικόν, ἐπειδὴ ἐθεάσαντο τοὺς Ἕλληνας ἀναιρουμένους τὸν νεκρόν, | |
| ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τ' ἐπὶ κάπρῳ | 725 |
| ὥρμησαν δὲ ὅμοιοι τοῖς κυσίν, οἵ περ ἂν ἐπὶ κάπρον | |
| βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων· | 726 |
| τετρωμένον ὁρμήσωσιν, ἔμπροσθεν νέων θηρευτῶν· | |
| ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες, | 727 |
| τέως μὲν γὰρ τρέχουσι διασπαράξαι αὐτὸν προθυμούμενοι, | |
| ἀλλ' ὅτε δή ῥ' ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς, | 728 |
| ἀλλ᾿ ὁπηνίκα δὴ ἐν τούτοις στραφήσεται τῇ ἰσχύϊ θαρρῶν, | |
| ἄψ τ' ἀνεχώρησαν διά τ' ἔτρεσαν ἄλλυδις ἄλλος. | 729 |
| εἰς τοὐπίσω ἀνέδραμον, καὶ εἰς φυγὴν ἐτράπησαν ἄλλοσε ἄλλος. | |
| ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο | 730 |
| οὕτως οἱ Τρῷες τέως μὲν ἀθρόοι ἀεὶ ἐπεδίωκον | |
| νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν· | 731 |
| πλήττοντες ξίφεσι καὶ δόρασιν ἑκατέρωθεν ἠκονημένοις· | |
| ἀλλ' ὅτε δή ῥ' Αἴαντε μεταστρεφθέντε κατ' αὐτοὺς | 732 |
| ἀλλ᾿ ὁπηνίκα δὴ οἱ Αἴαντες ἐπιστραφέντες παρ᾽ αὐτοὺς | |
| σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη | 733 |
| ἔστησαν, τούτων ἀλλοιοῦτο τὸ χρῶμα, οὐδέ τις ὑπέμενεν | |
| πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι. | 734 |
| εἰς τὸ πρόσω ὁρμήσας περὶ τοῦ νεκροῦ μαχέσασθαι. | |
| ὣς οἵ γ' ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο | 735 |
| οὕτως οὗτοι προθυμούμενοι τὸν νεκρὸν ἔφερον ἔξω τῆς μάχης | |
| νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν | 736 |
| ἐπὶ τὰς βαθείας ναῦς, πόλεμος δὲ αὐτοῖς ἐξετάθη καὶ συνηύξητο | |
| ἄγριος ἠΰτε πῦρ, τό τ' ἐπεσσύμενον πόλιν ἀνδρῶν | 737 |
| χαλεπός, καθάπερ πῦρ, ὅπερ ἐπειγόμενον πόλιν ἀνδρῶν | |
| ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι | 738 |
| κατακαίει, ὁρμηθὲν αἰφνιδίως, φθείρονται δὲ οἱ οἶκοι | |
| ἐν σέλαϊ μεγάλῳ· τὸ δ' ἐπιβρέμει ἲς ἀνέμοιο. | 739 |
| ἐν ἐξάψει πυρὸς μεγάλῃ, τοῦτο δὲ ἐπηχεῖ, καὶ ἐπεγείρει ἡ δύναμις τοῦ ἀνέμου· | |
| ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων | 740 |
| οὕτω μὲν τούτοις τῶν τε ἵππων καὶ τῶν ὁπλιτῶν ἀνδρῶν | |
| ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν· | 741 |
| βοὴ καὶ θόρυβος ἰσχυρός τε καὶ διηνεκὴς ἠγείρετο πορευομένοις· | |
| οἳ δ' ὥς θ' ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες | 742 |
| οὗτοι δὲ ὥσπερ ἡμίονοι δύναμιν ἰσχυρὰν συμπλέξαντες καὶ ἐρώσαντες | |
| ἕλκωσ' ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν | 743 |
| ἕλκουσιν ἐκ τοῦ ὄρους, καθ᾽ ὁδὸν σκολιὰν καὶ τραχεῖαν, | |
| ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς | 744 |
| ἢ δοκόν, ἢ ξύλον μέγαν ναυπηγήσιμον, ἡ ψυχὴ δὲ ἐν αὐτοῖς | |
| τείρεθ' ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν· | 745 |
| ἐπειγομένοις καταπονεῖται ὁμοῦ κόπῳ καὶ ἱδρῶτι. | |
| ὣς οἵ γ' ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν | 746 |
| οὕτως οὗτοι προθυμούμενοι τὸν νεκρὸν ἔφερον, ὄπισθεν δὲ | |
| Αἴαντ' ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ | 747 |
| οἱ Αἴαντες διεκώλυον, ὥσπερ προοχὴ ὄρους κωλύει τὸ ὕδωρ | |
| ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς, | 748 |
| δασεῖα καὶ ξυλώδης, διὰ τοῦ πεδίου διατόμως καὶ διατεταμένως κειμένη, | |
| ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα | 749 |
| ἥτις καὶ ποταμῶν σφοδρῶν χαλεπὰ ῥεύματα ἐπέχει | |
| ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι | 750 |
| καὶ κωλύει, ταχέως δὲ πᾶσι τὴν ῥύσιν εἰς τὸ πεδίον ἐμβάλλει | |
| πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες· | 751 |
| ἀνακόπτουσα καὶ ἀνακρούουσα, οὐδέ τι δυνάμει διαιροῦσι καὶ διασπῶσιν αὐτὴν ῥέοντες. | |
| ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω | 752 |
| οὕτως ἀεὶ οἱ Αἴαντες τὴν μάχην ἀνέστελλον καὶ ἀνεχαίτιζον εἰς τοὐπίσω | |
| Τρώων· οἳ δ' ἅμ' ἕποντο, δύω δ' ἐν τοῖσι μάλιστα | 753 |
| τῶν Τρῴων, οὗτοι δὲ ὁμοῦ ἐπεδίωκον, δύο δὲ ἐν τούτοις μάλιστα, | |
| Αἰνείας τ' Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ. | 754 |
| Αἰνείας ὁ υἱὸς τοῦ Ἀγχίσου, καὶ ὁ λαμπρὸς Ἕκτωρ. | |
| τῶν δ' ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν | 755 |
| τούτων δὲ ὥσπερ ἵπταται τὸ πλῆθος τῶν ψαρῶν, ἢ τῶν κολοιῶν | |
| οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα | 756 |
| κατὰ συστροφὴν ὀξέως βοῶντες, ὅταν προθεάσωνται ἐπερχόμενον | |
| κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν, | 757 |
| ἱέρακα, ὅστις ταῖς μικραῖς ὄρνισι φόνον ἐπάγει· | |
| ὣς ἄρ' ὑπ' Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν | 758 |
| οὕτως δὴ ὑπὸ τοῦ Αἰνείου καὶ τοῦ Ἕκτορος οἱ υἱοὶ τῶν Ἑλλήνων | |
| οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης. | 759 |
| συστρεφόμενοι εἰς ἀλλήλους καὶ βοῶντες ἐχώρουν, ἐπελάθοντο δὲ τῆς μάχης, | |
| πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τ' ἀμφί τε τάφρον | 760 |
| πολλὰ δὲ καλὰ ὅπλα ἔπεσον περὶ τὴν τάφρον, | |
| φευγόντων Δαναῶν· πολέμου δ' οὐ γίγνετ' ἐρωή. | 761 |
| φευγόντων τῶν Ἑλλήνων· ὑποχώρησις δὲ καὶ ἐπίσχεσις τοῦ πολέμου οὐκ ἐγίνετο. | |