Homeric text & Koine Greek paraphrase by Theodorus Gaza
οὐδὲ ἔλαθε τὸν υἱὸν τοῦ Ἀτρέως τὸν πολεμικὸν Μενέλαον ὁ Πάτροκλος ὑπὸ τῶν Τρῴων ἀναιρεθεὶς ἐν τῇ μάχῃ, ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν καθωπλισμένος σιδήρῳ λαμπρῷ, περὶ δὲ αὐτὸν ἵστατο ὥσπερ τις περὶ δάμαλιν μικρά μητὴρ πρώτως τετοκυῖα, οἰκτρόφωνος, οὐ πρότερον ἐγνωκυῖα τόκον· οὕτως περὶ τὸν Πάτροκλον ἵστατο ὁ πυρρὸς Μενέλαος, ἔμπροσθεν δὲ αὐτῷ τό τε δόρυ ἐκράτησε, καὶ τὴν ἀσπίδα τὴν πανταχόθεν ἴσην, τοῦτον ἀποκτεῖναι προθυμούμενος ὅστις ἂν ἐναντίον αὐτοῦ ἀφίκηται. οὐδ᾽ ἄρα ὁ υἱὸς τοῦ Πάνθου ὁ καλῶς τῷ ἐκ μελίας δόρατι χρώμενος, ἤτοι ὁ πολεμικός, ἠμέλησε τοῦ ἀμωμήτου Πατρόκλου ἀποθανόντος, πλησίον δὲ αὐτοῦ ἔστη, καὶ εἶπε πρὸς αὐτὸν πολεμικὸν Μενέλαον· ὦ Μενέλαε υἱὲ τοῦ Ἀτρέως, ἐνδοξότατα τεθραμμένε, ἡγεμὼν τοῦ στρατοῦ, ὑποχώρει, κατάλειπε δὲ τὸν νεκρόν, ἄφες δὲ τὰ ᾑμαγμένα ὅπλα, οὐδεὶς γὰρ τῶν Τρῴων καὶ τῶν ἐνδόξων βοηθῶν πρότερος ἐμοῦ τὸν Πάτροκλον ἔτρωσε δόρατι κατὰ τὴν ἰσχυρὰν μάχην, δι' ὃ ἔασόν με δόξαν ἀγαθὴν ἐν τοῖς Τρῳσὶ κτήσασθαι, μήπως σε τρώσω, καὶ ἀφέλωμαι τὴν ὑπερηδίστην ψυχήν. | 001 |
πρὸς τοῦτον δὲ μεγάλως ἀγανακτήσας, καὶ στενάξας εἶπεν ὁ πυρρὸς Μενέλαος· ὦ Ζεῦ πάτερ, οὐδαμῶς καλὸν ὑπὲρ δύναμιν καυχᾶσθαι· οὔτε οὖν παρδάλεως τοσαύτη ὁρμὴ καὶ θρασύτης, οὔτε λέοντος, οὔτε χοίρου ἀγρίου δεινοῦ, καὶ ὀλεθρίου, οὗ μέγιστος θυμὸς ἐν τῷ στήθει σὺν δυνάμει μεγάλῃ ἐνθουσιᾷ, ὅσον οἱ τοῦ Πάνθου υἱοὶ οἱ πολεμικοὶ καὶ ἀνδρεῖοι φρονοῦσι καὶ ἐπαίρονται· οὐ μὴν οὐδὲ ἡ δύναμις Ὑπερήνορος τοῦ πολεμικοῦ, ἤτοι αὐτὸς Ὑπερήνωρ τῆς ἑαυτοῦ ἀκμαζούσης ἡλικίας ἀπέλαυσεν, ὅτε με ἐμέμψατο, καὶ παρέμεινέ με, καὶ εἶπέ με ἐπονείδιστον μαχητὴν εἶναι ἐν τοῖς Ἕλλησιν· οὐδ' οἴομαι αὐτὸν ποσὶν ἰδίοις ἀφικόμενον εἰς τὸν ἑαυτοῦ οἶκον εὐφράναι τήν τε ἀγαπητὴν γαμετήν, καὶ τοὺς σώφρονας γονεῖς· οὕτω δὴ ἐγὼ καὶ τὴν σὴν ἰσχύν, καὶ τόλμην καταλύσω, ἐὰν ἐναντίον ἐμοῦ στῇς, ἀλλά σε ἔγωγε ἀναχωρήσαντα λέγω ἀπιέναι εἰς τὸ πλῆθος, μηδέ ἵστασο ἐναντίον ἐμοῦ πρὸ τοῦ παθεῖν τι δεινόν, πραχθὲν δὲ τὸ κακὸν ὁ μωρὸς ἐνόησεν. οὕτως εἶπε· τοῦτον δὲ οὐ κατέπειθεν, ἀποκρινόμενος δὲ εἶπε πρὸς αὐτόν· νῦν δήπου, ὦ Μενέλαε ἐνδοξότατα τεθραμμένε, τῷ ὄντι πάνυ δώσεις τιμωρίαν εἰς ἐκδίκησιν τοῦ ἐμοῦ ἀδελφοῦ ὃν ἀπέκτεινας, ἐπικαυχώμενος δὲ λέγεις, χήραν δὲ αὐτοῦ τὴν γυναῖκα ἐποίησας ἐν τῷ ἐνδοτάτῳ τοῦ νέου θαλάμου, μισητὸν δὲ καὶ ἐπάρατον πένθος, καὶ θρῆνον ἐποίησας τοῖς γονεῦσιν· ὄντως που τοῖς κακοδαίμοσι κατάπαυσις τοῦ θρήνου γενοίμην ἄν, ἐὰν ἐγὼ τὴν σὴν κεφαλήν, καὶ τὰ ὅπλα κομίσας τῷ Πάνθῳ τῷ πατρὶ εἰς τὰς χεῖρας ἐμβάλω, καὶ τῇ ἐνδοξοτάτῃ Φρόντιδι τῇ μητρί. ἀλλὰ μὴν οὐκέτι ἐπὶ πολὺ ὁ κάματος, καὶ ὁ πόλεμος ἀπείρατος ἔσται οὐδὲ ἀκαταμάχητος, οὔτε δυνάμεως, οὔτε φυγῆς. | 018 |
οὕτως εἰπὼν ἔβαλε κατὰ τὴν πανταχόθεν ἴσην ἀσπίδα, οὐδὲ διέκοψε τὸν σίδηρον, ἐκάμφθη δὲ ἡ ἐπιδορατὶς αὐτοῦ ἐν τῇ στερεᾷ ἀσπίδι· ὁ δὲ δεύτερος ὥρμησε σὺν τῷ σιδήρῳ ὁ Μενέλαος ὁ υἱὸς τοῦ Ἀτρέως εὐξάμενος τῷ Διὶ τῷ πατρί· εἰς τοὐπίσω δὲ ἀναχωροῦντος κατὰ τὰ θεμέλια τοῦ στομάχου, ἤτοι κατὰ τὴν θέσιν τοῦ βρόγχου καὶ τὴν ἀρχὴν ἔπληξεν, ἐπέρρεισε δὲ καὶ συνεπεβάρυνε καὶ αὐτὸς τῇ ἑαυτοῦ ἰσχυρᾷ χειρὶ θαρρήσας· καταντικρὺ δὲ διὰ τοῦ ἁπαλοῦ τραχήλου διῆλθε τὸ ὀξὺ τοῦ δόρατος, ἐψόφησε δὲ καταπεσών, ἤχησαν δὲ τὰ ὅπλα ἐπ' αὐτῷ, αἵματι δὲ ἐβρέχοντο αἱ κόμαι αὐτοῦ αἱ ὅμοιαι ταῖς συνεστραμμέναις καὶ οὔλαις μυρσίναις, καὶ οἱ πλόκαμοι, οἳ διὰ χρυσοῦ καὶ ἀργύρου συνδεδεμένοι ἦσαν. οἷον δὲ φυτὸν ἀειθαλὲς ἐλαίας ἀνατρέφει ἀνὴρ ἐν ἐρήμῳ τόπῳ, ὅπου ἱκανῶς ἀναβλύζει καὶ ἀναρρεῖ ὕδωρ εὐειδές, πολυθαλές, τοῦτο δὲ πνοαὶ ταράττουσι παντοίων ἀνέμων, καὶ ἄνθει θάλλει λευκῷ· ἐπελθὼν δὲ ἐξαίφνης ἄνεμος σὺν καταιγίδι καὶ συστροφῇ σφοδρᾷ ἐκ βάθους ἀπέσπασε πρόρριζον καὶ κατὰ γῆς ἐξέτεινε καὶ ἐξήπλωσε. τοιοῦτον τοῦ Πάνθου τὸν υἱὸν τὸν πολεμικὸν καὶ ἀνδρεῖον Εὔφορβον ὁ τοῦ Ἀτρέως υἱὸς Μενέλαος, ἐπειδὴ ἀπέκτεινε, τὰ ὅπλα ἀφῃρεῖτο· | 043 |
ὥσπερ δὲ ὅταν τις λέων ἐν ὄρεσι τεθραμμένος τῇ ἑαυτοῦ δυνάμει θαρρῶν ἁρπάσῃ βοῦν ἀγέλης βοσκομένης, ἥτις κρείττων τῶν ἄλλων ἐστί, ταύτης δὲ τὸν τράχηλον συνέτριψε διὰ τῶν ἰσχυρῶν ὀδόντων πρῶτον, μετὰ ταῦτα δὲ τὸ αἷμα καὶ τὰ ἐντὸς πάντα λάπτει καὶ κατεσθίει σπαράσσων καὶ διακόπτων, περὶ αὐτὸν δὲ κύνες καὶ ἄνδρες νομεῖς πάνω πολλὰ ἀγροικῇ φωνῇ προσφωνοῦσι πόρρωθεν, οὐδὲ βούλονται ἐναντίον ἐπελθεῖν, πάνυ γὰρ αὐτοὺς ὠχροποιὸς φόβος κατακρατεῖ· οὕτως οὐδενὶ τούτων ἡ ψυχὴ ἐν τῷ στήθει ὑπέμενεν ἐπελθεῖν ἐναντίον τοῦ ἐνδόξου Μενελάου. τότε ῥᾳδίως ἂν ἔλαβε τὰ ἔνδοξα ὅπλα τοῦ υἱοῦ τοῦ Πάνθου ὁ υἱὸς τοῦ Ἀτρέως, εἰ μὴ ἐφθόνησεν αὐτῷ ὁ καθαρὸς Ἀπόλλων, ὃς δὴ αὐτῷ τὸν Ἕκτορα ἐπήγειρεν ὅμοιον τῷ ταχεῖ Ἄρει, ὁμοιωθεὶς ἀνδρὶ Μέντῃ τῷ ἡγεμόνι τῶν Κικόνων, καὶ φωνήσας ἔλεγε πρὸς αὐτὸν λόγους ταχεῖς· ὦ Ἕκτορ, σὺ μὲν νῦν ἐνταῦθα τρέχεις ἀκατάληπτα διώκων, τοὺς ἵππους τοῦ συνετοῦ ἐγγόνου τοῦ Αἰακοῦ. οὗτοι δὲ χαλεποί εἰσιν ἀνδράσι θνητοῖς δουλωθῆναι, καὶ ἱππεύεσθαι ἄλλῳ, ἢ Ἀχιλλεῖ, ὃν ἔτεκε μήτηρ ἀθάνατος. τηνικαῦτα δὲ Μενέλαος ὁ πολεμικὸς υἱὸς τοῦ Ἀτρέως περὶ τὸν Πάτροκλον στὰς ἀπέκτεινε τὸν κράτιστον τῶν Τρῴων τὸν υἱὸν τοῦ Πάνθου τὸν Εὔφορβον, ἀπέπαυσε δὲ αὐτὸν τῆς ὁρμητικῆς καὶ πολεμικῆς δυνάμεως. | 061 |
οὕτως εἰπών, ὁ μὲν θεὸς αὖθις ἐπορεύθη εἰς τὸν κάματον καὶ τὴν μάχην τῶν ἀνδρῶν. τὸν Ἕκτορα δὲ λύπη χαλεπὴ περιεκάλυψε κατὰ τὴν βαθυγνώμονα διάνοιαν, περιεβλέψατο δ᾽ οὖν κατὰ τὰς τάξεις, παραχρῆμα δὲ ἐθεάσατο τὸν μὲν ἀφαιρούμενον τὰ τίμια ὅπλα, τὸν δὲ ἐπὶ τῆς γῆς κείμενον, ἐξεχεῖτο δὲ τὸ αἷμα κατὰ τὸ ἐκ τῆς οὐτήσεως τραῦμα· ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν καθωπλισμένος σιδήρῳ λαμπρῷ ὀξέως καὶ μεγάλως βοῶν, ὅμοιος φλογὶ πυρὸς ἀκαταπαύστῳ, οὐδὲ τὸν υἱὸν ἔλαθε τοῦ Ἀτρέως ὀξέως βοήσας· στενάξας δὲ εἶπε πρὸς τὴν ἑαυτοῦ μεγαλόφρονα ψυχήν. φεῦ ἐμοί, ἐὰν μὲν καταλίπω τὰ καλὰ ὅπλα, καὶ τὸν Πάτροκλον, ὃς τέθνηκεν ἐνταῦθα ἕνεκα τιμῆς ἐμῆς, μή τίς μοι τῶν Ἑλλήνων μέμψηται, ὃς ἂν θεάσηται· εἰ δὲ τῷ Ἕκτορι μόνος ὢν καὶ τοῖς Τρῳσὶ πολεμῶ αἰσχυνθείς, μήπως με περικυκλώσωσιν ἕνα πολλοί, πάντας γὰρ τοὺς Τρῷας δεῦρο ἄγει ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ. ἀλλὰ τί δή μοι ταῦτα διελέχθη ἡ ἀγαπητὴ ψυχή, ὅταν ἀνὴρ θέλῃ μάχεσθαι ἀνδρὶ θεῷ ἐναντιούμενος προϊσταμένῳ αὐτοῦ, ὃν ἂν ὁ θεὸς αὐτὸς τιμᾷ, ταχέως αὐτῷ βλάβη μεγάλη ἐπῆλθε. δι᾿ ὃ οὐδείς μοι τῶν Ἑλλήνων μέμψεται, ὃς ἂν θεάσηται ὑποχωρήσαντα τῷ Ἕκτορι, ἐπειδὴ θείᾳ δυνάμει μάχεται· εἰ δέ που ἀκούσαιμι τὴν φωνὴν τοῦ ἀγαθοῦ καὶ ἀνδρείου Αἴαντος, ἀμφότεροι ἂν αὖθις ἐπελθόντες μνησθείημεν τῆς μάχης, καίπερ πρὸς θεόν, εἴπως ἑλκύσαιμεν τὸν νεκρὸν Ἀχιλλεῖ τῷ υἱῷ τοῦ Πηλέως, τῶν παρόντων δὲ κακῶν τοῦτο ἂν εἴη τὸ ἄριστον. | 082 |
ἕως οὗτος ταῦτα διενοεῖτο κατὰ τὸ λογιστικὸν καὶ κατὰ τὴν ψυχήν, τηνικαῦτα αἱ τάξεις τῶν Τρῴων ἐπῆλθον, ἡγεῖτο δὲ ὁ Ἕκτωρ. οὗτος δὲ εἰς τοὐπίσω ἀνεχώρει, κατέλιπε δὲ τὸν νεκρὸν κατ' ὀλίγον ὑποβαίνων, ὥσπερ λέων μέγα καὶ εὔτονον τὸ γένειον ἔχων, ὃν δὴ κύνες τε καὶ ἄνδρες ἀπὸ τῆς ἐπαύλεως διώκωσι δόρασι καὶ βοῇ, τούτου δὲ ἐν ταῖς φρεσὶν ἡ ἰσχυρὰ καὶ γενναία ψυχὴ φρίσσει καὶ λυπεῖται, ἄκων δὲ καὶ μὴ βουλόμενος ἀπῆλθεν ἐκ τῆς ἐπαύλεως· οὕτως ἀπὸ τοῦ Πατρόκλου ἀνεχώρει ὁ πυρρὸς Μενέλαος, ἔστη δὲ ἐπιστραφείς, ἐπειδὴ ἀφίκετο εἰς τὸ πλῆθος τῶν φίλων, περιβλεπόμενος ἰδεῖν τὸν μέγαν Αἴαντα τὸν υἱὸν τοῦ Τελαμῶνος. τοῦτον δὲ πάνυ ταχέως ἐθεάσατο ἐπὶ τὸ ἀριστερὸν μέρος πάσης τῆς μάχης θαρρύνοντα καὶ προτρέποντα τοὺς φίλους καὶ παροξύνοντα πολεμεῖν, μέγαν γὰρ καὶ θαυμαστὸν φόβον ἐνέβαλεν αὐτοῖς ὁ καθαρὸς Ἀπόλλων· ὥρμησε δὲ τρέχειν, τάχιστα δὲ παραγενόμενος λόγον εἶπεν· ὦ Αἶαν, ἐνθάδε φίλτατε περὶ Πατρόκλου ἀποθανόντος δράμωμεν, εἴ τι καίπερ νεκρὸν τῷ Ἀχιλλεῖ κομίσαιμεν αὐτὸν ἄοπλον, τὰ ὅπλα δὲ ἔχει ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ. | 106 |
οὕτως εἶπεν, ἐτάραξε δὲ τὴν ψυχὴν τῷ συνετῷ Αἴαντι· ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν, σὺν αὐτῷ δὲ καὶ ὁ πυρρὸς Μενέλαος. ὁ Ἕκτωρ μὲν οὖν τὸν Πάτροκλον, ἐπειδὴ ἀφείλετο τὰ τίμια ὅπλα, εἷλκεν, ἵνα ἀπὸ τῶν ὤμων ἐκκόψῃ τὴν κεφαλὴν σιδήρῳ ἐξεῖ καὶ τμητικῷ, τὸν νεκρὸν δὲ ἑλκύσας ταῖς Τρωικαῖς κυσὶ δῷ. ὁ Αἴας δὲ ἐγγὺς ἀφίκετο φέρων τὴν ἀσπίδα καθάπερ τεῖχος. ὁ Ἕκτωρ δὲ ὀπίσω εἰς τὸ πλῆθος τῶν φίλων ἀπερχόμενος ὑπεχώρησεν, εἰς τὸ ὄχημα δὲ ἀνεπήδησεν, ἔδωκε δ᾽ οὗτος τὰ καλὰ ὅπλα τοῖς Τρωσί κομίσαι πρὸς τὴν μεγάλην πόλιν, δόξαν εἶναι αὐτῷ. ὁ Αἴας δὲ περὶ τὸν υἱὸν τοῦ Μενοιτίου περιθεὶς τὴν πλατεῖαν ἀσπίδα ἵστατο, ὥσπερ τις λέων περὶ τὰ ἑαυτοῦ τέκνα, ᾧ δὴ τὰ νεογνὰ γεννήματα ἐπαγομένῳ ἀπαντήσουσιν ἐν τῷ δρυμῷ ἄνδρες κυνηγοί, οὗτος δὲ ἰσχύϊ παροξύνεται καὶ ἐνθουσιᾷ, πᾶν δὲ τὸ συνοφρύωμα τοῦ μετώπου κάτω ἕλκει καλύπτων τοὺς ὀφθαλμούς. οὕτως ὁ Αἴας παρὰ τὸν ἥρωα Πάτροκλον ἵστατο, ὁ υἱὸς δὲ τοῦ Ἀτρέως ἐκ τοῦ ἑτέρου μέρους ὁ φιλοπόλεμος Μενέλαος ἔμενε, μεγάλην λύπην αὔξων ἐν τῷ ἑαυτοῦ στήθει. | 123 |
Γλαῦκος δὲ ὁ υἱὸς τοῦ Ἱππολόχου ὁ ἡγεμὼν τῶν Λυκίων ἀνδρῶν τὸν Ἕκτορα δεινῶς ὑποβλεψάμενος λόγῳ χαλεπῷ ὠνείδισε καὶ ἐπέπληξεν· ὦ Ἕκτορ κάλλιστε τὴν μορφήν, πολλῷ ἄρα τῆς μάχης ἀπελείπου· ὄντως σε μάτην ἡ ἀγαθὴ φήμη κατέχει δειλὸν καὶ λειποτάκτην ὄντα· σκόπει νῦν ὅπως ἂν τὸν λαὸν καὶ τὴν πόλιν σώσῃς, μόνος σὺν τοῖς λαοῖς, οἱ ἐν τῷ Ἰλίῳ γεγόνασιν· οὐδεὶς γὰρ τῶν Λυκίων πολεμήσων τοῖς Ἕλλησι πορεύσεται περὶ τῆς πόλεως, ἐπειδὴ οὐδεμία ἀμοιβὴ κατ᾿ εὐεργεσίαν γίνεται ἐκ τοῦ μάχεσθαι ἐν τοῖς πολεμίοις ἀνδράσιν ἀδιαλείπτως· πῶς ἂν σὺ ἥττονα ἄνδρα σώσαις εἰς τὸ πλῆθος, χαλεπὲ καὶ ἄδικε, ἐπειδὴ Σαρπηδόνα ξένον ἅμα καὶ συνήθη καὶ φίλον κατέλιπες τοῖς Ἕλλησι σπάραγμα καὶ ἐπίταγμα γενέσθαι, ὅστις πολλαχῆ(κις) ὠφέλεια ἐγένετο τῇ τε πόλει καὶ σοὶ αὐτῷ ζῶν, νυνὶ δὲ οὐχ ὑπέμεινας ἀποσοβῆσαι αὐτῷ τοὺς κύνας· δι' ὃ νῦν εἴ τις τῶν Λυκίων ἀνδρῶν ὑπακούσεταί μοι, εἰς τὸν οἶκον πορευσόμεθα, τῇ Τροίᾳ δὲ δηλωθήσεται καὶ γένηται ἀφανισμὸς χαλεπός· εἰ γὰρ νῦν τοῖς Τρῳσὶ δύναμις εὔτολμος ἐνυπάρχοι ἀφόβητος, ὁποία τοὺς ἄνδρας εἰσέρχεται, οἳ περὶ τῆς πατρίδος ἀνδράσιν ἐχθροῖς πόλεμον καὶ μάχην ἐποίησαν, ταχέως ἂν τὸν Πάτροκλον ἑλκύσαιμεν εἰς τὸ Ἴλιον· εἰ δὲ οὗτος εἰς τὴν μεγάλην πόλιν τοῦ βασιλέως Πριάμου ἀφίκοιτο νεκρός, καὶ ἐκ τῆς μάχης αὐτὸ ἀφελκύσαιμεν, ταχέως ἂν οἱ Ἕλληνες τὰ καλὰ ὅπλα τοῦ Σαρπηδόνος ἀποδοῖεν, καὶ αὐτὸν κομίσαιμεν ἂν εἰς τὸ Ἴλιον, τοιούτου γὰρ ἀνδρὸς θεράπων ἀνῃρέθη, ὅστις μάλα κράτιστός ἐστι παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων, καὶ οἱ πολεμικοὶ θεράποντες αὐτοῦ· ἀλλὰ σύ γε οὐχ ὑπέμεινας στῆναι ἐναντίον τοῦ μεγαλοψύχου Αἴαντος, κατ' ὀφθαλμοὺς θεασάμενος καὶ ἀντιβλέψας ἐν τῇ μάχῃ τῶν πολεμίων, οὐδ᾽ ἐπ᾿ εὐθείας μάχεσθαι, ἐπειδὴ κρείττων σοῦ ὑπάρχει. | 140 |
πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος εἶπεν ὁ συνεχῶς τὴν περικεφαλαίων κινῶν Ἕκτωρ· ὦ Γλαῦκε, τί δὴ σὺ τοιοῦτος ὤν, ψεῦδος παρὰ τὸ δέον εἴρηκας; φίλε, ὄντως ᾤμην σε εἶναι ὑπὲρ τοὺς ἄλλους κατὰ τὴν διάνοιαν τούτους, ὅσοι τὴν μεγαλόβωλον καὶ εὔγειον Λυκίαν κατοικοῦσι· νυνὶ δέ σου τὴν διάνοιαν παντελῶς ἐμεμψάμην, ὁποῖον εἶπας, ὃς ἐμὲ λέγεις οὐχ ὑπομεῖναι τὸν μέγαν Αἴαντα· οὐδαμῶς ἐγὼ ἐφοβήθην τὴν μάχην, οὐδὲ τὸν κτύπον τῶν ἵππων, ἀλλ᾽ ἀεὶ ὁ τοῦ Διὸς νοῦς ἰσχυρότερός ἐστιν, ἢ ὁ τοῦ ἀνδρός, ὅστις καὶ τὸν γενναῖον ἄνδρα ἐκφοβεῖ καὶ τρέπει, καὶ τὴν νίκην ἀφείλετο εὐχερῶς, ἐνίοτε δὲ αὐτὸς παροξύνει πολεμεῖν καὶ μάχεσθαι. ἀλλ᾽ ἄγε ἐνθάδε, ὦ προσφιλέστατε, ἵστασο παρ᾿ ἐμέ, καὶ θέασαι τὴν πρᾶξιν· ἢ ὅλην τὴν ἡμέραν δειλὸς ἔσομαι ὥσπερ λέγεις, ἢ καί τινα τῶν Ἑλλήνων καίπερ προθυμούμενον πάνυ τῆς ἰσχύος ἐπισχήσω βοηθεῖν καὶ μάχεσθαι περὶ τοῦ Πατρόκλου τεθνηκότος. | 169 |
οὕτως εἰπὼν τοῖς Τρῳσὶ διεκελεύσατο τρανῶς βοήσας, λέγων· ὦ Τρῷες, καὶ Λύκιοι, καὶ Δάρδανοι πολεμισταί, ἀνδρεῖοι ὑπάρχετε, ὦ φίλοι, μνήσθητε δὲ τῆς πολεμικῆς καὶ ὁρμητικῆς ἰσχύος, ἕως ἂν ἐγὼ τὰ τοῦ ἀμωμήτου Ἀχιλλέως ὅπλα ἐνδυθῶ τὰ καλὰ, ἅτινα τὴν τοῦ Πατρόκλου ἰσχὺν ἀφειλόμην ἀποκτείνας. | 183 |
οὕτω δὴ εἰπὼν ἀπῆλθεν ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ ἐκ τοῦ ἀφανιστικοῦ πολέμου, τρέχων δὲ κατέλαβε τοὺς φίλους πάνυ ταχέως, οὔπω πόρρω τοῖς ταχέσι ποσὶν ἐπιδραμών, οἳ εἰς τὴν πόλιν ἐκόμιζον τὰ πολύτιμα ὅπλα τοῦ υἱοῦ τοῦ Πηλέως· στὰς δὲ πόρρω τῆς μάχης τῆς δακρύων γεμούσης ἤλλαξε τὰ ὅπλα, καὶ τὰ μὲν ἑαυτοῦ ἔδωκεν οὗτος κομίσαι εἰς τὴν ἱερὰν Ἴλιον τοῖς τὸν πόλεμον φιλοῦσι Τρῳσίν, αὐτὸς δὲ τὰ θεῖα ὅπλα ἐνεδύσατο Ἀχιλλέως τοῦ υἱοῦ τοῦ Πηλέως, ἅπερ οἱ οὐράνιοι θεοὶ τῷ ἀγαπητῷ αὐτοῦ πατρὶ ἐδωρήσαντο, οὗτος δὲ τῷ ἑαυτοῦ υἱῷ ἔδωκε γηράσας, ἀλλ' οὐχ ὁ υἱὸς ἐν τοῖς ὅπλοις τοῦ πατρὸς ἐγήρασε· | 188 |
τοῦτον δὲ ἐπειδὴ πόρρωθεν ἐθεάσατο ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς, καθοπλιζόμενον τοῖς ὅπλοις τοῦ θείου υἱοῦ τοῦ Πηλέως, κινήσας δὴ τὴν κεφαλὴν εἶπε πρὸς τὴν ἑαυτοῦ ψυχήν· φεῦ ἄθλιε, οὐδέ τί σοι ὁ θάνατος διὰ μνήμης ὑπάρχει, ὃς δὴ πλησίον ἐστί, σὺ δὲ θεῖα ὅπλα ἐνδύνῃ ἀνδρὸς ἀριστέως, ὅν περ τρέμουσι καὶ οἱ ἄλλοι πάντες· τούτου δὴ τὸν φίλον ἀπέκτεινας προσηνῆ τε καὶ ἐπιεικῆ καὶ ἰσχυρόν, τὰ ὅπλα δὲ οὐ κατὰ τὸ πρέπον ἐκ κεφαλῆς καὶ τῶν ὤμων ἀφείλου· νυνὶ δέ σοι μεγάλην νίκην παρέξω τούτων τιμωρίαν, καὶ ἀντέκτισιν, ὅτι οὐδαμῶς σοι ἐκ τῆς μάχης ὑποστρέψαντι δέξεται ἡ Ἀνδρομάχη τὰ πολύτιμα ὅπλα τοῦ υἱοῦ τοῦ Πηλέως. | 198 |
εἶπε, καὶ ταῖς μελαίναις ὀφρύσιν ἐπένευσεν ὁ υἱὸς τοῦ Κρόνου. τῷ Ἕκτορι δὲ ἥρμοσαν τὰ ὅπλα ἐπὶ τῷ σώματι, εἰσῄει δὲ αὐτὸν Ἄρης ὁ χαλεπός καὶ φονικός, ἐπληρώθησαν δ᾽ ἄρα αὐτῷ τὰ μέλη ἐντὸς ἰσχύος τε καὶ δυνάμεως, ἐπὶ τοὺς ἐνδόξους δὲ βοηθοὺς ᾤχετο δὴ μεγάλως βοῶν, ἐφαίνετο δὲ πᾶσιν αὐτοῖς περιλαμπόμενος τοῖς ὅπλοις τοῦ μεγαλοψύχου υἱοῦ τοῦ Πηλέως, παρώξυνε δὲ ἕκαστον ἐπερχόμενος λόγοις, τόν τε Μέσθλην, καὶ τὸν Γλαῦκον, καὶ τὸν Μέδοντα, καὶ τὸν Ὀρσίλοχον, καὶ τὸν Ἀστεροπαῖον, καὶ τὸν Διήνορα, καὶ τὸν Ἱππόθοον, καὶ τὸν Φόρκυν, καὶ τὸν Χρόμιον, καὶ τὸν Ἔννομον τὸν οἰωνοσκόπον· τούτους οὗτος διεγείρων λόγους ταχεῖς ἔλεγεν· ἀκούσατε, ὦ πλεῖστα γένη τῶν περιοίκων βοηθῶν, οὐ γὰρ ἐγὼ πλῆθος ζητῶν, οὐδὲ δεόμενος, δεῦρο πάντας συνήθροισα ἀπὸ τῶν ὑμετέρων πολέμων· ἀλλ' ὅπως μοι τὰς γυναῖκας τῶν Τρῴων καὶ τὰ μικρὰ τέκνα προθύμως σώζοιτε καὶ φυλάττοιτε ἀπὸ τῶν φιλοπολέμων Ἑλλήνων· ταῦτα διανοούμενος δώροις καὶ εὐωχίαις καταπονῶ τοὺς Τρῷας, τὴν ὑμετέραν δὲ πάντων προθυμίαν αὐξάνω, δι' ὃ νυνί τις κατ' εὐθὺ ἐφορμῶν ἢ τεθνάτω, ἢ σωθήτω, αὕτη γάρ ἐστιν ἡ τοῦ πολέμου ὁμιλία, ἤχουν οὕτω δεῖ ἀναστρέφεσθαι ἐν τῷ πολέμῳ. ὃς δ᾽ ἂν τὸν Πάτροκλον καίπερ τεθνηκότα ἑλκύση πρὸς τοὺς ἱππικοὺς Τρῷας, ὑποχωρήσῃ δὲ αὐτῷ ὁ Αἴας, τὸ ἥμισυ τῶν λαφύρων ἀπομερίσω αὐτῷ, τὸ ἥμισυ δὲ ἐγὼ λήψομαι, ἡ δόξα δὲ αὐτῷ τοσαύτη ἔσται, ὅσηπερ καὶ ἐμοί. οὕτως εἶπεν. οὗτοι δὲ εὐθὺ τῶν Ἑλλήνων στῖφος ποιήσαντες καὶ συνασπίσαντες συνωρμήθησαν τὰ δόρατα ἀνατείναντες, πάνυ δὲ αὐτῶν ἡ ψυχὴ ἤλπιζεν ἑλκύσειν τὸν νεκρὸν ἀπὸ τοῦ Αἴαντος τοῦ υἱοῦ τοῦ Τελαμῶνος, οἱ μωροὶ καὶ ἄφρονες· ὄντως ἐπ' αὐτῷ ψυχὰς πολλῶν ἀφείλετο. καὶ τότε δὴ Αἴας εἶπε πρὸς τὸν κατὰ πόλεμον ἀγαθὸν Μενέλαον· ὦ φίλτατε, ὦ Μενέλαε ἐνδοξότατα τεθραμμένε, οὐκέτι ἡμᾶς αὐτοὺς ἐλπίζω ὑποστρέψειν ἐκ τοῦ πολέμου, οὐδαμῶς τοσοῦτον φοβοῦμαι περὶ τοῦ νεκροῦ τοῦ Πατρόκλου, ὃς ταχέως ἂν ἐμπλήσῃ τοὺς κύνας καὶ τὰ ὄρνεα, ὅσον δέδοικα περὶ τῇ ἐμῇ κεφαλῇ μή τι πάθῃ, καὶ τῇ σαυτοῦ, ἐπειδὴ νέφος πολέμου πάντα περικαλύπτει· ὁ Ἕκτωρ δὲ ἡμῖν ἀναφαίνεται μέγας ἀφανισμός. ἀλλ᾽ ἄγε συγκάλει τοὺς ἀριστέας τῶν Ἑλλήνων, ἐάν τις ἀκούσῃ. | 209 |
οὕτως εἶπεν· ὑπήκουσε δὲ ὁ κατὰ πόλεμον ἀγαθὸς Μενέλαος, ἐβόησε δὲ τρανῶς καὶ ἐξακούστως τοῖς Ἕλλησι φωνῶν. ὦ φίλοι ἡγεμόνες καὶ βασιλεῖς τῶν Ἑλλήνων, οἵτινες παρὰ τοῖς υἱοῖς τοῦ Ἀτρέως τῷ Ἀγαμέμνονι καὶ τῷ Μενελάῳ τὰ δημόσια ἀναλίσκουσι καὶ ἄρχουσιν ἄπαντες λαῶν, ἐκ τοῦ Διὸς δὲ δόξα καὶ τιμὴ ἕπεται καὶ ἀκολουθεῖ. χαλεπὸν δέ μοι ἐστὶ διασκοπεῖσθαι ἕκαστον τῶν ἡγεμόνων, τοσαύτη γὰρ μάχη πολέμου διηγέρθη· ἀλλά τις αὐτὸς παραγενέσθω, ἀνάξιον δὲ καὶ μεμπτὸν ἡγείσθω ἐν τῇ ψυχῇ τὸν Πάτροκλον γενέσθαι παίγνια ταῖς Τρωικαῖς κυσίν. | 246 |
οὕτως εἶπεν· ὀξέως δὲ ἤκουσεν ὁ τοῦ Ὀϊλέως ταχύπους Αἴας, πρῶτος δὲ ἐναντίον ἐπῆλθε τρέχων εἰς τὴν μάχην, μετ' αὐτὸν δὲ ὁ Ἰδομενεύς, καὶ ὁ θεράπων τοῦ Ἰδομενέως ὁ Μηριόνης ὅμοιος τῷ τοὺς ἄνδρας ἀποκτείνοντι Ἄρει· τῶν ἄλλων δὲ τίς ἂν τῇ ἑαυτοῦ διανοίᾳ τὰ ὀνόματα εἴποι, ὅσοι δὴ μετὰ ταῦτα Ἕλληνες μάχην διήγειραν καὶ συνηύξησαν. | 256 |
οἱ Τρῷες δὲ προέτυψαν καὶ ἀντέβαλον ἀθρόοι, ἡγεῖτο δὲ ὁ Ἕκτωρ. ὥσπερ δὲ ὅτε ἐπὶ ταῖς ἐκβολαῖς τοῦ ἐκ τοῦ Διὸς γεγενημένου ποταμοῦ περιηχεῖ τὸ μέγα κῦμα πρὸς τὴν ῥῦσιν, τὰ ἄκρα δὲ τῶν αἰγιαλῶν περιβοῶσιν, ἐκβρασσομένης τῆς θαλάσσης εἰς τὸ ἔξω· τοσαύτῃ δὴ οἱ Τρῷες βοῇ ἐχώρουν. οἱ Ἕλληνες δὲ ἔστησαν περὶ τὸν υἱὸν τοῦ Μενοιτίου μίαν ψυχὴν ἔχοντες, περιφραχθέντες ταῖς χαλκῷ ἡρμοσμέναις ἀσπίσι, περὶ δὲ τὰς ἑαυτῶν λαμπρὰς περικεφαλαίας ὁ υἱὸς τοῦ Κρόνου ἀέρα πολὺν ἔχεεν, ἐπειδὴ οὐδὲ τὸν υἱὸν τοῦ Μενοιτίου ἐμίσει τὸ πρίν, ὁπηνίκα ζῶν θεράπων ἦν τοῦ ἐγγόνου τοῦ Αἰακοῦ, μισητὸν δὲ ἄρα ἡγήσατο γενέσθαι αὐτὸν ἐπίτευγμα καὶ σπάραγμα ταῖς τῶν πολεμίων κυσὶ ταῖς Τρωικαῖς· δι᾿ ὃ καὶ βοηθεῖν αὐτῷ διήγειρε τοὺς φίλους. | 262 |
πρότερον δὲ οἱ Τρῷες ἀπεωθήσαντο τοὺς ἀξιοθεάτους Ἕλληνας, τὸν νεκρὸν δὲ καταλιπόντες εἰς φυγὴν ἐτράπησαν, οὐδέ τινα αὐτῶν οἱ μεγαλόψυχοι Τρῷες ἀνεῖλον τοῖς δόρασιν, καίπερ προθυμούμενοι, ἀλλὰ τὸν νεκρὸν εἵλκυον, ἐπ' ὀλίγον δὲ καὶ τούτου οἱ Ἕλληνες ἔμελλον ἀποστήσεσθαι· πάνυ γὰρ αὐτοὺς ταχέως μετακαλεσάμενος συστραφῆναι ἐποίησεν ὁ Αἴας, ὃς καὶ κατὰ τὴν μορφὴν καὶ κατὰ τὴν πρᾶξιν περιεγίνετο τῶν ἄλλων Ἑλλήνων μετὰ τὸν ἀμώμητον υἱὸν τοῦ Πηλέως· ὥρμησε δὲ διὰ τῶν πρωταγωνιστῶν ὅμοιος τὴν δύναμιν χοίρῳ ἀγρίῳ, ὅστις ἐν τοῖς ὄρεσι κύνας, καὶ νέους ἀκμάζοντας ῥᾳδίως διεσκέδασε συστραφεὶς κατὰ τὰ κοῖλα καὶ ὑδρηλὰ καὶ βάσιμα τοῦ ὄρους. οὕτως ὁ τοῦ λαμπροῦ Τελαμῶνος υἱὸς Αἴας ὁ λαμπρός, εὐχερῶς μεθορμήσας διεσκέδασε τὰς τάξεις τῶν Τρῴων, οἳ περὶ τὸν Πάτροκλον ἵσταντο, διενοοῦντο δὲ τὰ μάλιστα πρὸς τὴν ἑαυτῶν πόλιν ἑλκύσαι, καὶ δόξαν λαβεῖν. | 274 |
τοῦτον μὲν οὖν ὁ Λήθου τοῦ Πελασγοῦ λαμπρὸς υἱὸς ὁ Ἱππόθοος εἷλκεν ἀπὸ τοῦ ποδὸς κατὰ τὴν ἰσχυρὰν μάχην, δήσας λώρῳ παρὰ τὸν ἀστράγαλον περὶ τὰ μεγάλα νεῦρα, τῷ Ἕκτορι καὶ τοῖς Τρῳσὶ τὰ πρὸς χάριν ποιῶν· ταχέως δὲ αὐτῷ ἐπῆλθε δεινόν, ὅπερ αὐτῷ οὐδεὶς ἐκείνων διεκώλυσε, καίπερ προθυμουμένων. τοῦτον γὰρ ὁ υἱὸς τοῦ Τελαμῶνος ἐφορμήσας διὰ τοῦ πλήθους ἔπληξεν ἐκ τοῦ σύνεγγυς διὰ τῆς περικεφαλαίας τῆς σιδηρᾶς παραγναθίδας ἐχούσης, ἐρράγη δὲ καὶ διεσχίσθη ἡ θριξὶν ἱππείαις δασυνομένη περικεφαλαία περὶ τὸ τοῦ δόρατος ὀξὺ τυπεῖσα δόρατι μεγάλῳ, καὶ χειρὶ παχείᾳ, καὶ ἰσχυρᾷ. ὁ ἐγκέφαλος δὲ ἀνεπήδησε καὶ ἐξέρρευσεν ἐκ τοῦ τραύματος παρὰ τὴν ἀνάτασιν τοῦ κράνου, ἢ παρὰ τὸν αὐλόν, ἤγουν τὸ μέρος τοῦ δόρατος, εἰς ὃ τὸ ξύλον ἐμβάλλεται, κεκραμένος τῷ αἵματι, τούτου δὲ αὐτόθι διελύθη ἡ δύναμις, ἐκ τῶν χειρῶν δὲ ἀφῆκεν εἰς γῆν τὸν πόδα τοῦ μεγαλοψύχου Πατρόκλου κατακεῖσθαι, οὗτος δὲ πλησίον αὐτοῦ κατέπεσεν ἐπὶ πρόσωπον παρὰ τῷ νεκρῷ πόρρω ἀπὸ τῆς Λαρίσσης πόλεως τῆς μεγαλοβώλου καὶ εὐγείου, οὐδὲ τοῖς γονεῦσι τοῖς ἀγαπητοῖς ἀπέδωκε τὰ τροφεῖα, ὀλιγοχρόνιος δὲ αὐτῷ ἡ ζωὴ ἐγένετο ἀναιρεθέντι δόρατι ὑπὸ τοῦ μεγαλοψύχου Αἴαντος. | 288 |
ὁ Ἕκτωρ δὲ κατὰ τοῦ Αἴαντος ἔβαλε δόρατι λαμπρῷ, ἀλλ᾿ οὗτος μὲν καταντικρὺ θεασάμενος ἐξέκλινε τὸ σιδηροῦν δόρυ πρὸς βραχύ, αὐτὸς δὲ Σχέδιον τὸν υἱὸν τοῦ μεγαλοψύχου Ἰφίτου τὸν ἐξόχως κράτιστον τῶν Φωκέων, ὃς ἐν τῷ ἐνδόξῳ Πανοπεῖ τὴν οἰκίαν ᾤκει πολλῶν ἀνδρῶν βασιλεύων· τοῦτον ἔτρωσεν ὑπὸ τὸ μέσον τῆς κατακλεῖδος, διόλου δὲ τὸ ἄκρον τῆς σιδηρᾶς ἐπιδορατίδος παρὰ τὸ ἔσχατον τοῦ ὤμου διεπέρασεν, ἐψόφησε δὲ καταπεσών, ἤχησαν δὲ τὰ ὅπλα ἐπ' αὐτῷ. | 304 |
ὁ Αἴας δὲ τὸν συνετὸν Φόρκυνα τὸν υἱὸν τοῦ Φαίνοπος περὶ τὸν Ἱππόθοον στάντα ἔπληξε κατὰ τὸ μέσον τῆς γαστρός, διέρρηξε δὲ καὶ διέκοψε τὸ κοῖλον τοῦ θώρακος, τὰ ἔντερα δὲ ὁ σίδηρος ἤντλησεν· οὗτος δὲ χαμαὶ ἐν τῇ κόνει καταπεσὼν ἐλάβετο τῆς γῆς τῷ ἀγκῶνι, ὑπεχώρησαν δὲ οἵ τε πρωταγωνισταί, καὶ ὁ λαμπρὸς Ἕκτωρ. οἱ Ἕλληνες δὲ μεγάλως ἐβόησαν, εἵλκυσαν δὲ τοὺς νεκροὺς τὸν Φόρκυνα, καὶ τὸν Ἱππόθοον, ἔλυον δὲ τὰ ὅπλα ἀπὸ τῶν ὤμων. | 312 |
τότε δ᾽ ἂν οἱ Τρῷες ὑπὸ τῶν φιλοπολέμων Ἑλλήνων ἀνέδραμον εἰς τὸ Ἴλιον δαμασθέντες καὶ ἡττηθέντες ἀσθενείᾳ καὶ ἀνανδρίᾳ, οἱ Ἕλληνες δ᾽ ἂν δόξαν ἔσχον καὶ παρὰ τὴν τοῦ Διὸς πεπρωμένην τῇ ἑαυτῶν ἰσχύϊ καὶ δυνάμει, ἀλλ᾿ αὐτὸς ὁ Ἀπόλλων παρώξυνε τὸν Αἰνείαν, ὅμοιος τὸ σῶμα Περίφαντι τῷ κήρυκι τῷ υἱῷ τοῦ Ἠπύτου, ὅστις παρὰ τῷ γέροντι πατρὶ αὐτοῦ κηρύσσων ἐγήρασε, βουλεύματα προσφιλῇ κατὰ διάνοιαν ἐπιστάμενος· τούτῳ ὁμοιωθεὶς εἶπε πρὸς αὐτὸν Ἀπόλλων ὁ υἱὸς τοῦ Διός· ὦ Αἰνεία, πῶς ἂν καὶ παρὰ γνώμην θεοῦ φυλάξαιτε τὸ ὑψηλὸν Ἴλιον; ὡς ἤδη ἐθεασάμην ἐγὼ ἄνδρας ἄλλους δυνάμει τε καὶ ἰσχύϊ θαρροῦντας, καὶ ἀνδρίᾳ, καὶ πολυανθρωπίᾳ ἰδίᾳ, καὶ πλῆθος ἐνδεὲς καὶ ἔλαττον ἔχοντας· ἡμῖν δὲ ὁ μέν τοι Ζεὺς μᾶλλον βούλεται ἢ τοῖς Ἕλλησι νίκην, ἀλλ' ὑμεῖς μεγάλως φοβεῖσθε καὶ τρέπεσθε, οὐδὲ πολεμεῖτε. οὕτως εἶπεν· ὁ Αἰνείας δὲ τὸν πόρρω βάλλοντα Ἀπόλλωνα ἐνόησεν, ἐναντίον θεασάμενος, μεγάλως δὲ βοήσας εἶπε πρὸς τὸν Ἕκτορα· ὦ Ἕκτορ, καὶ ἄλλοι ἡγεμόνες τῶν Τρῴων, καὶ τῶν βοηθῶν, αἰσχύνη μέντοι αὕτη γ' ἐστὶν ὑπὸ τῶν φιλοπολέμων Ἑλλήνων ἀνελθεῖν εἰς τὸ Ἴλιον καταπονηθέντες καὶ ἡττηθέντες ἀσθενείᾳ καὶ ἀνανδρίᾳ· ἀλλὰ γὰρ ἔτι τις τῶν θεῶν ἐγγὺς παραγενόμενος εἶπε μοι τὸν ὕπατον Δία καὶ ποιητὴν καὶ ἐπιστήμονα τοῦ πολέμου βοηθὸν εἶναι ἡμῖν, δι' ὃ δὴ εὐθὺ τῶν Ἑλλήνων ἐπέλθωμεν, μηδ' οὗτοί γε ἐφ' ἡσυχίας τὸν Πάτροκλον εἰς τὰς ναῦς ἀπαγάγοιεν ἀποθανόντα. | 319 |
οὕτως εἶπε, καὶ δὴ πολὺ πρὸ τῶν πρωταγωνιστῶν ἐκπηδήσας ἔστη, οὗτοι δὲ μεταβάλλοντες συνεστράφησαν, καὶ ἐναντίον ἔστησαν τῶν Ἑλλήνων. τότε δὴ ὁ Αἰνείας Λειώκριτον ἔτρωσε τῷ δόρατι τὸν υἱὸν τοῦ Ἀρίσβαντος, τὸν τοῦ Λυκομήδους ἀγαθὸν φίλον· τοῦτον δὲ ἀποθανόντα ᾤκτειρεν ὁ φιλοπόλεμος Λυκομήδης, ἔστη δὲ πάνυ πλησίον ἐπελθών, καὶ ἔβαλε δόρατι λαμπρῷ, καὶ ἔτρωσε τὸν υἱὸν τοῦ Ἱππάσου Ἀπισάονα τὸν βασιλέα τοῦ πλήθους κατὰ τὸ ἧπαρ ὑπὸ τὰς φρένας, εὐθέως δὲ τὰ γόνατα ὑπέλυσε καὶ ἐνέκρωσεν, ὅστις δὴ ἐκ τῆς Παιονίας τῆς μεγαλοβώλου, καὶ εὐγείου ἀφίκετο, καὶ δὴ μετὰ τὸν Ἀστεροπαῖον ἠνδραγάθει ἐν τῷ πολεμεῖν· | 342 |
τοῦτον δὲ ἀποθανόντα ᾤκτειρεν ὁ φιλοπόλεμος Ἀστεροπαῖος, ὥρμησε δὲ καὶ οὗτος προθύμως τοῖς Ἕλλησι πολεμεῖν, ἀλλ᾿ οὐδαμῶς ἔτι ἐδύνατο, ἀσπίσι γὰρ πεφραγμένοι ἦσαν πανταχοῦ ἑστῶτες περὶ τὸν Πάτροκλον, τὰ δόρατα δὲ προβεβλημένα εἶχον· ὁ Αἴας γὰρ πάνυ πολλὰ ἐπιτάττων ἐπὶ πάντας παρῄει, οὔτε τινὰ ὄπισθεν τοῦ νεκροῦ ὑποχωρεῖν ἐκέλευεν, οὔτε τινὰ προπολεμεῖν μᾶλλον τῶν ἄλλων Ἑλλήνων, ἀλλὰ μάλα περὶ αὐτὸν ἑστάναι, καὶ ἐκ τοῦ σύνεγγυς πολεμεῖν. οὕτως Αἴας ἐπέταττεν ὁ μέγας, ἡ γῆ δὲ αἵματι μέλανι ἐβρέχετο, οὗτοι δὲ πυκνοὶ καὶ ἀλλεπάλληλοι κατέπιπτον νεκροί, ὁμοῦ τῶν τε Τρῴων, καὶ τῶν μεγαλοδυνάμων βοηθῶν, καὶ τῶν Ἑλλήνων, οὐδὲ γὰρ οὗτοι ἄνευ αἵματος καὶ θανάτου ἐπολέμουν, πολλῷ δὲ ἐλάττονες ἀπέθνησκον, ἐμέμνηντο γὰρ ἀεὶ κατὰ τὸν στρατὸν ἀλλήλοις βοηθεῖν, καὶ ἀποσοβεῖν τὸν χαλεπὸν φόνον. | 352 |
οὕτως οὗτοι μὲν ἐμάχοντο τρόπον πυρός, οὐδ᾽ ἂν εἴποις, οὔτε ποτὲ τὸν ἥλιον σῶον, καὶ ὁλόκληρον εἶναι, οὔτε τὴν σελήνην, ἀορασίᾳ γὰρ κατείχοντο ὅσοι ἄριστοι ἐπὶ τῆς μάχης καὶ περὶ τὸν υἱὸν τοῦ Μενοιτίου τεθνηκότα ἵσταντο. οἱ ἄλλοι δὲ Τρῷες καὶ εὔοπλοι Ἕλληνες ἐφ' ἡσυχίας ἐμάχοντο ὕπαιθροι, ἐξήπλωτο δὲ καὶ ἐξέλαμψε τὸ φῶς τοῦ ἡλίου ὀξέως, νεφέλη δὲ οὐκ ἐφαίνετο ἐπὶ πάσης τῆς γῆς, οὐδ᾽ ἐπὶ τῶν ὀρέων, ἐκ διαδοχῆς δὲ καὶ ἀναπαύσεως ἐπολέμουν ἀλλήλων ἐκκλίνοντες, καὶ φυλαττόμενοι τὰ ὀδυνηρὰ βέλη, πολὺ ἀφεστῶτες καὶ διέχοντες· οὗτοι δὲ ἐν τῷ μέσῳ ὀδύνας ὑπέμενον ὀμίχλη καὶ μάχη, κατεπονοῦντο δὲ σιδήρῳ ἀπηνεῖ ὅσοι κράτιστοι ἦσαν· δύο δὲ ἄνθρωποι οὔπω ἤκουσαν ἄνδρες ἔνδοξοι, ὅ τε Θρασυμήδης, καὶ ὁ Ἀντίλοχος τοῦ Πατρόκλου τεθνηκότος τοῦ ἀμωμήτου, ἀλλ' ἔτι ᾤοντο ζῶντα αὐτὸν ἐν τῷ πρώτῳ θορύβῳ τοῖς Τρῳσὶ πολεμεῖν· οὗτοι δὲ ἐπιβλέποντες τὸν θάνατον καὶ τὴν φυγὴν τῶν φίλων χωρὶς ἐμάχοντο, ἐπειδὴ οὕτως ἐπέταττεν ὁ Νέστωρ διεγείρων εἰς τὸν πόλεμον ἀπὸ τῶν μελαινῶν νεῶν· | 366 |
τούτοις δὲ δι' ὅλης τῆς ἡμέρας μεγάλη φιλονεικία ἠγέρθη μάχης χαλεπῆς, ταλαιπωρίᾳ δὲ καὶ ἱδρῶτι ἀδιαλείπτως τά τε γόνατα, καὶ αἱ μνῆμαι, καὶ κάτωθεν οἱ πόδες ἑκάστου, καὶ αἱ χεῖρες, καὶ οἱ ὀφθαλμοὶ ἐβρέχοντο μαχομένοις περὶ τὸν χρηστὸν θεράποντα του ταχύποδος Ἀχιλλέως· ὥσπερ δὲ ὅταν ἀνὴρ βοὸς ταύρου μεγάλου δορὰν ἀνθρώποις δῷ διατείνειν, ἐλαίῳ διάβροχον ἢ λίπει, παραλαβόντες δὲ οὗτοι διαχωρισθέντες ἐκτείνουσι κυκλόθεν, ταχέως δὲ ὑγρασία ἀπῆλθεν, ἐντήκεται γὰρ τὸ λίπος πολλῶν διατεινόντων, ἐκτείνεται δὲ πᾶσα δι᾿ ὅλου εἰς τοὔμπροσθεν· οὕτως οὗτοι ἐντεῦθεν, κἀκεῖθεν τὸν νεκρὸν ἐν ὀλίγῳ τόπῳ εἵλκυον ἀμφότεροι, πάνυ δὲ αὐτοῖς ἤλπιζεν ἡ ψυχὴ τοῖς μὲν Τρῳσὶν ἑλκύσαι πρὸς τὸ Ἴλιον, τοῖς δὲ Ἕλλησιν ἐπὶ τὰς βαθείας ναῦς, περὶ αὐτοῦ δὲ πόλεμος ἠγέρθη ἄγριος καὶ χαλεπός. οὐδ᾽ ἂν Ἄρης ὁ τὸν λαὸν παρορμῶν εἰς τὸν πόλεμον, οὐδ᾽ ἂν ἡ Ἀθηνᾶ τοῦτόν γε θεασαμένη μέμψαιτο, οὐδ' εἰ πάνυ αὐτὴν ὀργὴ καταλάβοι· τοιοῦτον ὁ Ζεὺς ἐπὶ τῷ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων χαλεπὴν ταλαιπωρίαν ἐξέτεινε καὶ συνηύξησε τῇ ἡμέρᾳ ἐκείνῃ, οὐδέ τί πω ἄρα ἐγίνωσκε τὸν Πάτροκλον ἀποθανόντα ὁ ἐνδοξότατος Ἀχιλλεύς, πολὺ γὰρ δὴ πόρρω τῶν ταχειῶν νεῶν ἐμάχοντο ὑπὸ τῷ τείχει τῶν Τρῴων, δι' ὅπερ αὐτὸν οὐδεπώποτε ἤλπιζεν ἐν τῇ ψυχῇ ἀποθανεῖν, ἀλλὰ ζῶντα ἐμπελάσαντα καὶ πλησιάσαντα ταῖς πύλαις εἰς τοὐπίσω ὑποστρέψειν, ἐπειδὴ οὐδὲ τοῦτο ἤλπιζε παντελῶς, ἐκπορθήσειν τὴν πόλιν ἄνευ αὐτοῦ, οὐδὲ μετ' αὐτοῦ, πολλάκις γὰρ τοῦτό γε τῆς μητρὸς ἤκουσε κατ' ἰδίαν ἀκούων, ἥτις αὐτῷ ἀπήγγελλε τὸ τοῦ μεγάλου Διὸς διανόημα, καὶ βούλημα. τοτὲ γοῦν οὐκ εἶπεν αὐτῷ τοσοῦτον δεινόν, ὁπόσον ἐγένετο, ἡ μήτηρ, ὅτι δὴ αὐτῷ ὁ πάνυ φίλτατος φίλος ἀπώλετο. | 384 |
οὗτοι δὲ ἀεὶ περὶ τὸν νεκρὸν δόρατα ἠκονημένα κρατοῦντες ἀδιαλείπτως συνέβαλλον, καὶ ἀλλήλους ἀπέκτεινον. οὕτω δέ τις τῶν σιδηροθωράκων Ἑλλήνων εἶπεν· ὦ φίλοι οὐδαμῶς ἡμῖν ἐστιν εὐπρεπὲς ὑποστρέψαι ἐπὶ τὰς βαθείας ναῦς, ἀλλ᾿ αὐτόθι ἡ μέλαινα γῆ πᾶσι χάσμα ποιήσειε, τοῦτ᾽ ἂν ἡμῖν παραχρῆμα πάνυ ἐπικερδέστερον καὶ ὠφελιμώτερον εἴη, εἰ τοῦτον τοῖς ἱππικοῖς Τρῳσὶ καταλείψομεν ἑλκύσαι πρὸς τὴν ἑαυτῶν πόλιν καὶ δόξαν λαβεῖν. | 412 |
οὕτω δέ τις πάλιν τῶν μεγαλοψύχων Τρῴων ἔλεγεν· ὦ προσφιλέστατοι, εἰ καὶ εἱμαρμένον ἐστὶ παρὰ τούτῳ τῷ ἀνδρὶ ἀναιρεθῆναι πάντας ὁμοίως, μηδαμῶς τις ἀναχωρείτω τῆς μάχης. | 420 |
οὕτως ἄρα τις εἶπεν, ἑκάστου δὲ ἰσχὺν καὶ προθυμίαν διήγειρεν. οὕτως οὗτοι μὲν ἐμάχοντο, στερεώτατος δὲ θόρυβος εἰς τὸν χαλκοῦν καὶ ἰσχυρὸν οὐρανὸν ἀφικνεῖτο διὰ τοῦ ἀτρύτου (ἀπείρου, ἀκάρπου) αἰθέρος οἱ ἵπποι δὲ τοῦ ἐγγόνου τοῦ Αἰακοῦ πόρρω τῆς μάχης ἀπελθόντες ἔκλαιον, ἐπειδὴ τὰ πρῶτα ᾔσθοντο τοῦ ἡνιόχου ἐν τῇ κόνει καταπεσόντος καὶ ἀναιρεθέντος ὑπὸ τοῦ ἀνδροκτόνου Ἕκτορος. ὄντως μὴν Αὐτομέδων ὁ ἰσχυρὸς υἱὸς τοῦ Διώρεος πολλὰ μὲν δὴ μάστιγι ταχυποιῷ ἐφήπτετο τύπτων, πολλὰ δὲ λόγοις προσηνέσιν ἔλεγε, πολλὰ δὲ ἀπειλῇ· οὗτοι δὲ οὔτε εἰς τοὐπίσω ἐπὶ τὸν εὐρὺν Ἑλλήσποντον ἔθελον πορεύεσθαι, οὔτε εἰς τὸν πόλεμον πρὸς τοὺς Ἕλληνας· ἀλλ᾿ ὥσπερ στήλη μένει ἑδραίως καὶ μονίμως, ἥτις ἐπὶ τάφῳ ἀνδρὸς ἵσταται ἀποθανόντος, ἢ γυναικός· οὕτως ἔμενον ἀσφαλῶς καὶ ἀμετακινήτως τὸ περικαλλὲς καὶ εὐειδὲς ὄχημα ἔχοντες, τῷ ἐδάφει προσερείσαντες τὰς κεφαλὰς, δάκρυα δὲ αὐτοῖς θερμὰ ἀπὸ τῶν ὀμμάτων ἐπὶ τὴν γῆν κατέρρεον θρηνοῦσι τῷ πόθῳ τοῦ ἡνιόχου, ἡ ἀνθηρὰ δὲ καὶ ἀκμαία χαίτη αὐτῶν ἐμολύνετο, ἐκπεσοῦσα τῆς ζεύγλης εἰς τὸν ζυγὸν ἑκατέρῳ. | 423 |
θρηνοῦντας δ᾽ ἄρα τούτους θεασάμενος ᾤκτειρεν ὁ υἱὸς τοῦ Κρόνου, κινήσας δὲ τὴν κεφαλὴν πρὸς τὴν ἑαυτοῦ ψυχὴν εἶπε· | 441 |
φεῦ ἄθλιοι, ἵνα τί ὑμᾶς δοῦναι τεθελήκαμεν τῷ βασιλεῖ Πηλεῖ τῷ θνητῷ ἀνθρώπῳ, ὑμεῖς δὲ ὑπάρχετε μήτε γήρᾳ, μήτε θανάτῳ ὑποκείμενοι, ἢ ἵνα λύπας καὶ ὀδύνας ἔχητε ἐν τοῖς ταλαιπώροις ἀνδράσιν· οὐδαμῶς γάρ που ἐστί τι ταλαιπωρότερον καὶ ἀθλιώτερον τοῦ ἀνδρὸς συμπάντων, ὅσα κατὰ τὴν γῆν ἀναπνέουσι καὶ κινοῦνται· ἀλλ᾽ οὐδαμῶς ὑμῖν γε καὶ τοῖς ποικίλοις ὀχήμασιν Ἕκτωρ ὁ υἱὸς τοῦ Πριάμου ἐπιβήσεται, οὐ γὰρ ἀφήσω· ἢ οὐχ ἱκανὸν ὅτι καὶ τὰ ὅπλα ἔχει, καὶ ἐπικαυχᾶται ματαίως; ὑμῖν δὲ ἐν τοῖς γόνασιν ἐμβαλῶ δύναμιν καὶ ἐν τῇ ψυχῇ, ὅπως καὶ τὸν Αὐτομέδοντα σώσητε ἐκ τοῦ πολέμου ἐπὶ τὰς βαθείας ναῦς, ἔτι γὰρ αὐτοῖς δόξαν παρέξω ἀναιρεῖν, ἕως ἂν εἰς τὰς εὐκαθέδρους ναῦς καταλάβωσι, καὶ ὁ ἥλιος δύῃ, καὶ τὸ ἱερὸν σκότος ἐπέλθῃ. | 443 |
οὕτως εἰπὼν τοῖς ἵπποις ἐνέβαλε δύναμιν μεγάλην. οὗτοι δὲ ἀπὸ τῶν χαιτῶν τὴν κόνιν ἐπὶ τὸ ἔδαφος καταβαλόντες, τάχιστα ἔφερον τὸ ταχυ ἅρμα πρὸς τοὺς Τρῷας καὶ Ἕλληνας· ἐπὶ τούτοις δὲ Αὐτομέδων ἐπολέμει καίπερ λυπούμενος ἕνεκα τοῦ φίλου διὰ τῶν ἵππων ἐφορμῶν, ὥσπερ τις γὺψ ἐπὶ χῆνας, ῥᾳδίως μὲν γὰρ ἔφευγεν ἐκ τοῦ θορύβου τῶν Τρῴων, ῥᾳδίως δὲ ἐφώρμα κατὰ τὸν μέγαν στρατὸν ἐπιδιώκων (ἐλαύνων)· ἀλλ᾿οὐκ ἀνήρει ἄνδρας, ὅτε ἀνώρμητο διώκειν, οὐ γὰρ ἦν δυνατὸν μόνον ὄντα ἐπὶ τοῦ ἱεροῦ ὀχήματος σὺν δόρατι ἐφορμῶν, καὶ τοὺς ταχεῖς ἵππους ἐπέχειν· μετὰ πολὺ δὲ αὐτὸν ἐθεάσατο τοῖς ὀφθαλμοῖς φίλος ἀνὴρ Ἀλκιμέδων ὁ υἱὸς τοῦ Λαέρκους τοῦ υἱοῦ τοῦ Ἀιμόνου, ἔστη δὲ ὄπισθεν τοῦ ὀχήματος, καὶ ἔλεγε πρὸς τὸν Αὐτομέδοντα· ὦ Αὐτόμεδον, τίς δή σοι τῶν θεῶν ἀκερδῆ καὶ ἀνωφελῆ βουλὴν εἰς τὸ στῆθος ἐνέβαλε, καὶ ἀφείλετο τὴν ἀγαθὴν διάνοιαν; θαῦμα, πρὸς τοὺς Τρῷας πολεμεῖς ἐν τῷ πρώτῳ πλήθει, ἤγουν ἐν τοῖς πρωταγωνισταῖς μόνος, ὁ φίλος δέ σοι ἀνῃρέθη, τὰ ὅπλα δὲ ὁ Ἕκτωρ αὐτὸς ἔχων περὶ τοὺς ὤμους τέρπεται τοῦ ἐγγόνου τοῦ Αἰακοῦ. | 456 |
πρὸς τοῦτον δὲ εἶπεν Αὐτομέδων ὁ υἱὸς τοῦ Διώρους· ὦ Ἀλκίμεδον, τίς δὲ ἄλλος τῶν Ἑλλήνων ὅμοιός σοι ἐπέχειν δάμασιν καὶ δύναμιν εὔτολμον ἵππων ἀθανάτων, εἰ μὴ Πάτροκλος ὁ θεοῖς ὅμοιος ἐπιστήμων τῶν τοιούτων, ὅτε ἔζη; νῦν δὲ ὁ θάνατος αὐτὸν καὶ τὸ εἱμαρμένον κατέλαβεν· ἀλλὰ σύ μὲν τὴν μάστιγα, καὶ τὰς λαμπρὰς ἡνίας λάβε, ἐγὼ δὲ ἀποβήσομαι τῶν ἵππων ἵνα πολεμῶ. | 474 |
οὕτως εἶπεν. Ἀλκιμέδων δὲ εἰς τὸ βοηδρόμον ἅρμα ἀναβὰς ταχέως, τὴν μάστιγα καὶ τὰς ἡνίας ἔλαβε ταῖς χερσίν. Αὐτομέδων δὲ κατῆλθεν, ἐθεάσατο δὲ αὐτὸν ὁ λαμπρὸς Ἕκτωρ, παραχρῆμα δὲ πρὸς τὸν Αἰνείαν ἔλεγε πλησίον ὄντα· ὦ Αἰνεία βουλευτά καὶ γνωμοδότα τῶν σιδηροθωράκων Τρῴων τοὺς ἵππους τούσδε ἐθεασάμην τοῦ ταχύποδος ἐγγόνου τοῦ Αἰακοῦ εἰς τὴν μάχην φανέντας μετὰ ἡνιόχων δειλῶν· τούτους ἐλπίζοιμ' ἂν ἑλεῖν, εἰ σύ γε προθύμως βούλοιο, ἐπειδὴ οὐκ ἂν ἐφορμήσαντας ἡμᾶς γε ὑπομείνειεν, ὥστε κατ' ἐναντίωσιν βιαίων ἀνθιστάμενοι πολεμῆσαι μάχῃ (σιδήρῳ). | 481 |
οὕτως εἶπεν· ὑπήκουσε δὲ ὁ γενναῖος υἱὸς τοῦ Ἀγχίσου. οὗτοι δὲ ἐπ᾿ εὐθείας ἐπορεύθησαν βύρσαις βοῶν κεκαλυμμένοι κατὰ τοὺς ὤμους ξηραῖς, στερεαῖς καὶ ἰσχυραῖς, πολὺς δὲ χαλκὸς ἐφήπλωτο αὐτοῖς· σὺν αὐτοῖς καὶ Χρόμιος, καὶ Ἄρητος ὁ ὅμοιος θεῷ ἐπορεύοντο ἀμφότεροι, πάνυ δὲ αὐτοῖς ἤλπιζεν ἡ ψυχὴ αὐτούς τε ἀποκτεῖναι, καὶ ἐλάσαι τοὺς μεγαλαύχενας ἵππους· οἱ μωροὶ καὶ ἀνόητοι, οὐδὲ δὴ ἔμελλον ἄνευ αἵματος καὶ φόνου ὑποστρέφειν εἰς τοὐπίσω ἀπὸ τοῦ Αὐτομέδοντος· οὗτος δὲ εὐξάμενος τῷ Διὶ τῷ πατρὶ ἰσχύος τε καὶ δυνάμεως ἐνεπλήσθη κατὰ τὰς βαθείας καὶ συνετὰς φρένας. εὐθέως δὲ πρὸς τὸν Ἀλκιμέδοντα ἔλεγε τὸν πιστὸν φίλον· ὦ Ἀλκίμεδον, μή μοι πόρρωθεν κάτεχε τοὺς ἵππους, ἀλλὰ πάνυ καταπνέοντας αὐτὰ τὰ μετάφρενα, ἤγουν ἐγγὺς ὄντας τῶν νώτων· οὐ γὰρ ἔγωγε ὑπολαμβάνω τὸν τοῦ Πριάμου υἱὸν Ἕκτορα στήσεσθαι τῆς ὁρμῆς, πρὶν ἐπιβῆναι τῶν ὡραιοτρίχων ἵππων τοῦ Ἀχιλλέως ἡμᾶς ἀνελόντα, καὶ εἰς φυγὴν τρέψαι τὰς τάξεις τῶν ἀνδρῶν τῶν Ἑλλήνων, ἢ αὐτὸς ἂν ἐν τοῖς πρώτοις ἀναιρεθείη. | 491 |
οὕτως εἰπὼν τοὺς Αἴαντας ἐκάλεσε, καὶ τὸν Μενέλαον λέγων· ὦ Αἴαντες ἡγεμόνες τῶν Ἑλλήνων, καὶ Μενέλαε, τὸν μὲν νεκρὸν ἐπιτρέψατε αὐτοῖς, ὅσοι κράτιστοι, περὶ αὐτὸν ἵστασθαι, καὶ μάχεσθαι πρὸς τὰς τάξεις τῶν ἀνδρῶν· ἡμῖν δὲ τοῖς ζῶσιν ἀποσοβήσατε τὴν χαλεπὴν ἡμέραν· ἐνθάδε γὰρ ἐπέδραμον κατὰ τὸν πόλεμον τὸν δακρύων γέμοντα ὅ τε Ἕκτωρ καὶ ὁ Αἰνείας, οἵτινές εἰσι κράτιστοι τῶν Τρῴων. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς γόνασι (τῇ δυνάμει) τῶν θεῶν κεῖνται, ἀκοντίσω γὰρ καὶ ἐγώ, ταῦτα δὲ πάντα τῷ Διὶ διὰ φροντίδος ἔσται. | 507 |
εἶπε δὴ καὶ διασείσας ἀφῆκε τὸ μακρὸν δόρυ, καὶ ἔτυψε κατὰ τὴν τοῦ Ἀρήτου ἀσπίδα τὴν πάντοθεν ἴσην, αὕτη δὲ οὐκ ἐκώλυσε τὸ δόρυ, εἰς τὸ πρόσω δὲ διῆλθεν ὁ σίδηρος, εἰς τὸ ἔσχατον δὲ τῆς γαστρὸς διὰ τῆς θωρακίτιδος ζώνης ἐπέρασεν· ὥσπερ δὲ ὅταν ἀνὴρ νέος πέλεκυν τμητικὸν ἔχων πλήξας ὄπισθεν τῶν κεράτων τοῦ ἐν τῷ ἀγρῷ διατρίβοντος βοός, ὅλον τὸ νεῦρον διακόψῃ, οὗτος δὲ εἰς τὸ πρόσω ὁρμῶν καταπίπτῃ· οὕτω δὴ αὐτὸς εἰς τὸ πρόσω ὁρμήσας κατέπεσεν ἐπὶ τὰ μετάφρενα, τὸ δόρυ δὲ αὐτοῦ ἐν τῇ γαστρὶ πάνυ ὀξέως περισειόμενον διέλυε καὶ ἐνέκρου τὰ μέλη. ὁ Ἕκτωρ δὲ κατὰ τοῦ Αὐτομέδοντος ἔβαλε δόρατι λαμπρῷ, ἀλλ᾿ οὗτος μὲν καταντικρύ θεασάμενος ἐξέκλινε τὸ σιδηροῦν δόρυ, εἰς τὸ πρόσω γὰρ ἐκλίθη, τοῦτο δὲ ὄπισθεν τὸ μακρὸν δόρυ τῷ ἐδάφει προσερείσθη, ὁ σαυροτὴρ δὲ περιεσείσθη τοῦ δόρατος· τότε δὲ ἵστη τὴν ὁρμὴν ὁ ἰσχυρὸς σίδηρος, καὶ δὴ ἂν ξίφεσιν ἐκ τοῦ σύνεγγυς ὡρμήθησαν, εἰ μὴ αὐτοὺς προθύμως ὁρμῶντας διεχώρισαν οἱ Αἴαντες, οἳ δὴ ἐπῆλθον εἰς τὴν μάχην τοῦ φίλου καλέσαντος, τούτους φοβηθέντες ἀνεχώρησαν εἰς τοὐπίσω ὅ τε Ἕκτωρ, ὁ Αἰνείας, καὶ ὁ Χρόμιος ὁ θεῷ ὅμοιος τῷ εἴδει, τὸν Ἄρητον δὲ κατέλιπον αὐτόθι τετρωμένον τὰ καιριώτατα μόρια κείμενον· ὁ Αὐτομέδων δὲ ὅμοιος τῷ ταχεῖ Ἄρει τά τε ὅπλα ἀφείλετο, καὶ καυχώμενος ἔλεγεν· ὄντως δήπου πρὸς βραχὺ τοῦ υἱοῦ τοῦ Μενοιτίου ἀποθανόντος τὴν ψυχὴν τῆς λύπης ἀπέλυσα, καίπερ χείρονα ἀποκτείνας. | 516 |
οὕτως εἰπὼν εἰς τὸ ὄχημα λαβὼν τὰ ᾑμαγμένα ὅπλα ἔθηκεν, ἀνέβαινε δὲ αὐτὸς τοὺς πόδας καὶ τὰς χεῖρας ἄνωθεν ᾑμαγμένος, ὥσπερ τις λέων ταῦρον καταφαγών. | 540 |
πάλιν δὲ ἐπὶ τῷ Πατρόκλῳ ἐξετάθη καὶ συνηυξήθη ἰσχυρὰ μάχη χαλεπὴ πολλῶν δακρύων αἰτία, διήγειρε δὲ καὶ ἠρέθισε φιλονεικίαν καὶ ἔριν ἡ Ἀθηνᾶ ἐκ τοῦ οὐρανοῦ κατελθοῦσα, ἔπεμψε γὰρ αὐτὴν ὁ μεγαλόφωνος Ζεὺς διεγείραι καὶ παροξύναι τοὺς Ἕλληνας, ἤδη γὰρ ὁ νοῦς αὐτοῦ ἐτράπη καὶ μετέβαλεν ὤσπερ δὲ ὅταν ἴριν ποικίλην τοῖς ἀνθρώποις ἐκτείνῃ ὁ Ζεὺς ἐκ τοῦ οὐρανοῦ σημεῖον εἶναι ἢ πολέμου, ἢ καὶ χειμῶνος ψυχροῦ, ὃς δὴ τῶν ἔργων τοὺς ἀνθρώπους ἀπέπαυσεν ἐπὶ τῆς γῆς, τὰ δὲ θρέμματα λυπεῖ. οὕτως αὕτη πορφυρᾷ νεφέλῃ καλύψασα ἑαυτὴν εἰσῆλθεν εἰς τὸ πλῆθος τῶν Ἑλλήνων, προὐτρέψατο δὲ ἕκαστον ἄνδρα. πρῶτον δὲ πρὸς τὸν υἱὸν τοῦ Ἀτρέως διεγείρουσα ἔλεγε τὸν ἰσχυρὸν Μενέλαον, οὗτος γὰρ δὴ αὐτῇ ἦν πλησίον, ὁμοιωθεῖσα τῷ Φοίνικι κατά τε τὸ σῶμα, καὶ τὴν ἀκαταπόνητον φωνήν· σοὶ μὲν δή, ὦ Μενέλαε, στυγνότης καὶ αἰσχύνη καὶ ὄνειδος ἔσται, ἐὰν τοῦ λαμπροῦ Ἀχιλλέως τὸν πιστὸν φίλον οἱ ταχεῖς κύνες σπαράξωσιν ὑπὸ τῷ τείχει τῶν Τρῴων, ἀλλ᾿ ἀνθίστασο ἰσχυρῶς, παρόξυνε δὲ πάντα τὸν στρατόν. | 543 |
πρὸς ταύτην δὲ εἶπεν ὁ κατὰ πόλεμον χρηστὸς καὶ ἀνδρεῖος Μενέλαος· ὦ Φοίνιξ τίμιε, πρεσβύτα πολυχρόνιε, εἰ γὰρ ἡ Ἀθηνᾶ παράσχοι μοι δύναμιν, τὴν τῶν βελῶν δὲ ὁρμὴν ἀποσοβοίη, οὕτως ἂν ἔγωγε βουλοίμην παρεστάναι καὶ βοηθεῖν τῷ Πατρόκλῳ, πάνυ γὰρ ἀποθανὼν ἔπληξέ μου τὴν ψυχήν· ἀλλ' ὁ Ἕκτωρ πυρὸς δύναμιν χαλεπὴν ἔχει, οὐδὲ ἀποπαύεται σιδήρῳ ἀναιρῶν καὶ ἀφανίζων· τούτῳ γὰρ ὁ Ζεὺς δόξαν δωρεῖται. | 560 |
οὕτως εἶπεν· ἐχάρη δὲ ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ, διότι δὴ αὐτῇ πρὸ πάντων τῶν ἄλλων θεῶν ηὔξατο, ἐνέβαλε δὲ ἰσχὺν εἰς τοὺς ὤμους, καὶ εἰς τὰ γόνατα, καὶ θάρσος μυίας εἰς τὸ στῆθος αὐτοῦ ἐνέπνευσεν, ἥτις καὶ ἀποτρεπομένη πάνυ γε τοῦ ἀνδρείου σώματος ἐπιθυμεῖ δακεῖν, προσηνὲς δὲ καὶ ἡδὺ αὐτῇ τὸ αἷμα τοῦ ἀνθρώπου· τοιούτου θάρσους ἐνέπλησεν αὐτὸν κατὰ τὰς βαθείας καὶ συνετὰς φρένας· ἔστη δὲ παρὰ τῷ Πατρόκλῳ, καὶ ἔβαλε δόρατι λαμπρῷ. ἦν δέ τις ἐν τοῖς Τρωσί Ποδῆς υἱός τοῦ Ἠετίωνος πλούσιός τε καὶ χρηστός, μάλιστα δὲ αὐτὸν ἐτίμα ὁ Ἕκτωρ τῶν δημοτῶν, ἐπειδὴ ἀγαπητός φίλος ἦν αὐτῷ σύσσιτος καὶ συμπότης· τοῦτον δὴ κατὰ τὴν θωρακίτιδα ζώνην ἔπληξεν ὁ πυρρός Μενέλαος ὁρμήσαντα εἰς φυγήν, εἰς τὸ πρόσω δὲ τὸν σίδηρον διεπέρασεν, ἐψόφησε δὲ καταπεσών. Μενέλαος δὲ ὁ υἱὸς τοῦ Ἀτρέως τὸν νεκρὸν ἐκ τῶν Τρῴων ἐφείλκυσε πρὸς τὸ πλῆθος τῶν φίλων· | 567 |
τὸν Ἕκτορα δὲ πλησίον στὰς παρώξυνεν ὁ Ἀπόλλων ὅμοιος Φαίνοπι τῷ υἱῷ τοῦ Ἰάσου, ὅστις αὐτῷ συμπάντων τῶν ξένων φίλτατος ἦν ἐν Ἀβύδῳ τὴν οἰκίαν οἰκῶν. - ὦ Ἕκτορ, τίς ἄν σε ἄλλος ἔτι τῶν Ἑλλήνων φοβηθείη, ὅσον δὴ τὸν Μενέλαον ἐφοβήθης, ὃς τὸ πρότερον ἀσθενὴς ἦν πολεμιστής, νῦν δὲ ἀπῆλθε μόνος ἄρας νεκρὸν ἐκ τῶν Τρῴων, σὸν δὲ πιστὸν φίλον ἀπέκτεινε, καὶ ἀνδρεῖον ἐν τοῖς πρωταγωνισταῖς, Ποδῆν τὸν υἱὸν τοῦ Ἠετίωνος. | 582 |
οὕτως εἶπε, τοῦτον δὲ λύπης νεφέλη σκοτεινή περιεκάλυψεν· ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν καθωπλισμένος σιδήρῳ λαμπρῷ· καὶ τότε δὴ ὁ υἱὸς τοῦ Κρόνου ἔλαβε τὴν αἰγίδα τὴν κροσσοὺς ἔχουσαν τὴν λαμπράν, τὴν Ἴδην δὲ κατεκάλυψε νέφεσιν, ἀστράψας δὲ πάνυ μεγάλως ἐβρόντησε, ταύτην δὲ διέσεισε, τοῖς Τρῳσὶ δὲ νίκην ἐδωρεῖτο, τοὺς Ἕλληνας δὲ εἰς φυγὴν ἔτρεψε. | 591 |
πρῶτος Πηνέλαος ὁ Βοιωτὸς ἤρξατο φυγῆς, ἐτρώθη γὰρ κατὰ τὸν ὦμον δόρατι, εἰς τὸ πρόσω ἀεὶ ὁρμῶν κατὰ τὸ ἄκρον ἐπιξεστικῶς, ἔξεσε δὲ τὸ ὀστοῦν αὐτοῦ παντελῶς ἡ ἐπιδορατὶς τοῦ Πολυδάμαντος, οὗτος γὰρ αὐτὸν ἔτρωσεν ἐγγὺς παραγενόμενος. Ἕκτωρ δὲ τὸν Λήιτον ἐκ τοῦ σύνεγγυς ἔτρωσε κατὰ τὴν χεῖρα παρὰ τῷ καρπῷ, τὸν υἱὸν τοῦ μεγαλοψύχου Ἀλεκτρυόνος, ἀπέπαυσε δὲ αὐτὸν τῆς μάχης, ἐτράπη δὲ εἰς φυγὴν περιβλεψάμενος, ἐπειδὴ οὐκέτι ἤλπιζε τῇ ψυχῇ πολεμήσειν τοῖς Τρῳσὶν ἔχων τὸ δόρυ ἐν τῇ χειρί. τὸν Ἕκτορα δὲ ὁ Ἰδομενεὺς ἐπὶ τὸν Λήιτον ὁρμηθέντα ἔβαλε κατὰ τὸν θώρακα εἰς τὸ στῆθος παρὰ τὸν μαζόν, συνετρίβη δὲ τὸ μακρὸν δόρυ ἐν τῷ καυλῷ, ἤγουν κατὰ τὸ ἀποξυνόμενον μέρος, ὃ ἐμβάλλεται τῇ ἐπιδορατίδι· οἱ δὲ ἐβόησαν οἱ Τρῷες, οὗτος δὲ κατὰ τοῦ Ἰδομενέως τοῦ υἱοῦ τοῦ Δευκαλίωνος ἀφῆκε τὸ δόρυ ἐπὶ τοῦ ὀχήματος ἑστῶτος· τούτου μὲν οὖν δι᾽ ὀλίγον ἀπέτυχεν, αὐτὸς δὲ τὸν θεράποντα καὶ ἡνίοχον τοῦ Μηριόνου τὸν Κοίρανον, ὅστις δὴ ἐκ τῆς Λύκτου τῆς καλῶς οἰκουμένης εἵπετο αὐτῷ· πεζὸς γὰρ τὸ πρῶτον καταλιπών τὰς ἀμφοτέρωθεν ἐλαυνομένας ναῦς ἀφίκετο, καὶ νίκην μεγάλην τοῖς Τρῳσὶν ἐπέδωκεν ἄν, εἰ μὴ ὁ Κοίρανος ταχέως ἀπήγαγε τοὺς ταχύποδας ἵππους, καὶ τούτῳ μὲν φῶς καὶ ζωὴ παρεγένετο, ἀπεσόβησε γὰρ τὴν χαλεπὴν ἡμέραν, αὐτὸς δὲ ἀπώλεσε τὴν ψυχὴν ὑπὸ τοῦ ἀνδροκτόνου Ἕκτορος· τοῦτον ἔτρωσεν ὑπὸ τὴν σιαγόνα καὶ τὸ οὖς, τοὺς ὀδόντας δὲ ἐξέσπασε τὸ τοῦ δόρατος ἄκρον, ἤγουν ἡ ἐπιδορατίς, διέκοψε δὲ τὸ μέσον τῆς γλώττης, κατέπεσε δὲ ἐκ τοῦ ὀχήματος, καὶ τὰς ἡνίας ἐπὶ τὴν γῆν κατέχεε, καὶ ταύτας ὁ Μηριόνης ἔλαβε ταῖς ἀγαπηταῖς χερσὶ κύψας χαμόθεν ἐκ τοῦ πεδίου, καὶ πρὸς τὸν Ἰδομενέα ἔλεγε· μάστιζε νῦν ἕως ἂν εἰς τὰς ταχείας ναῦς καταλάβῃς, οἶδας γὰρ καὶ σὺ ὅτι οὐκέτι νίκη τῶν Ἑλλήνων ἐστίν. | 597 |
οὕτως εἶπεν· ὁ Ἰδομενεὺς δὲ ἐμάστιξε τοὺς ὡραιότριχας ἵππους ἐπὶ τὰς βαθείας ναῦς, ἤδη γὰρ ἐνέπεσε φόβος εἰς τὴν ψυχὴν αὐτοῦ, | 624 |
οὐδὲ τὸν μεγαλόψυχον Αἴαντα, καὶ τὸν Μενέλαον ἔλαθεν ὁ Ζεύς, ἡνίκα τοῖς Τρῳσὶν ἐδωρεῖτο νίκην ἑτερορρεπῆ. ἐν τούτοις δὲ λόγων ἤρξατο ὁ μέγας τοῦ Τελαμῶνος Αἴας· φεῦ φεῦ, ἤδη καὶ ὃς πάνυ ἀνόητος ὑπάρχει εἰδείη ἄν, ὅτι τοῖς Τρῳσὶν αὐτὸς ὁ Ζεὺς ὁ πατὴρ βοηθεῖ, τούτων μὲν γὰρ πάντων τὰ βέλη ἅπτονται, καὶ τιτρώσκουσιν, ὃς ἂν βάλοι, ἢ δειλὸς καὶ ἄπειρος, ἢ ἀνδρεῖος καὶ ἔμπειρος, ὁ Ζεὺς δ᾽ ὅμως πάντα κατευθύνει· ἡμῖν δὲ πᾶσιν εἰκῆ μάταια πίπτουσιν ἐπὶ τὴν γῆν. ἀλλ᾽ ἄγετε, ἡμεῖς γοῦν βουλευσώμεθα βουλήν βελτίστην, καὶ ἵνα τὸν νεκρὸν ἑλκύσωμεν, καὶ ἡμεῖς χαρὰ τοῖς ἀγαπητοῖς φίλοις γενώμεθα ὑποστρέψαντες, οἳ δήπου ἐνθάδε ὁρῶντες λυποῦνται, οὐδέ τι οἴονται πρὸς τὴν τοῦ ἀνδροκτόνου Ἕκτορος ὁρμήν, καὶ τὰς ἀπροσπελάστους χεῖρας ἀνθέξειν, ἀλλ᾽ ἐν ταῖς μελαίναις ναυσὶ πεσεῖσθαι· εἴη δὲ ὅστις φίλος μηνύσειε πάνυ ταχέως τῷ υἱῷ τοῦ Πηλέως, ἐπειδὴ οὐκ οἴομαι αὐτὸν ἀκηκοέναι τὴν λυπηρὰν ἀγγελίαν, ὅτι ἀπώλετο αὐτῷ ὁ ἀγαπητὸς φίλος. ἀλλ᾿ οὐδαμοῦ δύναμαι θεάσασθαι τοιοῦτόν τινα τῶν Ἑλλήνων, ἀορασίᾳ (ὁμίχλη) γὰρ κατέχονται αὐτοί τε ὁμοίως καὶ οἱ ἵπποι· ὦ Ζεῦ πάτερ, ἀλλὰ σὺ ἀπάλλαξον τῆς ὁμίχλης τοὺς υἱοὺς τῶν Ἑλλήνων, ποίησον δὲ εὐδίαν καὶ αὐγήν, δὸς δὲ θεάσασθαι τοῖς ὀφθαλμοῖς, ἐν τῷ φωτὶ δὲ καὶ ἀπόκτεινον, ἐπειδή σοι οὕτως ἀρέσκει. | 626 |
οὕτως εἶπε· τοῦτον δὲ ὁ πατὴρ ἠλέησε δακρυρροοῦντα, παραχρῆμα δὲ τὴν μὲν ὁμίχλην διεσκέδασε, καὶ ἐξήλασε τὸν σκοτεινὸν ἀέρα, ἐπέλαμψε δὲ ὁ ἥλιος, πᾶσα δὲ ἡ μάχη ἐπεφάνη. καὶ τότε δὴ εἶπεν ὁ Αἴας πρὸς τὸν κατὰ πόλεμον χρηστὸν καὶ ἀνδρεῖον Μενέλαον· σκόπει νῦν, ὦ Μενέλαε ἐνδόξως τεθραμμένε, ἐὰν ἴδῃς ἔτι ζῶντα τὸν Ἀντίλοχον, τὸν υἱὸν τοῦ μεγαλοψύχου Νέστορος, πρότρεψον δὲ τάχιον παρελθόντα τῷ συνετῷ Ἀχιλλεῖ εἰπεῖν, ὅτι δὴ αὐτῷ ἀπώλετο ὁ τὰ μάλιστα ἠγαπημένος φίλος. | 648 |
οὕτως εἶπεν· ὑπήκουσε δὲ ὁ κατὰ πόλεμον ἀγαθὸς Μενέλαος, ὥρμησε δὲ πορεύεσθαι ὥσπερ τις λέων ἀπὸ σταθμοῦ, ὅστις ἐπειδὰν κάμῃ καὶ ἀδυνατήσῃ παροξύνων τοὺς κύνας καὶ τοὺς ἄνδρας, οἵτινες αὐτὸν οὐκ ἐῶσιν ἐξελέσθαι καὶ ἀποσπάσαι λίπος βοῶν ὅλην τὴν νύκτα γρηγοροῦντες· οὗτος δὲ κρεάτων ἐπιθυμῶν ὁρμᾶ, ἀλλ' οὐδὲν πράττει, πυκνὰ γὰρ ἀκόντια ἐξ ἐναντίας φέρονται ἀπὸ χειρῶν θρασειῶν καὶ εὐτόλμων, καὶ αἱ καιόμεναι ἐκ δᾴδων συνδεδεμέναι λαμπάδες, ἅπερ δέδοικεν, καίπερ προθυμότατα ἐφορμῶν, ἕωθεν δὲ πόρρω ἀπῆλθε τεθλιμμένῃ ψυχῄ. οὕτως ἀπὸ τοῦ Πατρόκλου ὁ κατὰ πόλεμον ἀγαθὸς Μενέλαος ἐπορεύετο πάνυ ἄκων, μάλα γὰρ ἐδεδοίκει, μήπως αὐτὸν οἱ Ἕλληνες ὑπὸ τοῦ ὀδυνηροῦ φόβου σπάραγμα τοῖς πολεμίοις καταλίπωσι. πολλὰ δὲ τῷ τε Μηριόνῃ καὶ τοῖς Αἴασιν ἐπέταττε λέγων· ὦ Αἴαντες ἡγεμόνες τῶν Ἑλλήνων, καὶ Μηριόνη, νυνί τις τῆς φιλοφροσύνης καὶ πρᾳότητος τοῦ κακοδαίμονος Πατρόκλου μνησθήτω, σύμπασι γὰρ ᾔδει εἶναι φιλόφρων τε καὶ ἐπιεικής, ἡνίκα ἔζη, νῦν δὲ θάνατος καὶ τὸ πεπρωμένον αὐτὸν κατέλαβεν. οὕτω δὴ φωνήσας ἀπῆλθεν ὁ πυρρὸς Μενέλαος ἐπὶ πᾶν μέρος θεώμενος, καθάπερ ἀετός, ὃν δή φασι διορατικὸν καὶ ὀξύτατον ἐν τῷ ὁρᾷν πάντων τῶν ἐναερίων πετεινῶν, ὅνπερ καὶ ἐν τῷ ὕψει ὄντα οὐκ ἔλαθεν ὁ κατὰ τοὺς πόδας ταχὺς λαγωὸς ὑπὸ θάμνῳ ἀμφιλαφεῖ κατακείμενος, ἀλλ᾽ ἐπ' αὐτὸν ὥρμησε, καὶ ταχέως αὐτὸν λαβὼν ἀφείλετο τὴν ψυχήν. οὕτω τότε σοί, ὦ Μενέλαε ἐνδοξότατα τεθραμμένε, οἱ λαμπροὶ ὀφθαλμοὶ ἐπὶ πᾶν μέρος περιεστρέφοντο κατὰ τὸ πλῆθος τῶν πολλῶν φίλων, εἴ που τὸν υἱὸν τοῦ Νέστορος ἔτι ζῶντα θεάσαιο· τοῦτον δὲ πάνυ ταχέως εἶδεν εἰς τὰ ἀριστερὰ παντὸς τοῦ πολέμου παραθαρρύνοντα καὶ εὐτόλμους ποιοῦντα τοὺς φίλους καὶ παροξύνοντα πολεμεῖν· πλησίον δὲ στὰς εἶπε πρὸς αὐτὸν ὁ πυρρός Μενέλαος· ὦ Ἀντίλοχε, ἄγε δὴ ἐνθάδε, ἐνδόξως τεθραμμένε, ὅπως ἀκούσῃς ἀγγελίαν ὀδυνηράν, ἥτις εἴθε μὴ ὤφλησε γενέσθαι· ἤδη μέντοι καὶ σὲ αὐτὸν ὑπολαμβάνω θεόμενον εἰδέναι, ὅτι ὁ θεὸς βλάβος τοῖς Ἕλλησιν ἐπάγει, ἡ νίκη δὲ τῶν Τρῴων ἐστίν, ἀνῃρέθη γὰρ ὁ ἄριστος τῶν Ἑλλήνων Πάτροκλος, μεγάλη δὲ ὑστέρησις καὶ ἐπιπόθησις γέγονε τοῖς Ἕλλησιν. ἀλλὰ σύγε ταχέως τῷ Ἀχιλλεῖ τρέχων ἐπὶ τὰς ναῦς τῶν Ἑλλήνων εἰπέ, ἂν ὅτι τάχος τὸν νεκρὸν εἰς τὰς ναῦς διασώσῃ ἄοπλον, τὰ γὰρ ὅπλα ἔχει Ἕκτωρ ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν. | 656 |
οὕτως εἶπεν· Ἀντίλοχος δὲ κατεπλάγη ἀκούσας τὸν λόγον, ἐπὶ πολὺ δὲ αὐτὸν ἀφωνία λόγων κατέλαβεν, οἱ ὀφθαλμοὶ δὲ αὐτοῦ δακρύων ἐπλήσθησαν, ἡ ἀνθηρὰ δὲ καὶ ἀκμαία φωνή αὐτοῦ κατεσχέθη. ἀλλ᾿ οὐδὲ οὕτως τῆς ἐντολῆς τοῦ Μενελάου ἠμέλησεν, ὥρμησε δὲ τρέχειν, τὰ ὅπλα δὲ ἔδωκε τῷ ἀμωμήτῳ φίλῳ τῷ Λαοδόκῳ, ὅστις πλησίον αὐτοῦ περιῆγε τοὺς μονώνυχας ἵππους. | 694 |
τοῦτον μὲν οὖν κλαίοντα οἱ πόδες ἀπῆγον ἐκ τοῦ πολέμου, Ἀχιλλεῖ τῷ υἱῷ τοῦ Πηλέως δεινὸν λόγον μηνύσοντα· οὐδ᾽ ἄρα σοί, ὦ Μενέλαε ἐνδόξως τεθραμμένε, ἔθελεν ἡ ψυχὴ καταπονουμένοις τοῖς φίλοις βοηθεῖν, ὅθεν ἀνεχώρησεν ὁ Ἀντίλοχος, μεγάλη δὲ στέρησις καὶ ἐπιπόθησις ἐγένετο τοῖς Πυλίοις· ἀλλ᾿ οὗτός γε τούτοις μὲν Θρασυμήδην τὸν ἐνδοξότατον παρορμήσας ἀφῆκεν, αὐτὸς δὲ πρὸς τὸν ἥρωα Πάτροκλον ἐπορεύθη, τρέχων δὲ ἔστη παρὰ τοῖς Αἴασιν, εὐθέως δὲ ἔλεγε πρὸς αὐτούς· ἐκεῖνον μὲν οὖν ἐπὶ τὰς ταχείας ναῦς ἔπεμψα ἀφικέσθαι πρὸς τὸν κατὰ πόδας ταχὺν Ἀχιλλέα, οὐδ᾽ ὑπολαμβάνω αὐτὸν νῦν ἐπιέναι τῷ ἐνδοξοτάτῳ Ἕκτορι, καίπερ τὰ μάλιστα ὀργιζόμενον· οὐ γὰρ ἄν πως δύναιτο μάχεσθαι τοῖς Τρῳσὶν ἄοπλος ὤν· ἡμεῖς δὲ αὐτοὶ βουλευσώμεθα βουλὴν ἀρίστην, ἵνα καὶ τὸν νεκρὸν ἑλκύσωμεν, καὶ ἡμεῖς ἐκ τῆς μάχης τῶν Τρῴων θάνατον καὶ μοῖραν κακὴν διαφύγωμεν. | 700 |
πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετά ταῦτα ὁ τοῦ Τελαμῶνος μέγας Αἴας· πάντα κατὰ τὸ πρέπον εἶπας, ὦ ὑπερένδοξε Μενέλαε· ἀλλὰ σὺ μὲν καὶ ὁ Μηριόνης ὑπεισελθόντες πάνυ ταχέως, τὸν νεκρὸν ἄραντες κομίσατε ἔξω τῆς μάχης, ὄπισθεν δὲ ἡμεῖς πολεμήσομεν τοῖς Τρῳσὶ καὶ τῷ ἐνδοξοτάτῳ Ἕκτορι, ὁμοίαν εὐψυχίαν ἔχοντες οἱ τῷ αὐτῷ ὀνόματι καλούμενοι, οἳ καὶ πρότερον ὑπεμένομεν τὸν ὀξὺν πόλεμον παρ᾽ ἀλλήλοις ἑστῶτες. | 715 |
οὕτως εἶπεν· οὗτοι δὲ τὸν νεκρὸν ἀπὸ τῆς γῆς περιελάμβανον εἰς ὕψος πάνυ ᾑρμένως, ὄπισθεν δὲ τὸ πλῆθος ἐβόησε τὸ Τρωικόν, ἐπειδὴ ἐθεάσαντο τοὺς Ἕλληνας ἀναιρουμένους τὸν νεκρόν, ὥρμησαν δὲ ὅμοιοι τοῖς κυσίν, οἵ περ ἂν ἐπὶ κάπρον τετρωμένον ὁρμήσωσιν, ἔμπροσθεν νέων θηρευτῶν· τέως μὲν γὰρ τρέχουσι διασπαράξαι αὐτὸν προθυμούμενοι, ἀλλ᾿ ὁπηνίκα δὴ ἐν τούτοις στραφήσεται τῇ ἰσχύϊ θαρρῶν, εἰς τοὐπίσω ἀνέδραμον, καὶ εἰς φυγὴν ἐτράπησαν ἄλλοσε ἄλλος. οὕτως οἱ Τρῷες τέως μὲν ἀθρόοι ἀεὶ ἐπεδίωκον πλήττοντες ξίφεσι καὶ δόρασιν ἑκατέρωθεν ἠκονημένοις· ἀλλ᾿ ὁπηνίκα δὴ οἱ Αἴαντες ἐπιστραφέντες παρ᾽ αὐτοὺς ἔστησαν, τούτων ἀλλοιοῦτο τὸ χρῶμα, οὐδέ τις ὑπέμενεν εἰς τὸ πρόσω ὁρμήσας περὶ τοῦ νεκροῦ μαχέσασθαι. | 722 |
οὕτως οὗτοι προθυμούμενοι τὸν νεκρὸν ἔφερον ἔξω τῆς μάχης ἐπὶ τὰς βαθείας ναῦς, πόλεμος δὲ αὐτοῖς ἐξετάθη καὶ συνηύξητο χαλεπός, καθάπερ πῦρ, ὅπερ ἐπειγόμενον πόλιν ἀνδρῶν κατακαίει, ὁρμηθὲν αἰφνιδίως, φθείρονται δὲ οἱ οἶκοι ἐν ἐξάψει πυρὸς μεγάλῃ, τοῦτο δὲ ἐπηχεῖ, καὶ ἐπεγείρει ἡ δύναμις τοῦ ἀνέμου· οὕτω μὲν τούτοις τῶν τε ἵππων καὶ τῶν ὁπλιτῶν ἀνδρῶν βοὴ καὶ θόρυβος ἰσχυρός τε καὶ διηνεκὴς ἠγείρετο πορευομένοις· οὗτοι δὲ ὥσπερ ἡμίονοι δύναμιν ἰσχυρὰν συμπλέξαντες καὶ ἐρώσαντες ἕλκουσιν ἐκ τοῦ ὄρους, καθ᾽ ὁδὸν σκολιὰν καὶ τραχεῖαν, ἢ δοκόν, ἢ ξύλον μέγαν ναυπηγήσιμον, ἡ ψυχὴ δὲ ἐν αὐτοῖς ἐπειγομένοις καταπονεῖται ὁμοῦ κόπῳ καὶ ἱδρῶτι. οὕτως οὗτοι προθυμούμενοι τὸν νεκρὸν ἔφερον, ὄπισθεν δὲ οἱ Αἴαντες διεκώλυον, ὥσπερ προοχὴ ὄρους κωλύει τὸ ὕδωρ δασεῖα καὶ ξυλώδης, διὰ τοῦ πεδίου διατόμως καὶ διατεταμένως κειμένη, ἥτις καὶ ποταμῶν σφοδρῶν χαλεπὰ ῥεύματα ἐπέχει καὶ κωλύει, ταχέως δὲ πᾶσι τὴν ῥύσιν εἰς τὸ πεδίον ἐμβάλλει ἀνακόπτουσα καὶ ἀνακρούουσα, οὐδέ τι δυνάμει διαιροῦσι καὶ διασπῶσιν αὐτὴν ῥέοντες. οὕτως ἀεὶ οἱ Αἴαντες τὴν μάχην ἀνέστελλον καὶ ἀνεχαίτιζον εἰς τοὐπίσω τῶν Τρῴων, οὗτοι δὲ ὁμοῦ ἐπεδίωκον, δύο δὲ ἐν τούτοις μάλιστα, Αἰνείας ὁ υἱὸς τοῦ Ἀγχίσου, καὶ ὁ λαμπρὸς Ἕκτωρ. τούτων δὲ ὥσπερ ἵπταται τὸ πλῆθος τῶν ψαρῶν, ἢ τῶν κολοιῶν κατὰ συστροφὴν ὀξέως βοῶντες, ὅταν προθεάσωνται ἐπερχόμενον ἱέρακα, ὅστις ταῖς μικραῖς ὄρνισι φόνον ἐπάγει· οὕτως δὴ ὑπὸ τοῦ Αἰνείου καὶ τοῦ Ἕκτορος οἱ υἱοὶ τῶν Ἑλλήνων συστρεφόμενοι εἰς ἀλλήλους καὶ βοῶντες ἐχώρουν, ἐπελάθοντο δὲ τῆς μάχης, πολλὰ δὲ καλὰ ὅπλα ἔπεσον περὶ τὴν τάφρον, φευγόντων τῶν Ἑλλήνων· ὑποχώρησις δὲ καὶ ἐπίσχεσις τοῦ πολέμου οὐκ ἐγίνετο. | 735 |