Homeric text & Koine Greek paraphrase by Theodorus Gaza
οὕτως οὗτοι μὲν περὶ τῆς εὐκαθέδρου νηὸς ἐπολέμουν. ὁ Πάτροκλος δὲ τῷ Ἀχιλλεῖ παρίστατο τῷ βασιλεῖ τῶν λαῶν, δάκρυα θερμὰ χέων, ὥσπερ πηγὴ βαθύυδρος, ἥτις ἀπὸ ὑψηλῆς πέτρας σκοτεινὸν καὶ ζοφῶδες ὕδωρ χέει. τοῦτον δὲ θεασάμενος ἠλέησεν ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεύς, καὶ φωνήσας λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν. ὦ Πάτροκλε, τί δὴ δακρύεις καθάπερ κόρη παντάπασι νέα, ἥτις ἅμα τῇ μητρὶ τρέχουσα ἀναλαβεῖν καὶ βαστάσαι κελεύει, τοῦ πέπλου λαμβανομένη, καὶ σπεύδουσιν κωλύει καὶ κατέχει, δακρύουσα δὲ πρὸς αὐτὴν βλέπει, ἕως ἂν ἀναλάβῃ καὶ βαστάσῃ· ταύτῃ ὅμοιος, ὦ Πάτροκλε, δάκρυον ἁπαλὸν καταχέεις· ἤ τι τοῖς Μυρμιδόσι προορᾷς καὶ σημαίνεις, ἢ ἐμοὶ αὐτῷ; ἤ τινα ἀγγελίαν ἐκ τῆς Φθίας ἤκουσας μόνος; καὶ μὴν ζῇν ἔτι φασὶ Μενοίτιον τὸν υἱὸν τοῦ Ἄκτορος, ζεῖ δὲ Πηλεὺς ὁ υἱὸς τοῦ Αἰακοῦ ἐν τοῖς Μυρμηδόσιν, ὧν ἕνεκα ἀμφοτέρων πάνυ ἂν λυποίμεθα ἀποθανόντων· ἢ σὺ χάριν τῶν Ἑλλήνων ὀδύρῃ, διότι φθείρονται παρὰ ταῖς βαθείαις ναυσίν, ἕνεκα τῆς ἑαυτῶν παραβάσεως καὶ ἀδικίας; ἔξειπε· μὴ κρύπτε ἐν τῷ νῷ, ὅπως γινώσκωμεν ἀμφότεροι. | 001 |
πρὸς τοῦτον δὲ βαρέως στενάζων εἶπες, ὦ Πάτροκλε ἱππικέ· ὦ Ἀχιλλεῦ υἱὲ τοῦ Πηλέως, πάνυ κράτιστε τῶν Ἑλλήνων, μὴ μέμφου μοι, τοιαύτη γὰρ λύπη ἐβιάσατο καὶ καθεῖλε τοὺς Ἕλληνας· πάντες μὲν γὰρ ὅσοι πρότερον ἦσαν κράτιστοι, ἐν ταῖς ναυσὶ κεῖνται πόρρωθεν καὶ ἐκ τοῦ σύνεγγυς τετρωμένοι· τέτρωται μὲν ἐκ βολῆς ὃ υἱὸς τοῦ Τυδέως ὁ ἰσχυρὸς Διομήδης, τέτρωται δὲ ἐκ χειρὸς ὁ κατὰ πολέμου ἔνδοξος Ὀδυσσεὺς καὶ ὁ Ἀγαμέμνων· τέτρωται δὲ ἰῷ καὶ ὁ Εὐρύπυλος κατὰ τὸν μηρὸν καὶ περὶ τούτους μὲν ἰατροὶ πολλὰ φάρμακα ἔχοντες ἀσχολοῦνται, τὰ τραύματα θεραπεύοντες· σὺ δὲ ἀπρομηχάνητος ὑπάρχεις, ὦ Ἀχιλλεῦ· εἴθε μὴ ἐμέ γε κρατήσειεν ἡ ὀργὴ αὕτη, ἣν σὺ φυλάττεις, ἐπὶ κακῷ τὴν ἀρετὴν κεκτημένε· τίς ἄλλος μεταγενέστερος ὠφεληθήσεται ἐκ τῶν σῶν ὑπομνημάτων, ἐὰν μὴ τοῖς Ἕλλησιν ἀπελάσῃς τὸν ἀπρεπῆ καὶ δεινὸν θάνατον; ὦ ἀνηλεὴς καὶ ἀπηνής, οὐκ ἄρα σοί γε ἦν πατὴρ ὁ ἱππικὸς Πηλεύς, οὐδὲ μήτηρ ἡ Θέτις· ἡ δύσχρους δὲ σε θάλασσα ἔτεκε, καὶ αἱ πέτραι αἱ ὑψηλαί, διότι σοι νοῦς ὑπάρχει σκληρὸς καὶ ἀνηλεής· εἰ δέ τινα μαντείαν ἐν τῇ σαυτοῦ διανοίᾳ ἐκφεύγεις, καί τινά σοι παρὰ τοῦ Διὸς εἶπεν ἡ σεβαστὴ μήτηρ, ἀλλ᾽ ἐμὲ γοῦν πέμψον ταχέως, ἅμα δὲ τὸν ἄλλον λαὸν δὸς τῶν Μυρμηδόνων, εἴτι που φῶς καὶ ζωὴ τοῖς Ἕλλησι γενοίμην· δὸς δέ μοι τὰ σὰ ὅπλα καθοπλισθῆναι ἐν τοῖς ὤμοις, εἴ τί μέ σοι ἀπεικάζοντες ἀποσταῖεν τοῦ πολέμου οἱ Τρῷες, ἀναπαύσαιντο δὲ οἱ πολεμικοί υἱοὶ τῶν Ἑλλήνων καταπονούμενοι, ἡ ἀνάπαυσις δὲ τοῦ πολέμου παρὰ μικρὰν ῥοπὴν γίνεται· εὐκόλως δὲ οἱ ἀναπαυόμενοι τοὺς κεκοπωμένους ἄνδρας βοῇ μόνῃ ἀποδιώξαιμεν πρὸς τὴν πόλιν ἀπὸ τῶν νεῶν καὶ τῶν σκηνῶν. | 020 |
οὕτως εἶπε παρακαλῶν, ὁ λίαν ἀνόητος· τῷ ὄντι γὰρ ἐῴκει ἑαυτῷ θάνατόν τε δεινὸν καὶ μοῖραν κακὴν παρακαλεῖν. πρὸς τοῦτον δὲ μεγάλως στενάξας ὁ ταχύπους Ἀχιλλεὺς εἶπεν. οἴμοι, ὦ ἐνδοξότατε Πάτροκλε, οἷον λόγον εἶπας· οὐδὲ μαντείας φροντίζω ἣν οἶδα, οὔτέ τί μοι παρὰ τοῦ Διὸς εἶπεν ἡ σεβαστὴ μήτηρ, ἀλλ᾽ αὕτη δεινὴ λύπη τὴν καρδίαν καὶ τὴν ψυχὴν καταλαμβάνει, ὅταν ἀνήρ τις ἐθέλῃ ἀποστερῆσαί του τὸν ὅμοιον ἑαυτῷ, καὶ τὴν τιμὴν ἣν ἔδωκε πάλιν ἀφελέσθαι, ὅτε προέχει τῶν ἄλλων κράτει καὶ ἀρχῇ· χαλεπὴ λύπη αὕτη μοι ὑπάρχει, ἐπειδὴ ἔπαθον ἄλγη καὶ θλίψεις ἐν τῇ ψυχῇ· τὴν νέαν ἣν δή μοι ἐκλεξάμενοι ἔδωκαν οἱ υἱοὶ τῶν Ἑλλήνων, δόρατι δὲ ἐμῷ ἐκτησάμην, τὴν καλῶς τετειχισμένην πόλιν ἐκπορθήσας, ταύτην πάλιν ἐκ τῶν ἐμῶν χειρῶν ἀφείλετο ὁ βασιλεὺς Ἀγαμέμνων ὁ υἱὸς τοῦ Ἀτρέως, ὡσπερεί τινα ἄτιμον μέτοικον. ἀλλὰ ταῦτα μὲν προγενέσθαι καταλίπωμεν, οὐδ᾽ ἄρα πως ἦν ἄγαν ἐπιτεταμένως καὶ ἀμεταμελητὶ ὀργίζεσθαι ἐν τῷ θυμῷ, ᾠήθην μέντοι οὐ πρότερον τὴν ὀργὴν καταπαύσειν, ἀλλ᾽ ὁπηνίκα δὴ ἐπὶ τὰς ἐμὰς ναῦς ἀφίκηται ἡ βοὴ καὶ ἢ μάχη· σὺ δὲ ἐνδύθητι μὲν ἐπὶ τῶν ὤμων τὰ ἐμὰ ἔνδοξα ὅπλα, ἡγοῦ δὲ τοῖς τὸν πόλεμον φιλοῦσι Μυρμιδόσι μάχεσθαι, εἴγε δὴ τὸ μέλαν νέφος, ἤτοι τὸ πλῆθος τῶν Τρῴων περιβέβηκε τὰς ναῦς ἐπικρατῶς καὶ ἰσχυρῶς, οὗτοι δὲ τῷ τῆς θαλάσσης αἰγιαλῷ περιέχονται, τῆς χώρας ὀλίγον ἔτι μέρος ἔχοντες οἵ Ἕλληνες, οἱ Τρῷες δὲ πάντες ἐπέβησαν τεθαρρηκότες· οὐ γὰρ βλέπουσι τῆς ἐμῆς περικεφαλαίας τὸ μέτωπον ἐγγὺς περιλαμπούσης, ταχέως ἂν εἰς φυγὴν τραπέντες τὰ περὶ τὴν τάφρον πληρώσαιεν νεκρῶν, εἴ μοι ὁ βασιλεὺς Ἀγαμέμνων εἴδει προσηνεῖ εἰδὼς ἦν. νυνὶ δὲ περὶ τὸ στρατόπεδον πολεμοῦσιν, οὐ γάρ ἐν ταῖς παλάμαις Διομήδους τοῦ υἱοῦ τοῦ Τυδέως ἐνθουσιᾷ τὸ δόρυ ὥστ' ἀποσοβῆσαι τὸν θάνατον τῶν Ἑλλήνων· οὐδέπω τῆς φωνῆς ἤκουσα τοῦ υἱοῦ τοῦ Ἀτρέως φωνήσαντος ἐκ τῆς ἐχθρᾶς κεφαλῆς, ἀλλ᾽ ἡ τοῦ ἀνδροκτόνου Ἕκτορος ἐπιτάττοντος τοῖς Τρῳσὶ σχίζεται· οὗτοι δὲ μετὰ θορύβου πᾶσαν τὴν πεδιάδα κατέχουσι νικῶντες πολέμῳ τοὺς Ἕλληνας. ἀλλὰ καὶ οὕτως, ὦ Πάτροκλε, ἀποσόβησον ἀπὸ τῶν νεῶν τὸν ἀφανισμόν, ἐπίπεσε καὶ ἐπίδραμε ἰσχυρῶς, μήπως διὰ πυρὸς καιομένου τὰς ναῦς ἐμπρήσωσι, τὴν προσφιλῆ δὲ ἐπάνοδον ἀφέλωνται· πείθου δὲ ὥσπερ ἂν σοι ἐγὼ τὸ τέλος τοῦ λόγου ἐν τῇ διανοίᾳ θῷ, ὅπως ἂν μοι τιμὴν μεγάλην καὶ δόξαν λάβῃς παρὰ πάντων τῶν Ἑλλήνων, οὗτοι δὲ τὴν ὡραίαν κόρην ἀποδώσωσι, πρὸς δὲ δῶρα λαμπρὰ παράσχωσιν. ἐκ τῶν νεῶν ἀποδιώξας ἐπάνελθε, ἐὰν δέ σοι δῷ ὁ τῆς Ἥρας μεγαλόκτυπος ἀνήρ δόξαν λαβεῖν, μὴ σύγε χωρὶς ἐμοῦ ἐπιθύμει μάχεσθαι τοῖς τὸν πόλεμον φιλοῦσι Τρῳσίν, ἄτιμον γάρ με ποήσεις· μὴ δὲ ἐπιτερπόμενος τῇ μαχῇ καὶ τῷ πολέμῳ τοὺς Τρῷας ἀποκτείνων εἰς τὸ Ἴλιον ἡγεμόνευε, μήπως τις ἀπὸ τοῦ οὐρανοῦ τῶν ἀεὶ ὄντων θεῶν ἐναντίος σοι στῇ· πάνυ τούτους γε φιλεῖ ὁ πόρρωθεν ἐργαζόμενος Ἀπόλλων· ἀλλ᾽ εἰς τοὐπίσω ἀναστρέφου, ἐπειδὰν φῶς εἰς τὰς ναῦς καὶ σωτηρίαν ἐμβάλῃς, τούτους δὲ ἄφες κατὰ τὸν πόλεμον μάχεσθαι· εἴθε γὰρ, ὦ Ζεῦ πάτερ, καὶ Ἀθηνᾶ, καὶ Ἄπολλον, μήτε τις τῶν Τρῴων ἐκφύγοι τὸν θάνατον ὅσοι εἰσί, μήτε τις τῶν Ἑλλήνων, ἡμῖν δὲ ἐκδῦναι τὸν ὄλεθρον γένοιτο, ὅπως μόνοι διαλύσωμεν τὰ ἱερὰ καλύμματα, ἤτοι τὰ τείχη τῆς Τροίας. οὕτως οὗτοι μὲν τοιαῦτα πρὸς ἀλλήλους ἔλεγον. ὁ Αἴας δὲ οὐκέτι ἔμενεν, ἐβιάζετο γὰρ καὶ κατεπονεῖτο τοῖς βέλεσιν· ἐδάμαζεν αὐτὸν καὶ ὁ νοῦς τοῦ Διός, καὶ οἱ λαμπροί Τρῷες ἀκοντίζοντες, φοβερὸν δὲ περὶ τοὺς κροτάφους ἡ λαμπρὰ περικεφαλαία πληττομένη ἦχον ἀπετέλει, ἐτύπτετο δὲ ἀεὶ ὁ ἑκατέρωθεν τῆς περικεφαλαίας εὐποίητος κόσμος, οὗτος δὲ τὸν ἀριστερὸν ὦμον ἤλγει, ἐπιμόνως ἀεὶ κατέχων τὸ ποικίλον σάκος, οὐδὲ ἐδύναντο περὶ αὐτὸν παρακινῆσαι ὠθοῦντες τοῖς βέλεσι καὶ τύπτοντες αὐτό· ἀεὶ δὲ χαλεπῇ καὶ ὀδυνηρᾷ συνείχετο ἀναπνοῇ, ἱδρὼς δὲ αὐτοῦ πανταχόθεν ἐκ τῶν μελῶν πολὺς κατέρρει, οὐδέ πη ἐδύνατο ἀναπνεύσαι, πανταχοῖ δὲ κακὸν ἐπὶ κακῷ ἐπερείδετο. | 046 |
λέγετε νῦν μοι, ὦ Μοῦσαι, αἱ κατοικοῦσαι τὰ οὐράνια οἰκήματα, πῶς δὴ πρῶτον ἐνέπεσεν εἰς τὰς ναῦς τῶν Ἑλλήνων τὸ πῦρ. | 112 |
ὁ Ἕκτωρ τὸ ἐκ μελίας δόρυ τοῦ Αἴαντος πλησίον παραγενόμενος ἔπληξε διὰ ξίφους μεγάλου ὄπισθεν παρὰ τὸν τῆς ἐπιδορατίδος καυλόν, ἤτοι τὸ ἄκρον εἰς ὃ ἐμβάλλεται ἡ αἰχμή, ἐξ ἐναντίας δὲ ἀπέτεμε, καὶ τοῦτο μὲν Αἴας ὁ Τελαμῶνος ἐκίνει μάτην ἐν ταῖς χερσὶ δόρυ κολοβόν, πόρρω δὲ ἀπ' αὐτοῦ ἡ σιδηρὰ ἐπιδορατὶς εἰς τὴν γῆν καταπεσοῦσα ἤχησεν, ἐνόησε δὲ Αἴας κατὰ τὴν ἀμώμητον ψυχήν, καὶ ἐφοβήθη τὰ τῶν θεῶν ἔργα, ὅτι δὴ παντελῶς τὰς τοῦ πολέμου βουλὰς διακόπτει ὁ ἐν ὕψει ἠχῶν Ζεύς, τοῖς Τρῳσὶ δὲ ἐβούλετο νίκην, ἀνεχώρει δὲ ἐκ τῶν βελῶν· οὗτοι δὲ ἐνέβαλον πολὺ καὶ ἄφθονον πῦρ εἰς τὴν ταχεῖαν ναῦν, ταχέως δὲ κατ' αὐτῆς ἐχύθη φλόξ ἄσβεστος. οὕτως ταύτης μὲν τὴν πρύμναν τὸ πῦρ περιεῖπε καὶ κατέκαιεν. ὁ Ἀχιλλεὺς δὲ πλήξας τοὺς μηρούς, εἶπε πρὸς τὸν Πάτροκλον· ἀνάστα, ὦ εὐγενέστατε Πάτροκλε ἱππικέ, ὁρῶ νῦν ἤδη παρὰ ταῖς ναυσὶ τὴν τοῦ πολεμίου πυρὸς ὁρμήν· μὴ οὖν τὰς ναῦς κρατήσωσι καὶ οὐκέτι φευκτὰ ὦσιν, ἐνδύθητι τὰ ὅπλα τάχιον, ἐγὼ δὲ τὸν στρατὸν συναθροίσω. | 114 |
οὕτως εἶπεν· ὁ Πάτροκλος δὲ ὡπλίζετο σιδήρῳ λαμπροτάτῳ· τὰς κνημῖδας μὲν οὖν πρῶτον ταῖς κνημῖσι περιέθηκε καλὰς ἀργυροῖς καλύμμασι τῶν σφυρῶν συνηρμοσμένας, δεύτερον δὲ τὸν θώρακα περὶ τὸ στῆθος ἐβάλετο ποικίλως εἰργασμένον, ἄστρων κεχρωματισμένον μορφαῖς, τοῦ ταχύποδος ἐγγόνου τοῦ Αἰακοῦ· τοῖς ὤμοις δὲ περιέθηκε τὸ ἀργυροῦς ἥλους ἔχον ξίφος τὸ σιδηροῦν, μετὰ ταῦτα δὲ τὴν μεγάλην ἀσπίδα καὶ ἰσχυράν, ἐπὶ τῇ ἰσχυρᾷ δὲ κεφαλῇ τὴν καλῶς κατεσκευασμένην περικεφαλαίαν ἐπέθηκεν ἵππου οὐρὰν ἔχουσαν, φοβερῶς δὲ ὁ λόφος ἄνωθεν ἐκλίνετο, ἔλαβε δὲ τὰ στιβαρὰ δόρατα, ἅπερ τῇ ἑαυτοῦ παλάμῃ ἥρμοσε, τὸ δόρυ δὲ μόνον οὐκ ἔλαβε τοῦ ἀμωμήτου ἐγγόνου τοῦ Αἰακοῦ τὸ βαρύ, τὸ μέγα, τὸ ἰσχυρόν, τοῦτο γὰρ οὐκ ἐδύνατο ἄλλος τις τῶν Ἑλλήνων κινεῖν, ἀλλὰ μόνος ὁ Ἀχιλλεὺς ἠπίστατο κινῆσαι αὐτό, τὸ ἐκ τοῦ Πηλίου ὄρους, ἐκ μελίας δένδρου δόρυ, ὅπερ ἔκοψε Χείρων τῷ ἀγαπητῷ πατρὶ ἐκ τῆς κορυφῆς τοῦ Πηλίου, φόνον εἶναι τοῖς ἥρωσι· τοὺς ἵππους δὲ ταχέως ζευγνύναι τὸν Αὐτομέδοντα ἐκέλευσεν, ὃν μετ' Ἀχιλλέα τὸν πολεμιστὴν καὶ ἀνδρεῖον ἐτίμα μάλιστα, πιστότατος δὲ αὐτῷ ἦν ἐν τῷ πολέμῳ παραμεῖναι τὰς ἀπειλάς· τούτῳ δὲ καὶ ὁ Αὐτομέδων ἦγεν ὑπὸ τὸν ζυγὸν τοὺς ταχεῖς ἵππους τὸν Ξάνθον, καὶ τὸν Βαλίον, οἳ ἅμα ταῖς πνοαῖς ἐπέτοντο, οὓς ἔτεκε τῷ Ζεφύρῳ ἀνέμῳ ἡ ποδάργη (λευκόπους) Ἅρπυια βοσκομένη ἐν τῷ λειμῶνι παρὰ τὸν ῥοῦν τοῦ Ὠκεανοῦ· εἰς δὲ τὰς παρηρτημένας σειρὰς τὸν ἀμώμητον Πήδασον ἐνέβαλεν, ὃν δή ποτε λαβὼν τὴν πόλιν τοῦ Ἠετίωνος ἤγαγεν ὁ Ἀχιλλεύς, ὅστις καίπερ ὢν θνητὸς ἠκολούθει τοῖς ἀθανάτοις ἵπποις. | 130 |
Τοὺς Μυρμιδόνας δὲ παρελθὼν ὁ Ἀχιλλεὺς καθώπλισεν ἅπαντας κατὰ τὰς σκηνὰς σὺν τοῖς ὅπλοις. οὗτοι δὲ ὥσπερ λύκοι ὠμοβόροι, οἷς ἐν ταῖς φρεσὶ δύναμις μεγίστη, οἵτινες ἔλαφον κερασφόρον εὐμεγέθη ἐν τοῖς ὄρεσιν ἀποκτείναντες σπαράττουσι καὶ ἐσθίουσιν, ἅπασι δὲ ἡ παρειὰ ἐρυθρὰ αἵματί ἐστι, καὶ ὁμοῦ κατ᾿ ἀγέλας πορεύονται, ἀπὸ πηγῆς βαθύυδρου ἀναρρωφήσαντες ταῖς γλώσσαις ταῖς λεπταῖς τὸ μέλαν ὕδωρ ἐξερευγόμενοι τὴν ποιότητα τοῦ αἵματος, ἡ ψυχὴ δὲ ἐν τοῖς στήθεσιν ἄφοβος ὑπάρχει, πάνυ δὲ στενοχωρεῖται ἡ γαστὴρ αὐτῶν. τοιοῦτοι οἱ ἡγεμόνες καὶ βασιλεῖς τῶν Μυρμιδόνων περὶ τὸ χρηστὸν θεράποντα τοῦ ταχύποδος ἐγγόνου τοῦ Αἰακοῦ ἐρρωμένως ὥρμων, ἐν τούτοις δὲ ἵστατο Ἀχιλλεὺς ὁ πολεμικὸς διεγείρων τούς τε ἱππέας καὶ τοὺς ὁπλίτας ἄνδρας. | 155 |
πεντήκοντα ἦσαν νῆες ταχεῖαι, αἷς ὁ Ἀχιλλεὺς εἰς τὴν Τροίαν ἡγεῖτο ὁ τῷ Διὶ προσφιλής, ἐν ἑκάστῳ δὴ ἦσαν ἄνδρες πεντήκοντα φίλοι ἐπὶ ταῖς καθέδραις, πέντε δὲ ἡγεμόνας ἐποίησεν, οἷς ἐθάρρει ἐπιτάττειν καὶ ἄρχειν, αὐτὸς δὲ μεγάλως ἐξουσιάζων ἐβασίλευε. τῆς μὲν οὖν μιᾶς τάξεως ἦρχεν ὁ ποικίλον θώρακα ἔχων Μενέσθιος ὁ υἱὸς τοῦ Σπερχειοῦ τοῦ λαμπροῦ ποταμοῦ, ὃν ἔτεκεν ἡ θυγάτηρ τοῦ Πηλέως ἡ εὐειδής Πολυδώρη τῷ ἀεννάῳ Σπερχειῷ, γυνὴ θεῷ συμμιγεῖσα, κατ' ἐπίκλησιν δὲ καὶ φήμην Βώρῳ τῷ υἱῷ τοῦ Περιήρους, ὃς δὴ φανερῶς αὐτὴν ἀνέβαινεν ἐπιδοὺς πλεῖστα δῶρα. τῆς ἑτέρας δὲ ἡγεμὼν ἦν ὁ πολεμικὸς Εὔδωρος ὁ ἐκ νομιζομένης παρθένου τεχθείς, ὃν ἔτεκεν ἡ καλὴ κατὰ τὸν χορὸν Πολυμήλη ἡ θυγάτηρ τοῦ Φύλαντος, ταύτης γὰρ ὁ κραταιὸς Ἑρμῆς ὁ ἀργὸς φόνου καὶ εἰρηνικὸς θεὸς ἐράσθη θεασάμενος τοῖς ὀφθαλμοῖς ἐν ταῖς χορευούσαις ἐν τῷ χορῷ τῆς χρυσοτόξου Ἀρτέμιδος τῆς θόρυβον ἐμποιούσης· εὐθέως δὲ εἰς τὸ ὑπερῷον ἀναβὰς συγκατεκλίθη αὐτῇ κρυφίως Ἑρμῆς ὁ μήτε κακούμενος μήτε κακῶν· παρέσχε δὲ αὐτῇ λαμπρὸν υἱὸν τὸν Εὔδωρον πάνυ ταχὺν ἐν τῷ τρέχειν, καὶ πολεμιστήν. ἐπεὶ δὲ τοῦτον Εἰλείθυια ἡ μογοῦσα καὶ πονουμένη περὶ τοὺς τοκετούς, ἤτοι ἡ Λοχεύτρια, ἐξήγαγεν εἰς τὸ φῶς, καὶ ἐθεάσατο τὴν λαμπηδόνα τοῦ ἡλίου, ταύτην μὲν ἡ ἰσχυρὰ δύναμις τοῦ Ἐχεκλέους τοῦ υἱοῦ τοῦ Ἄκτορος ἤγαγεν εἰς τὸν ἑαυτοῦ οἶκον, ἐπειδὴ παρέσχεν αὐτῇ πλεῖστα δῶρα. τοῦτον δὲ Φύλας ὁ γέρων καλῶς ἀνέτρεφε καὶ ἐπεμελεῖτο ὑπεραγαπῶν, ὥσπερ εἰ ἦν υἱὸς αὐτοῦ. τῆς τρίτης δὲ ἡγεμὼν ἦν Πείσανδρος ὁ πολεμικὸς υἱὸς τοῦ Μαίμαλος, ὃς διέπρεπεν ἐπὶ πᾶσι τοῖς Μυρμιδόσι δόρατι μάχεσθαι μετὰ τὸν φίλον τοῦ υἱοῦ τοῦ Πηλέως· τῆς τετάρτης δὲ ἄρχων ἦν ὁ γέρων ἱππικὸς Φοίνιξ. τῆς πέμπτης δὲ ὁ Ἀλκιμέδων ὁ ἀμώμητος υἱὸς τοῦ Λαέρκους. ἐπειδὴ δὲ ἅπαντας ὁ Ἀχιλλεὺς σὺν τοῖς ἡγεμόσιν ἔστησε καλῶς διαχωρίσας καὶ τάξας, λόγον ἰσχυρὸν ἐπέταττε λέγων· ὦ Μυρμιδόνες, μηδείς μοι τῶν ἀπειλῶν καὶ καυχήσεων ἐπιλαθέσθω, ἃς παρὰ ταῖς ταχείαις ναυσὶν ἠπειλεῖτε τοῖς Τρῳσὶ κατὰ πάντα τὸν τῆς ὀργῆς χρόνον, καὶ ἐμὲ ᾐτιᾶσθε ἅπαντες λέγοντες· ὦ χαλεπὲ καὶ ἄδικε υἱὲ τοῦ Πηλέως, ἐπὶ ὀργῇ σε ἄρα ἀνέτρεφεν ἡ μήτηρ, ἄκαμπτε καὶ σκληρέ, ὅστις παρὰ ταῖς ναυσὶ κατέχεις τοὺς φίλους ἄκοντας καὶ μὴ βουλομένους· εἰς τὸν οἶκον γοῦν σὺν ταῖς ναυσὶ πορευθῶμεν ταῖς θαλασσοπλόοις ὀπίσω, ἐπειδή σοι οὕτως ὀργὴ χαλεπὴ ἐνέπεσεν εἰς τὴν ψυχήν. ταῦτα ὁμοῦ συναθροιζόμενοι συνεχῶς ἐβοᾶτε· νυνὶ δὲ ἐφάνη μέγα ἔργον πολέμου καὶ μάχης, ἧς πρότερον ἐπεθυμεῖτε· ἐνταῦθά τις ψυχὴν ἰσχυρὰν καὶ ἀνδρείαν ἔχων πολεμείτω τοῖς Τρῳσίν. | 168 |
οὕτως εἰπὼν παρώξυνεν ἑκάστου προθυμίαν τε καὶ ἰσχύν. μᾶλλον δὲ αἱ τάξεις ἡρμόσθησαν, ἐπειδὴ ἤκουσαν τοῦ βασιλέως (ἐπήρθησαν καὶ φρονήματος ἐπληρώθησαν). ὥσπερ δὲ ὅταν ἀνὴρ συναρμόσῃ τοῖχον διὰ λίθων πυκνῶν οἴκου ὑψηλοῦ τὰς φορὰς τῶν ἀνέμων ἐκκλίνων καὶ φυλαττόμενος· οὕτως συνηρμόσθησαν αἱ ὀμφαλοὺς ἔχουσαι ἀσπίδες· ἀσπὶς ἄρα ἀσπίδα ἐπεστήριζε, περικεφαλαία περικεφαλαίαν, ἀνὴρ δὲ ἄνδρα· ἥπτοντο δὲ ἀλλήλων τοῖς λαμπροῖς φαλοῖς αἱ ἱππείας τρίχας ἔχουσαι περικεφαλαῖαι κλινόντων τὰς κεφαλὰς αὐτῶν, οὕτω πυκνοὶ καὶ ἀλλεπάλληλοι ἐφίσταντο ἀλλήλοις· ἔμπροσθεν δὲ πάντων δύο ἄνδρες καθωπλίζοντο, ὅ τε Πάτροκλος, καὶ ὁ Αὐτομέδων μίαν ψυχὴν ἔχοντες, ἤτοι ὁμονοοῦντες πολεμεῖν ἔμπροσθεν τῶν Μυρμιδόνων· ὁ Ἀχιλλεὺς δὲ ὥρμησε δὴ πορεύεσθαι ἐπὶ τὴν σκηνήν, ἤνοιξε δὲ τὸ πῶμα τῆς λάρνακος τῆς ὡραίας καὶ ποικιλωτάτης, ἣν αὐτῷ ἡ λευκόπους Θέτις ἔθηκεν ἐπὶ τῆς νεὼς κομίσαι, καλῶς πληρώσασα αὐτὴν ἱματίων, χλαινῶν (χλαμύδων) τε πρὸς ἀνέμους σκέπην παρεχομένων, καὶ ταπήτων οὐλότητα ἐχόντων· ἐκεῖ δὲ αὐτῷ ποτήριον ἦν κατεσκευασμένον, οὐδεὶς δὲ ἄλλος οὔτε τῶν ἀνδρῶν ἔπινεν ἐξ αὐτοῦ οἶνον θερμόν, οὔτε τινὶ τῶν θεῶν ἔσπενδε καὶ ἔθυεν, εἰ μὴ τῷ Διὶ τῷ πατρί. τοῦτο δὴ τότε ἐκ τῆς κιβωτοῦ λαβὼν ἐκάθηρε πρῶτον, μετὰ ταῦτα δ' ἐξέπλυνεν αὐτὸ ῥοαῖς καλαῖς ὕδατος, ἐνίψατο δὲ καὶ αὐτὸς τὰς χεῖρας, ἐνέχεε δὲ οἶνον θερμόν, ηὔχετο δὲ μετὰ ταῦτα στὰς ἐν τῷ μέσῳ τοῦ περιφράγματος τῆς σκηνῆς, ἔσπενδε δὲ τὸν οἶνον ἀναβλέψας εἰς τὸν οὐρανόν, οὐκ ἔλαθε δὲ τὸν Δία τὸν τρέποντα τοὺς ἐναντίους τῷ κεραυνῷ· ὦ Ζεῦ βασιλεῦ, Δωδωναῖε, Πελασγικέ, πόρρω οἰκῶν, βασιλεύων τῆς ψυχρᾶς Δωδώνης, οἱ σελλοὶ δὲ περὶ σὲ κατοικοῦσι προφῆται (ἱερεῖς), οὐ νίπτοντες τοὺς πόδας, ἐπὶ τοῦ ἐδάφους κοιμώμενοι, καί ποτε μέντοι τὸν ἐμὸν λόγον ἤκουσας εὐξαμένου, καὶ ἐτίμησας μὲν ἐμέ, μεγάλως δὲ ἔβλαψας τὸν στρατὸν τῶν Ἑλλήνων, καὶ ἔτι καὶ νῦν ταύτην μοι τὴν ἐπιθυμίαν τελείωσον, ἐγὼ μὲν γὰρ αὐτὸς παραμενῶ ἐν τῷ ἀγῶνι τῶν νεῶν, τὸν φίλον δὲ ἐκπέμπω μετὰ τῶν πολλῶν Μυρμιδόνων μάχεσθαι, τούτῳ δόξαν ἐν τῷ αὐτῷ πέμψον, ὦ μεγαλόφωνε Ζεῦ, παραθάρρυνον δὲ καὶ παρόρμησον αὐτῷ τὴν ψυχὴν ἐν τῷ λογιστικῷ, ὅπως καὶ Ἕκτωρ γνῷ, ὅτι καὶ μόνος ἐπίσταται δήπου μάχεσθαι ἡμέτερος θεράπων, ἢ τότε μόνον αὐτῷ αἱ χεῖρες ἀπροσπέλαστοι ἐνθουσιῶσιν, ὅταν ἐγὼ ἀφίκωμαι εἰς τὸν ἐγχρονισμὸν τοῦ πολέμου· ἐπειδὰν δὲ ἀπὸ τῶν νεῶν ἀποδιώξῃ τὸν πόλεμον καὶ τὸν θόρυβον, ἀβλαβὴς καὶ ὑγιὴς μετὰ ταῦτα ἐπὶ τὰς ταχείας ναῦς ἀφίκοιτό μοι σὺν ἅπασι τοῖς ὅπλοις καὶ τοῖς πολεμισταῖς φίλοις. | 210 |
οὕτως εἶπεν εὐχὴν ποιούμενος, τούτου δὲ ἐπήκουσεν ὁ βουλευτικὸς Ζεύς. τούτῳ δὲ τὸ ἕτερον μὲν ἐδωρήσατο ὁ πατήρ, τὸ ἕτερον δὲ ἀπηνῄνατο· ἐξελάσαι μὲν ἀπὸ τῶν νεῶν τὸν πόλεμον καὶ τὴν μάχην ἔδωκεν, ὑγιῆ δὲ ἐκ τοῦ πολέμου ἀναχωρῆσαι καὶ ὑποστρέψαι οὐ συνεχώρησεν. οὗτος μὲν οὖν θύσας καὶ εὐχὴν ποιησάμενος τῷ Διὶ τῷ πατρὶ ὀπίσω εἰς τὴν σκηνὴν εἰσῆλθε, το ποτήριον δὲ ἀπέθηκεν ἐν τῇ λάρνακι, ἔστη δὲ παραγενόμενος ἔμπροσθεν τῆς σκηνῆς, ἐβούλετο δὲ ἔτι ἐν τῇ ψυχῇ θεάσασθαι τὴν χαλεπὴν μάχην τῶν Τρῴων καὶ τῶν Ἑλλήνων. | 249 |
οὗτοι δὲ σὺν τῷ μεγαλοψύχῳ Πατρόκλῳ καθοπλισθέντες ἐπορεύοντο, ἕως ἐν τοῖς Τρῳσὶ μεγαλοφρονοῦντες ὥρμησαν. αὐτίκα δὲ σφηξὶν ὅμοιοι ἐξέτρεχον παρὰ τὴν ὁδὸν οἰκοῦσιν, οὓς ἂν παῖδες εἰς ἔριν ἐμβάλωσιν, ἐξ ἔθους ἀεὶ ἐρεθίζοντες, ἐπὶ τῇ ὁδῷ τὰ οἰκήματα ἔχοντας, μωροὶ καὶ ἄφρονες, κοινὸν δὲ κακὸν πολλοῖς ποιοῦσι. τούτους δὲ εἴπερ τις ἄνθρωπος ὁδοιπόρος παροδεύων ἄκων παρακινήσει, οὗτοι ψυχὴν ἰσχυρὰν ἔχοντες πάντες εἰς τὸ πρόσω πέτονται καὶ βοηθοῦσι τοῖς ἑαυτῶν τέκνοις· τούτων τὴν καρδίαν καὶ τὴν ψυχὴν ἔχοντες τότε οἱ Μυρμιδόνες ἐξέτρεχον ἀπὸ τῶν νεῶν, θόρυβος δὲ ἀκατάπαυστος ἠγέρθη. ὁ Πάτροκλος δὲ τοῖς φίλοις ἐκέλευσε μεγάλως βοήσας· ὦ Μυρμιδόνες φίλοι Ἀχιλλέως τοῦ υἱοῦ τοῦ Πηλέως ἄνδρες ὑπάρχετε, ὦ φίλοι, μνήσθητε δὲ τῆς ὁρμητικῆς καὶ πολεμικῆς ἰσχύος, ὅπως ἂν τιμήσωμεν τὸν υἱὸν τοῦ Πηλέως, ὅστις κατὰ πολὺ κράτιστος τῶν Ἑλλήνων ἐστὶ παρὰ ταῖς ναυσί, καὶ οἱ θεράποντες αὐτοῦ πολεμισταί, μάθῃ δὲ καὶ ὁ υἱὸς τοῦ Ἀτρέως ὁ μέγας βασιλεὺς Ἀγαμέμνων τὴν ἑαυτοῦ βλάβην, ὅτε τὸν κράτιστον τῶν Ἑλλήνων οὐκ ἐτίμησεν. | 257 |
οὕτως εἰπὼν παρώξυνε πάντων τὴν ἰσχὺν καὶ τὴν προθυμίαν· ἐνέπεσον δὲ τοῖς Τρῳσὶν ἀθρόοι, αἱ νῆες δὲ περιηχῆσαν καταπληκτικῶς ὑπὸ τῶν Ἑλλήνων βοησάντων· | 275 |
οἱ Τρῷες δὲ ἐπεὶ ἐθεάσαντο τὸν ἰσχυρὸν υἱὸν τοῦ Μενοιτίου, αὐτὸν καὶ τὸν θεράποντα σὺν τοῖς ὅπλοις περιλάμποντας, ἅπασι παρωξύνθη ἡ ψυχή, παρεκινήθησαν δὲ αἱ τάξεις, οἰόμενοι παρὰ ταῖς ναυσὶ τὸν ταχύποδα Ἀχιλλέα τὸν υἱὸν τοῦ Πηλέως τὴν μὲν ὀργὴν ἀπορρίψαι, φιλίαν δὲ παραλαβεῖν, περιέβλεψε δὲ καὶ περιεσκόπησεν ἕκαστος ποῦ ἐκφύγοι τὸν χαλεπὸν θάνατον. | 278 |
πρῶτος δὲ ὁ Πάτροκλος ἔβαλε τῷ λαμπρῷ δόρατι ἀπαντικρὺ κατὰ τὸ μέσον, ὅπου οἱ πλείους συνεταράσσοντο, παρὰ τῇ πρύμνῃ τῆς νεὼς τοῦ μεγαλοψύχου Πρωτεσιλάου, καὶ ἔτρωσε τὸν Πυραίχμην, ὃς τοὺς Παίονας τοὺς ἱππικοὺς ἤγαγεν ἐκ τῆς Ἀμυδῶνος ἀπὸ τοῦ Ἀξίου τοῦ εὐρέως ῥέοντος ποταμοῦ. τοῦτον ἔτρωσε κατὰ τὸν δεξιὸν ὦμον, οὗτος δὲ ἐπὶ τὰ μετάφρενα ἐν τῇ κόνει κατέπεσε στενάξας, οἱ φίλοι δὲ περὶ αὐτὸν ἐφοβήθησαν οἱ Παίονες· ὁ γὰρ Πάτροκλος φόβον ἐνέβαλεν ἅπασιν ἀνελὼν τὸν ἡγεμόνα, ὃς ἠρίστευεν ἐν τῷ μάχεσθαι· ἐξέλασε δὲ αὐτοὺς ἀπὸ τῶν νεῶν, κατέσβεσε δὲ τὸ καιόμενον πῦρ· ἡμίκαυστος δ᾽ ἄρα ἡ ναῦς κατελείφθη αὐτόθι, οὗτοι δὲ φοβηθέντες ὑπεχώρησαν οἱ Τρῷες σὺν θορύβῳ μεγίστῳ. οἱ Ἕλληνες δὲ ἐπεχύθησαν καὶ ἐπέδραμον ἀνὰ τὰς κοίλας ναῦς, θόρυβος δὲ ἀμετάτρεπτος καὶ ἄφυκτος ἐγένετο. ὥσπερ δέ, ὅταν ἀπὸ ὑψηλῆς κορυφῆς ὄρους μεγάλου κινήσῃ νεφέλην πυκνὴν ὁ τῶν ἀστραπῶν αἴτιος Ζεύς, ἐξεφάνησαν πᾶσαι αἱ περιοπαί, καὶ αἱ ὑψηλαὶ ἐξοχαὶ (τὰ ἐκνενευκότα μέρη), καὶ οἱ φαραγγώδεις τόποι, ἐκ τοῦ οὐρανοῦ δὲ τῶν νεφῶν διαρραγέντων ὤφθη ὁ μέγιστος αἰθὴρ (ὑπὸ τὸν οὐρανὸν δὲ ἐξέλαμψεν ὁ αἰθήρ, ἤτοι ἀστραπὴ ἐγένετο)· οὕτως οἱ Ἕλληνες ἐξελάσαντες ἀπὸ τῶν νεῶν τὸ καυστικὸν πῦρ ὀλίγον ἀνέπνευσαν, πολέμου δὲ οὐκ ἐγίνετο παῦσις. οὔπω γάρ τι οἱ Τρῷες ὑπὸ τῶν πολεμικῶν Ἑλλήνων εἰς τοὔμπροσθεν τετραμμένοι ἔφευγον ἀπὸ τῶν μελαινῶν νεῶν, ἀλλ᾽ ἔτι δὴ ἠναντιοῦντο, ἐκ τῶν νεῶν δὲ ὑπεχώρουν ὑπ' ἀνάγκης. | 284 |
τότε δὲ ἀνὴρ ἀπέκτεινεν ἄνδρα διαλυθείσης τῆς μάχης τῶν στρατηγῶν. πρῶτος δὲ ὁ ἰσχυρὸς υἱὸς τοῦ Μενοιτίου παραχρῆμα δὴ ἔτρωσε τὸν δή μηρὸν τοῦ Ἀρειλύκου στραφέντος δόρατι ὀξεῖ, εἰς τὸ πρόσω δὲ τὸν σίδηρον διεπέρασε, συνέτριψε δὲ τὸ ὀστοῦν τὸ δόρυ, οὗτος δὲ κατὰ πρόσωπον ἐπὶ γῆς κατέπεσε. Μενέλαος δὲ ὁ πολεμικὸς ἔτρωσε τὸν Θόαντα κατὰ τοῦ στέρνου γυμνωθέντα τῆς ἀσπίδος, διέλυσε δὲ καὶ ἐνέκρωσε τὰ μέλη. ὁ υἱὸς δὲ τοῦ Φυλέως Ἄμφικλον ἐφορμήσαντα ἐπιτηρήσας ἔφθη βαλῶν κατὰ τὸ κάτω τοῦ σκέλους, ὅπου ὁ παχὺς μυὼν ἤτοι ἡ γαστροκνήμη τοῦ ἀνθρώπου ὑπάρχει· τῇ ἐπιδορατίδι δὲ τοῦ δόρατος περιεσχίσθησαν τὰ νεῦρα, τοῦτον σκότος κατ' ὀφθαλμοὺς περιεκάλυψεν. οἱ υἱοὶ δὲ τοῦ Νέστορος, ὁ μὲν ἔτρωσεν Ἀτύμνιον δόρατι ὀξεῖ ὁ Ἀντίλοχος, διὰ τοῦ λαγόνος δὲ διεπέρασε τὸ σιδηροῦν δόρυ, κατέπεσε δὲ ἔμπροσθεν. Μάρης δὲ ἐκ τοῦ σύνεγγυς τῷ δόρατι κατ᾿ Ἀντιλόχου ὥρμησεν ὀργισθεὶς ἕνεκα τοῦ ἀδελφοῦ, στὰς ἔμπροσθεν τοῦ νεκροῦ· κατ᾿ αὐτοῦ δὲ ὁ ἰσόθεος Θρασυμήδης ἔφθη ἀκοντίσας πρὸ τοῦ βαλεῖν, οὐδὲ ἀπέτυχε τοῦ ὤμου παραχρῆμα, τὸ ἄκρον δὲ τοῦ βραχίονος ἡ ὀξύτης τοῦ δόρατος ἀπέδρυψε καὶ ἀπέκοψεν ἀπὸ τῶν μυώνων, τὸ ὀστοῦν δὲ παντελῶς συνέτριψεν, ἐψόφησε δὲ καταπεσών, σκότος δὲ τοὺς ὀφθαλμοὺς αὐτοῦ περιεκάλυψεν. οὕτως οὗτοι μὲν ὑπὸ τῶν δύο ἀδελφῶν ἀναιρεθέντες ἐπορεύθησαν εἰς σκότος οἱ χρηστοί φίλοι τοῦ Σαρπηδόνος, οἱ πολεμισταὶ υἱοὶ τοῦ Ἀμισωδάρου, ὃς δὴ τὴν Χίμαιραν ἀνέθρεψε τὴν ἀκαταμάχητον, πολλοῖς ἀνθρώποις κακόν. Αἴας δὲ ὁ υἱὸς τοῦ Ὀϊλέως ἐφορμήσας Κλεόβουλον ζῶντα συνέλαβεν ἐμποδισθέντα κατὰ τὴν ταραχὴν τῆς μάχης, ἀλλ᾿ αὐτόθι αὐτοῦ διέλυσε τὴν δύναμιν πλήξας τὸν αὐχένα τῷ ξίφει τῷ κώπην ἤτοι λαβὴν ἔχοντι, ὅλον δὲ τὸ ξίφος ὑπερθερμάνθη ὑπὸ τοῦ αἵματος, τούτου δὲ τοὺς ὀφθαλμοὺς κατέλαβεν ὁ μέλας θάνατος, καὶ ἡ ἰσχυρὰ μοῖρα. ὁ Πηνέλαος δὲ καὶ ὁ Λύκων συνέβαλον· δόρασι μὲν γὰρ ἀπέτυχον ἀλλήλων, ματαίως δὲ ἔβαλον ἀμφότεροι. οὗτοι δὲ αὖθις ξίφεσι συνέβαλον· τότε Λύκων μὲν τῆς ἱππείας τρίχας ἐχούσης περικεφαλαίας τὸν λόφον ἔτυψε, περὶ αὐτὸν δὲ τὸ καλὸν ξίφος διεκλάσθη· ὁ δὲ τὸν αὐχένα ὑποκάτω τοῦ ὠτὸς ἔπληξεν ὁ Πηνέλαος, ὅλον δὲ τὸ ξίφος εἰσῆλθεν ἔσω, μόνον συνεῖχεν τὸ δέρμα, παρηνέχθη δὲ καὶ παρήρτητο ἡ κεφαλή, παρελύθησαν δὲ τὰ μέλη. ὁ Μηριόνης δὲ Ἀκάμαντα καταλαβὼν τοῖς ταχέσι ποσὶν ἔτρωσε, μέλλοντα ἐπιβαίνειν τῶν ἵππων, κατὰ τὸν δεξιὸν ὦμον, κατέπεσε δὲ ἐκ τοῦ ὀχήματος, σκότος δὲ κατὰ τῶν ὀφθαλμῶν ἐπεχύθη. ὁ Ἰδομενεὺς δὲ τὸν Ἐρύμαντα κατὰ τὸ στόμα σιδήρῳ ἀνηλεεῖ ἔπληξεν, ἀπαντικρὺ δὲ τὸ δόρυ τὸ σιδηροῦν ἐξεπέρασεν ὑποκάτω τοῦ ἐγκεφάλου, διεῖλε δὲ καὶ συνέτριψε τὰ λευκὰ ὀστᾶ, ἐξετινάχθησαν δὲ καὶ ἐξέπεσον οἱ ὀδόντες, ἐνεπλήσθησαν δὲ αὐτοῦ ἄμφω οἱ ὀφθαλμοὶ αἵματος, τοῦτο δὲ ἐκ τοῦ στόματος καὶ τῶν μυκτήρων ἐφύσησε χανών, τὸ τοῦ θανάτου δὲ σκοτεινὸν νέφος αὐτὸν περιεκάλυψεν. | 306 |
οὗτοι δὴ πάντες οἱ στρατηγοὶ τῶν Ἑλλήνων ἀπέκτειναν ἄνδρα. ὥσπερ δὲ λύκοι μετὰ βίας ἐπῆλθον ἀμνοῖς ἢ ἐρίφοις βλαπτικοί, ἐκ τῶν θρεμμάτων ἀφαιρούμενοι, ἅπερ ἐν τοῖς ὄρεσι διεμερίσθησαν ποιμένος ἀγνοίᾳ· οὗτοι δὲ ἰδόντες εὐθὺς διαρπάζουσιν ἀσθενῆ ψυχὴν ἔχοντα. οὕτως οἱ Ἕλληνες τοῖς Τρῳσὶν ἐπέθεντο, οὗτοι δὲ φυγῆς κακοήχου ἐμνήσθησαν, ἐπελάθοντο δὲ τῆς ὁρμητικῆς καὶ πολεμικῆς ἰσχύος. | 351 |
Αἴας δὲ ὁ μέγας ἀεὶ κατὰ τοῦ Ἕκτορος τοῦ σιδήρῳ καθωπλισμένου ἐφίετο βαλεῖν τὸ δόρυ, οὗτος δὲ ἐμπειρίᾳ πολέμου ἀσπίδι ἐκ ταυρείων δερμάτων περικεκαλυμμένος κατὰ τοὺς πλατεῖς ὤμους ἐσκόπει καὶ ἐφυλάττετο τὸν ἦχον τῶν ὀϊστῶν, καὶ τῶν κτύπων τῶν δοράτων. τῷ ὄντι μὲν οὖν ἠπίστατο τὴν ἑτερορρεπῆ νίκην τοῦ πολέμου, ἀλλὰ καὶ οὕτως ἀνέμενεν, ἔσωζε δὲ τοὺς εὐαρμόστους καὶ πιστοὺς φίλους. | 358 |
ὥσπερ δὲ ὅταν ἀπὸ τοῦ Ὀλύμπου νέφος ἔρχεται εἰς τὸν οὐρανόν, ὅταν ὁ Ζεὺς ἐκ τοῦ ἐνδοξοτάτου αἰθέρος ἐπιτείνῃ πυρὸς ἔξαψιν. οὕτως αὐτῶν βοὴ καὶ φυγὴ ἐγένετο ἐκ τῶν νεῶν, οὐδὲ κατὰ τὸ προσῆκον ἐπέρων ὀπίσω· τὸν Ἕκτορα δὲ οἱ ἵπποι ἐξέφερον οἱ ταχύποδες σὺν τοῖς ὅπλοις, ἠφίη δὲ τὸν στρατὸν τὸν Τρωικόν, οὓς ἄκοντας κατεῖχε καὶ ἐκώλυεν ἡ ἐσκαμμένη τάφρος. πολλοὶ δὲ ἵπποι ταχεῖς ἕλκοντες τὰ ἅρματα ἐν τῇ τάφρῳ συντρίψαντες τὸ ἄκρον τοῦ ῥυμοῦ, κατέλιπον τὰ ἅρματα τῶν βασιλέων. ὁ Πάτροκλος δὲ ἐπεδίωκε, συντόνως καὶ ἐπεσπευσμένως τοῖς Ἕλλησιν ἐπιτάττων, τοῖς Τρῳσὶ δεινὰ διανοούμενος· οὗτοι δὲ σὺν βοῇ τε καὶ φυγῇ πάσας ἐπλήρωσαν τὰς ὁδούς, ἐπειδὴ διεμερίσθησαν. εἰς ὕψος δὲ ὁ κονιορτὸς διεσκεδάζετο ὑπὸ τὰ νέφη, ἔτρεχον δὲ οἱ μονώνυχες ἵπποι εἰς τοὐπίσω ἐπὶ τὴν πόλιν ἀπὸ τῶν νεῶν καὶ τῶν σκηνῶν. ὁ Πάτροκλος δὲ ἔνθα τὸν πλείονα λαόν ἐθεάσατο ταραττόμενον, ἐκεῖσε δὴ ἤλαυνεν ἀπειλήσας, ὑπὸ τοῖς ἄξοσι δὲ ἄνδρες ἔπιπτον πρηνεῖς καὶ κατὰ πρόσωπον ἐκ τῶν ὀχημάτων, οἱ δίφροι δὲ ἀνετρέποντο, ἀπαντικρὺ δὲ κατὰ τὴν τάφρον ὑπερεπήδων οἱ ταχεῖς ἵπποι, - εἰς τὸ πρόσω ὁρμῶντες, ἐπὶ τὸν Ἕκτορα δὲ προέτρεπεν ἡ ψυχή, ἐφίετο γὰρ βαλεῖν αὐτόν, τοῦτον δὲ ἐξέφερον οἱ ταχεῖς ἵπποι. ὥσπερ δὲ ὑπὸ καταιγίδος καὶ συστροφῆς ἀνέμου μεγάλου πᾶσα ἡ γῆ συσκοτοῦται καὶ βαρύνηται κατὰ τὸν μετοπωρινὸν καιρόν, ἡνίκα σφοδρότατον ὑετὸν χεῖ ὁ Ζεύς, ὅταν τοῖς ἀνδράσιν ὀργισθεὶς χαλεπήνῃ, οἳ ἂν βιαίως κρίνωσιν ἐν τῇ ἀγορᾷ δίκας διεστραμμένας καὶ ἀδίκους, τὴν δικαιοσύνην δὲ ἐξελάσωσι, τὴν τῶν θεῶν ἐπιστροφὴν οὐκ ἔχοντες ἐν λόγῳ· τούτων δὲ πάντες μὲν οἱ ποταμοὶ πλήθοντες καὶ πλημμυροῦντες ῥέουσι, πολλὰ δὲ κλίματα τότε ἀποκόπτουσιν αἱ ῥύσεις, εἰς τὴν θάλασσαν δὲ τὴν μέλαιναν μεγάλως στενάζουσαι καὶ ἠχοῦσαι ῥέουσιν ἐκ τῶν ὀρέων καταφερῶς, ἐλαττοῦνται δὲ τὰ ἔργα τῶν ἀνθρώπων· οὕτως αἱ Τρωικαὶ ἵπποι μεγάλως ἐστέναζον τρέχουσαι. | 364 |
ὁ Πάτροκλος δὲ ἐπειδὴ τὰς πρώτας τάξεις ἀπέτεμεν, ὀπίσω ἐπὶ τὰς ναῦς συνήλαυνεν εἰς τοὐπίσω ἐμβάλλων, οὐδὲ τῆς πόλεως ἐπιβῆναι προθυμουμένους ἠφίει, ἀλλὰ μεταξὺ τῶν νεῶν καὶ τοῦ ποταμοῦ καὶ τοῦ τείχους τοῦ ὑψηλοῦ ἀπέκτεινεν ἐφορμῶν, πολλῶν δὲ δίκην εἰσεπράττετο. τότε πρῶτον μὲν τὸν Πρόνοον ἔτρωσε δόρατι λαμπρῷ κατὰ τὸ στέρνον, γυμνωθέντα τῆς ἀσπίδος, παρέλυσε δὲ τὰ μέλη, ἐψόφησε δὲ καταπεσών· οὗτος δὲ Θέστορα τὸν υἱὸν τοῦ Ἤνοπος αὖθις ὁρμήσας· οὗτος μὲν ἐν τῷ καλῶς κατεσκευασμένῳ ὀχήματι ἐκάθητο συσταλείς, ἐξεπλάγη γὰρ τὴν διάνοιαν, ἐκ τῶν χειρῶν δὲ αἱ ἡνίαι ἐξηνέχθησαν, αὐτὸς δὲ δόρατι παραγενόμενος ἔπληξε κατὰ τὴν δεξιὰν γνάθον, διεπέρασε δὲ διὰ τῶν ὀδόντων αὐτοῦ ἔσυρε δὲ ἀπὸ τοῦ δόρατος λαβὼν ὑπεράνω τῆς περιφερείας τοῦ ἅρματος, ὥσπερ ὅτε τις ἀνὴρ ἐπὶ πέτρᾳ προβεβλημένῃ εἰς τὴν θάλασσαν καθήμενος, ἰχθὺν μέγαν καὶ ἀήθη ἐκ τῆς θαλάσσης ἔξω ἕλκει λίνῳ, καὶ σιδήρῳ λαμπρῷ, ἤτοι τῇ διὰ λίνου, ἢ νεύρων, ἢ τριχῶν ὁρμιᾷ. οὕτως εἷλκεν ἐκ τοῦ σχήματος χαίνοντα δόρατι λαμπρῷ, κατώθησε δὲ ἐπὶ στόμα, πεσόντα δὲ αὐτὸν ἀπέλιπεν ἡ ψυχή. μετὰ ταῦτα δὲ Ἐρύαλον ἐφορμῶντα ἔτρωσε πέτρᾳ κατὰ τὸ μέσον τῆς κεφαλῆς, αὕτη δὲ εἰς δύο πᾶσα ἐσχίσθη ἐν τῇ στερεᾷ περικεφαλαίᾳ, οὗτος δὲ ἐπὶ πρόσωπον κατὰ γῆς κατέπεσε, περὶ αὐτὸν δὲ ὁ θάνατος ἐπεχύθη ὁ τὴν ψυχὴν ἀποχωρίζων. μετὰ ταῦτα δὲ Ερύμαντα, καὶ Ἀμφοτερόν, καὶ Ἐπάλτην, καὶ Τληπόλεμον τὸν υἱὸν τοῦ Δαμάστορος, καὶ Ἐχίον, καὶ Πύρην, καὶ Ἰφέα, καὶ Εὔιππον, καὶ Ἀργεάδην τὸν πολυθρέμμονα, πάντας ἀλλεπαλλήλους καθεῖλεν ἐπὶ τὴν γῆν τὴν πολλὰ τρέφουσαν. | 394 |
ὁ Σαρπεδὼν δὲ ἐπειδὴ ἐθεάσατο τοὺς φίλους ἐσκυλευμένους, ἀναιρεθέντας ὑπὸ τῶν χειρῶν τοῦ Πατρόκλου τοῦ υἱοῦ τοῦ Μενοιτίου, ἐκέλευσε δὴ τοῖς ἰσοθέοις Λυκίοις ὀνειδίζων· αἰσχύνη ἔστω, ὦ Λύκιοι, ποῦ φεύγετε; νυνὶ ἀγαθοὶ καὶ ταχεῖς εἰς τὸ πολεμεῖν γένεσθε· ἀπαντήσω γὰρ ἐγὼ τούτῳ τῷ ἀνδρί, ὅπως μάθω, τίς οὗτος κρατεῖ καὶ νικᾷ, καὶ δὴ πολλὰ δεινὰ πεποίηκε τοὺς Τρῷας, ἐπειδὴ πολλῶν καὶ ἀνδρείων γόνατα παρέλυσεν. | 419 |
εἶπε δή, καὶ ἐκ τοῦ δίφρου σὺν τοῖς ὅπλοις κατεπήδησεν ἐπὶ τὴν γῆν. ὁ Πάτροκλος δὲ ἐκ τοῦ ἑτέρου μέρους ἐπειδὴ ἐθεάσατο, κατεπήδησεν ἐκ τοῦ ὀχήματος. οὗτοι δὲ ὥσπερ γῦπες καμπυλώνυχες ἐπικαμπῆ τὰ ῥάμφη ἔχοντες ἐπὶ ὑψηλῇ πέτρᾳ μεγάλως κράζοντες μάχονται· οὕτως οὗτοι βοῶντες κατ᾿ ἀλλήλων ἐφώρμησαν. τούτους δὲ θεασάμενος ᾤκτειρεν ὁ υἱὸς τοῦ Κρόνου τοῦ σκολιοβούλου, εἶπε δὲ πρὸς τὴν Ἥραν τὴν ἀδελφὴν καὶ γαμετὴν αὑτοῦ· οἴμοι ἐγώ, ἐπειδή μοι Σαρπηδόνα τὸν φίλτατον τῶν ἀνδρῶν εἱμαρμένον ἐστὶν ἀναιρεθῆναι ὑπὸ Πατρόκλου τοῦ υἱοῦ τοῦ Μενοιτίου· διχῶς δέ μοι ἡ καρδία προθυμεῖται διανοουμένῳ ἐν τῷ λογιστικῷ, ἢ ζῶντα αὐτὸν ἀπὸ τοῦ πολέμου τοῦ δακρύων γέμοντος ἀναρπάσας θῶ ἐν τῷ εὐδαίμονι δήμῳ τῆς Λυκίας, ἢ ἤδη ἀνακτείνω διὰ τῶν χειρῶν τοῦ υἱοῦ τοῦ Μενοιτίου. | 426 |
πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ἡ εὐόφθαλμος σεβαστὴ Ἥρα· ὦ χαλεπώτατε υἱὲ τοῦ Κρόνου, τίνα τοῦτον λόγον εἶπας; ἄνδρα θνητὸν ὑπάρχοντα πάλαι κεκριμένον τῇ μοίρᾳ, πάλιν βούλει τοῦ κακοήχου θανάτου ἀπαλλάξαι· πράττε, πάντες δὲ οἱ ἄλλοι θεοὶ οὐδαμῶς ἐπαινοῦμεν ταυτί· ἄλλο δέ σοι ἐρῶ, σὺ δὲ ἔμβαλον αὐτὸ εἰς τὴν σὴν διάνοιαν. ἐὰν ζῶντα πέμψῃς τὸν Σαρπηδόνα εἰς τὸν ἑαυτοῦ οἶκον, λογίζου μή τις μετὰ ταῦτα καὶ ἄλλος ἀπὸ τῶν θεῶν ἐθέλῃ πέμπειν τὸν ἑαυτοῦ ἀγαπητὸν υἱὸν ἀπὸ τῆς ἰσχυρᾶς μάχης· πολλοὶ γὰρ περὶ τὴν μεγάλην πόλιν τοῦ Πριάμου πολεμοῦσιν υἱοὶ θεῶν ἀθανάτων, οἷς ὀργὴν χαλεπὴν ἐμποιήσεις· ἀλλ' εἴ σοι ἀρεστόν ἐστιν, ἡ σὴ δὲ ψυχὴ ἐλεεῖ καὶ θλίβεται, αὐτὸν μὲν ἄφες ἐν κραταίῳ πολέμῳ ἀναιρεθῆναι ὑπὸ τοῦ Πατρόκλου τοῦ υἱοῦ τοῦ Μενοιτίου· ἐπειδὰν δὲ τοῦτον ἀπολίπῃ ἡ ψυχή τε καὶ ἡ ζωή, πέμψον τόν τε θάνατον, καὶ τὸν δυσέκδυτον ὕπνον φέρειν αὐτόν, ἕως ἂν ἀφίκωνται εἰς τὸν δῆμον τῆς εὐρυχώρου Λυκίας, ἐκεῖ δὲ αὐτὸν ἐνταφιάζουσιν οἱ ἀδελφοί τε καὶ συγγενεῖς καὶ φίλοι, καὶ πολῖται τάφῳ τε καὶ ἐπιγράμματι· αὕτη γάρ ἐστι τῶν ἀποθανόντων τιμή. | 439 |
οὕτως εἶπεν· ὑπήκουσε δὲ ὁ πατὴρ τῶν ἀνθρώπων τε καὶ τῶν θεῶν, ψεκάδας δὲ αἱματώδεις κατέχεεν ἐπὶ τὴν γῆν, τὸν ἀγαπητὸν υἱὸν τιμῶν, ὃν αὐτῷ Πάτροκλος ἔμελλεν ἀναιρήσειν ἐν τῇ εὐγέῳ Τροίᾳ πόρρω τῆς πατρίδος. | 458 |
οὗτοι δὲ ὁπηνίκα δὴ ἐγγὺς ἦσαν ἐπαλλήλους ἐρχόμενοι, τότε Πάτροκλος μὲν τὸν ὑπερένδοξον Θρασύδημον, ὃς δὴ γενναῖος θεράπων ἦν τοῦ βασιλέως Σαρπηδόνος, τοῦτον ἔτρωσε κατὰ τὸ ἔσχατον τῆς γαστρός, παρέλυσε δὲ καὶ ἐνέκρωσε τὰ μέλη αὐτοῦ. ὁ Σαρπηδὼν δὲ αὐτοῦ μὲν ἀπέτυχε τῷ λαμπρῷ δόρατι ὕστερος ὁρμήσας, Πήδασον δὲ οὗτος τὸν ἵππον ἔτρωσε τῷ δόρατι κατὰ τὸν δεξιὸν ὦμον, οὗτος δὲ ἤχησε τὴν ψυχὴν ἀποπνέων, κατέπεσε δὲ ἐπὶ τὴν κόνιν μηκησάμενος, ἀπέπτη δὲ ἡ ψυχή. οὗτοι δὲ διέστησαν, ἔτριγε δὲ καὶ ἤχει τὸ ζυγὸν τῇ παρατρίψει· αἱ ἡνίαι δ' αὐτοῖς συνεχέθησαν, ἐπειδὴ ὁ παρεζευγμένος περισσὸς ἵππος ἔκειτο ἐν τῇ κόνει κατὰ γῆς· τούτου μὲν οὖν τέλος ηὗρεν Αὐτομέδων ὁ κατὰ πόλεμον ἔνδοξος ἑλκύσας τὴν ἐκτεταμένην ῥομφαίαν ἐκ τοῦ παχέος μηροῦ, ὁρμήσας ἀπέτεμε τὸν παρεζευγμένον ἵππον, οὐδὲ ὑστέρησεν. οὗτοι δὲ εἰς ὀρθὸν κατέστησαν, ἐνεταννύσθησαν δὲ καὶ εὐθύνθησαν τοῖς ἑλκυστῆρσι, καὶ ταῖς ἡνίαις· οὗτοι δὲ πάλιν συνήρχοντο ἔριδος ἕνεκα καὶ μάχης ψυχοφθόρου. | 462 |
τότε δὴ Σαρπηδὼν μὲν ἀπέτυχε καὶ ἥμαρτε τῷ λαμπρῷ δόρατι, ὑπὲρ τὸν ὦμον δὲ τὸν ἀριστερὸν τοῦ Πατρόκλου ἠνέχθη τὸ ὀξὺ τοῦ δόρατος, οὐδὲ ἔτρωσεν αὐτόν· ὁ δὲ δεύτερος ὥρμησε μετὰ τοῦ σιδήρου ὁ Πάτροκλος, τούτου δὲ τὸ δόρυ οὐκ ἐξηνέχθη τῆς χειρὸς ματαίως, ἀλλ' ἔτρωσεν ἔνθα τὸ ὑπὸ τὸν πνεύμονα διάζωμα τοῦ θώρακος εἰργμένον ἐστὶν περὶ τὴν πυκνὴν καρδίαν· κατέπεσε δὲ ὥσπερ ὅτε τις δρῦς κατέπεσεν ἡ λεύκη, ἢ πίτυς ὑψηλή, ἣν ἐν τοῖς ὄρεσιν ἄνδρες ξυλουργοί ἀπέκοψαν πελέκεσι νεωστὶ ἠκονημένοις, ναυπηγήσιμον εἶναι. οὕτως αὐτὸς ἔμπροσθεν τῶν ἵππων καὶ τοῦ ὀχήματος ἔκειτο ἐκτεταμένος, ἦχον ἀποτελέσας, κόνεως δραξάμενος ᾑμαγμένης. ὥσπερ δὲ ταῦρον ἀπέκτεινε λέων εἰς τὴν ἀγέλην ἐλθὼν πυρρόν, εὔτολμον καὶ γενναῖον ἐν τοῖς βουσὶ τοῖς ἑλίσσουσι τοὺς πόδας κατὰ τὴν πορείαν, καὶ ἀπώλετο στενάζων ὑπὸ τῶν καμπύλων ὀνύχων τοῦ λέοντος· οὕτως ὑπὸ τοῦ Πατρόκλου ὁ ἡγεμὼν τῶν ὁπλιτῶν Λυκίων ἀναιρούμενος ἐλειποψύχει, τὸν ἀγαπητὸν δὲ φίλον ἐξ ὀνόματος ἐκάλεσε λέγων· ὦ προσηνέστατε Γλαῦκε, μαχητὰ ἐν τοῖς ἀνδράσι, νυνί σε δεῖ μάλα πολεμιστὴν εἶναι, καὶ εὔτολμον μαχητήν· νυνί σοι δι' ἐπιθυμίας ἔστω ὁ χαλεπὸς πόλεμος, εἰ ταχὺς καὶ γενναῖος ὑπάρχεις· πρῶτον μὲν παρόξυνον τοὺς ἄνδρας τοὺς ἡγεμόνας τῶν Λυκίων, πανταχοῦ πορευόμενος πολεμεῖν ἕνεκα τοῦ Σαρπηδόνος, μετὰ ταῦτα δὲ καὶ σὺ μάχου διὰ τοῦ σιδήρου περὶ ἐμοῦ. σοὶ γὰρ ἐγὼ καὶ μετὰ ταῦτα αἴτιος αἰσχύνης καὶ ὀνείδους γενήσομαι κατὰ πάντα τὸν χρόνον μέχρι τέλους, ἐάν με οἱ Ἕλληνες τὰ ὅπλα ἀφέλωνται ἐν τῇ μάχῃ τῶν νεῶν ἀποθανόντι, ἀλλ' ἀνθίστασο ἰσχυρῶς καὶ γενναίως, διέγειρε δὲ καὶ πρότρεψον πάντα τὸν στρατόν. | 477 |
οὕτω δὴ εἰπόντα αὐτὸν ἐκάλυψε τὸ τέλος τοῦ θανάτου, κατά τε ὀφθαλμούς, καὶ τὰς ῥῖνας· οὗτος δὲ λακτικῶς ἐν τῷ στήθει πατῶν εἷλκεν ἐκ τοῦ σώματος τὸ δόρυ, πρὸς αὐτῷ καὶ οἱ ὑμένες εἵλκοντο τοῦ διαφράγματος, ὁμοῦ δὲ τὴν ψυχὴν αὐτοῦ καὶ τὴν ἐπιδορατίδα τοῦ δόρατος ἐξείλκυσεν. οἱ Μυρμιδόνες δὲ αὐτόθι τοὺς ἵππους κατέσχον ἀσθμαίνοντας ὁρμῶντας φεύγειν, ἐπειδὴ ἠρημώθησαν τὰ ἅρματα τῶν βασιλέων. | 502 |
τῷ Γλαύκῳ δὲ λύπη χαλεπὴ ἐγένετο ἀκούοντι τῆς φωνῆς, παρωξύνθη δὲ αὐτοῦ ἡ ψυχή, οὐκ ἐδύνατο δὲ αὐτὸς βοηθῆσαι, τῇ χειρὶ δὲ λαβών, συνέσφιγγε τὸν βραχίονα, κατεπόνει γὰρ αὐτὸν τὸ τραῦμα, ὃ δὴ αὐτὸν ἐφορμῶντα ἔτρωσεν ὁ Τεῦκρος ὀϊστῷ ἀπὸ τοῦ ὑψηλοῦ τείχους τὸν θάνατον τοῖς φίλοις ἀποσοβῶν. εὐχὴν δὲ ποιούμενος εἶπε τῷ πόρρωθεν βάλλοντι Ἀπόλλωνι. ἐπάκουσον, ὦ βασιλεῦ, ὅστις ἐν τῷ εὐδαίμονι δήμῳ τῆς Λυκίας διατρίβεις, ἢ ἐν τῇ Τροίᾳ, σὺ δὲ δύνασαι πάντοθεν ἀκούειν ἀνδρὶ λυπουμένῳ, ὥσπερ νυνὶ ἐμὲ λύπη κατέχει, τραῦμα μὲν γὰρ ἔχω τοῦτο χαλεπόν, ἡ χεὶρ δέ μοι περιπέπαρται ὀδύναις σφοδραῖς, οὐδέ μοι τὸ αἷμα ξήρανθῆναι δύναται, βεβάρυται δέ μοι ὁ ὦμος ὑπ' αὐτοῦ τὸ δόρυ δὲ οὐ δύναμαι κρατῆσαι ἀσφαλῶς, οὐδὲ πολεμεῖν τοῖς ἐχθροῖς παραγενόμενος· ἀνὴρ δὲ ἄριστος τέθνηκε Σαρπηδὼν ὁ υἱὸς τοῦ Διός, αὐτὸς δὲ οὐδὲ τῷ ἑαυτοῦ υἱῷ βοηθεῖ· ἀλλὰ σύ γε, ὦ βασιλεῦ, τόδε μοι τὸ χαλεπὸν τραῦμα θεράπευσον, καταπράυνον δὲ τὰς ὀδύνας, παράσχου δὲ δύναμιν, ὅπως ἂν τοῖς φίλοις παρακελευσάμενος τοῖς Λυκίοις ἐρεθίσω μάχεσθαι, κἀγὼ περὶ τὸν τεθνηκότα νεκρὸν πολεμῷ. | 508 |
οὕτως εἶπεν εὐχὴν ποιούμενος· τούτου δὲ ἐπήκουσεν Ἀπόλλων, ὁ καθαρός, παραχρῆμα δὲ ἔπαυσε τὰς ὀδύνας, ἀπὸ τοῦ ὀδυνηροῦ δὲ τραύματος τὸ μέλαν αἷμα ἐξήρανεν, δύναμιν δὲ αὐτῷ εὔτολμον ἐνέβαλεν εἰς τὴν ψυχήν. ὁ Γλαῦκος δὲ ἐνόησεν ἐν τῇ ἑαυτοῦ διανοίᾳ καὶ ἐχάρη, ὅτι αὐτῷ ταχέως ἤκουσεν ὁ μέγας θεὸς εὐξαμένου αὐτοῦ. πρῶτον μὲν οὖν διήγειρε τοὺς ἄνδρας τοὺς ἡγεμόνας τῶν Λυκίων, πάντοσε πορευόμενος πολεμεῖν ἕνεκα τοῦ Σαρπηδόνος· μετὰ ταῦτα δὲ πρὸς τοὺς Τρῷας ἐπορεύετο μεγάλως προβαίνων, ἐπὶ Πολυδάμαντα τὸν υἱὸν τοῦ Πάνθου, καὶ τὸν ἐνδοξότατον Ἀγήνορα· ἐπορεύθη δὲ πρὸς τὸν Αἰνείαν καὶ τὸν Ἕκτορα τὸν σιδήρῳ καθωπλισμένον. πλησίον δὲ στὰς λόγους ταχεῖς ἔλεγε πρὸς αὐτούς· ὦ Ἕκτορ νυνὶ δὴ παντελῶς ἐξελάθου τῶν βοηθῶν, οἳ ἕνεκά σου πόρρω τῶν φίλων καὶ συγγενῶν καὶ τῆς πατρίδος γῆς τὴν ψυχὴν ἀποβάλλουσι, σὺ δὲ οὐκ ἐθέλεις βοηθεῖν· τέθνηκε Σαρπηδὼν ὁ ἀρχηγὸς τῶν ὁπλιτῶν Λυκίων, ὃς τὴν Λυκίαν ἔσωζε δικαιοσύνῃ τε καὶ δυνάμει ἰδίᾳ· τοῦτον δὲ διὰ τοῦ Πατρόκλου ἀπέκτεινε δόρατι ὁ σιδηροῦς Ἄρης· ἀλλ᾽ ὦ φίλοι παράστητε καὶ βοηθήσατε, αἰσχύνθητε δὲ ἐν τῇ ψυχῇ, μὴ ἀφέλωνται τὰ ὅπλα, ὑβρίσωσι δὲ τὸν νεκρὸν οἱ Μυρμιδόνες ὀργιζόμενοι ἕνεκα τῶν Ἑλλήνων ὅσον τεθνήκασιν, οὓς παρὰ ταῖς ταχείαις ναυσὶν ἀπεκτείναμεν τοῖς δόρασιν. | 527 |
οὕτως εἶπε· τοὺς Τρῷας δὲ ἐκ κεφαλῆς κατέλαβε πένθος ἀφόρητον οὐκ ὑπομονητόν, ἐπειδὴ αὐτοῖς ὑποστήριγμα τῆς πόλεως ἦν, καίπερ ὢν ξένος καὶ ἀλλογενής· πολλοὶ γὰρ μετ᾿ αὐτοῦ λαοὶ ἠκολούθουν, ἐν τούτοις δὲ αὐτὸς ἠνδραγάθει μαχόμενος· ἐπορεύθησαν δὲ εὐθὺ τῶν Ἑλλήνων προθύμως, ἡγεῖτο δ' αὐτοῖς ὁ Ἕκτωρ ὀργιζόμενος ἕνεκα τοῦ Σαρπηδόνος· τοὺς Ἕλληνας δὲ διήγειρεν ἡ τοῦ Πατρόκλου τοῦ υἱοῦ τοῦ Μενοιτίου συνετή ψυχή πρὸς τοὺς Αἴαντας πρῶτον προεῖπε προθυμούμενος καὶ αὐτούς. ὦ Αἴαντες νῦν ὑμῖν ἀρεστὸν ἔστω μάχεσθαι, ὁποῖοι καὶ πρότερον ὑπήρχετε ἐν τοῖς ἀνδράσιν, ἢ καὶ βελτίους. τέθνηκεν ἀνὴρ ὃς πρῶτος εἰσεπήδησε τὸ τεῖχος τῶν Ἑλλήνων, ὁ Σαρπηδών, ἀλλ᾽ εἴγ᾽ αὐτὸν ὑβρίσαιμεν λαβόντες καὶ τὰ ὅπλα ἀφελοίμεθα τῶν ὤμων, καί τινα τῶν φίλων αὐτοῦ μαχομένων ἀνέλοιμεν σιδήρῳ ἀνηλεεῖ. | 548 |
οὕτως εἶπεν· ἔτι δὲ καὶ αὐτοὶ βοηθῆσαι προεθυμοῦντο. ἐπεὶ δὲ οὗτοι ἑκατέρωθεν ἐνεδυνάμωσαν τὰς τάξεις οἱ Τρῷες, καὶ οἱ Λύκιοι, καὶ οἱ Μυρμιδόνες, καὶ οἱ λοιποὶ Ἕλληνες, συνέβαλον πολεμεῖν περὶ τὸν τεθνηκότα νεκρὸν φοβερῶς βοήσαντες, μεγάλως δὲ ἤχησαν τὰ ὅπλα τῶν ἀνδρῶν. ὁ Ζεὺς δὲ σκότος χαλεπὸν καὶ ὀλέθριον ἐξέτεινεν ἐπὶ τῇ κραταιᾷ μάχῃ, ὅπως ἂν περὶ τοῦ ἀγαπητοῦ υἱοῦ πόνος ὀλέθριος πολέμου γένοιτο. | 562 |
ἀπεκρούσαντο δὲ πρότερον οἱ Τρῷες τοὺς ἀξιοθεάτους Ἕλληνας, ἐτρώθη γὰρ ἀνὴρ κράτιστος ἐν τοῖς Μυρμιδόσιν, υἱὸς τοῦ μεγαλοψύχου Ἀγακλέους ὁ ἐνδοξότατος Ἐπειγεύς, ὃς δὴ ἐν τῷ Βουδείῳ τῷ καλῶς οἰκουμένῳ ἐβασίλευε τὸ πρῶτον, τότε δὲ ἀδελφιδοῦν χρηστὸν φονεύσας, ἱκέτης ἀφίκετο πρὸς τὸν Πηλέα, καὶ πρὸς τὴν λευκόποδα Θέτιν· οὗτοι δὲ ἔπεμψαν ἀκολουθεῖν Ἀχιλλεῖ τῷ ἀνδρείῳ εἰς τὸ καλοὺς ἵππους ἔχον Ἴλιον, ἵνα τοῖς Τρῳσὶ πολεμοίη· τοῦτον δὴ τότε ἁπτόμενον τοῦ νεκροῦ ἔπληξεν ὁ λαμπρὸς Ἕκτωρ λίθῳ χειροπληθεῖ κατὰ τὴν κεφαλήν, αὕτη δὲ εἰς δύο πᾶσα ἐσχίσθη ἐν τῇ στερεᾷ περικεφαλαίᾳ, οὗτος δὲ ἐπὶ πρόσωπον ἐπάνω τοῦ νεκροῦ κατέπεσε, περὶ αὐτὸν δὲ θάνατος ἐχέθη ὁ χωρίζων τὴν ψυχήν, τῷ Πατρόκλῳ δὲ λύπη ἐγένετο ἀποθανόντος τοῦ φίλου, ὥρμησε δὲ διὰ τῶν πρωταγωνιστῶν ὅμοιος ἱέρακι ταχεῖ, ὅστις εἰς φυγὴν ἔτρεψε τοὺς κολοιοὺς καὶ τοὺς ψῆρας. οὕτως εὐθὺς τῶν Λυκίων, ὦ Πάτροκλε ἱππικέ, ὥρμησας καὶ Τρῴων, ὠργίσθης δὲ κατὰ τὴν ψυχὴν ἕνεκα τοῦ φίλου· καὶ δὴ ἔτρωσε Σθενέλαον τὸν ἀγαπητὸν ὑπὸν τοῦ Ἰθαιμενοῦς κατὰ τὸν αὐχένα λίθῳ χειροπληθεῖ, διέκοψε δὲ ἀπ' αὐτοῦ τὰ νεῦρα, ὑπεχώρησαν δὲ οἵτε πρωταγωνισταὶ καὶ ὁ λαμπρὸς Ἕκτωρ· ὅση δὲ ἀκοντίου ὁρμὴ ἐπιμήκους γίνεται, ὃ δὲ ἂν ἀνὴρ ἀφῇ ἢ ἐν ἀγῶνι πεῖραν ἑαυτοῦ λαμβάνων, ἢ καὶ ἐν πολέμῳ βάλλων ὑπὸ τῶν ψυχοφθόρων πολεμίων. τοσοῦτον ὑπεχώρησαν μὲν οἱ Τρῷες, ἐξήλασαν δὲ οἱ Ἕλληνες· ὁ Γλαῦκος δὲ πρῶτος ὁ ἡγεμὼν τῶν ὁπλιτῶν Λυκίων ἐτράπη, ἀνεῖλε δὲ τὸν μεγαλόψυχον Βαθυκλέα τὸν ἀγαπητὸν υἱὸν τοῦ Χάλκωνος, ὃς ἐν Ἑλλάδι τὴν οἰκίαν οἰκῶν πλούτῳ τε καὶ περιουσίᾳ διέπρεπε ἐπὶ τοῖς Μυρμιδόσι, καὶ ἔξοχος ἦν· τοῦτον μὲν οὖν ὁ Γλαῦκος ἔτρωσε κατὰ τὸ μέσον τοῦ στήθους τῷ δόρατι, ἐπιστραφεὶς ἐξαίφνης, ὁπηνίκα αὐτὸν κατελάμβανε διώκων, ἐψόφησε δὲ καταπεσών, λύπη δὲ πυκνὴ καὶ μεγάλη κατέλαβε τοὺς Ἕλληνας, ἐπειδὴ τέθνηκεν ἀνὴρ ἀνδρεῖος, μεγάλως δὲ οἱ Τρῷες ἐχάρησαν· ἔστασαν δὲ περὶ αὐτὸν ἐλθόντες ἀθρόοι· οὐ μὴν οὐδὲ οἱ Ἕλληνες ἐπελάθοντο τῆς ἰσχύος, δύναμιν δὲ εὔτολμον ἐπέφερον εὐθὺ αὐτῶν· τότε δὴ Μηριόνης ἀπέκτεινεν ἄνδρα ὁπλίτην τῶν Τρῴων Λαόγονον, ὃς ἱερεὺς τοῦ Διὸς τοῦ Ἰδαίου ἦν, καθάπερ δὲ θεὸς ἐτιμᾶτο ὑπὸ τοῦ δήμου· τοῦτον ἔτρωσεν ὑποκάτω τῆς σιαγόνος καὶ τοῦ ὠτός, ταχέως δὲ ἡ ψυχὴ ἀνεχώρησεν ἀπὸ τῶν μελῶν, μισητὸν δὲ σκότος αὐτὸν κατέλαβεν. ὁ Αἰνείας δὲ κατὰ Μηριόνου τὸ σιδηροῦν δόρυ ἀφῆκεν, ἤλπιζε γὰρ ἐπιτεύξεσθαι αὐτοῦ ὑπὸ τὴν ἀσπίδα τιθέντος τοὺς πόδας, καὶ οὕτω προβαίνοντος. ἀλλ᾿ οὗτος μὲν ἐναντίον θεασάμενος ἐξέκλινε τὸ σιδηροῦν δόρυ, κατέκυψε γὰρ ἔμπροσθεν, τὸ μακρὸν δὲ δόρυ ὄπισθεν εἰς τὸ ἔδαφος ἐνεπάγη, διεσείσθη δὲ ὁ σαυρωτὴρ τοῦ δόρατος· ἐκεῖ δὲ μετὰ ταῦτα ἀφῆκε τὴν ὁρμὴν ὁ ἰσχυρὸς σίδηρος· - - ὁ Αἰνείας δὲ βαρέως ὠργίσθη κατὰ ψυχήν, καὶ εἶπεν· ὦ Μηριόνη, ταχέως ἄν σε καίπερ ὄντα δεδιδαγμένον τὴν ἐνόπλιον ὄρχησιν τὸ ἐμὸν δόρυ κατέπαυσε παντελῶς, εἴπερ σε ἔτρωσα. | 569 |
πρὸς τοῦτον δὲ Μηριόνης ὁ κατὰ πόλεμον ἔνδοξος ἐκ τοῦ ἐναντίου ἔλεγεν· ὦ Αἰνεία, ἀδύνατόν σε καίπερ ὄντα ἰσχυρὸν καὶ γενναῖον σβέσαι καὶ ἀφανίσαι τὴν δύναμιν πάντων τῶν ἀνθρώπων, ὃς ἂν ἐναντίον σου ἀφίκηται μαχόμενος, θνητὸς δὲ καὶ σὺ ὑπάρχεις. καὶ εἰ ἐγώ σε τρώσαιμι ἐπιτυχῶν κατὰ τὸ μέσον τῷ ὀξεῖ σιδήρῳ, ταχέως ἂν, καίπερ ὢν κραταιὸς καὶ γενναῖος, καὶ θαρρῶν ταῖς χερσί, καὶ τῇ μεγάλῃ δυνάμει, καύχημα μὲν ἐμοὶ δοίης, τὴν ψυχὴν δὲ τῷ ᾅδῃ τῷ τοὺς ἐνδόξους ἔχοντι ἵππους. | 619 |
οὕτως εἶπε. τοῦτον δὲ ἐπέπληξεν ὁ ἰσχυρὸς υἱὸς τοῦ Μενοιτίου λέγων· ὦ Μηριόνη, διὰ τί σὺ ταῦτα καίπερ γενναῖος ὢν λέγεις, ὦ προσηνέστατε, οὐδαμῶς οἱ Τρῷες λόγοις ὀνειδιστικοῖς ἀναχωρήσουσι τοῦ νεκροῦ, πρίν τινα ἡ γῆ ἐμπεριλήψεται· τέλος μὲν γὰρ πολέμου ἐν ταῖς χερσίν ἐστι, λόγων δὲ ἐν τῇ βουλῇ, δι ὃ οὐδαμῶς δεῖ λόγον αὔξειν καὶ ἐκτείνειν, ἀλλὰ πολεμεῖν. | 626 |
οὕτως εἰπών, ὁ μὲν ἡγεῖτο· ὁ δὲ συνείπετο ἀνὴρ ὅμοιος θεῷ· τούτων δὲ ὥσπερ ἀνδρῶν δενδροκόπων βοὴ ἐγείρεται ἐν τοῖς βασίμοις καὶ κοίλοις τόποις τοῦ ὄρους, πόρρω δε γίνεται ἀκοή· οὕτως αὐτῶν ἠγείρετο κτύπος ἀπὸ τῆς γῆς τῆς εὐρυχώρου, καὶ τοῦ σιδήρου, καὶ τῶν βυρσῶν, καὶ τῶν λαισηίων τῶν εὖ γεγονότων πληττομένων τοῖς ξίφεσιν καὶ τοῖς διστόμοις δόρασιν· οὐδ᾽ ἂν ἔτι οὐδ᾽ ὁ πάνυ γνώριμος καὶ συνήθης τὸν ἐνδοξότατον Σαρπηδόνα ἐγνώρισεν, ἐπειδὴ βέλεσι, καὶ αἵματι, καὶ κόνει ἐκ τῆς κεφαλῆς μέχρι τῶν ἄκρων ποδῶν ἐκεκάλυπτο διόλου· οὗτοι δὲ ἀεὶ περὶ τὸν νεκρὸν συνανεστρέφοντο, ὥσπερ ὅταν αἱ μυῖαι ἐν τῇ ἐπαύλει τῶν προβάτων περιηχῶσι περὶ τὰς γεγαλακτωμένας καταπέλλας, ἤτοι τὰ γαλακτοδόχα ἀγγεῖα ἐν τῷ καιρῷ τοῦ ἔαρος, ὁπηνίκα τὸ γάλα βρέχει τὰ ἀγγεῖα. οὕτω δὴ οὗτοι περὶ τὸν νεκρὸν συνανεστρέφοντο, οὐδὲ ὁ Ζεὺς πώποτε ἔτρεψεν ἀπὸ τῆς κραταιᾶς μάχης τοὺς φωτεινοὺς ὀφθαλμούς, ἀλλὰ κατ' αὐτοὺς ἀεὶ ἑώρα, καὶ ἐλογίζετο ἐν τῇ ψυχῇ πάνυ πολλὰ μεριμνῶν καὶ φροντίζων περὶ τοῦ θανάτου τοῦ Πατρόκλου· ἢ ἤδη κἀκεῖνον ἐν τῇ ἰσχυρᾷ μάχῃ αὐτόθι ἐπὶ τῷ ἰσοθέῳ Σαρπηδόνι ὁ λαμπρὸς Ἕκτωρ σιδήρῳ ἀποκτείνῃ, καὶ τὰ ὅπλα ἀφέληται τῶν ὤμων, ἢ ἔτι καὶ πλείοσιν αὐξήσειεν κάματον ἀφανιστικόν, οὕτω δὲ αὐτῷ διανοουμένῳ ἔδοξε βέλτιον εἶναι, ἵνα ὁ γενναῖος θεράπων Ἀχιλλέως τοῦ υἱοῦ τοῦ Πηλέως ἐκ δευτέρου τούς τε Τρῷας, καὶ τὸν Ἕκτορα τὸν σιδήρῳ καθωπλισμένον ἀποδιώξειεν πρὸς τὴν πόλιν, πολλῶν δὲ ψυχὴν ἀφέλοιτο. πρώτῳ δὲ πάντων τῷ Ἕκτορι φυγὴν ἀγενῇ ἐνέβαλεν· ἀναβὰς δὲ εἰς τὸ ὄχημα εἰς φυγὴν ἐτράπη, ἐκέλευσε δὲ τοὺς ἄλλους Τρῷας φεύγειν, ἔγνω γὰρ τὰς θείας πλάστιγγας τοῦ Διός. τότε οὐδὲ οἱ ἰσχυροὶ Λύκιοι παρέμενον, ἀλλ᾽ εἰς φυγὴν ἐτράπησαν πάντες, ἐπειδὴ τὸν βασιλέα ἐθεάσαντο τετρωμένον τὴν καρδίαν, κείμενον ἐν τῷ ἀθροίσματι τῶν νεκρῶν, πολλοὶ γὰρ σὺν αὐτῷ κατέπεσον, ὁπηνίκα μάχην κραταιὰν ἐξέτεινεν ὁ υἱὸς τοῦ Κρόνου. οὗτοι δὲ ἀπὸ τῶν ὤμων τοῦ Σαρπηδόνος τὰ ὅπλα ἀφείλοντο σιδηρᾶ λάμποντα, ταῦτα δὲ ἐπὶ τὰς βαθείας ναῦς φέρειν ἔδωκε τοῖς φίλοις ὁ ἰσχυρὸς υἱὸς τοῦ Μενοιτίου. καὶ τότε Ζεὺς ὁ τὰς νεφέλας ἀθροίζων εἶπε πρὸς τὸν Ἀπόλλωνα. ἄγε νῦν, ὦ ἀγαπητὲ Φοῖβε, τὸ μέλαν αἷμα κάθηρον παραγενόμενος ἀπὸ τῶν μελῶν τοῦ Σαρπηδόνος καὶ μετὰ ταῦτα αὐτὸν πολλῷ πόρρω τοῦ ἔμπροσθεν κομίσας λοῦσον καὶ νίψον τοῖς ῥεύμασι τοῦ ποταμοῦ, καὶ ἄλειψον ἀφθαρσίᾳ, ἱμάτια δὲ ἄφθαρτα ἔνδυσον, πέμψον δὲ αὐτὸν φέρεσθαι ταχέσι διακομισταῖς, τῷ Ὕπνῳ καὶ τῷ Θανάτῳ τοῖς διδύμοις, οἳ δὴ αὐτὸν ταχέως καταθήσουσιν ἐν τῷ εὐδαίμονι δήμῳ τῆς μεγάλης Λυκίας, ἐκεῖ δ' αὐτὸν ἐνταφιάσουσιν οἱ ἀδελφοί τε καὶ συγγενεῖς καὶ πολῖται καὶ φίλοι τάφῳ τε καὶ ἐπιγράμματι· αὕτη γάρ ἐστιν ἡ τῶν τεθνηκότων τιμή. | 632 |
οὕτως εἶπεν. οὐδὲ ἠπείθησε τῷ πατρὶ ὁ Ἀπόλλων, ἐπορεύθη δὲ ἐκ τῶν τῆς Ἴδης ὀρέων εἰς τὴν χαλεπὴν μάχην, παραχρῆμα δὲ ἐκ τῶν βελῶν τὸν ἐνδοξότατον Σαρπηδόνα ἀνελόμενος πολλῷ πόρρω τοῦ ἔμπροσθεν κομίσας ἔλουσε καὶ ἔνιψε τοῖς ῥεύμασι τοῦ ποταμοῦ, καὶ ἤλειψεν ἀφθαρσίᾳ, ἱμάτια δὲ ἄφθαρτα ἐνέδυσεν, ἔπεμψε δὲ αὐτὸν φέρεσθαι σὺν ταχέσι διακομισταῖς τῷ Ὕπνῳ καὶ τῷ Θανάτῳ τοῖς διδύμοις, οἱ δὴ αὐτὸν ταχέως κατέθηκαν ἐν τῷ εὐδαίμονι δήμῳ τῆς μεγάλης Λυκίας. | 676 |
ὁ Πάτροκλος δὲ τοῖς ἵπποις, καὶ τῷ Αὐτομέδοντι ἐπιτάξας ἐπὶ τοὺς Τρῷας καὶ τοὺς Λυκίους ἔτρεχε, καὶ μεγάλως ἐβλάβη, ὁ μωρὸς καὶ ἀνόητος· εἰ δὲ τὸν λόγον ἐφύλαξε τοῦ υἱοῦ τοῦ Πηλέως, ὄντως που ἐξέφυγεν ἂν τὴν χαλεπὴν μοίραν τοῦ σκοτεινοῦ θανάτου· ἀλλ' ἀεὶ ὁ τοῦ Διὸς νοῦς ἰσχυρότερός ἐστιν, ἢ ὁ τοῦ ἀνδρός, ὅστις δὴ καὶ ἄνδρα ἰσχυρὸν καὶ ἀνδρεῖον ἐκφοβεῖ καὶ τρέπει, καὶ νίκην ἀφείλετο ῥᾳδίως καὶ ὅταν αὐτὸς παροξύνῃ πολεμεῖν, ὅστις αὐτῷ καὶ τότε προθυμίαν εἰς τὸ στῆθος ἐνέβαλε. | 684 |
τότε τίνα πρῶτον, τίνα δὲ ἔσχατον ἀπέκτεινας, ὦ Πάτροκλε, ὁπηνίκα σε οἱ θεοὶ ἐκάλεσαν εἰς τὸν θάνατον. πρῶτον μὲν τὸν Ἄδραστον, καὶ τὸν Αὐτόνουν, καὶ τὸν Ἔχεκλον, καὶ Πέριμον τὸν υἱὸν τοῦ Μέγου, καὶ Ἐπίστορα, καὶ Μελάνιππον, μετὰ ταῦτα δὲ τὸν Ἔλασον, καὶ τὸν Μούλιον, καὶ τὸν Πυλάρτην. τούτους ἀπέκτεινεν, οἱ ἄλλοι δὲ πάντες φυγῆς ἐμέμνητο. | 692 |
τότε δ᾽ ἂν τὴν ὑψηλὰς πύλας ἔχουσαν Τροίαν ἐκράτησαν οἱ υἱοὶ τῶν Ἑλλήνων διὰ τῶν τοῦ Πατρόκλου χειρῶν, πάνυ γὰρ πρὸ τῶν ἄλλων ἔτρεχε μετὰ τοῦ δόρατος, εἰ μὴ Ἀπόλλων ὁ καθαρὸς ἐπὶ τοῦ καλῶς ᾠκοδομημένου πύργου ἔστη, τούτῳ ὀλεθρία διανοούμενος, τοῖς Τρῳσὶ δὲ βοηθῶν· τρὶς μὲν οὖν ἐπέβη τοῦ ἀγκῶνος καὶ τῆς ἐξοχῆς τοῦ ὑψηλοῦ τείχους ὁ Πάτροκλος, τρὶς δὲ αὐτὸν ἀπέκρουσεν ὁ Ἀπόλλων, ἄμφω ταῖς χερσὶ ταῖς ἀθανάταις πλήττων καὶ ἀπωθούμενος τὴν λαμπρὰν ἀσπίδα. ἀλλ᾽ ἡνίκα τὸ τέταρτον ἐφώρμησεν ὅμοιος θεῷ, φοβερῶς ἀπειλήσας εἶπε πρὸς αὐτὸν ὁ πόρρωθεν ἐργαζόμενος Ἀπόλλων· Ὑποχώρει, ὦ ἐνδοξότατε Πάτροκλε, οὔτοί σοι εἵμαρτο ἐκπορθηθῆναι τὴν πόλιν τῶν ὑπερηφάνων Τρῴων ὑπὸ τοῦ σοῦ δόρατος, οὐδὲ ὑπὸ τοῦ Ἀχιλλέως, ὅστις πολλῷ κρείττων σοῦ ὑπάρχει. | 698 |
οὕτως εἶπεν. ὁ Πάτροκλος δὲ ἀνεχώρει πολλῷ εἰς τοὐπίσω, ἐκκλίνων τὴν ὀργὴν τοῦ πόρρω βάλλοντος Ἀπόλλωνος· | 710 |
ὁ Ἕκτωρ δὲ περὶ τὰς Σκαιὰς πύλας ἤλαυνε τοὺς μονώνυχας ἵππους, ἐφρόντιζε γὰρ καὶ ἐπεζήτει, ἢ ἵνα πολεμίῃ κατὰ τὸν τάραχον πάλιν ἐλάσας τοὺς ἵππους, ἢ τοὺς λαοὺς εἰς τὸ τεῖχος συναθροισθῆναι κελεύσειε. ταῦτα δὲ αὐτῷ διανοουμένῳ παρέστη ὁ καθαρὸς Ἀπόλλων ὁμοιωθεὶς ἀνδρὶ νέῳ τε καὶ ἰσχυρῷ, τῷ Ἀσίω, ὃς πρὸς μητρὸς θεῖος ἦν τοῦ ἱππικοῦ Ἕκτορος, αὐτάδελφος τῆς Ἑκάβης, υἱὸς δὲ τοῦ Δύμαντος, ὃς κατῴκει ἐν τῇ Φρυγίᾳ παρὰ τὰ ῥεύματα τοῦ Σαγγαρίου ποταμοῦ. τούτῳ ὁμοιωθεὶς εἶπε πρὸς αὐτὸν Ἀπόλλων ὁ υἱὸς τοῦ Διός· ὦ Ἕκτορ, τί δήποτε ἀποπαύῃ τοῦ πολέμου; οὐδαμῶς σε δεῖ· εἴθε ὅσον ἥττων καὶ ἀσθενέστερός εἰμι, τοσοῦτον κρείττων σοῦ εἴην· ταύτῃ γὰρ ἂν ταχέως μισητῶς ἐκ τῆς μάχης ἀναχωρήσειας· ἀλλ᾿ ἄγε ἐπὶ Πάτροκλον ἔλαυνε τοὺς ἰσχυρώνυχας ἵππους, ἐὰν πως αὐτὸν ἀνέλῃς, παράσχῃ δέ σοι καύχημα ὁ Ἀπόλλων. | 712 |
οὕτως εἰπὼν ὁ θεὸς μὲν αὖθις ἐπορεύθη εἰς τὸν πόλεμον τῶν ἀνδρῶν. Ἕκτωρ δὲ ὁ λαμπρὸς προσέταξε τῷ συνετῷ Κεβριόνῃ τοὺς ἵππους μαστίζειν εἰς τὸν πόλεμον· ὁ Ἀπόλλων δὲ εἰσῆλθεν εἰς τὸ πλῆθος παραγενόμενος, θόρυβον δὲ τοῖς Ἕλλησιν ἐπέβαλε χαλεπόν, τοῖς Τρῳσὶ δὲ καὶ τῷ Ἕκτορι δόξαν ἐδωρεῖτο. ὁ Ἕκτωρ δὲ τοὺς μὲν ἄλλους Ἕλληνας ἠφίει, οὐδὲ ἀπέκτεινεν· ἐπὶ Πάτροκλον δ᾽ οὗτος ἤλαυνε τοὺς ἰσχυρώνυχας ἵππους, ὁ Πάτροκλος δὲ ἐκ τοῦ ἑτέρου μέρους ἀπὸ τῶν ἵππων κατεπήδησεν ἐπὶ τὴν γῆν, τῇ μὲν ἀριστερᾷ τὸ δόρυ κρατῶν, τῇ ἑτέρᾳ δὲ ἔλαβε πέτραν, μάρμαρον τραχύν, ὃν ἡ χεὶρ αὐτοῦ περιεκάλυψεν, ἀφῆκε δὲ ἀντιβάς, οὐδ᾽ ἐπὶ πολὺ ἀπείχετο ἀνδρός, οὐδὲ ματαίως ἔπεμψε τὸν λίθον, ἔπληξε δὲ τὸν ἡνίοχον τοῦ Ἕκτορος τὸν Κεβριόνην τὸν νόθον υἱὸν τοῦ ὑπερενδόξου Πριάμου κατέχοντα τὰς ἡνίας τῶν ἵππων, κατὰ τὸ μετώπιον (μεσόφρυον) τῷ ὀξεῖ λίθῳ, ἀμφοτέρας δὲ τὰς ὀφρῦς συνέχεε καὶ συνέτριψεν ὁ λίθος, οὐδὲ ἀντέσχεν αὐτῷ τὸ ὀστοῦν, οἱ ὀφθαλμοὶ δὲ κατέπεσον εἰς γῆν ἐν τῇ κόνει αὐτόθι ἔμπροσθεν τῶν ποδῶν, οὗτος δὲ ὅμοιος κυβιστῇ κατέπεσεν ἀπὸ τοῦ καλῶς εἰργασμένου ὀχήματος, ἀπέλιπε δὲ τὰ ὀστᾶ ἡ ψυχή. πρὸς τοῦτον δὲ σκώπτων καὶ χλευάζων εἶπες, ὦ Πάτροκλε ἱππικὲ· φεῦ φεῦ, ὄντως πάνυ εὐκίνητος καὶ κοῦφος οὗτος ὁ ἀνήρ, ὃς ῥᾳδίως καταδύνει, εἴ που δὴ καὶ ἐν τῇ τοὺς ἰχθύας ἐχούσῃ θαλάσσῃ παραγένοιτο, πολλοὺς ἂν ἐμπλήσειεν οὗτος ὁ ἀνήρ, ὄστρεα ζητῶν, ἐκ τῆς νεὼς καταπηδῶν, εἰ καὶ δυσχείμερος (χαλεπαίνουσα) εἴη ἡ θάλασσα, ὡς καὶ νῦν ἐν τῇ πεδιάδι ῥᾳδίως ἐκ τῶν ἵππων καταδύνει· ὄντως δὴ καὶ ἐν τοῖς Τρῳσὶ κολυμβηταὶ εἰσίν· | 726 |
οὕτως εἰπὼν ἐπὶ τὸν ἥρωα Κεβριόνην ὥρμησεν ὅρμημα λέοντος ἔχων, ὅστις ἐπαύλεις διαφθείρων ἐτρώθη κατὰ τὸ στῆθος καὶ ἡ ἑαυτοῦ δύναμις ἀπώλεσεν αὐτόν· οὕτως, ὦ Πάτροκλε πρόθυμος ἐπήδησας ἐπὶ τὸν Κεβριόνην· ὁ Ἕκτωρ δὲ ἐκ τοῦ ἑτέρου μέρους ἀπὸ τῶν ἵππων κατεπήδησεν ἐπὶ τὴν γῆν. οὗτοι δὲ περὶ τοῦ Κεβριόνου καθάπερ λέοντες ἐμαχέσαντο, οἵτινες ἐν ταῖς κορυφαῖς τοῦ ὄρους περὶ ἐλάφου ἀνῃρημένης ἀμφότεροι πεινῶντες μεγαλοφρονοῦντες μάχονται. οὕτω δὴ περὶ τοῦ Κεβριόνου οἱ δύο ἔμπειροι τῆς μάχης ὅ τε Πάτροκλος ὁ υἱὸς τοῦ Μενοιτίου, καὶ ὁ λαμπρὸς Ἕκτωρ ἐφίεντο τεμεῖν ἀλλήλων τὸ σῶμα σιδήρῳ ἀνηλεεῖ. ὁ μὲν οὖν Ἕκτωρ ἐπειδὴ ἔλαβε κατὰ τὴν κεφαλὴν οὐκ ἠφίει· ὁ Πάτροκλος δὲ ἐκ τοῦ ἑτέρου μέρους κατεῖχεν ἀπὸ τοῦ ποδός· οἱ ἄλλοι δὲ Τρῷες καὶ Ἕλληνες συνῆγον καὶ συνῆπτον ἰσχυρὰν μάχην. | 751 |
ὥσπερ δὲ ὁ Νότος τε καὶ ὁ Εὖρος ἐριδαίνουσι καὶ ἀντιβάλλουσιν ἀλλήλοις ἐν τοῖς βασίμοις καὶ κοίλοις τόποις τοῦ ὄρους τὴν βαθεῖαν καὶ πυκνὴν ὕλην παρακινεῖν φηγόν τε καὶ μελίαν, καὶ μακρόφλοιον κράνειαν, αἳ δὴ πρὸς ἀλλήλας ἔβαλον τοὺς μακροὺς κλάδους σὺν μεγάλω καὶ θαυμαστῷ ἤχῳ, κτύπος δὲ γίνεται συντριβομένων· οὕτως οἱ Τρῷες καὶ οἱ Ἕλληνες κατ᾽ ἀλλήλων ἐπιπηδῶντες ἀπέκτεινον, οὐδέτεροι ἐμέμνηντο φυγῆς ὀλεθρίας, πολλὰ δὲ περὶ τὸν Κεβριόνην δόρατα ὀξέα ἐπάγησαν, καὶ ὀϊστοὶ πτερὰ ἔχοντες ἀπὸ τῆς νευρᾶς ἐκπηδῶντες, πολλοὶ δὲ λίθοι χειροπληθεῖς μεγάλοι τὰς ἀσπίδας παρεκίνησαν μαχομένων περὶ αὐτόν. οὗτος δὲ ἐν τῇ συστροφῇ τῆς κόνεως ἔκειτο μέγας μεγάλως, ἐπιλαθόμενος τῆς ἱππικῆς. | 765 |
ὅτε μὲν οὖν ὁ ἥλιος περὶ τὸ μέσον ἦν τοῦ οὐρανοῦ, τότε πάνυ ἀμφοτέρων ἥπτοντο τὰ βέλη, ἔπιπτε δὲ καὶ ἀπέθνησκεν ὁ λαός. ὁπηνίκα δὲ ὁ ἥλιος ἐπορεύετο πρὸς τὴν ἑσπέραν, τηνικαῦτα δὴ οἱ Ἕλληνες ὑπὲρ μέτρον κρείττονες ἦσαν, καὶ τὸν μὲν ἥρωα Κεβριόνην ἐκ τῶν βελῶν εἵλκυσαν ἐκ τῆς μάχης τῶν Τρῴων, καὶ ἐκ τῶν ὤμων ἀφείλοντο τὰ ὅπλα. ὁ Πάτροκλος δὲ τοῖς Τρῳσὶν χαλεπὰ διανοούμενος ἐφώρμησεν· τρὶς μὲν οὖν ἐφώρμησεν, ὅμοιος τῷ ταχεῖ Ἄρει καταπληκτικῶς βοῶν, τρὶς δὲ ἐννέα ἄνδρας ἀπέκτεινεν. ἀλλ᾿ ὁπηνίκα δὴ τὸ τέταρτον ἐφώρμησεν ὅμοιος θεῷ, τηνικαῦτα δή σοι, ὦ Πάτροκλε, ἐφάνη τὸ τέλος τοῦ βίου, ἀπήντησε γάρ σοι ὁ Φοῖβος ἐν τῇ κραταιᾷ μάχῃ φοβερός· οὗτος μὲν τοῦτον ἐπιόντα κατὰ τὸν τάραχον καὶ τὴν μάχην οὐκ ἐθεάσατο, ἀέρι γὰρ πολλῷ κεκαλυμμένος ἀπήντησεν, ἔστη δὲ ὄπισθεν, ἔπληξε δὲ τὸ μετάφρενον, καὶ τοὺς πλατεῖς ὤμους χειρὶ καταφερεῖ καὶ πλαγίως διατεταμένῃ· περιενεχθέντες δὲ ἐστράφησαν καὶ ἐσκοτώθησαν αὐτῷ οἱ ὀφθαλμοί. τούτου δὲ ἀπὸ μὲν τῆς κεφαλῆς ἐξέβαλε τὴν περικεφαλαίαν ὁ καθαρὸς Ἀπόλλων, αὕτη δὲ κυλιομένη κτύπον ἀπετέλει ὑπὸ τῶν ποδῶν τῶν ἵππων ἡ παραμήκεις ἔχουσα τὰς τῶν ὀφθαλμῶν ὀπὰς περικεφαλαία· ἐμολύνθησαν δὲ αἱ τρίχες αἵματι καὶ κόνει. πρότερόν γε μὴν οὐχ ὅσιον ἦν τὴν ἱππείαις θριξὶ κοσμουμένην περικεφαλαίαν μολύνεσθαι κόνει· ἀλλὰ κεφαλὴν ἀνδρὸς θείου, καὶ μέτωπον ἡδὺ ἐφύλαττε καὶ ἔσωζε τοῦ Ἀχιλλέως· τότε δὲ ὁ Ζεὺς τῷ Ἕκτορι ἐδωρήσατο φορεῖν ἐν τῇ ἑαυτοῦ κεφαλῇ, ἐγγὺς δὲ αὐτῷ ἡ φθορά, καὶ ὁ θάνατος ἦν. ὅλον δὲ τὸ μακρὸν δόρυ συνετρίβη ἐν ταῖς χερσὶν αὐτοῦ, τὸ βαρύ, το μέγα, τὸ στερεόν, τὸ σιδήρῳ ὡπλισμένον. ἐκ τῶν ὤμων δὲ ἡ ἀσπὶς σὺν τῷ λώρῳ τῷ ἀναφορεῖ εἰς γῆν κατέπεσεν ἡ μεγάλη καὶ μέχρι τῶν ποδῶν διήκουσα, ἔλυσε δὲ αὐτῷ τὸν θώρακα ὁ βασιλεὺς Ἀπόλλων ὁ υἱὸς τοῦ Διός, τοῦτον δὲ βλάβη κατέλαβε κατὰ διάνοιαν, ὑπελύθησαν δὲ τὰ λαμπρά μέλη. ἔστη δὲ ἐκπλαγείς, ὄπισθεν δὲ τὰ μετάφρενα δόρατι οξεῖ καὶ τμητικῷ μεταξὺ τῶν ὤμων ἐκ τοῦ σύνεγγυς ἔτρωσεν ἀνὴρ Δάρδανος ὁ υἱὸς τοῦ Πάνθου, ὁ Εὔφορβος, ὃς τοὺς ἥλικας ἐνίκα δόρατί τε καὶ ἱππικῇ καὶ ποσὶ ταχέσι, καὶ γάρ ποτε εἴκοσιν ἄνδρας κατεβίβασεν ἀπὸ τῶν ἵππων, πρῶτον ἐλθὼν σὺν τοῖς ἅρμασι γυμναζόμενος τὰ τοῦ πολέμου. οὗτός σοι πρῶτον ἐπαφῆκε τὸ δόρυ, ὦ Πάτροκλε ἱππικέ, οὐδὲ ἀπέκτεινεν, ἀλλ᾿ οὗτος μὲν αὖθις εἰς τοὐπίσω ἔδραμεν, συνεμίγη δὲ τῷ πλήθει, ἁρπάσας ἐκ τοῦ σώματος τὸ ἐκ τῆς μελίας δόρυ, οὐδὲ ὑπέμεινε τὸν Πάτροκλον, καίπερ ὄντα γυμνὸν ἐν τῇ μάχῃ ὁ Πάτροκλος δὲ τῇ πληγῇ τοῦ θεοῦ, καὶ τῷ δόρατι καταπονηθείς, ὀπίσω εἰς τὸ πλῆθος τῶν φίλων ἀνεχώρει, ἐκκλίνων τὴν θανατηφόρον μοῖραν. | 777 |
ὁ Ἕκτωρ δὲ ἐπειδὴ ἐθεάσατο τὸν μεγαλόψυχον Πάτροκλον εἰς τοὐπίσω ἀναχωροῦντα, τετρωμένον σιδήρῳ ὀξεῖ καὶ τμητικῷ, σύνεγγυς αὐτῷ ἐπῆλθε κατὰ τὰς τάξεις, ἔτρωσε δὲ τῷ δόρατι, εἰς τὸ ἔσχατον τοῦ λαγόνος, εἰς τὸ πρόσω δὲ τὸν σίδηρον διεπέρασεν, ἐκτύπησε δὲ καταπεσών, μεγάλως δὲ ἐλύπησε τὸν στρατὸν τῶν Ἑλλήνων. ὥσπερ δὲ ὅτε λέων χοῖρον ἄγριον ἰσχυρὸν ἐβιάσατο, καὶ κατηγωνίσατο μάχη, οἵτινες ἐν ταῖς κορυφαῖς τοῦ ὄρους μεγαλοφρονοῦντες μάχονται περὶ πηγῆς μικρᾶς, θέλουσι δὲ πιεῖν ἀμφότεροι, πολλὰ δὲ αὐτὸν πνευστιῶντα ὁ λέων ἀπέκτεινεν ἰσχύϊ· οὕτω πολλοὺς ἀναιροῦντα τὸν ἰσχυρὸν υἱὸν τοῦ Μενοιτίου Ἕκτωρ ὁ υἱὸς τοῦ Πριάμου ἐκ τοῦ σύνεγγυς δόρατι τὴν ψυχὴν ἀφείλετο, καὶ ἐπ' αὐτῷ καυχώμενος λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν· ὦ Πάτροκλε, ὄντως που ᾠήθης ἐκπορθήσειν τὴν ἡμετέραν πόλιν, τὰς Τρωικὰς δὲ γυναῖκας, τὴν ἐλευθέραν ζωὴν ἀφελόμενος, ἄξειν ἐν ταῖς ναυσὶν εἰς τὴν ἀγαπητὴν γῆν τὴν πατρίδα· μωρὲ καὶ ἀνόητε, ἔμπροσθεν δὲ τούτων οἱ ταχεῖς ἵπποι τοῦ Ἕκτορος τοῖς ποσὶν ὥρμηνται πολεμεῖν, δόρατι δὲ ἐγὼ διαπρέπω ἐπὶ τοῖς πολεμικοῖς Τρῳσίν, ὅστις αὐτοῖς ἀποσοβῶ τὴν ἀναγκαίαν τοῦ θανάτου ἡμέραν, σὲ δὲ ἐνταῦθα τὰ ὄρνεα φαγοῦνται· φεῦ ἄθλιε, οὐδέ σοι Ἀχιλλεὺς γενναῖος ὢν ἐβοήθησεν, ὅστίς σοι πάνυ πολλὰ παραμένων ἐνετέλλετο ἀπιόντι. μή μοι πρότερον ἐπανέλθῃς, ὦ Πάτροκλε ἱππικέ, ἐπὶ τὰς βαθείας ναῦς, πρὶν τὸν τοῦ ἀνδροκτόνου Ἕκτορος χιτῶνα ᾑμαγμένον διαρρῆξαι περὶ τὰ στήθη. οὕτω που εἶπε πρὸς σέ, σοὶ δὲ τῷ ἀνοήτῳ κατέπειθε τὴν διάνοιαν. | 818 |
πρὸς τοῦτον δὲ ὀλίγον ἔχων τὸ δρᾷν εἶπες, ὦ Πάτροκλε ἱππικέ· ὄντως νῦν, ὦ Ἕκτορ, πάνυ ἐπικαυχῶ, σοὶ γὰρ ἐδωρήσατο τὴν νίκην Ζεὺς ὁ υἱὸς τοῦ Κρόνου, καὶ ὁ Ἀπόλλων, οἵτινές με κατηγωνίσαντο ῥᾳδίως, αὐτοὶ γὰρ ἀπὸ τῶν ὤμων ἀφείλοντο τὰ ὅπλα. τοιοῦτοι δὲ εἴπερ καὶ εἴκοσί μοι ἀπήντησαν, πάντες ἂν αὐτόθι ἀπώλοντο ἀναιρεθέντες ὑπὸ τοῦ ἐμοῦ δόρατος. ἀλλὰ με μοῖρα ὀλεθρία καὶ θανατηφόρος, καὶ ὁ υἱὸς τῆς Λητοῦς ἀνεῖλεν. ἀπὸ τῶν ἀνδρῶν δὲ ὁ Εὔφορβος, σὺ δέ με τρίτος ἀποκτείνεις. ἄλλο δέ σοι λέξω, σὺ δ' ἔμβαλον αὐτὸ εἰς τὴν σὴν διάνοιαν. οὔτοι οὐδὲ σὺ ἐπὶ πολὺν χρόνον ζήσεις, ἀλλ᾽ ἤδη σοι ἐγγὺς παρεγένετο ὁ θάνατος καὶ ἡ ἰσχυρὰ μοῖρα, ἀναιρεθησομένῳ ὑπὸ τῶν χειρῶν τοῦ ἐγγόνου τοῦ Αἰακοῦ. οὕτω δὴ εἰπόντα αὐτὸν ἐκάλυψε τὸ τέλος τοῦ θανάτου. ἡ ψυχὴ δὲ ἐκ τῶν μελῶν ἀποπτᾶσα εἰς τὸν ᾅδην κατῄει τὴν ἑαυτῆς μοῖραν θρηνοῦσα, καταλιποῦσα τὸ γενναῖον σῶμα, καὶ τὴν τῆς ἡλικίας ἀκμήν. πρὸς τοῦτον δὲ καὶ τεθνηκότα ἔλεγεν ὁ λαμπρὸς Ἕκτωρ· ὦ Πάτροκλε, τί δή μοι μαντεύῃ καὶ προλέγεις τὸν ἀφανιστικὸν θάνατον; τίς δὲ οἶδεν εἰ Ἀχιλλεὺς ὁ υἱὸς τῆς καλλικόμου Θέτιδος φθαίῃ ἀπολέσσας τὴν ψυχὴν, πληγεὶς ὑπὸ τοῦ ἐμοῦ δόρατος; οὕτω δὴ εἰπὼν τὸ σιδηροῦν δόρυ ἐκ τοῦ τραύματος εἵλκυσε λακτικῶς ἐπιβάς, τοῦτον δὲ ἐπὶ τὰ μετάφρενα ὤθησεν ἀπὸ τοῦ δόρατος· παραχρῆμα δὲ σὺν τῷ δόρατι ἐπὶ τὸν Αὐτομέδοντα ᾤχετο τὸν ἰσόθεον θεράποντα τοῦ ταχύποδος ἐγγόνου τοῦ Αἰακοῦ, ἐφίετο γὰρ βαλεῖν, τοῦτον δὲ ἐξέφερον οἱ ταχεῖς ἵπποι καὶ θεῖοι, οὓς τῷ Πηλεῖ οἱ θεοὶ ἔδωκαν δῶρα λαμπρά. | 843 |