Homeric text & Koine Greek paraphrase by Theodorus Gaza
ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο· | 001 |
οὕτως οὗτοι μὲν περὶ τῆς εὐκαθέδρου νηὸς ἐπολέμουν. | |
Πάτροκλος δ' Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν | 002 |
ὁ Πάτροκλος δὲ τῷ Ἀχιλλεῖ παρίστατο τῷ βασιλεῖ τῶν λαῶν, | |
δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος, | 003 |
δάκρυα θερμὰ χέων, ὥσπερ πηγὴ βαθύυδρος, | |
ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ. | 004 |
ἥτις ἀπὸ ὑψηλῆς πέτρας σκοτεινὸν καὶ ζοφῶδες ὕδωρ χέει. | |
τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς, | 005 |
τοῦτον δὲ θεασάμενος ἠλέησεν ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεύς, | |
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 006 |
καὶ φωνήσας λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν. | |
τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη | 007 |
ὦ Πάτροκλε, τί δὴ δακρύεις καθάπερ κόρη | |
νηπίη, ἥ θ' ἅμα μητρὶ θέουσ' ἀνελέσθαι ἀνώγει | 008 |
παντάπασι νέα, ἥτις ἅμα τῇ μητρὶ τρέχουσα ἀναλαβεῖν καὶ βαστάσαι κελεύει, | |
εἱανοῦ ἁπτομένη, καί τ' ἐσσυμένην κατερύκει, | 009 |
τοῦ πέπλου λαμβανομένη, καὶ σπεύδουσιν κωλύει καὶ κατέχει, | |
δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρ' ἀνέληται· | 010 |
δακρύουσα δὲ πρὸς αὐτὴν βλέπει, ἕως ἂν ἀναλάβῃ καὶ βαστάσῃ· | |
τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις. | 011 |
ταύτῃ ὅμοιος, ὦ Πάτροκλε, δάκρυον ἁπαλὸν καταχέεις· | |
ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ, | 012 |
ἤ τι τοῖς Μυρμιδόσι προορᾷς καὶ σημαίνεις, ἢ ἐμοὶ αὐτῷ; | |
ἦέ τιν' ἀγγελίην Φθίης ἐξέκλυες οἶος; | 013 |
ἤ τινα ἀγγελίαν ἐκ τῆς Φθίας ἤκουσας μόνος; | |
ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν, | 014 |
καὶ μὴν ζῇν ἔτι φασὶ Μενοίτιον τὸν υἱὸν τοῦ Ἄκτορος, | |
ζώει δ' Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι; | 015 |
ζεῖ δὲ Πηλεὺς ὁ υἱὸς τοῦ Αἰακοῦ ἐν τοῖς Μυρμηδόσιν, | |
τῶν κε μάλ' ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων. | 016 |
ὧν ἕνεκα ἀμφοτέρων πάνυ ἂν λυποίμεθα ἀποθανόντων· | |
ἦε σύ γ' Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται | 017 |
ἢ σὺ χάριν τῶν Ἑλλήνων ὀδύρῃ, διότι φθείρονται | |
νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς; | 018 |
παρὰ ταῖς βαθείαις ναυσίν, ἕνεκα τῆς ἑαυτῶν παραβάσεως καὶ ἀδικίας; | |
ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω. | 019 |
ἔξειπε· μὴ κρύπτε ἐν τῷ νῷ, ὅπως γινώσκωμεν ἀμφότεροι. | |
τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ· | 020 |
[]πρὸς τοῦτον δὲ βαρέως στενάζων εἶπες, ὦ Πάτροκλε ἱππικέ· | |
ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ' Ἀχαιῶν | 021 |
ὦ Ἀχιλλεῦ υἱὲ τοῦ Πηλέως, πάνυ κράτιστε τῶν Ἑλλήνων, | |
μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. | 022 |
μὴ μέμφου μοι, τοιαύτη γὰρ λύπη ἐβιάσατο καὶ καθεῖλε τοὺς Ἕλληνας· | |
οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, | 023 |
πάντες μὲν γὰρ ὅσοι πρότερον ἦσαν κράτιστοι, | |
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. | 024 |
ἐν ταῖς ναυσὶ κεῖνται πόρρωθεν καὶ ἐκ τοῦ σύνεγγυς τετρωμένοι· | |
βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, | 025 |
τέτρωται μὲν ἐκ βολῆς ὃ υἱὸς τοῦ Τυδέως ὁ ἰσχυρὸς Διομήδης, | |
οὔτασται δ' Ὀδυσεὺς δουρικλυτὸς ἠδ' Ἀγαμέμνων, | 026 |
τέτρωται δὲ ἐκ χειρὸς ὁ κατὰ πολέμου ἔνδοξος Ὀδυσσεὺς καὶ ὁ Ἀγαμέμνων· | |
βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ. | 027 |
τέτρωται δὲ ἰῷ καὶ ὁ Εὐρύπυλος κατὰ τὸν μηρὸν | |
τοὺς μέν τ' ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται | 028 |
καὶ περὶ τούτους μὲν ἰατροὶ πολλὰ φάρμακα ἔχοντες ἀσχολοῦνται, | |
ἕλκε' ἀκειόμενοι· σὺ δ' ἀμήχανος ἔπλευ Ἀχιλλεῦ. | 029 |
τὰ τραύματα θεραπεύοντες· σὺ δὲ ἀπρομηχάνητος ὑπάρχεις, ὦ Ἀχιλλεῦ· | |
μὴ ἐμέ γ' οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις | 030 |
εἴθε μὴ ἐμέ γε κρατήσειεν ἡ ὀργὴ αὕτη, ἣν σὺ φυλάττεις, | |
αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ | 031 |
ἐπὶ κακῷ τὴν ἀρετὴν κεκτημένε· τίς ἄλλος μεταγενέστερος ὠφεληθήσεται ἐκ τῶν σῶν ὑπομνημάτων, | |
αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς; | 032 |
ἐὰν μὴ τοῖς Ἕλλησιν ἀπελάσῃς τὸν ἀπρεπῆ καὶ δεινὸν θάνατον; | |
νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς, | 033 |
ὦ ἀνηλεὴς καὶ ἀπηνής, οὐκ ἄρα σοί γε ἦν πατὴρ ὁ ἱππικὸς Πηλεύς, | |
οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα | 034 |
οὐδὲ μήτηρ ἡ Θέτις· ἡ δύσχρους δὲ σε θάλασσα ἔτεκε, | |
πέτραι τ' ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής. | 035 |
καὶ αἱ πέτραι αἱ ὑψηλαί, διότι σοι νοῦς ὑπάρχει σκληρὸς καὶ ἀνηλεής· | |
εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις | 036 |
εἰ δέ τινα μαντείαν ἐν τῇ σαυτοῦ διανοίᾳ ἐκφεύγεις, | |
καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, | 037 |
καί τινά σοι παρὰ τοῦ Διὸς εἶπεν ἡ σεβαστὴ μήτηρ, | |
ἀλλ' ἐμέ περ πρόες ὦχ', ἃμα δ' ἄλλον λαὸν ὄπασσον | 038 |
ἀλλ᾽ ἐμὲ γοῦν πέμψον ταχέως, ἅμα δὲ τὸν ἄλλον λαὸν δὸς | |
Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι. | 039 |
τῶν Μυρμηδόνων, εἴτι που φῶς καὶ ζωὴ τοῖς Ἕλλησι γενοίμην· | |
δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι, | 040 |
δὸς δέ μοι τὰ σὰ ὅπλα καθοπλισθῆναι ἐν τοῖς ὤμοις, | |
αἴ κ' ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο | 041 |
εἴ τί μέ σοι ἀπεικάζοντες ἀποσταῖεν τοῦ πολέμου | |
Τρῶες, ἀναπνεύσωσι δ' Ἀρήϊοι υἷες Ἀχαιῶν | 042 |
οἱ Τρῷες, ἀναπαύσαιντο δὲ οἱ πολεμικοί υἱοὶ τῶν Ἑλλήνων | |
τειρόμενοι· ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο. | 043 |
καταπονούμενοι, ἡ ἀνάπαυσις δὲ τοῦ πολέμου | |
ῥεῖα δέ κ' ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ | 044 |
παρὰ μικρὰν ῥοπὴν γίνεται· εὐκόλως δὲ οἱ ἀναπαυόμενοι τοὺς κεκοπωμένους ἄνδρας βοῇ | |
ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. | 045 |
μόνῃ ἀποδιώξαιμεν πρὸς τὴν πόλιν ἀπὸ τῶν νεῶν καὶ τῶν σκηνῶν. | |
ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν | 046 |
[]οὕτως εἶπε παρακαλῶν, ὁ λίαν ἀνόητος· τῷ ὄντι γὰρ ἐῴκει | |
οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι. | 047 |
ἑαυτῷ θάνατόν τε δεινὸν καὶ μοῖραν κακὴν παρακαλεῖν. | |
τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 048 |
πρὸς τοῦτον δὲ μεγάλως στενάξας ὁ ταχύπους Ἀχιλλεὺς εἶπεν. | |
ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες· | 049 |
οἴμοι, ὦ ἐνδοξότατε Πάτροκλε, οἷον λόγον εἶπας· | |
οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα, | 050 |
οὐδὲ μαντείας φροντίζω ἣν οἶδα, | |
οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ· | 051 |
οὔτέ τί μοι παρὰ τοῦ Διὸς εἶπεν ἡ σεβαστὴ μήτηρ, | |
ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει, | 052 |
ἀλλ᾽ αὕτη δεινὴ λύπη τὴν καρδίαν καὶ τὴν ψυχὴν καταλαμβάνει, | |
ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι | 053 |
ὅταν ἀνήρ τις ἐθέλῃ ἀποστερῆσαί του τὸν ὅμοιον ἑαυτῷ, | |
καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ· | 054 |
καὶ τὴν τιμὴν ἣν ἔδωκε πάλιν ἀφελέσθαι, ὅτε προέχει τῶν ἄλλων κράτει καὶ ἀρχῇ· | |
αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ. | 055 |
χαλεπὴ λύπη αὕτη μοι ὑπάρχει, ἐπειδὴ ἔπαθον ἄλγη καὶ θλίψεις ἐν τῇ ψυχῇ· | |
κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν, | 056 |
τὴν νέαν ἣν δή μοι ἐκλεξάμενοι ἔδωκαν οἱ υἱοὶ τῶν Ἑλλήνων, | |
δουρὶ δ' ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας, | 057 |
δόρατι δὲ ἐμῷ ἐκτησάμην, τὴν καλῶς τετειχισμένην πόλιν ἐκπορθήσας, | |
τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων | 058 |
ταύτην πάλιν ἐκ τῶν ἐμῶν χειρῶν ἀφείλετο ὁ βασιλεὺς Ἀγαμέμνων | |
Ἀτρεΐδης ὡς εἴ τιν' ἀτίμητον μετανάστην. | 059 |
ὁ υἱὸς τοῦ Ἀτρέως, ὡσπερεί τινα ἄτιμον μέτοικον. | |
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδ' ἄρα πως ἦν | 060 |
ἀλλὰ ταῦτα μὲν προγενέσθαι καταλίπωμεν, οὐδ᾽ ἄρα πως ἦν | |
ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε | 061 |
ἄγαν ἐπιτεταμένως καὶ ἀμεταμελητὶ ὀργίζεσθαι ἐν τῷ θυμῷ, ᾠήθην μέντοι | |
οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλ' ὁπότ' ἂν δὴ | 062 |
οὐ πρότερον τὴν ὀργὴν καταπαύσειν, ἀλλ᾽ ὁπηνίκα δὴ | |
νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε. | 063 |
ἐπὶ τὰς ἐμὰς ναῦς ἀφίκηται ἡ βοὴ καὶ ἢ μάχη· | |
τύνη δ' ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι, | 064 |
σὺ δὲ ἐνδύθητι μὲν ἐπὶ τῶν ὤμων τὰ ἐμὰ ἔνδοξα ὅπλα, | |
ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι, | 065 |
ἡγοῦ δὲ τοῖς τὸν πόλεμον φιλοῦσι Μυρμιδόσι μάχεσθαι, | |
εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε | 066 |
εἴγε δὴ τὸ μέλαν νέφος, ἤτοι τὸ πλῆθος τῶν Τρῴων περιβέβηκε | |
νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης | 067 |
τὰς ναῦς ἐπικρατῶς καὶ ἰσχυρῶς, οὗτοι δὲ τῷ τῆς θαλάσσης αἰγιαλῷ | |
κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες | 068 |
περιέχονται, τῆς χώρας ὀλίγον ἔτι μέρος ἔχοντες | |
Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε | 069 |
οἵ Ἕλληνες, οἱ Τρῷες δὲ πάντες ἐπέβησαν | |
θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον | 070 |
τεθαρρηκότες· οὐ γὰρ βλέπουσι τῆς ἐμῆς περικεφαλαίας τὸ μέτωπον | |
ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους | 071 |
ἐγγὺς περιλαμπούσης, ταχέως ἂν εἰς φυγὴν τραπέντες | |
πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων | 072 |
τὰ περὶ τὴν τάφρον πληρώσαιεν νεκρῶν, εἴ μοι ὁ βασιλεὺς Ἀγαμέμνων | |
ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται. | 073 |
εἴδει προσηνεῖ εἰδὼς ἦν. νυνὶ δὲ περὶ τὸ στρατόπεδον πολεμοῦσιν, | |
οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι | 074 |
οὐ γάρ ἐν ταῖς παλάμαις Διομήδους τοῦ υἱοῦ τοῦ Τυδέως | |
μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι· | 075 |
ἐνθουσιᾷ τὸ δόρυ ὥστ' ἀποσοβῆσαι τὸν θάνατον τῶν Ἑλλήνων· | |
οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος | 076 |
οὐδέπω τῆς φωνῆς ἤκουσα τοῦ υἱοῦ τοῦ Ἀτρέως φωνήσαντος | |
ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλ' Ἕκτορος ἀνδροφόνοιο | 077 |
ἐκ τῆς ἐχθρᾶς κεφαλῆς, ἀλλ᾽ ἡ τοῦ ἀνδροκτόνου Ἕκτορος | |
Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δ' ἀλαλητῷ | 078 |
ἐπιτάττοντος τοῖς Τρῳσὶ σχίζεται· οὗτοι δὲ μετὰ θορύβου | |
πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς. | 079 |
πᾶσαν τὴν πεδιάδα κατέχουσι νικῶντες πολέμῳ τοὺς Ἕλληνας. | |
ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων | 080 |
ἀλλὰ καὶ οὕτως, ὦ Πάτροκλε, ἀποσόβησον ἀπὸ τῶν νεῶν τὸν ἀφανισμόν, | |
ἔμπεσ' ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο | 081 |
ἐπίπεσε καὶ ἐπίδραμε ἰσχυρῶς, μήπως διὰ πυρὸς καιομένου | |
νῆας ἐνιπρήσωσι, φίλον δ' ἀπὸ νόστον ἕλωνται. | 082 |
τὰς ναῦς ἐμπρήσωσι, τὴν προσφιλῆ δὲ ἐπάνοδον ἀφέλωνται· | |
πείθεο δ' ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω, | 083 |
πείθου δὲ ὥσπερ ἂν σοι ἐγὼ τὸ τέλος τοῦ λόγου ἐν τῇ διανοίᾳ θῷ, | |
ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι | 084 |
ὅπως ἂν μοι τιμὴν μεγάλην καὶ δόξαν λάβῃς | |
πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην | 085 |
παρὰ πάντων τῶν Ἑλλήνων, οὗτοι δὲ τὴν ὡραίαν κόρην | |
ἂψ ἀπονάσσωσιν, ποτὶ δ' ἀγλαὰ δῶρα πόρωσιν. | 086 |
ἀποδώσωσι, πρὸς δὲ δῶρα λαμπρὰ παράσχωσιν. | |
ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι | 087 |
ἐκ τῶν νεῶν ἀποδιώξας ἐπάνελθε, ἐὰν δέ σοι | |
δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης, | 088 |
δῷ ὁ τῆς Ἥρας μεγαλόκτυπος ἀνήρ δόξαν λαβεῖν, | |
μὴ σύ γ' ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν | 089 |
μὴ σύγε χωρὶς ἐμοῦ ἐπιθύμει μάχεσθαι τοῖς τὸν πόλεμον | |
Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις· | 090 |
φιλοῦσι Τρῳσίν, ἄτιμον γάρ με ποήσεις· | |
μὴ δ' ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι | 091 |
μὴ δὲ ἐπιτερπόμενος τῇ μαχῇ καὶ τῷ πολέμῳ | |
Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν, | 092 |
τοὺς Τρῷας ἀποκτείνων εἰς τὸ Ἴλιον ἡγεμόνευε, | |
μή τις ἀπ' Οὐλύμποιο θεῶν αἰειγενετάων | 093 |
μήπως τις ἀπὸ τοῦ οὐρανοῦ τῶν ἀεὶ ὄντων θεῶν | |
ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων· | 094 |
ἐναντίος σοι στῇ· πάνυ τούτους γε φιλεῖ ὁ πόρρωθεν ἐργαζόμενος Ἀπόλλων· | |
ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι | 095 |
ἀλλ᾽ εἰς τοὐπίσω ἀναστρέφου, ἐπειδὰν φῶς εἰς τὰς ναῦς καὶ σωτηρίαν | |
θήῃς, τοὺς δ' ἔτ' ἐᾶν πεδίον κάτα δηριάασθαι. | 096 |
ἐμβάλῃς, τούτους δὲ ἄφες κατὰ τὸν πόλεμον μάχεσθαι· | |
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον | 097 |
εἴθε γὰρ, ὦ Ζεῦ πάτερ, καὶ Ἀθηνᾶ, καὶ Ἄπολλον, | |
μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι, | 098 |
μήτε τις τῶν Τρῴων ἐκφύγοι τὸν θάνατον ὅσοι εἰσί, | |
μήτέ τις Ἀργείων, νῶϊν δ' ἐκδῦμεν ὄλεθρον, | 099 |
μήτε τις τῶν Ἑλλήνων, ἡμῖν δὲ ἐκδῦναι τὸν ὄλεθρον γένοιτο, | |
ὄφρ' οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν. | 100 |
ὅπως μόνοι διαλύσωμεν τὰ ἱερὰ καλύμματα, ἤτοι τὰ τείχη τῆς Τροίας. | |
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, | 101 |
οὕτως οὗτοι μὲν τοιαῦτα πρὸς ἀλλήλους ἔλεγον. | |
Αἴας δ' οὐκ ἔτ' ἔμιμνε· βιάζετο γὰρ βελέεσσι· | 102 |
ὁ Αἴας δὲ οὐκέτι ἔμενεν, ἐβιάζετο γὰρ καὶ κατεπονεῖτο τοῖς βέλεσιν· | |
δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ | 103 |
ἐδάμαζεν αὐτὸν καὶ ὁ νοῦς τοῦ Διός, καὶ οἱ λαμπροί Τρῷες | |
βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ | 104 |
ἀκοντίζοντες, φοβερὸν δὲ περὶ τοὺς κροτάφους ἡ λαμπρὰ | |
πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δ' αἰεὶ | 105 |
περικεφαλαία πληττομένη ἦχον ἀπετέλει, ἐτύπτετο δὲ ἀεὶ | |
κὰπ φάλαρ' εὐποίηθ'· ὃ δ' ἀριστερὸν ὦμον ἔκαμνεν | 106 |
ὁ ἑκατέρωθεν τῆς περικεφαλαίας εὐποίητος κόσμος, οὗτος δὲ τὸν ἀριστερὸν ὦμον ἤλγει, | |
ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο | 107 |
ἐπιμόνως ἀεὶ κατέχων τὸ ποικίλον σάκος, οὐδὲ ἐδύναντο | |
ἀμφ' αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν. | 108 |
περὶ αὐτὸν παρακινῆσαι ὠθοῦντες τοῖς βέλεσι καὶ τύπτοντες αὐτό· | |
αἰεὶ δ' ἀργαλέῳ ἔχετ' ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς | 109 |
ἀεὶ δὲ χαλεπῇ καὶ ὀδυνηρᾷ συνείχετο ἀναπνοῇ, ἱδρὼς δὲ αὐτοῦ | |
πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν | 110 |
πανταχόθεν ἐκ τῶν μελῶν πολὺς κατέρρει, οὐδέ πη ἐδύνατο | |
ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο. | 111 |
ἀναπνεύσαι, πανταχοῖ δὲ κακὸν ἐπὶ κακῷ ἐπερείδετο. | |
ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι, | 112 |
[]λέγετε νῦν μοι, ὦ Μοῦσαι, αἱ κατοικοῦσαι τὰ οὐράνια οἰκήματα, | |
ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν. | 113 |
πῶς δὴ πρῶτον ἐνέπεσεν εἰς τὰς ναῦς τῶν Ἑλλήνων τὸ πῦρ. | |
Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς | 114 |
[]ὁ Ἕκτωρ τὸ ἐκ μελίας δόρυ τοῦ Αἴαντος πλησίον παραγενόμενος | |
πλῆξ' ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν, | 115 |
ἔπληξε διὰ ξίφους μεγάλου ὄπισθεν παρὰ τὸν τῆς ἐπιδορατίδος καυλόν, | |
ἀντικρὺ δ' ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας | 116 |
ἤτοι τὸ ἄκρον εἰς ὃ ἐμβάλλεται ἡ αἰχμή, ἐξ ἐναντίας δὲ ἀπέτεμε, καὶ τοῦτο μὲν Αἴας ὁ Τελαμῶνος | |
πῆλ' αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δ' ἀπ' αὐτοῦ | 117 |
ἐκίνει μάτην ἐν ταῖς χερσὶ δόρυ κολοβόν, πόρρω δὲ ἀπ' αὐτοῦ | |
αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα. | 118 |
ἡ σιδηρὰ ἐπιδορατὶς εἰς τὴν γῆν καταπεσοῦσα ἤχησεν, | |
γνῶ δ' Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε | 119 |
ἐνόησε δὲ Αἴας κατὰ τὴν ἀμώμητον ψυχήν, καὶ ἐφοβήθη | |
ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε | 120 |
τὰ τῶν θεῶν ἔργα, ὅτι δὴ παντελῶς τὰς τοῦ πολέμου βουλὰς διακόπτει | |
Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην· | 121 |
ὁ ἐν ὕψει ἠχῶν Ζεύς, τοῖς Τρῳσὶ δὲ ἐβούλετο νίκην, | |
χάζετο δ' ἐκ βελέων. τοὶ δ' ἔμβαλον ἀκάματον πῦρ | 122 |
ἀνεχώρει δὲ ἐκ τῶν βελῶν· οὗτοι δὲ ἐνέβαλον πολὺ καὶ ἄφθονον πῦρ | |
νηῒ θοῇ· τῆς δ' αἶψα κατ' ἀσβέστη κέχυτο φλόξ. | 123 |
εἰς τὴν ταχεῖαν ναῦν, ταχέως δὲ κατ' αὐτῆς ἐχύθη φλόξ ἄσβεστος. | |
ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς | 124 |
οὕτως ταύτης μὲν τὴν πρύμναν τὸ πῦρ περιεῖπε καὶ κατέκαιεν. ὁ Ἀχιλλεὺς δὲ | |
μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν· | 125 |
πλήξας τοὺς μηρούς, εἶπε πρὸς τὸν Πάτροκλον· | |
ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε· | 126 |
ἀνάστα, ὦ εὐγενέστατε Πάτροκλε ἱππικέ, | |
λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν· | 127 |
ὁρῶ νῦν ἤδη παρὰ ταῖς ναυσὶ τὴν τοῦ πολεμίου πυρὸς ὁρμήν· | |
μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται· | 128 |
μὴ οὖν τὰς ναῦς κρατήσωσι καὶ οὐκέτι φευκτὰ ὦσιν, | |
δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω. | 129 |
ἐνδύθητι τὰ ὅπλα τάχιον, ἐγὼ δὲ τὸν στρατὸν συναθροίσω. | |
ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ. | 130 |
[]οὕτως εἶπεν· ὁ Πάτροκλος δὲ ὡπλίζετο σιδήρῳ λαμπροτάτῳ· | |
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε | 131 |
τὰς κνημῖδας μὲν οὖν πρῶτον ταῖς κνημῖσι περιέθηκε | |
καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· | 132 |
καλὰς ἀργυροῖς καλύμμασι τῶν σφυρῶν συνηρμοσμένας, | |
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε | 133 |
δεύτερον δὲ τὸν θώρακα περὶ τὸ στῆθος ἐβάλετο | |
ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο. | 134 |
ποικίλως εἰργασμένον, ἄστρων κεχρωματισμένον μορφαῖς, τοῦ ταχύποδος ἐγγόνου τοῦ Αἰακοῦ· | |
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον | 135 |
τοῖς ὤμοις δὲ περιέθηκε τὸ ἀργυροῦς ἥλους ἔχον ξίφος | |
χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· | 136 |
τὸ σιδηροῦν, μετὰ ταῦτα δὲ τὴν μεγάλην ἀσπίδα καὶ ἰσχυράν, | |
κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν | 137 |
ἐπὶ τῇ ἰσχυρᾷ δὲ κεφαλῇ τὴν καλῶς κατεσκευασμένην περικεφαλαίαν ἐπέθηκεν | |
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. | 138 |
ἵππου οὐρὰν ἔχουσαν, φοβερῶς δὲ ὁ λόφος ἄνωθεν ἐκλίνετο, | |
εἵλετο δ' ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει. | 139 |
ἔλαβε δὲ τὰ στιβαρὰ δόρατα, ἅπερ τῇ ἑαυτοῦ παλάμῃ ἥρμοσε, | |
ἔγχος δ' οὐχ ἕλετ' οἶον ἀμύμονος Αἰακίδαο | 140 |
τὸ δόρυ δὲ μόνον οὐκ ἔλαβε τοῦ ἀμωμήτου ἐγγόνου τοῦ Αἰακοῦ | |
βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατ' ἄλλος Ἀχαιῶν | 141 |
τὸ βαρύ, τὸ μέγα, τὸ ἰσχυρόν, τοῦτο γὰρ οὐκ ἐδύνατο ἄλλος τις τῶν Ἑλλήνων | |
πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς | 142 |
κινεῖν, ἀλλὰ μόνος ὁ Ἀχιλλεὺς ἠπίστατο κινῆσαι αὐτό, | |
Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων | 143 |
τὸ ἐκ τοῦ Πηλίου ὄρους, ἐκ μελίας δένδρου δόρυ, ὅπερ ἔκοψε Χείρων | |
Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν. | 144 |
τῷ ἀγαπητῷ πατρὶ ἐκ τῆς κορυφῆς τοῦ Πηλίου, φόνον εἶναι τοῖς ἥρωσι· | |
ἵππους δ' Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε, | 145 |
τοὺς ἵππους δὲ ταχέως ζευγνύναι τὸν Αὐτομέδοντα ἐκέλευσεν, | |
τὸν μετ' Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα, | 146 |
ὃν μετ' Ἀχιλλέα τὸν πολεμιστὴν καὶ ἀνδρεῖον ἐτίμα μάλιστα, | |
πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν. | 147 |
πιστότατος δὲ αὐτῷ ἦν ἐν τῷ πολέμῳ παραμεῖναι τὰς ἀπειλάς· | |
τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους | 148 |
τούτῳ δὲ καὶ ὁ Αὐτομέδων ἦγεν ὑπὸ τὸν ζυγὸν τοὺς ταχεῖς ἵππους | |
Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην, | 149 |
τὸν Ξάνθον, καὶ τὸν Βαλίον, οἳ ἅμα ταῖς πνοαῖς ἐπέτοντο, | |
τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη | 150 |
οὓς ἔτεκε τῷ Ζεφύρῳ ἀνέμῳ ἡ ποδάργη (λευκόπους) Ἅρπυια | |
βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο. | 151 |
βοσκομένη ἐν τῷ λειμῶνι παρὰ τὸν ῥοῦν τοῦ Ὠκεανοῦ· | |
ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει, | 152 |
εἰς δὲ τὰς παρηρτημένας σειρὰς τὸν ἀμώμητον Πήδασον ἐνέβαλεν, | |
τόν ῥά ποτ' Ἠετίωνος ἑλὼν πόλιν ἤγαγ' Ἀχιλλεύς, | 153 |
ὃν δή ποτε λαβὼν τὴν πόλιν τοῦ Ἠετίωνος ἤγαγεν ὁ Ἀχιλλεύς, | |
ὃς καὶ θνητὸς ἐὼν ἕπεθ' ἵπποις ἀθανάτοισι. | 154 |
ὅστις καίπερ ὢν θνητὸς ἠκολούθει τοῖς ἀθανάτοις ἵπποις. | |
Μυρμιδόνας δ' ἄρ' ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς | 155 |
[]Τοὺς Μυρμιδόνας δὲ παρελθὼν ὁ Ἀχιλλεὺς καθώπλισεν | |
πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς | 156 |
ἅπαντας κατὰ τὰς σκηνὰς σὺν τοῖς ὅπλοις. οὗτοι δὲ ὥσπερ λύκοι | |
ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή, | 157 |
ὠμοβόροι, οἷς ἐν ταῖς φρεσὶ δύναμις μεγίστη, | |
οἵ τ' ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες | 158 |
οἵτινες ἔλαφον κερασφόρον εὐμεγέθη ἐν τοῖς ὄρεσιν ἀποκτείναντες | |
δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν· | 159 |
σπαράττουσι καὶ ἐσθίουσιν, ἅπασι δὲ ἡ παρειὰ ἐρυθρὰ αἵματί ἐστι, | |
καί τ' ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου | 160 |
καὶ ὁμοῦ κατ᾿ ἀγέλας πορεύονται, ἀπὸ πηγῆς βαθύυδρου | |
λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ | 161 |
ἀναρρωφήσαντες ταῖς γλώσσαις ταῖς λεπταῖς τὸ μέλαν ὕδωρ | |
ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς | 162 |
ἐξερευγόμενοι τὴν ποιότητα τοῦ αἵματος, ἡ ψυχὴ δὲ | |
στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ· | 163 |
ἐν τοῖς στήθεσιν ἄφοβος ὑπάρχει, πάνυ δὲ στενοχωρεῖται ἡ γαστὴρ αὐτῶν. | |
τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες | 164 |
τοιοῦτοι οἱ ἡγεμόνες καὶ βασιλεῖς τῶν Μυρμιδόνων | |
ἀμφ' ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο | 165 |
περὶ τὸ χρηστὸν θεράποντα τοῦ ταχύποδος ἐγγόνου τοῦ Αἰακοῦ | |
ῥώοντ'· ἐν δ' ἄρα τοῖσιν ἀρήϊος ἵστατ' Ἀχιλλεύς, | 166 |
ἐρρωμένως ὥρμων, ἐν τούτοις δὲ ἵστατο Ἀχιλλεὺς ὁ πολεμικὸς | |
ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας. | 167 |
διεγείρων τούς τε ἱππέας καὶ τοὺς ὁπλίτας ἄνδρας. | |
πεντήκοντ' ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς | 168 |
[]πεντήκοντα ἦσαν νῆες ταχεῖαι, αἷς ὁ Ἀχιλλεὺς | |
ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ | 169 |
εἰς τὴν Τροίαν ἡγεῖτο ὁ τῷ Διὶ προσφιλής, ἐν ἑκάστῳ δὴ ἦσαν ἄνδρες | |
πεντήκοντ' ἔσαν ἄνδρες ἐπὶ κληῖσιν ἑταῖροι· | 170 |
πεντήκοντα φίλοι ἐπὶ ταῖς καθέδραις, | |
πέντε δ' ἄρ' ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει | 171 |
πέντε δὲ ἡγεμόνας ἐποίησεν, οἷς ἐθάρρει | |
σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε. | 172 |
ἐπιτάττειν καὶ ἄρχειν, αὐτὸς δὲ μεγάλως ἐξουσιάζων ἐβασίλευε. | |
τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ | 173 |
τῆς μὲν οὖν μιᾶς τάξεως ἦρχεν ὁ ποικίλον θώρακα ἔχων Μενέσθιος | |
υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο· | 174 |
ὁ υἱὸς τοῦ Σπερχειοῦ τοῦ λαμπροῦ ποταμοῦ, | |
ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη | 175 |
ὃν ἔτεκεν ἡ θυγάτηρ τοῦ Πηλέως ἡ εὐειδής Πολυδώρη | |
Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα, | 176 |
τῷ ἀεννάῳ Σπερχειῷ, γυνὴ θεῷ συμμιγεῖσα, | |
αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι, | 177 |
κατ' ἐπίκλησιν δὲ καὶ φήμην Βώρῳ τῷ υἱῷ τοῦ Περιήρους, | |
ὅς ῥ' ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα. | 178 |
ὃς δὴ φανερῶς αὐτὴν ἀνέβαινεν ἐπιδοὺς πλεῖστα δῶρα. | |
τῆς δ' ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε | 179 |
τῆς ἑτέρας δὲ ἡγεμὼν ἦν ὁ πολεμικὸς Εὔδωρος ὁ ἐκ νομιζομένης | |
παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη | 180 |
παρθένου τεχθείς, ὃν ἔτεκεν ἡ καλὴ κατὰ τὸν χορὸν Πολυμήλη | |
Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης | 181 |
ἡ θυγάτηρ τοῦ Φύλαντος, ταύτης γὰρ ὁ κραταιὸς Ἑρμῆς ὁ ἀργὸς φόνου καὶ εἰρηνικὸς θεὸς | |
ἠράσατ', ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν | 182 |
ἐράσθη θεασάμενος τοῖς ὀφθαλμοῖς ἐν ταῖς χορευούσαις | |
ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς. | 183 |
ἐν τῷ χορῷ τῆς χρυσοτόξου Ἀρτέμιδος τῆς θόρυβον ἐμποιούσης· | |
αὐτίκα δ' εἰς ὑπερῷ' ἀναβὰς παρελέξατο λάθρῃ | 184 |
εὐθέως δὲ εἰς τὸ ὑπερῷον ἀναβὰς συγκατεκλίθη αὐτῇ κρυφίως | |
Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν | 185 |
Ἑρμῆς ὁ μήτε κακούμενος μήτε κακῶν· παρέσχε δὲ αὐτῇ λαμπρὸν υἱὸν | |
Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν. | 186 |
τὸν Εὔδωρον πάνυ ταχὺν ἐν τῷ τρέχειν, καὶ πολεμιστήν. | |
αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια | 187 |
ἐπεὶ δὲ τοῦτον Εἰλείθυια ἡ μογοῦσα καὶ πονουμένη περὶ τοὺς τοκετούς, ἤτοι ἡ Λοχεύτρια, | |
ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς, | 188 |
ἐξήγαγεν εἰς τὸ φῶς, καὶ ἐθεάσατο τὴν λαμπηδόνα τοῦ ἡλίου, | |
τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο | 189 |
ταύτην μὲν ἡ ἰσχυρὰ δύναμις τοῦ Ἐχεκλέους τοῦ υἱοῦ τοῦ Ἄκτορος | |
ἠγάγετο πρὸς δώματ', ἐπεὶ πόρε μυρία ἕδνα, | 190 |
ἤγαγεν εἰς τὸν ἑαυτοῦ οἶκον, ἐπειδὴ παρέσχεν αὐτῇ πλεῖστα δῶρα. | |
τὸν δ' ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδ' ἀτίταλλεν | 191 |
τοῦτον δὲ Φύλας ὁ γέρων καλῶς ἀνέτρεφε καὶ ἐπεμελεῖτο | |
ἀμφαγαπαζόμενος ὡς εἴ θ' ἑὸν υἱὸν ἐόντα. | 192 |
ὑπεραγαπῶν, ὥσπερ εἰ ἦν υἱὸς αὐτοῦ. | |
τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε | 193 |
τῆς τρίτης δὲ ἡγεμὼν ἦν Πείσανδρος ὁ πολεμικὸς | |
Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν | 194 |
υἱὸς τοῦ Μαίμαλος, ὃς διέπρεπεν ἐπὶ πᾶσι τοῖς Μυρμιδόσι | |
ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον. | 195 |
δόρατι μάχεσθαι μετὰ τὸν φίλον τοῦ υἱοῦ τοῦ Πηλέως· | |
τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ, | 196 |
τῆς τετάρτης δὲ ἄρχων ἦν ὁ γέρων ἱππικὸς Φοίνιξ. | |
πέμπτης δ' Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων. | 197 |
τῆς πέμπτης δὲ ὁ Ἀλκιμέδων ὁ ἀμώμητος υἱὸς τοῦ Λαέρκους. | |
αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμ' ἡγεμόνεσσιν Ἀχιλλεὺς | 198 |
ἐπειδὴ δὲ ἅπαντας ὁ Ἀχιλλεὺς σὺν τοῖς ἡγεμόσιν | |
στῆσεν ἐῢ κρίνας, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε· | 199 |
ἔστησε καλῶς διαχωρίσας καὶ τάξας, λόγον ἰσχυρὸν ἐπέταττε λέγων· | |
Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω, | 200 |
ὦ Μυρμιδόνες, μηδείς μοι τῶν ἀπειλῶν καὶ καυχήσεων ἐπιλαθέσθω, | |
ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι | 201 |
ἃς παρὰ ταῖς ταχείαις ναυσὶν ἠπειλεῖτε τοῖς Τρῳσὶ | |
πάνθ' ὑπὸ μηνιθμόν, καί μ' ᾐτιάασθε ἕκαστος· | 202 |
κατὰ πάντα τὸν τῆς ὀργῆς χρόνον, καὶ ἐμὲ ᾐτιᾶσθε ἅπαντες λέγοντες· | |
σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σ' ἔτρεφε μήτηρ, | 203 |
ὦ χαλεπὲ καὶ ἄδικε υἱὲ τοῦ Πηλέως, ἐπὶ ὀργῇ σε ἄρα ἀνέτρεφεν ἡ μήτηρ, | |
νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους· | 204 |
ἄκαμπτε καὶ σκληρέ, ὅστις παρὰ ταῖς ναυσὶ κατέχεις τοὺς φίλους ἄκοντας καὶ μὴ βουλομένους· | |
οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν | 205 |
εἰς τὸν οἶκον γοῦν σὺν ταῖς ναυσὶ πορευθῶμεν ταῖς θαλασσοπλόοις | |
αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ. | 206 |
ὀπίσω, ἐπειδή σοι οὕτως ὀργὴ χαλεπὴ ἐνέπεσεν εἰς τὴν ψυχήν. | |
ταῦτά μ' ἀγειρόμενοι θάμ' ἐβάζετε· νῦν δὲ πέφανται | 207 |
ταῦτα ὁμοῦ συναθροιζόμενοι συνεχῶς ἐβοᾶτε· νυνὶ δὲ ἐφάνη | |
φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γ' ἐράασθε. | 208 |
μέγα ἔργον πολέμου καὶ μάχης, ἧς πρότερον ἐπεθυμεῖτε· | |
ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω. | 209 |
ἐνταῦθά τις ψυχὴν ἰσχυρὰν καὶ ἀνδρείαν ἔχων πολεμείτω τοῖς Τρῳσίν. | |
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. | 210 |
[]οὕτως εἰπὼν παρώξυνεν ἑκάστου προθυμίαν τε καὶ ἰσχύν. | |
μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν. | 211 |
μᾶλλον δὲ αἱ τάξεις ἡρμόσθησαν, ἐπειδὴ ἤκουσαν τοῦ βασιλέως (ἐπήρθησαν καὶ φρονήματος ἐπληρώθησαν). | |
ὡς δ' ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι | 212 |
ὥσπερ δὲ ὅταν ἀνὴρ συναρμόσῃ τοῖχον διὰ λίθων πυκνῶν | |
δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων, | 213 |
οἴκου ὑψηλοῦ τὰς φορὰς τῶν ἀνέμων ἐκκλίνων καὶ φυλαττόμενος· | |
ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι. | 214 |
οὕτως συνηρμόσθησαν αἱ ὀμφαλοὺς ἔχουσαι ἀσπίδες· | |
ἀσπὶς ἄρ' ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ· | 215 |
ἀσπὶς ἄρα ἀσπίδα ἐπεστήριζε, περικεφαλαία περικεφαλαίαν, ἀνὴρ δὲ ἄνδρα· | |
ψαῦον δ' ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι | 216 |
ἥπτοντο δὲ ἀλλήλων τοῖς λαμπροῖς φαλοῖς αἱ ἱππείας τρίχας ἔχουσαι περικεφαλαῖαι | |
νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι. | 217 |
κλινόντων τὰς κεφαλὰς αὐτῶν, οὕτω πυκνοὶ καὶ ἀλλεπάλληλοι ἐφίσταντο ἀλλήλοις· | |
πάντων δὲ προπάροιθε δύ' ἀνέρε θωρήσσοντο | 218 |
ἔμπροσθεν δὲ πάντων δύο ἄνδρες καθωπλίζοντο, | |
Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες | 219 |
ὅ τε Πάτροκλος, καὶ ὁ Αὐτομέδων μίαν ψυχὴν ἔχοντες, | |
πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς | 220 |
ἤτοι ὁμονοοῦντες πολεμεῖν ἔμπροσθεν τῶν Μυρμιδόνων· ὁ Ἀχιλλεὺς δὲ | |
βῆ ῥ' ἴμεν ἐς κλισίην, χηλοῦ δ' ἀπὸ πῶμ' ἀνέῳγε | 221 |
ὥρμησε δὴ πορεύεσθαι ἐπὶ τὴν σκηνήν, ἤνοιξε δὲ τὸ πῶμα | |
καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα | 222 |
τῆς λάρνακος τῆς ὡραίας καὶ ποικιλωτάτης, ἣν αὐτῷ ἡ λευκόπους Θέτις | |
θῆκ' ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων | 223 |
ἔθηκεν ἐπὶ τῆς νεὼς κομίσαι, καλῶς πληρώσασα αὐτὴν ἱματίων, | |
χλαινάων τ' ἀνεμοσκεπέων οὔλων τε ταπήτων. | 224 |
χλαινῶν (χλαμύδων) τε πρὸς ἀνέμους σκέπην παρεχομένων, καὶ ταπήτων οὐλότητα ἐχόντων· | |
ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος | 225 |
ἐκεῖ δὲ αὐτῷ ποτήριον ἦν κατεσκευασμένον, οὐδεὶς δὲ ἄλλος | |
οὔτ' ἀνδρῶν πίνεσκεν ἀπ' αὐτοῦ αἴθοπα οἶνον, | 226 |
οὔτε τῶν ἀνδρῶν ἔπινεν ἐξ αὐτοῦ οἶνον θερμόν, | |
οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί. | 227 |
οὔτε τινὶ τῶν θεῶν ἔσπενδε καὶ ἔθυεν, εἰ μὴ τῷ Διὶ τῷ πατρί. | |
τό ῥα τότ' ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ | 228 |
τοῦτο δὴ τότε ἐκ τῆς κιβωτοῦ λαβὼν ἐκάθηρε | |
πρῶτον, ἔπειτα δ' ἔνιψ' ὕδατος καλῇσι ῥοῇσι, | 229 |
πρῶτον, μετὰ ταῦτα δ' ἐξέπλυνεν αὐτὸ ῥοαῖς καλαῖς ὕδατος, | |
νίψατο δ' αὐτὸς χεῖρας, ἀφύσσατο δ' αἴθοπα οἶνον. | 230 |
ἐνίψατο δὲ καὶ αὐτὸς τὰς χεῖρας, ἐνέχεε δὲ οἶνον θερμόν, | |
εὔχετ' ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον | 231 |
ηὔχετο δὲ μετὰ ταῦτα στὰς ἐν τῷ μέσῳ τοῦ περιφράγματος τῆς σκηνῆς, ἔσπενδε δὲ τὸν οἶνον | |
οὐρανὸν εἰσανιδών· Δία δ' οὐ λάθε τερπικέραυνον· | 232 |
ἀναβλέψας εἰς τὸν οὐρανόν, οὐκ ἔλαθε δὲ τὸν Δία τὸν τρέποντα τοὺς ἐναντίους τῷ κεραυνῷ· | |
Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων | 233 |
ὦ Ζεῦ βασιλεῦ, Δωδωναῖε, Πελασγικέ, πόρρω οἰκῶν, | |
Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ | 234 |
βασιλεύων τῆς ψυχρᾶς Δωδώνης, οἱ σελλοὶ δὲ περὶ σὲ | |
σοὶ ναίουσ' ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι, | 235 |
κατοικοῦσι προφῆται (ἱερεῖς), οὐ νίπτοντες τοὺς πόδας, ἐπὶ τοῦ ἐδάφους κοιμώμενοι, | |
ἠμὲν δή ποτ' ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο, | 236 |
καί ποτε μέντοι τὸν ἐμὸν λόγον ἤκουσας εὐξαμένου, | |
τίμησας μὲν ἐμέ, μέγα δ' ἴψαο λαὸν Ἀχαιῶν, | 237 |
καὶ ἐτίμησας μὲν ἐμέ, μεγάλως δὲ ἔβλαψας τὸν στρατὸν τῶν Ἑλλήνων, | |
ἠδ' ἔτι καὶ νῦν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ· | 238 |
καὶ ἔτι καὶ νῦν ταύτην μοι τὴν ἐπιθυμίαν τελείωσον, | |
αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι, | 239 |
ἐγὼ μὲν γὰρ αὐτὸς παραμενῶ ἐν τῷ ἀγῶνι τῶν νεῶν, | |
ἀλλ' ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι | 240 |
τὸν φίλον δὲ ἐκπέμπω μετὰ τῶν πολλῶν Μυρμιδόνων | |
μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ, | 241 |
μάχεσθαι, τούτῳ δόξαν ἐν τῷ αὐτῷ πέμψον, ὦ μεγαλόφωνε Ζεῦ, | |
θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ | 242 |
παραθάρρυνον δὲ καὶ παρόρμησον αὐτῷ τὴν ψυχὴν ἐν τῷ λογιστικῷ, ὅπως καὶ Ἕκτωρ | |
εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν | 243 |
γνῷ, ὅτι καὶ μόνος ἐπίσταται δήπου μάχεσθαι | |
ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι | 244 |
ἡμέτερος θεράπων, ἢ τότε μόνον αὐτῷ αἱ χεῖρες ἀπροσπέλαστοι | |
μαίνονθ', ὁππότ' ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος. | 245 |
ἐνθουσιῶσιν, ὅταν ἐγὼ ἀφίκωμαι εἰς τὸν ἐγχρονισμὸν τοῦ πολέμου· | |
αὐτὰρ ἐπεί κ' ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται, | 246 |
ἐπειδὰν δὲ ἀπὸ τῶν νεῶν ἀποδιώξῃ τὸν πόλεμον καὶ τὸν θόρυβον, | |
ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο | 247 |
ἀβλαβὴς καὶ ὑγιὴς μετὰ ταῦτα ἐπὶ τὰς ταχείας ναῦς ἀφίκοιτό μοι | |
τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν. | 248 |
σὺν ἅπασι τοῖς ὅπλοις καὶ τοῖς πολεμισταῖς φίλοις. | |
ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε μητίετα Ζεύς. | 249 |
[]οὕτως εἶπεν εὐχὴν ποιούμενος, τούτου δὲ ἐπήκουσεν ὁ βουλευτικὸς Ζεύς. | |
τῷ δ' ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ' ἀνένευσε· | 250 |
τούτῳ δὲ τὸ ἕτερον μὲν ἐδωρήσατο ὁ πατήρ, τὸ ἕτερον δὲ ἀπηνῄνατο· | |
νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε | 251 |
ἐξελάσαι μὲν ἀπὸ τῶν νεῶν τὸν πόλεμον καὶ τὴν μάχην | |
δῶκε, σόον δ' ἀνένευσε μάχης ἐξαπονέεσθαι. | 252 |
ἔδωκεν, ὑγιῆ δὲ ἐκ τοῦ πολέμου ἀναχωρῆσαι καὶ ὑποστρέψαι οὐ συνεχώρησεν. | |
ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ | 253 |
οὗτος μὲν οὖν θύσας καὶ εὐχὴν ποιησάμενος τῷ Διὶ τῷ πατρὶ | |
ἂψ κλισίην εἰσῆλθε, δέπας δ' ἀπέθηκ' ἐνὶ χηλῷ, | 254 |
ὀπίσω εἰς τὴν σκηνὴν εἰσῆλθε, το ποτήριον δὲ ἀπέθηκεν ἐν τῇ λάρνακι, | |
στῆ δὲ πάροιθ' ἐλθὼν κλισίης, ἔτι δ' ἤθελε θυμῷ | 255 |
ἔστη δὲ παραγενόμενος ἔμπροσθεν τῆς σκηνῆς, ἐβούλετο δὲ ἔτι ἐν τῇ ψυχῇ | |
εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν. | 256 |
θεάσασθαι τὴν χαλεπὴν μάχην τῶν Τρῴων καὶ τῶν Ἑλλήνων. | |
οἳ δ' ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες | 257 |
[]οὗτοι δὲ σὺν τῷ μεγαλοψύχῳ Πατρόκλῳ καθοπλισθέντες | |
ἔστιχον, ὄφρ' ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν. | 258 |
ἐπορεύοντο, ἕως ἐν τοῖς Τρῳσὶ μεγαλοφρονοῦντες ὥρμησαν. | |
αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο | 259 |
αὐτίκα δὲ σφηξὶν ὅμοιοι ἐξέτρεχον | |
εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες | 260 |
παρὰ τὴν ὁδὸν οἰκοῦσιν, οὓς ἂν παῖδες εἰς ἔριν ἐμβάλωσιν, ἐξ ἔθους | |
αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκί' ἔχοντας | 261 |
ἀεὶ ἐρεθίζοντες, ἐπὶ τῇ ὁδῷ τὰ οἰκήματα ἔχοντας, | |
νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι. | 262 |
μωροὶ καὶ ἄφρονες, κοινὸν δὲ κακὸν πολλοῖς ποιοῦσι. | |
τοὺς δ' εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης | 263 |
τούτους δὲ εἴπερ τις ἄνθρωπος ὁδοιπόρος παροδεύων | |
κινήσῃ ἀέκων, οἳ δ' ἄλκιμον ἦτορ ἔχοντες | 264 |
ἄκων παρακινήσει, οὗτοι ψυχὴν ἰσχυρὰν ἔχοντες | |
πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι. | 265 |
πάντες εἰς τὸ πρόσω πέτονται καὶ βοηθοῦσι τοῖς ἑαυτῶν τέκνοις· | |
τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες | 266 |
τούτων τὴν καρδίαν καὶ τὴν ψυχὴν ἔχοντες τότε οἱ Μυρμιδόνες | |
ἐκ νηῶν ἐχέοντο· βοὴ δ' ἄσβεστος ὀρώρει. | 267 |
ἐξέτρεχον ἀπὸ τῶν νεῶν, θόρυβος δὲ ἀκατάπαυστος ἠγέρθη. | |
Πάτροκλος δ' ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας· | 268 |
ὁ Πάτροκλος δὲ τοῖς φίλοις ἐκέλευσε μεγάλως βοήσας· | |
Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος | 269 |
ὦ Μυρμιδόνες φίλοι Ἀχιλλέως τοῦ υἱοῦ τοῦ Πηλέως | |
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, | 270 |
ἄνδρες ὑπάρχετε, ὦ φίλοι, μνήσθητε δὲ τῆς ὁρμητικῆς καὶ πολεμικῆς ἰσχύος, | |
ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγ' ἄριστος | 271 |
ὅπως ἂν τιμήσωμεν τὸν υἱὸν τοῦ Πηλέως, ὅστις κατὰ πολὺ κράτιστος | |
Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες, | 272 |
τῶν Ἑλλήνων ἐστὶ παρὰ ταῖς ναυσί, καὶ οἱ θεράποντες αὐτοῦ πολεμισταί, | |
γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων | 273 |
μάθῃ δὲ καὶ ὁ υἱὸς τοῦ Ἀτρέως ὁ μέγας βασιλεὺς Ἀγαμέμνων | |
ἣν ἄτην, ὅ τ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν. | 274 |
τὴν ἑαυτοῦ βλάβην, ὅτε τὸν κράτιστον τῶν Ἑλλήνων οὐκ ἐτίμησεν. | |
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου, | 275 |
[]οὕτως εἰπὼν παρώξυνε πάντων τὴν ἰσχὺν καὶ τὴν προθυμίαν· | |
ἐν δ' ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες | 276 |
ἐνέπεσον δὲ τοῖς Τρῳσὶν ἀθρόοι, αἱ νῆες δὲ περιηχῆσαν | |
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' Ἀχαιῶν. | 277 |
καταπληκτικῶς ὑπὸ τῶν Ἑλλήνων βοησάντων· | |
Τρῶες δ' ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν | 278 |
[]οἱ Τρῷες δὲ ἐπεὶ ἐθεάσαντο τὸν ἰσχυρὸν υἱὸν τοῦ Μενοιτίου, | |
αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας, | 279 |
αὐτὸν καὶ τὸν θεράποντα σὺν τοῖς ὅπλοις περιλάμποντας, | |
πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες | 280 |
ἅπασι παρωξύνθη ἡ ψυχή, παρεκινήθησαν δὲ αἱ τάξεις, | |
ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα | 281 |
οἰόμενοι παρὰ ταῖς ναυσὶ τὸν ταχύποδα Ἀχιλλέα τὸν υἱὸν τοῦ Πηλέως | |
μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δ' ἑλέσθαι· | 282 |
τὴν μὲν ὀργὴν ἀπορρίψαι, φιλίαν δὲ παραλαβεῖν, | |
πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον. | 283 |
περιέβλεψε δὲ καὶ περιεσκόπησεν ἕκαστος ποῦ ἐκφύγοι τὸν χαλεπὸν θάνατον. | |
Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ | 284 |
[]πρῶτος δὲ ὁ Πάτροκλος ἔβαλε τῷ λαμπρῷ δόρατι | |
ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο, | 285 |
ἀπαντικρὺ κατὰ τὸ μέσον, ὅπου οἱ πλείους συνεταράσσοντο, | |
νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου, | 286 |
παρὰ τῇ πρύμνῃ τῆς νεὼς τοῦ μεγαλοψύχου Πρωτεσιλάου, | |
καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς | 287 |
καὶ ἔτρωσε τὸν Πυραίχμην, ὃς τοὺς Παίονας τοὺς ἱππικοὺς | |
ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπ' Ἀξιοῦ εὐρὺ ῥέοντος· | 288 |
ἤγαγεν ἐκ τῆς Ἀμυδῶνος ἀπὸ τοῦ Ἀξίου τοῦ εὐρέως ῥέοντος ποταμοῦ. | |
τὸν βάλε δεξιὸν ὦμον· ὃ δ' ὕπτιος ἐν κονίῃσι | 289 |
τοῦτον ἔτρωσε κατὰ τὸν δεξιὸν ὦμον, οὗτος δὲ ἐπὶ τὰ μετάφρενα ἐν τῇ κόνει | |
κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν | 290 |
κατέπεσε στενάξας, οἱ φίλοι δὲ περὶ αὐτὸν ἐφοβήθησαν | |
Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν | 291 |
οἱ Παίονες· ὁ γὰρ Πάτροκλος φόβον ἐνέβαλεν ἅπασιν | |
ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι. | 292 |
ἀνελὼν τὸν ἡγεμόνα, ὃς ἠρίστευεν ἐν τῷ μάχεσθαι· | |
ἐκ νηῶν δ' ἔλασεν, κατὰ δ' ἔσβεσεν αἰθόμενον πῦρ. | 293 |
ἐξέλασε δὲ αὐτοὺς ἀπὸ τῶν νεῶν, κατέσβεσε δὲ τὸ καιόμενον πῦρ· | |
ἡμιδαὴς δ' ἄρα νηῦς λίπετ' αὐτόθι· τοὶ δὲ φόβηθεν | 294 |
ἡμίκαυστος δ᾽ ἄρα ἡ ναῦς κατελείφθη αὐτόθι, οὗτοι δὲ φοβηθέντες ὑπεχώρησαν | |
Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δ' ἐπέχυντο | 295 |
οἱ Τρῷες σὺν θορύβῳ μεγίστῳ. οἱ Ἕλληνες δὲ ἐπεχύθησαν καὶ ἐπέδραμον | |
νῆας ἀνὰ γλαφυράς· ὅμαδος δ' ἀλίαστος ἐτύχθη. | 296 |
ἀνὰ τὰς κοίλας ναῦς, θόρυβος δὲ ἀμετάτρεπτος καὶ ἄφυκτος ἐγένετο. | |
ὡς δ' ὅτ' ἀφ' ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο | 297 |
ὥσπερ δέ, ὅταν ἀπὸ ὑψηλῆς κορυφῆς ὄρους μεγάλου | |
κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς, | 298 |
κινήσῃ νεφέλην πυκνὴν ὁ τῶν ἀστραπῶν αἴτιος Ζεύς, | |
ἔκ τ' ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι | 299 |
ἐξεφάνησαν πᾶσαι αἱ περιοπαί, καὶ αἱ ὑψηλαὶ ἐξοχαὶ (τὰ ἐκνενευκότα μέρη), | |
καὶ νάπαι, οὐρανόθεν δ' ἄρ' ὑπερράγη ἄσπετος αἰθήρ, | 300 |
καὶ οἱ φαραγγώδεις τόποι, ἐκ τοῦ οὐρανοῦ δὲ τῶν νεφῶν διαρραγέντων ὤφθη ὁ μέγιστος αἰθὴρ (ὑπὸ τὸν οὐρανὸν δὲ ἐξέλαμψεν ὁ αἰθήρ, ἤτοι ἀστραπὴ ἐγένετο)· | |
ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ | 301 |
οὕτως οἱ Ἕλληνες ἐξελάσαντες ἀπὸ τῶν νεῶν τὸ καυστικὸν πῦρ | |
τυτθὸν ἀνέπνευσαν, πολέμου δ' οὐ γίγνετ' ἐρωή· | 302 |
ὀλίγον ἀνέπνευσαν, πολέμου δὲ οὐκ ἐγίνετο παῦσις. | |
οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν | 303 |
οὔπω γάρ τι οἱ Τρῷες ὑπὸ τῶν πολεμικῶν Ἑλλήνων | |
προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν, | 304 |
εἰς τοὔμπροσθεν τετραμμένοι ἔφευγον ἀπὸ τῶν μελαινῶν νεῶν, | |
ἀλλ' ἔτ' ἄρ' ἀνθίσταντο, νεῶν δ' ὑπόεικον ἀνάγκῃ. | 305 |
ἀλλ᾽ ἔτι δὴ ἠναντιοῦντο, ἐκ τῶν νεῶν δὲ ὑπεχώρουν ὑπ' ἀνάγκης. | |
ἔνθα δ' ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης | 306 |
[]τότε δὲ ἀνὴρ ἀπέκτεινεν ἄνδρα διαλυθείσης τῆς μάχης | |
ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς | 307 |
τῶν στρατηγῶν. πρῶτος δὲ ὁ ἰσχυρὸς υἱὸς τοῦ Μενοιτίου | |
αὐτίκ' ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν | 308 |
παραχρῆμα δὴ ἔτρωσε τὸν δή μηρὸν τοῦ Ἀρειλύκου στραφέντος | |
ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· | 309 |
δόρατι ὀξεῖ, εἰς τὸ πρόσω δὲ τὸν σίδηρον διεπέρασε, | |
ῥῆξεν δ' ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ | 310 |
συνέτριψε δὲ τὸ ὀστοῦν τὸ δόρυ, οὗτος δὲ κατὰ πρόσωπον ἐπὶ γῆς | |
κάππεσ'· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα | 311 |
κατέπεσε. Μενέλαος δὲ ὁ πολεμικὸς ἔτρωσε τὸν Θόαντα | |
στέρνον γυμνωθέντα παρ' ἀσπίδα, λῦσε δὲ γυῖα. | 312 |
κατὰ τοῦ στέρνου γυμνωθέντα τῆς ἀσπίδος, διέλυσε δὲ καὶ ἐνέκρωσε τὰ μέλη. | |
Φυλεΐδης δ' Ἄμφικλον ἐφορμηθέντα δοκεύσας | 313 |
ὁ υἱὸς δὲ τοῦ Φυλέως Ἄμφικλον ἐφορμήσαντα ἐπιτηρήσας | |
ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος | 314 |
ἔφθη βαλῶν κατὰ τὸ κάτω τοῦ σκέλους, ὅπου ὁ παχὺς | |
μυὼν ἀνθρώπου πέλεται· περὶ δ' ἔγχεος αἰχμῇ | 315 |
μυὼν ἤτοι ἡ γαστροκνήμη τοῦ ἀνθρώπου ὑπάρχει· τῇ ἐπιδορατίδι δὲ τοῦ δόρατος | |
νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε. | 316 |
περιεσχίσθησαν τὰ νεῦρα, τοῦτον σκότος κατ' ὀφθαλμοὺς περιεκάλυψεν. | |
Νεστορίδαι δ' ὃ μὲν οὔτασ' Ἀτύμνιον ὀξέϊ δουρὶ | 317 |
οἱ υἱοὶ δὲ τοῦ Νέστορος, ὁ μὲν ἔτρωσεν Ἀτύμνιον δόρατι ὀξεῖ | |
Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος· | 318 |
ὁ Ἀντίλοχος, διὰ τοῦ λαγόνος δὲ διεπέρασε τὸ σιδηροῦν δόρυ, | |
ἤριπε δὲ προπάροιθε. Μάρις δ' αὐτοσχεδὰ δουρὶ | 319 |
κατέπεσε δὲ ἔμπροσθεν. Μάρης δὲ ἐκ τοῦ σύνεγγυς τῷ δόρατι | |
Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς | 320 |
κατ᾿ Ἀντιλόχου ὥρμησεν ὀργισθεὶς ἕνεκα τοῦ ἀδελφοῦ, | |
στὰς πρόσθεν νέκυος· τοῦ δ' ἀντίθεος Θρασυμήδης | 321 |
στὰς ἔμπροσθεν τοῦ νεκροῦ· κατ᾿ αὐτοῦ δὲ ὁ ἰσόθεος Θρασυμήδης | |
ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδ' ἀφάμαρτεν, | 322 |
ἔφθη ἀκοντίσας πρὸ τοῦ βαλεῖν, οὐδὲ ἀπέτυχε | |
ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ | 323 |
τοῦ ὤμου παραχρῆμα, τὸ ἄκρον δὲ τοῦ βραχίονος ἡ ὀξύτης τοῦ δόρατος | |
δρύψ' ἀπὸ μυώνων, ἀπὸ δ' ὀστέον ἄχρις ἄραξε· | 324 |
ἀπέδρυψε καὶ ἀπέκοψεν ἀπὸ τῶν μυώνων, τὸ ὀστοῦν δὲ παντελῶς συνέτριψεν, | |
δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν. | 325 |
ἐψόφησε δὲ καταπεσών, σκότος δὲ τοὺς ὀφθαλμοὺς αὐτοῦ περιεκάλυψεν. | |
ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε | 326 |
οὕτως οὗτοι μὲν ὑπὸ τῶν δύο ἀδελφῶν ἀναιρεθέντες | |
βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι | 327 |
ἐπορεύθησαν εἰς σκότος οἱ χρηστοί φίλοι τοῦ Σαρπηδόνος, | |
υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν | 328 |
οἱ πολεμισταὶ υἱοὶ τοῦ Ἀμισωδάρου, ὃς δὴ τὴν Χίμαιραν | |
θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν. | 329 |
ἀνέθρεψε τὴν ἀκαταμάχητον, πολλοῖς ἀνθρώποις κακόν. | |
Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας | 330 |
Αἴας δὲ ὁ υἱὸς τοῦ Ὀϊλέως ἐφορμήσας Κλεόβουλον | |
ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι | 331 |
ζῶντα συνέλαβεν ἐμποδισθέντα κατὰ τὴν ταραχὴν τῆς μάχης, ἀλλ᾿ αὐτόθι αὐτοῦ | |
λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι. | 332 |
διέλυσε τὴν δύναμιν πλήξας τὸν αὐχένα τῷ ξίφει τῷ κώπην ἤτοι λαβὴν ἔχοντι, | |
πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατ' ὄσσε | 333 |
ὅλον δὲ τὸ ξίφος ὑπερθερμάνθη ὑπὸ τοῦ αἵματος, τούτου δὲ τοὺς ὀφθαλμοὺς | |
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. | 334 |
κατέλαβεν ὁ μέλας θάνατος, καὶ ἡ ἰσχυρὰ μοῖρα. | |
Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ | 335 |
ὁ Πηνέλαος δὲ καὶ ὁ Λύκων συνέβαλον· δόρασι μὲν γὰρ | |
ἤμβροτον ἀλλήλων, μέλεον δ' ἠκόντισαν ἄμφω· | 336 |
ἀπέτυχον ἀλλήλων, ματαίως δὲ ἔβαλον ἀμφότεροι. | |
τὼ δ' αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν | 337 |
οὗτοι δὲ αὖθις ξίφεσι συνέβαλον· τότε Λύκων μὲν | |
ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν | 338 |
τῆς ἱππείας τρίχας ἐχούσης περικεφαλαίας τὸν λόφον ἔτυψε, περὶ αὐτὸν δὲ τὸ καλὸν | |
φάσγανον ἐρραίσθη· ὃ δ' ὑπ' οὔατος αὐχένα θεῖνε | 339 |
ξίφος διεκλάσθη· ὁ δὲ τὸν αὐχένα ὑποκάτω τοῦ ὠτὸς ἔπληξεν | |
Πηνέλεως, πᾶν δ' εἴσω ἔδυ ξίφος, ἔσχεθε δ' οἶον | 340 |
ὁ Πηνέλαος, ὅλον δὲ τὸ ξίφος εἰσῆλθεν ἔσω, μόνον συνεῖχεν | |
δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα. | 341 |
τὸ δέρμα, παρηνέχθη δὲ καὶ παρήρτητο ἡ κεφαλή, παρελύθησαν δὲ τὰ μέλη. | |
Μηριόνης δ' Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι | 342 |
ὁ Μηριόνης δὲ Ἀκάμαντα καταλαβὼν τοῖς ταχέσι ποσὶν | |
νύξ' ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον· | 343 |
ἔτρωσε, μέλλοντα ἐπιβαίνειν τῶν ἵππων, κατὰ τὸν δεξιὸν ὦμον, | |
ἤριπε δ' ἐξ ὀχέων, κατὰ δ' ὀφθαλμῶν κέχυτ' ἀχλύς. | 344 |
κατέπεσε δὲ ἐκ τοῦ ὀχήματος, σκότος δὲ κατὰ τῶν ὀφθαλμῶν ἐπεχύθη. | |
Ἰδομενεὺς δ' Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ | 345 |
ὁ Ἰδομενεὺς δὲ τὸν Ἐρύμαντα κατὰ τὸ στόμα σιδήρῳ ἀνηλεεῖ | |
νύξε· τὸ δ' ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε | 346 |
ἔπληξεν, ἀπαντικρὺ δὲ τὸ δόρυ τὸ σιδηροῦν ἐξεπέρασεν | |
νέρθεν ὑπ' ἐγκεφάλοιο, κέασσε δ' ἄρ' ὀστέα λευκά· | 347 |
ὑποκάτω τοῦ ἐγκεφάλου, διεῖλε δὲ καὶ συνέτριψε τὰ λευκὰ ὀστᾶ, | |
ἐκ δ' ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω | 348 |
ἐξετινάχθησαν δὲ καὶ ἐξέπεσον οἱ ὀδόντες, ἐνεπλήσθησαν δὲ αὐτοῦ ἄμφω | |
αἵματος ὀφθαλμοί· τὸ δ' ἀνὰ στόμα καὶ κατὰ ῥῖνας | 349 |
οἱ ὀφθαλμοὶ αἵματος, τοῦτο δὲ ἐκ τοῦ στόματος καὶ τῶν μυκτήρων | |
πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν. | 350 |
ἐφύσησε χανών, τὸ τοῦ θανάτου δὲ σκοτεινὸν νέφος αὐτὸν περιεκάλυψεν. | |
οὗτοι ἄρ' ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος. | 351 |
[]οὗτοι δὴ πάντες οἱ στρατηγοὶ τῶν Ἑλλήνων ἀπέκτειναν ἄνδρα. | |
ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι | 352 |
ὥσπερ δὲ λύκοι μετὰ βίας ἐπῆλθον ἀμνοῖς ἢ ἐρίφοις | |
σίνται ὑπ' ἐκ μήλων αἱρεύμενοι, αἵ τ' ἐν ὄρεσσι | 353 |
βλαπτικοί, ἐκ τῶν θρεμμάτων ἀφαιρούμενοι, ἅπερ ἐν τοῖς ὄρεσι | |
ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες | 354 |
διεμερίσθησαν ποιμένος ἀγνοίᾳ· οὗτοι δὲ ἰδόντες | |
αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας· | 355 |
εὐθὺς διαρπάζουσιν ἀσθενῆ ψυχὴν ἔχοντα. | |
ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιο | 356 |
οὕτως οἱ Ἕλληνες τοῖς Τρῳσὶν ἐπέθεντο, οὗτοι δὲ φυγῆς | |
δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς. | 357 |
κακοήχου ἐμνήσθησαν, ἐπελάθοντο δὲ τῆς ὁρμητικῆς καὶ πολεμικῆς ἰσχύος. | |
Αἴας δ' ὃ μέγας αἰὲν ἐφ' Ἕκτορι χαλκοκορυστῇ | 358 |
[]Αἴας δὲ ὁ μέγας ἀεὶ κατὰ τοῦ Ἕκτορος τοῦ σιδήρῳ καθωπλισμένου | |
ἵετ' ἀκοντίσσαι· ὃ δὲ ἰδρείῃ πολέμοιο | 359 |
ἐφίετο βαλεῖν τὸ δόρυ, οὗτος δὲ ἐμπειρίᾳ πολέμου | |
ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους | 360 |
ἀσπίδι ἐκ ταυρείων δερμάτων περικεκαλυμμένος κατὰ τοὺς πλατεῖς ὤμους | |
σκέπτετ' ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων. | 361 |
ἐσκόπει καὶ ἐφυλάττετο τὸν ἦχον τῶν ὀϊστῶν, καὶ τῶν κτύπων τῶν δοράτων. | |
ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην· | 362 |
τῷ ὄντι μὲν οὖν ἠπίστατο τὴν ἑτερορρεπῆ νίκην τοῦ πολέμου, | |
ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δ' ἐρίηρας ἑταίρους. | 363 |
ἀλλὰ καὶ οὕτως ἀνέμενεν, ἔσωζε δὲ τοὺς εὐαρμόστους καὶ πιστοὺς φίλους. | |
ὡς δ' ὅτ' ἀπ' Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω | 364 |
[]ὥσπερ δὲ ὅταν ἀπὸ τοῦ Ὀλύμπου νέφος ἔρχεται εἰς τὸν οὐρανόν, | |
αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ, | 365 |
ὅταν ὁ Ζεὺς ἐκ τοῦ ἐνδοξοτάτου αἰθέρος ἐπιτείνῃ πυρὸς ἔξαψιν. | |
ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε, | 366 |
οὕτως αὐτῶν βοὴ καὶ φυγὴ ἐγένετο ἐκ τῶν νεῶν, | |
οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δ' ἵπποι | 367 |
οὐδὲ κατὰ τὸ προσῆκον ἐπέρων ὀπίσω· τὸν Ἕκτορα δὲ οἱ ἵπποι | |
ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν | 368 |
ἐξέφερον οἱ ταχύποδες σὺν τοῖς ὅπλοις, ἠφίη δὲ τὸν στρατὸν | |
Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε. | 369 |
τὸν Τρωικόν, οὓς ἄκοντας κατεῖχε καὶ ἐκώλυεν ἡ ἐσκαμμένη τάφρος. | |
πολλοὶ δ' ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι | 370 |
πολλοὶ δὲ ἵπποι ταχεῖς ἕλκοντες τὰ ἅρματα ἐν τῇ τάφρῳ | |
ἄξαντ' ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματ' ἀνάκτων, | 371 |
συντρίψαντες τὸ ἄκρον τοῦ ῥυμοῦ, κατέλιπον τὰ ἅρματα τῶν βασιλέων. | |
Πάτροκλος δ' ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων | 372 |
ὁ Πάτροκλος δὲ ἐπεδίωκε, συντόνως καὶ ἐπεσπευσμένως τοῖς Ἕλλησιν ἐπιτάττων, | |
Τρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τε | 373 |
τοῖς Τρῳσὶ δεινὰ διανοούμενος· οὗτοι δὲ σὺν βοῇ τε καὶ φυγῇ | |
πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δ' ἀέλλη | 374 |
πάσας ἐπλήρωσαν τὰς ὁδούς, ἐπειδὴ διεμερίσθησαν. εἰς ὕψος δὲ ὁ κονιορτὸς | |
σκίδναθ' ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι | 375 |
διεσκεδάζετο ὑπὸ τὰ νέφη, ἔτρεχον δὲ οἱ μονώνυχες ἵπποι | |
ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. | 376 |
εἰς τοὐπίσω ἐπὶ τὴν πόλιν ἀπὸ τῶν νεῶν καὶ τῶν σκηνῶν. | |
Πάτροκλος δ' ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν, | 377 |
ὁ Πάτροκλος δὲ ἔνθα τὸν πλείονα λαόν ἐθεάσατο ταραττόμενον, | |
τῇ ῥ' ἔχ' ὁμοκλήσας· ὑπὸ δ' ἄξοσι φῶτες ἔπιπτον | 378 |
ἐκεῖσε δὴ ἤλαυνεν ἀπειλήσας, ὑπὸ τοῖς ἄξοσι δὲ ἄνδρες ἔπιπτον | |
πρηνέες ἐξ ὀχέων, δίφροι δ' ἀνακυμβαλίαζον. | 379 |
πρηνεῖς καὶ κατὰ πρόσωπον ἐκ τῶν ὀχημάτων, οἱ δίφροι δὲ ἀνετρέποντο, | |
ἀντικρὺ δ' ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι | 380 |
ἀπαντικρὺ δὲ κατὰ τὴν τάφρον ὑπερεπήδων οἱ ταχεῖς ἵπποι, | |
ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα, | 381 |
- | |
πρόσσω ἱέμενοι, ἐπὶ δ' Ἕκτορι κέκλετο θυμός· | 382 |
εἰς τὸ πρόσω ὁρμῶντες, ἐπὶ τὸν Ἕκτορα δὲ προέτρεπεν ἡ ψυχή, | |
ἵετο γὰρ βαλέειν· τὸν δ' ἔκφερον ὠκέες ἵπποι. | 383 |
ἐφίετο γὰρ βαλεῖν αὐτόν, τοῦτον δὲ ἐξέφερον οἱ ταχεῖς ἵπποι. | |
ὡς δ' ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν | 384 |
ὥσπερ δὲ ὑπὸ καταιγίδος καὶ συστροφῆς ἀνέμου μεγάλου πᾶσα ἡ γῆ συσκοτοῦται καὶ βαρύνηται | |
ἤματ' ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ | 385 |
κατὰ τὸν μετοπωρινὸν καιρόν, ἡνίκα σφοδρότατον ὑετὸν χεῖ | |
Ζεύς, ὅτε δή ῥ' ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ, | 386 |
ὁ Ζεύς, ὅταν τοῖς ἀνδράσιν ὀργισθεὶς χαλεπήνῃ, | |
οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας, | 387 |
οἳ ἂν βιαίως κρίνωσιν ἐν τῇ ἀγορᾷ δίκας διεστραμμένας καὶ ἀδίκους, | |
ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες· | 388 |
τὴν δικαιοσύνην δὲ ἐξελάσωσι, τὴν τῶν θεῶν ἐπιστροφὴν οὐκ ἔχοντες ἐν λόγῳ· | |
τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες, | 389 |
τούτων δὲ πάντες μὲν οἱ ποταμοὶ πλήθοντες καὶ πλημμυροῦντες ῥέουσι, | |
πολλὰς δὲ κλιτῦς τότ' ἀποτμήγουσι χαράδραι, | 390 |
πολλὰ δὲ κλίματα τότε ἀποκόπτουσιν αἱ ῥύσεις, | |
ἐς δ' ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι | 391 |
εἰς τὴν θάλασσαν δὲ τὴν μέλαιναν μεγάλως στενάζουσαι καὶ ἠχοῦσαι ῥέουσιν | |
ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργ' ἀνθρώπων· | 392 |
ἐκ τῶν ὀρέων καταφερῶς, ἐλαττοῦνται δὲ τὰ ἔργα τῶν ἀνθρώπων· | |
ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι. | 393 |
οὕτως αἱ Τρωικαὶ ἵπποι μεγάλως ἐστέναζον τρέχουσαι. | |
Πάτροκλος δ' ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας, | 394 |
ὁ Πάτροκλος δὲ ἐπειδὴ τὰς πρώτας τάξεις ἀπέτεμεν, | |
ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος | 395 |
ὀπίσω ἐπὶ τὰς ναῦς συνήλαυνεν εἰς τοὐπίσω ἐμβάλλων, οὐδὲ τῆς πόλεως | |
εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ | 396 |
ἐπιβῆναι προθυμουμένους ἠφίει, ἀλλὰ μεταξὺ | |
νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο | 397 |
τῶν νεῶν καὶ τοῦ ποταμοῦ καὶ τοῦ τείχους τοῦ ὑψηλοῦ | |
κτεῖνε μεταΐσσων, πολέων δ' ἀπετίνυτο ποινήν. | 398 |
ἀπέκτεινεν ἐφορμῶν, πολλῶν δὲ δίκην εἰσεπράττετο. | |
ἔνθ' ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ | 399 |
τότε πρῶτον μὲν τὸν Πρόνοον ἔτρωσε δόρατι λαμπρῷ | |
στέρνον γυμνωθέντα παρ' ἀσπίδα, λῦσε δὲ γυῖα· | 400 |
κατὰ τὸ στέρνον, γυμνωθέντα τῆς ἀσπίδος, παρέλυσε δὲ τὰ μέλη, | |
δούπησεν δὲ πεσών· ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν | 401 |
ἐψόφησε δὲ καταπεσών· οὗτος δὲ Θέστορα τὸν υἱὸν τοῦ Ἤνοπος | |
δεύτερον ὁρμηθείς· ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ | 402 |
αὖθις ὁρμήσας· οὗτος μὲν ἐν τῷ καλῶς κατεσκευασμένῳ ὀχήματι | |
ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δ' ἄρα χειρῶν | 403 |
ἐκάθητο συσταλείς, ἐξεπλάγη γὰρ τὴν διάνοιαν, ἐκ τῶν χειρῶν δὲ | |
ἡνία ἠΐχθησαν· ὃ δ' ἔγχεϊ νύξε παραστὰς | 404 |
αἱ ἡνίαι ἐξηνέχθησαν, αὐτὸς δὲ δόρατι παραγενόμενος | |
γναθμὸν δεξιτερόν, διὰ δ' αὐτοῦ πεῖρεν ὀδόντων, | 405 |
ἔπληξε κατὰ τὴν δεξιὰν γνάθον, διεπέρασε δὲ διὰ τῶν ὀδόντων αὐτοῦ | |
ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς | 406 |
ἔσυρε δὲ ἀπὸ τοῦ δόρατος λαβὼν ὑπεράνω τῆς περιφερείας τοῦ ἅρματος, ὥσπερ ὅτε τις ἀνὴρ | |
πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν | 407 |
ἐπὶ πέτρᾳ προβεβλημένῃ εἰς τὴν θάλασσαν καθήμενος, ἰχθὺν μέγαν καὶ ἀήθη | |
ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ· | 408 |
ἐκ τῆς θαλάσσης ἔξω ἕλκει λίνῳ, καὶ σιδήρῳ λαμπρῷ, | |
ὣς ἕλκ' ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ, | 409 |
ἤτοι τῇ διὰ λίνου, ἢ νεύρων, ἢ τριχῶν ὁρμιᾷ. οὕτως εἷλκεν ἐκ τοῦ σχήματος χαίνοντα δόρατι λαμπρῷ, | |
κὰδ δ' ἄρ' ἐπὶ στόμ' ἔωσε· πεσόντα δέ μιν λίπε θυμός. | 410 |
κατώθησε δὲ ἐπὶ στόμα, πεσόντα δὲ αὐτὸν ἀπέλιπεν ἡ ψυχή. | |
αὐτὰρ ἔπειτ' Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ | 411 |
μετὰ ταῦτα δὲ Ἐρύαλον ἐφορμῶντα ἔτρωσε πέτρᾳ | |
μέσσην κὰκ κεφαλήν· ἣ δ' ἄνδιχα πᾶσα κεάσθη | 412 |
κατὰ τὸ μέσον τῆς κεφαλῆς, αὕτη δὲ εἰς δύο πᾶσα ἐσχίσθη | |
ἐν κόρυθι βριαρῇ· ὃ δ' ἄρα πρηνὴς ἐπὶ γαίῃ | 413 |
ἐν τῇ στερεᾷ περικεφαλαίᾳ, οὗτος δὲ ἐπὶ πρόσωπον κατὰ γῆς | |
κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής. | 414 |
κατέπεσε, περὶ αὐτὸν δὲ ὁ θάνατος ἐπεχύθη ὁ τὴν ψυχὴν ἀποχωρίζων. | |
αὐτὰρ ἔπειτ' Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην | 415 |
μετὰ ταῦτα δὲ Ερύμαντα, καὶ Ἀμφοτερόν, καὶ Ἐπάλτην, | |
Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε | 416 |
καὶ Τληπόλεμον τὸν υἱὸν τοῦ Δαμάστορος, καὶ Ἐχίον, καὶ Πύρην, | |
Ἰφέα τ' Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον | 417 |
καὶ Ἰφέα, καὶ Εὔιππον, καὶ Ἀργεάδην τὸν πολυθρέμμονα, | |
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. | 418 |
πάντας ἀλλεπαλλήλους καθεῖλεν ἐπὶ τὴν γῆν τὴν πολλὰ τρέφουσαν. | |
Σαρπηδὼν δ' ὡς οὖν ἴδ' ἀμιτροχίτωνας ἑταίρους | 419 |
[]ὁ Σαρπεδὼν δὲ ἐπειδὴ ἐθεάσατο τοὺς φίλους ἐσκυλευμένους, ἀναιρεθέντας | |
χέρσ' ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας, | 420 |
ὑπὸ τῶν χειρῶν τοῦ Πατρόκλου τοῦ υἱοῦ τοῦ Μενοιτίου, | |
κέκλετ' ἄρ' ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν· | 421 |
ἐκέλευσε δὴ τοῖς ἰσοθέοις Λυκίοις ὀνειδίζων· | |
αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε. | 422 |
αἰσχύνη ἔστω, ὦ Λύκιοι, ποῦ φεύγετε; νυνὶ ἀγαθοὶ καὶ ταχεῖς εἰς τὸ πολεμεῖν γένεσθε· | |
ἀντήσω γὰρ ἐγὼ τοῦδ' ἀνέρος, ὄφρα δαείω | 423 |
ἀπαντήσω γὰρ ἐγὼ τούτῳ τῷ ἀνδρί, ὅπως μάθω, | |
ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε | 424 |
τίς οὗτος κρατεῖ καὶ νικᾷ, καὶ δὴ πολλὰ δεινὰ πεποίηκε | |
Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ' ἔλυσεν. | 425 |
τοὺς Τρῷας, ἐπειδὴ πολλῶν καὶ ἀνδρείων γόνατα παρέλυσεν. | |
ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. | 426 |
[]εἶπε δή, καὶ ἐκ τοῦ δίφρου σὺν τοῖς ὅπλοις κατεπήδησεν ἐπὶ τὴν γῆν. | |
Πάτροκλος δ' ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου. | 427 |
ὁ Πάτροκλος δὲ ἐκ τοῦ ἑτέρου μέρους ἐπειδὴ ἐθεάσατο, κατεπήδησεν ἐκ τοῦ ὀχήματος. | |
οἳ δ' ὥς τ' αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι | 428 |
οὗτοι δὲ ὥσπερ γῦπες καμπυλώνυχες ἐπικαμπῆ τὰ ῥάμφη ἔχοντες | |
πέτρῃ ἐφ' ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται, | 429 |
ἐπὶ ὑψηλῇ πέτρᾳ μεγάλως κράζοντες μάχονται· | |
ὣς οἳ κεκλήγοντες ἐπ' ἀλλήλοισιν ὄρουσαν. | 430 |
οὕτως οὗτοι βοῶντες κατ᾿ ἀλλήλων ἐφώρμησαν. | |
τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω, | 431 |
τούτους δὲ θεασάμενος ᾤκτειρεν ὁ υἱὸς τοῦ Κρόνου τοῦ σκολιοβούλου, | |
Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε· | 432 |
εἶπε δὲ πρὸς τὴν Ἥραν τὴν ἀδελφὴν καὶ γαμετὴν αὑτοῦ· | |
ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν | 433 |
οἴμοι ἐγώ, ἐπειδή μοι Σαρπηδόνα τὸν φίλτατον τῶν ἀνδρῶν | |
μοῖρ' ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι. | 434 |
εἱμαρμένον ἐστὶν ἀναιρεθῆναι ὑπὸ Πατρόκλου τοῦ υἱοῦ τοῦ Μενοιτίου· | |
διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι, | 435 |
διχῶς δέ μοι ἡ καρδία προθυμεῖται διανοουμένῳ ἐν τῷ λογιστικῷ, | |
ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης | 436 |
ἢ ζῶντα αὐτὸν ἀπὸ τοῦ πολέμου τοῦ δακρύων γέμοντος | |
θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ, | 437 |
ἀναρπάσας θῶ ἐν τῷ εὐδαίμονι δήμῳ τῆς Λυκίας, | |
ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω. | 438 |
ἢ ἤδη ἀνακτείνω διὰ τῶν χειρῶν τοῦ υἱοῦ τοῦ Μενοιτίου. | |
τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη· | 439 |
[]πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ἡ εὐόφθαλμος σεβαστὴ Ἥρα· | |
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. | 440 |
ὦ χαλεπώτατε υἱὲ τοῦ Κρόνου, τίνα τοῦτον λόγον εἶπας; | |
ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ | 441 |
ἄνδρα θνητὸν ὑπάρχοντα πάλαι κεκριμένον τῇ μοίρᾳ, | |
ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι; | 442 |
πάλιν βούλει τοῦ κακοήχου θανάτου ἀπαλλάξαι· | |
ἔρδ'· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. | 443 |
πράττε, πάντες δὲ οἱ ἄλλοι θεοὶ οὐδαμῶς ἐπαινοῦμεν ταυτί· | |
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν· | 444 |
ἄλλο δέ σοι ἐρῶ, σὺ δὲ ἔμβαλον αὐτὸ εἰς τὴν σὴν διάνοιαν. | |
αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ, | 445 |
ἐὰν ζῶντα πέμψῃς τὸν Σαρπηδόνα εἰς τὸν ἑαυτοῦ οἶκον, | |
φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος | 446 |
λογίζου μή τις μετὰ ταῦτα καὶ ἄλλος ἀπὸ τῶν θεῶν ἐθέλῃ | |
πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης· | 447 |
πέμπειν τὸν ἑαυτοῦ ἀγαπητὸν υἱὸν ἀπὸ τῆς ἰσχυρᾶς μάχης· | |
πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται | 448 |
πολλοὶ γὰρ περὶ τὴν μεγάλην πόλιν τοῦ Πριάμου πολεμοῦσιν | |
υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις. | 449 |
υἱοὶ θεῶν ἀθανάτων, οἷς ὀργὴν χαλεπὴν ἐμποιήσεις· | |
ἀλλ' εἴ τοι φίλος ἐστί, τεὸν δ' ὀλοφύρεται ἦτορ, | 450 |
ἀλλ' εἴ σοι ἀρεστόν ἐστιν, ἡ σὴ δὲ ψυχὴ ἐλεεῖ καὶ θλίβεται, | |
ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ | 451 |
αὐτὸν μὲν ἄφες ἐν κραταίῳ πολέμῳ | |
χέρσ' ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι· | 452 |
ἀναιρεθῆναι ὑπὸ τοῦ Πατρόκλου τοῦ υἱοῦ τοῦ Μενοιτίου· | |
αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών, | 453 |
ἐπειδὰν δὲ τοῦτον ἀπολίπῃ ἡ ψυχή τε καὶ ἡ ζωή, | |
πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον | 454 |
πέμψον τόν τε θάνατον, καὶ τὸν δυσέκδυτον ὕπνον φέρειν αὐτόν, | |
εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται, | 455 |
ἕως ἂν ἀφίκωνται εἰς τὸν δῆμον τῆς εὐρυχώρου Λυκίας, | |
ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε | 456 |
ἐκεῖ δὲ αὐτὸν ἐνταφιάζουσιν οἱ ἀδελφοί τε καὶ συγγενεῖς καὶ φίλοι, καὶ πολῖται | |
τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων. | 457 |
τάφῳ τε καὶ ἐπιγράμματι· αὕτη γάρ ἐστι τῶν ἀποθανόντων τιμή. | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε· | 458 |
[]οὕτως εἶπεν· ὑπήκουσε δὲ ὁ πατὴρ τῶν ἀνθρώπων τε καὶ τῶν θεῶν, | |
αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε | 459 |
ψεκάδας δὲ αἱματώδεις κατέχεεν ἐπὶ τὴν γῆν, | |
παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε | 460 |
τὸν ἀγαπητὸν υἱὸν τιμῶν, ὃν αὐτῷ Πάτροκλος ἔμελλεν | |
φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης. | 461 |
ἀναιρήσειν ἐν τῇ εὐγέῳ Τροίᾳ πόρρω τῆς πατρίδος. | |
οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες, | 462 |
[]οὗτοι δὲ ὁπηνίκα δὴ ἐγγὺς ἦσαν ἐπαλλήλους ἐρχόμενοι, | |
ἔνθ' ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον, | 463 |
τότε Πάτροκλος μὲν τὸν ὑπερένδοξον Θρασύδημον, | |
ὅς ῥ' ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος, | 464 |
ὃς δὴ γενναῖος θεράπων ἦν τοῦ βασιλέως Σαρπηδόνος, | |
τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα. | 465 |
τοῦτον ἔτρωσε κατὰ τὸ ἔσχατον τῆς γαστρός, παρέλυσε δὲ καὶ ἐνέκρωσε τὰ μέλη αὐτοῦ. | |
Σαρπηδὼν δ' αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ | 466 |
ὁ Σαρπηδὼν δὲ αὐτοῦ μὲν ἀπέτυχε τῷ λαμπρῷ δόρατι | |
δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον | 467 |
ὕστερος ὁρμήσας, Πήδασον δὲ οὗτος τὸν ἵππον ἔτρωσε | |
ἔγχεϊ δεξιὸν ὦμον· ὃ δ' ἔβραχε θυμὸν ἀΐσθων, | 468 |
τῷ δόρατι κατὰ τὸν δεξιὸν ὦμον, οὗτος δὲ ἤχησε τὴν ψυχὴν ἀποπνέων, | |
κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών, ἀπὸ δ' ἔπτατο θυμός. | 469 |
κατέπεσε δὲ ἐπὶ τὴν κόνιν μηκησάμενος, ἀπέπτη δὲ ἡ ψυχή. | |
τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι | 470 |
οὗτοι δὲ διέστησαν, ἔτριγε δὲ καὶ ἤχει τὸ ζυγὸν τῇ παρατρίψει· αἱ ἡνίαι δ' αὐτοῖς | |
σύγχυτ', ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι. | 471 |
συνεχέθησαν, ἐπειδὴ ὁ παρεζευγμένος περισσὸς ἵππος ἔκειτο ἐν τῇ κόνει κατὰ γῆς· | |
τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ· | 472 |
τούτου μὲν οὖν τέλος ηὗρεν Αὐτομέδων ὁ κατὰ πόλεμον ἔνδοξος | |
σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ | 473 |
ἑλκύσας τὴν ἐκτεταμένην ῥομφαίαν ἐκ τοῦ παχέος μηροῦ, | |
ἀΐξας ἀπέκοψε παρήορον οὐδ' ἐμάτησε· | 474 |
ὁρμήσας ἀπέτεμε τὸν παρεζευγμένον ἵππον, οὐδὲ ὑστέρησεν. | |
τὼ δ' ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν· | 475 |
οὗτοι δὲ εἰς ὀρθὸν κατέστησαν, ἐνεταννύσθησαν δὲ καὶ εὐθύνθησαν τοῖς ἑλκυστῆρσι, καὶ ταῖς ἡνίαις· | |
τὼ δ' αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο. | 476 |
οὗτοι δὲ πάλιν συνήρχοντο ἔριδος ἕνεκα καὶ μάχης ψυχοφθόρου. | |
ἔνθ' αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ, | 477 |
[]τότε δὴ Σαρπηδὼν μὲν ἀπέτυχε καὶ ἥμαρτε τῷ λαμπρῷ δόρατι, | |
Πατρόκλου δ' ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ' ἀκωκὴ | 478 |
ὑπὲρ τὸν ὦμον δὲ τὸν ἀριστερὸν τοῦ Πατρόκλου ἠνέχθη τὸ ὀξὺ | |
ἔγχεος, οὐδ' ἔβαλ' αὐτόν· ὃ δ' ὕστερος ὄρνυτο χαλκῷ | 479 |
τοῦ δόρατος, οὐδὲ ἔτρωσεν αὐτόν· ὁ δὲ δεύτερος ὥρμησε μετὰ τοῦ σιδήρου | |
Πάτροκλος· τοῦ δ' οὐχ ἅλιον βέλος ἔκφυγε χειρός, | 480 |
ὁ Πάτροκλος, τούτου δὲ τὸ δόρυ οὐκ ἐξηνέχθη τῆς χειρὸς ματαίως, | |
ἀλλ' ἔβαλ' ἔνθ' ἄρα τε φρένες ἔρχαται ἀμφ' ἁδινὸν κῆρ. | 481 |
ἀλλ' ἔτρωσεν ἔνθα τὸ ὑπὸ τὸν πνεύμονα διάζωμα τοῦ θώρακος εἰργμένον ἐστὶν περὶ τὴν πυκνὴν καρδίαν· | |
ἤριπε δ' ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς | 482 |
κατέπεσε δὲ ὥσπερ ὅτε τις δρῦς κατέπεσεν ἡ λεύκη, | |
ἠὲ πίτυς βλωθρή, τήν τ' οὔρεσι τέκτονες ἄνδρες | 483 |
ἢ πίτυς ὑψηλή, ἣν ἐν τοῖς ὄρεσιν ἄνδρες ξυλουργοί | |
ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι· | 484 |
ἀπέκοψαν πελέκεσι νεωστὶ ἠκονημένοις, ναυπηγήσιμον εἶναι. | |
ὣς ὃ πρόσθ' ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς | 485 |
οὕτως αὐτὸς ἔμπροσθεν τῶν ἵππων καὶ τοῦ ὀχήματος ἔκειτο ἐκτεταμένος, | |
βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. | 486 |
ἦχον ἀποτελέσας, κόνεως δραξάμενος ᾑμαγμένης. | |
ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν | 487 |
ὥσπερ δὲ ταῦρον ἀπέκτεινε λέων εἰς τὴν ἀγέλην ἐλθὼν | |
αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι, | 488 |
πυρρόν, εὔτολμον καὶ γενναῖον ἐν τοῖς βουσὶ τοῖς ἑλίσσουσι τοὺς πόδας κατὰ τὴν πορείαν, | |
ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος, | 489 |
καὶ ἀπώλετο στενάζων ὑπὸ τῶν καμπύλων ὀνύχων τοῦ λέοντος· | |
ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων | 490 |
οὕτως ὑπὸ τοῦ Πατρόκλου ὁ ἡγεμὼν τῶν ὁπλιτῶν Λυκίων | |
κτεινόμενος μενέαινε, φίλον δ' ὀνόμηνεν ἑταῖρον· | 491 |
ἀναιρούμενος ἐλειποψύχει, τὸν ἀγαπητὸν δὲ φίλον ἐξ ὀνόματος ἐκάλεσε λέγων· | |
Γλαῦκε πέπον πολεμιστὰ μετ' ἀνδράσι νῦν σε μάλα χρὴ | 492 |
ὦ προσηνέστατε Γλαῦκε, μαχητὰ ἐν τοῖς ἀνδράσι, νυνί σε δεῖ μάλα | |
αἰχμητήν τ' ἔμεναι καὶ θαρσαλέον πολεμιστήν· | 493 |
πολεμιστὴν εἶναι, καὶ εὔτολμον μαχητήν· | |
νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι. | 494 |
νυνί σοι δι' ἐπιθυμίας ἔστω ὁ χαλεπὸς πόλεμος, εἰ ταχὺς καὶ γενναῖος ὑπάρχεις· | |
πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας | 495 |
πρῶτον μὲν παρόξυνον τοὺς ἄνδρας τοὺς ἡγεμόνας τῶν Λυκίων, | |
πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι· | 496 |
πανταχοῦ πορευόμενος πολεμεῖν ἕνεκα τοῦ Σαρπηδόνος, | |
αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ. | 497 |
μετὰ ταῦτα δὲ καὶ σὺ μάχου διὰ τοῦ σιδήρου περὶ ἐμοῦ. | |
σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος | 498 |
σοὶ γὰρ ἐγὼ καὶ μετὰ ταῦτα αἴτιος αἰσχύνης καὶ ὀνείδους | |
ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μ' Ἀχαιοὶ | 499 |
γενήσομαι κατὰ πάντα τὸν χρόνον μέχρι τέλους, ἐάν με οἱ Ἕλληνες | |
τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα. | 500 |
τὰ ὅπλα ἀφέλωνται ἐν τῇ μάχῃ τῶν νεῶν ἀποθανόντι, | |
ἀλλ' ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα. | 501 |
ἀλλ' ἀνθίστασο ἰσχυρῶς καὶ γενναίως, διέγειρε δὲ καὶ πρότρεψον πάντα τὸν στρατόν. | |
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν | 502 |
[]οὕτω δὴ εἰπόντα αὐτὸν ἐκάλυψε τὸ τέλος τοῦ θανάτου, | |
ὀφθαλμοὺς ῥῖνάς θ'· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων | 503 |
κατά τε ὀφθαλμούς, καὶ τὰς ῥῖνας· οὗτος δὲ λακτικῶς ἐν τῷ στήθει πατῶν | |
ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο· | 504 |
εἷλκεν ἐκ τοῦ σώματος τὸ δόρυ, πρὸς αὐτῷ καὶ οἱ ὑμένες εἵλκοντο τοῦ διαφράγματος, | |
τοῖο δ' ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσ' αἰχμήν. | 505 |
ὁμοῦ δὲ τὴν ψυχὴν αὐτοῦ καὶ τὴν ἐπιδορατίδα τοῦ δόρατος ἐξείλκυσεν. | |
Μυρμιδόνες δ' αὐτοῦ σχέθον ἵππους φυσιόωντας | 506 |
οἱ Μυρμιδόνες δὲ αὐτόθι τοὺς ἵππους κατέσχον ἀσθμαίνοντας | |
ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματ' ἀνάκτων. | 507 |
ὁρμῶντας φεύγειν, ἐπειδὴ ἠρημώθησαν τὰ ἅρματα τῶν βασιλέων. | |
Γλαύκῳ δ' αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι· | 508 |
[]τῷ Γλαύκῳ δὲ λύπη χαλεπὴ ἐγένετο ἀκούοντι τῆς φωνῆς, | |
ὠρίνθη δέ οἱ ἦτορ ὅ τ' οὐ δύνατο προσαμῦναι. | 509 |
παρωξύνθη δὲ αὐτοῦ ἡ ψυχή, οὐκ ἐδύνατο δὲ αὐτὸς βοηθῆσαι, | |
χειρὶ δ' ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν | 510 |
τῇ χειρὶ δὲ λαβών, συνέσφιγγε τὸν βραχίονα, κατεπόνει γὰρ αὐτὸν | |
ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ | 511 |
τὸ τραῦμα, ὃ δὴ αὐτὸν ἐφορμῶντα ἔτρωσεν ὁ Τεῦκρος ὀϊστῷ | |
τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων. | 512 |
ἀπὸ τοῦ ὑψηλοῦ τείχους τὸν θάνατον τοῖς φίλοις ἀποσοβῶν. | |
εὐχόμενος δ' ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι· | 513 |
εὐχὴν δὲ ποιούμενος εἶπε τῷ πόρρωθεν βάλλοντι Ἀπόλλωνι. | |
κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ | 514 |
ἐπάκουσον, ὦ βασιλεῦ, ὅστις ἐν τῷ εὐδαίμονι δήμῳ τῆς Λυκίας διατρίβεις, | |
εἲς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντοσ' ἀκούειν | 515 |
ἢ ἐν τῇ Τροίᾳ, σὺ δὲ δύνασαι πάντοθεν ἀκούειν | |
ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει. | 516 |
ἀνδρὶ λυπουμένῳ, ὥσπερ νυνὶ ἐμὲ λύπη κατέχει, | |
ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ | 517 |
τραῦμα μὲν γὰρ ἔχω τοῦτο χαλεπόν, ἡ χεὶρ δέ μοι | |
ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα | 518 |
περιπέπαρται ὀδύναις σφοδραῖς, οὐδέ μοι τὸ αἷμα | |
τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπ' αὐτοῦ· | 519 |
ξήρανθῆναι δύναται, βεβάρυται δέ μοι ὁ ὦμος ὑπ' αὐτοῦ | |
ἔγχος δ' οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι | 520 |
τὸ δόρυ δὲ οὐ δύναμαι κρατῆσαι ἀσφαλῶς, οὐδὲ πολεμεῖν | |
ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δ' ὤριστος ὄλωλε | 521 |
τοῖς ἐχθροῖς παραγενόμενος· ἀνὴρ δὲ ἄριστος τέθνηκε | |
Σαρπηδὼν Διὸς υἱός· ὃ δ' οὐ οὗ παιδὸς ἀμύνει. | 522 |
Σαρπηδὼν ὁ υἱὸς τοῦ Διός, αὐτὸς δὲ οὐδὲ τῷ ἑαυτοῦ υἱῷ βοηθεῖ· | |
ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι, | 523 |
ἀλλὰ σύ γε, ὦ βασιλεῦ, τόδε μοι τὸ χαλεπὸν τραῦμα θεράπευσον, | |
κοίμησον δ' ὀδύνας, δὸς δὲ κράτος, ὄφρ' ἑτάροισι | 524 |
καταπράυνον δὲ τὰς ὀδύνας, παράσχου δὲ δύναμιν, ὅπως ἂν τοῖς φίλοις | |
κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν, | 525 |
παρακελευσάμενος τοῖς Λυκίοις ἐρεθίσω μάχεσθαι, | |
αὐτός τ' ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι. | 526 |
κἀγὼ περὶ τὸν τεθνηκότα νεκρὸν πολεμῷ. | |
ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων. | 527 |
[]οὕτως εἶπεν εὐχὴν ποιούμενος· τούτου δὲ ἐπήκουσεν Ἀπόλλων, ὁ καθαρός, | |
αὐτίκα παῦσ' ὀδύνας ἀπὸ δ' ἕλκεος ἀργαλέοιο | 528 |
παραχρῆμα δὲ ἔπαυσε τὰς ὀδύνας, ἀπὸ τοῦ ὀδυνηροῦ δὲ τραύματος | |
αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ. | 529 |
τὸ μέλαν αἷμα ἐξήρανεν, δύναμιν δὲ αὐτῷ εὔτολμον ἐνέβαλεν εἰς τὴν ψυχήν. | |
Γλαῦκος δ' ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε | 530 |
ὁ Γλαῦκος δὲ ἐνόησεν ἐν τῇ ἑαυτοῦ διανοίᾳ καὶ ἐχάρη, | |
ὅττί οἱ ὦκ' ἤκουσε μέγας θεὸς εὐξαμένοιο. | 531 |
ὅτι αὐτῷ ταχέως ἤκουσεν ὁ μέγας θεὸς εὐξαμένου αὐτοῦ. | |
πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας | 532 |
πρῶτον μὲν οὖν διήγειρε τοὺς ἄνδρας τοὺς ἡγεμόνας τῶν Λυκίων, | |
πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι· | 533 |
πάντοσε πορευόμενος πολεμεῖν ἕνεκα τοῦ Σαρπηδόνος· | |
αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων | 534 |
μετὰ ταῦτα δὲ πρὸς τοὺς Τρῷας ἐπορεύετο μεγάλως προβαίνων, | |
Πουλυδάμαντ' ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον, | 535 |
ἐπὶ Πολυδάμαντα τὸν υἱὸν τοῦ Πάνθου, καὶ τὸν ἐνδοξότατον Ἀγήνορα· | |
βῆ δὲ μετ' Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν, | 536 |
ἐπορεύθη δὲ πρὸς τὸν Αἰνείαν καὶ τὸν Ἕκτορα τὸν σιδήρῳ καθωπλισμένον. | |
ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· | 537 |
πλησίον δὲ στὰς λόγους ταχεῖς ἔλεγε πρὸς αὐτούς· | |
Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων, | 538 |
ὦ Ἕκτορ νυνὶ δὴ παντελῶς ἐξελάθου τῶν βοηθῶν, | |
οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης | 539 |
οἳ ἕνεκά σου πόρρω τῶν φίλων καὶ συγγενῶν καὶ τῆς πατρίδος γῆς | |
θυμὸν ἀποφθινύθουσι· σὺ δ' οὐκ ἐθέλεις ἐπαμύνειν. | 540 |
τὴν ψυχὴν ἀποβάλλουσι, σὺ δὲ οὐκ ἐθέλεις βοηθεῖν· | |
κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων, | 541 |
τέθνηκε Σαρπηδὼν ὁ ἀρχηγὸς τῶν ὁπλιτῶν Λυκίων, | |
ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ· | 542 |
ὃς τὴν Λυκίαν ἔσωζε δικαιοσύνῃ τε καὶ δυνάμει ἰδίᾳ· | |
τὸν δ' ὑπὸ Πατρόκλῳ δάμασ' ἔγχεϊ χάλκεος Ἄρης. | 543 |
τοῦτον δὲ διὰ τοῦ Πατρόκλου ἀπέκτεινε δόρατι ὁ σιδηροῦς Ἄρης· | |
ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ, | 544 |
ἀλλ᾽ ὦ φίλοι παράστητε καὶ βοηθήσατε, αἰσχύνθητε δὲ ἐν τῇ ψυχῇ, | |
μὴ ἀπὸ τεύχε' ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν | 545 |
μὴ ἀφέλωνται τὰ ὅπλα, ὑβρίσωσι δὲ τὸν νεκρὸν | |
Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο, | 546 |
οἱ Μυρμιδόνες ὀργιζόμενοι ἕνεκα τῶν Ἑλλήνων ὅσον τεθνήκασιν, | |
τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν. | 547 |
οὓς παρὰ ταῖς ταχείαις ναυσὶν ἀπεκτείναμεν τοῖς δόρασιν. | |
ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος | 548 |
[]οὕτως εἶπε· τοὺς Τρῷας δὲ ἐκ κεφαλῆς κατέλαβε πένθος | |
ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος | 549 |
ἀφόρητον οὐκ ὑπομονητόν, ἐπειδὴ αὐτοῖς ὑποστήριγμα τῆς πόλεως | |
ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμ' αὐτῷ | 550 |
ἦν, καίπερ ὢν ξένος καὶ ἀλλογενής· πολλοὶ γὰρ μετ᾿ αὐτοῦ | |
λαοὶ ἕποντ', ἐν δ' αὐτὸς ἀριστεύεσκε μάχεσθαι· | 551 |
λαοὶ ἠκολούθουν, ἐν τούτοις δὲ αὐτὸς ἠνδραγάθει μαχόμενος· | |
βὰν δ' ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δ' ἄρά σφιν | 552 |
ἐπορεύθησαν δὲ εὐθὺ τῶν Ἑλλήνων προθύμως, ἡγεῖτο δ' αὐτοῖς | |
Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς | 553 |
ὁ Ἕκτωρ ὀργιζόμενος ἕνεκα τοῦ Σαρπηδόνος· τοὺς Ἕλληνας δὲ | |
ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ· | 554 |
διήγειρεν ἡ τοῦ Πατρόκλου τοῦ υἱοῦ τοῦ Μενοιτίου συνετή ψυχή | |
Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ· | 555 |
πρὸς τοὺς Αἴαντας πρῶτον προεῖπε προθυμούμενος καὶ αὐτούς. | |
Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω, | 556 |
ὦ Αἴαντες νῦν ὑμῖν ἀρεστὸν ἔστω μάχεσθαι, | |
οἷοί περ πάρος ἦτε μετ' ἀνδράσιν ἢ καὶ ἀρείους. | 557 |
ὁποῖοι καὶ πρότερον ὑπήρχετε ἐν τοῖς ἀνδράσιν, ἢ καὶ βελτίους. | |
κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν | 558 |
τέθνηκεν ἀνὴρ ὃς πρῶτος εἰσεπήδησε τὸ τεῖχος τῶν Ἑλλήνων, | |
Σαρπηδών· ἀλλ' εἴ μιν ἀεικισσαίμεθ' ἑλόντες, | 559 |
ὁ Σαρπηδών, ἀλλ᾽ εἴγ᾽ αὐτὸν ὑβρίσαιμεν λαβόντες | |
τεύχεά τ' ὤμοιιν ἀφελοίμεθα, καί τιν' ἑταίρων | 560 |
καὶ τὰ ὅπλα ἀφελοίμεθα τῶν ὤμων, καί τινα τῶν φίλων | |
αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ. | 561 |
αὐτοῦ μαχομένων ἀνέλοιμεν σιδήρῳ ἀνηλεεῖ. | |
ὣς ἔφαθ', οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον. | 562 |
[]οὕτως εἶπεν· ἔτι δὲ καὶ αὐτοὶ βοηθῆσαι προεθυμοῦντο. | |
οἳ δ' ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας | 563 |
ἐπεὶ δὲ οὗτοι ἑκατέρωθεν ἐνεδυνάμωσαν τὰς τάξεις | |
Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί, | 564 |
οἱ Τρῷες, καὶ οἱ Λύκιοι, καὶ οἱ Μυρμιδόνες, καὶ οἱ λοιποὶ Ἕλληνες, | |
σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι | 565 |
συνέβαλον πολεμεῖν περὶ τὸν τεθνηκότα νεκρὸν | |
δεινὸν ἀΰσαντες· μέγα δ' ἔβραχε τεύχεα φωτῶν. | 566 |
φοβερῶς βοήσαντες, μεγάλως δὲ ἤχησαν τὰ ὅπλα τῶν ἀνδρῶν. | |
Ζεὺς δ' ἐπὶ νύκτ' ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ, | 567 |
ὁ Ζεὺς δὲ σκότος χαλεπὸν καὶ ὀλέθριον ἐξέτεινεν ἐπὶ τῇ κραταιᾷ μάχῃ, | |
ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη. | 568 |
ὅπως ἂν περὶ τοῦ ἀγαπητοῦ υἱοῦ πόνος ὀλέθριος πολέμου γένοιτο. | |
ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς· | 569 |
[]ἀπεκρούσαντο δὲ πρότερον οἱ Τρῷες τοὺς ἀξιοθεάτους Ἕλληνας, | |
βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν | 570 |
ἐτρώθη γὰρ ἀνὴρ κράτιστος ἐν τοῖς Μυρμιδόσιν, | |
υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς, | 571 |
υἱὸς τοῦ μεγαλοψύχου Ἀγακλέους ὁ ἐνδοξότατος Ἐπειγεύς, | |
ὅς ῥ' ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε | 572 |
ὃς δὴ ἐν τῷ Βουδείῳ τῷ καλῶς οἰκουμένῳ ἐβασίλευε | |
τὸ πρίν· ἀτὰρ τότε γ' ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας | 573 |
τὸ πρῶτον, τότε δὲ ἀδελφιδοῦν χρηστὸν φονεύσας, | |
ἐς Πηλῆ' ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν· | 574 |
ἱκέτης ἀφίκετο πρὸς τὸν Πηλέα, καὶ πρὸς τὴν λευκόποδα Θέτιν· | |
οἳ δ' ἅμ' Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι | 575 |
οὗτοι δὲ ἔπεμψαν ἀκολουθεῖν Ἀχιλλεῖ τῷ ἀνδρείῳ | |
Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο. | 576 |
εἰς τὸ καλοὺς ἵππους ἔχον Ἴλιον, ἵνα τοῖς Τρῳσὶ πολεμοίη· | |
τόν ῥα τόθ' ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ | 577 |
τοῦτον δὴ τότε ἁπτόμενον τοῦ νεκροῦ ἔπληξεν ὁ λαμπρὸς Ἕκτωρ | |
χερμαδίῳ κεφαλήν· ἣ δ' ἄνδιχα πᾶσα κεάσθη | 578 |
λίθῳ χειροπληθεῖ κατὰ τὴν κεφαλήν, αὕτη δὲ εἰς δύο πᾶσα ἐσχίσθη | |
ἐν κόρυθι βριαρῇ· ὃ δ' ἄρα πρηνὴς ἐπὶ νεκρῷ | 579 |
ἐν τῇ στερεᾷ περικεφαλαίᾳ, οὗτος δὲ ἐπὶ πρόσωπον ἐπάνω τοῦ νεκροῦ | |
κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής. | 580 |
κατέπεσε, περὶ αὐτὸν δὲ θάνατος ἐχέθη ὁ χωρίζων τὴν ψυχήν, | |
Πατρόκλῳ δ' ἄρ' ἄχος γένετο φθιμένου ἑτάροιο, | 581 |
τῷ Πατρόκλῳ δὲ λύπη ἐγένετο ἀποθανόντος τοῦ φίλου, | |
ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς | 582 |
ὥρμησε δὲ διὰ τῶν πρωταγωνιστῶν ὅμοιος ἱέρακι | |
ὠκέϊ, ὅς τ' ἐφόβησε κολοιούς τε ψῆράς τε· | 583 |
ταχεῖ, ὅστις εἰς φυγὴν ἔτρεψε τοὺς κολοιοὺς καὶ τοὺς ψῆρας. | |
ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε | 584 |
οὕτως εὐθὺς τῶν Λυκίων, ὦ Πάτροκλε ἱππικέ, | |
ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο. | 585 |
ὥρμησας καὶ Τρῴων, ὠργίσθης δὲ κατὰ τὴν ψυχὴν ἕνεκα τοῦ φίλου· | |
καί ῥ' ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν | 586 |
καὶ δὴ ἔτρωσε Σθενέλαον τὸν ἀγαπητὸν ὑπὸν τοῦ Ἰθαιμενοῦς | |
αὐχένα χερμαδίῳ, ῥῆξεν δ' ἀπὸ τοῖο τένοντας. | 587 |
κατὰ τὸν αὐχένα λίθῳ χειροπληθεῖ, διέκοψε δὲ ἀπ' αὐτοῦ τὰ νεῦρα, | |
χώρησαν δ' ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ. | 588 |
ὑπεχώρησαν δὲ οἵτε πρωταγωνισταὶ καὶ ὁ λαμπρὸς Ἕκτωρ· | |
ὅσση δ' αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται, | 589 |
ὅση δὲ ἀκοντίου ὁρμὴ ἐπιμήκους γίνεται, | |
ἥν ῥά τ' ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ | 590 |
ὃ δὲ ἂν ἀνὴρ ἀφῇ ἢ ἐν ἀγῶνι πεῖραν ἑαυτοῦ λαμβάνων, | |
ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων, | 591 |
ἢ καὶ ἐν πολέμῳ βάλλων ὑπὸ τῶν ψυχοφθόρων πολεμίων. | |
τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δ' Ἀχαιοί. | 592 |
τοσοῦτον ὑπεχώρησαν μὲν οἱ Τρῷες, ἐξήλασαν δὲ οἱ Ἕλληνες· | |
Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων | 593 |
ὁ Γλαῦκος δὲ πρῶτος ὁ ἡγεμὼν τῶν ὁπλιτῶν Λυκίων | |
ἐτράπετ', ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον | 594 |
ἐτράπη, ἀνεῖλε δὲ τὸν μεγαλόψυχον Βαθυκλέα | |
Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων | 595 |
τὸν ἀγαπητὸν υἱὸν τοῦ Χάλκωνος, ὃς ἐν Ἑλλάδι τὴν οἰκίαν οἰκῶν | |
ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι. | 596 |
πλούτῳ τε καὶ περιουσίᾳ διέπρεπε ἐπὶ τοῖς Μυρμιδόσι, καὶ ἔξοχος ἦν· | |
τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ | 597 |
τοῦτον μὲν οὖν ὁ Γλαῦκος ἔτρωσε κατὰ τὸ μέσον τοῦ στήθους τῷ δόρατι, | |
στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων· | 598 |
ἐπιστραφεὶς ἐξαίφνης, ὁπηνίκα αὐτὸν κατελάμβανε διώκων, | |
δούπησεν δὲ πεσών· πυκινὸν δ' ἄχος ἔλλαβ' Ἀχαιούς, | 599 |
ἐψόφησε δὲ καταπεσών, λύπη δὲ πυκνὴ καὶ μεγάλη κατέλαβε τοὺς Ἕλληνας, | |
ὡς ἔπεσ' ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο, | 600 |
ἐπειδὴ τέθνηκεν ἀνὴρ ἀνδρεῖος, μεγάλως δὲ οἱ Τρῷες ἐχάρησαν· | |
στὰν δ' ἀμφ' αὐτὸν ἰόντες ἀολλέες· οὐδ' ἄρ' Ἀχαιοὶ | 601 |
ἔστασαν δὲ περὶ αὐτὸν ἐλθόντες ἀθρόοι· οὐ μὴν οὐδὲ οἱ Ἕλληνες | |
ἀλκῆς ἐξελάθοντο, μένος δ' ἰθὺς φέρον αὐτῶν. | 602 |
ἐπελάθοντο τῆς ἰσχύος, δύναμιν δὲ εὔτολμον ἐπέφερον εὐθὺ αὐτῶν· | |
ἔνθ' αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν | 603 |
τότε δὴ Μηριόνης ἀπέκτεινεν ἄνδρα ὁπλίτην | |
Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς | 604 |
τῶν Τρῴων Λαόγονον, ὃς ἱερεὺς τοῦ Διὸς | |
Ἰδαίου ἐτέτυκτο, θεὸς δ' ὣς τίετο δήμῳ. | 605 |
τοῦ Ἰδαίου ἦν, καθάπερ δὲ θεὸς ἐτιμᾶτο ὑπὸ τοῦ δήμου· | |
τὸν βάλ' ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς | 606 |
τοῦτον ἔτρωσεν ὑποκάτω τῆς σιαγόνος καὶ τοῦ ὠτός, ταχέως δὲ ἡ ψυχὴ | |
ᾤχετ' ἀπὸ μελέων, στυγερὸς δ' ἄρα μιν σκότος εἷλεν. | 607 |
ἀνεχώρησεν ἀπὸ τῶν μελῶν, μισητὸν δὲ σκότος αὐτὸν κατέλαβεν. | |
Αἰνείας δ' ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν· | 608 |
ὁ Αἰνείας δὲ κατὰ Μηριόνου τὸ σιδηροῦν δόρυ ἀφῆκεν, | |
ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος. | 609 |
ἤλπιζε γὰρ ἐπιτεύξεσθαι αὐτοῦ ὑπὸ τὴν ἀσπίδα τιθέντος τοὺς πόδας, καὶ οὕτω προβαίνοντος. | |
ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος· | 610 |
ἀλλ᾿ οὗτος μὲν ἐναντίον θεασάμενος ἐξέκλινε τὸ σιδηροῦν δόρυ, | |
πρόσσω γὰρ κατέκυψε, τὸ δ' ἐξόπιθεν δόρυ μακρὸν | 611 |
κατέκυψε γὰρ ἔμπροσθεν, τὸ μακρὸν δὲ δόρυ ὄπισθεν | |
οὔδει ἐνισκίμφθη, ἐπὶ δ' οὐρίαχος πελεμίχθη | 612 |
εἰς τὸ ἔδαφος ἐνεπάγη, διεσείσθη δὲ ὁ σαυρωτὴρ | |
ἔγχεος· ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος Ἄρης. | 613 |
τοῦ δόρατος· ἐκεῖ δὲ μετὰ ταῦτα ἀφῆκε τὴν ὁρμὴν ὁ ἰσχυρὸς σίδηρος· | |
αἰχμὴ δ' Αἰνείαο κραδαινομένη κατὰ γαίης | 614 |
- | |
ᾤχετ', ἐπεί ῥ' ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. | 615 |
- | |
Αἰνείας δ' ἄρα θυμὸν ἐχώσατο φώνησέν τε· | 616 |
ὁ Αἰνείας δὲ βαρέως ὠργίσθη κατὰ ψυχήν, καὶ εἶπεν· | |
Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα | 617 |
ὦ Μηριόνη, ταχέως ἄν σε καίπερ ὄντα δεδιδαγμένον τὴν ἐνόπλιον ὄρχησιν | |
ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σ' ἔβαλόν περ. | 618 |
τὸ ἐμὸν δόρυ κατέπαυσε παντελῶς, εἴπερ σε ἔτρωσα. | |
τὸν δ' αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα· | 619 |
[]πρὸς τοῦτον δὲ Μηριόνης ὁ κατὰ πόλεμον ἔνδοξος ἐκ τοῦ ἐναντίου ἔλεγεν· | |
Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα | 620 |
ὦ Αἰνεία, ἀδύνατόν σε καίπερ ὄντα ἰσχυρὸν καὶ γενναῖον σβέσαι καὶ ἀφανίσαι τὴν δύναμιν | |
πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα | 621 |
πάντων τῶν ἀνθρώπων, ὃς ἂν ἐναντίον σου | |
ἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι. | 622 |
ἀφίκηται μαχόμενος, θνητὸς δὲ καὶ σὺ ὑπάρχεις. | |
εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ, | 623 |
καὶ εἰ ἐγώ σε τρώσαιμι ἐπιτυχῶν κατὰ τὸ μέσον τῷ ὀξεῖ σιδήρῳ, | |
αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς | 624 |
ταχέως ἂν, καίπερ ὢν κραταιὸς καὶ γενναῖος, καὶ θαρρῶν ταῖς χερσί, καὶ τῇ μεγάλῃ δυνάμει, | |
εὖχος ἐμοὶ δοίης, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ. | 625 |
καύχημα μὲν ἐμοὶ δοίης, τὴν ψυχὴν δὲ τῷ ᾅδῃ τῷ τοὺς ἐνδόξους ἔχοντι ἵππους. | |
ὣς φάτο, τὸν δ' ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός· | 626 |
[]οὕτως εἶπε. τοῦτον δὲ ἐπέπληξεν ὁ ἰσχυρὸς υἱὸς τοῦ Μενοιτίου λέγων· | |
Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις; | 627 |
ὦ Μηριόνη, διὰ τί σὺ ταῦτα καίπερ γενναῖος ὢν λέγεις, | |
ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι | 628 |
ὦ προσηνέστατε, οὐδαμῶς οἱ Τρῷες λόγοις ὀνειδιστικοῖς | |
νεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει. | 629 |
ἀναχωρήσουσι τοῦ νεκροῦ, πρίν τινα ἡ γῆ ἐμπεριλήψεται· | |
ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ' ἐνὶ βουλῇ· | 630 |
τέλος μὲν γὰρ πολέμου ἐν ταῖς χερσίν ἐστι, λόγων δὲ ἐν τῇ βουλῇ, | |
τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι. | 631 |
δι ὃ οὐδαμῶς δεῖ λόγον αὔξειν καὶ ἐκτείνειν, ἀλλὰ πολεμεῖν. | |
ὣς εἰπὼν ὃ μὲν ἦρχ', ὃ δ' ἅμ' ἕσπετο ἰσόθεος φώς. | 632 |
[]οὕτως εἰπών, ὁ μὲν ἡγεῖτο· ὁ δὲ συνείπετο ἀνὴρ ὅμοιος θεῷ· | |
τῶν δ' ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει | 633 |
τούτων δὲ ὥσπερ ἀνδρῶν δενδροκόπων βοὴ ἐγείρεται | |
οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετ' ἀκουή, | 634 |
ἐν τοῖς βασίμοις καὶ κοίλοις τόποις τοῦ ὄρους, πόρρω δε γίνεται ἀκοή· | |
ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης | 635 |
οὕτως αὐτῶν ἠγείρετο κτύπος ἀπὸ τῆς γῆς τῆς εὐρυχώρου, | |
χαλκοῦ τε ῥινοῦ τε βοῶν τ' εὐποιητάων, | 636 |
καὶ τοῦ σιδήρου, καὶ τῶν βυρσῶν, καὶ τῶν λαισηίων τῶν εὖ γεγονότων | |
νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν. | 637 |
πληττομένων τοῖς ξίφεσιν καὶ τοῖς διστόμοις δόρασιν· | |
οὐδ' ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον | 638 |
οὐδ᾽ ἂν ἔτι οὐδ᾽ ὁ πάνυ γνώριμος καὶ συνήθης τὸν ἐνδοξότατον Σαρπηδόνα | |
ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν | 639 |
ἐγνώρισεν, ἐπειδὴ βέλεσι, καὶ αἵματι, καὶ κόνει | |
ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους. | 640 |
ἐκ τῆς κεφαλῆς μέχρι τῶν ἄκρων ποδῶν ἐκεκάλυπτο διόλου· | |
οἳ δ' αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι | 641 |
οὗτοι δὲ ἀεὶ περὶ τὸν νεκρὸν συνανεστρέφοντο, ὥσπερ ὅταν αἱ μυῖαι | |
σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας | 642 |
ἐν τῇ ἐπαύλει τῶν προβάτων περιηχῶσι περὶ τὰς γεγαλακτωμένας καταπέλλας, | |
ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει· | 643 |
ἤτοι τὰ γαλακτοδόχα ἀγγεῖα ἐν τῷ καιρῷ τοῦ ἔαρος, ὁπηνίκα τὸ γάλα βρέχει τὰ ἀγγεῖα. | |
ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς | 644 |
οὕτω δὴ οὗτοι περὶ τὸν νεκρὸν συνανεστρέφοντο, οὐδὲ ὁ Ζεὺς πώποτε | |
τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ, | 645 |
ἔτρεψεν ἀπὸ τῆς κραταιᾶς μάχης τοὺς φωτεινοὺς ὀφθαλμούς, | |
ἀλλὰ κατ' αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ, | 646 |
ἀλλὰ κατ' αὐτοὺς ἀεὶ ἑώρα, καὶ ἐλογίζετο ἐν τῇ ψυχῇ | |
πολλὰ μάλ' ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων, | 647 |
πάνυ πολλὰ μεριμνῶν καὶ φροντίζων περὶ τοῦ θανάτου τοῦ Πατρόκλου· | |
ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ | 648 |
ἢ ἤδη κἀκεῖνον ἐν τῇ ἰσχυρᾷ μάχῃ | |
αὐτοῦ ἐπ' ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ | 649 |
αὐτόθι ἐπὶ τῷ ἰσοθέῳ Σαρπηδόνι ὁ λαμπρὸς Ἕκτωρ | |
χαλκῷ δῃώσῃ, ἀπό τ' ὤμων τεύχε' ἕληται, | 650 |
σιδήρῳ ἀποκτείνῃ, καὶ τὰ ὅπλα ἀφέληται τῶν ὤμων, | |
ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν. | 651 |
ἢ ἔτι καὶ πλείοσιν αὐξήσειεν κάματον ἀφανιστικόν, | |
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι | 652 |
οὕτω δὲ αὐτῷ διανοουμένῳ ἔδοξε βέλτιον εἶναι, | |
ὄφρ' ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος | 653 |
ἵνα ὁ γενναῖος θεράπων Ἀχιλλέως τοῦ υἱοῦ τοῦ Πηλέως | |
ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν | 654 |
ἐκ δευτέρου τούς τε Τρῷας, καὶ τὸν Ἕκτορα τὸν σιδήρῳ καθωπλισμένον | |
ὤσαιτο προτὶ ἄστυ, πολέων δ' ἀπὸ θυμὸν ἕλοιτο. | 655 |
ἀποδιώξειεν πρὸς τὴν πόλιν, πολλῶν δὲ ψυχὴν ἀφέλοιτο. | |
Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν· | 656 |
πρώτῳ δὲ πάντων τῷ Ἕκτορι φυγὴν ἀγενῇ ἐνέβαλεν· | |
ἐς δίφρον δ' ἀναβὰς φύγαδ' ἔτραπε, κέκλετο δ' ἄλλους | 657 |
ἀναβὰς δὲ εἰς τὸ ὄχημα εἰς φυγὴν ἐτράπη, ἐκέλευσε δὲ τοὺς ἄλλους | |
Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα. | 658 |
Τρῷας φεύγειν, ἔγνω γὰρ τὰς θείας πλάστιγγας τοῦ Διός. | |
ἔνθ' οὐδ' ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν | 659 |
τότε οὐδὲ οἱ ἰσχυροὶ Λύκιοι παρέμενον, ἀλλ᾽ εἰς φυγὴν ἐτράπησαν | |
πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ | 660 |
πάντες, ἐπειδὴ τὸν βασιλέα ἐθεάσαντο τετρωμένον τὴν καρδίαν, | |
κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπ' αὐτῷ | 661 |
κείμενον ἐν τῷ ἀθροίσματι τῶν νεκρῶν, πολλοὶ γὰρ σὺν αὐτῷ | |
κάππεσον, εὖτ' ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων. | 662 |
κατέπεσον, ὁπηνίκα μάχην κραταιὰν ἐξέτεινεν ὁ υἱὸς τοῦ Κρόνου. | |
οἳ δ' ἄρ' ἀπ' ὤμοιιν Σαρπηδόνος ἔντε' ἕλοντο | 663 |
οὗτοι δὲ ἀπὸ τῶν ὤμων τοῦ Σαρπηδόνος τὰ ὅπλα ἀφείλοντο | |
χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας | 664 |
σιδηρᾶ λάμποντα, ταῦτα δὲ ἐπὶ τὰς βαθείας ναῦς | |
δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός. | 665 |
φέρειν ἔδωκε τοῖς φίλοις ὁ ἰσχυρὸς υἱὸς τοῦ Μενοιτίου. | |
καὶ τότ' Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς· | 666 |
καὶ τότε Ζεὺς ὁ τὰς νεφέλας ἀθροίζων εἶπε πρὸς τὸν Ἀπόλλωνα. | |
εἰ δ' ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον | 667 |
ἄγε νῦν, ὦ ἀγαπητὲ Φοῖβε, τὸ μέλαν αἷμα κάθηρον | |
ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα | 668 |
παραγενόμενος ἀπὸ τῶν μελῶν τοῦ Σαρπηδόνος καὶ μετὰ ταῦτα αὐτὸν | |
πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι | 669 |
πολλῷ πόρρω τοῦ ἔμπροσθεν κομίσας λοῦσον καὶ νίψον τοῖς ῥεύμασι τοῦ ποταμοῦ, | |
χρῖσόν τ' ἀμβροσίῃ, περὶ δ' ἄμβροτα εἵματα ἕσσον· | 670 |
καὶ ἄλειψον ἀφθαρσίᾳ, ἱμάτια δὲ ἄφθαρτα ἔνδυσον, | |
πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι | 671 |
πέμψον δὲ αὐτὸν φέρεσθαι ταχέσι διακομισταῖς, | |
ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα | 672 |
τῷ Ὕπνῳ καὶ τῷ Θανάτῳ τοῖς διδύμοις, οἳ δὴ αὐτὸν ταχέως | |
θήσουσ' ἐν Λυκίης εὐρείης πίονι δήμῳ, | 673 |
καταθήσουσιν ἐν τῷ εὐδαίμονι δήμῳ τῆς μεγάλης Λυκίας, | |
ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε | 674 |
ἐκεῖ δ' αὐτὸν ἐνταφιάσουσιν οἱ ἀδελφοί τε καὶ συγγενεῖς καὶ πολῖται καὶ φίλοι | |
τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων. | 675 |
τάφῳ τε καὶ ἐπιγράμματι· αὕτη γάρ ἐστιν ἡ τῶν τεθνηκότων τιμή. | |
ὣς ἔφατ', οὐδ' ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων. | 676 |
[]οὕτως εἶπεν. οὐδὲ ἠπείθησε τῷ πατρὶ ὁ Ἀπόλλων, | |
βῆ δὲ κατ' Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν, | 677 |
ἐπορεύθη δὲ ἐκ τῶν τῆς Ἴδης ὀρέων εἰς τὴν χαλεπὴν μάχην, | |
αὐτίκα δ' ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας | 678 |
παραχρῆμα δὲ ἐκ τῶν βελῶν τὸν ἐνδοξότατον Σαρπηδόνα ἀνελόμενος | |
πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι | 679 |
πολλῷ πόρρω τοῦ ἔμπροσθεν κομίσας ἔλουσε καὶ ἔνιψε τοῖς ῥεύμασι τοῦ ποταμοῦ, | |
χρῖσέν τ' ἀμβροσίῃ, περὶ δ' ἄμβροτα εἵματα ἕσσε· | 680 |
καὶ ἤλειψεν ἀφθαρσίᾳ, ἱμάτια δὲ ἄφθαρτα ἐνέδυσεν, | |
πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι, | 681 |
ἔπεμψε δὲ αὐτὸν φέρεσθαι σὺν ταχέσι διακομισταῖς | |
ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα | 682 |
τῷ Ὕπνῳ καὶ τῷ Θανάτῳ τοῖς διδύμοις, οἱ δὴ αὐτὸν ταχέως | |
κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ. | 683 |
κατέθηκαν ἐν τῷ εὐδαίμονι δήμῳ τῆς μεγάλης Λυκίας. | |
Πάτροκλος δ' ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας | 684 |
[]ὁ Πάτροκλος δὲ τοῖς ἵπποις, καὶ τῷ Αὐτομέδοντι ἐπιτάξας | |
Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγ' ἀάσθη | 685 |
ἐπὶ τοὺς Τρῷας καὶ τοὺς Λυκίους ἔτρεχε, καὶ μεγάλως ἐβλάβη, | |
νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν | 686 |
ὁ μωρὸς καὶ ἀνόητος· εἰ δὲ τὸν λόγον ἐφύλαξε τοῦ υἱοῦ τοῦ Πηλέως, | |
ἦ τ' ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο. | 687 |
ὄντως που ἐξέφυγεν ἂν τὴν χαλεπὴν μοίραν τοῦ σκοτεινοῦ θανάτου· | |
ἀλλ' αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν· | 688 |
ἀλλ' ἀεὶ ὁ τοῦ Διὸς νοῦς ἰσχυρότερός ἐστιν, ἢ ὁ τοῦ ἀνδρός, | |
ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην | 689 |
ὅστις δὴ καὶ ἄνδρα ἰσχυρὸν καὶ ἀνδρεῖον ἐκφοβεῖ καὶ τρέπει, καὶ νίκην ἀφείλετο | |
ῥηϊδίως, ὅτε δ' αὐτὸς ἐποτρύνῃσι μάχεσθαι· | 690 |
ῥᾳδίως καὶ ὅταν αὐτὸς παροξύνῃ πολεμεῖν, | |
ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν. | 691 |
ὅστις αὐτῷ καὶ τότε προθυμίαν εἰς τὸ στῆθος ἐνέβαλε. | |
ἔνθα τίνα πρῶτον τίνα δ' ὕστατον ἐξενάριξας | 692 |
[]τότε τίνα πρῶτον, τίνα δὲ ἔσχατον ἀπέκτεινας, | |
Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν; | 693 |
ὦ Πάτροκλε, ὁπηνίκα σε οἱ θεοὶ ἐκάλεσαν εἰς τὸν θάνατον. | |
Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον | 694 |
πρῶτον μὲν τὸν Ἄδραστον, καὶ τὸν Αὐτόνουν, καὶ τὸν Ἔχεκλον, | |
καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον, | 695 |
καὶ Πέριμον τὸν υἱὸν τοῦ Μέγου, καὶ Ἐπίστορα, καὶ Μελάνιππον, | |
αὐτὰρ ἔπειτ' Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην· | 696 |
μετὰ ταῦτα δὲ τὸν Ἔλασον, καὶ τὸν Μούλιον, καὶ τὸν Πυλάρτην. | |
τοὺς ἕλεν· οἳ δ' ἄλλοι φύγαδε μνώοντο ἕκαστος. | 697 |
τούτους ἀπέκτεινεν, οἱ ἄλλοι δὲ πάντες φυγῆς ἐμέμνητο. | |
ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν | 698 |
[]τότε δ᾽ ἂν τὴν ὑψηλὰς πύλας ἔχουσαν Τροίαν ἐκράτησαν οἱ υἱοὶ τῶν Ἑλλήνων | |
Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν, | 699 |
διὰ τῶν τοῦ Πατρόκλου χειρῶν, πάνυ γὰρ πρὸ τῶν ἄλλων ἔτρεχε μετὰ τοῦ δόρατος, | |
εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου | 700 |
εἰ μὴ Ἀπόλλων ὁ καθαρὸς ἐπὶ τοῦ καλῶς ᾠκοδομημένου πύργου | |
ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δ' ἀρήγων. | 701 |
ἔστη, τούτῳ ὀλεθρία διανοούμενος, τοῖς Τρῳσὶ δὲ βοηθῶν· | |
τρὶς μὲν ἐπ' ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο | 702 |
τρὶς μὲν οὖν ἐπέβη τοῦ ἀγκῶνος καὶ τῆς ἐξοχῆς τοῦ ὑψηλοῦ τείχους | |
Πάτροκλος, τρὶς δ' αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων | 703 |
ὁ Πάτροκλος, τρὶς δὲ αὐτὸν ἀπέκρουσεν ὁ Ἀπόλλων, | |
χείρεσσ' ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων. | 704 |
ἄμφω ταῖς χερσὶ ταῖς ἀθανάταις πλήττων καὶ ἀπωθούμενος τὴν λαμπρὰν ἀσπίδα. | |
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, | 705 |
ἀλλ᾽ ἡνίκα τὸ τέταρτον ἐφώρμησεν ὅμοιος θεῷ, | |
δεινὰ δ' ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα· | 706 |
φοβερῶς ἀπειλήσας εἶπε πρὸς αὐτὸν ὁ πόρρωθεν ἐργαζόμενος Ἀπόλλων· | |
χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα | 707 |
Ὑποχώρει, ὦ ἐνδοξότατε Πάτροκλε, οὔτοί σοι εἵμαρτο | |
σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων, | 708 |
ἐκπορθηθῆναι τὴν πόλιν τῶν ὑπερηφάνων Τρῴων ὑπὸ τοῦ σοῦ δόρατος, | |
οὐδ' ὑπ' Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων. | 709 |
οὐδὲ ὑπὸ τοῦ Ἀχιλλέως, ὅστις πολλῷ κρείττων σοῦ ὑπάρχει. | |
ὣς φάτο, Πάτροκλος δ' ἀνεχάζετο πολλὸν ὀπίσσω | 710 |
[]οὕτως εἶπεν. ὁ Πάτροκλος δὲ ἀνεχώρει πολλῷ εἰς τοὐπίσω, | |
μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος. | 711 |
ἐκκλίνων τὴν ὀργὴν τοῦ πόρρω βάλλοντος Ἀπόλλωνος· | |
Ἕκτωρ δ' ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους· | 712 |
[]ὁ Ἕκτωρ δὲ περὶ τὰς Σκαιὰς πύλας ἤλαυνε τοὺς μονώνυχας ἵππους, | |
δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας, | 713 |
ἐφρόντιζε γὰρ καὶ ἐπεζήτει, ἢ ἵνα πολεμίῃ κατὰ τὸν τάραχον πάλιν ἐλάσας τοὺς ἵππους, | |
ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι. | 714 |
ἢ τοὺς λαοὺς εἰς τὸ τεῖχος συναθροισθῆναι κελεύσειε. | |
ταῦτ' ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων | 715 |
ταῦτα δὲ αὐτῷ διανοουμένῳ παρέστη ὁ καθαρὸς Ἀπόλλων | |
ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε | 716 |
ὁμοιωθεὶς ἀνδρὶ νέῳ τε καὶ ἰσχυρῷ, | |
Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο | 717 |
τῷ Ἀσίω, ὃς πρὸς μητρὸς θεῖος ἦν τοῦ ἱππικοῦ Ἕκτορος, | |
αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος, | 718 |
αὐτάδελφος τῆς Ἑκάβης, υἱὸς δὲ τοῦ Δύμαντος, | |
ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο· | 719 |
ὃς κατῴκει ἐν τῇ Φρυγίᾳ παρὰ τὰ ῥεύματα τοῦ Σαγγαρίου ποταμοῦ. | |
τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· | 720 |
τούτῳ ὁμοιωθεὶς εἶπε πρὸς αὐτὸν Ἀπόλλων ὁ υἱὸς τοῦ Διός· | |
Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή. | 721 |
ὦ Ἕκτορ, τί δήποτε ἀποπαύῃ τοῦ πολέμου; οὐδαμῶς σε δεῖ· | |
αἴθ' ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην· | 722 |
εἴθε ὅσον ἥττων καὶ ἀσθενέστερός εἰμι, τοσοῦτον κρείττων σοῦ εἴην· | |
τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας. | 723 |
ταύτῃ γὰρ ἂν ταχέως μισητῶς ἐκ τῆς μάχης ἀναχωρήσειας· | |
ἀλλ' ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους, | 724 |
ἀλλ᾿ ἄγε ἐπὶ Πάτροκλον ἔλαυνε τοὺς ἰσχυρώνυχας ἵππους, | |
αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων. | 725 |
ἐὰν πως αὐτὸν ἀνέλῃς, παράσχῃ δέ σοι καύχημα ὁ Ἀπόλλων. | |
ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν, | 726 |
[]οὕτως εἰπὼν ὁ θεὸς μὲν αὖθις ἐπορεύθη εἰς τὸν πόλεμον τῶν ἀνδρῶν. | |
Κεβριόνῃ δ' ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ | 727 |
Ἕκτωρ δὲ ὁ λαμπρὸς προσέταξε τῷ συνετῷ Κεβριόνῃ | |
ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων | 728 |
τοὺς ἵππους μαστίζειν εἰς τὸν πόλεμον· ὁ Ἀπόλλων δὲ | |
δύσεθ' ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν | 729 |
εἰσῆλθεν εἰς τὸ πλῆθος παραγενόμενος, θόρυβον δὲ τοῖς Ἕλλησιν | |
ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν. | 730 |
ἐπέβαλε χαλεπόν, τοῖς Τρῳσὶ δὲ καὶ τῷ Ἕκτορι δόξαν ἐδωρεῖτο. | |
Ἕκτωρ δ' ἄλλους μὲν Δαναοὺς ἔα οὐδ' ἐνάριζεν· | 731 |
ὁ Ἕκτωρ δὲ τοὺς μὲν ἄλλους Ἕλληνας ἠφίει, οὐδὲ ἀπέκτεινεν· | |
αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους. | 732 |
ἐπὶ Πάτροκλον δ᾽ οὗτος ἤλαυνε τοὺς ἰσχυρώνυχας ἵππους, | |
Πάτροκλος δ' ἑτέρωθεν ἀφ' ἵππων ἆλτο χαμᾶζε | 733 |
ὁ Πάτροκλος δὲ ἐκ τοῦ ἑτέρου μέρους ἀπὸ τῶν ἵππων κατεπήδησεν ἐπὶ τὴν γῆν, | |
σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον | 734 |
τῇ μὲν ἀριστερᾷ τὸ δόρυ κρατῶν, τῇ ἑτέρᾳ δὲ ἔλαβε πέτραν, | |
μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν, | 735 |
μάρμαρον τραχύν, ὃν ἡ χεὶρ αὐτοῦ περιεκάλυψεν, | |
ἧκε δ' ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός, | 736 |
ἀφῆκε δὲ ἀντιβάς, οὐδ᾽ ἐπὶ πολὺ ἀπείχετο ἀνδρός, | |
οὐδ' ἁλίωσε βέλος, βάλε δ' Ἕκτορος ἡνιοχῆα | 737 |
οὐδὲ ματαίως ἔπεμψε τὸν λίθον, ἔπληξε δὲ τὸν ἡνίοχον τοῦ Ἕκτορος | |
Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο | 738 |
τὸν Κεβριόνην τὸν νόθον υἱὸν τοῦ ὑπερενδόξου Πριάμου | |
ἵππων ἡνί' ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ. | 739 |
κατέχοντα τὰς ἡνίας τῶν ἵππων, κατὰ τὸ μετώπιον (μεσόφρυον) τῷ ὀξεῖ λίθῳ, | |
ἀμφοτέρας δ' ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν | 740 |
ἀμφοτέρας δὲ τὰς ὀφρῦς συνέχεε καὶ συνέτριψεν ὁ λίθος, οὐδὲ ἀντέσχεν αὐτῷ | |
ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν | 741 |
τὸ ὀστοῦν, οἱ ὀφθαλμοὶ δὲ κατέπεσον εἰς γῆν ἐν τῇ κόνει | |
αὐτοῦ πρόσθε ποδῶν· ὃ δ' ἄρ' ἀρνευτῆρι ἐοικὼς | 742 |
αὐτόθι ἔμπροσθεν τῶν ποδῶν, οὗτος δὲ ὅμοιος κυβιστῇ | |
κάππεσ' ἀπ' εὐεργέος δίφρου, λίπε δ' ὀστέα θυμός. | 743 |
κατέπεσεν ἀπὸ τοῦ καλῶς εἰργασμένου ὀχήματος, ἀπέλιπε δὲ τὰ ὀστᾶ ἡ ψυχή. | |
τὸν δ' ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ· | 744 |
πρὸς τοῦτον δὲ σκώπτων καὶ χλευάζων εἶπες, ὦ Πάτροκλε ἱππικὲ· | |
ὢ πόποι ἦ μάλ' ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ. | 745 |
φεῦ φεῦ, ὄντως πάνυ εὐκίνητος καὶ κοῦφος οὗτος ὁ ἀνήρ, ὃς ῥᾳδίως καταδύνει, | |
εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο, | 746 |
εἴ που δὴ καὶ ἐν τῇ τοὺς ἰχθύας ἐχούσῃ θαλάσσῃ παραγένοιτο, | |
πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν | 747 |
πολλοὺς ἂν ἐμπλήσειεν οὗτος ὁ ἀνήρ, ὄστρεα ζητῶν, | |
νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη, | 748 |
ἐκ τῆς νεὼς καταπηδῶν, εἰ καὶ δυσχείμερος (χαλεπαίνουσα) εἴη ἡ θάλασσα, | |
ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ. | 749 |
ὡς καὶ νῦν ἐν τῇ πεδιάδι ῥᾳδίως ἐκ τῶν ἵππων καταδύνει· | |
ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν. | 750 |
ὄντως δὴ καὶ ἐν τοῖς Τρῳσὶ κολυμβηταὶ εἰσίν· | |
ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει | 751 |
[]οὕτως εἰπὼν ἐπὶ τὸν ἥρωα Κεβριόνην ὥρμησεν | |
οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων | 752 |
ὅρμημα λέοντος ἔχων, ὅστις ἐπαύλεις διαφθείρων | |
ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή· | 753 |
ἐτρώθη κατὰ τὸ στῆθος καὶ ἡ ἑαυτοῦ δύναμις ἀπώλεσεν αὐτόν· | |
ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς. | 754 |
οὕτως, ὦ Πάτροκλε πρόθυμος ἐπήδησας ἐπὶ τὸν Κεβριόνην· | |
Ἕκτωρ δ' αὖθ' ἑτέρωθεν ἀφ' ἵππων ἆλτο χαμᾶζε. | 755 |
ὁ Ἕκτωρ δὲ ἐκ τοῦ ἑτέρου μέρους ἀπὸ τῶν ἵππων κατεπήδησεν ἐπὶ τὴν γῆν. | |
τὼ περὶ Κεβριόναο λέονθ' ὣς δηρινθήτην, | 756 |
οὗτοι δὲ περὶ τοῦ Κεβριόνου καθάπερ λέοντες ἐμαχέσαντο, | |
ὥ τ' ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο | 757 |
οἵτινες ἐν ταῖς κορυφαῖς τοῦ ὄρους περὶ ἐλάφου ἀνῃρημένης | |
ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον· | 758 |
ἀμφότεροι πεινῶντες μεγαλοφρονοῦντες μάχονται. | |
ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς | 759 |
οὕτω δὴ περὶ τοῦ Κεβριόνου οἱ δύο ἔμπειροι τῆς μάχης | |
Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ | 760 |
ὅ τε Πάτροκλος ὁ υἱὸς τοῦ Μενοιτίου, καὶ ὁ λαμπρὸς Ἕκτωρ | |
ἵεντ' ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ. | 761 |
ἐφίεντο τεμεῖν ἀλλήλων τὸ σῶμα σιδήρῳ ἀνηλεεῖ. | |
Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει· | 762 |
ὁ μὲν οὖν Ἕκτωρ ἐπειδὴ ἔλαβε κατὰ τὴν κεφαλὴν οὐκ ἠφίει· | |
Πάτροκλος δ' ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι | 763 |
ὁ Πάτροκλος δὲ ἐκ τοῦ ἑτέρου μέρους κατεῖχεν ἀπὸ τοῦ ποδός· οἱ ἄλλοι δὲ | |
Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην. | 764 |
Τρῷες καὶ Ἕλληνες συνῆγον καὶ συνῆπτον ἰσχυρὰν μάχην. | |
ὡς δ' Εὖρός τε Νότος τ' ἐριδαίνετον ἀλλήλοιιν | 765 |
[]ὥσπερ δὲ ὁ Νότος τε καὶ ὁ Εὖρος ἐριδαίνουσι καὶ ἀντιβάλλουσιν ἀλλήλοις | |
οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην | 766 |
ἐν τοῖς βασίμοις καὶ κοίλοις τόποις τοῦ ὄρους τὴν βαθεῖαν καὶ πυκνὴν ὕλην παρακινεῖν | |
φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν, | 767 |
φηγόν τε καὶ μελίαν, καὶ μακρόφλοιον κράνειαν, | |
αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους | 768 |
αἳ δὴ πρὸς ἀλλήλας ἔβαλον τοὺς μακροὺς κλάδους | |
ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων, | 769 |
σὺν μεγάλω καὶ θαυμαστῷ ἤχῳ, κτύπος δὲ γίνεται συντριβομένων· | |
ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες | 770 |
οὕτως οἱ Τρῷες καὶ οἱ Ἕλληνες κατ᾽ ἀλλήλων ἐπιπηδῶντες | |
δῄουν, οὐδ' ἕτεροι μνώοντ' ὀλοοῖο φόβοιο. | 771 |
ἀπέκτεινον, οὐδέτεροι ἐμέμνηντο φυγῆς ὀλεθρίας, | |
πολλὰ δὲ Κεβριόνην ἀμφ' ὀξέα δοῦρα πεπήγει | 772 |
πολλὰ δὲ περὶ τὸν Κεβριόνην δόρατα ὀξέα ἐπάγησαν, | |
ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες, | 773 |
καὶ ὀϊστοὶ πτερὰ ἔχοντες ἀπὸ τῆς νευρᾶς ἐκπηδῶντες, | |
πολλὰ δὲ χερμάδια μεγάλ' ἀσπίδας ἐστυφέλιξαν | 774 |
πολλοὶ δὲ λίθοι χειροπληθεῖς μεγάλοι τὰς ἀσπίδας παρεκίνησαν | |
μαρναμένων ἀμφ' αὐτόν· ὃ δ' ἐν στροφάλιγγι κονίης | 775 |
μαχομένων περὶ αὐτόν. οὗτος δὲ ἐν τῇ συστροφῇ τῆς κόνεως | |
κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων. | 776 |
ἔκειτο μέγας μεγάλως, ἐπιλαθόμενος τῆς ἱππικῆς. | |
ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει, | 777 |
[]ὅτε μὲν οὖν ὁ ἥλιος περὶ τὸ μέσον ἦν τοῦ οὐρανοῦ, | |
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πῖπτε δὲ λαός· | 778 |
τότε πάνυ ἀμφοτέρων ἥπτοντο τὰ βέλη, ἔπιπτε δὲ καὶ ἀπέθνησκεν ὁ λαός. | |
ἦμος δ' Ἠέλιος μετενίσετο βουλυτὸν δέ, | 779 |
ὁπηνίκα δὲ ὁ ἥλιος ἐπορεύετο πρὸς τὴν ἑσπέραν, | |
καὶ τότε δή ῥ' ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν. | 780 |
τηνικαῦτα δὴ οἱ Ἕλληνες ὑπὲρ μέτρον κρείττονες ἦσαν, | |
ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν | 781 |
καὶ τὸν μὲν ἥρωα Κεβριόνην ἐκ τῶν βελῶν εἵλκυσαν | |
Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπ' ὤμων τεύχε' ἕλοντο, | 782 |
ἐκ τῆς μάχης τῶν Τρῴων, καὶ ἐκ τῶν ὤμων ἀφείλοντο τὰ ὅπλα. | |
Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε. | 783 |
ὁ Πάτροκλος δὲ τοῖς Τρῳσὶν χαλεπὰ διανοούμενος ἐφώρμησεν· | |
τρὶς μὲν ἔπειτ' ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ | 784 |
τρὶς μὲν οὖν ἐφώρμησεν, ὅμοιος τῷ ταχεῖ Ἄρει | |
σμερδαλέα ἰάχων, τρὶς δ' ἐννέα φῶτας ἔπεφνεν. | 785 |
καταπληκτικῶς βοῶν, τρὶς δὲ ἐννέα ἄνδρας ἀπέκτεινεν. | |
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, | 786 |
ἀλλ᾿ ὁπηνίκα δὴ τὸ τέταρτον ἐφώρμησεν ὅμοιος θεῷ, | |
ἔνθ' ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή· | 787 |
τηνικαῦτα δή σοι, ὦ Πάτροκλε, ἐφάνη τὸ τέλος τοῦ βίου, | |
ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ | 788 |
ἀπήντησε γάρ σοι ὁ Φοῖβος ἐν τῇ κραταιᾷ μάχῃ | |
δεινός· ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν, | 789 |
φοβερός· οὗτος μὲν τοῦτον ἐπιόντα κατὰ τὸν τάραχον καὶ τὴν μάχην οὐκ ἐθεάσατο, | |
ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε· | 790 |
ἀέρι γὰρ πολλῷ κεκαλυμμένος ἀπήντησεν, | |
στῆ δ' ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τ' ὤμω | 791 |
ἔστη δὲ ὄπισθεν, ἔπληξε δὲ τὸ μετάφρενον, καὶ τοὺς πλατεῖς ὤμους | |
χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε. | 792 |
χειρὶ καταφερεῖ καὶ πλαγίως διατεταμένῃ· περιενεχθέντες δὲ ἐστράφησαν καὶ ἐσκοτώθησαν αὐτῷ οἱ ὀφθαλμοί. | |
τοῦ δ' ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων· | 793 |
τούτου δὲ ἀπὸ μὲν τῆς κεφαλῆς ἐξέβαλε τὴν περικεφαλαίαν ὁ καθαρὸς Ἀπόλλων, | |
ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφ' ἵππων | 794 |
αὕτη δὲ κυλιομένη κτύπον ἀπετέλει ὑπὸ τῶν ποδῶν τῶν ἵππων | |
αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι | 795 |
ἡ παραμήκεις ἔχουσα τὰς τῶν ὀφθαλμῶν ὀπὰς περικεφαλαία· ἐμολύνθησαν δὲ | |
αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦεν | 796 |
αἱ τρίχες αἵματι καὶ κόνει. πρότερόν γε μὴν οὐχ ὅσιον ἦν | |
ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν, | 797 |
τὴν ἱππείαις θριξὶ κοσμουμένην περικεφαλαίαν μολύνεσθαι κόνει· | |
ἀλλ' ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον | 798 |
ἀλλὰ κεφαλὴν ἀνδρὸς θείου, καὶ μέτωπον ἡδὺ | |
ῥύετ' Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν | 799 |
ἐφύλαττε καὶ ἔσωζε τοῦ Ἀχιλλέως· τότε δὲ ὁ Ζεὺς τῷ Ἕκτορι ἐδωρήσατο | |
ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος. | 800 |
φορεῖν ἐν τῇ ἑαυτοῦ κεφαλῇ, ἐγγὺς δὲ αὐτῷ ἡ φθορά, καὶ ὁ θάνατος ἦν. | |
πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος | 801 |
ὅλον δὲ τὸ μακρὸν δόρυ συνετρίβη ἐν ταῖς χερσὶν αὐτοῦ, | |
βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπ' ὤμων | 802 |
τὸ βαρύ, το μέγα, τὸ στερεόν, τὸ σιδήρῳ ὡπλισμένον. ἐκ τῶν ὤμων δὲ | |
ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα. | 803 |
ἡ ἀσπὶς σὺν τῷ λώρῳ τῷ ἀναφορεῖ εἰς γῆν κατέπεσεν ἡ μεγάλη καὶ μέχρι τῶν ποδῶν διήκουσα, | |
λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων. | 804 |
ἔλυσε δὲ αὐτῷ τὸν θώρακα ὁ βασιλεὺς Ἀπόλλων ὁ υἱὸς τοῦ Διός, | |
τὸν δ' ἄτη φρένας εἷλε, λύθεν δ' ὑπὸ φαίδιμα γυῖα, | 805 |
τοῦτον δὲ βλάβη κατέλαβε κατὰ διάνοιαν, ὑπελύθησαν δὲ τὰ λαμπρά μέλη. | |
στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ | 806 |
ἔστη δὲ ἐκπλαγείς, ὄπισθεν δὲ τὰ μετάφρενα δόρατι οξεῖ καὶ τμητικῷ | |
ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ | 807 |
μεταξὺ τῶν ὤμων ἐκ τοῦ σύνεγγυς ἔτρωσεν ἀνὴρ | |
Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο | 808 |
Δάρδανος ὁ υἱὸς τοῦ Πάνθου, ὁ Εὔφορβος, ὃς τοὺς ἥλικας ἐνίκα | |
ἔγχεΐ θ' ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι· | 809 |
δόρατί τε καὶ ἱππικῇ καὶ ποσὶ ταχέσι, | |
καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφ' ἵππων | 810 |
καὶ γάρ ποτε εἴκοσιν ἄνδρας κατεβίβασεν ἀπὸ τῶν ἵππων, | |
πρῶτ' ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο· | 811 |
πρῶτον ἐλθὼν σὺν τοῖς ἅρμασι γυμναζόμενος τὰ τοῦ πολέμου. | |
ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ | 812 |
οὗτός σοι πρῶτον ἐπαφῆκε τὸ δόρυ, ὦ Πάτροκλε ἱππικέ, | |
οὐδὲ δάμασσ'· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δ' ὁμίλῳ, | 813 |
οὐδὲ ἀπέκτεινεν, ἀλλ᾿ οὗτος μὲν αὖθις εἰς τοὐπίσω ἔδραμεν, συνεμίγη δὲ τῷ πλήθει, | |
ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδ' ὑπέμεινε | 814 |
ἁρπάσας ἐκ τοῦ σώματος τὸ ἐκ τῆς μελίας δόρυ, οὐδὲ ὑπέμεινε | |
Πάτροκλον γυμνόν περ ἐόντ' ἐν δηϊοτῆτι. | 815 |
τὸν Πάτροκλον, καίπερ ὄντα γυμνὸν ἐν τῇ μάχῃ | |
Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς | 816 |
ὁ Πάτροκλος δὲ τῇ πληγῇ τοῦ θεοῦ, καὶ τῷ δόρατι καταπονηθείς, | |
ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων. | 817 |
ὀπίσω εἰς τὸ πλῆθος τῶν φίλων ἀνεχώρει, ἐκκλίνων τὴν θανατηφόρον μοῖραν. | |
Ἕκτωρ δ' ὡς εἶδεν Πατροκλῆα μεγάθυμον | 818 |
[]ὁ Ἕκτωρ δὲ ἐπειδὴ ἐθεάσατο τὸν μεγαλόψυχον Πάτροκλον | |
ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ, | 819 |
εἰς τοὐπίσω ἀναχωροῦντα, τετρωμένον σιδήρῳ ὀξεῖ καὶ τμητικῷ, | |
ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ | 820 |
σύνεγγυς αὐτῷ ἐπῆλθε κατὰ τὰς τάξεις, ἔτρωσε δὲ τῷ δόρατι, | |
νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· | 821 |
εἰς τὸ ἔσχατον τοῦ λαγόνος, εἰς τὸ πρόσω δὲ τὸν σίδηρον διεπέρασεν, | |
δούπησεν δὲ πεσών, μέγα δ' ἤκαχε λαὸν Ἀχαιῶν· | 822 |
ἐκτύπησε δὲ καταπεσών, μεγάλως δὲ ἐλύπησε τὸν στρατὸν τῶν Ἑλλήνων. | |
ὡς δ' ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ, | 823 |
ὥσπερ δὲ ὅτε λέων χοῖρον ἄγριον ἰσχυρὸν ἐβιάσατο, καὶ κατηγωνίσατο μάχη, | |
ὥ τ' ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον | 824 |
οἵτινες ἐν ταῖς κορυφαῖς τοῦ ὄρους μεγαλοφρονοῦντες μάχονται | |
πίδακος ἀμφ' ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω· | 825 |
περὶ πηγῆς μικρᾶς, θέλουσι δὲ πιεῖν ἀμφότεροι, | |
πολλὰ δέ τ' ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν· | 826 |
πολλὰ δὲ αὐτὸν πνευστιῶντα ὁ λέων ἀπέκτεινεν ἰσχύϊ· | |
ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν | 827 |
οὕτω πολλοὺς ἀναιροῦντα τὸν ἰσχυρὸν υἱὸν τοῦ Μενοιτίου | |
Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα, | 828 |
Ἕκτωρ ὁ υἱὸς τοῦ Πριάμου ἐκ τοῦ σύνεγγυς δόρατι τὴν ψυχὴν ἀφείλετο, | |
καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα· | 829 |
καὶ ἐπ' αὐτῷ καυχώμενος λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν· | |
Πάτροκλ' ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν, | 830 |
ὦ Πάτροκλε, ὄντως που ᾠήθης ἐκπορθήσειν τὴν ἡμετέραν πόλιν, | |
Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας | 831 |
τὰς Τρωικὰς δὲ γυναῖκας, τὴν ἐλευθέραν ζωὴν ἀφελόμενος, | |
ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν | 832 |
ἄξειν ἐν ταῖς ναυσὶν εἰς τὴν ἀγαπητὴν γῆν τὴν πατρίδα· | |
νήπιε· τάων δὲ πρόσθ' Ἕκτορος ὠκέες ἵπποι | 833 |
μωρὲ καὶ ἀνόητε, ἔμπροσθεν δὲ τούτων οἱ ταχεῖς ἵπποι τοῦ Ἕκτορος | |
ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δ' αὐτὸς | 834 |
τοῖς ποσὶν ὥρμηνται πολεμεῖν, δόρατι δὲ ἐγὼ | |
Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω | 835 |
διαπρέπω ἐπὶ τοῖς πολεμικοῖς Τρῳσίν, ὅστις αὐτοῖς ἀποσοβῶ | |
ἦμαρ ἀναγκαῖον· σὲ δέ τ' ἐνθάδε γῦπες ἔδονται. | 836 |
τὴν ἀναγκαίαν τοῦ θανάτου ἡμέραν, σὲ δὲ ἐνταῦθα τὰ ὄρνεα φαγοῦνται· | |
ἆ δείλ', οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς, | 837 |
φεῦ ἄθλιε, οὐδέ σοι Ἀχιλλεὺς γενναῖος ὢν ἐβοήθησεν, | |
ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετ' ἰόντι· | 838 |
ὅστίς σοι πάνυ πολλὰ παραμένων ἐνετέλλετο ἀπιόντι. | |
μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε | 839 |
μή μοι πρότερον ἐπανέλθῃς, ὦ Πάτροκλε ἱππικέ, | |
νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο | 840 |
ἐπὶ τὰς βαθείας ναῦς, πρὶν τὸν τοῦ ἀνδροκτόνου Ἕκτορος | |
αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι. | 841 |
χιτῶνα ᾑμαγμένον διαρρῆξαι περὶ τὰ στήθη. | |
ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε. | 842 |
οὕτω που εἶπε πρὸς σέ, σοὶ δὲ τῷ ἀνοήτῳ κατέπειθε τὴν διάνοιαν. | |
τὸν δ' ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ· | 843 |
[]πρὸς τοῦτον δὲ ὀλίγον ἔχων τὸ δρᾷν εἶπες, ὦ Πάτροκλε ἱππικέ· | |
ἤδη νῦν Ἕκτορ μεγάλ' εὔχεο· σοὶ γὰρ ἔδωκε | 844 |
ὄντως νῦν, ὦ Ἕκτορ, πάνυ ἐπικαυχῶ, σοὶ γὰρ ἐδωρήσατο | |
νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν | 845 |
τὴν νίκην Ζεὺς ὁ υἱὸς τοῦ Κρόνου, καὶ ὁ Ἀπόλλων, οἵτινές με κατηγωνίσαντο | |
ῥηιδίως· αὐτοὶ γὰρ ἀπ' ὤμων τεύχε' ἕλοντο. | 846 |
ῥᾳδίως, αὐτοὶ γὰρ ἀπὸ τῶν ὤμων ἀφείλοντο τὰ ὅπλα. | |
τοιοῦτοι δ' εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν, | 847 |
τοιοῦτοι δὲ εἴπερ καὶ εἴκοσί μοι ἀπήντησαν, | |
πάντές κ' αὐτόθ' ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες. | 848 |
πάντες ἂν αὐτόθι ἀπώλοντο ἀναιρεθέντες ὑπὸ τοῦ ἐμοῦ δόρατος. | |
ἀλλά με μοῖρ' ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός, | 849 |
ἀλλὰ με μοῖρα ὀλεθρία καὶ θανατηφόρος, καὶ ὁ υἱὸς τῆς Λητοῦς ἀνεῖλεν. | |
ἀνδρῶν δ' Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις. | 850 |
ἀπὸ τῶν ἀνδρῶν δὲ ὁ Εὔφορβος, σὺ δέ με τρίτος ἀποκτείνεις. | |
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν· | 851 |
ἄλλο δέ σοι λέξω, σὺ δ' ἔμβαλον αὐτὸ εἰς τὴν σὴν διάνοιαν. | |
οὔ θην οὐδ' αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη | 852 |
οὔτοι οὐδὲ σὺ ἐπὶ πολὺν χρόνον ζήσεις, ἀλλ᾽ ἤδη σοι | |
ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ | 853 |
ἐγγὺς παρεγένετο ὁ θάνατος καὶ ἡ ἰσχυρὰ μοῖρα, | |
χερσὶ δαμέντ' Ἀχιλῆος ἀμύμονος Αἰακίδαο. | 854 |
ἀναιρεθησομένῳ ὑπὸ τῶν χειρῶν τοῦ ἐγγόνου τοῦ Αἰακοῦ. | |
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε· | 855 |
οὕτω δὴ εἰπόντα αὐτὸν ἐκάλυψε τὸ τέλος τοῦ θανάτου. | |
ψυχὴ δ' ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει | 856 |
ἡ ψυχὴ δὲ ἐκ τῶν μελῶν ἀποπτᾶσα εἰς τὸν ᾅδην κατῄει | |
ὃν πότμον γοόωσα λιποῦσ' ἀνδροτῆτα καὶ ἥβην. | 857 |
τὴν ἑαυτῆς μοῖραν θρηνοῦσα, καταλιποῦσα τὸ γενναῖον σῶμα, καὶ τὴν τῆς ἡλικίας ἀκμήν. | |
τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ· | 858 |
πρὸς τοῦτον δὲ καὶ τεθνηκότα ἔλεγεν ὁ λαμπρὸς Ἕκτωρ· | |
Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον; | 859 |
ὦ Πάτροκλε, τί δή μοι μαντεύῃ καὶ προλέγεις τὸν ἀφανιστικὸν θάνατον; | |
τίς δ' οἶδ' εἴ κ' Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο | 860 |
τίς δὲ οἶδεν εἰ Ἀχιλλεὺς ὁ υἱὸς τῆς καλλικόμου Θέτιδος | |
φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι; | 861 |
φθαίῃ ἀπολέσσας τὴν ψυχὴν, πληγεὶς ὑπὸ τοῦ ἐμοῦ δόρατος; | |
ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς | 862 |
οὕτω δὴ εἰπὼν τὸ σιδηροῦν δόρυ ἐκ τοῦ τραύματος | |
εἴρυσε λὰξ προσβάς, τὸν δ' ὕπτιον ὦσ' ἀπὸ δουρός. | 863 |
εἵλκυσε λακτικῶς ἐπιβάς, τοῦτον δὲ ἐπὶ τὰ μετάφρενα ὤθησεν ἀπὸ τοῦ δόρατος· | |
αὐτίκα δὲ ξὺν δουρὶ μετ' Αὐτομέδοντα βεβήκει | 864 |
παραχρῆμα δὲ σὺν τῷ δόρατι ἐπὶ τὸν Αὐτομέδοντα ᾤχετο | |
ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο· | 865 |
τὸν ἰσόθεον θεράποντα τοῦ ταχύποδος ἐγγόνου τοῦ Αἰακοῦ, | |
ἵετο γὰρ βαλέειν· τὸν δ' ἔκφερον ὠκέες ἵπποι | 866 |
ἐφίετο γὰρ βαλεῖν, τοῦτον δὲ ἐξέφερον οἱ ταχεῖς ἵπποι | |
ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα. | 867 |
καὶ θεῖοι, οὓς τῷ Πηλεῖ οἱ θεοὶ ἔδωκαν δῶρα λαμπρά. | |