Vasile Stancu

The ILIAD




Book XV

Homeric text & Koine Greek paraphrase by Theodorus Gaza


ἐπεὶ δὲ τὰ ὀρθὰ ξύλα, καὶ τὴν τάφρον διέβησαν φεύγοντες, πολλοὶ δὲ ἐνῃρέθησαν ὑπὸ τῶν χειρῶν τῶν Ἑλλήνων, οὗτοι μὲν δὴ κατείχοντο παρὰ τοῖς ἄρμασι παραμένοντες ὠχροὶ ὑπὸ τοῦ φόβου, ἐπτοημένοι· ἠγέρθη δὲ ὁ Ζεὺς ἐκ τοῦ ὕπνου ἐν ταῖς κορυφαῖς τῆς Ἴδης παρὰ τῆς χρυσοῦν θρόνον ἐχούσης Ἥρας, ἀνορμήσας δὲ ἔστη, ἐθεάσατο δὲ τοὺς Τρῷας καὶ τοὺς Ἕλληνας, τοὺς μὲν ταρασσομένους, τοὺς δὲ συνταράσσοντας ὄπισθεν τοὺς Ἕλληνας, ἐν αὐτοῖς δὲ Ποσειδῶνα τὸν βασιλέα· τὸν Ἕκτορα δὲ ἐθεάσατο κείμενον ἐν τῷ πεδίῳ, περὶ αὐτὸν δὲ οἱ φίλοι ἐκάθηντο, αὐτός δὲ χαλεπῇ κατείχετο ἀναπνοῇ παράφρων τῇ ψυχῇ καὶ ἐξεστηκὼς αἷμα ἐξεμῶν, ἐπειδὴ οὐκ ἔτρωσεν αὐτὸν ὁ ἀσθενέστατος τῶν Ἑλλήνων. τοῦτον δὲ θεασάμενος ᾤκτειρεν ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν, χαλεπῶς δὲ ὑποβλεψάμενος πρὸς τὴν Ἥραν εἶπε λόγον· ὄντως δὴ πάνυ ἡ κακοῦργος σὴ ἐπιβουλή, ὦ πανοῦργε Ἥρα, τὸν ἐνδοξότατον Ἕκτορα ἀπέπαυσε τοῦ πολέμου, ἔτρεψε δὲ εἰς φυγὴν τὸν στρατόν· οὐ μὴν οἶδα εἰ αὖθις τῆς χαλεπῆς καὶ ὀδυνηρᾶς κακοσυνθεσίας πρώτη ἀπολαύσεις, καί σε πληγαῖς μαστίξω· ἢ οὐ μέμνησαι, ὁπηνίκα ἐκρέμω ἀπὸ τοῦ ὕψους, ἐκ δὲ τῶν ποδῶν ἄκμονας δύο ἐξήρτησα, περὶ τὰς χεῖρας δὲ δεσμὸν ἔβαλον χρυσοῦν, στερεόν; σὺ δὲ ἐν τῷ αἰθέρι καὶ ταῖς νεφέλαις ἐκρέμω, ἐδεινοπάθουν δὲ οἱ θεοὶ κατὰ τὸν μέγαν καὶ ὑψηλὸν Ὄλυμπον, λῦσαι δέ σε οὐκ ἐδύναντο πλησίον ἐρχόμενοι, ὃν δὲ ἐλάμβανον ἐρρίπτουν τινάξας ἀπὸ τοῦ οὐρανίου βαθμοῦ, ἕως ἂν ἀφίκηται εἰς τὴν γῆν ὀλίγον ἔχων τὸ εἶναι, ἐμὲ δὲ οὐδ᾽ οὕτως ἀφίη ὁ θυμὸς ὁ σκληρός, τῇ λύπῃ τοῦ θείου Ἡρακλέους, ὃν σὺ σὺν τῷ Βορέᾳ ἀνέμῳ πείθουσα τὰς συστροφάς, ἐξέπεμψας ἐπὶ τὴν ἄκαρπον θάλασσαν κακὰ καὶ δεινὰ βουλευομένη· καὶ μετὰ ταῦτα αὐτὸν εἰς τὴν καλῶς οἰκουμένην Κῶν ἀπήνεγκας· τοῦτον μὲν οὖν ἐγὼ ἐκεῖθεν ἠλευθέρωσα, καὶ ἀνήγαγον αὖθις εἰς τὸ ἱπποτρόφον Ἄργος, καίπερ πολλὰ κακοπαθήσαντα. τούτων σε πάλιν ἀναμνήσω, ὅπως παύσῃ τῶν δόλων καὶ τῶν ἀπατῶν, ἵνα ἴδῃς εἴ τοί σοι βοηθήσει ὁ ἔρως καὶ ἡ κοίτη, ᾗ συνεγένου παραγενομένη πόρρω τῶν θεῶν καί με ἐξηπάτησας.

001

οὕτως εἶπεν, ἐφοβήθη δὲ ἡ εὐόφθαλμος σεβαστὴ Ἥρα, καὶ φωνήσασα ἔλεγε πρὸς αὐτὸν λόγους ταχεῖς· γινωσκέτω νῦν τοῦτο ἡ Γῆ, καὶ ὁ πλατὺς ἄνωθεν Οὐρανός, καὶ τὸ καταρρέον τῆς Στυγὸς ὕδωρ, ὅστις ἐστὶ μέγιστος ὅρκος, καὶ φοβερώτατος τοῖς μακαρίοις θεοῖς, καὶ ἡ σαυτοῦ θεία κεφαλή, καὶ ἡ ἡμέτερα αὐτῶν κοίτη ἡ ἐκ παρθενίας οὖσα, ταύτην μέν τοι οὐκ ἄν ποτε ἐγὼ ψευδῶς ὀμόσαιμι, μὴ δι' ἐμὴν βουλὴν Ποσειδῶν ὁ τὴν γῆν συνέχων βλάπτει τοὺς Τρῷάς τε καὶ τὸν Ἕκτορα, τούτοις δὲ βοηθεῖ· ἀλλά που αὐτὸν ἡ ψυχὴ διεγείρει καὶ προτρέπεται, καταπονουμένους δὲ παρὰ ταῖς ναυσὶ θεασάμενος ᾤκτειρε τοὺς Ἕλληνας. ἐγὼ δέ σοι κἀκείνῳ παραινέσαιμι ἂν καὶ συμβουλεύσαιμι ἐκεῖσε ἰέναι, ὅπου δὴ σύ, ὦ αἴτιε τῆς σκοτεινῆς πυκνώσεως τῶν νεφῶν, προηγῇ.

034

οὕτως εἶπεν· ἡρέμα δὲ ἐγέλασεν ὁ πατὴρ τῶν ἀνδρῶν τε καὶ τῶν θεῶν, καὶ ἀποκρινόμενος ἔλεγε πρὸς αὐτὴν λόγους ταχεῖς· εἰ μὲν οὖν σύγε, ὦ εὐόφθαλμε σεβαστὴ Ἥρα, ὁμονοοῦσα ἐμοὶ κάθησαι ἐν τοῖς ἀθανάτοις θεοῖς, ἐκ τούτου ἂν καὶ ὁ Ποσειδῶν, καὶ εἰ πάνυ βούλεται πρὸς ἄλλοις εἶναι, ταχέως μεταθείη καὶ ἀμείψειε τὸν νοῦν πρὸς τὸ σὸν καὶ ἐμὸν βούλημα· ἀλλ᾽ εἴγε δὴ ἀληθῶς καὶ ἀψευδῶς λέγεις, πορεύθητι νῦν πρὸς τὰ γένη τῶν θεῶν, καὶ κάλεσον δεῦρο παραγενέσθαι τήν τε Ἶριν, καὶ τὸν Ἀπόλλωνα τὸν ἔνδοξον κατὰ τὴν τοξικήν, ὅπως ἡ μὲν εἰς τὸν στρατὸν τῶν σιδηροθωράκων Ἑλλήνων ἀφίκηται καὶ εἴπῃ Ποσειδῶνι τῷ βασιλεῖ ἀφικέσθαι εἰς τὰ ἑαυτοῦ οἰκήματα λήξαντα τῆς μάχης· τὸν Ἕκτορα δὲ παροξύνῃ εἰς τὴν μάχην Ἀπόλλων ὁ καθαρός, αὖθις δὲ ἐμβαλῃ αὐτῷ ἰσχύν, ποιήσῃ δὲ ἐπιλαθέσθαι τῶν ὀδυνῶν, αἳ νῦν αὐτὸν καταπονοῦσι κατὰ διάνοιαν, τοὺς Ἕλληνας δὲ πάλιν εἰς τοὐπίσω τρέψῃ καὶ ἐπιδιώξῃ ἀσθενῆ φυγὴν ἐμβαλών, φεύγοντες δὲ ἐν ταῖς πολυκαθέδροις ναυσὶ συνελαθῶσιν Ἀχιλλέως τοῦ υἱοῦ τοῦ Πηλέως, οὗτος δ᾽ ἐγείρῃ τὸν ἑαυτοῦ φίλον τὸν Πάτροκλον, τοῦτον δὲ ἀναιρήσει δόρατι ὁ λαμπρὸς Ἕκτωρ ἔμπροσθεν τοῦ Ἰλίου πολλοὺς ἀνελόντα νέους ἄλλους, ἐν αὐτοῖς δὲ καὶ τὸν ἐμὸν υἱὸν τὸν ἐνδοξότατον Σαρπηδόνα· τούτου δὲ χάριν ὀργισθεὶς ἀναιρήσει τὸν Ἕκτορα ἐνδοξότατος Ἀχιλλεύς. ἐκ τούτου δὲ τοῦ χρόνου δίωξιν ἐξ ὑποστροφῆς τῶν φευγόντων ἐκ τῶν νεῶν ἀεὶ αὐτὸς ἂν κατασκευάζοιμι δι᾿ ὅλου, ἕως ἂν οἱ Ἕλληνες τὸ ὑψηλὸν Ἴλιον κρατήσαιεν ἐκ τῶν τῆς Ἀθηνᾶς βουλῶν· πρὸ τούτου δὲ οὔτε αὐτὸς ἀφανίσω τὴν ὀργήν, οὔτε τινὰ ἄλλον τῶν θεῶν βοηθεῖν τοῖς Ἕλλησιν ἐνταῦθα ἀφήσω, πρὶν τελειωθῆναι τὴν ἐπιθυμίαν τοῦ υἱοῦ τοῦ Πηλέως, ὥσπερ ὑπεσχόμην αὐτῷ τὸ πρῶτον, κατένευσα δὲ τῇ ἐμῇ κεφαλῇ τῇ ἡμέρᾳ ἐκείνῃ, ὁπηνίκα ἥψατο τῶν ἐμῶν γονάτων ἡ θεὰ ἡ Θέτις, παρακαλοῦσα τιμῆσαι τὸν Ἀχιλλέα τὸν πορθοῦντα τὰς πόλεις.

047

οὕτως εἶπεν· ὑπήκουσε δὲ ἡ θεὰ ἡ λευκόχειρ Ἥρα, ἐπορεύθη δὲ ἐκ τῶν ὀρέων τῆς Ἴδης εἰς τὸν μέγαν καὶ ὑψηλὸν Ὄλυμπον· ὥσπερ δὲ ὅταν ὁρμήσῃ νοῦς ἀνδρός, ὅστις πολλὴν γῆν ἐπελθὼν ταῖς ἑαυτοῦ συνεταῖς φρεσὶν διανοήσηται, ἐνταῦθα ἦν ἢ ἐκεῖ, καὶ πολλὰ σκοπήσειεν· οὕτω ταχέως ὁρμῶσα διέπτη ἡ σεβαστὴ Ἥρα, ἀφίκετο δὲ εἰς τὸν ὑψηλὸν Ὄλυμπον, συνηθροισμένοις δὲ παρεγένετο τοῖς ἀθανάτοις θεοῖς ἐν τῷ οἴκῳ τοῦ Διός· οὗτοι δὲ θεασάμενοι αὐτὴν πάντες ἀνέστησαν, καὶ ἐδεξιοῦντο τοῖς ποτηρίοις· αὕτη δὲ τοὺς ἄλλους μὲν κατέλιπε, τῇ Θέμιστι δὲ τῇ εὐειδεῖ καὶ ὡραίᾳ ἐδέξατο τὸ ποτήριον· πρώτη γὰρ ἐναντίον παρεγένετο τρέχουσα, καὶ φωνήσασα ἔλεγε πρὸς αὐτὴν λόγους ταχεῖς· ὦ Ἥρα, τί δήποτε ἀφίκου, τεταραγμένῃ δὲ ἔοικας; ὄντως που πάνυ δή σε εἰς φόβον καὶ φυγὴν ἐνέβαλεν ὁ υἱὸς τοῦ Κρόνου, ὅς σοι ἀνήρ ἐστι;

078

πρὸς ταύτην δὲ ἀπεκρίνατο μετὰ ταῦτα ἡ λευκοβραχίων Ἥρα· ὦ θεά Θέμι, μή με ταῦτα ἐρώτα, ἐπίστασαι καὶ σὺ ὁποῖός ἐστιν ὁ θυμὸς ἐκείνου ὑπερήφανος καὶ σκληρός, καὶ ἀμείλικτος· ἀλλὰ σύ γε ἡγοῦ τοῖς θεοῖς τῆς κοινῆς εὐωχίας ἐν τοῖς οἴκοις· ταῦτα δὲ καὶ ἐν πᾶσι τοῖς ἀθανατοῖς θεοῖς ἀκούσῃ ὁποῖα κακὰ ἔργα ὁ Ζεὺς ἐμφανίζει, οὐκέτι οἴομαι χαρήσεσθαι τὴν ψυχὴν πᾶσιν ὁμοίως, οὔτε τοῖς ἀνθρώποις, οὔτε τοῖς θεοῖς, εἴπέρ τις ἔτι νυνὶ εὐωχεῖται μετ' εὐφροσύνης.

092

ἡ μὲν οὖν σεβαστὴ Ἥρα οὕτως εἰποῦσα ἐκάθισεν, ἠχθέσθησαν δὲ οἱ θεοὶ κατὰ τὸ οἴκημα τοῦ Διός, αὕτη δὲ ἐγέλασε τοῖς χείλεσιν, οὐδὲ τὸ μέτωπον ἐπὶ ταῖς μελαίναις ὀφρύσιν ἐκινήθη καὶ διεχύθη, πᾶσι δὲ μεμψαμένη εἶπεν ἐν αὐτοῖς· μωροὶ καὶ ἀνόητοι, οἳ τῷ Διὶ ὀργιζόμεθα ἀνοηταίνοντες, ἢ ἔτι προθυμούμεθα καταπαύσειν αὐτὸν παραγενόμενοι ἢ λόγῳ, ἢ ἰσχύϊ, οὗτος δὲ πόρρω καθήμενος οὐ φροντίζει, οὐδὲ ἐπιστρέφεται, οἴεται γὰρ ἐν τοῖς ἀθανάτοις θεοῖς ἐπικρατείᾳ τε καὶ ἰσχύϊ ἐξόχως ὑπάρχειν ἄριστος, δι ὃ ὑπομένετε ὅ, τι ἂν δεινὸν ἑκάστῳ ὑμῶν ἐπιπέμπῃ· ἤδη γὰρ νυνὶ νομίζω βλάβος γεγονέναι τῷ Ἄρει, ὁ υἱὸς γὰρ αὐτῷ τέθνηκεν ἐν τῷ πολέμῳ ὁ φίλτατος τῶν ἀνδρῶν Ἀσκάλαφος, ὅν φησιν ἑαυτοῦ εἶναι ὁ ἰσχυρὸς Ἄρης·

100

οὕτως εἶπεν· ὁ Ἄρης δὲ ἔπληξε τοὺς θαλεροὺς καὶ ἀκμάζοντας μηρούς χερσὶ κατωφερέσιν, ὀδυρόμενος δὲ ἔλεγε· μὴ νῦν νεμέσασθε οἱ τὰ οὐράνια δώματα οἰκοῦντες τιμωρήσασθαι τοῦ υἱοῦ τὸν φόνον ἐλθόντι εἰς τὰς ναῦς τῶν Ἑλλήνων, εἴπερ μοι καὶ εἵμαρτο πληγέντι κεραυνῷ τοῦ Διός, κεῖσθαι μετὰ τῶν νεκρῶν ἐν τῷ αἵματι καὶ τῇ κόνει.

113

οὕτως εἶπε, καὶ δὴ τοὺς ἵππους ἐκέλευσε τόν τε Δεῖμον καὶ τὸν Φόβον ζευγνύναι, αὐτὸς δὲ ἐνεδύσατο τὰ ὑπέρλαμπρα ὅπλα, τότε δ᾽ ἂν μείζων καὶ χαλεπώτερος ἄλλος χόλος καὶ ὀργὴ ἐγένετο τοῖς θεοῖς παρὰ τοῦ Διός, εἰ μὴ Ἀθηνᾶ φοβηθεῖσα περὶ πάντων τῶν θεῶν, ὥρμησεν ἔξω διὰ τοῦ προθύρου, κατέλιπε δὲ τὸν θρόνον ὅπου ἐκάθητο, τούτου δὲ ἀπὸ μὲν τῆς κεφαλῆς ἀφείλετο τὴν περικεφαλαίαν, καὶ τὴν ἀσπίδα ἀπὸ τῶν ὤμων, τὸ δόρυ δὲ ἔστησε λαβοῦσα ἐκ τῆς ἰσχυρᾶς χειρὸς τὸ σιδηροῦν, αὕτη δὲ λόγοις ἐπέπληττε τὸν ὁρμητικὸν καὶ πολεμικὸν Ἄρην, λέγων· ὦ μαινόμενε, διεφθάρης τὴν διάνοιαν ἀνόητε (πεπλανημένε), ὄντως δή σοι ματαίως εἰσὶν ὦτα ἀκούειν, ὁ νοῦς δὲ ἀπώλετο, καὶ ἡ αἰσχύνη; οὐ συνίης ἅπερ φησὶν ἡ θεὰ ἡ λευκοβραχίων Ἥρα; ἢ δὴ νυνὶ παρὰ τοῦ Διὸς του οὐρανίου ἀφίκετο· ἢ βούλει σὺ μὲν πολλὰ δεινὰ ἐκπληρώσας εἰς τοὐπίσω πορευθῆναι εἰς τὸν Ὄλυμπον καίπερ λυπούμενος ἀνάγκῃ, τοῖς ἄλλοις δὲ μέγα κακὸν ἐμποιῆσαι ἅπασι; παραχρῆμα γὰρ τοὺς μὲν ἀνδρείους Τρῷας καὶ τοὺς Ἕλληνας καταλείψει, ἡμᾶς δὲ αὐτὸς συνταράξων ἐλεύσεται εἰς τὸν Ὄλυμπον, ἐφεξῆς δὲ συλλήψεται ταῖς χερσί, καὶ ὅστις ὑπαίτιός ἐστι καὶ ὅστις οὐκ ἔστι. διὰ τοῦτο δή σοι παρακελεύομαι ἀφεῖναι νῦν τὴν ὀργὴν τοῦ σοῦ υἱοῦ, ἤδη γάρ ποτε καί τις κρείσσων τούτου κατὰ δύναμιν καὶ ἰσχὺν ἢ ἀνηρέθη, ἢ καὶ μετὰ ταῦτα ἀναιρεθήσεται, χαλεπὸν δὲ καὶ ἀδύνατον τὴν πάντων ἀνθρώπων γενεάν τε καὶ γένεσιν θανάτου ῥύεσθαι·

119

οὕτως εἰποῦσα ἐκάθισεν ἐπὶ τοῦ θρόνου τὸν πολεμικὸν Ἄρην. ἡ Ἥρα δὲ ἐκάλεσε τὸν Ἀπόλλωνα ἔξω τοῦ οἰκήματος, καὶ τὴν Ἶριν, ἥτις ἐστὶν ἄγγελος ἐν τοῖς ἀθανάτοις θεοῖς καὶ φωνήσασα ἔλεγε πρὸς αὐτοὺς λόγους ταχεῖς· ὁ Ζεὺς κελεύει ἀφικέσθαι ὑμᾶς εἰς τὴν Ἴδην λίαν ταχέως, ἐπὰν δὲ ἀφίκησθε καὶ εἰς τὴν τοῦ Διὸς ὄψιν φανείητε, πράσσειν ὅ, τι ἂν ἐκεῖνος προτρέπῃ καὶ κελεύῃ.

142

αὕτη μὲν οὖν οὕτως εἰποῦσα ἡ σεβαστὴ Ἥρα ἐπανῆλθεν, ἐκάθισε δὲ ἐν τῷ θρόνῳ, οὗτοι δὲ ὁρμήσαντες ἐπέτοντο, ἀφίκοντο δὲ εἰς τὴν ἴδην τὴν πολλὰς πηγὰς ἔχουσαν τὴν τροφὸν τῶν θηρίων· εὗρον δὲ τὸν μεγαλόφωνον υἱὸν τοῦ Κρόνου ἐπὶ τοῦ Γαργάρου ἀκρωτηρίου καθήμενον, περὶ αὐτὸν δὲ νέφος τεθυμιασμένον, καὶ εὐῶδες περιέκειτο· οὗτοι δὲ ἐλθόντες ἐναντίον τοῦ Διὸς τοῦ τὰς νεφέλας ἀθροίζοντος ἔστησαν, οὐδὲ ὠργίσθη αὐτοῖς ἐν τῇ ψυχῇ θεασάμενος, ἐπειδὴ αὐτῷ ταχέως τοῖς λόγοις τῆς ἀγαπητῆς γαμετῆς ἐπείσθησαν. πρότερον δὲ πρὸς τὴν Ἶριν λόγους ταχεῖς ἔλεγεν· ἄγε ὦ Ἶρι ταχεία (έως) πορεύθητι, Ποσειδῶνι τῷ βασιλεῖ ταῦτα πάντα ἀπαγγείλαι, μηδὲ ἔσο ψευδὴς ἄγγελος, κέλευσον παυσάμενον αὐτὸν τῆς μάχης καὶ τοῦ πολέμου πορεύεσθαι πρὸς τὰ γένη τῶν θεῶν, ἢ εἰς τὴν ἐνδοξοτάτην θάλασσαν· εἰ δέ μοι οὐ τοῖς λόγοις πεισθήσεται, ἀλλὰ καταφρονήσει, λογιζέσθω καὶ σκοπείτω μετὰ ταῦτα κατὰ τὸ λογιστικὸν καὶ τὴν ψυχὴν μή ποτε οὐδὲ ἰσχυρὸς ὢν καρτερήσῃ καὶ παραμείνῃ με ἐπερχόμενον, ἐπειδὴ πολλῷ κρείσσων αὐτοῦ εἶναι οἴομαι κατὰ τὴν ἰσχύν, καὶ προγενέστερος· τούτου δὲ οὐκ ἐντρέπεται ἡ προσφιλὴς ψυχὴ ὁμοίως ἐμοὶ εἰπεῖν, καὶ ἐκ τοῦ ἴσου προσφέρεσθαί μοι, ὃν δὴ καὶ ἄλλοι καταπλήσσονται καὶ φοβοῦνται. οὕτως εἶπεν, ὑπήκουσε δὲ ἡ ἀνεμόπους ταχεῖα Ἶρις, ἐπορεύθη δὲ ἐκ τῶν τῆς Ἴδης ὀρέων εἰς τὴν ἱερὰν Ἴλιον. ὥσπερ δὲ ὅταν ἐκ τῶν νεφῶν, ταχέως καταφέρηται νιφὰς ἢ χάλαζα ψυχρὰ ὑπὸ ῥίψεως καὶ σφοδρᾶς ὁρμῆς τοῦ Βορέου τοῦ εὐδίαν ποιοῦντος· οὕτω ταχέως ὁρμῶσα διέπτη ἡ ταχύπους Ἥρα, πλησίον δὲ στᾶσα εἶπε πρὸς τὸν ἔνδοξον Ποσειδῶνα τὸν σείοντα τὴν γῆν· ἀγγελίαν τινά σοι, ὦ Πόσειδον συνέχων τὴν γῆν, μελανόθριξ, ἀφικόμην ἐνθάδε φέρουσα παρὰ τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος· ἐκέλευσε λήξαντά σε τῆς μάχης καὶ τοῦ πολέμου πορεύεσθαι πρὸς τὰ γένη τῶν θεῶν, ἢ εἰς τὴν ἐνδοξοτάτην θάλασσαν· εἰ δὲ τοῖς λόγοις αὐτοῦ οὐ πεισθήσῃ, ἀλλὰ καταφρονήσεις, ἠπείλησε καὶ ἐκεῖνος κατὰ βιαίαν ἐναντίωσιν μαχόμενος δεῦρο ἀφίξεσθαι, σὲ δὲ ὑπεκκλῖναι καὶ ἐκφυγεῖν κελεύει τὰς χεῖρας αὐτοῦ, ἐπειδή σου πολλῷ ἰσχυρότερος οἴεται εἶναι κατὰ τὴν ἰσχύν, καὶ προγενέστερος, ἡ σὴ δὲ προσφιλὴς ψυχὴ οὐκ ἐντρέπεται ὁμοίως αὐτῷ εἰπεῖν, καὶ ἐκ τοῦ ἴσου προσφέρεσθαι αὐτῷ, ὃν καὶ οἱ ἄλλοι καταπλήσσονται καὶ φοβοῦνται.

149

πρὸς ταύτην δὲ μεγάλως ἀγανακτήσας εἶπεν ὁ ἔνδοξος Ποσειδῶν ὁ σείων τὴν γῆν· φεῦ φεῦ, ὄντως δὴ καίπερ ὢν ἀγαθός, ὑπὲρ τὴν ἑαυτοῦ ἰσχὺν τοῦτο εἴρηκεν. εἴ με ἴσον αὐτῷ κατὰ τιμὴν ὄντα βιαίως ἄκοντα κωλύσει, τρεῖς γὰρ ἐσμὲν ἀδελφοὶ ἐκ τοῦ Κρόνου οὓς ἔτεκεν ἡ Ῥέα, Ζεύς, καὶ ἐγώ, τρίτος δὲ ὁ Ἅιδης ὁ βασιλεύων τῶν νεκρῶν· εἰς τρία δὲ πάντα μεμέρισται, ἕκαστος δὲ ἔτυχε τιμῆς· ἐγὼ μὲν ἔλαχον οἰκεῖν ἀεὶ τὴν λευκὴν θάλασσαν, κλήρῳ μεριζομένων· ὁ Ἅιδης δὲ ἔλαχε τὰ ἀφώτιστα μέρη τῆς γῆς, καὶ τὸν περὶ γῆν ὑγρὸν ἀέρα· ὁ Ζεὺς δὲ ἔλαχε τὸν πλατὺν οὐρανὸν ἐν τῷ αἰθέρι καὶ ταῖς νεφέλαις, ἡ γῆ δὲ κοινὴ πάντων ἐστί, καὶ ὁ ὑψηλὸς οὐρανός· δι᾿ ὃ δὴ καὶ οὐδαμῶς τῇ τοῦ Διὸς διανοίᾳ βιώσομαι, ἀλλ᾿ ἥσυχος, καίπερ ὢν ἰσχυρός, μενέτω ἐν τῷ ἑαυτοῦ τρίτῳ μέρει, ταῖς χερσὶ δὲ μηδαμῶς με ὥσπερ δειλόν τινα παντελῶς ἐκφοβείτω, τὰς θυγατέρας γὰρ ἂν καὶ τοὺς υἱοὺς βέλτιον ὑπάρχοι λόγοις καταπληκτικοῖς ἐπιπλήττειν, οὓς αὐτὸς ἐγέννησεν, οἵτινες αὐτοῦ προτρέποντος ἀκούσουσι, καὶ ὑπ' ἀνάγκης. πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνατο ἡ ἀνεμόπους ταχεῖα Ἶρις· οὕτω δή σοι, ὦ Πόσειδον συνέχων τὴν γῆν μελανόθριξ, τοῦτον τὸν λόγον οἴσω (ἀπαγγελῶ) τῷ Διὶ τὸν σκληρόν τε καὶ ἰσχυρόν, ἤ τι μεταβαλεῖς; εὐμετάβλητοι γάρ εἰσιν αἱ διάνοιαι τῶν ἀγαθῶν· οἶδας ὅτι τοῖς γεραιτέροις ἀκολουθοῦσιν ἀεὶ τῶν τιμωριῶν θεαὶ Ἐριννύες.

184

πρὸς ταύτην δὲ ἀποκρινόμενος εἶπεν ὁ Ποσειδῶν ὁ σείων τὴν γῆν· ὦ θεὰ Ἶρι, πάνυ τοῦτον λόγον κατὰ τὸ πρέπον καὶ καθῆκον εἶπας· ἀγαθόν ἐστι καὶ τοῦτο, ὅταν ὁ ἄγγελος τὰ δέοντα γινώσκῃ. ἀλλ' αὕτη χαλεπὴ λύπη καταλαμβάνει τὴν ἐμὴν καρδίαν καὶ τὴν ψυχήν, ὅταν τὸν ἴσης μοίρας τυχόντα, καὶ ὁμοίᾳ εἱμαρμένῃ κεκυρωμένον, ὀνειδίζειν βούληται πικροῖς καὶ ὀργίλοις λόγοις· ἀλλὰ νῦν μὲν μεμψάμενος καὶ καταγνούς ὑποχωρήσω, ἄλλο δέ σοι λέξω, καὶ ἀπειλήσω τοῦτό γε ἐν τῇ ψυχῇ ἐὰν ἄνευ ἐμοῦ καὶ τῆς λαφυραγωγοῦ Ἀθηνᾶς, τῆς Ἥρας, καὶ τοῦ Ἑρμοῦ, καὶ τοῦ Ἡφαίστου τοῦ βασιλέως, τοῦ ὑψηλοῦ Ἰλίου φείσηται, οὐδὲ βουληθῇ ἐκπορθῆσαι, δοῦναι δὲ μεγάλην νίκην τοῖς Ἕλλησι, γινωσκέτω τοῦτο, ὅτι ἡμῖν ἔσται ὀργὴ ἀνίατος.

205

οὕτως εἰπὼν κατέλιπε τὸν Ἑλληνικὸν στρατὸν ὁ σείων τὴν γῆν, ἔδυ δὲ εἰς τὴν θάλασσαν ἀφικόμενος, ἐπόθησαν δὲ αὐτὸν οἱ ἥρωες Ἕλληνες. καὶ τότε εἶπε πρὸς τὸν Ἀπόλλωνα ὁ Ζεὺς ὁ τὰς νεφέλας ἀθροίζων· πορεύου νῦν, ὦ ἀγαπητὲ Ἄπολλον, πρὸς τὸν Ἕκτορα τὸν σιδήρῳ ὡπλισμένον. ἤδη γὰρ ὁ τὴν γῆν συνέχων καὶ σείων Ποσειδῶν ἀπῆλθεν εἰς τὴν ἐνδοξοτάτην θάλασσαν, ἐκκλίνας τὴν χαλεπὴν ὀργὴν ἡμῶν, πάνυ γὰρ καὶ ἄλλοι ἀπόπειραν τῆς μάχης καὶ τῆς ἡμετέρας δυνάμεως ἔλαβον, οἵτινες ἐν τῷ Ταρτάρῳ εἰσὶ θεοὶ περὶ τὸν Κρόνον ὄντες· ἀλλὰ τοῦτο καὶ ἐμοὶ πολλῷ ἄμεινον καὶ ἐπικερδέστερόν ἐστι, καὶ αὐτῷ ὑπάρχει, ὅτι πρότερον μεμπτὸν ἡγησάμενος τὸ ἀντιλέγειν ἐμοὶ ὑπεχώρησε ταῖς ἐμαῖς χερσίν, ἐπειδὴ οὐκ ἂν ἄνευ ἱδρῶτος ἐτελειώθη. ἀλλὰ σὺ λάβε ἐν ταῖς χερσὶν τὴν αἰγίδα τὴν κροσσοὺς ἔχουσαν, ταύτῃ γε ἐκφοβεῖν τοὺς ἥρωας Ἕλληνας πάνω ἐπισείων αὐτήν· σοὶ δὲ αὐτῷ διὰ φροντίδος ἔστω ὁ λαμπρὸς Ἕκτωρ, ὦ Ἄπολλον πόρρω βάλλων, ἐπὶ τοσοῦτον γὰρ παρώξυνε αὐτῷ ἰσχὺν καὶ προθυμίαν μεγάλην, ἕως ἂν οἱ Ἕλληνες φεύγοντες ἀφίκωνται εἰς τὰς ναῦς καὶ τὸν Ἑλλήσποντον, ἐκεῖθεν δὲ αὐτὸς ἐγὼ λογίσομαι καὶ ἔργον καὶ λόγον, ὅπως ἂν αὖθις οἱ Ἕλληνες ἀνάπαυσιν σχῶσι τοῦ πολέμου.

218

οὕτως εἶπεν· οὐδ᾽ ἄρα ἠπείθησε τῷ πατρὶ ὁ Ἀπολλῶν, ἐπορεύθη δὲ ἐκ τῶν τῆς Ἴδης ὀρέων ὅμοιος ἱέρακι ταχεῖ τὰς φάσσας φονεύοντι, ὅστις τάχιστός ἐστι πάντων τῶν ὀρνέων, εὗρε δὲ τὸν υἱὸν τοῦ συνετοῦ Πριάμου τὸν ἐνδοξότατον Ἕκτορα καθήμενον, οὐ γὰρ ἔτι ἔκειτο, νεωστὶ δὲ συνῆξε καὶ ἀνεκτήσατο τὴν ψυχήν, περὶ ἑαυτὸν ἐπιγινώσκων τοὺς φίλους· ἡ δύσπνοια δὲ καὶ ὁ ἱδρὼς ἔληγεν, ἐπειδὴ αὐτὸν ἀνέστησεν ὁ νοῦς τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος· πλησίον δὲ στὰς εἶπε πρὸς αὐτὸν ὁ πόρρωθεν ἐργαζόμενος Ἀπόλλων· ὦ Ἕκτορ υἱὲ τοῦ Πριάμου, τί δὴ σὺ χωρὶς ἀπὸ τῶν ἄλλων κάθησαι ὀλίγον ἔχων τὸ εἶναι; ὄντως που λύπη τίς σε (ἆρά τι σε ἄλγος) κατείληφε; πρὸς τοῦτον δὲ ὀλίγον ἔχων τὸ δρᾷν εἶπεν ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ· τίς δὲ σὺ ὑπάρχεις κράτιστε τῶν θεῶν, ὅστις με ἐρωτᾷς ἐξ ἐναντίας; οὐκ ἀκούεις ὅτι με παρὰ ταῖς τῶν νεῶν πρύμναις τῶν Ἑλλήνων ὁ κατὰ πόλεμον ἀγαθὸς Αἴας ἀποκτείνοντα τοὺς ἑαυτοῦ φίλους ἔτρωσε λίθῳ χειροπληθεῖ εἰς τὸ στῆθος, ἀπέπαυσε δὲ τῆς πολεμικῆς ἰσχύος· καὶ δὴ ἔγωγε ᾠήθην τοὺς νεκρούς, καὶ τὸν οἶκον τοῦ Ἅιδου ταύτῃ τῇ ἡμέρᾳ θεάσεσθαι, ἐπειδὴ τῆς προσφιλοῦς ἠσθόμην ψυχῆς·

236

πρὸς τοῦτον δὲ πάλιν εἶπεν ὁ πόρρωθεν ἐργαζόμενος βασιλεὺς Ἀπόλλων· ἔχε θάρρος, τοιοῦτον σοι νῦν βοηθὸν ὁ υἱὸς τοῦ Κρόνου ἐκ τῆς Ἴδης προέπεμψε παρίστασθαι καὶ βοηθεῖν, τὸν καθαρὸν Ἀπόλλωνα τὸν χρυσοφάσγανον (τὸν χρυσοῦν ἀορτῆρα ἔχοντα), ὅστις σε καὶ πρότερον ἔσωζον καὶ ἐφύλασσον ὁμοίως σέ τε καὶ τὴν ὑψηλὴν πόλιν· ἀλλ᾽ ἄγε νυνὶ πρότρεψον τοὺς πολλοὺς ἱππέας ἐλαύνειν τοὺς ταχεῖς ἵππους ἐπὶ τὰς βαθείας ναῦς, ἐγὼ δὲ ἔμπροσθεν πορευόμενος τοῖς ἵπποις τὴν ὁδὸν πᾶσαν λείαν καὶ ὁμαλὴν ποιήσω, τρέψω δὲ εἰς φυγὴν τοὺς ἥρωας Ἕλληνας.

253

οὕτως εἰπών, ἐνέβαλε μεγάλην ἰσχὺν εὔτολμον τῷ βασιλεῖ τοῦ στρατοῦ· ὥσπερ δὲ ὅταν τις ἵππος ἑστὼς ἐν τῷ ἱπποστάθμῳ ἀγανακτήσας ἐπὶ τῇ τῆς φάτνης στάσει, τὸν δεσμὸν διακόψας τρέχῃ διὰ τοῦ πεδίου ἐριγδούπων καὶ κυμβαλίζων, ἔχων συνήθειαν λούεσθαι ἐν καλλίρρῳ ποταμῷ γαυριῶν, εἰς ὕψος δὲ τὴν κεφαλὴν ἔχῃ, αἱ χαῖται δὲ καὶ ἡ κόμη περισείεται τοῖς ὤμοις, τῷ κάλλει δὲ καὶ τῇ λαμπρότητι πεποιθότα τοῦτον αὐτὸν ταχέως τὰ γόνατα φέρουσιν ἐπὶ τὰς διατριβὰς καὶ νομὰς τῶν ἵππων· οὕτως ὁ Ἕκτωρ ταχέως τοὺς πόδας καὶ τὰ γόνατα ἐκίνει, διεγείρων τοὺς ἱππέας, ἐπειδὴ ἤκουσε τὴν φωνὴν τοῦ θεοῦ. οὗτοι δὲ ὥσπερ ὅτε ἔλαφον κερασφόρον, ἢ αἶγα ἄγριον ἐπεδίωκον κύνες καὶ ἄνδρες ἀγροδίαιτοι, καὶ τοῦτον μὲν πέτρα ὑψηλὴ καὶ πολύσκιον ἄλσος ἐρρύσατο, οὐδ᾽ ἄρα αὐτοῖς καταλαβεῖν εἱμαρμένον ἦν, ὑπὸ τῆς βοῆς δὲ αὐτῶν ἐφάνη λέων καλὰς ἔχων τὰς σιαγόνας ἐν τῇ ὁδῷ, ταχέως δὲ πάντας καὶ προθύμως ὁρμῶντας ἀπέτρεψεν. οὕτως οἱ Ἕλληνες τέως μὲν ἀθρόως (πολεμικῶς) ἀεὶ ἐδίωκον πλήττοντες ῥομφαίαις καὶ δόρασι διστόμοις· ἐπεὶ δὲ ἐθεάσαντο τὸν Ἕκτορα ἰόντα ἐπὶ τὰς τάξεις τῶν ἀνδρῶν, ἐφοβήθησαν, πᾶσι δὲ παρὰ τοῖς ποσὶ κατέπεσεν ἡ ψυχή.

262

ἐν τούτοις δὲ μετὰ ταῦτα ἐδημηγόρησε Θόας ὁ υἱὸς τοῦ Ἀνδραίμονος ὁ ἐξόχως κράτιστος τῶν Αἰτωλῶν, εἰδὼς μὲν δόρατι πολεμεῖν, ἀγαθὸς δὲ κατὰ τὴν ἐκ συστάσεως μάχην, ἐν τῷ δημηγορεῖν δὲ ὀλίγοι τῶν Ἑλλήνων αὐτὸν ἐνίκων, ὁπηνίκα οἱ νέοι περὶ λόγων ἡμιλλῶντο· ὅστις καλῶς φρονῶν ἐδημηγόρησε καὶ εἶπεν ἐν αὐτοῖς· φεῦ φεῦ, ὄντως μέγα θαῦμα τοῦτο τοῖς ὀφθαλμοῖς ὁρῶ, ὁποῖον δὴ ἐκ δευτέρου ἠγέρθη ἐκφυγὼν τὰς θανατηφόρους μοίρας ὁ Ἕκτωρ, ὄντως που αὐτὸν πάνυ ἤλπιζεν ἑκάστου ψυχὴ ἀποθανεῖσθαι ὑπὸ ταῖς χερσὶ τοῦ Αἴαντος τοῦ υἱοῦ τοῦ Τελαμῶνος· ἀλλά τις πάλιν τῶν θεῶν ἠλευθέρωσε καὶ ἔσωσε τὸν Ἕκτορα, ὃς δὴ πολλῶν Ἑλλήνων γόνατα παρέλυσε καὶ ἐνέκρωσεν, ὥσπερ κἀν τῷ παρόντι ὑπολαμβάνω, οὐ γὰρ ἄνευ τοῦ μεγαλοκτύπου Διὸς πρόμαχος μένει, οὕτω προθυμούμενος· ἀλλ᾽ ἄγετε ὥσπερ ἂν ἐγὼ εἴπω, ὑπακούωμεν ἅπαντες, τὸ μὲν πλῆθος εἰς τὰς ναῦς ὑποστρέψαι κελεύσωμεν, αὐτοὶ δὲ ὅσοι κράτιστοι ἐν τῷ στρατῷ καυχώμεθα εἶναι, στῶμεν, εἴ τι κωλύσομεν αὐτὸν πρῶτον ἀντεπιόντες, ἀνασχόντες τὰ δόρατα, τοῦτον δὲ οἴομαι καὶ προθύμως ὁρῶντα φοβηθήσεσθαι κατὰ ψυχήν, εἰς τὸν στρατὸν εἰσελθεῖν τῶν Ἑλλήνων.

281

οὕτως εἶπεν· οὗτοι δ' ἄρα πάνυ τούτου ἤκουσαν καὶ ἐπείσθησαν· οἱ μὲν οὖν περὶ τὸν Αἴαντα, καὶ Ἰδομενέα τὸν βασιλέα, καὶ τὸν Τεῦκρον, καὶ τὸν Μηριόνην, καὶ τὸν Μέγην τὸν ὅμοιον τῷ Ἄρει τὴν μάχην παρεσκεύαζον καὶ διέταττον, τοὺς ἀριστέας συγκαλέσαντες ἐναντίον τῷ Ἕκτορι καὶ τοῖς Τρῳσίν, εἰς τοὐπίσω δὲ τὸ πλῆθος εἰς τὰς ναῦς τῶν Ἑλλήνων ὑπέστρεφεν.

300

οἱ Τρῷες δὲ ἀθρόοι συνέβαλον, προηγεῖτο δὲ ὁ Ἕκτωρ μεγάλως προποδίζων, ἔμπροσθεν δὲ αὐτοῦ ἐπορεύετο ὁ καθαρὸς Ἀπόλλων περιβεβλημένος νεφέλην κατὰ τοὺς ὤμους, κατεῖχε δὲ ἀσπίδα πολεμικὴν φοβερὰν κυκλωδασεῖαν, ἐπίσημον καὶ διάδηλον, ἣν δὴ ὁ χαλκεὺς Ἥφαιστος ἔδωκε τῷ Διὶ φέρειν εἰς φόβον τῶν ἀνδρῶν· ταύτην δὴ οὗτος ἐν ταῖς χερσὶ κρατῶν προηγήσατο τοῦ στρατοῦ·

306

οἱ Ἕλληνες δὲ παρέμειναν ἁθρόοι, ἠγέρθη δὲ βοῆ ὀξεῖα ἀφ' ἑκατέρου μέρους· ἀπὸ τῶν νευρῶν δὲ οἱ ἰοὶ ἀπεπήδων, πολλὰ δὲ δόρατα ἀπὸ τῶν θρασειῶν καὶ τολμηρῶν χειρῶν ἄλλα μὲν ἐπήγνυντο ἐν τῷ σώματι τῶν κατὰ πόλεμον εὐκινήτων νέων, πολλὰ δὲ καὶ μεταξὺ πρὶν τοῦ λευκοῦ σώματος τυχεῖν ἐν τῇ γῇ ἐπήγνυντο ἐφιέμενα σώματος. ἐφ᾽ ὅσον μὲν οὖν τὴν αἰγίδα κατεῖχε ταῖς χερσὶν ἀμετακινήτως ὁ καθαρὸς Ἀπόλλων, ἐπὶ τοσοῦτον πάνυ ἀμφοτέρων ἥπτοντο τὰ βέλη, ἔπιπτε δὲ καὶ ἀπέθνησκεν ὁ λαός. ἐπειδὴ δὲ κατὰ πρόσωπον θεασάμενος τῶν ταχεῖς ἵππους ἐχόντων Ἑλλήνων ἔσεισεν αὐτήν, ἐπεβόησε δὲ καὶ αὐτὸς πάνυ μεγάλως, τούτοις τὴν ψυχὴν ἐν τοῖς στήθεσι παρέλυσεν, ἐπελάθοντο δὲ τῆς ὁρμητικῆς καὶ πολεμικῆς ἰσχύος. οὗτοι δὲ ὥσπερ ἢ ἀγέλην βοῶν, ἢ ποίμνιον μέγα προβάτων δύο θηρία (λέοντες) συνταράσσουσιν ἐν τῷ μέσῳ τῆς σκοτεινῆς νυκτὸς ἐλθόντα(ες) ἐξαίφνης, τοῦ φύλακος οὐ παρόντος. οὕτως ἐφοβήθησαν καὶ εἰς φυγὴν ἐτράπησαν οἱ Ἕλληνες ὡς ἀσθενεῖς· ὁ γὰρ Ἀπόλλων ἐνέβαλεν αὐτοῖς φόβον, τοῖς Τρῳσὶ δὲ καὶ τῷ Ἕκτορι δόξαν παρεῖχε. τότε δὲ ἀνὴρ ἀνεῖλε καὶ ἀπέκτεινεν ἄνδρα, διασκεδασθείσης καὶ διαλυθείσης τῆς κατὰ τάξιν μάχης. ὁ μὲν Ἕκτωρ τὸν Στίχιον, καὶ τὸν Ἀρκεσίλαον ἀπέκτεινε, τὸν μὲν ἡγεμόνα τῶν σιδηροθωράκων Βοιωτῶν, τὸν δὲ φίλον πιστὸν τοῦ μεγαλοψύχου Μενεσθέως. ὁ Αἰνείας δὲ τὸν Μέδοντα, καὶ τὸν Ἴασον ἀπέκτεινεν, ὁ μὲν νόθος υἱὸς τοῦ θείου Ὀϊλέως ἦν ὁ Μέδων, ἀδελφὸς δὲ τοῦ Αἴαντος, κατῴκει δὲ ἐν τῇ Φυλάκῃ πόλει πόρρω τῆς πατρίδος γῆς, ἄνδρα ἀνελών, ἀδελφὸν Ἐριώπιδος τῆς μητρυιᾶς, ἣν εἶχεν ὁ Ὀϊλεύς. ὁ Ἴασος δὲ ἀρχηγὸς μὲν τῶν Ἀθηναίων ἐτύγχανεν, υἱὸς δὲ ἐκαλεῖτο τοῦ Σφήλου τοῦ υἱοῦ τοῦ βουκόλου. τὸν Μηκιστέα δὲ ἀνεῖλεν ὁ Πολυδάμας, τὸν Ἔχιον δὲ ὁ Πολίτης ἐν τοῖς πρωταγωνισταῖς, τὸν Κλόνιον δὲ ἀπέκτεινεν ὁ ἐνδοξότατος Ἀγήνωρ, τὸν Δηίοχον δὲ ἔτρωσεν ὁ Πάρις ὄπισθεν κατὰ τὸ ἔσχατον τοῦ ὤμου φεύγοντα ἐν τοῖς πρωταγωνισταῖς εἰς τὸ πρόσω δὲ διεπέρασε τὸν σίδηρον.

312

ἐν ὅσῳ δὲ οὗτοι τούτους ἀπεγύμνουν τῶν ὅπλων, ἐν τοσούτῳ οἱ Ἕλληνες τῇ ὀρωρυγμένῃ τάφρῳ καὶ ὀρθοῖς ξύλοις ἀτάκτως ἐμπεσόντες, ἔνθα κἀκεῖσε ἔφευγον, εἰσήρχοντο δὲ εἰς τὸ τεῖχος ὑπ' ἀνάγκης· ὁ Ἕκτωρ δὲ μεγάλως βοήσας παρεκελεύσατο τοῖς Τρῳσίν, ἐπὶ τὰς ναῦς ἐφορμᾷν (μᾶτε), καταλείπειν (πετε) δὲ τὰ ᾑμαγμένα σκύλα καὶ ὃν δ᾽ ἂν ἐγὼ πόρρω τῶν νεῶν ἑτέρωθι μένοντα θεάσωμαι, οὐδέ γε αὐτὸν οἱ γνώριμοι καὶ αἱ γνώριμαι πυρὸς ἀξιώσουσιν ἀποθανόντα, ἀλλ᾿ οἱ κύνες ἑλκύσουσι πρὸ τῆς ἡμετέρας πόλεως.

343

οὕτως εἰπὼν μάστιγι κατὰ τῶν ὤμων ἔπληξε τοὺς ἵππους, παρακελευόμενος τοῖς Τρῳσὶν ἐπὶ τὰς τάξεις, οὗτοι δὲ μετ' αὐτοῦ πάντες ὁμοῦ βοήσαντες ἤλαυνον τοὺς τὰ ἅρματα ἑλκύοντας ἵππους σὺν βοῇ θαυμαστῇ, ἔμπροσθεν δὲ Ἀπόλλων ὁ καθαρὸς ῥᾳδίως τὰς ὄχθας τῆς βαθείας τάφρου τοῖς ποσὶ καταστρέφων εἰς τὸ μέσον κατέβαλλεν, ἐγαίωσε δὲ ὁδὸν μακρὰν καὶ πλατεῖαν, ἐφ' ὅσον ὁρμὴ δόρατος καὶ βολὴ γίνεται, ὅταν ἀνὴρ πεῖραν λαμβάνων τῆς ἑαυτοῦ δυνάμεως ἀφῇ. ταύτῃ δὲ οὗτοι εἰσέρρεον κατὰ τάξεις, πρὸ πάντων δὲ ὁ Ἀπόλλων κατέχων τὴν πολύτιμον αἰγίδα, καθεῖλε δὲ τὸ τεῖχος τῶν Ἑλλήνων πάνυ ῥᾳδίως, ὥσπερ ὅταν τις παῖς ἄμμον πλησίον τῆς θαλάσσης συγχέῃ, ὅστις ἐπειδὰν ποιήσῃ παίγνια ἀφροσύναις, καὶ μωρίαις, πάλιν συνέχευεν τοῖς ποσὶ καὶ ταῖς χερσὶ παίζων. οὕτω δὴ σύ, ὦ τοξικὲ Φοῖβε, τὸν πολὺν πόνον, καὶ τὴν ταλαιπωρίαν τῶν Ἑλλήνων συνέχεας, αὐτοῖς δὲ φυγὴν ἐνέβαλες.

352

οὕτως οὗτοι μὲν παρὰ ταῖς ναυσὶ κατείχοντο ἐπιμένοντες, ἀλλήλοις τε παρακελευόμενοι καὶ πᾶσι τοῖς θεοῖς τὰς χεῖρας αἴροντες, μεγάλως ηὔχοντο ἅπαντες. Νέστωρ δὲ μάλιστα ὁ ἀπὸ τῆς Γερήνης ἡγεμὼν καὶ φύλαξ τῶν Ἑλλήνων ηὔχετο, τὰς χεῖρας ἐκτείνων εἰς τὸν ἔναστρον οὐρανὸν λέγων· ὦ Ζεῦ πάτερ, εἴ τις ποτέ σοι ἐν τῇ Ἑλλάδι τῇ σιτοφόρῳ, ἢ βοός, ἢ προβάτου μηρούς λιπαροὺς κατακαίων ηὔχετο ὑποστρέψαι, σὺ δὴ ὑπέσχου καὶ ἐπένευσας, τούτων μνήσθητι, καὶ ἀποσόβησον, ὦ οὐράνιε, τὴν ἀνηλεῆ καὶ χαλεπὴν ἡμέραν, μὴ δ᾽ οὕτω καταλίμπανε τοὺς Ἕλληνας ἀναιρεῖσθαι τοῖς Τρῳσίν.

367

οὕτως εἶπεν εὐχόμενος, μεγάλως δὲ ἐβρόντα ὁ βουλευτικὸς Ζεὺς ἐπακούων τῶν εὐχῶν τοῦ γέροντος τοῦ υἱοῦ τοῦ Νηλέως.

377

οἱ Τρῷες δὲ ἐπειδὴ ἤκουσαν τὸν κτύπον τοῦ τὴν αἰγίδα φοροῦντος Διός, μᾶλλον κατὰ τῶν Ἑλλήνων ὥρμων, ἐμνήσθησαν δὲ τῆς μάχης· οὗτοι δὲ ὥσπερ ὅταν μέγα κῦμα τῆς εὐρυχώρου θαλάσσης ὑπὲρ τῶν τοίχων τῆς νεὼς κατέλθῃ καὶ εἰσχυθῇ, ἀκμάζῃ καὶ σφοδρῶς πνέῃ ἡ δύναμις τοῦ ἀνέμου, αὕτη γὰρ μάλιστά γε τὰ κύματα αὔξει· οὕτως οἱ Τρῷες σὺν βοῇ μεγάλῃ κατέβαινον τὸ τεῖχος, τοὺς ἵππους δὲ εἰσαγαγόντες παρὰ ταῖς πρύμναις ἐπολέμουν δόρασι διστόμοις ἐκ τοῦ σύνεγγυς, οἱ μὲν ἀπὸ τῶν ἵππων, οἱ δὲ ἀπὸ τῶν μελαίνων νεῶν ἐφ᾽ ὕψους ἑστῶτες δόρασι μακροῖς, ἃ δὴ αὐτοῖς ἐν ταῖς ναυσὶν ἔκειντο τῶν νεῶν ἀμυντήρια, ἐκ πολλῶν συγκεκολλημένα ἵνα γένηται μακρά, σιδήρῳ κατὰ τὸ ἄκρον ἐστομωμένα.

379

ὁ Πάτροκλος δὲ ἕως μὲν οἱ Ἕλληνες καὶ οἱ Τρῷες περὶ τὸ τεῖχος ἐπολέμουν ἔξω τῶν ταχειῶν νεῶν, ἐπὶ τοσοῦτον οὗτος ἐν τῇ σκηνῇ Εὐρυπύλου τοῦ υἱοῦ Ἀγαπήνορος ἐκάθητο, καὶ εὔφραινεν αὐτὸν λόγοις, καὶ ἐπὶ τῷ χαλεπῷ τραύματι φάρμακα ἐπέβαλλε θεραπευτικὰ τῶν σκοτεινῶν ὀδυνῶν. ἐπειδὴ δὲ εἰς τὸ τεῖχος ἐφορμήσαντας ἐθεάσατο τοὺς Τρῷας, τῶν Ἑλλήνων δὲ ἐγένετο θόρυβος καὶ φυγή, ἐστέναξε δὴ σὺν βοῇ μετὰ ταῦτα, καὶ ἔτυψε τοὺς ἑαυτοῦ μηρούς χερσὶ κατωφερέσιν, ὀδυρόμενος δὲ ἔλεγεν· ὦ Ἐυρύπυλε, οὐκέτι σοι δύναμαι καίτοι χρήζοντί μου ἐνταυθοῖ παραμένειν, ἤδη γὰρ μεγάλη φιλονεικία καὶ ἔρις διηγέρθη, ἀλλὰ σε ὁ θεράπων παραμυθείσθω· ἐγὼ δὲ δραμοῦμαι πρὸς τὸν Ἀχιλλέα, ὅπως αὐτὸν διεγείρω πρὸς πόλεμον. τίς δὲ οἶδεν εἰ σὺν θεῷ ἐρεθίσω τὴν ψυχὴν αὐτοῦ παραινέσας καὶ παρακαλέσας; ἀγαθὴ δέ ἐστιν ἡ τοῦ φίλου παραίνεσις καὶ προτροπή.

390

τοῦτον μὲν οὖν οὕτως ἀπόντα οἱ πόδες ἀπῆγον· οἱ Ἕλληνες δὲ παρέμενον ἑδραίως τοὺς Τρῷας ἐπιόντας, οὐδὲ ἐδύναντο καίπερ ὄντας ὀλιγωτέρους ἀποκρούσασθαι καὶ ἀπελάσαι ἐκ τῶν νεῶν οὐδέποτε οἱ Τρῷες ἐδύναντο τὰς τῶν Ἑλλήνων τάξεις διαλύσαντες συμμιγῆναι ταῖς σκηναῖς, οὐδὲ ταῖς ναυσίν· ἀλλ᾿ ὥσπερ ἡ στάθμη εὐθύνει καὶ κανονίζει τὸ ναυπηγήσιμον ξύλον ἐν ταῖς παλάμαις τοῦ ἐπιστήμονος τέκτονος, ὃς δὴ πᾶσαν τὴν τέχνην καλῶς ἐπίσταται διδασκαλίαις τῆς Ἀθηνᾶς. οὕτω μὲν κατ᾽ ἴσον ἡ μάχη τούτων καὶ ὁ πόλεμος ἐξετάθη. οἱ ἄλλοι δὲ περὶ τὰς ἄλλας ναῦς ἐπολέμουν πόλεμον. ὁ Ἕκτωρ δὲ κατεναντίον τοῦ ἐνδόξου Αἴαντος ὥρμησεν, οὗτοι δὲ περὶ μιᾶς νεὼς εἶχον τὴν μάχην, οὐδὲ ἐδύναντο, οὔτε οὗτος τοῦτον ἀποδιῶξαι καὶ καῦσαι πυρὶ τὰς ναῦς, οὔτε οὗτος τοῦτον εἰς τοὐπίσω ἀπώσασθαι, ἀφ᾽ οὗ προσεπέλασεν αὐτὸν ὁ θεός· τότε τὸν υἱὸν τοῦ Κλυτίου τὸν Καλήτορα ὁ λαμπρὸς Αἴας φέροντα πῦρ εἰς τὴν ναῦν ἔπληξε κατὰ τὸ στῆθος δόρατι, ἐψόρησε δὲ πεσῶν, ὁ δαλὸς δὲ ἐξέπεσε τῆς χειρὸς αὐτοῦ. ὁ Ἕκτωρ δὲ ἐπειδὴ ἐθεάσατο τὸν ἑαυτοῦ ἐξάδελφον τοῖς ὀφθαλμοῖς καταπεσόντα ἐν τῷ χώματι, καὶ τῷ κονιορτῷ ἔμπροσθεν τῆς μελαίνης νεώς, μεγάλως βοήσας παρεκελεύσατο τοῖς Τρῳσί, καὶ τοῖς Λυκίοις, λέγων· ὦ Τρῷες, καὶ Λύκιοι, καὶ Δάρδανοι πολεμισταί, μηδαμῶς ἀναχωρεῖτε τῆς μάχης, ἐν τούτῳ τῷ στενώματι, ἀλλὰ σώσατε τὸν υἱὸν τοῦ Κλυτίου, μήποτε αὐτὸν οἱ Ἕλληνες ἐκδύσωσι τὰ ὅπλα ἀποθανόντα ἐν τῷ ἀγῶνι τῶν νεῶν.

405

οὕτως εἰπὼν ἔβαλε κατὰ τοῦ Αἴαντος δόρατι λαμπρῷ, καὶ τούτου μὲν ἀπέτυχε, Λυκόφρονα δὲ αὐτὸς τὸν υἱὸν τοῦ Μάστορος τὸν θεράποντα τοῦ Αἴαντος τὸν ἐκ τῶν Κυθήρων τῆς νήσου, ὃς δὴ παρ' αὐτῷ κατῴκει, ἐπειδὴ ἄνδρα ἀπέκτεινεν ἐν τοῖς ὑπερενδόξοις Κυθήροις. τοῦτον δὴ ἔτρωσε κατὰ τὴν κεφαλὴν ὑπεράνω τοῦ ὠτὸς σιδήρῳ ὀξεῖ ἑστῶτα πλησίον τοῦ Αἴαντος, οὗτος δὲ ἐπὶ τὰ μετάφρενα κατὰ γῆς ἀπὸ τῆς πρύμνης τῆς νεὼς χαμαὶ ἔπεσε, παρελύθησαν δὲ καὶ ἐνεκρώθησαν τὰ μέλη αὐτοῦ. ὁ Αἴας δὲ ἐφοβήθη, εἶπε δὲ πρὸς τὸν ἀδελφόν· ὦ προσηνέστατε Τεῦκρε, ἀνῃρέθη ἡμῖν ὁ πιστὸς φίλος υἱὸς τοῦ Μάστορος, ὃν ἡμεῖς ἐκ τῶν Κυθήρων παρόντα ὁμοίως τοῖς ἀγαπητοῖς γονεῦσιν ἐτιμῶμεν ἐν τῷ οἴκῳ, τοῦτον δὲ Ἕκτωρ ὁ μεγαλόψυχος ἀπέκτεινεν· ποῦ δή σοι οἱ ὀϊστοὶ οἱ ταχέως τὸν θάνατον ἐπάγοντες, καὶ τὸ τόξον, ὅπερ σοι ἐδωρήσατο ὁ καθαρὸς Ἀπόλλων;

429

οὕτως εἶπεν, οὗτος δὲ συνῆκε, τρέχων δὲ ἐγγὺς αὐτοῦ ἔστη, ἔχων τὸ τόξον ἐν ταῖς χερσὶ καὶ τὸ ὀπισθοκαμπές, καὶ τὴν φαρέτραν τὴν ἔχουσαν τοὺς ἰούς, πάνυ δὲ ταχέως βέλη κατὰ τῶν Τρῴων ἀφίη, καὶ δὴ ἔτρωσε τὸν Κλεῖτον τὸν λαμπρὸν υἱὸν τοῦ Πεισήνορος, τὸν φίλον Πολυδάμαντος τοῦ λαμπροῦ υἱοῦ τοῦ Πάνθου, τὰς ἡνίας κατέχοντα ταῖς χερσίν, οὗτος μὲν διεπράττετο τὰ περὶ τοὺς ἵππους, ταύτῃ γὰρ ἤλαυνεν, ὅπου δὴ πολλῷ πλείους τάξεις συνεταράττοντο τῷ Ἕκτορι καὶ τοῖς Τρῳσὶ τὰ πρὸς χάριν ποιῶν, ταχέως δ᾽ αὐτῷ ἐπῆλθε τὸ δεινόν, ὅπερ αὐτῷ οὐδεὶς ἐκώλυσε καίπερ σπεύδοντι καὶ προθυμουμένῳ· ὄπισθεν γὰρ εἰς τὸν αὐχένα αὐτοῦ ἐνεπάγη ὁ ὀδυνηρὸς ὀϊστός, κατέπεσε δὲ ἐκ τοῦ ὀχήματος, ἀνεχώρησαν δὲ αὐτῷ οἱ ἵπποι κενὸν τὸ ὄχημα κροτοῦντες, τάχιστα δὲ ἐθεάσατο ὁ βασιλεὺς Πολυδάμας, καὶ πρῶτον ἦλθεν ἐναντίον τῶν ἵππων, καὶ τούτους μὲν οὗτος Ἀστύνῳ τῷ υἱῷ τοῦ Προτιάνορος ἔδωκε, πολλὰ δ᾽ αὐτὸν προέτρεψεν ἐγγὺς κατέχειν ὁρῶντα τοὺς ἵππους, αὐτὸς δὲ ἐπανελθὼν τοῖς πρωταγωνισταῖς συνεμίγη.

442

ὁ Τεῦκρος δὲ ἄλλου ἰὸν κατὰ τοῦ Ἕκτορος τοῦ σιδήρῳ καθωπλισμένου ἔβαλε, καὶ δὴ ἔπαυσεν ἂν τῆς μάχης αὐτὸν παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων, εἴγ᾽ αὐτὸν ἀνδραγαθοῦντα πλήξας ἀφείλετο τὴν ψυχήν, ἀλλ᾽ οὐκ ἐλάνθανε τὸν συνετὸν νοῦν τοῦ Διός, ὃς δὴ ἐφύλαττε τὸν Ἕκτορα, Τεῦκρον δὲ υἱὸν τοῦ Τελαμῶνος τὸ καύχημα ἀφῃρεῖτο, ὃ αὐτῷ τὴν καλῶς συνεστραμμένην νευρὰν ἐν τῷ ἀμωμήτῳ τόξῳ ἔρριψε καὶ διέκοψε κατ' αὐτοῦ ἕλκοντος, παρηνέχθη δ' αὐτῷ ἄλλοσε ὁ τῷ σιδήρῳ βαρὺς ὀϊστός, τὸ τόξον δὲ ἐξέπεσε τῆς χειρὸς αὐτοῦ. ὁ Τεῦκρος δὲ ἐφοβήθη, καὶ εἶπε πρὸς τὸν ἀδελφόν· φεῦ φεῦ, ὄντως δὴ παντάπασι διακόπτει τὰ βουλεύματα τῆς μάχης τῆς ἡμετέρας ὁ θεός, ὅστις τὸ τόξον ἐξέβαλεν ἀπὸ τῆς χειρός μου, τὴν νευρὰν δὲ διέκοψε τὴν νεωστὶ ἐστραμμένην, ἣν ἐδέσμευσα πρόσφατον ὅπως ἂν ἀνέχοιτο τῶν συνεχῶς ἐκπηδώντων ὀϊστῶν.

458

πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα Αἴας ὁ μέγας υἱὸς τοῦ Τελαμῶνος· ὦ προσηνέστατε, ἀλλὰ σὺ τὸ μὲν τόξον ἄφες, καὶ τοὺς πυκτοὺς ὀϊστοὺς κεῖσθαι, ἐπειδὴ ὁ θεὸς συνέχεε φθονήσας τοῖς Ἕλλησι, λαβὼν δὲ ταῖς χερσὶ τὸ μακρὸν δόρυ, καὶ τὴν ἀσπίδα ἐν τῷ ὤμῳ, μάχου τοῖς Τρῳσί, καὶ τοὺς ἄλλους λαούς διέγειρε, μὴ δὴ ἄνευ σπουδῆς καὶ ἀγῶνος, καίπερ νικήσαντες λάβοιεν τὰς εὐκαθέδρους ναῦς, ἀλλὰ μνησώμεθα τῆς μάχης.

471

οὕτως εἶπεν· οὗτος δὲ τὸ μὲν τόξον ἐν τῇ σκηνῇ ἔθηκεν. αὐτὸς δὲ περὶ τοὺς ὤμους ἔθηκε τὴν τετράπτυχον ἀσπίδα, τῇ ἰσχυρᾷ δὲ κεφαλῇ τὴν καλῶς κατεσκευασμένην περικεφαλαίαν ἔθηκε τὴν ἱππείας τρίχας ἔχουσαν, φοβερῶς δὲ ὁ λόφος ἄνωθεν κατένευεν, ἔλαβε δὲ τὸ στιβαρὸν δόρυ σιδήρῳ ὀξεῖ ἐστομωμένον, ὥρμησε δὲ πορεύεσθαι, πάνυ δὲ ταχέως τρέχων τῷ Αἴαντι παρέστη.

478

ὁ Ἕκτωρ δὲ ἐπειδὴ ἐθεάσατο τὰ βέλη τοῦ Τεύκρου βλαβέντα, μεγάλως βοήσας παρεκελεύσατο τοῖς Τρῳσὶ καὶ τοῖς Λυκίοις, λέγων· ὦ Τρῷες καὶ Λύκιοι, καὶ Δάρδανοι πολεμισταί, ὦ φίλοι, ἄνδρες ὑπάρχετε, μνήσθητε δὲ τῆς ὁρμητικῆς καὶ πολεμικῆς ἰσχύος κατὰ τὰς βαθείας ναῦς, ἤδη γὰρ ἐθεασάμην τοῖς ὀφθαλμοῖς ἀνδρὸς ἀριστέως βέλη βεβλαμμένα ἐκ τοῦ Διός, ῥαδίως δὲ εὐεπίγνωστος γίνεται τοῖς ἀνδράσιν ἡ τοῦ Διὸς δύναμις, καὶ ὅτε τισὶ δόξαν μεγάλην παρέξῃ, καὶ ὅτε τινὰς ἐλαττοῖ, καὶ οὐ βούλεται βοηθεῖν, ὥσπερ νυνὶ τὴν μὲν ἰσχὺν τῶν Ἑλλήνων ἐλαττοῖ, ἡμῖν δὲ βοηθεῖ, ἀλλὰ μάχεσθε παρὰ ταῖς ναυσὶν ἀθρόοι καὶ ὁμοθυμαδόν· ὃς δ᾽ ἂν ὑμῶν βληθεὶς ἢ τρωθεὶς θάνατον καὶ μόρον λάβῃ, ἀποθανέτω, οὐκ ἀπρεπές ἐστιν αὐτῷ μαχομένῳ ὑπὲρ τῆς πατρίδος ἀποθανεῖν, ἀλλ᾽ ἦτε γαμετὴ σεσωσμένη μετὰ ταῦτ᾽ ἔσται, καὶ οἱ παῖδες, καὶ ὁ οἶκος, καὶ ἡ περιουσία ἀδιάφθορος, ἐὰν οἱ Ἕλληνες ἀναχωρήσωσι μετὰ τῶν νεῶν εἰς τὴν πατρίδα γῆν τὴν ἀγαπητήν.

484

οὕτως εἰπὼν παρώξυνεν ἑκάστου ψυχήν τε καὶ ἰσχύν. Αἴας δ᾽ αὖ ἐκ τοῦ ἑτέρου μέρους παρεκελεύσατο τοῖς ἑαυτοῦ φίλοις λέγων· ὦ Ἕλληνες, αἰσχύνη ἔστω, νῦν βέλτιον ἢ ἀποθανεῖν, ἢ σωθῆναι, καὶ ἀπελάσαι τὰ δεινὰ ἀπὸ τῶν νεῶν, ἢ ἐλπίζετε ἐὰν τὰς ναῦς κρατήσῃ ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ πεζοὶ ἀφίξεσθαι πάντες εἰς τὴν ἰδίαν πατρίδα γῆν; ἢ οὐκ ἀκούετε τοῦ Ἕκτορος παροξύνοντος ἅπαντα τὸν στρατόν, ὃς δὴ τὰς ναῦς κατακαῦσαι προθυμεῖται; οὐδαμῶς εἰς χορείαν ἐλθεῖν αὐτοὺς βοᾷ, ἀλλὰ πολεμεῖν· ἡμῖν δὲ οὐδεὶς ἄλλος νοῦς καὶ βουλὴ κρείσσων ταύτης, ἢ ἐκ τοῦ σύνεγγυς συνάψαι τὰς χεῖρας τε καὶ τὴν ἰσχύν· βέλτιον καὶ αἱρετώτερον καθ᾽ ἕνα χρόνον ἢ τεθνάναι, ἢ ζῇν, ἢ ἐπὶ πολὺν χρόνον κάμνειν καὶ φθείρεσθαι ἐν τῇ χαλεπῇ μάχῃ, οὕτω μάτην παρὰ ταῖς ναυσὶν ὑπ' ἀνδρῶν χειρόνων.

500

οὕτως εἰπὼν παρώξυνεν ἑκάστου προθυμίαν τε καὶ ἰσχύν. τότε Ἕκτωρ μὲν ἀνεῖλε Σχέδιον τὸν υἱὸν τοῦ Περιμήδους τὸν ἡγεμόνα τῶν Φωκέων, Αἴας δὲ ἀνεῖλεν Λαοδάμαντα τὸν ἡγεμόνα τῶν πεζῶν, τὸν λαμπρὸν υἱὸν τοῦ Ἀντήνορος. Πολυδάμας δὲ Ὦτον τὸν ἐκ τῆς Κυλλήνης ἀπέκτεινε τὸν φίλον τοῦ υἱοῦ τοῦ Φυλέως τὸν ἡγεμόνα τῶν μεγαλοψύχων Ἐπειῶν. τούτῳ δὲ Μέγης ἐφώρμησε θεασάμενος, οὗτος δὲ εἰς τοὔμπροσθεν ἀνεχώρησεν ὁ Πολυδάμας, καὶ τούτου μὲν ἀπέτυχεν, οὐ γὰρ Ἀπόλλων ἀφίη τὸν τοῦ Πάνθου υἱὸν ἀναιρεθῆναι ἐν τοῖς πρωταγωνισταῖς· οὗτος δὲ τὸ τοῦ Κροίσμου στῆθος κατὰ τὸ μέσον ἔπληξε τῷ δόρατι, ἐψόφησε δὲ καταπεσών, οὗτος δὲ ἀπὸ τῶν ὤμων τὰ ὅπλα ἀφῃρεῖτο. τηνικαῦτα δὲ ἐπ᾿ αὐτὸν ὥρμησε Δόλοψ καλῶς ἐπιστάμενος τὸ δόρυ ὁ υἱὸς τοῦ Λάμπου, ὃν Λάμπος ἐγέννησεν ὁ βέλτιστος τῶν ἀνδρῶν ὁ υἱὸς τοῦ Λαομέδοντος καλῶς ἐπιστάμενον τὴν ὁρμητικὴν καὶ πολεμικὴν ἰσχύν· οὗτος τότε τὸ μέσον τῆς ἀσπίδος τοῦ υἱοῦ τοῦ Φυλέως ἔβαλε τῷ δόρατι ἐκ τοῦ σύνεγγυς ὁρμήσας, ὁ πυκνὸς δὲ καὶ στιβαρὸς θώραξ ἐβοήθησεν αὐτῷ, ὃν δὴ ἐφόρει τοῖς κοιλώμασιν ἐνηρμοσμένον, ὅν ποτε ὁ Φυλεὺς ἤνεγκεν ἐκ τῆς Ἐφύρης ἀπὸ Σελλήεντος τοῦ ποταμοῦ, ξένος γὰρ αὐτῷ ἔδωκεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Εὐφήτης φορεῖν εἰς τὸν πόλεμον πολεμίων ἀνδρῶν ἀποτροπήν· ὅστις αὐτῷ καὶ τότε ἀπὸ τοῦ σώματος τοῦ παιδὸς ἀπεσόβησε τὸν ὀλέθριον θάνατον. τούτου δὲ ὁ Μέγης τῆς σιδηρᾶς περικεφαλαίας τῆς ἱππείαις θριξί δασυνομένης τὸ ὑπεράνω διάκενον ἔβαλε δόρατι ὀξεῖ καὶ τμητικῷ, διέκοψε δὲ τὸν ἐξ ἱππείων τριχῶν λόφον αὐτοῦ, ἅπας δὲ εἰς τὴν γῆν κατέπεσεν ἐν τῷ χώματι καὶ τῇ κόνει, νεωστὶ φοινικίνῳ χρώματι λελαμπρυσμένος· ἕως δ᾽ οὗτος αὐτῷ ἐπολέμει παραμένων, ἔτι δὲ ἤλπιζε νίκην, ἐν τούτῳ ἀφίκετο αὐτῷ βοηθός Μενέλαος ὁ πολεμικός, ἔστη δὲ ὄπισθεν σὺν τῷ δόρατι λαθών, ἔπληξε δὲ τῶν ὤμων ὄπισθεν, ἡ ἐπιδορατὶς δὲ διὰ τοῦ στέρνου διῆλθεν ὁρμῶσα εἰς τὸ πρόσω ἐπειγομένη, οὗτος δὲ ἐπὶ πρόσωπον κατέπεσεν· οὗτοι μὲν οὖν ὥρμησαν τὰ σιδηρᾶ ὅπλα ἀπὸ τῶν ὤμων ἀφαιρήσεσθαι. ὁ Ἕκτωρ δὲ τοῖς ἀδελφοῖς ἐκέλευσε πᾶσι μάλα· πρῶτον δὲ πρὸς υἱὸν τοῦ Ἱκετάονος ὠνείδισε τὸν ἰσχυρὸν Μελάνιππον· οὗτος δὲ τέως μὲν τὰς βοῦς τὰς συστρεφούσας τοὺς πόδας κατὰ τὴν πορείαν ἔβοσκεν ἐν τῇ Περκώτῃ τῶν πολεμίων πόρρω ὄντων· ἐπεὶ δὲ αἱ νῆες τῶν Ἑλλήνων αἱ ἀμφοτέρωθεν ἐλαυνόμεναι ἀφίκοντο, ὀπίσω εἰς τὸ Ἴλιον ἐπανῆλθε, διέπρεπε δὲ ἐπὶ τοῖς Τρῳσί, καὶ κράτιστος ἐν αὐτοῖς ἦν, κατῴκει δὲ παρὰ τῷ Πριάμῳ, οὗτος δὲ ἐτίμα αὐτὸν ὁμοίως τοῖς τέκνοις· τοῦτον δὴ ὁ Ἕκτωρ ὠνείδισε, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει· οὕτω δή, ὁ Μελάνιππε, καταπροήσομεν καὶ ἀμελήσομεν, οὐδὲ σοίγε ἐπιστρέφεται ἡ ἀγαπητὴ ψυχὴ ἀναιρεθέντος τοῦ ἀδελφιδοῦ; οὐχ ὁρᾷς ὅσον περὶ τὰ ὅπλα τοῦ Δόλοπος ἀσχολοῦνται; ἀλλ᾽ ἀκολούθει, οὐκέτι γάρ ἐστιν ἐξ ἀποστάσεως τοῖς Ἕλλησι μάχεσθαι, πρὶν ἢ κατακτεῖναι ἢ παντελῶς τὴν ὑψηλὴν Ἴλιον ἑλεῖν, καὶ τοὺς πολίτας ἀναιρεθῆναι.

514

οὕτως εἰπών, αὐτὸς μὲν ἡγεῖτο, ὁ δὲ συνείπετο ἀνὴρ ὅμοιος θεῷ. τοὺς Ἕλληνας δὲ παρώξυνεν ὁ τοῦ Τελαμῶνος μέγας Αἴας, λέγων· ὦ φίλοι, ἄνδρες ὑπάρχετε, καὶ ἐμβάλετε αἰσχύνην ἐν τῇ ψυχῇ, καὶ ἀλλήλους αἰσχύνεσθε κατὰ τὰς ἰσχυρὰς μάχας, ἀνδρῶν γὰρ αἰσχυνομένων πλείονες σώζονται, ἢ ἀποκτείνονται, φευγόντων δὲ οὔτε δόξα διεγείρεται, οὔτε τις ἰσχύς.

559

οὕτως εἶπεν, οὗτοι δὲ καὶ αὐτοὶ βοηθῆσαι προεθυμοῦντο, καὶ ἔσπευδον, ἐνέβαλον δὲ εἰς τὴν ψυχὴν τὸν λόγον, διέφραξαν δὲ τὰς ναῦς σιδηρῷ περιφράγματι. Ζεὺς δὲ τοὺς Τρῷας ἐπήγειρε· τὸν Ἀντίλοχον δὲ προὔτρεψεν ὁ κατὰ πόλεμον ἀγαθὸς Μενέλαος· ὦ Ἀντίλοχε, οὐδεὶς νέος ἄλλος τῶν Ἑλλήνων σοῦ οὔτε τοῖς ποσὶ ταχίων, οὔτε ἰσχυρὸς ὥσπερ σὺ πολεμεῖν, εἴθε τινά που τῶν Τρῴων ἄνδρα ἐξαλλόμενος τρώσειας.

565

οὗτος εἰπὼν αὐτὸς μὲν αὖθις ἐφώρμησε, τοῦτον δὲ παρώτρυνεν, ἐξεπήδησε δὲ πρὸ τῶν πρωταγωνιστῶν, καὶ ἔβαλε δόρατι λαμπρῷ περὶ αὐτὸν σκοπήσας· οἱ Τρῷες δὲ διεχωρίσθησαν ἀνδρὸς βαλόντος τὸ δόρυ· οὗτος δὲ οὐ ματαίως ἀφῆκε τὸ βέλος, ἀλλὰ τὸν υἱὸν τοῦ Ἱκετάονος τὸν μεγαλόψυχον Μελάνιππον πορευόμενον ἐπὶ τὸν πόλεμον ἔπληξε κατὰ τὸ στῆθος παρὰ τὸν μαζόν, ἐψόφησε δὲ καταπεσών, ἤχησαν δὲ τὰ ὅπλα ἐπ' αὐτῷ· ὁ Ἀντίλοχος δὲ ἐφώρμησεν, ὥσπερ κύων, ὅστις κατὰ γεννήματος ἐλάφου τετρωμένου ἐφορμήσει, οὗ ἐξ εὐνῆς ἐκπηδῶντος κυνηγὸς ἐπέτυχεν βαλών, παρέλυσε δὲ καὶ ἐνέκρωσε τὰ μέλη. οὕτως ἐπὶ σέ, ὦ Μελάνιππε, ὥρμησεν Ἀντίλοχος ὁ καρτερῶν ἐν τῷ μάχεσθαι τὰ ὅπλα ἀφαιρησόμενος, ἀλλ᾿ οὐκ ἔλαθε τὸν ἐνδοξότατον Ἕκτορα, ὃς δὴ αὐτῷ ἐναντίον ἦλθε τρέχων κατὰ τὴν μάχην. ὁ Ἀντίλοχος δὲ οὐ παρέμεινε, καίπερ ὢν ταχὺς καὶ ὀξὺς μαχητής, ἀλλ᾽ ἐφοβήθη αὐτός, ὅμοιος θηρίῳ κακόν τι ποιήσαντι, ὅπερ ἀποκτεῖναν κύνα, ἢ βουκόλον περὶ τὰς βοῦς, φεύγει, πρὶν συναθροισθῆναι τὸ πλῆθος τῶν ἀνδρῶν· οὕτως ἐφοβήθη ὁ υἱὸς τοῦ Νέστορος, ἐπειδὴ οἱ Τρῷες καὶ ὁ Ἕκτωρ σὺν βοῇ θαυμαστῇ τὰ ὀδυνηρά βέλη ἔχεον· ἔστη δὲ μεταστραφείς, ἐπειδὴ ἀφίκετο εἰς τὸ πλῆθος τῶν φίλων.

572

οἱ Τρῷες δὲ ὅμοιοι τοῖς ὠμοβόροις λέουσιν ἐπὶ τὰς ναῦς ὥρμησαν, τοῦ Διὸς δὲ ἐτελείουν τὰς ἐντολάς, ὃς αὐτοῖς ἀεὶ διήγειρεν δύναμιν μεγάλην, ἠπάτα δὲ τὴν ψυχὴν τῶν Ἑλλήνων, καὶ ἀφῃρεῖτο τὴν δόξαν, τοὺς Τρῷας δὲ παρώξυνε· τῷ Ἕκτορι γὰρ ἐβούλετο ἡ ψυχὴ αὐτοῦ δόξας δωρήσασθαι τῷ υἱῷ τοῦ Πριάμου, ὅπως ταῖς καμπυλοπρύμνοις ναυσὶ πῦρ θεῖον ἐμβάλοι πολὺ καὶ ἄφθονον, τῆς Θέτιδος δὲ τὴν παράνομον εὐχὴν πᾶσαν ἐκτελέσειε, τοῦτο γὰρ παρέμενεν ὁ βουλευτικὸς Ζεύς, νεὼς καιομένης ἔξαψιν θεάσασθαι τοῖς ὀφθαλμοῖς. ἐκ τούτου γὰρ ἔμελλεν ἐξ ὑποστροφῆς δίωξιν ἀπὸ τῶν νεῶν ποιήσειν τῶν Τρῴων, τοῖς Ἕλλησι δὲ δόξαν παρέξειν. ταῦτα φρονῶν καὶ διανοούμενος ἐπὶ τὰς βαθείας ναῦς παρώτρυνε τὸν Ἕκτορα τὸν υἱὸν τοῦ Πριάμου πάνυ προθυμούμενον καὶ αὐτόν, ἐνθουσιωδῶς δὲ ὥρμα ὥσπερ ὅταν ὁ δορυφόρος Ἄρης, ἢ πῦρ ὀλέθριον ἐνθουσιᾷ ἐν τοῖς ὄρεσιν, ἐν τοῖς πυκνοῖς τῆς βαθείας συστάσεως τῶν δένδρων· ἀφρισμὸς δὲ περὶ τὸ στόμα γίνηται, οἱ ὀφθαλμοὶ δὲ αὐτοῦ λάμπωσιν ὑπὸ τὰς καταπληκτικὰς ὀφρῦς· πέριξ δὲ ἡ περικεφαλαία φοβερῶς περὶ τοὺς κροτάφους ἐσείετο μαχομένου τοῦ Ἕκτορος, αὐτὸς γὰρ ἀπὸ τοῦ αἰθέρος ἦν αὐτῷ βοηθὸς ὁ Ζεύς, ὅστις αὐτὸν ἐν ἀνδράσι πολλοῖς μόνον ὄντα ἐτίμα καὶ ἐδόξαζεν, ὀλιγοχρόνιος γὰρ ἔμελλεν ἔσεσθαι, ἤδη γὰρ αὐτῷ ἀντεπῆγε τὴν εἱμαρμένην θανατηφόρον ἡμέραν ἡ πολεμικὴ Ἀθηνᾶ ἐκ τῆς δυνάμεως τοῦ υἱοῦ τοῦ Πηλέως. καὶ δὴ ἐβούλετο διαρρῆξαι καὶ διαλύσαι τὰς τάξεις τῶν ἀνδρῶν πειρώμενος, ὅπου δὴ πολὺ πλῆθος ἑώρα καὶ ὅπλα ἄριστα, ἀλλ᾽ οὐδὲ οὕτως ἐδύνατο διαλύσαι καὶ τρέψαι, καίτοι πάνυ προθυμούμενος, ἀντεῖχον γὰρ δίκην τείχους συνηρμοσμένοι καθάπερ πέτρα ὑψηλὴ μεγάλη ἐγγὺς τῆς λευκῆς θαλάσσης οὖσα, ἥτις ὑπομένει τῶν ὀξέως ἠχούντων ἐν τῷ πνέειν ἀνέμων τὰς πυκνὰς καὶ ταχείας ἐφόδους, καὶ τὰ μεγάλα καὶ ηὐξημένα κύματα, ἅπερ ἐξωθοῦνται πρὸς αὐτήν. οὕτως οἱ Ἕλληνες τοὺς Τρῷας παρέμενον ἀκινήτως, οὐδὲ εἰς φυγὴν ἐτρέποντο. οὗτος δὲ περιλαμπόμενος πανταχόθεν ὑπὸ τῶν ὅπλων, ὡς ὑπὸ πυρὸς ἐπήδησεν εἰς τὸ πλῆθος, ἐνέπεσε δὲ ὥσπερ ὅταν κῦμα ἐν τῇ ταχείᾳ ναὶ πέσῃ πολὺ καὶ σφοδρὸν ὑπὸ τῶν ἀνέμων ηὐξημένων ὑπὸ τὰ νέφη, πᾶσα δὲ ἡ ναῦς ὑπὸ τῆς ἄχνης καὶ τοῦ ἀφροῦ ἐσκεπάσθη, καὶ ἡ τοῦ ἀνέμου χαλεπὴ πνοὴ καὶ ὁρμὴ τῷ ἰστίῳ ἐνηχεῖ προσπληκτίζουσα αὐτὸ δηλαδή, τρέμουσι δὲ καὶ φοβοῦνται οἱ ἐπιβάται δεδιότες καὶ πτοούμενοι, μικρὸν γὰρ ἔξω τοῦ θανάτου φέρονται. οὕτως ἐκόπτετο ἐν τοῖς στήθεσιν ἡ ψυχὴ τῶν Ἑλλήνων. οὗτος δὲ ὥσπερ λέων ὀλέθρια φρονῶν ἐπελθὼν ταῖς βουσίν, αἳ δὴ ἐν καθύδρῳ τόπῳ ἕλους μεγάλου βόσκονται πλεῖσται, ἐν αὐταῖς δὲ ἔστι βουκόλος οὔπω καλῶς ἐπιστάμενος πολεμῆσαι λέοντι περὶ φονεύσεων βοὸς συνεστραμμένα τὰ κέρατα ἐχούσης· καὶ οὗτος μὲν ταῖς πρώταις καὶ ἐσχάταις βουσὶν ἀεὶ συμπαρομαρτεῖ, οὗτος εἰς τὸ μέσον αὐτῶν ὁρμήσας βοῦν ἐσθίει, αὗται δ᾽ ἅπασαι ἐφοβήθησαν. οὕτω τότε οἱ Ἕλληνες θαυμαστῶς ἐφοβήθησαν ὑπὸ τοῦ Ἕκτορος καὶ τοῦ Διὸς τοῦ πατρὸς ξύμπαντες. οὗτος δὲ ἕνα μόνον ἀπέκτεινε Περιφήτην τὸν ἐκ τῆς Μυκήνης τὸν ἀγαπητὸν υἱὸν τοῦ Κοπρέως, ὃς τοῦ βασιλέως Εὐρυσθέως ἀγγελιαφόρος τῶν ἄθλων ἐπορεύετο τῇ δυνάμει τοῦ Ἡρακλέους, ἤτοι τῷ Ἡρακλεῖ. ἐκ τούτου τοῦ πατρὸς πολλῷ χείρονος ἐγεννήθη υἱὸς βελτίων κατὰ πᾶσαν ἀρετήν, καὶ κατὰ τοὺς πόδας, καὶ κατὰ τὸ πολεμεῖν, καὶ κατὰ τὸν νοῦν ἐν τοῖς πρώτοις τῶν Μυκηναίων ἐτύγχανεν, ὃς δὴ τότε τῷ Ἕκτορι δόξαν μεγάλην ἐπέδωκε· στραφεὶς γὰρ εἰς τοὐπίσω ἐν τῇ περιφερείᾳ τῆς ἀσπίδος ἥλατο καὶ ἐπέβη, ἣν αὐτὸς ἔφερε περίφραγμα τῶν δοράτων μέχρι τῶν ποδῶν διῆκον. ταύτῃ οὗτος παραποδισθείς, κατέπεσεν ἐπὶ τὰ μετάφρενα, ἡ περικεφαλαία δὲ περιήχησε καταπληκτικῶς περὶ τοὺς κροτάφους πεσόντος· ὁ Ἕκτωρ δὲ ὀξέως ἐθεάσατο, τρέχων δὲ ἐγγὺς παρεγένετο, ἐνέπηξε δὲ τὸ δόρυ εἰς τὸ στῆθος, ἐγγὺς δὲ τῶν ἀγαπητῶν φίλων αὐτὸν ἀπέκτεινεν· οὗτοι δὲ οὐκ ἐδύναντο, καίτοι λυπούμενοι ἕνεκα τοῦ φίλου, βοηθεῖν, αὐτοὶ γὰρ πάνυ ἐφοβοῦντο τὸν ἐνδοξότατον Ἕκτορα·

592

αὐτόπται δὲ ἐγένοντο τῶν νεῶν, καὶ ἐσχέθησαν αἱ ἄκραι τῶν νεῶν, ὅσαι πρὸ τῶν ἄλλων ἦσαν εἱλκυσμέναι, οὗτοι δὲ ἐπεχύθησαν. οἱ Ἕλληνες δὲ τῶν μὲν νεῶν ἀνεχώρησαν, καὶ ὑπ' ἀνάγκης τῶν πρὸ τῶν ἄλλων, αὐτοὶ δὲ παρὰ ταῖς σκηναῖς ἔμενον ὁμοθυμαδόν, οὐδὲ διεμερίσθησαν κατὰ τὸ στρατόπεδον, κατεῖχε γὰρ ἡ αἰσχύνη καὶ ὁ φόβος, συνεχῶς γὰρ καὶ ἀδιαλείπτως παρεκελεύοντο ἀλλήλοις· ὁ Νέστωρ δὲ μάλιστα ὁ ἐκ τῆς Γερήνης φύλαξ καὶ ἡγεμών τῶν Ἑλλήνων παρεκάλει ὑπὲρ τῶν γονέων ἱκετεύων ἕκαστον ἄνδρα λέγων. ὦ φίλοι, ἄνδρες ὑπάρχετε, καὶ ἐμβάλετε αἰσχύνην εἰς τὴν ψυχὴν τῶν ἄλλων ἀνθρώπων, πρὸς δὲ μνήσθητε ἁπάντες τῶν παίδων, καὶ τῶν γυναικῶν, καὶ τῶν κτημάτων, καὶ τῶν γονέων, καὶ οἷς ζῶσι, καὶ οἷς ἀπέθανον, ὑπὲρ τούτων ἐνταῦθα ἐγὼ ἱκετεύω μὴ παρόντων, ἑστάναι ἰσχυρῶς καὶ ἀνδρείως, μηδὲ τρέπεσθαι εἰς φυγήν.

653

οὕτως εἰπὼν παρώξυνεν ἰσχὺν καὶ προθυμίαν ἑκάστου· τούτοις δὲ ἀπὸ τῶν ὀφθαλμῶν ἐξέλασεν ἡ Ἀθηνᾶ τὸ τῆς σκοτίας νέφος τὸ θεόθεν καὶ θαυμαστόν, πάνυ δὲ αὐτοῖς φῶς γέγονεν ἑκατέρωθεν καὶ ἐκ τῶν νεῶν, καὶ ἐκ τοῦ ἐπίσης πᾶσιν χαλεποῦ πολέμου· τὸν Ἕκτορα δὲ ἐθεάσαντο τὸν κατὰ πόλεμον ἀγαθὸν καὶ τοὺς φίλους, καὶ ὅσοι ὄπισθεν ἵσταντο καὶ οὐκ ἐπολέμουν, καὶ ὅσοι παρὰ ταῖς ταχείαις ναυσὶν ἐπολέμουν τὸν πόλεμον·

667

οὐδὲ ἔτι δὴ τῷ μεγαλοψύχῳ Αἴαντι ἤρεσκεν ἐν τῇ ψυχῇ ἑστάναι, ὅπου οἱ ἄλλοι ἐφίσταντο υἱοὶ τῶν Ἑλλήνων, ἀλλ᾿ οὗτός γε τὰ ἐξέχοντα ἄκρα τῶν νεῶν ἐπήρχετο μεγάλως προποδίζων, ἐκίνει δὲ ἐν ταῖς παλάμαις τὸ μέγα δόρυ τὸ τῶν νεῶν ἀμυντήριον τὸ συγκεκολλημένον συμβήμασι καὶ συνεμπλοκαῖς τὸ δύο καὶ εἴκοσι πηχῶν. ὥσπερ δὲ ὅταν ἀνὴρ καλῶς ἐπιστάμενος ἐλαύνειν τοὺς ἵππους τοὺς κέλητας, ἤτοι τοὺς μονάμπυκας, ὅστις ἐπειδὴ ἐκ πολλῶν τέσσαρας ἐκλεξάμενος συνήγαγεν ἵππους παρορμήσας ἐκ τοῦ πεδίου, πρὸς τὴν μεγάλην πόλιν τρέχει κατὰ τὴν ὁδόν, δι' ἧς οἱ λαοὶ ὁδεύουσι, πολλοί τε αὐτὸν θεασάμενοι ἐθαύμασαν ἄνδρες καὶ γυναῖκες, οὗτος δὲ ἑδραίως ἀσφαλῶς ἀεὶ προπηδῶν ἀπὸ ἄλλου εἰς ἄλλον μεταβαίνει, οὗτοι δὲ πέτονται. οὕτως ὁ Αἴας ἐπὶ πολλὰ ἐξέχοντα ἄκρα τῶν ταχειῶν νεῶν ἐπορεύετο, ἐκτεταμένως προποδίζων, ἡ φωνὴ δὲ αὐτὰ εἰς τὸν αἰθέρα ἀνέβαινεν, ἀεὶ δὲ καταπληκτικῶς βοῶν τοῖς Ἕλλησιν ἐκέλευε ταῖς ναυσὶ καὶ ταῖς σκηναῖς βοηθεῖν, οὐ μὴν δὲ ὁ Ἕκτωρ ἔμενεν ἐν τῷ πλήθει τῶν Τρῴων τῶν ἀσφαλῶς ὡπλισμένων, ἀλλ᾿ ὥσπερ ἀετὸς πυρρὸς ἐπὶ ὀρνίθων πετεινῶν, χηνῶν, ἢ γεράνων, ἢ κύκνων μακροτραχήλων πλῆθος ἐφορμᾷ παρὰ τὸν ποταμὸν βοσκομένων· οὕτως ὁ ῞Ἕκτωρ ὥρμησε τῆς μελανοπρώρου νεὼς ἐναντίον ἐπιδραμών, τοῦτον δὲ ὁ Ζεὺς διήγειρεν ὄπισθεν χειρὶ πάνυ μεγάλῃ, παρώξυνε δὲ τὸν στρατὸν σὺν αὐτῷ,

674

πάλιν δὲ μάχη χαλεπὴ (ὀξεῖα) παρὰ ταῖς ναυσὶν ἐγένετο. εἶπες ἂν ἀκραιφνεῖς τε καὶ ἀκαταπονήτους ἀλλήλοις ἀπαντᾷν καὶ ἀντεμβάλλειν ἐν τῷ πολέμῳ, οὕτως προθύμως ὁρμῶντες ἐπολέμουν· τούτοις δὲ μαχομένοις οὗτος ἦν νοῦς· οἱ μὲν Ἕλληνες οὐκ ᾠήθησαν δεῖν ἐκφυγεῖν ἐκ τοῦ κακοῦ, ἀλλ᾽ ἀπολέσθαι· τοῖς Τρῳσὶ δὲ ἤλπιζεν ἡ ψυχὴ ἐν τοῖς στήθεσιν ἁπάντων, τάς τε ναῦς κατακαύσειν, καὶ ἀναιρήσειν τοὺς ἥρωας Ἕλληνας. οὗτοι μὲν ταῦτα φρονοῦντες καὶ διανοούμενοι ἐπετίθεντο ἀλλήλοις. ὁ Ἕκτωρ δὲ ἥψατο τῆς πρύμνης τῆς θαλασσοπλόου νεὼς τῆς περικαλλοῦς, τῆς ταχυπλόου, ἢ τὸν Πρωτεσίλαον ἤνεγκεν εἰς τὴν Τροίαν, οὐδὲ αὖθις ἐπανήγαγεν εἰς τὴν πατρίδα γῆν· περὶ τῆς νεὼς δὴ τούτου οἱ Ἕλληνες καὶ οἱ Τρῷες ἀπέκτεινον ἀλλήλους ἐκ τοῦ σύνεγγυς, οὐδ᾽ ἄρα οὗτοί γε τὰς τῶν τοξευμάτων ὁρμὰς περιέμενον, οὐδὲ τῶν δοράτων· ἀλλ᾽ οὗτοι ἐκ τοῦ σύνεγγυς ἑστῶτες μίαν ψυχὴν ἔχοντες τμητικοῖς δὴ πελέκεσι καὶ ἀξίναις ἐμάχοντο, καὶ ῥομφαίαις μεγάλαις καὶ δόρασι διστόμοις· πολλὰ δὲ ξίφη καλὰ σιδηρόδετα κατὰ τὰς λαβάς, ἄλλα μὲν ἐκ τῆς χειρὸς κοπτομένης εἰς γῆν ἔπεσον, ἄλλα δὲ σὺν τοῖς ὤμοις τῶν ἀνδρῶν μαχομένων, περιερρεῖτο δὲ ἡ γῆ αἵματι μέλανι. ὁ Ἕκτωρ δὲ ἐπειδὴ ἔλαβε τὴν ναῦν ἀπὸ τῆς πρύμνης, οὐκ ἀφίη, τὸ ἀκροστόλιον ἐν ταῖς χερσὶ κατέχων, τοῖς Τρῳσί δὲ προσέταττε· κομίσατε πῦρ· ἅμα δὲ αὐτοὶ ὑμεῖς ἀθρόοι ἐγείρετε φωνήν, ὅτι νῦν ἡμῖν ὁ Ζεὺς ἔδωκεν ἡμέραν ἀξίαν πάντων, τὰς ναῦς κρατῆσαι, αἵτινες ἐνθάδε παρὰ γνώμην τῶν θεῶν ἐλθοῦσαι, συμφοράς τε καὶ βλάβας πολλὰς ἡμῖν ἐποίησαν δειλίᾳ καὶ κακίᾳ τῶν πρεσβυτέρων, οἵτινές με βουλόμενον πολεμεῖν παρὰ ταῖς πρύμναις τῶν νεῶν, ἐμέ τε ἐκώλυον καὶ κατεῖχον, καὶ τὸν στρατόν, ἀλλ᾽ εἰ καὶ τότε ἔβλαπτεν ὁ μεγαλόφωνος Ζεὺς τὴν διάνοιαν τὴν ἡμετέραν, νῦν ὅμως αὐτὸς παροξύνει καὶ προτρέπει.

696

οὕτως εἶπεν. οὗτοι δὲ μᾶλλον κατὰ τῶν Ἑλλήνων ἐφώρμησαν. ὁ Αἴας δὲ οὐκέτι ἔμενε, κατηπείγετο γὰρ τοῖς βέλεσιν, ἀλλ᾽ ὑπολαμβάνων τεθνήξεσθαι, μικρὸν ἀνεχώρησεν ἐπὶ τὰς καθέδρας τῶν ἐρετῶν τὰς ἑπτάποδας, κατέλιπε δὲ τὰ ἐξέχοντα ἄκρα τῆς ἰσοτοίχου νεώς· ἐκεῖ δὴ οὗτος ἵστατο ἐπιτηρῶν, δόρατι δὲ ἀεὶ τοὺς Τρῷας ἀπεσόβει τῶν νεῶν, ὅστις ἔφερε τὸ πολὺ καὶ ἄφθονον πῦρ· ἀεὶ δὲ καταπληκτικῶς βοῶν τοῖς Ἕλλησιν ἐκέλευεν· ὦ φίλοι ἥρωες Ἕλληνες ὑπηρέται τοῦ Ἄρεος, ἄνδρες ὑπάρχετε, ὦ φίλοι, μνήσθητε δὲ τῆς ὁρμητικῆς καὶ πολεμικῆς ἰσχύος· ἤ τινας οἰόμεθα εἶναι βοηθοὺς μετὰ ταῦτα; ἤ τι τεῖχος πολεμικὸν καὶ ἰσχυρόν, ὃγ' ἂν τοῖς ἀνδράσιν ἀποσοβήσειε τὸν ὄλεθρον; οὐδαμῶς τις ἐγγύς ἐστι πόλις τείχεσι καὶ πύργοις περιηρμοσμένη, ᾗ ἂν ἐπεξέλθοιμεν, τὸν ἀπὸ τῆς πόλεως δῆμον ἔχοντες ἑτέραν ἡμῖν ἀλκὴν περιποιοῦντα· ἀλλὰ γὰρ ἐν τῷ πεδίῳ τῶν Τρῴων τῶν ἀσφαλῶς καθωπλισμένων, τῷ πόντῳ περιεχόμενοι, πόρρωθι καθήμεθα τῆς πατρίδος γῆς· δι' ὃ ἐν ταῖς χερσίν ἐστι τὸ φῶς καὶ ἡ ζωή, οὐχ ἡ προσήνεια τοῦ πολέμου οἰκεία, ἀλλὰ τῆς εἰρήνης (οὐκ ἐν τῷ προσηνῶς πολεμεῖν).

726

εἶπε καὶ ἐνθουσιῶν ἐδίωκε δόρατι ὁξεῖ. ὅστις δὲ ἀπὸ τῶν Τρῴων ἐπὶ τὰς βαθείας ναῦς ἔτρεχε μετὰ πυρὸς καυστικοῦ, χάριν τοῦ Ἕκτορος, παροξύναντος, τοῦτον Αἴας ἐτίτρωσκεν ἐπιτηρῶν σιδήρῳ ὀξεῖ, δώδεκα δὲ ἔμπροσθεν τῶν νεῶν ἐκ τοῦ σύνεγγυς ἔτρωσε.

742