Vasile Stancu

The ILIAD




Book XV

Homeric text & Koine Greek paraphrase by Theodorus Gaza


αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν001
ἐπεὶ δὲ τὰ ὀρθὰ ξύλα, καὶ τὴν τάφρον διέβησαν

φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,002
φεύγοντες, πολλοὶ δὲ ἐνῃρέθησαν ὑπὸ τῶν χειρῶν τῶν Ἑλλήνων,

οἳ μὲν δὴ παρ' ὄχεσφιν ἐρητύοντο μένοντες003
οὗτοι μὲν δὴ κατείχοντο παρὰ τοῖς ἄρμασι παραμένοντες

χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς004
ὠχροὶ ὑπὸ τοῦ φόβου, ἐπτοημένοι· ἠγέρθη δὲ ὁ Ζεὺς ἐκ τοῦ ὕπνου

Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης, 005
ἐν ταῖς κορυφαῖς τῆς Ἴδης παρὰ τῆς χρυσοῦν θρόνον ἐχούσης Ἥρας,

στῆ δ' ἄρ' ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς006
ἀνορμήσας δὲ ἔστη, ἐθεάσατο δὲ τοὺς Τρῷας καὶ τοὺς Ἕλληνας,

τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν007
τοὺς μὲν ταρασσομένους, τοὺς δὲ συνταράσσοντας ὄπισθεν

Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·008
τοὺς Ἕλληνας, ἐν αὐτοῖς δὲ Ποσειδῶνα τὸν βασιλέα·

Ἕκτορα δ' ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δ' ἑταῖροι009
τὸν Ἕκτορα δὲ ἐθεάσατο κείμενον ἐν τῷ πεδίῳ, περὶ αὐτὸν δὲ οἱ φίλοι

εἵαθ', ὃ δ' ἀργαλέῳ ἔχετ' ἄσθματι κῆρ ἀπινύσσων 010
ἐκάθηντο, αὐτός δὲ χαλεπῇ κατείχετο ἀναπνοῇ παράφρων τῇ ψυχῇ

αἷμ' ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ' Ἀχαιῶν.011
καὶ ἐξεστηκὼς αἷμα ἐξεμῶν, ἐπειδὴ οὐκ ἔτρωσεν αὐτὸν ὁ ἀσθενέστατος τῶν Ἑλλήνων.

τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,012
τοῦτον δὲ θεασάμενος ᾤκτειρεν ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν,

δεινὰ δ' ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·013
χαλεπῶς δὲ ὑποβλεψάμενος πρὸς τὴν Ἥραν εἶπε λόγον·

ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη014
ὄντως δὴ πάνυ ἡ κακοῦργος σὴ ἐπιβουλή, ὦ πανοῦργε Ἥρα,

Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς. 015
τὸν ἐνδοξότατον Ἕκτορα ἀπέπαυσε τοῦ πολέμου, ἔτρεψε δὲ εἰς φυγὴν τὸν στρατόν·

οὐ μὰν οἶδ' εἰ αὖτε κακορραφίης ἀλεγεινῆς016
οὐ μὴν οἶδα εἰ αὖθις τῆς χαλεπῆς καὶ ὀδυνηρᾶς κακοσυνθεσίας

πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.017
πρώτη ἀπολαύσεις, καί σε πληγαῖς μαστίξω·

ἦ οὐ μέμνῃ ὅτε τ' ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν018
ἢ οὐ μέμνησαι, ὁπηνίκα ἐκρέμω ἀπὸ τοῦ ὕψους, ἐκ δὲ τῶν ποδῶν

ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα019
ἄκμονας δύο ἐξήρτησα, περὶ τὰς χεῖρας δὲ δεσμὸν ἔβαλον

χρύσεον ἄρρηκτον; σὺ δ' ἐν αἰθέρι καὶ νεφέλῃσιν 020
χρυσοῦν, στερεόν; σὺ δὲ ἐν τῷ αἰθέρι καὶ ταῖς νεφέλαις

ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,021
ἐκρέμω, ἐδεινοπάθουν δὲ οἱ θεοὶ κατὰ τὸν μέγαν καὶ ὑψηλὸν Ὄλυμπον,

λῦσαι δ' οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι022
λῦσαι δέ σε οὐκ ἐδύναντο πλησίον ἐρχόμενοι, ὃν δὲ ἐλάμβανον

ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρ' ἂν ἵκηται023
ἐρρίπτουν τινάξας ἀπὸ τοῦ οὐρανίου βαθμοῦ, ἕως ἂν ἀφίκηται

γῆν ὀλιγηπελέων· ἐμὲ δ' οὐδ' ὧς θυμὸν ἀνίει024
εἰς τὴν γῆν ὀλίγον ἔχων τὸ εἶναι, ἐμὲ δὲ οὐδ᾽ οὕτως ἀφίη ὁ θυμὸς

ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο, 025
ὁ σκληρός, τῇ λύπῃ τοῦ θείου Ἡρακλέους,

τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας026
ὃν σὺ σὺν τῷ Βορέᾳ ἀνέμῳ πείθουσα τὰς συστροφάς,

πέμψας ἐπ' ἀτρύγετον πόντον κακὰ μητιόωσα,027
ἐξέπεμψας ἐπὶ τὴν ἄκαρπον θάλασσαν κακὰ καὶ δεινὰ βουλευομένη·

καί μιν ἔπειτα Κόων δ' εὖ ναιομένην ἀπένεικας.028
καὶ μετὰ ταῦτα αὐτὸν εἰς τὴν καλῶς οἰκουμένην Κῶν ἀπήνεγκας·

τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις029
τοῦτον μὲν οὖν ἐγὼ ἐκεῖθεν ἠλευθέρωσα, καὶ ἀνήγαγον αὖθις

Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα. 030
εἰς τὸ ἱπποτρόφον Ἄργος, καίπερ πολλὰ κακοπαθήσαντα.

τῶν σ' αὖτις μνήσω ἵν' ἀπολλήξῃς ἀπατάων,031
τούτων σε πάλιν ἀναμνήσω, ὅπως παύσῃ τῶν δόλων καὶ τῶν ἀπατῶν,

ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,032
ἵνα ἴδῃς εἴ τοί σοι βοηθήσει ὁ ἔρως καὶ ἡ κοίτη,

ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ' ἀπάτησας.033
ᾗ συνεγένου παραγενομένη πόρρω τῶν θεῶν καί με ἐξηπάτησας.



ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,034
οὕτως εἶπεν, ἐφοβήθη δὲ ἡ εὐόφθαλμος σεβαστὴ Ἥρα,

καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα· 035
καὶ φωνήσασα ἔλεγε πρὸς αὐτὸν λόγους ταχεῖς·

ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε036
γινωσκέτω νῦν τοῦτο ἡ Γῆ, καὶ ὁ πλατὺς ἄνωθεν Οὐρανός,

καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος037
καὶ τὸ καταρρέον τῆς Στυγὸς ὕδωρ, ὅστις ἐστὶ μέγιστος

ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,038
ὅρκος, καὶ φοβερώτατος τοῖς μακαρίοις θεοῖς,

σή θ' ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν039
καὶ ἡ σαυτοῦ θεία κεφαλή, καὶ ἡ ἡμέτερα αὐτῶν κοίτη

κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι· 040
ἡ ἐκ παρθενίας οὖσα, ταύτην μέν τοι οὐκ ἄν ποτε ἐγὼ ψευδῶς ὀμόσαιμι,

μὴ δι' ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων041
μὴ δι' ἐμὴν βουλὴν Ποσειδῶν ὁ τὴν γῆν συνέχων

πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ' ἀρήγει,042
βλάπτει τοὺς Τρῷάς τε καὶ τὸν Ἕκτορα, τούτοις δὲ βοηθεῖ·

ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,043
ἀλλά που αὐτὸν ἡ ψυχὴ διεγείρει καὶ προτρέπεται,

τειρομένους δ' ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.044
καταπονουμένους δὲ παρὰ ταῖς ναυσὶ θεασάμενος ᾤκτειρε τοὺς Ἕλληνας.

αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην 045
ἐγὼ δέ σοι κἀκείνῳ παραινέσαιμι ἂν καὶ συμβουλεύσαιμι

τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.046
ἐκεῖσε ἰέναι, ὅπου δὴ σύ, ὦ αἴτιε τῆς σκοτεινῆς πυκνώσεως τῶν νεφῶν, προηγῇ.



ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,047
οὕτως εἶπεν· ἡρέμα δὲ ἐγέλασεν ὁ πατὴρ τῶν ἀνδρῶν τε καὶ τῶν θεῶν,

καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·048
καὶ ἀποκρινόμενος ἔλεγε πρὸς αὐτὴν λόγους ταχεῖς·

εἰ μὲν δὴ σύ γ' ἔπειτα βοῶπις πότνια Ἥρη049
εἰ μὲν οὖν σύγε, ὦ εὐόφθαλμε σεβαστὴ Ἥρα,

ἶσον ἐμοὶ φρονέουσα μετ' ἀθανάτοισι καθίζοις, 050
ὁμονοοῦσα ἐμοὶ κάθησαι ἐν τοῖς ἀθανάτοις θεοῖς,

τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,051
ἐκ τούτου ἂν καὶ ὁ Ποσειδῶν, καὶ εἰ πάνυ βούλεται πρὸς ἄλλοις εἶναι,

αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.052
ταχέως μεταθείη καὶ ἀμείψειε τὸν νοῦν πρὸς τὸ σὸν καὶ ἐμὸν βούλημα·

ἀλλ' εἰ δή ῥ' ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,053
ἀλλ᾽ εἴγε δὴ ἀληθῶς καὶ ἀψευδῶς λέγεις,

ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον054
πορεύθητι νῦν πρὸς τὰ γένη τῶν θεῶν, καὶ κάλεσον δεῦρο

Ἶρίν τ' ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον, 055
παραγενέσθαι τήν τε Ἶριν, καὶ τὸν Ἀπόλλωνα τὸν ἔνδοξον κατὰ τὴν τοξικήν,

ὄφρ' ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων056
ὅπως ἡ μὲν εἰς τὸν στρατὸν τῶν σιδηροθωράκων Ἑλλήνων

ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι057
ἀφίκηται καὶ εἴπῃ Ποσειδῶνι τῷ βασιλεῖ

παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθ' ἱκέσθαι,058
ἀφικέσθαι εἰς τὰ ἑαυτοῦ οἰκήματα λήξαντα τῆς μάχης·

Ἕκτορα δ' ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,059
τὸν Ἕκτορα δὲ παροξύνῃ εἰς τὴν μάχην Ἀπόλλων ὁ καθαρός,

αὖτις δ' ἐμπνεύσῃσι μένος, λελάθῃ δ' ὀδυνάων 060
αὖθις δὲ ἐμβαλῃ αὐτῷ ἰσχύν, ποιήσῃ δὲ ἐπιλαθέσθαι τῶν ὀδυνῶν,

αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς061
αἳ νῦν αὐτὸν καταπονοῦσι κατὰ διάνοιαν, τοὺς Ἕλληνας δὲ

αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,062
πάλιν εἰς τοὐπίσω τρέψῃ καὶ ἐπιδιώξῃ ἀσθενῆ φυγὴν ἐμβαλών,

φεύγοντες δ' ἐν νηυσὶ πολυκλήϊσι πέσωσι063
φεύγοντες δὲ ἐν ταῖς πολυκαθέδροις ναυσὶ συνελαθῶσιν

Πηλεΐδεω Ἀχιλῆος· ὃ δ' ἀνστήσει ὃν ἑταῖρον064
Ἀχιλλέως τοῦ υἱοῦ τοῦ Πηλέως, οὗτος δ᾽ ἐγείρῃ τὸν ἑαυτοῦ φίλον

Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ 065
τὸν Πάτροκλον, τοῦτον δὲ ἀναιρήσει δόρατι ὁ λαμπρὸς Ἕκτωρ

Ἰλίου προπάροιθε πολέας ὀλέσαντ' αἰζηοὺς066
ἔμπροσθεν τοῦ Ἰλίου πολλοὺς ἀνελόντα

τοὺς ἄλλους, μετὰ δ' υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.067
νέους ἄλλους, ἐν αὐτοῖς δὲ καὶ τὸν ἐμὸν υἱὸν τὸν ἐνδοξότατον Σαρπηδόνα·

τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.068
τούτου δὲ χάριν ὀργισθεὶς ἀναιρήσει τὸν Ἕκτορα ἐνδοξότατος Ἀχιλλεύς.

ἐκ τοῦ δ' ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν069
ἐκ τούτου δὲ τοῦ χρόνου δίωξιν ἐξ ὑποστροφῆς τῶν φευγόντων ἐκ τῶν νεῶν

αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κ' Ἀχαιοὶ 070
ἀεὶ αὐτὸς ἂν κατασκευάζοιμι δι᾿ ὅλου, ἕως ἂν οἱ Ἕλληνες

Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.071
τὸ ὑψηλὸν Ἴλιον κρατήσαιεν ἐκ τῶν τῆς Ἀθηνᾶς βουλῶν·

τὸ πρὶν δ' οὔτ' ἄρ' ἐγὼ παύω χόλον οὔτέ τιν' ἄλλον072
πρὸ τούτου δὲ οὔτε αὐτὸς ἀφανίσω τὴν ὀργήν, οὔτε τινὰ ἄλλον

ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ' ἐάσω073
τῶν θεῶν βοηθεῖν τοῖς Ἕλλησιν ἐνταῦθα ἀφήσω,

πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,074
πρὶν τελειωθῆναι τὴν ἐπιθυμίαν τοῦ υἱοῦ τοῦ Πηλέως,

ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δ' ἐπένευσα κάρητι, 075
ὥσπερ ὑπεσχόμην αὐτῷ τὸ πρῶτον, κατένευσα δὲ τῇ ἐμῇ κεφαλῇ

ἤματι τῷ ὅτ' ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,076
τῇ ἡμέρᾳ ἐκείνῃ, ὁπηνίκα ἥψατο τῶν ἐμῶν γονάτων ἡ θεὰ ἡ Θέτις,

λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.077
παρακαλοῦσα τιμῆσαι τὸν Ἀχιλλέα τὸν πορθοῦντα τὰς πόλεις.



ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη,078
οὕτως εἶπεν· ὑπήκουσε δὲ ἡ θεὰ ἡ λευκόχειρ Ἥρα,

βῆ δ' ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.079
ἐπορεύθη δὲ ἐκ τῶν ὀρέων τῆς Ἴδης εἰς τὸν μέγαν καὶ ὑψηλὸν Ὄλυμπον·

ὡς δ' ὅτ' ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τ' ἐπὶ πολλὴν 080
ὥσπερ δὲ ὅταν ὁρμήσῃ νοῦς ἀνδρός, ὅστις πολλὴν

γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ081
γῆν ἐπελθὼν ταῖς ἑαυτοῦ συνεταῖς φρεσὶν διανοήσηται,

ἔνθ' εἴην ἢ ἔνθα, μενοινήῃσί τε πολλά,082
ἐνταῦθα ἦν ἢ ἐκεῖ, καὶ πολλὰ σκοπήσειεν·

ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη·083
οὕτω ταχέως ὁρμῶσα διέπτη ἡ σεβαστὴ Ἥρα,

ἵκετο δ' αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δ' ἐπῆλθεν084
ἀφίκετο δὲ εἰς τὸν ὑψηλὸν Ὄλυμπον, συνηθροισμένοις δὲ παρεγένετο

ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες 085
τοῖς ἀθανάτοις θεοῖς ἐν τῷ οἴκῳ τοῦ Διός· οὗτοι δὲ θεασάμενοι αὐτὴν

πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.086
πάντες ἀνέστησαν, καὶ ἐδεξιοῦντο τοῖς ποτηρίοις·

ἣ δ' ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ087
αὕτη δὲ τοὺς ἄλλους μὲν κατέλιπε, τῇ Θέμιστι δὲ τῇ εὐειδεῖ καὶ ὡραίᾳ

δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,088
ἐδέξατο τὸ ποτήριον· πρώτη γὰρ ἐναντίον παρεγένετο τρέχουσα,

καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα·089
καὶ φωνήσασα ἔλεγε πρὸς αὐτὴν λόγους ταχεῖς·

Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας· 090
ὦ Ἥρα, τί δήποτε ἀφίκου, τεταραγμένῃ δὲ ἔοικας;

ἦ μάλα δή σ' ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.091
ὄντως που πάνυ δή σε εἰς φόβον καὶ φυγὴν ἐνέβαλεν ὁ υἱὸς τοῦ Κρόνου, ὅς σοι ἀνήρ ἐστι;



τὴν δ' ἠμείβετ' ἔπειτα θεὰ λευκώλενος Ἥρη·092
πρὸς ταύτην δὲ ἀπεκρίνατο μετὰ ταῦτα ἡ λευκοβραχίων Ἥρα·

μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ093
ὦ θεά Θέμι, μή με ταῦτα ἐρώτα, ἐπίστασαι καὶ σὺ

οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.094
ὁποῖός ἐστιν ὁ θυμὸς ἐκείνου ὑπερήφανος καὶ σκληρός, καὶ ἀμείλικτος·

ἀλλὰ σύ γ' ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης· 095
ἀλλὰ σύ γε ἡγοῦ τοῖς θεοῖς τῆς κοινῆς εὐωχίας ἐν τοῖς οἴκοις·

ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν096
ταῦτα δὲ καὶ ἐν πᾶσι τοῖς ἀθανατοῖς θεοῖς ἀκούσῃ

οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι097
ὁποῖα κακὰ ἔργα ὁ Ζεὺς ἐμφανίζει, οὐκέτι οἴομαι

πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν098
χαρήσεσθαι τὴν ψυχὴν πᾶσιν ὁμοίως, οὔτε τοῖς ἀνθρώποις,

οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.099
οὔτε τοῖς θεοῖς, εἴπέρ τις ἔτι νυνὶ εὐωχεῖται μετ' εὐφροσύνης.



ἣ μὲν ἄρ' ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη, 100
ἡ μὲν οὖν σεβαστὴ Ἥρα οὕτως εἰποῦσα ἐκάθισεν,

ὄχθησαν δ' ἀνὰ δῶμα Διὸς θεοί· ἣ δ' ἐγέλασσε101
ἠχθέσθησαν δὲ οἱ θεοὶ κατὰ τὸ οἴκημα τοῦ Διός, αὕτη δὲ ἐγέλασε

χείλεσιν, οὐδὲ μέτωπον ἐπ' ὀφρύσι κυανέῃσιν102
τοῖς χείλεσιν, οὐδὲ τὸ μέτωπον ἐπὶ ταῖς μελαίναις ὀφρύσιν ἐκινήθη

ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·103
καὶ διεχύθη, πᾶσι δὲ μεμψαμένη εἶπεν ἐν αὐτοῖς·

νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες·104
μωροὶ καὶ ἀνόητοι, οἳ τῷ Διὶ ὀργιζόμεθα ἀνοηταίνοντες,

ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες 105
ἢ ἔτι προθυμούμεθα καταπαύσειν αὐτὸν παραγενόμενοι

ἢ ἔπει ἠὲ βίῃ· ὃ δ' ἀφήμενος οὐκ ἀλεγίζει106
ἢ λόγῳ, ἢ ἰσχύϊ, οὗτος δὲ πόρρω καθήμενος οὐ φροντίζει,

οὐδ' ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι107
οὐδὲ ἐπιστρέφεται, οἴεται γὰρ ἐν τοῖς ἀθανάτοις θεοῖς

κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.108
ἐπικρατείᾳ τε καὶ ἰσχύϊ ἐξόχως ὑπάρχειν ἄριστος,

τὼ ἔχεθ' ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.109
δι ὃ ὑπομένετε ὅ, τι ἂν δεινὸν ἑκάστῳ ὑμῶν ἐπιπέμπῃ·

ἤδη γὰρ νῦν ἔλπομ' Ἄρηΐ γε πῆμα τετύχθαι· 110
ἤδη γὰρ νυνὶ νομίζω βλάβος γεγονέναι τῷ Ἄρει,

υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν111
ὁ υἱὸς γὰρ αὐτῷ τέθνηκεν ἐν τῷ πολέμῳ ὁ φίλτατος τῶν ἀνδρῶν

Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.112
Ἀσκάλαφος, ὅν φησιν ἑαυτοῦ εἶναι ὁ ἰσχυρὸς Ἄρης·



ὣς ἔφατ', αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ113
οὕτως εἶπεν· ὁ Ἄρης δὲ ἔπληξε τοὺς θαλεροὺς καὶ ἀκμάζοντας μηρούς

χερσὶ καταπρηνέσσ', ὀλοφυρόμενος δ' ἔπος ηὔδα·114
χερσὶ κατωφερέσιν, ὀδυρόμενος δὲ ἔλεγε·

μὴ νῦν μοι νεμεσήσετ' Ὀλύμπια δώματ' ἔχοντες 115
μὴ νῦν νεμέσασθε οἱ τὰ οὐράνια δώματα οἰκοῦντες

τίσασθαι φόνον υἷος ἰόντ' ἐπὶ νῆας Ἀχαιῶν,116
τιμωρήσασθαι τοῦ υἱοῦ τὸν φόνον ἐλθόντι εἰς τὰς ναῦς τῶν Ἑλλήνων,

εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ117
εἴπερ μοι καὶ εἵμαρτο πληγέντι κεραυνῷ τοῦ Διός,

κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ' αἵματι καὶ κονίῃσιν.118
κεῖσθαι μετὰ τῶν νεκρῶν ἐν τῷ αἵματι καὶ τῇ κόνει.



ὣς φάτο, καί ῥ' ἵππους κέλετο Δεῖμόν τε Φόβον τε119
οὕτως εἶπε, καὶ δὴ τοὺς ἵππους ἐκέλευσε τόν τε Δεῖμον καὶ τὸν Φόβον

ζευγνύμεν, αὐτὸς δ' ἔντε' ἐδύσετο παμφανόωντα. 120
ζευγνύναι, αὐτὸς δὲ ἐνεδύσατο τὰ ὑπέρλαμπρα ὅπλα,

ἔνθά κ' ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος121
τότε δ᾽ ἂν μείζων καὶ χαλεπώτερος ἄλλος

πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,122
χόλος καὶ ὀργὴ ἐγένετο τοῖς θεοῖς παρὰ τοῦ Διός,

εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν123
εἰ μὴ Ἀθηνᾶ φοβηθεῖσα περὶ πάντων τῶν θεῶν,

ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,124
ὥρμησεν ἔξω διὰ τοῦ προθύρου, κατέλιπε δὲ τὸν θρόνον ὅπου ἐκάθητο,

τοῦ δ' ἀπὸ μὲν κεφαλῆς κόρυθ' εἵλετο καὶ σάκος ὤμων, 125
τούτου δὲ ἀπὸ μὲν τῆς κεφαλῆς ἀφείλετο τὴν περικεφαλαίαν, καὶ τὴν ἀσπίδα ἀπὸ τῶν ὤμων,

ἔγχος δ' ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα126
τὸ δόρυ δὲ ἔστησε λαβοῦσα ἐκ τῆς ἰσχυρᾶς χειρὸς

χάλκεον· ἣ δ' ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·127
τὸ σιδηροῦν, αὕτη δὲ λόγοις ἐπέπληττε τὸν ὁρμητικὸν καὶ πολεμικὸν Ἄρην, λέγων·

μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως128
ὦ μαινόμενε, διεφθάρης τὴν διάνοιαν ἀνόητε (πεπλανημένε), ὄντως δή σοι ματαίως

οὔατ' ἀκουέμεν ἐστί, νόος δ' ἀπόλωλε καὶ αἰδώς.129
εἰσὶν ὦτα ἀκούειν, ὁ νοῦς δὲ ἀπώλετο, καὶ ἡ αἰσχύνη;

οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη 130
οὐ συνίης ἅπερ φησὶν ἡ θεὰ ἡ λευκοβραχίων Ἥρα;

ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;131
ἢ δὴ νυνὶ παρὰ τοῦ Διὸς του οὐρανίου ἀφίκετο·

ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ132
ἢ βούλει σὺ μὲν πολλὰ δεινὰ ἐκπληρώσας

ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,133
εἰς τοὐπίσω πορευθῆναι εἰς τὸν Ὄλυμπον καίπερ λυπούμενος ἀνάγκῃ,

αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;134
τοῖς ἄλλοις δὲ μέγα κακὸν ἐμποιῆσαι ἅπασι;

αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς 135
παραχρῆμα γὰρ τοὺς μὲν ἀνδρείους Τρῷας καὶ τοὺς Ἕλληνας

λείψει, ὃ δ' ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,136
καταλείψει, ἡμᾶς δὲ αὐτὸς συνταράξων ἐλεύσεται εἰς τὸν Ὄλυμπον,

μάρψει δ' ἑξείης ὅς τ' αἴτιος ὅς τε καὶ οὐκί.137
ἐφεξῆς δὲ συλλήψεται ταῖς χερσί, καὶ ὅστις ὑπαίτιός ἐστι καὶ ὅστις οὐκ ἔστι.

τώ σ' αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·138
διὰ τοῦτο δή σοι παρακελεύομαι ἀφεῖναι νῦν τὴν ὀργὴν τοῦ σοῦ υἱοῦ,

ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων139
ἤδη γάρ ποτε καί τις κρείσσων τούτου κατὰ δύναμιν καὶ ἰσχὺν

ἢ πέφατ', ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ 140
ἢ ἀνηρέθη, ἢ καὶ μετὰ ταῦτα ἀναιρεθήσεται, χαλεπὸν δὲ καὶ ἀδύνατον

πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.141
τὴν πάντων ἀνθρώπων γενεάν τε καὶ γένεσιν θανάτου ῥύεσθαι·



ὣς εἰποῦσ' ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.142
οὕτως εἰποῦσα ἐκάθισεν ἐπὶ τοῦ θρόνου τὸν πολεμικὸν Ἄρην.

Ἥρη δ' Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς143
ἡ Ἥρα δὲ ἐκάλεσε τὸν Ἀπόλλωνα ἔξω τοῦ οἰκήματος,

Ἶρίν θ', ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,144
καὶ τὴν Ἶριν, ἥτις ἐστὶν ἄγγελος ἐν τοῖς ἀθανάτοις θεοῖς

καί σφεας φωνήσασ' ἔπεα πτερόεντα προσηύδα· 145
καὶ φωνήσασα ἔλεγε πρὸς αὐτοὺς λόγους ταχεῖς·

Ζεὺς σφὼ εἰς Ἴδην κέλετ' ἐλθέμεν ὅττι τάχιστα·146
ὁ Ζεὺς κελεύει ἀφικέσθαι ὑμᾶς εἰς τὴν Ἴδην λίαν ταχέως,

αὐτὰρ ἐπὴν ἔλθητε, Διός τ' εἰς ὦπα ἴδησθε,147
ἐπὰν δὲ ἀφίκησθε καὶ εἰς τὴν τοῦ Διὸς ὄψιν φανείητε,

ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.148
πράσσειν ὅ, τι ἂν ἐκεῖνος προτρέπῃ καὶ κελεύῃ.



ἣ μὲν ἄρ' ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,149
αὕτη μὲν οὖν οὕτως εἰποῦσα ἡ σεβαστὴ Ἥρα ἐπανῆλθεν,

ἕζετο δ' εἰνὶ θρόνῳ· τὼ δ' ἀΐξαντε πετέσθην. 150
ἐκάθισε δὲ ἐν τῷ θρόνῳ, οὗτοι δὲ ὁρμήσαντες ἐπέτοντο,

Ἴδην δ' ἵκανον πολυπίδακα μητέρα θηρῶν,151
ἀφίκοντο δὲ εἰς τὴν ἴδην τὴν πολλὰς πηγὰς ἔχουσαν τὴν τροφὸν τῶν θηρίων·

εὗρον δ' εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ152
εὗρον δὲ τὸν μεγαλόφωνον υἱὸν τοῦ Κρόνου ἐπὶ τοῦ Γαργάρου ἀκρωτηρίου

ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.153
καθήμενον, περὶ αὐτὸν δὲ νέφος τεθυμιασμένον, καὶ εὐῶδες περιέκειτο·

τὼ δὲ πάροιθ' ἐλθόντε Διὸς νεφεληγερέταο154
οὗτοι δὲ ἐλθόντες ἐναντίον τοῦ Διὸς τοῦ τὰς νεφέλας ἀθροίζοντος

στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ, 155
ἔστησαν, οὐδὲ ὠργίσθη αὐτοῖς ἐν τῇ ψυχῇ θεασάμενος,

ὅττί οἱ ὦκ' ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.156
ἐπειδὴ αὐτῷ ταχέως τοῖς λόγοις τῆς ἀγαπητῆς γαμετῆς ἐπείσθησαν.

Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·157
πρότερον δὲ πρὸς τὴν Ἶριν λόγους ταχεῖς ἔλεγεν·

βάσκ' ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι158
ἄγε ὦ Ἶρι ταχεία (έως) πορεύθητι, Ποσειδῶνι τῷ βασιλεῖ

πάντα τάδ' ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.159
ταῦτα πάντα ἀπαγγείλαι, μηδὲ ἔσο ψευδὴς ἄγγελος,

παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο 160
κέλευσον παυσάμενον αὐτὸν τῆς μάχης καὶ τοῦ πολέμου

ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.161
πορεύεσθαι πρὸς τὰ γένη τῶν θεῶν, ἢ εἰς τὴν ἐνδοξοτάτην θάλασσαν·

εἰ δέ μοι οὐκ ἐπέεσσ' ἐπιπείσεται, ἀλλ' ἀλογήσει,162
εἰ δέ μοι οὐ τοῖς λόγοις πεισθήσεται, ἀλλὰ καταφρονήσει,

φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν163
λογιζέσθω καὶ σκοπείτω μετὰ ταῦτα κατὰ τὸ λογιστικὸν καὶ τὴν ψυχὴν

μή μ' οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ164
μή ποτε οὐδὲ ἰσχυρὸς ὢν καρτερήσῃ καὶ παραμείνῃ με

μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι 165
ἐπερχόμενον, ἐπειδὴ πολλῷ κρείσσων αὐτοῦ εἶναι οἴομαι κατὰ τὴν ἰσχύν,

καὶ γενεῇ πρότερος· τοῦ δ' οὐκ ὄθεται φίλον ἦτορ166
καὶ προγενέστερος· τούτου δὲ οὐκ ἐντρέπεται ἡ προσφιλὴς ψυχὴ

ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.167
ὁμοίως ἐμοὶ εἰπεῖν, καὶ ἐκ τοῦ ἴσου προσφέρεσθαί μοι, ὃν δὴ καὶ ἄλλοι καταπλήσσονται καὶ φοβοῦνται.

ὣς ἔφατ', οὐδ' ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,168
οὕτως εἶπεν, ὑπήκουσε δὲ ἡ ἀνεμόπους ταχεῖα Ἶρις,

βῆ δὲ κατ' Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.169
ἐπορεύθη δὲ ἐκ τῶν τῆς Ἴδης ὀρέων εἰς τὴν ἱερὰν Ἴλιον.

ὡς δ' ὅτ' ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα 170
ὥσπερ δὲ ὅταν ἐκ τῶν νεφῶν, ταχέως καταφέρηται νιφὰς ἢ χάλαζα

ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,171
ψυχρὰ ὑπὸ ῥίψεως καὶ σφοδρᾶς ὁρμῆς τοῦ Βορέου τοῦ εὐδίαν ποιοῦντος·

ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,172
οὕτω ταχέως ὁρμῶσα διέπτη ἡ ταχύπους Ἥρα,

ἀγχοῦ δ' ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·173
πλησίον δὲ στᾶσα εἶπε πρὸς τὸν ἔνδοξον Ποσειδῶνα τὸν σείοντα τὴν γῆν·

ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα174
ἀγγελίαν τινά σοι, ὦ Πόσειδον συνέχων τὴν γῆν, μελανόθριξ,

ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο. 175
ἀφικόμην ἐνθάδε φέρουσα παρὰ τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος·

παυσάμενόν σ' ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο176
ἐκέλευσε λήξαντά σε τῆς μάχης καὶ τοῦ πολέμου πορεύεσθαι

ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.177
πρὸς τὰ γένη τῶν θεῶν, ἢ εἰς τὴν ἐνδοξοτάτην θάλασσαν·

εἰ δέ οἱ οὐκ ἐπέεσσ' ἐπιπείσεαι, ἀλλ' ἀλογήσεις,178
εἰ δὲ τοῖς λόγοις αὐτοῦ οὐ πεισθήσῃ, ἀλλὰ καταφρονήσεις,

ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων179
ἠπείλησε καὶ ἐκεῖνος κατὰ βιαίαν ἐναντίωσιν μαχόμενος

ἐνθάδ' ἐλεύσεσθαι· σὲ δ' ὑπεξαλέασθαι ἄνωγε 180
δεῦρο ἀφίξεσθαι, σὲ δὲ ὑπεκκλῖναι καὶ ἐκφυγεῖν κελεύει

χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι181
τὰς χεῖρας αὐτοῦ, ἐπειδή σου πολλῷ ἰσχυρότερος οἴεται εἶναι κατὰ τὴν ἰσχύν,

καὶ γενεῇ πρότερος· σὸν δ' οὐκ ὄθεται φίλον ἦτορ182
καὶ προγενέστερος, ἡ σὴ δὲ προσφιλὴς ψυχὴ οὐκ ἐντρέπεται

ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.183
ὁμοίως αὐτῷ εἰπεῖν, καὶ ἐκ τοῦ ἴσου προσφέρεσθαι αὐτῷ, ὃν καὶ οἱ ἄλλοι καταπλήσσονται καὶ φοβοῦνται.



τὴν δὲ μέγ' ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·184
πρὸς ταύτην δὲ μεγάλως ἀγανακτήσας εἶπεν ὁ ἔνδοξος Ποσειδῶν ὁ σείων τὴν γῆν·

ὢ πόποι ἦ ῥ' ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν 185
φεῦ φεῦ, ὄντως δὴ καίπερ ὢν ἀγαθός, ὑπὲρ τὴν ἑαυτοῦ ἰσχὺν τοῦτο εἴρηκεν.

εἴ μ' ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.186
εἴ με ἴσον αὐτῷ κατὰ τιμὴν ὄντα βιαίως ἄκοντα κωλύσει,

τρεῖς γάρ τ' ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα187
τρεῖς γὰρ ἐσμὲν ἀδελφοὶ ἐκ τοῦ Κρόνου οὓς ἔτεκεν ἡ Ῥέα,

Ζεὺς καὶ ἐγώ, τρίτατος δ' Ἀΐδης ἐνέροισιν ἀνάσσων.188
Ζεύς, καὶ ἐγώ, τρίτος δὲ ὁ Ἅιδης ὁ βασιλεύων τῶν νεκρῶν·

τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ' ἔμμορε τιμῆς·189
εἰς τρία δὲ πάντα μεμέρισται, ἕκαστος δὲ ἔτυχε τιμῆς·

ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ 190
ἐγὼ μὲν ἔλαχον οἰκεῖν ἀεὶ τὴν λευκὴν θάλασσαν,

παλλομένων, Ἀΐδης δ' ἔλαχε ζόφον ἠερόεντα,191
κλήρῳ μεριζομένων· ὁ Ἅιδης δὲ ἔλαχε τὰ ἀφώτιστα μέρη τῆς γῆς, καὶ τὸν περὶ γῆν ὑγρὸν ἀέρα·

Ζεὺς δ' ἔλαχ' οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·192
ὁ Ζεὺς δὲ ἔλαχε τὸν πλατὺν οὐρανὸν ἐν τῷ αἰθέρι καὶ ταῖς νεφέλαις,

γαῖα δ' ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.193
ἡ γῆ δὲ κοινὴ πάντων ἐστί, καὶ ὁ ὑψηλὸς οὐρανός·

τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος194
δι᾿ ὃ δὴ καὶ οὐδαμῶς τῇ τοῦ Διὸς διανοίᾳ βιώσομαι, ἀλλ᾿ ἥσυχος,

καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ. 195
καίπερ ὢν ἰσχυρός, μενέτω ἐν τῷ ἑαυτοῦ τρίτῳ μέρει,

χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·196
ταῖς χερσὶ δὲ μηδαμῶς με ὥσπερ δειλόν τινα παντελῶς ἐκφοβείτω,

θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη197
τὰς θυγατέρας γὰρ ἂν καὶ τοὺς υἱοὺς βέλτιον ὑπάρχοι

ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,198
λόγοις καταπληκτικοῖς ἐπιπλήττειν, οὓς αὐτὸς ἐγέννησεν,

οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.199
οἵτινες αὐτοῦ προτρέποντος ἀκούσουσι, καὶ ὑπ' ἀνάγκης.

τὸν δ' ἠμείβετ' ἔπειτα ποδήνεμος ὠκέα Ἶρις· 200
πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνατο ἡ ἀνεμόπους ταχεῖα Ἶρις·

οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα201
οὕτω δή σοι, ὦ Πόσειδον συνέχων τὴν γῆν μελανόθριξ,

τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,202
τοῦτον τὸν λόγον οἴσω (ἀπαγγελῶ) τῷ Διὶ τὸν σκληρόν τε καὶ ἰσχυρόν,

ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.203
ἤ τι μεταβαλεῖς; εὐμετάβλητοι γάρ εἰσιν αἱ διάνοιαι τῶν ἀγαθῶν·

οἶσθ' ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.204
οἶδας ὅτι τοῖς γεραιτέροις ἀκολουθοῦσιν ἀεὶ τῶν τιμωριῶν θεαὶ Ἐριννύες.



τὴν δ' αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων· 205
πρὸς ταύτην δὲ ἀποκρινόμενος εἶπεν ὁ Ποσειδῶν ὁ σείων τὴν γῆν·

Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·206
ὦ θεὰ Ἶρι, πάνυ τοῦτον λόγον κατὰ τὸ πρέπον καὶ καθῆκον εἶπας·

ἐσθλὸν καὶ τὸ τέτυκται ὅτ' ἄγγελος αἴσιμα εἰδῇ.207
ἀγαθόν ἐστι καὶ τοῦτο, ὅταν ὁ ἄγγελος τὰ δέοντα γινώσκῃ.

ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει208
ἀλλ' αὕτη χαλεπὴ λύπη καταλαμβάνει τὴν ἐμὴν καρδίαν καὶ τὴν ψυχήν,

ὁππότ' ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ209
ὅταν τὸν ἴσης μοίρας τυχόντα, καὶ ὁμοίᾳ εἱμαρμένῃ κεκυρωμένον,

νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν. 210
ὀνειδίζειν βούληται πικροῖς καὶ ὀργίλοις λόγοις·

ἀλλ' ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·211
ἀλλὰ νῦν μὲν μεμψάμενος καὶ καταγνούς ὑποχωρήσω,

ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·212
ἄλλο δέ σοι λέξω, καὶ ἀπειλήσω τοῦτό γε ἐν τῇ ψυχῇ

αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης213
ἐὰν ἄνευ ἐμοῦ καὶ τῆς λαφυραγωγοῦ Ἀθηνᾶς,

Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος214
τῆς Ἥρας, καὶ τοῦ Ἑρμοῦ, καὶ τοῦ Ἡφαίστου τοῦ βασιλέως,

Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδ' ἐθελήσει 215
τοῦ ὑψηλοῦ Ἰλίου φείσηται, οὐδὲ βουληθῇ

ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,216
ἐκπορθῆσαι, δοῦναι δὲ μεγάλην νίκην τοῖς Ἕλλησι,

ἴστω τοῦθ' ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.217
γινωσκέτω τοῦτο, ὅτι ἡμῖν ἔσται ὀργὴ ἀνίατος.



ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,218
οὕτως εἰπὼν κατέλιπε τὸν Ἑλληνικὸν στρατὸν ὁ σείων τὴν γῆν,

δῦνε δὲ πόντον ἰών, πόθεσαν δ' ἥρωες Ἀχαιοί.219
ἔδυ δὲ εἰς τὴν θάλασσαν ἀφικόμενος, ἐπόθησαν δὲ αὐτὸν οἱ ἥρωες Ἕλληνες.

καὶ τότ' Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς· 220
καὶ τότε εἶπε πρὸς τὸν Ἀπόλλωνα ὁ Ζεὺς ὁ τὰς νεφέλας ἀθροίζων·

ἔρχεο νῦν φίλε Φοῖβε μεθ' Ἕκτορα χαλκοκορυστήν·221
πορεύου νῦν, ὦ ἀγαπητὲ Ἄπολλον, πρὸς τὸν Ἕκτορα τὸν σιδήρῳ ὡπλισμένον.

ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος222
ἤδη γὰρ ὁ τὴν γῆν συνέχων καὶ σείων Ποσειδῶν

οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν223
ἀπῆλθεν εἰς τὴν ἐνδοξοτάτην θάλασσαν, ἐκκλίνας τὴν χαλεπὴν ὀργὴν

ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,224
ἡμῶν, πάνυ γὰρ καὶ ἄλλοι ἀπόπειραν τῆς μάχης καὶ τῆς ἡμετέρας δυνάμεως ἔλαβον,

οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες. 225
οἵτινες ἐν τῷ Ταρτάρῳ εἰσὶ θεοὶ περὶ τὸν Κρόνον ὄντες·

ἀλλὰ τόδ' ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ226
ἀλλὰ τοῦτο καὶ ἐμοὶ πολλῷ ἄμεινον καὶ ἐπικερδέστερόν ἐστι, καὶ αὐτῷ

ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε227
ὑπάρχει, ὅτι πρότερον μεμπτὸν ἡγησάμενος τὸ ἀντιλέγειν ἐμοὶ ὑπεχώρησε

χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γ' ἐτελέσθη.228
ταῖς ἐμαῖς χερσίν, ἐπειδὴ οὐκ ἂν ἄνευ ἱδρῶτος ἐτελειώθη.

ἀλλὰ σύ γ' ἐν χείρεσσι λάβ' αἰγίδα θυσσανόεσσαν,229
ἀλλὰ σὺ λάβε ἐν ταῖς χερσὶν τὴν αἰγίδα τὴν κροσσοὺς ἔχουσαν,

τῇ μάλ' ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς· 230
ταύτῃ γε ἐκφοβεῖν τοὺς ἥρωας Ἕλληνας πάνω ἐπισείων αὐτήν·

σοὶ δ' αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·231
σοὶ δὲ αὐτῷ διὰ φροντίδος ἔστω ὁ λαμπρὸς Ἕκτωρ, ὦ Ἄπολλον πόρρω βάλλων,

τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρ' ἂν Ἀχαιοὶ232
ἐπὶ τοσοῦτον γὰρ παρώξυνε αὐτῷ ἰσχὺν καὶ προθυμίαν μεγάλην, ἕως ἂν οἱ Ἕλληνες

φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.233
φεύγοντες ἀφίκωνται εἰς τὰς ναῦς καὶ τὸν Ἑλλήσποντον,

κεῖθεν δ' αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,234
ἐκεῖθεν δὲ αὐτὸς ἐγὼ λογίσομαι καὶ ἔργον καὶ λόγον,

ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο. 235
ὅπως ἂν αὖθις οἱ Ἕλληνες ἀνάπαυσιν σχῶσι τοῦ πολέμου.



ὣς ἔφατ', οὐδ' ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,236
οὕτως εἶπεν· οὐδ᾽ ἄρα ἠπείθησε τῷ πατρὶ ὁ Ἀπολλῶν,

βῆ δὲ κατ' Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς237
ἐπορεύθη δὲ ἐκ τῶν τῆς Ἴδης ὀρέων ὅμοιος ἱέρακι

ὠκέϊ φασσοφόνῳ, ὅς τ' ὤκιστος πετεηνῶν.238
ταχεῖ τὰς φάσσας φονεύοντι, ὅστις τάχιστός ἐστι πάντων τῶν ὀρνέων,

εὗρ' υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον239
εὗρε δὲ τὸν υἱὸν τοῦ συνετοῦ Πριάμου τὸν ἐνδοξότατον Ἕκτορα

ἥμενον, οὐδ' ἔτι κεῖτο, νέον δ' ἐσαγείρετο θυμόν, 240
καθήμενον, οὐ γὰρ ἔτι ἔκειτο, νεωστὶ δὲ συνῆξε καὶ ἀνεκτήσατο τὴν ψυχήν,

ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς241
περὶ ἑαυτὸν ἐπιγινώσκων τοὺς φίλους· ἡ δύσπνοια δὲ καὶ ὁ ἱδρὼς

παύετ', ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.242
ἔληγεν, ἐπειδὴ αὐτὸν ἀνέστησεν ὁ νοῦς τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος·

ἀγχοῦ δ' ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·243
πλησίον δὲ στὰς εἶπε πρὸς αὐτὸν ὁ πόρρωθεν ἐργαζόμενος Ἀπόλλων·

Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπ' ἄλλων244
ὦ Ἕκτορ υἱὲ τοῦ Πριάμου, τί δὴ σὺ χωρὶς ἀπὸ τῶν ἄλλων

ἧσ' ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει; 245
κάθησαι ὀλίγον ἔχων τὸ εἶναι; ὄντως που λύπη τίς σε (ἆρά τι σε ἄλγος) κατείληφε;

τὸν δ' ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·246
πρὸς τοῦτον δὲ ὀλίγον ἔχων τὸ δρᾷν εἶπεν ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ·

τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μ' εἴρεαι ἄντην;247
τίς δὲ σὺ ὑπάρχεις κράτιστε τῶν θεῶν, ὅστις με ἐρωτᾷς ἐξ ἐναντίας;

οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν248
οὐκ ἀκούεις ὅτι με παρὰ ταῖς τῶν νεῶν πρύμναις τῶν Ἑλλήνων

οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας249
ὁ κατὰ πόλεμον ἀγαθὸς Αἴας ἀποκτείνοντα τοὺς ἑαυτοῦ φίλους ἔτρωσε

χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς; 250
λίθῳ χειροπληθεῖ εἰς τὸ στῆθος, ἀπέπαυσε δὲ τῆς πολεμικῆς ἰσχύος·

καὶ δὴ ἔγωγ' ἐφάμην νέκυας καὶ δῶμ' Ἀΐδαο251
καὶ δὴ ἔγωγε ᾠήθην τοὺς νεκρούς, καὶ τὸν οἶκον τοῦ Ἅιδου

ἤματι τῷδ' ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.252
ταύτῃ τῇ ἡμέρᾳ θεάσεσθαι, ἐπειδὴ τῆς προσφιλοῦς ἠσθόμην ψυχῆς·



τὸν δ' αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·253
πρὸς τοῦτον δὲ πάλιν εἶπεν ὁ πόρρωθεν ἐργαζόμενος βασιλεὺς Ἀπόλλων·

θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων254
ἔχε θάρρος, τοιοῦτον σοι νῦν βοηθὸν ὁ υἱὸς τοῦ Κρόνου

ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν 255
ἐκ τῆς Ἴδης προέπεμψε παρίστασθαι καὶ βοηθεῖν,

Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ256
τὸν καθαρὸν Ἀπόλλωνα τὸν χρυσοφάσγανον (τὸν χρυσοῦν ἀορτῆρα ἔχοντα), ὅστις σε καὶ πρότερον

ῥύομ', ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.257
ἔσωζον καὶ ἐφύλασσον ὁμοίως σέ τε καὶ τὴν ὑψηλὴν πόλιν·

ἀλλ' ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι258
ἀλλ᾽ ἄγε νυνὶ πρότρεψον τοὺς πολλοὺς ἱππέας

νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους·259
ἐλαύνειν τοὺς ταχεῖς ἵππους ἐπὶ τὰς βαθείας ναῦς,

αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον 260
ἐγὼ δὲ ἔμπροσθεν πορευόμενος τοῖς ἵπποις τὴν ὁδὸν

πᾶσαν λειανέω, τρέψω δ' ἥρωας Ἀχαιούς.261
πᾶσαν λείαν καὶ ὁμαλὴν ποιήσω, τρέψω δὲ εἰς φυγὴν τοὺς ἥρωας Ἕλληνας.



ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.262
οὕτως εἰπών, ἐνέβαλε μεγάλην ἰσχὺν εὔτολμον τῷ βασιλεῖ τοῦ στρατοῦ·

ὡς δ' ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ263
ὥσπερ δὲ ὅταν τις ἵππος ἑστὼς ἐν τῷ ἱπποστάθμῳ ἀγανακτήσας ἐπὶ τῇ τῆς φάτνης στάσει,

δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων264
τὸν δεσμὸν διακόψας τρέχῃ διὰ τοῦ πεδίου ἐριγδούπων καὶ κυμβαλίζων,

εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο 265
ἔχων συνήθειαν λούεσθαι ἐν καλλίρρῳ ποταμῷ

κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται266
γαυριῶν, εἰς ὕψος δὲ τὴν κεφαλὴν ἔχῃ, αἱ χαῖται δὲ καὶ ἡ κόμη

ὤμοις ἀΐσσονται· ὃ δ' ἀγλαΐηφι πεποιθὼς267
περισείεται τοῖς ὤμοις, τῷ κάλλει δὲ καὶ τῇ λαμπρότητι πεποιθότα τοῦτον αὐτὸν

ῥίμφά ἑ γοῦνα φέρει μετά τ' ἤθεα καὶ νομὸν ἵππων·268
ταχέως τὰ γόνατα φέρουσιν ἐπὶ τὰς διατριβὰς καὶ νομὰς τῶν ἵππων·

ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ' ἐνώμα269
οὕτως ὁ Ἕκτωρ ταχέως τοὺς πόδας καὶ τὰ γόνατα ἐκίνει,

ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν. 270
διεγείρων τοὺς ἱππέας, ἐπειδὴ ἤκουσε τὴν φωνὴν τοῦ θεοῦ.

οἳ δ' ὥς τ' ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα271
οὗτοι δὲ ὥσπερ ὅτε ἔλαφον κερασφόρον, ἢ αἶγα ἄγριον

ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·272
ἐπεδίωκον κύνες καὶ ἄνδρες ἀγροδίαιτοι,

τὸν μέν τ' ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη273
καὶ τοῦτον μὲν πέτρα ὑψηλὴ καὶ πολύσκιον ἄλσος

εἰρύσατ', οὐδ' ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·274
ἐρρύσατο, οὐδ᾽ ἄρα αὐτοῖς καταλαβεῖν εἱμαρμένον ἦν,

τῶν δέ θ' ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος 275
ὑπὸ τῆς βοῆς δὲ αὐτῶν ἐφάνη λέων καλὰς ἔχων τὰς σιαγόνας

εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας·276
ἐν τῇ ὁδῷ, ταχέως δὲ πάντας καὶ προθύμως ὁρμῶντας ἀπέτρεψεν.

ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο277
οὕτως οἱ Ἕλληνες τέως μὲν ἀθρόως (πολεμικῶς) ἀεὶ ἐδίωκον

νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·278
πλήττοντες ῥομφαίαις καὶ δόρασι διστόμοις·

αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορ' ἐποιχόμενον στίχας ἀνδρῶν279
ἐπεὶ δὲ ἐθεάσαντο τὸν Ἕκτορα ἰόντα ἐπὶ τὰς τάξεις τῶν ἀνδρῶν,

τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός. 280
ἐφοβήθησαν, πᾶσι δὲ παρὰ τοῖς ποσὶ κατέπεσεν ἡ ψυχή.



τοῖσι δ' ἔπειτ' ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,281
ἐν τούτοις δὲ μετὰ ταῦτα ἐδημηγόρησε Θόας ὁ υἱὸς τοῦ Ἀνδραίμονος

Αἰτωλῶν ὄχ' ἄριστος ἐπιστάμενος μὲν ἄκοντι282
ὁ ἐξόχως κράτιστος τῶν Αἰτωλῶν, εἰδὼς μὲν δόρατι πολεμεῖν,

ἐσθλὸς δ' ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν283
ἀγαθὸς δὲ κατὰ τὴν ἐκ συστάσεως μάχην, ἐν τῷ δημηγορεῖν δὲ ὀλίγοι τῶν Ἑλλήνων

νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·284
αὐτὸν ἐνίκων, ὁπηνίκα οἱ νέοι περὶ λόγων ἡμιλλῶντο·

ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· 285
ὅστις καλῶς φρονῶν ἐδημηγόρησε καὶ εἶπεν ἐν αὐτοῖς·

ὢ πόποι ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι,286
φεῦ φεῦ, ὄντως μέγα θαῦμα τοῦτο τοῖς ὀφθαλμοῖς ὁρῶ,

οἷον δ' αὖτ' ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας287
ὁποῖον δὴ ἐκ δευτέρου ἠγέρθη ἐκφυγὼν τὰς θανατηφόρους μοίρας

Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου288
ὁ Ἕκτωρ, ὄντως που αὐτὸν πάνυ ἤλπιζεν ἑκάστου ψυχὴ

χερσὶν ὑπ' Αἴαντος θανέειν Τελαμωνιάδαο.289
ἀποθανεῖσθαι ὑπὸ ταῖς χερσὶ τοῦ Αἴαντος τοῦ υἱοῦ τοῦ Τελαμῶνος·

ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν 290
ἀλλά τις πάλιν τῶν θεῶν ἠλευθέρωσε καὶ ἔσωσε

Ἕκτορ', ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατ' ἔλυσεν,291
τὸν Ἕκτορα, ὃς δὴ πολλῶν Ἑλλήνων γόνατα παρέλυσε καὶ ἐνέκρωσεν,

ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε292
ὥσπερ κἀν τῷ παρόντι ὑπολαμβάνω, οὐ γὰρ ἄνευ

Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.293
τοῦ μεγαλοκτύπου Διὸς πρόμαχος μένει, οὕτω προθυμούμενος·

ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.294
ἀλλ᾽ ἄγετε ὥσπερ ἂν ἐγὼ εἴπω, ὑπακούωμεν ἅπαντες,

πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι· 295
τὸ μὲν πλῆθος εἰς τὰς ναῦς ὑποστρέψαι κελεύσωμεν,

αὐτοὶ δ', ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθ' εἶναι,296
αὐτοὶ δὲ ὅσοι κράτιστοι ἐν τῷ στρατῷ καυχώμεθα εἶναι,

στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες297
στῶμεν, εἴ τι κωλύσομεν αὐτὸν πρῶτον ἀντεπιόντες,

δούρατ' ἀνασχόμενοι· τὸν δ' οἴω καὶ μεμαῶτα298
ἀνασχόντες τὰ δόρατα, τοῦτον δὲ οἴομαι καὶ προθύμως ὁρῶντα

θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.299
φοβηθήσεσθαι κατὰ ψυχήν, εἰς τὸν στρατὸν εἰσελθεῖν τῶν Ἑλλήνων.



ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· 300
οὕτως εἶπεν· οὗτοι δ' ἄρα πάνυ τούτου ἤκουσαν καὶ ἐπείσθησαν·

οἳ μὲν ἄρ' ἀμφ' Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα301
οἱ μὲν οὖν περὶ τὸν Αἴαντα, καὶ Ἰδομενέα τὸν βασιλέα,

Τεῦκρον Μηριόνην τε Μέγην τ' ἀτάλαντον Ἄρηϊ302
καὶ τὸν Τεῦκρον, καὶ τὸν Μηριόνην, καὶ τὸν Μέγην τὸν ὅμοιον τῷ Ἄρει

ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες303
τὴν μάχην παρεσκεύαζον καὶ διέταττον, τοὺς ἀριστέας συγκαλέσαντες

Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω304
ἐναντίον τῷ Ἕκτορι καὶ τοῖς Τρῳσίν, εἰς τοὐπίσω δὲ

ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο. 305
τὸ πλῆθος εἰς τὰς ναῦς τῶν Ἑλλήνων ὑπέστρεφεν.



Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ' ἄρ' Ἕκτωρ306
οἱ Τρῷες δὲ ἀθρόοι συνέβαλον, προηγεῖτο δὲ ὁ Ἕκτωρ

μακρὰ βιβάς· πρόσθεν δὲ κί' αὐτοῦ Φοῖβος Ἀπόλλων307
μεγάλως προποδίζων, ἔμπροσθεν δὲ αὐτοῦ ἐπορεύετο ὁ καθαρὸς Ἀπόλλων

εἱμένος ὤμοιιν νεφέλην, ἔχε δ' αἰγίδα θοῦριν308
περιβεβλημένος νεφέλην κατὰ τοὺς ὤμους, κατεῖχε δὲ ἀσπίδα

δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ', ἣν ἄρα χαλκεὺς309
πολεμικὴν φοβερὰν κυκλωδασεῖαν, ἐπίσημον καὶ διάδηλον, ἣν δὴ ὁ χαλκεὺς

Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν· 310
Ἥφαιστος ἔδωκε τῷ Διὶ φέρειν εἰς φόβον τῶν ἀνδρῶν·

τὴν ἄρ' ὅ γ' ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.311
ταύτην δὴ οὗτος ἐν ταῖς χερσὶ κρατῶν προηγήσατο τοῦ στρατοῦ·



Ἀργεῖοι δ' ὑπέμειναν ἀολλέες, ὦρτο δ' ἀϋτὴ312
οἱ Ἕλληνες δὲ παρέμειναν ἁθρόοι, ἠγέρθη δὲ βοῆ

ὀξεῖ' ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δ' ὀϊστοὶ313
ὀξεῖα ἀφ' ἑκατέρου μέρους· ἀπὸ τῶν νευρῶν δὲ οἱ ἰοὶ

θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν314
ἀπεπήδων, πολλὰ δὲ δόρατα ἀπὸ τῶν θρασειῶν καὶ τολμηρῶν χειρῶν

ἄλλα μὲν ἐν χροῒ πήγνυτ' ἀρηϊθόων αἰζηῶν, 315
ἄλλα μὲν ἐπήγνυντο ἐν τῷ σώματι τῶν κατὰ πόλεμον εὐκινήτων νέων,

πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν316
πολλὰ δὲ καὶ μεταξὺ πρὶν τοῦ λευκοῦ σώματος τυχεῖν

ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.317
ἐν τῇ γῇ ἐπήγνυντο ἐφιέμενα σώματος.

ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ' ἀτρέμα Φοῖβος Ἀπόλλων,318
ἐφ᾽ ὅσον μὲν οὖν τὴν αἰγίδα κατεῖχε ταῖς χερσὶν ἀμετακινήτως ὁ καθαρὸς Ἀπόλλων,

τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πῖπτε δὲ λαός.319
ἐπὶ τοσοῦτον πάνυ ἀμφοτέρων ἥπτοντο τὰ βέλη, ἔπιπτε δὲ καὶ ἀπέθνησκεν ὁ λαός.

αὐτὰρ ἐπεὶ κατ' ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων 320
ἐπειδὴ δὲ κατὰ πρόσωπον θεασάμενος τῶν ταχεῖς ἵππους ἐχόντων Ἑλλήνων

σεῖσ', ἐπὶ δ' αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν321
ἔσεισεν αὐτήν, ἐπεβόησε δὲ καὶ αὐτὸς πάνυ μεγάλως, τούτοις τὴν ψυχὴν

ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.322
ἐν τοῖς στήθεσι παρέλυσεν, ἐπελάθοντο δὲ τῆς ὁρμητικῆς καὶ πολεμικῆς ἰσχύος.

οἳ δ' ὥς τ' ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγ' οἰῶν323
οὗτοι δὲ ὥσπερ ἢ ἀγέλην βοῶν, ἢ ποίμνιον μέγα προβάτων

θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ324
δύο θηρία (λέοντες) συνταράσσουσιν ἐν τῷ μέσῳ τῆς σκοτεινῆς νυκτὸς

ἐλθόντ' ἐξαπίνης σημάντορος οὐ παρεόντος, 325
ἐλθόντα(ες) ἐξαίφνης, τοῦ φύλακος οὐ παρόντος.

ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων326
οὕτως ἐφοβήθησαν καὶ εἰς φυγὴν ἐτράπησαν οἱ Ἕλληνες ὡς ἀσθενεῖς· ὁ γὰρ Ἀπόλλων

ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.327
ἐνέβαλεν αὐτοῖς φόβον, τοῖς Τρῳσὶ δὲ καὶ τῷ Ἕκτορι δόξαν παρεῖχε.

ἔνθα δ' ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.328
τότε δὲ ἀνὴρ ἀνεῖλε καὶ ἀπέκτεινεν ἄνδρα, διασκεδασθείσης καὶ διαλυθείσης τῆς κατὰ τάξιν μάχης.

Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,329
ὁ μὲν Ἕκτωρ τὸν Στίχιον, καὶ τὸν Ἀρκεσίλαον ἀπέκτεινε,

τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων, 330
τὸν μὲν ἡγεμόνα τῶν σιδηροθωράκων Βοιωτῶν,

τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·331
τὸν δὲ φίλον πιστὸν τοῦ μεγαλοψύχου Μενεσθέως.

Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.332
ὁ Αἰνείας δὲ τὸν Μέδοντα, καὶ τὸν Ἴασον ἀπέκτεινεν,

ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο333
ὁ μὲν νόθος υἱὸς τοῦ θείου Ὀϊλέως

ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν334
ἦν ὁ Μέδων, ἀδελφὸς δὲ τοῦ Αἴαντος, κατῴκει δὲ

ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς 335
ἐν τῇ Φυλάκῃ πόλει πόρρω τῆς πατρίδος γῆς, ἄνδρα ἀνελών,

γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ' Ὀϊλεύς·336
ἀδελφὸν Ἐριώπιδος τῆς μητρυιᾶς, ἣν εἶχεν ὁ Ὀϊλεύς.

Ἴασος αὖτ' ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,337
ὁ Ἴασος δὲ ἀρχηγὸς μὲν τῶν Ἀθηναίων ἐτύγχανεν,

υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.338
υἱὸς δὲ ἐκαλεῖτο τοῦ Σφήλου τοῦ υἱοῦ τοῦ βουκόλου.

Μηκιστῆ δ' ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης339
τὸν Μηκιστέα δὲ ἀνεῖλεν ὁ Πολυδάμας, τὸν Ἔχιον δὲ ὁ Πολίτης

πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δ' ἕλε δῖος Ἀγήνωρ. 340
ἐν τοῖς πρωταγωνισταῖς, τὸν Κλόνιον δὲ ἀπέκτεινεν ὁ ἐνδοξότατος Ἀγήνωρ,

Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε341
τὸν Δηίοχον δὲ ἔτρωσεν ὁ Πάρις ὄπισθεν κατὰ τὸ ἔσχατον τοῦ ὤμου

φεύγοντ' ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.342
φεύγοντα ἐν τοῖς πρωταγωνισταῖς εἰς τὸ πρόσω δὲ διεπέρασε τὸν σίδηρον.



ὄφρ' οἳ τοὺς ἐνάριζον ἀπ' ἔντεα, τόφρα δ' Ἀχαιοὶ343
ἐν ὅσῳ δὲ οὗτοι τούτους ἀπεγύμνουν τῶν ὅπλων, ἐν τοσούτῳ οἱ Ἕλληνες

τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ344
τῇ ὀρωρυγμένῃ τάφρῳ καὶ ὀρθοῖς ξύλοις ἀτάκτως ἐμπεσόντες,

ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ. 345
ἔνθα κἀκεῖσε ἔφευγον, εἰσήρχοντο δὲ εἰς τὸ τεῖχος ὑπ' ἀνάγκης·

Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας346
ὁ Ἕκτωρ δὲ μεγάλως βοήσας παρεκελεύσατο τοῖς Τρῳσίν,

νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ' ἔναρα βροτόεντα·347
ἐπὶ τὰς ναῦς ἐφορμᾷν (μᾶτε), καταλείπειν (πετε) δὲ τὰ ᾑμαγμένα σκύλα

ὃν δ' ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,348
καὶ ὃν δ᾽ ἂν ἐγὼ πόρρω τῶν νεῶν ἑτέρωθι μένοντα θεάσωμαι,

αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε349
οὐδέ γε αὐτὸν οἱ γνώριμοι

γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα, 350
καὶ αἱ γνώριμαι πυρὸς ἀξιώσουσιν ἀποθανόντα,

ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.351
ἀλλ᾿ οἱ κύνες ἑλκύσουσι πρὸ τῆς ἡμετέρας πόλεως.



ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους352
οὕτως εἰπὼν μάστιγι κατὰ τῶν ὤμων ἔπληξε τοὺς ἵππους,

κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ353
παρακελευόμενος τοῖς Τρῳσὶν ἐπὶ τὰς τάξεις, οὗτοι δὲ μετ' αὐτοῦ

πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους354
πάντες ὁμοῦ βοήσαντες ἤλαυνον τοὺς τὰ ἅρματα ἑλκύοντας ἵππους

ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων 355
σὺν βοῇ θαυμαστῇ, ἔμπροσθεν δὲ Ἀπόλλων ὁ καθαρὸς

ῥεῖ' ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων356
ῥᾳδίως τὰς ὄχθας τῆς βαθείας τάφρου τοῖς ποσὶ καταστρέφων

ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον357
εἰς τὸ μέσον κατέβαλλεν, ἐγαίωσε δὲ ὁδὸν

μακρὴν ἠδ' εὐρεῖαν, ὅσον τ' ἐπὶ δουρὸς ἐρωὴ358
μακρὰν καὶ πλατεῖαν, ἐφ' ὅσον ὁρμὴ δόρατος καὶ βολὴ

γίγνεται, ὁππότ' ἀνὴρ σθένεος πειρώμενος ᾗσι.359
γίνεται, ὅταν ἀνὴρ πεῖραν λαμβάνων τῆς ἑαυτοῦ δυνάμεως ἀφῇ.

τῇ ῥ' οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δ' Ἀπόλλων 360
ταύτῃ δὲ οὗτοι εἰσέρρεον κατὰ τάξεις, πρὸ πάντων δὲ ὁ Ἀπόλλων

αἰγίδ' ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν361
κατέχων τὴν πολύτιμον αἰγίδα, καθεῖλε δὲ τὸ τεῖχος τῶν Ἑλλήνων

ῥεῖα μάλ', ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,362
πάνυ ῥᾳδίως, ὥσπερ ὅταν τις παῖς ἄμμον πλησίον τῆς θαλάσσης συγχέῃ,

ὅς τ' ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν363
ὅστις ἐπειδὰν ποιήσῃ παίγνια ἀφροσύναις, καὶ μωρίαις,

ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.364
πάλιν συνέχευεν τοῖς ποσὶ καὶ ταῖς χερσὶ παίζων.

ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν 365
οὕτω δὴ σύ, ὦ τοξικὲ Φοῖβε, τὸν πολὺν πόνον, καὶ τὴν ταλαιπωρίαν

σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.366
τῶν Ἑλλήνων συνέχεας, αὐτοῖς δὲ φυγὴν ἐνέβαλες.



ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,367
οὕτως οὗτοι μὲν παρὰ ταῖς ναυσὶ κατείχοντο ἐπιμένοντες,

ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι368
ἀλλήλοις τε παρακελευόμενοι καὶ πᾶσι τοῖς θεοῖς

χεῖρας ἀνίσχοντες μεγάλ' εὐχετόωντο ἕκαστος·369
τὰς χεῖρας αἴροντες, μεγάλως ηὔχοντο ἅπαντες.

Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν 370
Νέστωρ δὲ μάλιστα ὁ ἀπὸ τῆς Γερήνης ἡγεμὼν καὶ φύλαξ τῶν Ἑλλήνων

εὔχετο χεῖρ' ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·371
ηὔχετο, τὰς χεῖρας ἐκτείνων εἰς τὸν ἔναστρον οὐρανὸν λέγων·

Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ372
ὦ Ζεῦ πάτερ, εἴ τις ποτέ σοι ἐν τῇ Ἑλλάδι τῇ σιτοφόρῳ,

ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων373
ἢ βοός, ἢ προβάτου μηρούς λιπαροὺς κατακαίων

εὔχετο νοστῆσαι, σὺ δ' ὑπέσχεο καὶ κατένευσας,374
ηὔχετο ὑποστρέψαι, σὺ δὴ ὑπέσχου καὶ ἐπένευσας,

τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ, 375
τούτων μνήσθητι, καὶ ἀποσόβησον, ὦ οὐράνιε, τὴν ἀνηλεῆ καὶ χαλεπὴν ἡμέραν,

μηδ' οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.376
μὴ δ᾽ οὕτω καταλίμπανε τοὺς Ἕλληνας ἀναιρεῖσθαι τοῖς Τρῳσίν.



ὣς ἔφατ' εὐχόμενος, μέγα δ' ἔκτυπε μητίετα Ζεύς,377
οὕτως εἶπεν εὐχόμενος, μεγάλως δὲ ἐβρόντα ὁ βουλευτικὸς Ζεὺς

ἀράων ἀΐων Νηληϊάδαο γέροντος.378
ἐπακούων τῶν εὐχῶν τοῦ γέροντος τοῦ υἱοῦ τοῦ Νηλέως.



Τρῶες δ' ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,379
οἱ Τρῷες δὲ ἐπειδὴ ἤκουσαν τὸν κτύπον τοῦ τὴν αἰγίδα φοροῦντος Διός,

μᾶλλον ἐπ' Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης. 380
μᾶλλον κατὰ τῶν Ἑλλήνων ὥρμων, ἐμνήσθησαν δὲ τῆς μάχης·

οἳ δ' ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο381
οὗτοι δὲ ὥσπερ ὅταν μέγα κῦμα τῆς εὐρυχώρου θαλάσσης

νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότ' ἐπείγῃ382
ὑπὲρ τῶν τοίχων τῆς νεὼς κατέλθῃ καὶ εἰσχυθῇ, ἀκμάζῃ καὶ σφοδρῶς πνέῃ

ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματ' ὀφέλλει·383
ἡ δύναμις τοῦ ἀνέμου, αὕτη γὰρ μάλιστά γε τὰ κύματα αὔξει·

ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,384
οὕτως οἱ Τρῷες σὺν βοῇ μεγάλῃ κατέβαινον τὸ τεῖχος,

ἵππους δ' εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο 385
τοὺς ἵππους δὲ εἰσαγαγόντες παρὰ ταῖς πρύμναις ἐπολέμουν

ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφ' ἵππων,386
δόρασι διστόμοις ἐκ τοῦ σύνεγγυς, οἱ μὲν ἀπὸ τῶν ἵππων,

οἳ δ' ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες387
οἱ δὲ ἀπὸ τῶν μελαίνων νεῶν ἐφ᾽ ὕψους ἑστῶτες

μακροῖσι ξυστοῖσι, τά ῥά σφ' ἐπὶ νηυσὶν ἔκειτο388
δόρασι μακροῖς, ἃ δὴ αὐτοῖς ἐν ταῖς ναυσὶν ἔκειντο τῶν νεῶν ἀμυντήρια,

ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.389
ἐκ πολλῶν συγκεκολλημένα ἵνα γένηται μακρά, σιδήρῳ κατὰ τὸ ἄκρον ἐστομωμένα.



Πάτροκλος δ' εἷος μὲν Ἀχαιοί τε Τρῶές τε 390
ὁ Πάτροκλος δὲ ἕως μὲν οἱ Ἕλληνες καὶ οἱ Τρῷες

τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,391
περὶ τὸ τεῖχος ἐπολέμουν ἔξω τῶν ταχειῶν νεῶν,

τόφρ' ὅ γ' ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο392
ἐπὶ τοσοῦτον οὗτος ἐν τῇ σκηνῇ Εὐρυπύλου τοῦ υἱοῦ Ἀγαπήνορος

ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δ' ἕλκεϊ λυγρῷ393
ἐκάθητο, καὶ εὔφραινεν αὐτὸν λόγοις, καὶ ἐπὶ τῷ χαλεπῷ τραύματι

φάρμακ' ἀκέσματ' ἔπασσε μελαινάων ὀδυνάων.394
φάρμακα ἐπέβαλλε θεραπευτικὰ τῶν σκοτεινῶν ὀδυνῶν.

αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε 395
ἐπειδὴ δὲ εἰς τὸ τεῖχος ἐφορμήσαντας ἐθεάσατο

Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,396
τοὺς Τρῷας, τῶν Ἑλλήνων δὲ ἐγένετο θόρυβος καὶ φυγή,

ᾤμωξέν τ' ἄρ' ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ397
ἐστέναξε δὴ σὺν βοῇ μετὰ ταῦτα, καὶ ἔτυψε τοὺς ἑαυτοῦ μηρούς

χερσὶ καταπρηνέσσ', ὀλοφυρόμενος δ' ἔπος ηὔδα·398
χερσὶ κατωφερέσιν, ὀδυρόμενος δὲ ἔλεγεν·

Εὐρύπυλ' οὐκ ἔτι τοι δύναμαι χατέοντί περ' ἔμπης399
ὦ Ἐυρύπυλε, οὐκέτι σοι δύναμαι καίτοι χρήζοντί μου

ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν· 400
ἐνταυθοῖ παραμένειν, ἤδη γὰρ μεγάλη φιλονεικία καὶ ἔρις διηγέρθη,

ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε401
ἀλλὰ σε ὁ θεράπων παραμυθείσθω· ἐγὼ δὲ

σπεύσομαι εἰς Ἀχιλῆα, ἵν' ὀτρύνω πολεμίζειν.402
δραμοῦμαι πρὸς τὸν Ἀχιλλέα, ὅπως αὐτὸν διεγείρω πρὸς πόλεμον.

τίς δ' οἶδ' εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω403
τίς δὲ οἶδεν εἰ σὺν θεῷ ἐρεθίσω τὴν ψυχὴν αὐτοῦ

παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.404
παραινέσας καὶ παρακαλέσας; ἀγαθὴ δέ ἐστιν ἡ τοῦ φίλου παραίνεσις καὶ προτροπή.



τὸν μὲν ἄρ' ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ 405
τοῦτον μὲν οὖν οὕτως ἀπόντα οἱ πόδες ἀπῆγον· οἱ Ἕλληνες δὲ

Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδ' ἐδύναντο406
παρέμενον ἑδραίως τοὺς Τρῷας ἐπιόντας, οὐδὲ ἐδύναντο

παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·407
καίπερ ὄντας ὀλιγωτέρους ἀποκρούσασθαι καὶ ἀπελάσαι ἐκ τῶν νεῶν

οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας408
οὐδέποτε οἱ Τρῷες ἐδύναντο τὰς τῶν Ἑλλήνων τάξεις

ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.409
διαλύσαντες συμμιγῆναι ταῖς σκηναῖς, οὐδὲ ταῖς ναυσίν·

ἀλλ' ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει 410
ἀλλ᾿ ὥσπερ ἡ στάθμη εὐθύνει καὶ κανονίζει τὸ ναυπηγήσιμον ξύλον

τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης411
ἐν ταῖς παλάμαις τοῦ ἐπιστήμονος τέκτονος, ὃς δὴ πᾶσαν

εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,412
τὴν τέχνην καλῶς ἐπίσταται διδασκαλίαις τῆς Ἀθηνᾶς.

ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·413
οὕτω μὲν κατ᾽ ἴσον ἡ μάχη τούτων καὶ ὁ πόλεμος ἐξετάθη.

ἄλλοι δ' ἀμφ' ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,414
οἱ ἄλλοι δὲ περὶ τὰς ἄλλας ναῦς ἐπολέμουν πόλεμον.

Ἕκτωρ δ' ἄντ' Αἴαντος ἐείσατο κυδαλίμοιο. 415
ὁ Ἕκτωρ δὲ κατεναντίον τοῦ ἐνδόξου Αἴαντος ὥρμησεν,

τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο416
οὗτοι δὲ περὶ μιᾶς νεὼς εἶχον τὴν μάχην, οὐδὲ ἐδύναντο,

οὔθ' ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα417
οὔτε οὗτος τοῦτον ἀποδιῶξαι καὶ καῦσαι πυρὶ τὰς ναῦς,

οὔθ' ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥ' ἐπέλασσέ γε δαίμων.418
οὔτε οὗτος τοῦτον εἰς τοὐπίσω ἀπώσασθαι, ἀφ᾽ οὗ προσεπέλασεν αὐτὸν ὁ θεός·

ἔνθ' υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας419
τότε τὸν υἱὸν τοῦ Κλυτίου τὸν Καλήτορα ὁ λαμπρὸς Αἴας

πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί. 420
φέροντα πῦρ εἰς τὴν ναῦν ἔπληξε κατὰ τὸ στῆθος δόρατι,

δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.421
ἐψόρησε δὲ πεσῶν, ὁ δαλὸς δὲ ἐξέπεσε τῆς χειρὸς αὐτοῦ.

Ἕκτωρ δ' ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν422
ὁ Ἕκτωρ δὲ ἐπειδὴ ἐθεάσατο τὸν ἑαυτοῦ ἐξάδελφον τοῖς ὀφθαλμοῖς

ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,423
καταπεσόντα ἐν τῷ χώματι, καὶ τῷ κονιορτῷ ἔμπροσθεν τῆς μελαίνης νεώς,

Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·424
μεγάλως βοήσας παρεκελεύσατο τοῖς Τρῳσί, καὶ τοῖς Λυκίοις, λέγων·

Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ 425
ὦ Τρῷες, καὶ Λύκιοι, καὶ Δάρδανοι πολεμισταί,

μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,426
μηδαμῶς ἀναχωρεῖτε τῆς μάχης, ἐν τούτῳ τῷ στενώματι,

ἀλλ' υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ427
ἀλλὰ σώσατε τὸν υἱὸν τοῦ Κλυτίου, μήποτε αὐτὸν οἱ Ἕλληνες

τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.428
ἐκδύσωσι τὰ ὅπλα ἀποθανόντα ἐν τῷ ἀγῶνι τῶν νεῶν.



ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.429
οὕτως εἰπὼν ἔβαλε κατὰ τοῦ Αἴαντος δόρατι λαμπρῷ,

τοῦ μὲν ἅμαρθ', ὃ δ' ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν 430
καὶ τούτου μὲν ἀπέτυχε, Λυκόφρονα δὲ αὐτὸς τὸν υἱὸν τοῦ Μάστορος

Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρ' αὐτῷ431
τὸν θεράποντα τοῦ Αἴαντος τὸν ἐκ τῶν Κυθήρων τῆς νήσου, ὃς δὴ παρ' αὐτῷ

ναῖ', ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,432
κατῴκει, ἐπειδὴ ἄνδρα ἀπέκτεινεν ἐν τοῖς ὑπερενδόξοις Κυθήροις.

τόν ῥ' ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ433
τοῦτον δὴ ἔτρωσε κατὰ τὴν κεφαλὴν ὑπεράνω τοῦ ὠτὸς σιδήρῳ ὀξεῖ

ἑσταότ' ἄγχ' Αἴαντος· ὃ δ' ὕπτιος ἐν κονίῃσι434
ἑστῶτα πλησίον τοῦ Αἴαντος, οὗτος δὲ ἐπὶ τὰ μετάφρενα κατὰ γῆς

νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα. 435
ἀπὸ τῆς πρύμνης τῆς νεὼς χαμαὶ ἔπεσε, παρελύθησαν δὲ καὶ ἐνεκρώθησαν τὰ μέλη αὐτοῦ.

Αἴας δ' ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·436
ὁ Αἴας δὲ ἐφοβήθη, εἶπε δὲ πρὸς τὸν ἀδελφόν·

Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος437
ὦ προσηνέστατε Τεῦκρε, ἀνῃρέθη ἡμῖν ὁ πιστὸς φίλος

Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα438
υἱὸς τοῦ Μάστορος, ὃν ἡμεῖς ἐκ τῶν Κυθήρων παρόντα

ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·439
ὁμοίως τοῖς ἀγαπητοῖς γονεῦσιν ἐτιμῶμεν ἐν τῷ οἴκῳ,

τὸν δ' Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ 440
τοῦτον δὲ Ἕκτωρ ὁ μεγαλόψυχος ἀπέκτεινεν· ποῦ δή σοι οἱ ὀϊστοὶ

ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;441
οἱ ταχέως τὸν θάνατον ἐπάγοντες, καὶ τὸ τόξον, ὅπερ σοι ἐδωρήσατο ὁ καθαρὸς Ἀπόλλων;



ὣς φάθ', ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,442
οὕτως εἶπεν, οὗτος δὲ συνῆκε, τρέχων δὲ ἐγγὺς αὐτοῦ ἔστη,

τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην443
ἔχων τὸ τόξον ἐν ταῖς χερσὶ καὶ τὸ ὀπισθοκαμπές, καὶ τὴν φαρέτραν

ἰοδόκον· μάλα δ' ὦκα βέλεα Τρώεσσιν ἐφίει.444
τὴν ἔχουσαν τοὺς ἰούς, πάνυ δὲ ταχέως βέλη κατὰ τῶν Τρῴων ἀφίη,

καί ῥ' ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν 445
καὶ δὴ ἔτρωσε τὸν Κλεῖτον τὸν λαμπρὸν υἱὸν

Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο446
τοῦ Πεισήνορος, τὸν φίλον Πολυδάμαντος τοῦ λαμπροῦ υἱοῦ τοῦ Πάνθου,

ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθ' ἵππους·447
τὰς ἡνίας κατέχοντα ταῖς χερσίν, οὗτος μὲν διεπράττετο τὰ περὶ τοὺς ἵππους,

τῇ γὰρ ἔχ' ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες448
ταύτῃ γὰρ ἤλαυνεν, ὅπου δὴ πολλῷ πλείους τάξεις συνεταράττοντο

Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ' αὐτῷ449
τῷ Ἕκτορι καὶ τοῖς Τρῳσὶ τὰ πρὸς χάριν ποιῶν, ταχέως δ᾽ αὐτῷ

ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. 450
ἐπῆλθε τὸ δεινόν, ὅπερ αὐτῷ οὐδεὶς ἐκώλυσε καίπερ σπεύδοντι καὶ προθυμουμένῳ·

αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·451
ὄπισθεν γὰρ εἰς τὸν αὐχένα αὐτοῦ ἐνεπάγη ὁ ὀδυνηρὸς ὀϊστός,

ἤριπε δ' ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι452
κατέπεσε δὲ ἐκ τοῦ ὀχήματος, ἀνεχώρησαν δὲ αὐτῷ οἱ ἵπποι

κείν' ὄχεα κροτέοντες. ἄναξ δ' ἐνόησε τάχιστα453
κενὸν τὸ ὄχημα κροτοῦντες, τάχιστα δὲ ἐθεάσατο ὁ βασιλεὺς

Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.454
Πολυδάμας, καὶ πρῶτον ἦλθεν ἐναντίον τῶν ἵππων,

τοὺς μὲν ὅ γ' Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε, 455
καὶ τούτους μὲν οὗτος Ἀστύνῳ τῷ υἱῷ τοῦ Προτιάνορος ἔδωκε,

πολλὰ δ' ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα456
πολλὰ δ᾽ αὐτὸν προέτρεψεν ἐγγὺς κατέχειν ὁρῶντα

ἵππους· αὐτὸς δ' αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.457
τοὺς ἵππους, αὐτὸς δὲ ἐπανελθὼν τοῖς πρωταγωνισταῖς συνεμίγη.



Τεῦκρος δ' ἄλλον ὀϊστὸν ἐφ' Ἕκτορι χαλκοκορυστῇ458
ὁ Τεῦκρος δὲ ἄλλου ἰὸν κατὰ τοῦ Ἕκτορος τοῦ σιδήρῳ καθωπλισμένου

αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,459
ἔβαλε, καὶ δὴ ἔπαυσεν ἂν τῆς μάχης αὐτὸν παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων,

εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν. 460
εἴγ᾽ αὐτὸν ἀνδραγαθοῦντα πλήξας ἀφείλετο τὴν ψυχήν,

ἀλλ' οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥ' ἐφύλασσεν461
ἀλλ᾽ οὐκ ἐλάνθανε τὸν συνετὸν νοῦν τοῦ Διός, ὃς δὴ ἐφύλαττε

Ἕκτορ', ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,462
τὸν Ἕκτορα, Τεῦκρον δὲ υἱὸν τοῦ Τελαμῶνος τὸ καύχημα ἀφῃρεῖτο,

ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ463
ὃ αὐτῷ τὴν καλῶς συνεστραμμένην νευρὰν ἐν τῷ ἀμωμήτῳ τόξῳ

ῥῆξ' ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ464
ἔρριψε καὶ διέκοψε κατ' αὐτοῦ ἕλκοντος, παρηνέχθη δ' αὐτῷ ἄλλοσε

ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός. 465
ὁ τῷ σιδήρῳ βαρὺς ὀϊστός, τὸ τόξον δὲ ἐξέπεσε τῆς χειρὸς αὐτοῦ.

Τεῦκρος δ' ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·466
ὁ Τεῦκρος δὲ ἐφοβήθη, καὶ εἶπε πρὸς τὸν ἀδελφόν·

ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει467
φεῦ φεῦ, ὄντως δὴ παντάπασι διακόπτει τὰ βουλεύματα τῆς μάχης

δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,468
τῆς ἡμετέρας ὁ θεός, ὅστις τὸ τόξον ἐξέβαλεν ἀπὸ τῆς χειρός μου,

νευρὴν δ' ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα469
τὴν νευρὰν δὲ διέκοψε τὴν νεωστὶ ἐστραμμένην, ἣν ἐδέσμευσα

πρώϊον, ὄφρ' ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς. 470
πρόσφατον ὅπως ἂν ἀνέχοιτο τῶν συνεχῶς ἐκπηδώντων ὀϊστῶν.



τὸν δ' ἠμείβετ' ἔπειτα μέγας Τελαμώνιος Αἴας·471
πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα Αἴας ὁ μέγας υἱὸς τοῦ Τελαμῶνος·

ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς472
ὦ προσηνέστατε, ἀλλὰ σὺ τὸ μὲν τόξον ἄφες, καὶ τοὺς πυκτοὺς ὀϊστοὺς

κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·473
κεῖσθαι, ἐπειδὴ ὁ θεὸς συνέχεε φθονήσας τοῖς Ἕλλησι,

αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ474
λαβὼν δὲ ταῖς χερσὶ τὸ μακρὸν δόρυ, καὶ τὴν ἀσπίδα ἐν τῷ ὤμῳ,

μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς. 475
μάχου τοῖς Τρῳσί, καὶ τοὺς ἄλλους λαούς διέγειρε,

μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν476
μὴ δὴ ἄνευ σπουδῆς καὶ ἀγῶνος, καίπερ νικήσαντες λάβοιεν

νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.477
τὰς εὐκαθέδρους ναῦς, ἀλλὰ μνησώμεθα τῆς μάχης.



ὣς φάθ', ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,478
οὕτως εἶπεν· οὗτος δὲ τὸ μὲν τόξον ἐν τῇ σκηνῇ ἔθηκεν.

αὐτὰρ ὅ γ' ἀμφ' ὤμοισι σάκος θέτο τετραθέλυμνον,479
αὐτὸς δὲ περὶ τοὺς ὤμους ἔθηκε τὴν τετράπτυχον ἀσπίδα,

κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν 480
τῇ ἰσχυρᾷ δὲ κεφαλῇ τὴν καλῶς κατεσκευασμένην περικεφαλαίαν ἔθηκε

ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·481
τὴν ἱππείας τρίχας ἔχουσαν, φοβερῶς δὲ ὁ λόφος ἄνωθεν κατένευεν,

εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,482
ἔλαβε δὲ τὸ στιβαρὸν δόρυ σιδήρῳ ὀξεῖ ἐστομωμένον,

βῆ δ' ἰέναι, μάλα δ' ὦκα θέων Αἴαντι παρέστη.483
ὥρμησε δὲ πορεύεσθαι, πάνυ δὲ ταχέως τρέχων τῷ Αἴαντι παρέστη.



Ἕκτωρ δ' ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,484
ὁ Ἕκτωρ δὲ ἐπειδὴ ἐθεάσατο τὰ βέλη τοῦ Τεύκρου βλαβέντα,

Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· 485
μεγάλως βοήσας παρεκελεύσατο τοῖς Τρῳσὶ καὶ τοῖς Λυκίοις, λέγων·

Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ486
ὦ Τρῷες καὶ Λύκιοι, καὶ Δάρδανοι πολεμισταί,

ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς487
ὦ φίλοι, ἄνδρες ὑπάρχετε, μνήσθητε δὲ τῆς ὁρμητικῆς καὶ πολεμικῆς ἰσχύος

νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν488
κατὰ τὰς βαθείας ναῦς, ἤδη γὰρ ἐθεασάμην τοῖς ὀφθαλμοῖς

ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.489
ἀνδρὸς ἀριστέως βέλη βεβλαμμένα ἐκ τοῦ Διός,

ῥεῖα δ' ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή, 490
ῥαδίως δὲ εὐεπίγνωστος γίνεται τοῖς ἀνδράσιν ἡ τοῦ Διὸς δύναμις,

ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,491
καὶ ὅτε τισὶ δόξαν μεγάλην παρέξῃ,

ἠδ' ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,492
καὶ ὅτε τινὰς ἐλαττοῖ, καὶ οὐ βούλεται βοηθεῖν,

ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δ' ἀρήγει.493
ὥσπερ νυνὶ τὴν μὲν ἰσχὺν τῶν Ἑλλήνων ἐλαττοῖ, ἡμῖν δὲ βοηθεῖ,

ἀλλὰ μάχεσθ' ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων494
ἀλλὰ μάχεσθε παρὰ ταῖς ναυσὶν ἀθρόοι καὶ ὁμοθυμαδόν· ὃς δ᾽ ἂν ὑμῶν

βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ 495
βληθεὶς ἢ τρωθεὶς θάνατον καὶ μόρον λάβῃ,

τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης496
ἀποθανέτω, οὐκ ἀπρεπές ἐστιν αὐτῷ μαχομένῳ ὑπὲρ τῆς πατρίδος

τεθνάμεν· ἀλλ' ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,497
ἀποθανεῖν, ἀλλ᾽ ἦτε γαμετὴ σεσωσμένη μετὰ ταῦτ᾽ ἔσται, καὶ οἱ παῖδες,

καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ498
καὶ ὁ οἶκος, καὶ ἡ περιουσία ἀδιάφθορος, ἐὰν οἱ Ἕλληνες

οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.499
ἀναχωρήσωσι μετὰ τῶν νεῶν εἰς τὴν πατρίδα γῆν τὴν ἀγαπητήν.



ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 500
οὕτως εἰπὼν παρώξυνεν ἑκάστου ψυχήν τε καὶ ἰσχύν.

Αἴας δ' αὖθ' ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·501
Αἴας δ᾽ αὖ ἐκ τοῦ ἑτέρου μέρους παρεκελεύσατο τοῖς ἑαυτοῦ φίλοις λέγων·

αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι502
ὦ Ἕλληνες, αἰσχύνη ἔστω, νῦν βέλτιον ἢ ἀποθανεῖν,

ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.503
ἢ σωθῆναι, καὶ ἀπελάσαι τὰ δεινὰ ἀπὸ τῶν νεῶν,

ἦ ἔλπεσθ' ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ504
ἢ ἐλπίζετε ἐὰν τὰς ναῦς κρατήσῃ ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ

ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος; 505
πεζοὶ ἀφίξεσθαι πάντες εἰς τὴν ἰδίαν πατρίδα γῆν;

ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα506
ἢ οὐκ ἀκούετε τοῦ Ἕκτορος παροξύνοντος ἅπαντα τὸν στρατόν,

Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;507
ὃς δὴ τὰς ναῦς κατακαῦσαι προθυμεῖται;

οὐ μὰν ἔς γε χορὸν κέλετ' ἐλθέμεν, ἀλλὰ μάχεσθαι.508
οὐδαμῶς εἰς χορείαν ἐλθεῖν αὐτοὺς βοᾷ, ἀλλὰ πολεμεῖν·

ἡμῖν δ' οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων509
ἡμῖν δὲ οὐδεὶς ἄλλος νοῦς καὶ βουλὴ κρείσσων ταύτης,

ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε. 510
ἢ ἐκ τοῦ σύνεγγυς συνάψαι τὰς χεῖρας τε καὶ τὴν ἰσχύν·

βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι511
βέλτιον καὶ αἱρετώτερον καθ᾽ ἕνα χρόνον ἢ τεθνάναι, ἢ ζῇν,

ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι512
ἢ ἐπὶ πολὺν χρόνον κάμνειν καὶ φθείρεσθαι ἐν τῇ χαλεπῇ μάχῃ,

ὧδ' αὔτως παρὰ νηυσὶν ὑπ' ἀνδράσι χειροτέροισιν.513
οὕτω μάτην παρὰ ταῖς ναυσὶν ὑπ' ἀνδρῶν χειρόνων.



ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.514
οὕτως εἰπὼν παρώξυνεν ἑκάστου προθυμίαν τε καὶ ἰσχύν.

ἔνθ' Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν 515
τότε Ἕκτωρ μὲν ἀνεῖλε Σχέδιον τὸν υἱὸν τοῦ Περιμήδους

ἀρχὸν Φωκήων, Αἴας δ' ἕλε Λαοδάμαντα516
τὸν ἡγεμόνα τῶν Φωκέων, Αἴας δὲ ἀνεῖλεν Λαοδάμαντα

ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν·517
τὸν ἡγεμόνα τῶν πεζῶν, τὸν λαμπρὸν υἱὸν τοῦ Ἀντήνορος.

Πουλυδάμας δ' Ὦτον Κυλλήνιον ἐξενάριξε518
Πολυδάμας δὲ Ὦτον τὸν ἐκ τῆς Κυλλήνης ἀπέκτεινε

Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.519
τὸν φίλον τοῦ υἱοῦ τοῦ Φυλέως τὸν ἡγεμόνα τῶν μεγαλοψύχων Ἐπειῶν.

τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δ' ὕπαιθα λιάσθη 520
τούτῳ δὲ Μέγης ἐφώρμησε θεασάμενος, οὗτος δὲ εἰς τοὔμπροσθεν ἀνεχώρησεν

Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων521
ὁ Πολυδάμας, καὶ τούτου μὲν ἀπέτυχεν, οὐ γὰρ Ἀπόλλων

εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·522
ἀφίη τὸν τοῦ Πάνθου υἱὸν ἀναιρεθῆναι ἐν τοῖς πρωταγωνισταῖς·

αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.523
οὗτος δὲ τὸ τοῦ Κροίσμου στῆθος κατὰ τὸ μέσον ἔπληξε τῷ δόρατι,

δούπησεν δὲ πεσών· ὃ δ' ἀπ' ὤμων τεύχε' ἐσύλα.524
ἐψόφησε δὲ καταπεσών, οὗτος δὲ ἀπὸ τῶν ὤμων τὰ ὅπλα ἀφῃρεῖτο.

τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς 525
τηνικαῦτα δὲ ἐπ᾿ αὐτὸν ὥρμησε Δόλοψ καλῶς ἐπιστάμενος τὸ δόρυ

Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν526
ὁ υἱὸς τοῦ Λάμπου, ὃν Λάμπος ἐγέννησεν ὁ βέλτιστος τῶν ἀνδρῶν ὁ υἱὸς

Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,527
τοῦ Λαομέδοντος καλῶς ἐπιστάμενον τὴν ὁρμητικὴν καὶ πολεμικὴν ἰσχύν·

ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ528
οὗτος τότε τὸ μέσον τῆς ἀσπίδος τοῦ υἱοῦ τοῦ Φυλέως ἔβαλε τῷ δόρατι

ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,529
ἐκ τοῦ σύνεγγυς ὁρμήσας, ὁ πυκνὸς δὲ καὶ στιβαρὸς θώραξ ἐβοήθησεν αὐτῷ,

τόν ῥ' ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς 530
ὃν δὴ ἐφόρει τοῖς κοιλώμασιν ἐνηρμοσμένον, ὅν ποτε ὁ Φυλεὺς

ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.531
ἤνεγκεν ἐκ τῆς Ἐφύρης ἀπὸ Σελλήεντος τοῦ ποταμοῦ,

ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης532
ξένος γὰρ αὐτῷ ἔδωκεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Εὐφήτης φορεῖν

ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν·533
εἰς τὸν πόλεμον πολεμίων ἀνδρῶν ἀποτροπήν·

ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσ' ὄλεθρον.534
ὅστις αὐτῷ καὶ τότε ἀπὸ τοῦ σώματος τοῦ παιδὸς ἀπεσόβησε τὸν ὀλέθριον θάνατον.

τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης 535
τούτου δὲ ὁ Μέγης τῆς σιδηρᾶς περικεφαλαίας τῆς ἱππείαις θριξί δασυνομένης

κύμβαχον ἀκρότατον νύξ' ἔγχεϊ ὀξυόεντι,536
τὸ ὑπεράνω διάκενον ἔβαλε δόρατι ὀξεῖ καὶ τμητικῷ,

ῥῆξε δ' ἀφ' ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε537
διέκοψε δὲ τὸν ἐξ ἱππείων τριχῶν λόφον αὐτοῦ, ἅπας δὲ εἰς τὴν γῆν

κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός.538
κατέπεσεν ἐν τῷ χώματι καὶ τῇ κόνει, νεωστὶ φοινικίνῳ χρώματι λελαμπρυσμένος·

εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δ' ἔλπετο νίκην,539
ἕως δ᾽ οὗτος αὐτῷ ἐπολέμει παραμένων, ἔτι δὲ ἤλπιζε νίκην,

τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ, 540
ἐν τούτῳ ἀφίκετο αὐτῷ βοηθός Μενέλαος ὁ πολεμικός,

στῆ δ' εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δ' ὦμον ὄπισθεν·541
ἔστη δὲ ὄπισθεν σὺν τῷ δόρατι λαθών, ἔπληξε δὲ τῶν ὤμων ὄπισθεν,

αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα542
ἡ ἐπιδορατὶς δὲ διὰ τοῦ στέρνου διῆλθεν ὁρμῶσα

πρόσσω ἱεμένη· ὃ δ' ἄρα πρηνὴς ἐλιάσθη.543
εἰς τὸ πρόσω ἐπειγομένη, οὗτος δὲ ἐπὶ πρόσωπον κατέπεσεν·

τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε' ἀπ' ὤμων544
οὗτοι μὲν οὖν ὥρμησαν τὰ σιδηρᾶ ὅπλα ἀπὸ τῶν ὤμων

συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε 545
ἀφαιρήσεσθαι. ὁ Ἕκτωρ δὲ τοῖς ἀδελφοῖς ἐκέλευσε

πᾶσι μάλα, πρῶτον δ' Ἱκεταονίδην ἐνένιπεν546
πᾶσι μάλα· πρῶτον δὲ πρὸς υἱὸν τοῦ Ἱκετάονος ὠνείδισε

ἴφθιμον Μελάνιππον. ὃ δ' ὄφρα μὲν εἰλίποδας βοῦς547
τὸν ἰσχυρὸν Μελάνιππον· οὗτος δὲ τέως μὲν τὰς βοῦς τὰς συστρεφούσας τοὺς πόδας κατὰ τὴν πορείαν

βόσκ' ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων·548
ἔβοσκεν ἐν τῇ Περκώτῃ τῶν πολεμίων πόρρω ὄντων·

αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,549
ἐπεὶ δὲ αἱ νῆες τῶν Ἑλλήνων αἱ ἀμφοτέρωθεν ἐλαυνόμεναι ἀφίκοντο,

ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, 550
ὀπίσω εἰς τὸ Ἴλιον ἐπανῆλθε, διέπρεπε δὲ ἐπὶ τοῖς Τρῳσί, καὶ κράτιστος ἐν αὐτοῖς ἦν,

ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι·551
κατῴκει δὲ παρὰ τῷ Πριάμῳ, οὗτος δὲ ἐτίμα αὐτὸν ὁμοίως τοῖς τέκνοις·

τόν ῥ' Ἕκτωρ ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·552
τοῦτον δὴ ὁ Ἕκτωρ ὠνείδισε, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει·

οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ553
οὕτω δή, ὁ Μελάνιππε, καταπροήσομεν καὶ ἀμελήσομεν, οὐδὲ σοίγε

ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;554
ἐπιστρέφεται ἡ ἀγαπητὴ ψυχὴ ἀναιρεθέντος τοῦ ἀδελφιδοῦ;

οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχε' ἕπουσιν; 555
οὐχ ὁρᾷς ὅσον περὶ τὰ ὅπλα τοῦ Δόλοπος ἀσχολοῦνται;

ἀλλ' ἕπευ· οὐ γὰρ ἔτ' ἔστιν ἀποσταδὸν Ἀργείοισι556
ἀλλ᾽ ἀκολούθει, οὐκέτι γάρ ἐστιν ἐξ ἀποστάσεως τοῖς Ἕλλησι

μάρνασθαι, πρίν γ' ἠὲ κατακτάμεν ἠὲ κατ' ἄκρης557
μάχεσθαι, πρὶν ἢ κατακτεῖναι ἢ παντελῶς τὴν ὑψηλὴν

Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.558
Ἴλιον ἑλεῖν, καὶ τοὺς πολίτας ἀναιρεθῆναι.



ὣς εἰπὼν ὃ μὲν ἦρχ', ὃ δ' ἅμ' ἕσπετο ἰσόθεος φώς·559
οὕτως εἰπών, αὐτὸς μὲν ἡγεῖτο, ὁ δὲ συνείπετο ἀνὴρ ὅμοιος θεῷ.

Ἀργείους δ' ὄτρυνε μέγας Τελαμώνιος Αἴας· 560
τοὺς Ἕλληνας δὲ παρώξυνεν ὁ τοῦ Τελαμῶνος μέγας Αἴας, λέγων·

ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθ' ἐνὶ θυμῷ,561
ὦ φίλοι, ἄνδρες ὑπάρχετε, καὶ ἐμβάλετε αἰσχύνην ἐν τῇ ψυχῇ,

ἀλλήλους τ' αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.562
καὶ ἀλλήλους αἰσχύνεσθε κατὰ τὰς ἰσχυρὰς μάχας,

αἰδομένων δ' ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·563
ἀνδρῶν γὰρ αἰσχυνομένων πλείονες σώζονται, ἢ ἀποκτείνονται,

φευγόντων δ' οὔτ' ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.564
φευγόντων δὲ οὔτε δόξα διεγείρεται, οὔτε τις ἰσχύς.



ὣς ἔφαθ', οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον, 565
οὕτως εἶπεν, οὗτοι δὲ καὶ αὐτοὶ βοηθῆσαι προεθυμοῦντο, καὶ ἔσπευδον,

ἐν θυμῷ δ' ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας566
ἐνέβαλον δὲ εἰς τὴν ψυχὴν τὸν λόγον, διέφραξαν δὲ τὰς ναῦς

ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.567
σιδηρῷ περιφράγματι. Ζεὺς δὲ τοὺς Τρῷας ἐπήγειρε·

Ἀντίλοχον δ' ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·568
τὸν Ἀντίλοχον δὲ προὔτρεψεν ὁ κατὰ πόλεμον ἀγαθὸς Μενέλαος·

Ἀντίλοχ' οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,569
ὦ Ἀντίλοχε, οὐδεὶς νέος ἄλλος τῶν Ἑλλήνων σοῦ

οὔτε ποσὶν θάσσων οὔτ' ἄλκιμος ὡς σὺ μάχεσθαι· 570
οὔτε τοῖς ποσὶ ταχίων, οὔτε ἰσχυρὸς ὥσπερ σὺ πολεμεῖν,

εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.571
εἴθε τινά που τῶν Τρῴων ἄνδρα ἐξαλλόμενος τρώσειας.



ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δ' ὀρόθυνεν·572
οὗτος εἰπὼν αὐτὸς μὲν αὖθις ἐφώρμησε, τοῦτον δὲ παρώτρυνεν,

ἐκ δ' ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ573
ἐξεπήδησε δὲ πρὸ τῶν πρωταγωνιστῶν, καὶ ἔβαλε δόρατι λαμπρῷ

ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο574
περὶ αὐτὸν σκοπήσας· οἱ Τρῷες δὲ διεχωρίσθησαν

ἀνδρὸς ἀκοντίσσαντος· ὃ δ' οὐχ ἅλιον βέλος ἧκεν, 575
ἀνδρὸς βαλόντος τὸ δόρυ· οὗτος δὲ οὐ ματαίως ἀφῆκε τὸ βέλος,

ἀλλ' Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον576
ἀλλὰ τὸν υἱὸν τοῦ Ἱκετάονος τὸν μεγαλόψυχον Μελάνιππον

νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.577
πορευόμενον ἐπὶ τὸν πόλεμον ἔπληξε κατὰ τὸ στῆθος παρὰ τὸν μαζόν,

δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.578
ἐψόφησε δὲ καταπεσών, ἤχησαν δὲ τὰ ὅπλα ἐπ' αὐτῷ·

Ἀντίλοχος δ' ἐπόρουσε κύων ὥς, ὅς τ' ἐπὶ νεβρῷ579
ὁ Ἀντίλοχος δὲ ἐφώρμησεν, ὥσπερ κύων, ὅστις κατὰ γεννήματος ἐλάφου

βλημένῳ ἀΐξῃ, τόν τ' ἐξ εὐνῆφι θορόντα 580
τετρωμένου ἐφορμήσει, οὗ ἐξ εὐνῆς ἐκπηδῶντος

θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·581
κυνηγὸς ἐπέτυχεν βαλών, παρέλυσε δὲ καὶ ἐνέκρωσε τὰ μέλη.

ὣς ἐπὶ σοὶ Μελάνιππε θόρ' Ἀντίλοχος μενεχάρμης582
οὕτως ἐπὶ σέ, ὦ Μελάνιππε, ὥρμησεν Ἀντίλοχος ὁ καρτερῶν ἐν τῷ μάχεσθαι

τεύχεα συλήσων· ἀλλ' οὐ λάθεν Ἕκτορα δῖον,583
τὰ ὅπλα ἀφαιρησόμενος, ἀλλ᾿ οὐκ ἔλαθε τὸν ἐνδοξότατον Ἕκτορα,

ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.584
ὃς δὴ αὐτῷ ἐναντίον ἦλθε τρέχων κατὰ τὴν μάχην.

Ἀντίλοχος δ' οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής, 585
ὁ Ἀντίλοχος δὲ οὐ παρέμεινε, καίπερ ὢν ταχὺς καὶ ὀξὺς μαχητής,

ἀλλ' ὅ γ' ἄρ' ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,586
ἀλλ᾽ ἐφοβήθη αὐτός, ὅμοιος θηρίῳ κακόν τι ποιήσαντι,

ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι587
ὅπερ ἀποκτεῖναν κύνα, ἢ βουκόλον περὶ τὰς βοῦς,

φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·588
φεύγει, πρὶν συναθροισθῆναι τὸ πλῆθος τῶν ἀνδρῶν·

ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ589
οὕτως ἐφοβήθη ὁ υἱὸς τοῦ Νέστορος, ἐπειδὴ οἱ Τρῷες καὶ ὁ Ἕκτωρ

ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο· 590
σὺν βοῇ θαυμαστῇ τὰ ὀδυνηρά βέλη ἔχεον·

στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.591
ἔστη δὲ μεταστραφείς, ἐπειδὴ ἀφίκετο εἰς τὸ πλῆθος τῶν φίλων.



Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι592
οἱ Τρῷες δὲ ὅμοιοι τοῖς ὠμοβόροις λέουσιν

νηυσὶν ἐπεσσεύοντο, Διὸς δ' ἐτέλειον ἐφετμάς,593
ἐπὶ τὰς ναῦς ὥρμησαν, τοῦ Διὸς δὲ ἐτελείουν τὰς ἐντολάς,

ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν594
ὃς αὐτοῖς ἀεὶ διήγειρεν δύναμιν μεγάλην, ἠπάτα δὲ τὴν ψυχὴν

Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δ' ὀρόθυνεν. 595
τῶν Ἑλλήνων, καὶ ἀφῃρεῖτο τὴν δόξαν, τοὺς Τρῷας δὲ παρώξυνε·

Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι596
τῷ Ἕκτορι γὰρ ἐβούλετο ἡ ψυχὴ αὐτοῦ δόξας δωρήσασθαι

Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ597
τῷ υἱῷ τοῦ Πριάμου, ὅπως ταῖς καμπυλοπρύμνοις ναυσὶ πῦρ θεῖον

ἐμβάλοι ἀκάματον, Θέτιδος δ' ἐξαίσιον ἀρὴν598
ἐμβάλοι πολὺ καὶ ἄφθονον, τῆς Θέτιδος δὲ τὴν παράνομον εὐχὴν

πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς599
πᾶσαν ἐκτελέσειε, τοῦτο γὰρ παρέμενεν ὁ βουλευτικὸς Ζεύς,

νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι. 600
νεὼς καιομένης ἔξαψιν θεάσασθαι τοῖς ὀφθαλμοῖς.

ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν601
ἐκ τούτου γὰρ ἔμελλεν ἐξ ὑποστροφῆς δίωξιν ἀπὸ τῶν νεῶν

θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.602
ποιήσειν τῶν Τρῴων, τοῖς Ἕλλησι δὲ δόξαν παρέξειν.

τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν603
ταῦτα φρονῶν καὶ διανοούμενος ἐπὶ τὰς βαθείας ναῦς παρώτρυνε

Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.604
τὸν Ἕκτορα τὸν υἱὸν τοῦ Πριάμου πάνυ προθυμούμενον καὶ αὐτόν,

μαίνετο δ' ὡς ὅτ' Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ 605
ἐνθουσιωδῶς δὲ ὥρμα ὥσπερ ὅταν ὁ δορυφόρος Ἄρης, ἢ πῦρ ὀλέθριον

οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·606
ἐνθουσιᾷ ἐν τοῖς ὄρεσιν, ἐν τοῖς πυκνοῖς τῆς βαθείας συστάσεως τῶν δένδρων·

ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε607
ἀφρισμὸς δὲ περὶ τὸ στόμα γίνηται, οἱ ὀφθαλμοὶ δὲ αὐτοῦ

λαμπέσθην βλοσυρῇσιν ὑπ' ὀφρύσιν, ἀμφὶ δὲ πήληξ608
λάμπωσιν ὑπὸ τὰς καταπληκτικὰς ὀφρῦς· πέριξ δὲ ἡ περικεφαλαία

σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο609
φοβερῶς περὶ τοὺς κροτάφους ἐσείετο μαχομένου

Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπ' αἰθέρος ἦεν ἀμύντωρ 610
τοῦ Ἕκτορος, αὐτὸς γὰρ ἀπὸ τοῦ αἰθέρος ἦν αὐτῷ βοηθὸς

Ζεύς, ὅς μιν πλεόνεσσι μετ' ἀνδράσι μοῦνον ἐόντα611
ὁ Ζεύς, ὅστις αὐτὸν ἐν ἀνδράσι πολλοῖς μόνον ὄντα

τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν612
ἐτίμα καὶ ἐδόξαζεν, ὀλιγοχρόνιος γὰρ ἔμελλεν

ἔσσεσθ'· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ613
ἔσεσθαι, ἤδη γὰρ αὐτῷ ἀντεπῆγε τὴν εἱμαρμένην θανατηφόρον ἡμέραν

Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.614
ἡ πολεμικὴ Ἀθηνᾶ ἐκ τῆς δυνάμεως τοῦ υἱοῦ τοῦ Πηλέως.

καί ῥ' ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων, 615
καὶ δὴ ἐβούλετο διαρρῆξαι καὶ διαλύσαι τὰς τάξεις τῶν ἀνδρῶν πειρώμενος,

ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχε' ἄριστα·616
ὅπου δὴ πολὺ πλῆθος ἑώρα καὶ ὅπλα ἄριστα,

ἀλλ' οὐδ' ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·617
ἀλλ᾽ οὐδὲ οὕτως ἐδύνατο διαλύσαι καὶ τρέψαι, καίτοι πάνυ προθυμούμενος,

ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη618
ἀντεῖχον γὰρ δίκην τείχους συνηρμοσμένοι καθάπερ πέτρα

ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,619
ὑψηλὴ μεγάλη ἐγγὺς τῆς λευκῆς θαλάσσης οὖσα,

ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα 620
ἥτις ὑπομένει τῶν ὀξέως ἠχούντων ἐν τῷ πνέειν ἀνέμων τὰς πυκνὰς καὶ ταχείας ἐφόδους,

κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·621
καὶ τὰ μεγάλα καὶ ηὐξημένα κύματα, ἅπερ ἐξωθοῦνται πρὸς αὐτήν.

ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.622
οὕτως οἱ Ἕλληνες τοὺς Τρῷας παρέμενον ἀκινήτως, οὐδὲ εἰς φυγὴν ἐτρέποντο.

αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορ' ὁμίλῳ,623
οὗτος δὲ περιλαμπόμενος πανταχόθεν ὑπὸ τῶν ὅπλων, ὡς ὑπὸ πυρὸς ἐπήδησεν εἰς τὸ πλῆθος,

ἐν δ' ἔπεσ' ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι624
ἐνέπεσε δὲ ὥσπερ ὅταν κῦμα ἐν τῇ ταχείᾳ ναὶ πέσῃ

λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα 625
πολὺ καὶ σφοδρὸν ὑπὸ τῶν ἀνέμων ηὐξημένων ὑπὸ τὰ νέφη, πᾶσα δὲ

ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη626
ἡ ναῦς ὑπὸ τῆς ἄχνης καὶ τοῦ ἀφροῦ ἐσκεπάσθη, καὶ ἡ τοῦ ἀνέμου χαλεπὴ πνοὴ καὶ ὁρμὴ

ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται627
τῷ ἰστίῳ ἐνηχεῖ προσπληκτίζουσα αὐτὸ δηλαδή, τρέμουσι δὲ καὶ φοβοῦνται οἱ ἐπιβάται

δειδιότες· τυτθὸν γὰρ ὑπ' ἐκ θανάτοιο φέρονται·628
δεδιότες καὶ πτοούμενοι, μικρὸν γὰρ ἔξω τοῦ θανάτου φέρονται.

ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.629
οὕτως ἐκόπτετο ἐν τοῖς στήθεσιν ἡ ψυχὴ τῶν Ἑλλήνων.

αὐτὰρ ὅ γ' ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών, 630
οὗτος δὲ ὥσπερ λέων ὀλέθρια φρονῶν ἐπελθὼν ταῖς βουσίν,

αἵ ῥά τ' ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται631
αἳ δὴ ἐν καθύδρῳ τόπῳ ἕλους μεγάλου βόσκονται

μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς632
πλεῖσται, ἐν αὐταῖς δὲ ἔστι βουκόλος οὔπω καλῶς ἐπιστάμενος

θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν·633
πολεμῆσαι λέοντι περὶ φονεύσεων βοὸς συνεστραμμένα τὰ κέρατα ἐχούσης·

ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν634
καὶ οὗτος μὲν ταῖς πρώταις καὶ ἐσχάταις βουσὶν

αἰὲν ὁμοστιχάει, ὃ δέ τ' ἐν μέσσῃσιν ὀρούσας 635
ἀεὶ συμπαρομαρτεῖ, οὗτος εἰς τὸ μέσον αὐτῶν ὁρμήσας

βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότ' Ἀχαιοὶ636
βοῦν ἐσθίει, αὗται δ᾽ ἅπασαι ἐφοβήθησαν. οὕτω τότε οἱ Ἕλληνες

θεσπεσίως ἐφόβηθεν ὑφ' Ἕκτορι καὶ Διὶ πατρὶ637
θαυμαστῶς ἐφοβήθησαν ὑπὸ τοῦ Ἕκτορος καὶ τοῦ Διὸς τοῦ πατρὸς

πάντες, ὃ δ' οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,638
ξύμπαντες. οὗτος δὲ ἕνα μόνον ἀπέκτεινε Περιφήτην τὸν ἐκ τῆς Μυκήνης

Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος639
τὸν ἀγαπητὸν υἱὸν τοῦ Κοπρέως, ὃς τοῦ βασιλέως Εὐρυσθέως

ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ. 640
ἀγγελιαφόρος τῶν ἄθλων ἐπορεύετο τῇ δυνάμει τοῦ Ἡρακλέους, ἤτοι τῷ Ἡρακλεῖ.

τοῦ γένετ' ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων641
ἐκ τούτου τοῦ πατρὸς πολλῷ χείρονος ἐγεννήθη υἱὸς βελτίων

παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,642
κατὰ πᾶσαν ἀρετήν, καὶ κατὰ τοὺς πόδας, καὶ κατὰ τὸ πολεμεῖν,

καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·643
καὶ κατὰ τὸν νοῦν ἐν τοῖς πρώτοις τῶν Μυκηναίων ἐτύγχανεν,

ὅς ῥα τόθ' Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.644
ὃς δὴ τότε τῷ Ἕκτορι δόξαν μεγάλην ἐπέδωκε·

στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο, 645
στραφεὶς γὰρ εἰς τοὐπίσω ἐν τῇ περιφερείᾳ τῆς ἀσπίδος ἥλατο καὶ ἐπέβη,

τὴν αὐτὸς φορέεσκε ποδηνεκέ' ἕρκος ἀκόντων·646
ἣν αὐτὸς ἔφερε περίφραγμα τῶν δοράτων μέχρι τῶν ποδῶν διῆκον.

τῇ ὅ γ' ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ647
ταύτῃ οὗτος παραποδισθείς, κατέπεσεν ἐπὶ τὰ μετάφρενα, ἡ περικεφαλαία δὲ

σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.648
περιήχησε καταπληκτικῶς περὶ τοὺς κροτάφους πεσόντος·

Ἕκτωρ δ' ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,649
ὁ Ἕκτωρ δὲ ὀξέως ἐθεάσατο, τρέχων δὲ ἐγγὺς παρεγένετο,

στήθεϊ δ' ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων 650
ἐνέπηξε δὲ τὸ δόρυ εἰς τὸ στῆθος, ἐγγὺς δὲ τῶν ἀγαπητῶν φίλων αὐτὸν

κτεῖν'· οἳ δ' οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου651
ἀπέκτεινεν· οὗτοι δὲ οὐκ ἐδύναντο, καίτοι λυπούμενοι ἕνεκα τοῦ φίλου,

χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.652
βοηθεῖν, αὐτοὶ γὰρ πάνυ ἐφοβοῦντο τὸν ἐνδοξότατον Ἕκτορα·



εἰσωποὶ δ' ἐγένοντο νεῶν, περὶ δ' ἔσχεθον ἄκραι653
αὐτόπται δὲ ἐγένοντο τῶν νεῶν, καὶ ἐσχέθησαν αἱ ἄκραι

νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δ' ἐπέχυντο.654
τῶν νεῶν, ὅσαι πρὸ τῶν ἄλλων ἦσαν εἱλκυσμέναι, οὗτοι δὲ ἐπεχύθησαν.

Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ 655
οἱ Ἕλληνες δὲ τῶν μὲν νεῶν ἀνεχώρησαν, καὶ ὑπ' ἀνάγκης

τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν656
τῶν πρὸ τῶν ἄλλων, αὐτοὶ δὲ παρὰ ταῖς σκηναῖς ἔμενον

ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς657
ὁμοθυμαδόν, οὐδὲ διεμερίσθησαν κατὰ τὸ στρατόπεδον, κατεῖχε γὰρ ἡ αἰσχύνη

καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.658
καὶ ὁ φόβος, συνεχῶς γὰρ καὶ ἀδιαλείπτως παρεκελεύοντο ἀλλήλοις·

Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν659
ὁ Νέστωρ δὲ μάλιστα ὁ ἐκ τῆς Γερήνης φύλαξ καὶ ἡγεμών τῶν Ἑλλήνων

λίσσεθ' ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον· 660
παρεκάλει ὑπὲρ τῶν γονέων ἱκετεύων ἕκαστον ἄνδρα λέγων.

ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθ' ἐνὶ θυμῷ661
ὦ φίλοι, ἄνδρες ὑπάρχετε, καὶ ἐμβάλετε αἰσχύνην εἰς τὴν ψυχὴν

ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος662
τῶν ἄλλων ἀνθρώπων, πρὸς δὲ μνήσθητε ἁπάντες

παίδων ἠδ' ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,663
τῶν παίδων, καὶ τῶν γυναικῶν, καὶ τῶν κτημάτων, καὶ τῶν γονέων,

ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·664
καὶ οἷς ζῶσι, καὶ οἷς ἀπέθανον,

τῶν ὕπερ ἐνθάδ' ἐγὼ γουνάζομαι οὐ παρεόντων 665
ὑπὲρ τούτων ἐνταῦθα ἐγὼ ἱκετεύω μὴ παρόντων,

ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.666
ἑστάναι ἰσχυρῶς καὶ ἀνδρείως, μηδὲ τρέπεσθαι εἰς φυγήν.



ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.667
οὕτως εἰπὼν παρώξυνεν ἰσχὺν καὶ προθυμίαν ἑκάστου·

τοῖσι δ' ἀπ' ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη668
τούτοις δὲ ἀπὸ τῶν ὀφθαλμῶν ἐξέλασεν ἡ Ἀθηνᾶ τὸ τῆς σκοτίας νέφος

θεσπέσιον· μάλα δέ σφι φόως γένετ' ἀμφοτέρωθεν669
τὸ θεόθεν καὶ θαυμαστόν, πάνυ δὲ αὐτοῖς φῶς γέγονεν ἑκατέρωθεν

ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο. 670
καὶ ἐκ τῶν νεῶν, καὶ ἐκ τοῦ ἐπίσης πᾶσιν χαλεποῦ πολέμου·

Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,671
τὸν Ἕκτορα δὲ ἐθεάσαντο τὸν κατὰ πόλεμον ἀγαθὸν καὶ τοὺς φίλους,

ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,672
καὶ ὅσοι ὄπισθεν ἵσταντο καὶ οὐκ ἐπολέμουν,

ἠδ' ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.673
καὶ ὅσοι παρὰ ταῖς ταχείαις ναυσὶν ἐπολέμουν τὸν πόλεμον·



οὐδ' ἄρ' ἔτ' Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ674
οὐδὲ ἔτι δὴ τῷ μεγαλοψύχῳ Αἴαντι ἤρεσκεν ἐν τῇ ψυχῇ

ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν· 675
ἑστάναι, ὅπου οἱ ἄλλοι ἐφίσταντο υἱοὶ τῶν Ἑλλήνων,

ἀλλ' ὅ γε νηῶν ἴκρι' ἐπῴχετο μακρὰ βιβάσθων,676
ἀλλ᾿ οὗτός γε τὰ ἐξέχοντα ἄκρα τῶν νεῶν ἐπήρχετο μεγάλως προποδίζων,

νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι677
ἐκίνει δὲ ἐν ταῖς παλάμαις τὸ μέγα δόρυ τὸ τῶν νεῶν ἀμυντήριον

κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.678
τὸ συγκεκολλημένον συμβήμασι καὶ συνεμπλοκαῖς τὸ δύο καὶ εἴκοσι πηχῶν.

ὡς δ' ὅτ' ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς,679
ὥσπερ δὲ ὅταν ἀνὴρ καλῶς ἐπιστάμενος ἐλαύνειν τοὺς ἵππους τοὺς κέλητας, ἤτοι τοὺς μονάμπυκας,

ὅς τ' ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους, 680
ὅστις ἐπειδὴ ἐκ πολλῶν τέσσαρας ἐκλεξάμενος συνήγαγεν ἵππους

σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται681
παρορμήσας ἐκ τοῦ πεδίου, πρὸς τὴν μεγάλην πόλιν τρέχει

λαοφόρον καθ' ὁδόν· πολέες τέ ἑ θηήσαντο682
κατὰ τὴν ὁδόν, δι' ἧς οἱ λαοὶ ὁδεύουσι, πολλοί τε αὐτὸν θεασάμενοι ἐθαύμασαν

ἀνέρες ἠδὲ γυναῖκες· ὃ δ' ἔμπεδον ἀσφαλὲς αἰεὶ683
ἄνδρες καὶ γυναῖκες, οὗτος δὲ ἑδραίως ἀσφαλῶς ἀεὶ

θρῴσκων ἄλλοτ' ἐπ' ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται·684
προπηδῶν ἀπὸ ἄλλου εἰς ἄλλον μεταβαίνει, οὗτοι δὲ πέτονται.

ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν 685
οὕτως ὁ Αἴας ἐπὶ πολλὰ ἐξέχοντα ἄκρα τῶν ταχειῶν νεῶν

φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρ' ἵκανεν,686
ἐπορεύετο, ἐκτεταμένως προποδίζων, ἡ φωνὴ δὲ αὐτὰ εἰς τὸν αἰθέρα ἀνέβαινεν,

αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε687
ἀεὶ δὲ καταπληκτικῶς βοῶν τοῖς Ἕλλησιν ἐκέλευε

νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ688
ταῖς ναυσὶ καὶ ταῖς σκηναῖς βοηθεῖν, οὐ μὴν δὲ ὁ Ἕκτωρ

μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·689
ἔμενεν ἐν τῷ πλήθει τῶν Τρῴων τῶν ἀσφαλῶς ὡπλισμένων,

ἀλλ' ὥς τ' ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων 690
ἀλλ᾿ ὥσπερ ἀετὸς πυρρὸς ἐπὶ ὀρνίθων πετεινῶν,

ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων691
χηνῶν, ἢ γεράνων, ἢ κύκνων μακροτραχήλων πλῆθος

χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,692
ἐφορμᾷ παρὰ τὸν ποταμὸν βοσκομένων·

ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο693
οὕτως ὁ ῞Ἕκτωρ ὥρμησε τῆς μελανοπρώρου νεὼς

ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε694
ἐναντίον ἐπιδραμών, τοῦτον δὲ ὁ Ζεὺς διήγειρεν ὄπισθεν

χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμ' αὐτῷ. 695
χειρὶ πάνυ μεγάλῃ, παρώξυνε δὲ τὸν στρατὸν σὺν αὐτῷ,



αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·696
πάλιν δὲ μάχη χαλεπὴ (ὀξεῖα) παρὰ ταῖς ναυσὶν ἐγένετο.

φαίης κ' ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν697
εἶπες ἂν ἀκραιφνεῖς τε καὶ ἀκαταπονήτους ἀλλήλοις

ἄντεσθ' ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.698
ἀπαντᾷν καὶ ἀντεμβάλλειν ἐν τῷ πολέμῳ, οὕτως προθύμως ὁρμῶντες ἐπολέμουν·

τοῖσι δὲ μαρναμένοισιν ὅδ' ἦν νόος· ἤτοι Ἀχαιοὶ699
τούτοις δὲ μαχομένοις οὗτος ἦν νοῦς· οἱ μὲν Ἕλληνες

οὐκ ἔφασαν φεύξεσθαι ὑπ' ἐκ κακοῦ, ἀλλ' ὀλέεσθαι, 700
οὐκ ᾠήθησαν δεῖν ἐκφυγεῖν ἐκ τοῦ κακοῦ, ἀλλ᾽ ἀπολέσθαι·

Τρωσὶν δ' ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου701
τοῖς Τρῳσὶ δὲ ἤλπιζεν ἡ ψυχὴ ἐν τοῖς στήθεσιν ἁπάντων,

νῆας ἐνιπρήσειν κτενέειν θ' ἥρωας Ἀχαιούς.702
τάς τε ναῦς κατακαύσειν, καὶ ἀναιρήσειν τοὺς ἥρωας Ἕλληνας.

οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·703
οὗτοι μὲν ταῦτα φρονοῦντες καὶ διανοούμενοι ἐπετίθεντο ἀλλήλοις.

Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο704
ὁ Ἕκτωρ δὲ ἥψατο τῆς πρύμνης τῆς θαλασσοπλόου νεὼς

καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν 705
τῆς περικαλλοῦς, τῆς ταχυπλόου, ἢ τὸν Πρωτεσίλαον ἤνεγκεν

ἐς Τροίην, οὐδ' αὖτις ἀπήγαγε πατρίδα γαῖαν.706
εἰς τὴν Τροίαν, οὐδὲ αὖθις ἐπανήγαγεν εἰς τὴν πατρίδα γῆν·

τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε707
περὶ τῆς νεὼς δὴ τούτου οἱ Ἕλληνες καὶ οἱ Τρῷες

δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδ' ἄρα τοί γε708
ἀπέκτεινον ἀλλήλους ἐκ τοῦ σύνεγγυς, οὐδ᾽ ἄρα οὗτοί γε

τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδ' ἔτ' ἀκόντων,709
τὰς τῶν τοξευμάτων ὁρμὰς περιέμενον, οὐδὲ τῶν δοράτων·

ἀλλ' οἵ γ' ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες 710
ἀλλ᾽ οὗτοι ἐκ τοῦ σύνεγγυς ἑστῶτες μίαν ψυχὴν ἔχοντες

ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο711
τμητικοῖς δὴ πελέκεσι καὶ ἀξίναις ἐμάχοντο,

καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.712
καὶ ῥομφαίαις μεγάλαις καὶ δόρασι διστόμοις·

πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα713
πολλὰ δὲ ξίφη καλὰ σιδηρόδετα κατὰ τὰς λαβάς,

ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δ' ἀπ' ὤμων714
ἄλλα μὲν ἐκ τῆς χειρὸς κοπτομένης εἰς γῆν ἔπεσον, ἄλλα δὲ σὺν τοῖς ὤμοις

ἀνδρῶν μαρναμένων· ῥέε δ' αἵματι γαῖα μέλαινα. 715
τῶν ἀνδρῶν μαχομένων, περιερρεῖτο δὲ ἡ γῆ αἵματι μέλανι.

Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει716
ὁ Ἕκτωρ δὲ ἐπειδὴ ἔλαβε τὴν ναῦν ἀπὸ τῆς πρύμνης, οὐκ ἀφίη,

ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·717
τὸ ἀκροστόλιον ἐν ταῖς χερσὶ κατέχων, τοῖς Τρῳσί δὲ προσέταττε·

οἴσετε πῦρ, ἅμα δ' αὐτοὶ ἀολλέες ὄρνυτ' ἀϋτήν·718
κομίσατε πῦρ· ἅμα δὲ αὐτοὶ ὑμεῖς ἀθρόοι ἐγείρετε φωνήν,

νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε719
ὅτι νῦν ἡμῖν ὁ Ζεὺς ἔδωκεν ἡμέραν ἀξίαν πάντων,

νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι 720
τὰς ναῦς κρατῆσαι, αἵτινες ἐνθάδε παρὰ γνώμην τῶν θεῶν ἐλθοῦσαι,

ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,721
συμφοράς τε καὶ βλάβας πολλὰς ἡμῖν ἐποίησαν δειλίᾳ καὶ κακίᾳ τῶν πρεσβυτέρων,

οἵ μ' ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν722
οἵτινές με βουλόμενον πολεμεῖν παρὰ ταῖς πρύμναις τῶν νεῶν,

αὐτόν τ' ἰσχανάασκον ἐρητύοντό τε λαόν·723
ἐμέ τε ἐκώλυον καὶ κατεῖχον, καὶ τὸν στρατόν,

ἀλλ' εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς724
ἀλλ᾽ εἰ καὶ τότε ἔβλαπτεν ὁ μεγαλόφωνος Ζεὺς τὴν διάνοιαν

ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει. 725
τὴν ἡμετέραν, νῦν ὅμως αὐτὸς παροξύνει καὶ προτρέπει.



ὣς ἔφαθ', οἳ δ' ἄρα μᾶλλον ἐπ' Ἀργείοισιν ὄρουσαν.726
οὕτως εἶπεν. οὗτοι δὲ μᾶλλον κατὰ τῶν Ἑλλήνων ἐφώρμησαν.

Αἴας δ' οὐκέτ' ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·727
ὁ Αἴας δὲ οὐκέτι ἔμενε, κατηπείγετο γὰρ τοῖς βέλεσιν,

ἀλλ' ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι728
ἀλλ᾽ ὑπολαμβάνων τεθνήξεσθαι, μικρὸν ἀνεχώρησεν

θρῆνυν ἐφ' ἑπταπόδην, λίπε δ' ἴκρια νηὸς ἐΐσης.729
ἐπὶ τὰς καθέδρας τῶν ἐρετῶν τὰς ἑπτάποδας, κατέλιπε δὲ τὰ ἐξέχοντα ἄκρα τῆς ἰσοτοίχου νεώς·

ἔνθ' ἄρ' ὅ γ' ἑστήκει δεδοκημένος, ἔγχεϊ δ' αἰεὶ 730
ἐκεῖ δὴ οὗτος ἵστατο ἐπιτηρῶν, δόρατι δὲ ἀεὶ

Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·731
τοὺς Τρῷας ἀπεσόβει τῶν νεῶν, ὅστις ἔφερε τὸ πολὺ καὶ ἄφθονον πῦρ·

αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·732
ἀεὶ δὲ καταπληκτικῶς βοῶν τοῖς Ἕλλησιν ἐκέλευεν·

ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος733
ὦ φίλοι ἥρωες Ἕλληνες ὑπηρέται τοῦ Ἄρεος,

ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.734
ἄνδρες ὑπάρχετε, ὦ φίλοι, μνήσθητε δὲ τῆς ὁρμητικῆς καὶ πολεμικῆς ἰσχύος·

ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω, 735
ἤ τινας οἰόμεθα εἶναι βοηθοὺς μετὰ ταῦτα;

ἦέ τι τεῖχος ἄρειον, ὅ κ' ἀνδράσι λοιγὸν ἀμύναι;736
ἤ τι τεῖχος πολεμικὸν καὶ ἰσχυρόν, ὃγ' ἂν τοῖς ἀνδράσιν ἀποσοβήσειε τὸν ὄλεθρον;

οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,737
οὐδαμῶς τις ἐγγύς ἐστι πόλις τείχεσι καὶ πύργοις περιηρμοσμένη,

ᾗ κ' ἀπαμυναίμεσθ' ἑτεραλκέα δῆμον ἔχοντες·738
ᾗ ἂν ἐπεξέλθοιμεν, τὸν ἀπὸ τῆς πόλεως δῆμον ἔχοντες ἑτέραν ἡμῖν ἀλκὴν περιποιοῦντα·

ἀλλ' ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων739
ἀλλὰ γὰρ ἐν τῷ πεδίῳ τῶν Τρῴων τῶν ἀσφαλῶς καθωπλισμένων,

πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης· 740
τῷ πόντῳ περιεχόμενοι, πόρρωθι καθήμεθα τῆς πατρίδος γῆς·

τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.741
δι' ὃ ἐν ταῖς χερσίν ἐστι τὸ φῶς καὶ ἡ ζωή, οὐχ ἡ προσήνεια τοῦ πολέμου οἰκεία, ἀλλὰ τῆς εἰρήνης (οὐκ ἐν τῷ προσηνῶς πολεμεῖν).



ἦ, καὶ μαιμώων ἔφεπ' ἔγχεϊ ὀξυόεντι.742
εἶπε καὶ ἐνθουσιῶν ἐδίωκε δόρατι ὁξεῖ.

ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο743
ὅστις δὲ ἀπὸ τῶν Τρῴων ἐπὶ τὰς βαθείας ναῦς ἔτρεχε

σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος,744
μετὰ πυρὸς καυστικοῦ, χάριν τοῦ Ἕκτορος, παροξύναντος,

τὸν δ' Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ· 745
τοῦτον Αἴας ἐτίτρωσκεν ἐπιτηρῶν σιδήρῳ ὀξεῖ,

δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.746
δώδεκα δὲ ἔμπροσθεν τῶν νεῶν ἐκ τοῦ σύνεγγυς ἔτρωσε.