Vasile Stancu

The ILIAD




Book XIV

Homeric text & Koine Greek paraphrase by Theodorus Gaza


τὸν Νέστορα δὲ οὐκ ἔλαθεν ἡ βοὴ καίπερ πίνοντα, ἀλλὰ πρὸς τὸν υἱὸν τοῦ Ἀσκληπιοῦ λόγους ταχεῖς ἔλεγεν οὕτω· σκόπει, ὦ ἐνδοξότατε Μαχᾶον, πῶς γενήσονται ταῦτα τὰ ἔργα· μείζων νῦν ἐστι παρὰ ταῖς ναυσὶ βοὴ καὶ θόρυβος νέων θαλλόντων καὶ ἀκμαζόντων· ἀλλὰ σὺ μὲν γυνὴ καθήμενος πῖνε οἶνον θερμόν, ἕως ἂν λουτρὰ θερμὰ ἡ καλλίκομος Ἑκαμήδη θερμήνῃ, καὶ ἀπολούσῃ τὸν ᾑμαγμένον λύθρον· ἐγὼ δὲ παραγενόμενος ταχέως εἰς ὑψηλότερόν τινα τόπον γνώσομαι.

001

οὕτως εἰπὼν ἔλαβε τὴν κατεσκευασμένην ἀσπίδα τοῦ ἑαυτοῦ υἱοῦ τοῦ ἱππικοῦ Θρασυμήδους, κειμένην ἐν τῇ σκηνῇ, περιλάμπουσαν τῷ χαλκῷ, οὗτος δὲ εἶχε τὴν ἀσπίδα τοῦ ἑαυτοῦ πατρός, ἔλαβε δὲ τὸ ἰσχυρὸν δόρυ ἀκὴν ἔχον σιδήρῳ ὀξεῖ, ἔστη δὲ ἔξω τῆς σκηνῆς, ταχέως δὲ ἐθεάσατο ἔργον ἀπρεπές, τοὺς μὲν Ἕλληνας ταραττομένους, τοὺς δὲ μεγαλοψύχους Τρῷας συνταράττοντας ὄπισθεν, καθῄρητο δὲ τὸ τεῖχος τῶν Ἑλλήνων. ὥσπερ δὲ ὅταν μελαίνηται τὸ μέγα πέλαγος κύματι ἀψόφῳ, καὶ δίχα ἀνέμου ἐπαιρομένῳ, προσημαῖνον τὰς ταχείας ὁδοὺς τῶν ἐν τῷ πνεῖν ὀξέως ἠχούντων ἀνέμων εἰκῆ καὶ ὡς ἔτυχεν, οὐδέ γε ἔμπροσθεν ἀνακάμπτει οὐδ᾽ ὄπισθεν, πρίν τινα ἄνεμον ἀπλανῆ καὶ σταθερὸν (τῶν ἄλλων κεχωρισμένον) καταβῆναι ἐκ τοῦ αἰθέρος· οὕτως ὁ γέρων διεσκοπεῖτο ἐπὶ πολλὰ τὸν λογισμὸν μεταφέρων καὶ διαιρούμενος εἰς δύο, ἢ ἵνα ἐπὶ τὸν στρατὸν ἀπέλθοι τῶν ταχεῖς ἵππους ἐχόντων Ἑλλήνων, ἥ ἐπ Ἀγαμέμνονα τὸν υἱὸν τοῦ Ἀτρέως τὸν βασιλέα τοῦ στρατοῦ. οὕτω δ᾽ αὐτῷ φρονοῦντι ἔδοξε βέλτιον εἶναι, πορευθῆναι ἐπὶ τὸν ὑὸν τοῦ Ἀτρέως· οὗτοι δὲ ἀλλήλους ἀνῄρουν μαχόμενοι, ἤχει δὲ περὶ τὸ σῶμα αὐτῶν ὁ ἀκαταπόνητος σίδηρος, πληττομένων ῥομφαίαις καὶ δόρασιν ἀμφοτέρωθεν γυῖα ἔχουσιν, ἤτοι διστόμοις.

009

τῷ Νέστορι δὲ συνέβαλον καὶ συνήντησαν οἱ ἐνδοξότατα τεθραμμένοι βασιλεῖς ἐκ τῶν νεῶν ἀνερχόμενοι, ὅσοι ἐτρώθησαν σιδήρῳ, ὅ τε υἱὸς τοῦ Τυδέως, καὶ Ὀδυσσεύς, καὶ Ἀγαμέμνων ὁ υἱὸς τοῦ Ἀτρέως· πολλῷ γὰρ πόρρωθεν τῆς μάχης εἱλκυσμέναι ἦσαν αἱ νῆες εἰς τὸν αἰγιαλὸν τῆς λευκῆς θαλάσσης, ταύτας γὰρ πρῶτον εἰς τὴν πεδιάδα εἵλκυσαν, τεῖχος δὲ παρὰ ταῖς πρύμναις ᾠκοδόμησαν, οὐδὲ γὰρ ἐδυνήθη ὁ αἰγιαλός, καίπερ ὢν πλατύς, ἁπάσας τὰς ναῦς χωρῆσαι· ἐστενοχωροῦντο δὲ τὰ πλήθη, δι' ὃ δὴ παραλλήλως καὶ κλιμακηδὸν εἵλκυσαν καὶ ἀνθυπέταξαν αὐτὰς ἀλλήλαις, καὶ ἐπλήρωσαν παντὸς τοῦ αἰγιαλοῦ τὸ μέγα στόμα, ὅσον συνέκλειον καὶ συνεδέσμουν αἱ τοῦ ναυστάθμου ἄκραι, ἤτοι τὰ δύο κέρατα. ταύτῃ δὴ οὗτοι θέλοντες ἰδεῖν ἕνεκα τῆς κραυγῆς καὶ τῆς μάχης, δόρατι ἐπιστηριζόμενοι ἐπορεύοντο ὁμοῦ, ἤλγει δὲ καὶ ἐλυπεῖτο αὐτοῖς ἡ ψυχὴ ἐν τοῖς στήθεσιν, οὗτος δὲ συνήντησεν αὐτοῖς ὁ γέρων Νέστωρ, ἐπτόησε δὲ τὴν τῶν Ἑλλήνων ψυχὴν ἐν τοῖς στήθεσι, πρὸς ὃν καὶ φωνήσας εἶπεν ὁ βασιλεὺς Ἀγαμέμνων· ὦ Νέστορ υἱὲ τοῦ Νηλέως, δόξα μεγάλη τῶν Ἑλλήνων, τίποτε καταλιπῶν τὸν τοὺς ἄνδρας φθείροντα πόλεμον, ἐνθάδε ἀφικοῦ; δέδοικα μή πως μοι τελειώση τὸν λόγον ὁ ἰσχυρὸς Ἕκτωρ, ὡσπερ τῇ προτεραίᾳ διετείνατο δημηγορῶν ἐν τοῖς Τρῳσί, μὴ πρότερον ἀπὸ τῶν νεῶν ἐπὶ τὸ Ἴλιον ὑποτρέψαι, πρὶν πυρὶ κατακαῦσαι τὰς ναῦς, ἀνελεῖν δὲ καὶ ἡμᾶς. κἀκεῖνος μὲν οὕτως ἔλεγε, ταῦτα δὲ πάντα νῦν τελεσιουργεῖται. φεῦ, φεῦ, ὄντως δὴ καὶ οἱ ἄλλοι εὔοπλοι Ἕλληνες τιθέασιν ἐν τῇ ψυχῇ κατ᾽ ἐμοῦ ὀργήν, ὥσπερ ὁ Ἀχιλλεύς, οὐδὲ βούλονται πολεμεῖν παρὰ ταῖς πρύμνας τῶν νεῶν.

027

πρὸς τοῦ τὸν δὲ ἀπεκρίνατο μετὰ ταῦτα ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ· ὄντως δὲ ταῦτα εὐπρεπῆ γεγόνασιν, οὐδ' ἂν ἄλλως ὁ Ζεὺς αὐτὸς ὁ ἐφ᾽ ὕψους ἠχῶν παραποιήσειε, τὸ γὰρ τεῖχος καταβέβληται, ᾧ ἐθαρροῦμεν ἔσεσθαι ἀλέξημα καὶ φύλαγμα ἀκατάλυτον τῶν νεῶν καὶ ἡμῶν· οὗτοι δὲ παρὰ ταῖς ταχείαις ναυσὶν ἄφυκτον πόλεμον ἔχουσιν ἀδιαλείπτως, οὐδ᾽ ἂν ἔτι κατανοήσαις καὶ πάνυ στοχαζόμενος, πόθεν οἱ Ἕλληνες ἐρεθιζόμενοι συνταράττονται· οὕτως ὁμοῦ ἀναιροῦνται, ἡ βοὴ δὲ αὐτῶν εἰς τὸν οὐρανὸν ἀφικνεῖται· ἡμεῖς δὲ σκοπῶμεν καὶ βουλευώμεθα πῶς ταῦτα τὰ ἔργα γενήσονται, εἴ τι νοῦς καὶ βουλὴ πράξει, εἰς τὸν πόλεμον δὲ οὔ φημι ἡμᾶς εἰσελθεῖν, οὐ γὰρ ἔστι δυνατὸν πολεμεῖν τινα τετρωμένον.

052

πρὸς τοῦτον δὲ εἶπεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων· ὦ Νέστορ, ἐπειδὴ πολεμοῦσι παρὰ ταῖς πρύμναις τῶν νεῶν, τὸ κατεσκευασμένον δὲ τεῖχος οὐκ ἐβοήθησεν, οὐδέ τι ἡ τάφρος, ἐφ' ᾗ πολλὰ ἔπαθον οἱ Ἕλληνες, ἤλπιζον δὲ ἐν τῇ ψυχῇ ἔσεσθαι ἀλέξημα καὶ βοήθημα ἀκατάλυτον τῶν τε νεῶν καὶ ἑαυτῶν· οὕτω που τῷ μεγαλοδυνάμῳ Διὶ ἀρεστὸν εἶναι ἔοικεν· (Gaza: "οὗτος ὁ στίχος εἰσήχθη μὲν, πλὴν οὐδὲ ἐν τῷ παλαιῷ ἀντιγράφῳ οὐδὲ ἐν τῇ παραφράσει τοῦ Ψελλοῦ εὑρίσκεται.") οἶδα μὲν γὰρ ὅτε προθύμως τοῖς Ἕλλησιν ἐβοήθει· ἐπίσταμαι δὲ νυνί, ὅτι τούτους μὲν παραπλησίως τοῖς μακαρίοις θεοῖς δοξάζει, τὴν ἡμετέραν δὲ προθυμίαν καὶ δύναμιν ἀργὴν καὶ ἄπρακτον ἐποίησεν· ἀλλ᾽ ἄγετε, ὥσπερ ἂν αὐτὸς εἴπω, ὑπακούσωμεν ἅπαντες· τὰς ναῦς, ὅσαι πρῶται εἱλκύσθησαν ἐγγὺς τῆς θαλάσσης, ἑλκύωμεν καὶ ἐπισύρωμεν, πάσας δὲ ἐμβαλοῦμεν εἰς τὴν ἐνδοξοτάτην θάλασσαν· ἐφ᾽ ὕψους δὲ ἐπὶ τῶν ἀγκύρων στηρίξομεν ἕως ἂν ἀφίκηται ἡ νὺξ ἡ ἀμβροσία καὶ θεία (ἐν ᾗ βροτὸς οὐκ ἀναστρέφεται), ἐὰν καὶ κατ' αὐτὴν ἀποστῶσι τοῦ πολέμου οἱ Τρῷες, μετὰ ταῦτα δ᾽ ἂν ἑλκύσαιμεν ἁπάσας τὰς ναῦς· οὐδεμία γὰρ μέμψις ἐστὶ φυγεῖν τὸ κακόν, ουδὲ κατὰ τὴν νύκτα κρεῖσσόν ἐστιν, ὃς ἂν φεύγων ἐκφύγῃ τὸ κακόν, ἢ κρατηθείη.

064

πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος, εἶπεν ὁ πολύβουλος Ὀδυσσεύς· ὦ υἱὲ τοῦ Ἀτρέως, ποῖος λόγος διέφυγε τὸ περίφραγμα τῶν σῶν ὀδόντων, ὀλέθρων αἴτιε; εἴθε σοι ὀφειλόμενον ἐγένετο ἑτέρου στρατοῦ εὐτελοῦς ἄρχειν, μηδὲ ἡμῶν βασιλεύειν, οἷς ἄρα ὁ Ζεὺς ἔδωκεν ἐκ νεότητος μέχρι γήρως διοικεῖν καὶ ἐργάζεσθαι πολέμους χαλεπούς καὶ ὀδυνηρούς, ἕως ἀναιρεθῶμεν ἅπαντες· οὕτω δὴ προθυμῇ τὴν πλατείας ὁδοὺς ἔχουσαν πόλιν τῶν Τρῴων καταλείψειν, ἧς ἕνεκα πάσχομεν δεινὰ πολλά· σιώπα, μηδεὶς ἄλλος ἀπὸ τῶν Ἑλλήνων ἀκούσῃ τοῦτον τὸν λόγον, ὃν οὐκ ἂν εἴποι κατὰ τὸ στόμα ἀνήρ, ὅστις ἂν εἰδείη κατὰ τὴν ἑαυτοῦ διάνοιαν ὑγιᾷ καὶ προσήκοντα λέγειν, καὶ βασιλεὺς ὑπάρχοι, καὶ ὑπακούοιεν αὐτῷ λαοὶ τόσοι, ὅσων σὺ ἐν τοῖς Ἕλλησι βασιλεύεις. νυνὶ δέ σοι ἐμεμψάμην παντελῶς κατὰ διάνοιαν, ὁποῖον εἶπας· ὅστις κελεύεις, πολέμου συνεστῶτος καὶ θορύβου τὰς εὐκαθέδρους ναῦς εἰς τὴν θάλασσαν ἕλκειν, ὅπως ἔτι περισσοτέρως τοῖς μὲν Τρῳσὶν εὐχῆς ἄξια γένωνται, καίπερ νικῶσι καὶ περιγινομένοις, ἡμῖν δὲ μεγίστη φθορὰ ἐπιπέσῃ· οὐ γὰρ οἱ Ἕλληνες ἕξουσι πόλεμον, ἑλκομένων τῶν νεῶν εἰς τὴν θάλασσαν, ἀλλὰ φεύξονται, ἀναχωρήσουσι δὲ τῆς μάχης· τότ᾽ ἂν ἡ σὴ βουλὴ λυμανεῖται καὶ βλάψει, ὦ ἀρχηγέ τοῦ στρατοῦ.

082

πρὸς τοῦτον δὲ ἀπεκρίνατο μετὰ ταῦτα ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων. ὦ Ὀδυσσεῦ, πάνυ γέ πώς μου καθήψω τῆς ψυχῆς, καὶ ἐλύπησάς με τῇ ἐπιπλήξει ταύτῃ τῇ χαλεπῇ· οὐ μὴν δὲ ἐγὼ ἄκοντας καὶ μὴ βουλομένους ἐκέλευσα τὰς εὐκαθέδρους ναῦς εἰς τὴν θάλασσαν ἕλκειν τοὺς υἱοὺς τῶν Ἑλλήνων· νυνὶ δὲ ἴτω, ὃς ταύτης γε βελτίονα βουλὴν ἂν εἴποι, ἢ νέος, ἢ γέρων, ἐμοὶ δ᾽ ἂν διὰ χαρίτων γένοιτο.

103

ἐν τούτοις δὲ εἶπεν ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης· πλησίον ἐστὶν ὁ ἀνήρ, οὐκ ἐπὶ πολὺ στοχασόμεθα ἐὰν βούλησθε ὑπακούειν, καὶ μή τι ὀργῇ μέμψησθε ἅπαντες, διότι ἡλικία νεώτερός εἰμι ἐν ὑμῖν, ἐξ ἀγαθοῦ δὲ πατρὸς κἀγὼ κατὰ γένος καυχῶμαι ὑπάρχειν τοῦ Τυδέως, ὃν ἐν Θήβαις γῆ κεχυμένη ἐκάλυψε· τῷ Πορθεῖ γὰρ τρεῖς υἱοὶ ἀμώμητοι ἐγεννήθησαν, κατῴκουν δὲ ἐν τῇ Πλευρῶνι καὶ τῇ ὑψηλῇ Καλυδῶνι, ὅ τε Ἄγριος, καὶ ὁ Μέλας, τρίτος δὲ ἦν ὁ ἱππικὸς Οἰνεὺς ὁ πατὴρ τοῦ ἐμοῦ πατρός, ἄριστος δ᾽ ἦν ἁπάντων κατ᾿ ἀρετήν, ἀλλ᾿ οὗτος μὲν αὐτόθι ἔμεινεν, ὁ ἐμὸς δὲ πατὴρ ἐν τῷ Ἄργει κατῳκίσθη ἀποπλανηθείς, οὕτω γὰρ ὁ Ζεὺς ἐβούλετο καὶ οἱ ἄλλοι θεοί· ἔλαβε δὲ γυναῖκα μίαν τῶν θυγατέρων τοῦ Ἀδράστου, ᾤκει δὲ οἶκον πλούσιον τῇ περιουσία, ἱκανῶς δὲ αὐτῷ ἦσαν ἄρουραι σιτοφόροι. πολλοὶ δὲ πέριξ ὄρχοι καὶ συστοιχίαι φυτῶν ἦσαν, πολλὰ δὲ αὐτῷ πρόβατα (τετράποδα) ἦσαν, ἐνίκα δὲ πάντας τοὺς Ἕλληνας τῷ δόρατι καὶ τῇ μάχῃ· ταῦτα δὲ ἐμέλλετε ἀκούειν, ὅτι ἀληθῆ ἐστι, δι' ὃ οὐκ ἄν με φαῦλον τῷ γένει καὶ ἀσθενῆ οἰηθέντες, τὸν λόγον ἐξουδενώσαιτε εἰρημένον, ὃν καλῶς εἴπω· ἄγετε πορευθῶμεν ἐπὶ τὸν πόλεμον καὶ τετρωμένοι γε ἐξ ἀνάγκης, ἐκεῖ δὲ μετὰ ταῦτα ἡμεῖς μὲν ἀπεχώμεθα τῆς μάχης, μένοντες ἔξω τῶν βελῶν, μή τίς που ἐπὶ τῷ τραύματι τραῦμα ἄλλο λάβη, τοὺς ἄλλους δὲ παροξύνοντες ἐμβαλοῦμεν εἰς τὸν πόλεμον, οἱ τὸ πρότερον τῇ ψυχῇ τὰ πρὸς χάριν προσάγοντες ἀφεστήκασιν, οὐδὲ πολεμοῦσιν.

109

οὕτως εἶπεν. οὗτοι δὲ ἄρα πάνυ δὴ ἤκουον αὐτοῦ, καὶ ἐπείθοντο, ὥρμησαν δὲ πορεύεσθαι, ἡγεῖτο δ' αὐτοῖς ὁ βασιλεὺς τοῦ λαοῦ Ἀγαμέμνων,

133

οὐδὲ ὁ ἔνδοξος Ποσειδῶν ὁ κινῶν τὴν γῆν τύφλωσιν τῶν ὀφθαλμῶν εἶχεν· ἀλλὰ πρὸς αὐτοὺς ἦλθεν ὅμοιος ἀνδρὶ γέροντι, ἐκράτησε δὲ τὴν δεξιὰν χεῖρα Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως, καὶ φωνήσας εἶπε πρὸς αὐτὸν λόγους ταχεῖς οὕτως· ὦ υἱὲ τοῦ Ἀτρέως, νῦν δή που ἡ ὀλεθρία ψυχὴ τοῦ Ἀχιλλέως χαίρει ἐν τῷ στήθει τὴν φθοράν, καὶ τὴν φυγὴν τῶν Ἑλλήνων ὁρῶντος· ἐπειδὴ οὐκ εἰσὶν ἐν αὐτῷ φρένες, οὐδὲ μικραί, ἀλλ᾽ οὗτος μὲν εἴθε ἀπόλοιτο ὡς ἔστιν ἄδοξος, θεὸς δὲ αὐτὸν ἀφανίσειε· σοὶ δὲ οὔπω παντάπασιν οἱ μακάριοι θεοὶ ὀργίζονται· ἀλλ᾽ ἔτι που οἱ ἡγεμόνες καὶ βασιλεῖς τῶν Τρῴων διελεύσονται τρέχοντες τὸ μέγα πεδίον, ἤτοι φεύξονται, σὺ δὲ θεάσῃ αὐτοὺς φεύγοντας ἐπὶ τὴν πόλιν πόρρω τῶν νεῶν καὶ τῶν σκηνῶν.

135

οὕτως εἰπών, μεγάλως ἐβόησεν ἐφορμήσας διὰ τοῦ πεδίου, ὅσον τε ἐννέα χιλιάδες ἐβόησαν, ἢ δέκα χιλιάδες ἄνδρες ἐν τῷ πολέμῳ, φιλονεικίαν συνάπτοντες μάχης· τοσαύτην ἐκ τοῦ στήθους φωνὴν ὁ βασιλεὺς Ποσειδῶν ὁ κινῶν τὴν γῆν ἀφῆκε, πᾶσι δὲ τοῖς Ἕλλησι μεγάλην ἰσχὺν ἐνέβαλεν εἰς τὴν καρδίαν, ὥστε ἀπαύστως πολεμεῖν καὶ μάχεσθαι.

147

ἡ Ἥρα δὲ ἡ χρυσοῦν θρόνον ἔχουσα ἐθεάσατο τοῖς ὀφθαλμοῖς στᾶσα ἐκ τοῦ Ὀλύμπου ἀπὸ τῆς ἐξοχῆς, αὐτίκα δὲ ἐθεάσατο τὸν μὲν ποιοῦντα κατὰ τὸν πόλεμον τὸν δοξάζοντα τοὺς ἄνδρας, τὸν αὐτάδελφον, καὶ ἀνδράδελφον, ἔχαιρε δὲ ἐν τῇ ψυχῇ· τὸν Δία δὲ ἐπὶ τῆς ὑψηλοτέρας κορυφῆς τῆς πολλὰς πηγὰς ἐχούσης Ἴδης καθήμενον ἐθεάσατο, μισητὸς δὲ αὐτῇ ἦν ἐν τῇ ψυχῇ· ἐμερίμνησε δὲ μετὰ ταῦτα ἡ εὐόφθαλμος σεβαστὴ Ἥρα, ἵν᾿ ἐξαπατήσειε τὸν νοῦν τοῦ τὴν αἰγίδα φοροῦντος Διός. αὕτη δὲ αὐτῇ κατὰ ψυχὴν ἐδόκει βελτίστη βουλή, ἀφικέσθαι εἰς τὴν Ἴδην καλῶς εὐτρεπίσασαν ἑαυτήν, ἵν᾿ ἐπιθυμήσειε παρακοιμηθῆναι συνουσίᾳ, καὶ μίξει, χρώματι καὶ κάλλει τῷ ἑαυτῆς, τούτῳ δὲ ὕπνον ἀβλαβῆ τε καὶ θερμὸν ἐπιχέαι κατὰ τῶν ὀμμάτων, καὶ τῶν πυκνῶν καὶ συνετῶν φρενῶν. ὥρμησε δὲ πορεύεσθαι εἰς τὸ δωμάτιον, ὅπερ αὐτῇ ὁ ἀγαπητὸς υἱὸς κατεσκεύασεν ὁ Ἥφαιστος, πυκνὰς δὲ καὶ στιβαρὰς θύρας ἐπήρεισε καὶ ἐπεστήριξε τοῖς παραστάσι καὶ φλοιοῖς κλειδὶ κεκρυμμένῃ, ταύτην δὲ οὐδεὶς ἄλλος θεὸς ἤνοιγεν· ἐκεῖ εἰσελθοῦσα αὐτὴ ἐπεζύγωσε καὶ ἔκλεισε τὰς λαμπρὰς θύρας, καὶ πρῶτον μὲν τῷ θείῳ ὑγρῷ ἀπὸ τοῦ ἐπιθυμητοῦ σώματος πάντα ῥύπον ἐκάθηρεν, ἤλειπται δὲ λιπαρῷ ἐλαίῳ θείῳ ἡδεῖ, ὃ δὴ ἦν αὐτῇ ἡγνισμένον· τούτου καίπερ κινουμένου εἰς τὸ δῶμα τὸ χαλκῆν βάσιν ἔχον τοῦ Διὸς, ὅμως εἰς τὴν γῆν τε καὶ τὸν οὐρανὸν ἀφίκετο ἡ εὐωδία· τούτῳ δὴ αὕτη τὸ εὐειδὲς σῶμα ἀλείψασα καὶ τὰς τρίχας διακρίνασα καὶ διαχωρίσασα ταῖς χερσίν, ἔπλεξε πλοκάμους φαιδροὺς ὡραίους, θείους ἐκ τῆς ἀθανάτου κεφαλῆς· περιεβάλετο δὲ τὸν θεῖον λαμπρὸν πέπλον, ὃν αὐτῇ ἡ Ἀθηνᾶ ἐλέανεν (ἔγναψεν) ἐργασαμένη, ἐνέθηκε δὲ κόσμους πολλούς, χρυσαῖς δὲ εἰσβολαῖς περονῶν κατὰ τὸ στῆθος διεπορποῦστο, ἐζώσατο δὲ ζώνην πλείστοις προσσοῖς προσηρμοσμένην, ἐνέβαλε δὲ τοῖς καλῶς τετρημένοις ἄκροις τῶν ὠτίων ἐνώτια πολλῆς θέας ἄξια (τρίκοκκα, ἢ πολλῶν κοσμίων ἄξια) μετὰ κακοπαθείας εἰργασμένα, τέρψις δὲ πολλὴ ἀπέλαμπε, κεφαλοδεσμίῳ δὲ ἄνωθεν ἐκαλύψατο ἡ ἐνδοξοτάτη τῶν θεῶν περικαλλεῖ, νεωστὶ γεγενημένῳ, λευκὸν δὲ ἦν καθάπερ ἥλιος, ὑπὸ τοῖς ποσὶ δὲ τοῖς εὐτραφέσιν ἐβάλετο τὰ ὡραία σανδάλια. ἐπειδὴ δὲ πάντα τὸν κόσμον περιέθηκε τῷ σώματι, ὥρμησε πορεύεσθαι ἐκ τοῦ δώματος, καλέσασα δὲ τὴν Ἀφροδίτην, πόρρω τῶν ἄλλων θεῶν, εἶπε πρὸς αὐτὴν λόγον· ἆρά γέ τι πεισθείης μοι, ὦ προσφιλὲς τέκνον, καθ᾽ ὅ, τι ἂν εἴπω, ἢ ἀπανήναιο ἂν καὶ ἀνανεύσειας χολωθεῖσα τοῦτο γ' ἐν τῇ ψυχῇ, ὅτι ἐγὼ μὲν τοῖς Ἕλλησι, σὺ δὲ τοῖς Τρῳσί βοηθεῖς;

153

πρὸς ταύτην δὲ ἀπεκρίνατο μετὰ ταῦτα ἡ θυγάτηρ τοῦ Διὸς Ἀφροδίτη· ὦ Ἥρα, τιμία θεά, θύγατερ τοῦ μεγάλου Κρόνου, λέγε ὅτι φρονεῖς καὶ νοεῖς, ἐκτελέσαι δέ με ἡ ψυχὴ κελεύει, εἴ γε δύναμαι ἐκτελέσαι, καὶ εἰ ἑτέρῳ τινὶ τετελεσμένον τυγχάνει (εἰ τελεσθησόμενόν ἐστι).

193

πρὸς ταύτην δὲ ἐπιβουλεύουσα εἶπεν ἡ σεβαστὴ Ἥρα· δός μοι νῦν τὴν συνουσίαν καὶ ἐπιθυμίαν, ᾗ γε σὺ πάντας τοὺς ἀθανάτους θεοὺς καὶ τοὺς θνητούς ἀνθρώπους δαμάζεις, πορεύσομαι γὰρ θεασομένη τὰ πέρατα τῆς πολλὰ τρεφούσης γῆς, τόν τε Ὠκεανὸν τὸν αἴτιον τῆς γενέσεως τῶν θεῶν, καὶ τὴν μητέρα Γῆν, οἵ με ἐν τοῖς ἑαυτῶν οἴκοις καλῶς ἔτρεφον, καὶ ἐπεμελοῦντο ἀνατρέφοντες, παραλαβόντες ἐκ τῆς Ῥέας, ὁπηνίκα τὸν Κρόνον ὁ μεγαλόφωνος Ζεὺς ὑποκάτω τῆς γῆς ἐκάθισε, καὶ τῆς θαλάσσης τῆς ἀκαταπονήτου· τούτους ἄπειμι θεασαμένη, καὶ τὰς ἀδιακρίτους φιλονεικίας αὐτοῖς διαλύσω· ἤδη γὰρ πολὺν χρόνον ἀφίστανται τῆς ἀλλήλων κοίτης καὶ συνουσίας, ἐπειδὴ ὀργὴ ἐνέπεσεν εἰς τὴν ψυχὴν αὐτῶν· εἰ ἐκείνους γε λόγοις παραπείσασα τὴν ἀγαπητὴν ψυχήν, εἰς τὴν κοίτην ἐμβάλοιμι εἰς ταὐτὸ συνελθεῖν μίξει καὶ συνουσίᾳ, ἀεὶ ἂν αὐτοῖς ἀγαπητή τε καὶ αἰδοῦς ἀξία καλοίμην.

197

πρὸς ταύτην δὲ εἶπεν ἡ φιλογέλως Ἀφροδίτη· οὐκ ἔστιν, οὐδὲ προσήκει ἀπανῄνασθαι τὸν σὸν λόγον, ἐν γὰρ ταῖς ἀγκάλαις τοῦ ἀρίστου Διὸς ὑπνώττεις.

211

εἶπε, καὶ ἀπὸ τοῦ στήθους ἔλυσε τὸν διακεκεντημένον ἱμάντα τὸν ποικίλον, ἐκεῖ δ᾽ ἐν αὐτῷ πάντα τὰ ἐφηδύνοντα μετ' ἐξαπάτης κατεσκεύαστο· ἐκεῖ ἐνῆν μὲν ἡ συνουσία, ἐνῆν δὲ ἡ ἐπιθυμία, ἐνῆν δὲ ἡ παραλογιστικὴ παραίνεσις, ἥτις ἐξηπάτησε τὸν νοῦν καὶ τῶν εὖ φρονούντων καὶ συνετῶν· τοῦτον δὴ ἐνέβαλε ταῖς χερσὶν αὐτῇ, καὶ λόγον εἶπε, καὶ ἐφθέγγετο· λάβε νῦν τοῦτον τὸν ἱμάντα, καὶ ἐγκατάθου τῷ σῷ κόλπῳ τὸν πεποικιλμένον, ἐν ᾧ πάντα κατεσκεύασται, ουδέ σε οἴομαι ἄπρακτον ἀπαλλάξεσθαι, καθ᾿ ὅπερ ἐν τῇ σῇ διανοίᾳ προθυμῇ.

214

οὕτως εἶπεν· ἐχάρη δὲ ἡ εὐόφθαλμος σεβαστή Ἥρα, γελάσασα δὲ ἠρέμα μετὰ ταῦτα κατέθετο αὐτὸν εἰς τὸ μέσον τοῦ κόλπου·

222

καὶ ἡ μὲν θυγάτηρ τοῦ Διὸς Ἀφροδίτη ἐπορεύθη εἰς τὸ δῶμα, ἡ Ἥρα δὲ ὁρμήσασα κατέλιπε τὸ ἀκρωτήριον τοῦ Ὀλύμπου, εἰς τὴν Πιερίαν δὲ ἀφικομένη, καὶ τὴν ἐπέραστον Ἠμαθίαν, ὥρμησεν ἐπὶ τὰ χιονόβλητα ὄρη τῶν ἱππικῶν Θρᾳκῶν, κατὰ τὰς ἀκροτάτας κορυφὰς ἰοῦσα, οὐδὲ τῆς γῆς ἥπτετο τοῖς ποσίν· ἐκ τοῦ Ἄθω δὲ εἰς τὸν Πόντον ἐχώρησε τὸν ταραττόμενον, ἀφίκετο δὲ εἰς τὴν Λῆμνον τὴν πόλιν τοῦ θείου Θόαντος· ἐκεῖ δὲ τῷ ὕπνῳ συνήντησε τῷ ἀδελφῷ τοῦ θανάτου· ἐνέφυ δ' αὐτῷ τῇ χειρὶ καὶ ἐνεπλάκη, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει· ὦ Ὕπνε βασιλεῦ πάντων τῶν θεῶν καὶ πάντων τῶν ἀνθρώπων, ὄντως μὲν καὶ ἄλλοτε ἤκουσας τοῦ ἐμοῦ λόγου, καὶ ἔτι καὶ νῦν ὑπάκουσον, ἐγὼ δ᾽ ἄν σοι ὀφλήσω χάριν κατὰ πάντα τὸν χρόνον· κοίμησόν μοι ὑπὸ ταῖς ὀφρύσι τοὺς φωτεινοὺς ὀφθαλμοὺς τοῦ Διὸς εὐθέως, ἐπειδὰν ἐγὼ συγκατακλιθῶ αὐτῷ ἐν ἐπιθυμίᾳ συνουσίας καὶ μίξεως· δώσω δέ σοι δῶρα, θρόνον περικαλλῆ ἄφθαρτον διὰ παντὸς χρυσοῦν, Ἥφαιστος δὲ ὁ ἐμὸς ὑιὸς ὁ ἀμφοτέρους τοὺς πόδας χωλοὺς ἔχων κατασκευάσει ἐπιμελῶς διμιουργήσας, ὑπὸ τοῖς ποσὶ δὲ βαλεῖ μικρὸν ὑποπόδιον, ᾧ ἂν ἐπιθείης τοὺς εὐτραφεῖς πόδας εὐωχούμενος.

224

πρὸς ταύτην δὲ ἀποκρινόμενος ἔλεγεν ὁ δυσέκδυτος Ὕπνος· ὦ Ἥρα, τιμία θεά, θύγατερ τοῦ μεγάλου Κρόνου, ἄλλον μὲν ἂν ἔγωγε ἀπὸ τῶν θεῶν τῶν ἀεὶ ὄντων ῥᾳδίως κοιμήσαιμι, καὶ δὴ ἂν τὰ ῥεύματα τοῦ ποταμοῦ τοῦ Ὠκεανοῦ, ὅστις αἰτία γενέσεως πᾶσι ὑπῆρξεν, ἐγγὺς δὲ τοῦ Διὸς τοῦ υἱοῦ τοῦ Κρόνου οὐκ ἂν ἔγωγε παραγενοίμην, οὐδὲ κοιμήσαιμι, ὁπηνίκα αὐτὸς οὐκ ἐπιτάττει· ἤδη γάρ με καὶ εἰς ἄλλο ἡ σὴ ἐπαίδευσε πρόσταξις, τῇ ἡμέρᾳ ἐκείνῃ ἡνίκα ἐκεῖνος ὁ μεγαλόψυχος υἱὸς τοῦ Διὸς ἀπέπλει ἐκ τῆς Ἰλίου ἐκπορθήσας τὴν πόλιν τῶν Τρῴων, ἐγὼ μὲν ἐκοίμησα τὸν νοῦν τοῦ τὴν αἰγίδα φοροῦντος Διός, δυσέκδυτος περιχυθείς, σὺ δὲ αὐτῷ χαλεπὰ ἐβουλεύσω ἐν τῇ ψυχῇ, διεγείρασα τὰς τῶν ὀδυνηρῶν ἀνέμων πνοὰς κατὰ θάλασσαν, καὶ μετὰ ταῦτα αὐτὸν εἰς τὴν καλῶς οἰκουμένην Κῶν ἀπήνεγκας, ἄνευ τῶν φίλων ἁπάντων, οὗτος δὲ ἐγερθεὶς ὠργίζετο διαρρίπτων καὶ συγχέων κατ' οἶκον τοὺς θεούς, ἐμὲ δὲ μάλιστα πάντων ἐζήτει, καί με ἀπὸ τοῦ αἰθέρος ἐμβαλὼν εἰς τὴν θάλασσαν ἀνιστόρητον ἂν ἐποίησεν, εἰ μὴ ἡ Νύξ ἡ δαμάζουσα τοὺς θεοὺς καὶ τοὺς ἀνθρώπους ἔσωσεν. εἰς ταύτην φεύγων ἀφικόμην, ὁ δὲ ἐπαύσατο καίτοι ὀργιζόμενος· ηὐλαβεῖτο γὰρ μὴ τῇ ταχείᾳ Νυκτὶ λυπηρὰ πράξῃ. νυνὶ δ᾽ αὖ τοῦτό με κελεύεις, ἄλλο ἄπορον ἐκπληρῶσαι.

242

πρὸς τοῦτον δὲ εἶπεν ἡ εὐόφθαλμος σεβαστή Ἥρα· ὦ Ὕπνε, τί δὲ σὺ ταῦτα ἐν τῇ σῇ διανοίᾳ σκοπεῖς; ἢ οἴει οὕτω τοῖς Τρῳσὶ βοηθεῖν τὸν μεγαλόφωνον Δία, ὥσπερ ἕνεκα τοῦ Ἡρακλέους ὠργίσθη τοῦ ἑαυτοῦ υἱοῦ; ἀλλὰ πορεύθητι, ἐγὼ δ᾽ ἄν σοι μίαν τῶν νεωτέρων χαρίτων δώσω ἀναβαίνειν, καὶ σὴν γαμετὴν ὀνομάζεσθαι.

263

οὕτως εἶπεν· ἐχάρη δὲ ὁ ὕπνος, ἀποκρινόμενος δὲ ἔλεγε πρὸς αὐτήν· ἄγε νῦν ὅμοσόν μοι τὸ πολυβλαβὲς (καὶ ἀβλαβὲς) ὕδωρ τῆς Στυγός, χειρὶ δὲ τῇ μὲν ἑτέρᾳ κράτησον τὴν πολλὰ τρέφουσαν γῆν, τῇ ἑτέρᾳ δὲ τὴν λαμπροτάτην θρεπτικὴν θάλασσαν, ἵν ὑμῖν ἅπαντες μάρτυρες ὦσιν, οἱ κάτω περὶ τὸν Κρόνον ὄντες θεοί, ὄντως μὲν ἐμοὶ δώσειν μίαν τῶν νεωτέρων χαρίτων, τὴν Πασιθέαν, ὃς ἔγωγ’ ἐπιθυμῶ πάντα τὸν χρόνον.

269

οὕτως εἶπεν. ὑπήκουσε δὲ ἡ θεά ἡ λευκόχειρ Ἥρα, ὤμνυ δὲ ὡς ἐκέλευσε, τοὺς θεοὺς δὲ ἅπαντας ὠνόμασε τοὺς καταχθονίους, οἳ καλοῦνται Τιτᾶνες· ἐπεὶ δὲ ὤμοσε καὶ ἐτελείωσε τὸν ὅρκον, ἀπῆλθον οὗτοι καταλιπόντες τὴν πόλιν τῆς Λήμνου τε καὶ τῆς Ἴμβρου, ἀέρα ἐνδυσάμενοι, ῥᾳδίως ἀνύοντες τὴν ὁδόν, ἀφίκοντο δὲ εἰς τὴν Ἴδην τὴν πολλὰς ἐξοχὰς ἔχουσαν, τὴν μητέρα τῶν θηρίων, εἰς τὸ Λεκτὸν ἀκρωτήριον· τῆς γῆς δὲ οὗτοι ἐπέβησαν, ὅπου πρῶτον κατέλιπον τὴν θάλασσαν, πᾶσα δὲ ἡ ὑψηλὴ καὶ μεγάλη ὕλη ἐκινεῖτο ὑπὸ τῶν ποδῶν· ἐκεῖ δὴ ὁ μὲν Ὕπνος παρέμεινε πρὶν ἰδεῖν τοὺς ὀφθαλμοὺς τοῦ Διός, ἀναβὰς εἰς ἐλάτην ὑψηλοτάτην, ἢ τότε ἐν τῇ Ἴδη ὑψηλοτάτη ἀναβλαστήσασα διὰ τοῦ ἀέρος εἰς τὸν αἰθέρα ἀφικνεῖτο· ἐκεῖ ἐκάθητο κλάδοις ἐλατίνοις περικεκαλυμμένος, ὅμοιος ὄρνιθι ᾠδικῇ, ἣν ἐν τοῖς ὄρεσι διατρίβουσαν οἱ μὲν θεοὶ καλοῦσι χαλκίδα, οἱ ἄνθρωποι δὲ κύμινδιν.

276

ἡ Ἥρα δὲ ταχέως ἐπορεύθη εἰς τὸ Γάργαρον ἀκρωτήριον τῆς ὑψηλῆς Ἴδης, ἐθεάσατο δὲ αὐτὴν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς· ἐπεὶ δὲ ἐθεάσατο, λίαν αὐτὸν ἔρως κατὰ τὴν συνετὴν διάνοιαν περιεκάλυψεν, ὥσπερ ἡνίκα τὴν ἀρχὴν συνεγίνοντο ἐπιθυμίᾳ συνουσίας εἰς τὴν κοίτην πορευόμενοι, λανθάνοντες τοὺς ἀγαπητούς γονέας· ἔστη δὲ ἔμπροσθεν αὐτῆς, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει· ὦ Ἥρα, ποῦ προθύμως ὁρμῶσα ἐκ τοῦ οὐρανοῦ δεῦρο ἀφίκου; ἵπποι δέ σοι οὐ πάρεισι, καὶ ὀχήματα, ὧν ἐπιβαίης.

291

πρὸς τοῦτον δὲ ἐπιβουλεύουσα ἔλεγεν ἡ σεβαστὴ Ἥρα· πορεύομαι θεασαμένη τὰ πέρατα τῆς πολλὰ τρεφούσης γῆς, τόν τε Ὠκεανὸν τὴν αἰτίαν τῆς γενέσεως τῶν θεῶν, καὶ τὴν μητέρα γῆν, οἵ με ἐν τοῖς ἑαυτῶν οἴκοις καλῶς ἔτρεφον, καὶ ἐπεμελοῦντό μου ἀνατρέφοντες. τούτους ἄπειμι θεασομένη, καὶ τὰς ἀδιακρίτους φιλονεικίας λύσω αὐτοῖς, ἤδη γὰρ πολὺν χρόνον ἀφίστανται τῆς ἀλλήλων κοίτης καὶ συνουσίας, ἐπειδὴ ὀργὴ ἐνέπεσεν εἰς τὴν ψυχὴν αὐτῶν· οἱ ἵπποι δὲ πρὸς τῇ ῥίζῃ καὶ προβάσει τῆς πολλὰς πηγὰς ἐχούσης Ἴδης ἵστανται, οἵ με κομίσουσι κατά τε ξηρὰν καὶ ὑγράν, ἤτοι γῆν καὶ θάλασσαν. νυνὶ δὲ σοῦ χάριν ἐκ τοῦ οὐρανοῦ ἐνθάδε εἰς τόδε τὸ ὄρος ἀφικόμην, μή πώς μοι μετὰ ταῦτα ὀργισθῇς, ἐὰν σιγῇ ἀπέλθω εἰς τὸν οἶκον τοῦ βαθέα ῥεύματα ἔχοντος Ὠκεανοῦ.

299

πρὸς ταύτην δὲ ἀποκρινόμενος εἶπεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς· ὦ Ἥρα ἐκεῖσε μὲν ἔστι καὶ μετὰ ταῦτα χωρῆσαι· ἡμεῖς δὲ ἄγε τερφθῶμεν ἐν συνουσίᾳ καὶ μίξει συγκατακλιθέντες, οὐδεπώποτε γάρ με οὕτως ἔρως θεᾶς, οὐδὲ γυναικὸς περιχυθεὶς ἐδάμασε καὶ ἐνίκησε τὴν ψυχὴν ἐν τῷ στήθει, οὐδὲ ὁπηνίκα ἠράσθην τῆς γαμετῆς τοῦ Ἰξίονος, ἥτις ἔτεκε τὸν Πειρίθουν τὸν τοῖς θεοῖς ὅμοιον ἐπιστήμονα, οὐδὲ ὁπηνίκα τῆς εὐειδοῦς Δανάης τῆς θυγατρὸς τοῦ Ἀκρισίου, ἥτις ἔτεκε τὸν Περσέα τὸν ἐνδοξότατον πάντων τῶν ἀνδρῶν, οὐδὲ ὁπηνίκα τῆς τοῦ Φοίνικος θυγατρὸς τῆς πόρρωθεν κληθείσης, ἥτις ἔτεκέ μοι τὸν Μίνω, καὶ τὸν ἰσόθεον Ῥαδάμανθυν, οὐδὲ ὁπηνίκα τῆς Σεμέλης, οὐδὲ τῆς Ἀλκμήνης ἐν ταῖς Θήβαις, ἢ δὴ τὸν Ἡρακλέα ἔτεκεν υἱὸν ἰσχυρογνώμονα, ἡ δὲ Σεμέλη τὸν Διόνυσον ἔτεκε χαρὰν καὶ εὐφροσύνην τοῖς ἀνθρώποις, οὐδὲ ὁπηνίκα τῆς Δήμητρος τῆς ὡραιοκόμου βασιλίδος, οὐδὲ ὁπηνίκα τῆς ὑπερενδόξου Λητοῦς, οὐδὲ σοῦ αὐτῆς, ὥσπερ νυνὶ σοῦ γε ἐρῶ, καί με γλυκεῖα ἐπιθυμία κατακρατεῖ.

311

πρὸς τοῦτον δὲ ἐπιβουλεύουσα ἔλεγεν ἡ σεβαστὴ Ἥρα· ὦ χαλεπώτατε υἱὲ τοῦ Κρόνου, τίνα δὴ τοῦτον λόγον εἶπας, εἰ νῦν ἐπιθυμεῖς ἐν συνουσίᾳ καὶ μίξει συγκατακλιθῆναι ἐν ταῖς κορυφαῖς τῆς Ἴδης, ταῦτα δὲ ἅπαντα φανερὰ καὶ ἀπερικάλυπτά εἰσι· πῶς δ᾽ ἂν εἴη, εἴ τις ἡμᾶς ἀπὸ τῶν ἀεὶ ὄντων θεῶν συγγινομένους θεάσαιτο, πᾶσι δὲ τοῖς θεοῖς παρελθὼν ἐνδοξότατον εἴποι καὶ δηλώσαι, οὐκ ἂν ἔγωγε εἰς τὸν σὸν οἶκον πορευθείην, ἐγερθεῖσα ἐκ τῆς κοίτης· μεμψήμοιρον γὰρ ἂν καὶ μεμπτὸν τοῦτ' εἴη· ἀλλ᾽ εἶ γε δὴ ἐθέλεις, καί σοι ἀρεστὸν ὑπάρχει ἐν τῇ ψυχῇ, ἔστι σοι κοιτών, ὃν σοι ὁ ἀγαπητὸς υἱὸς κατεσκεύασεν Ἥφαιστος, θύρας δὲ πυκνὰς καὶ στιβαρὰς ἐφήρμοσε τοῖς φλυοῖς καὶ παραστᾶσιν· ἐκεῖσε πορευθῶμεν κοιμηθησόμενοι, ἐπειδή σοι ἤρεσεν ἡ κοίτη.

328

πρὸς ταύτην δὲ ἀποκρινόμενος εἶπεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς. ὦ Ἥρα, μήτε τινὰ τῶν θεῶν, μήτε τινὰ τῶν ἀνδρῶν φοβοῦ, τοῦτό γε θεάσεσθαι· τοιοῦτόν σοι νέφος ἐγὼ περιβαλῶ χρυσοῦν, οὐδ᾽ ἂν ὁ ἥλιος θεάσαιτο ἡμᾶς, οὗπερ καὶ τὸ φῶς λαμπρότατόν ἐστιν ἰδεῖν.

340

εἶπε δὴ καὶ εἰς τὰς ἀγκάλας περιέλαβεν ὁ υἱὸς τοῦ Κρόνου τὴν ἑαυτοῦ γαμετήν. τούτοις δὲ ἡ ἐνδοξοτάτη γῆ ὑπεβλάστησε βοτάνην νέον ἀκμάζουσαν λωτόν τε δροσερόν, καὶ κρόκον, καὶ ἰάκυνθον συνεχῆ καὶ μαλακόν, ὃς ἀπὸ γῆς ὑψούμενος περιέκλειεν· ἐν τούτῳ κατεκλίθησαν, νεφέλην δὲ περιεβάλοντο ἄνωθεν (νεφέλη δ᾽ ἄνωθεν ἐκαλύφθησαν) ὡραίαν χρυσῆν, λαμπραὶ δὲ δρόσοι κατεφέροντο.

345

οὕτως αὐτὸς μὲν ἡσύχως ὑπνώττειν ὁ πατὴρ ἐπὶ τῷ Γαργάρῳ ἀκρωτηρίῳ, ὕπνῳ καὶ ἐπιθυμίᾳ μίξεως νικηθείς, εἶχε δὲ ἐν ταῖς ἀγκάλαις τὴν γαμετήν. ὁ δὲ δυσέκδυτος ὕπνος ὥρμησε τρέχειν εἰς τὰς ναῦς τῶν Ἑλλήνων, ἀγγελίαν μηνύσων, τῷ τὴν γῆν συνέχοντι· πλησίον δὲ στὰς λόγους ταχεῖς ἔλεγε πρὸς αὐτὸν προθύμως· πρόθυμος νῦν, ὦ Πόσειδον, τοῖς Ἕλλησι, βοήθησον, καὶ δόξαν αὐτοῖς πάρεχε εἰ καὶ ἐπ' ὀλίγον, ἐν ὅσῳ ἔτι ὑπνώττει ὁ Ζεύς, ἐπειδὴ αὐτῷ ἐγὼ μαλακὸν ὕπνον περιέβαλον· ἡ Ἥρα δὲ ἐξηπάτησεν αὐτὸν ἐν ἐπιθυμίᾳ μίξεως συγκατακλιθῆναι.

351

οὕτως εἰπών, αὐτὸς ἐπορεύθη πρὸς τὰ ἔνδοξα γένη τῶν ἀνθρώπων, τοῦτον δὲ ἔτι μᾶλλον ἀνέπεισε καὶ παρώρμησε βοηθεῖν τοῖς Ἕλλησιν· εὐθέως δὲ ἐν πρώτοις μεγάλως προπηδήσας, εἶπεν· ὦ Ἕλληνες, καὶ πάλιν καταλιμπάνομεν νίκην τῷ Ἕκτορί τῷ υἱῷ τοῦ Πριάμου, ὅπως τὰς ναῦς παραλάβῃ καὶ δόξαν κομίσηται· ἀλλ᾿ οὗτος μὲν οὕτως οἴεται καὶ καυχᾶται, διότι Ἀχιλλεὺς μένει παρὰ ταῖς κοίλαις ναυσὶ κατὰ ψυχὴν ὀργισθείς, ἐκείνου δὲ οὐδαμῶς πόθος καὶ ζήτησις ἔσται, ἐὰν ἡμεῖς οἱ ἄλλοι διεγειρώμεθα βοηθεῖν ἀλλήλοις· ἀλλ᾽ ἄγετε ὥσπερ ἂν αὐτὸς εἴπω ὑπακούωμεν ἅπαντες· τὰς ἀσπίδας ὅσαι βέλτισται ἐν τῷ στρατῷ καὶ μέγισταί εἰσιν, ἐνδυσάμενοι, τὰς κεφαλὰς δὲ ταῖς λαμπροτάταις περικεφαλαίαις καλύψαντες, ταῖς χερσὶ δὲ τὰ μακρὰ δόρατα λαβόντες πορευθῶμεν· ἐγὼ δὲ προηγήσομαι, οὐδέ τι οἴομαι Ἕκτορα τὸν υἱὸν τοῦ Πριάμου παραμενεῖν, καίπερ πάνυ προθύμως ὁρμῶντα· ὃς δ᾽ ἂν ἀνὴρ πολεμικὸς καὶ ἀνδρεῖος ἔχῃ μικρὰν ἀσπίδα εἰς τὸν ὦμον, δότω αὐτὴν ἀνδρὶ ὑποδεεστέρῳ, οὗτος δὲ ἐν ἀσπίδι μείζονι δύτω.

360

οὕτως εἶπεν· οὗτοι δὲ πάνυ δὴ ἤκουον αὐτοῦ καὶ ἐπείθοντο. τούτους δὲ οἱ βασιλεῖς αὐτοὶ διέταττον, καί τοι τετρωμένοι, ὅ τε υἱός τοῦ Τυδέως, καὶ Ὀδυσσεύς, καὶ Ἀγαμέμνων ὁ υἱὸς τοῦ Ἀτρέως. πορευόμενοι δὲ πρὸς ἅπαντας ἐνήλλασσον τὰ πολεμικὰ ὅπλα, τὰ μὲν κρείσσονα ἀνδρεῖος ἐνεδύετο, τὰ χείρονα δὲ τῷ ὑποδεεστέρῳ ἐδίδουν. ἐπεὶ δὲ ἐνεδύσαντο περὶ τὸ σῶμα τὸν λαμπρότατον σίδηρον, ὥρμησαν πορεύεσθαι, ἡγεῖτο δ' ἄρα αὐτοῖς Ποσειδῶν ὁ συνέχων τὴν γῆν, φοβερὸν ξίφος ἐπιμῆκες κρατῶν ἐν τῇ παχείᾳ καὶ ἰσχυρᾷ χειρί, ὅμοιον ἀστραπῇ, τούτῳ δὲ οὐχ ὅσιόν ἐστι συμμιγῆναι ἐν τῷ ὀλεθρίῳ πολέμῳ, ἀλλὰ φόβος κατέχει τοὺς ἄνδρας.

377

τοὺς Τρῷας δὲ ἀφ' ἑτέρου μέρους διέταττεν ὁ λαμπρὸς Ἕκτωρ· τότε δὴ χαλεπωτάτην φιλονεικίαν πολέμου ἐξέτειναν ὅτε μελανώθριξ Ποσειδῶν, καὶ ὁ λαμπρὸς Ἕκτωρ, ὁ μὲν τοῖς Τρῳσίν, ὁ δὲ τοῖς Ἕλλησι βοηθῶν, ἐπλήμυρε δὲ ἡ θάλασσα πρὸς τὰς σκηνάς τε καὶ τὰς ναῦς τῶν Ἑλλήνων, οὗτοι δὲ συνήρχοντο καὶ συνέβαλλον σὺν θορύβῳ μεγάλῳ. οὔτε τὸ κῦμα τῆς θαλάσσης τοσοῦτον βοᾷ καὶ ἠχεῖ εἰς τὴν χέρσον ἐκ τοῦ πόντου διεγειρόμενον πνοῇ χαλεπῇ καὶ ὀδυνηρᾷ τοῦ βορέου. οὔτε πυρὸς καιομένου τοσοῦτος ἦχος ἀποτελεῖται ἐν τοῖς κοιλώμασι τοῦ ὄρους, ὁπηνίκα διανέστη καὶ ἐξῆπτο καίειν τὸν δρυμόν. οὔτε ὁ ἄνεμος τοσοῦτον περὶ τὰς ὑψηλὰς δρῦς ἠχεῖ, ὅστις μάλιστα μεγάλως βοὴν ἀποτελεῖ οἷον ὀργιζόμενος διὰ τὴν τῶν δένδρων ἀντιτυπίαν. ὅση ἄρα τῶν Ἑλλήνων ἦν ἡ βοὴ φανερῶς φωνησάντων, ὁπηνίκα κατ' ἀλλήλων ἐφώρμησαν·

387

πρῶτος δὲ ὁ λαμπρὸς Ἕκτωρ ἔβαλε κατὰ τοῦ Αἴαντος δόρατι, ἐπειδὴ ἐτράπη εὐθὺ αὐτοῦ· οὐδὲ ἀπέτυχεν, ὅπου δὴ οἱ δύο λώροι περὶ τὸ στῆθος αὐτοῦ ἐξετέταντο, ὁ μὲν τῆς ἀσπίδος ὤν, ὁ δὲ τοῦ ξίφους τοῦ ἀργυροῦς ἥλους ἔχοντος. οὗτοι αὐτῷ ἐρρύσαντο καὶ ἐφύλαξαν τὸ ἁπαλὸν σῶμα· ὠργίσθη δὲ ὁ Ἕκτωρ, ὅτι δὴ αὐτῷ τὸ ταχὺ δόρυ ματαίως ἐξῆλθεν ἀπὸ τῆς χειρός, ὀπίσω δὲ εἰς τὸ πλῆθος τῶν φίλων ἀνεχώρει φυλασσόμενος τὴν θανατηφόρον μοῖραν. τοῦτον μὲν οὖν ἀπερχόμενον Αἴας ὁ μέγας υἱὸς τοῦ Τελαμῶνος λίθω χειροπληθεῖ, οἳ δὴ πολλοὶ ἐρείσματα καὶ ἐπιστηρίγματα τῶν ταχειῶν νεῶν παρὰ τοῖς ποσὶ τῶν μαχομένων ἐκυλίοντο, τούτων δὴ ἕνα ἀνελόμενος καὶ ἄρας, ἔβαλε κατὰ τὸ στῆθος ὑπεράνω τῆς περιφερείας τῆς ἀσπίδος ἐγγὺς τοῦ τραχήλου, ὥσπερ δὲ βέμβηκα διεκίνησε σφοδρῶς πλήξας, περιέδραμε δὲ πανταχοῦ. ὥσπερ δὲ ὅταν ὑπὸ κεραυνοῦ τοῦ πατρὸς τοῦ Διὸς ἀνασπᾶται καὶ καταπίπτῃ δρῦς σὺν αὐταῖς ταῖς ῥίζαις, βαρεῖα δὲ τοῦ θείου ὀσμὴ γίνεται ἐξ αὐτῆς, τούτῳ δὲ οὐ πρόσεστι τόλμη, ὃς ἂν θεάσηται παραγενόμενος, δεινὸς δὲ καὶ βαρύς ἐστιν ὁ τοῦ μεγάλου Διὸς κεραυνός. οὕτω κατέπεσε ταχέως εἰς τὴν κόνιν ἡ ἰσχὺς τοῦ Ἕκτορος, ἤτοι ὁ Ἕκτωρ, ἐρριψε δὲ ἀπὸ τῆς χειρὸς τὸ δόρυ, ἐπ' αὐτῷ δὲ τῷ δόρατι ἐπισυνήφθη καὶ ἐπηκολούθησεν ἡ ἀσπίς, καὶ ἡ περικεφαλαία, περὶ αὐτὸν δὲ ἤχησαν τὰ ποικίλως εἰργασμένα σιδήρῳ ὅπλα. οἱ υἱοὶ δὲ τῶν Ἑλλήνων μεγάλως βοῶντες ἐφώρμησαν, ἐλπίζοντες ἑλκύσειν αὐτόν, ἔβαλλον δὲ πυκνῶς δόρατα, ἀλλ᾽ οὐδεὶς ἐδυνήθη τὸν βασιλέα τοῦ στρατοῦ τρῶσαι, οὐδὲ πόρρωθεν πλήξαι, πρότερον γὰρ περὶ αὐτὸν ἔστησαν οἰ κράτιστοι ὅ τε Πολυδάμας, καὶ ὁ Αἰνείας, καὶ ὁ ἐνδοξότατος Ἀγήνωρ, καὶ Σαρπηδὼν ὁ ἡγεμὼν τῶν Λυκίων, καὶ Γλαῦκος ὁ ἀμώμητος· τῶν ἄλλων δὲ οὐδεὶς αὐτοῦ ἠμέλησεν, ἀλλὰ ἔμπροσθεν αὐτοῦ εἶχον τὰς εὐπεριφερεῖς ἀσπίδας· τοῦτον δὲ οἱ φίλοι ἄραντες ταῖς χερσὶν ἔφερον ἔξω τῆς μάχης, ἕως ἀφίκετο εἰς τοὺς ἵππους τοὺς ταχεῖς, οἵτινες αὐτῷ ὄπισθεν τῆς μάχης καὶ τοῦ πολέμου ἵσταντο, τόν τε ἡνίοχον ἔχοντες καὶ ποικίλως κατεσκευασμένα ὀχήματα, οἱ τοῦτον εἰς τὴν πόλιν ἐκόμιζον βαρέως στενάζοντα·

401

ἀλλ' ὁπηνίκα δὴ ἀφίκοντο εἰς τὸν πόρον τοῦ πλατέος ποταμοῦ τοῦ συστροφάς ποιοῦντος Ξάνθου, ὃν ὁ ἀθάνατος Ζεὺς ἐγέννησεν, ἐκεῖ αὐτὸν ἐκ τῶν ἵππων ἔθηκαν κατὰ γῆς, ὕδωρ δὲ αὐτῷ κατέχεαν, ὁ δὲ ἀνεκτήσατο τὸ πνεῦμα, καὶ ἀνέβλεψε τοῖς ὀφθαλμοῖς, καθεζόμενος δὲ ἐπὶ τὰ γόνατα αἷμα μέλαν ἐξέμεσε, πάλιν δὲ εἰς τοὐπίσω προσηνέχθη τῇ γῇ, νὺξ δὲ τοὺς ὀφθαλμοὺς αὐτοῦ περιεκάλυψε σκοτεινή, ἡ πληγὴ δὲ ἔτι τὴν ψυχὴν ἐδάμαζεν.

432

οἱ Ἕλληνες δὲ ἐπειδὴ ἐθεάσαντο τὸν Ἕκτορα μακρὰν ἀπερχόμενον, μᾶλλον κατὰ τῶν Τρῴων ὥρμησαν, ἐμνήσθησαν δὲ μάχης. τότε πολλῷ πρῶτος ὁ τοῦ Ὀϊλέως ταχύπους Αἴας τὸν Σάτνιον ἔβαλεν, δόρατι ὀξεῖ ἐπιπηδήσας, τὸν υἱὸν τοῦ Ἤνοπος, ὃν δὴ ἡ ἄμωμος Ναῒς ἡ νύμφη ἔτεκε τῷ Ἤνοπι βόσκοντι τοὺς βοῦς παρὰ τὰς ὄχθας τοῦ Σατνιόεντος ποταμοῦ. τοῦτον μὲν οὖν ὁ κατὰ πόλεμον ἔνδοξος υἱὸς τοῦ Ὀϊλέως παραγενόμενος ἔτρωσε κατὰ τὸν λαγόνα, οὗτος δὲ ἀνετράπη, καὶ κατέπεσε, περὶ αὐτὸν δὲ οἱ Τρῷες καὶ οἱ Ἕλληνες συνῆγον καὶ συνῆπτον πόλεμον καὶ μάχην ἰσχυράν. τούτῳ δὲ Πολυδάμας ὁ τὸ δόρυ κινῶν ἀφίκετο τιμωρὸς καὶ βοηθός, ὁ υἱὸς τοῦ Πάνθου, ἔτρωσε δὲ τὸν Προθοήνορα κατὰ τὸν δεξιὸν ὦμον, τὸν υἱὸν τοῦ Ἀρηιλύκου· διὰ τοῦ ὤμου δὲ τὸ ἰσχυρὸν δόρυ διῆλθεν· οὗτος δὲ καταπεσὼν εἰς τὴν κόνιν ἐλάβετο τῆς γῆς τῇ δρακὶ (τῷ ὀλεκράνῳ)· ὁ Πολυδάμας δὲ θαυμαστῶς ἐπεκαυχήσατο μεγάλως βοήσας· οὐ μὴν αὖθις οἴομαι ἀπὸ τῆς ἰσχυρᾶς χειρὸς τοῦ μεγαλοψύχου υἱοῦ τοῦ Πάνθου ματαίως ἐξενεχθῆναι τὸ δόρυ, αλλά τις τῶν Ἑλλήνων ἐδέξατο ἐν τῷ σώματι, καὶ ὑπολαμβάνω αὐτὸν κατελθεῖν εἰς τὸν οἶκον τοῦ Ἅιδου ἐπερειδόμενον καὶ ἐπιστηριζόμενον αὐτῷ.

439

οὕτως εἶπε. λύπη δὲ τοῖς Ἕλλησιν ἐγένετο καυχησαμένου, μάλιστα δὲ τῷ συνετῷ Αἴαντι παρώξυνε τὴν ψυχὴν τῷ υἱῷ τοῦ Τελαμῶνος, πλησίον γὰρ τούτου μάλιστα κατέπεσε. ταχέως δὲ ἀπερχομένου ἔβαλεν δόρατι λαμπρῷ. Πολυδάμας δὲ αὐτὸς μὲν ἐξέφυγε τὸν μέλανα θάνατον, παρὰ τὸ λέχριον καὶ πλάγιον ἐκκλίνας, ἐδέξατο δὲ ὁ τοῦ Ἀντήνορος υἱὸς Ἀρχίλοχος, τούτῳ γὰρ δὴ οἱ θεοὶ ἐβουλεύσαντο καὶ ἐκύρωσαν θάνατον· τοῦτον δὴ ἔτρωσεν ἐν τῷ συνδέσμῳ καὶ τῇ συναφῇ τοῦ τραχήλου καὶ τῆς κεφαλῆς κατὰ τὸν ἔσχατον σπόνδυλον, ἀπέκοψε δὲ ἄμφω τὰ νεῦρα· τούτου δὲ πολλῷ πρότερον ἡ κεφαλή, καὶ τὸ στόμα, καὶ αἱ ῥῖνες τῷ ἐδάφει προσηνέχθησαν, ἢ αἱ κνῆμαι καὶ τὰ γόνατα καταπεσόντος. ὁ Αἴας δὲ ἐφώνησε τῷ ἀμωμήτῳ Πολυδάμαντι· σκόπει, ὦ Πολυδάμα, κἀμοὶ τὴν ἀλήθειαν εἰπέ· ἆρ᾽ οὐχ οὗτος ὁ ἀνὴρ ἄξιός ἐστιν ἀνταναιρεθῆναι χάριν τοῦ Προθοήνορος; οὐδαμῶς μοι φαῦλος δοκεῖ, οὐδὲ ἐκ φαύλων γενέσθαι. ἀλλ᾽ ἀδελφὸς τοῦ ἱππικοῦ Ἀντήνορος, ἢ υἱός, αὐτῷ γάρ ἐστιν ὅμοιος παντελῶς κατὰ τὸ γένος.

457

εἶπε δὴ καλῶς ἐπιστάμενος, τοὺς Τρῷας δὲ λύπη κατέσχε κατὰ τὴν ψυχήν· τότε δὴ ὁ Ἀκάμας Πρόμαχον τὸν Βοιωτὸν ἔβαλε τῷ δόρατι περὶ τὸν ἀδελφὸν ἑστὼς, οὗτος δὲ ὑπέσυρεν αὐτὸν ἀπὸ τῶν ποδῶν. ἐπὶ τούτῳ δὲ καταπληκτικῶς ἐκαυχήσατο ὁ Ἀκάμας μεγάλως βοήσας. ὦ Ἕλληνες πολεμικοί, καυχήσεων ἄπληστοι, οὐ δὴ μόνοις ἡμῖν κακοπάθεια ἔσται καὶ ταλαιπωρία, ἀλλὰ ποτε καὶ ὑμεῖς οὕτως ἀναιρεθήσεσθε· σκοπεῖτε, ὅπως ὑμῖν ὁ Πρόμαχος καθεύδει ἀνηρημένος δόρατι ἐμῷ, ὅπως μὴ ἡ τοῦ ἀδελφοῦ ἀντέκτησις καὶ τιμωρία ἐπὶ πολὺ ἀτιμώρητος ὑπάρχῃ, δι᾿ ὃ δὴ καί τις ἀνὴρ εὔχεται καταλιπεῖν ἀδελφὸν ἐν τῷ οἴκῳ βοηθὸν καὶ τιμωρὸν τοῦ ἄρεος, ἤτοι τοῦ ἐν πολέμῳ θανάτου.

474

οὕτως εἶπε· τοῖς Ἕλλησι δὲ λύπη ἐγένετο καυχησαμένου, μάλιστα δὲ τῷ συνετῷ Πηνελάῳ παρεκίνησε τὴν ψυχήν, ὥρμησε δὲ κατὰ τοῦ Ἀκάμαντος, οὗτος δὲ οὐχ ὑπέμεινε τὴν ὁρμὴν Πηνελάου τοῦ βασιλέως· αὐτὸς δὲ ἔβαλεν Ἰλιονέα τὸν υἱὸν Φόρβαντος τοῦ πολλὰ θρέμματα ἔχοντος, ὃν δὴ μάλιστα τῶν ἄλλων Τρῴων ὁ Ἑρμῆς ἠγάπα, καὶ πλοῦτον ἐδωρήσατο ἐκ τούτου δὲ ἡ μήτηρ μόνον υἱὸν ἔτεκε τὸν Ἰλιονέα· τοῦτον τότε ὑποκάτω τῆς ὀφρύος εἰς τὸν ὀφθαλμὸν ἔτρωσεν (κατὰ τὰ θεμέλια τοῦ ὀφθαλμοῦ ἔβαλεν), ἔξωσε δὲ καὶ ἐξώρυξε τὴν κόρην, τὸ δόρυ δὲ εἰς τὸ πρόσω διὰ τοῦ ὀφθαλμοῦ, καὶ διὰ τοῦ ὄπισθεν τοῦ τραχήλου νεύρου διῆλθεν, οὗτος δὲ ἐκάθισεν ἐκτείνας ἄμφω τὰς χεῖρας· ὁ Πηνέλαος δὲ σπασάμενος τὴν ὀξεῖαν ῥομφαίαν ἔπληξεν αὐτὸν κατὰ τὸ μέσον τοῦ τραχήλου, ἀπέρριψε δὲ εἰς τὴν γῆν τὴν κεφαλὴν σὺν αὐτῇ τῇ περικεφαλαίᾳ, ἔτι δὲ τὸ ἰσχυρὸν δόρυ ἦν ἐν τῷ ὀφθαλμῷ αὐτοῦ· οὗτος δὲ εἶπεν, ὥσπερ κεφαλὴν Μήκωνος τῆς βοτάνης ἀνατείνας αὐτὴν ἐμπεπαρμένην τῷ δόρατι, ἔδειξέ τε τοῖς Τρῳσί, καὶ καυχώμενος λόγον εἶπε τοιοῦτον· εἴπατέ μοι, ὦ Τρῷες, τῷ τοῦ λαμπροῦ Ἰλιονήως ἀγαπητῷ πατρὶ καὶ τῇ μητρὶ θρηνεῖν καὶ ὀδύρεσθαι ἐν τοῖς οἴκοις, οὐδὲ γὰρ ἡ γυνὴ τοῦ Προμάχου τοῦ υἱοῦ τοῦ Ἀλεγήνορος τῷ ἀγαπητῷ ἀνδρὶ ὑποστρέψαντι συγχαρήσεται, ὁπόταν δὴ ἐκ τῆς Τροίας σὺν ταῖς ναυσὶν ἀπίωμεν οἱ υἱοὶ τῶν Ἑλλήνων.

485

οὕτως εἶπε· τούτους δὲ ἄρα σύμπαντας τρόμος ὑπέλαβε κατὰ τὰ μέλη, περιέβλεψε δὲ καὶ περιεσκόπησεν ἕκαστος, ὅπου διαφύγοι τὸν χαλεπὸν θάνατον.

505

λέγετε νῦν μοι, ὦ Μοῦσαι αἱ κατοικοῦσαι τὰ οὐράνια οἰκήματα, τίς δὴ πρῶτον ἀπὸ τῶν Ἑλλήνων σκύλα ᾑμαγμένα ἔλαβεν, ἐπειδὴ ἔτρεψε τὸν πόλεμον ὁ ἔνδοξος Ποσειδῶν ὁ σείων τὴν γῆν. ὁ Αἴας δὴ πρῶτον ὁ υἱὸς τοῦ Τελαμῶνος ἔτρωσε τὸν Ὕρτιον τὸν υἱὸν τοῦ Γυρτίου, τὸν ἡγεμόνα τῶν ἀνδρείων Μυσῶν· τὸν Φάλκην δὲ καὶ τὸν Μέρμερον Ἀντίλοχος ἀπέκτεινεν· ὁ Μηριόνης δὲ τὸν Μόρυν, καὶ τὸν Ἱπποτίωνα ἀνεῖλεν· ὁ Τεῦκρος δὲ τὸν Προθόωνα, καὶ τὸν Περιφήτην ἀπέκτεινεν. ὁ υἱὸς δὲ τοῦ Ἀτρέως μετὰ ταῦτα Ὑπερήνορα τὸν βασιλέα τῶν λαῶν ἔτρωσε κατὰ τὴν λαγόνα, τὰ ἔντερα δὲ ὁ σίδηρος ἐξέχεε διακόψας, ἡ ψυχὴ δὲ κατὰ τὴν ἐκ τῆς τρώσεως πληγὴν ὥρμησε σπεύδουσα, τοῦτον δὲ ὁ σκότος κατ' ὀφθαλμοὺς περιεκάλυψε. πολλοὺς δὲ ἀπέκτεινεν Αἴας ὁ τοῦ Ὀϊλέως ταχύπους υἱός, οὐ γάρ τις αὐτῷ ὅμοιος ἦν ἐπιδιῶξαι τοῖς ποσί, τραπέντων εἰς φυγὴν τῶν ἀνδρῶν, ὁπηνίκα ὁ Ζεὺς τροπὴν καὶ φυγὴν ἐμβάλῃ.

507