Vasile Stancu

The ILIAD




Book XIII

Homeric text & Koine Greek paraphrase by Theodorus Gaza


Ζεὺς δ' ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,001
ὁ Ζεὺς δὲ ἐπειδὴ τοὺς Τρῷας καὶ τὸν Ἕκτορα ταῖς ναυσὶν ἐγγίσαι ἐποίησε,

τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τ' ἐχέμεν καὶ ὀϊζὺν002
τούτους μὲν κατέλιπε παρ᾽ αὐταῖς ταλαιπωρίαν κατὰ πόλεμον ἔχειν καὶ κακοπάθειαν

νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ003
ἀδιαλείπτως· αὐτὸς δὲ εἰς τοὐπίσω ἔτρεψε τοὺς λαμπροὺς ὀφθαλμοὺς

νόσφιν ἐφ' ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν004
πόρρω ἐπὶ τὴν γῆν τῶν ἱππικῶν Θρᾳκῶν καθορῶν,

Μυσῶν τ' ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν 005
καὶ τῶν Μυσῶν τῶν ἐκ τοῦ πλησίον μαχομένων, καὶ τῶν λαμπρῶν Ἱππομολγῶν

γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.006
τῶν γαλακτοφάγων, καὶ τῶν ἀβίων, τῶν δικαιοτάτων πάντων τῶν ἀνθρώπων·

ἐς Τροίην δ' οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·007
εἰς τὴν Τροίαν δὲ οὐδαμὼς τοῦ λοιποῦ ἔτρεπε τοὺς λαμπροὺς ὀφθαλμούς,

οὐ γὰρ ὅ γ' ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν008
οὐ γάρ τινα τῶν ἀθανάτων θεῶν οὗτος ἤλπιζε κατὰ τὴν ἑαυτοῦ ψυχὴν

ἐλθόντ' ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.009
ἀφικόμενον ἢ τοῖς Τρῳσὶν ἐπικουρήσειν ἢ τοῖς Ἕλλησιν.



οὐδ' ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων· 010
οὐδὲ ματαίαν κατασκοπὴν εἶχεν ὁ βασιλεὺς Ποσειδῶν ὁ κινῶν τὴν γῆν·

καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε011
καὶ γὰρ οὗτος ἐκάθητο θαυμάζων τὸν τε πόλεμον καὶ τὴν μάχην

ὑψοῦ ἐπ' ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης012
ἐν ὕψει ἐπὶ τῇ ὑψηλοτάτῃ κορυφῇ τῆς Σάμου τῆς συμφύτου καὶ ξυλώδους

Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,013
τῆς Θρᾳκικῆς· ἐκεῖθεν γὰρ ἑωρᾶτο πᾶσα μὲν ἡ Ἴδη,

φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.014
ἑωρᾶτο δὲ ἡ πόλις τοῦ Πριάμου, καὶ αἱ νῆες τῶν Ἑλλήνων.

ἔνθ' ἄρ' ὅ γ' ἐξ ἁλὸς ἕζετ' ἰών, ἐλέαιρε δ' Ἀχαιοὺς 015
ἐκεῖ δὴ οὗτος ἐκ τῆς θαλάσσης παραγενόμενος ἐκαθέζετο, ἠλέει δὲ τοὺς Ἕλληνας

Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.016
δαμαζομένους ὑπὸ τῶν Τρῴων, τῷ Διὶ δὲ ὑπερβαλλόντως ἐμέμφετο·



αὐτίκα δ' ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος017
εὐθέως δὲ κατέβη ἐκ τοῦ ὄρους τοῦ τραχέος,

κραιπνὰ ποσὶ προβιβάς· τρέμε δ' οὔρεα μακρὰ καὶ ὕλη018
ταχέως τοῖς ποσὶ προβαίνων, ἔτρεμον δὲ τὰ ὑψηλὰ ὄρη καὶ ὁ δρυμὸς

ποσσὶν ὑπ' ἀθανάτοισι Ποσειδάωνος ἰόντος.019
ὑπὸ τῶν ἀθανάτων ποδῶν τοῦ Ποσειδῶνος πορευομένου.

τρὶς μὲν ὀρέξατ' ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ 020
τρὶς μὲν οὖν ὥρμησε πορευόμενος (ἐξέτεινε τὸ βῆμα), τὸ τέταρτον δὲ κατέλαβε τὸ τέλος,

Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης021
τὰς Αἰγάς, τὴν νῆσον· ἐκεῖ δ᾽ αὐτῷ ἔνδοξα οἰκήματα ἐν τῷ βάθει τῆς θαλάσσης,

χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.022
χρυσᾶ, ὑπέρλαμπρα κατεσκεύασται ἄφθαρτα τὸν πάντα χρόνον·

ἔνθ' ἐλθὼν ὑπ' ὄχεσφι τιτύσκετο χαλκόποδ' ἵππω023
ἐκεῖ παραγενόμενος ὑπεζεύγνυε τῷ ὀχήματι τοὺς στερεόποδας ἵππους

ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,024
τοὺς ταχέως τρέχοντας, τοὺς χρυσαῖς θριξὶν τετριχωμένους,

χρυσὸν δ' αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ' ἱμάσθλην 025
χρυσὸν δὲ αὐτὸς ἐνεδύσατο περὶ τὸ σῶμα, ἔλαβε δὲ χρυσῆν μάστιγα καλῶς κατεσκευασμένην,

χρυσείην εὔτυκτον, ἑοῦ δ' ἐπεβήσετο δίφρου,026
ἐπέβη δὲ τοῦ ἑαυτοῦ δίφρου, ὥρμησε δὲ ἐλαύνειν κατὰ τῶν κυμάτων,

βῆ δ' ἐλάαν ἐπὶ κύματ'· ἄταλλε δὲ κήτε' ὑπ' αὐτοῦ027
ἐσκίρτων δὲ καὶ ἔχαιρον οἱ παμμεγέθεις ἰχθύες, δι' αὐτὸν

πάντοθεν ἐκ κευθμῶν, οὐδ' ἠγνοίησεν ἄνακτα·028
πανταχόθεν ἐκ τῶν καταδύσεων, οὐδὲ ἠγνόησαν τὸν ἑαυτῶν βασιλέα,

γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο029
χαρᾷ δὲ ἡ θάλασσα διεχωρίζετο· οἱ δὲ ἔτρεχον

ῥίμφα μάλ', οὐδ' ὑπένερθε διαίνετο χάλκεος ἄξων· 030
πάνυ ταχέως, οὐδὲ κάτωθεν διεβρέχετο ὁ σιδηροῦς ἄξων·

τὸν δ' ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.031
τοῦτον δὲ εἰς τὰς ναῦς τῶν Ἑλλήνων οἱ εὐκίνητοι καὶ ταχεῖς ἵπποι ἔφερον·



ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης032
ἔστι δέ τι σπήλαιον πλατὺ ἐν τοῖς βάθεσι τῆς βαθείας θαλάσσης

μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·033
μεταξὺ τῆς Τενέδου καὶ τῆς Ἴμβρου τῆς τραχείας,

ἔνθ' ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων034
ἐκεῖ τοὺς ἵππους ἔστησε Ποσειδῶν ὁ κινῶν τὴν γῆν,

λύσας ἐξ ὀχέων, παρὰ δ' ἀμβρόσιον βάλεν εἶδαρ 035
λύσας αὐτοὺς ἐκ τοῦ ὀχήματος· παρέβαλε δὲ καὶ παρέθηκε θείαν τροφὴν

ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας036
ἐσθίειν, περὶ τοὺς πόδας δὲ ἔβαλε χρυσοῦς δεσμοὺς

ἀρρήκτους ἀλύτους, ὄφρ' ἔμπεδον αὖθι μένοιεν037
ἀρραγεῖς καὶ ἀλύτους, ὅπως ἀσφαλῶς (ἀκινήτως) αὐτόθι παραμένοιεν

νοστήσαντα ἄνακτα· ὃ δ' ἐς στρατὸν ᾤχετ' Ἀχαιῶν.038
τὸν βασιλέα ἐπανιόντα· οὗτος δὲ εἰς τὸν στρατὸν ἐπορεύθη τῶν Ἑλλήνων.



Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ039
οἱ Τρῷες δὲ ὅμοιοι φλογὶ καὶ συστροφῇ ἀνέμου ἀθρόοι,

Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο 040
ἀπληρώτως προθύμως ὁρμῶντες, ἠκολούθουν Ἕκτορι τῷ υἱῷ τοῦ Πριάμου

ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν041
πολύηχοι, θορυβώδεις, ἤλπιζον δὲ τὰς ναῦς τῶν 'Ἑλλήνων ἀφανίσειν,

αἱρήσειν, κτενέειν δὲ παρ' αὐτόθι πάντας ἀρίστους.042
ἀναιρήσειν δὲ αὐτόθι πάντας τοὺς Ἕλληνας·

ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος043
ἀλλὰ Ποσειδῶν ὁ τὴν γῆν συνέχων, καὶ κινῶν αὐτήν,

Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν044
τοὺς Ἕλληνας διήγειρεν, ἐκ τῆς βαθείας θαλάσσης ἀφικόμενος,

εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν· 045
ὁμοιωθεὶς Κάλχαντι κατὰ τὸ σῶμα καὶ τὴν ἀκαταπόνητον φωνήν.

Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·046
πρὸς τοὺς Αἴαντας πρῶτον εἶπε, προθυμουμένους καὶ αὐτούς·

Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν047
ὦ Αἴαντες, ὑμεῖς γε μὴν σώσετε τὸν στρατὸν τῶν Ἑλλήνων,

ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.048
ἰσχύος μνησθέντες, καὶ οὐ φρικτῆς καὶ φοβερᾶς φυγῆς·

ἄλλῃ μὲν γὰρ ἔγωγ' οὐ δείδια χεῖρας ἀάπτους049
κατ' ἄλλην μὲν γὰρ παράταξιν οὐ δέδοικα ἔγωγε τὰς ἀπροσπελάστους χεῖρας

Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ· 050
τῶν Τρῴων, οἳ τῷ πλήϑει ὑπερέβησαν τὸ μέγα τεῖχος

ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·051
κωλύσουσι γὰρ ἅπαντας οἱ εὔοπλοι Ἕλληνες

τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,052
ἐνταῦθα δὲ χαλεπώτατα δέδοικα μή τι πάϑωμεν,

ᾗ ῥ' ὅ γ' ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει053
ὅπου ὅ μαινόμενος, ὅμοιος φλογί, ἡγεῖται τοῦ στρατοῦ

Ἕκτωρ, ὃς Διὸς εὔχετ' ἐρισθενέος πάϊς εἶναι.054
Ἕκτωρ· ὅς καυχᾶται εἶναι υἱὸς τοῦ μεγαλοδυνάμου Διός·

σφῶϊν δ' ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν 055
ὑμῖν δὲ εἴθε τις τῶν θεῶν οὕτως ἐν τῇ διανοίᾳ ποιήσειεν,

αὐτώ θ' ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·056
ὥστε ὑμᾶς τε ἰσχυρῶς καὶ γενναίως ἑστάναι, καὶ τοὺς ἄλλους ὀτρύνειν,

τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτ' ἀπὸ νηῶν057
οἳ γ᾽ ἂν καίπερ ἐφορμῶντα ἀποστρέψετε καὶ ἀπελάσετε τῶν νεῶν

ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.058
τῶν ταχειῶν, ἐὰν καὶ ὁ Ζεὺς αὐτὸς παροξύνῃ αὐτόν.



ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος059
εἶπε, καὶ τῷ σκήπτρῳ ὁ τὴν γῆν συνέχων καὶ κινῶν αὐτὴν

ἀμφοτέρω κεκόπων πλῆσεν μένεος κρατεροῖο, 060
ἀμφοτέρους πλήξας, ἐπλήρωσεν ἰσχυρᾶς εὐτολμίας,

γυῖα δ' ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.061
τὰ μέλη δὲ αὐτῶν ἐποίησε κοῦφα, τοὺς πόδας καὶ τὰς χεῖρας ἄνωθεν·

αὐτὸς δ' ὥς τ' ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,062
αὐτὸς δὲ ὥσπερ ἱέραξ ταχὺς εἰς τὸ πέτεσθαι ὥρμησεν·

ὅς ῥά τ' ἀπ' αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς063
ὃς δὴ ἀπὸ ὑψηλῆς πέτρας ὑπερμεγέθους ἐπαρθείς, καὶ ἀποπτὰς

ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,064
ὁρμήσῃ διὰ τοῦ πεδίου διώκειν ὄρνεον ἕτερον τῷ εἴδει·

ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων. 065
οὕτως ἀπὸ τούτων ὥρμησε Ποσειδῶν ὁ κινῶν τὴν γῆν.

τοῖιν δ' ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,066
τούτων πρότερος ὁ τοῦ Ὀϊλέως ταχὺς Αἴας ἐνόησε,

αἶψα δ' ἄρ' Αἴαντα προσέφη Τελαμώνιον υἱόν·067
ταχέως δὲ πρὸς τὸν τοῦ Τελαμῶνος υἱὸν Αἴαντα εἶπεν.

Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι068
ὦ Αἶαν, ἐπειδή τις ἡμᾶς τῶν θεῶν, οἳ τὸν οὐρανὸν κατοικοῦσιν, ὁμοιωθεὶς

μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,069
τῷ μάντει προτρέπει πολεμεῖν παρὰ ταῖς ναυσίν·

οὐδ' ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής· 070
οὔ γὰρ οὗτός γε Κάλχας ἐστὶν ὁ ἐκ θεοῦ προλέγων οἰωνοσκόπος,

ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων071
τὰ γὰρ ἴχνη τῶν ποδῶν ὄπισθεν καὶ τῶν κνημῶν

ῥεῖ' ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·072
κατενόησα ῥᾳδίως ἀπερχομένου, εὔγνωστοι δὲ εἰσιν οἱ θεοί·

καὶ δ' ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι073
καὶ δὴ ἐμοὶ αὐτῷ ἡ ψυχὴ ἐν τοῖς ἀγαπητοῖς στήθεσι

μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,074
μᾶλλον προτρέπεται πολεμεῖν καὶ μάχεσθαι, μετὰ προθυμίας δὲ

μαιμώωσι δ' ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε. 075
ὁρμῶσι κάτωθεν οἱ πόδες καὶ αἱ χεῖρες ἄνωθεν.



τὸν δ' ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·076
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν Αἴας ὁ Τελαμῶνος.

οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι077
οὕτως ἐν τῷ παρόντι κἀμοί περὶ τὸ δόρυ αἱ χεῖρες ἀπροσπέλαστοι

μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν078
προθύμως ὁρμῶσι, καί μοι ἡ ἰσχὺς ὥρμηται κάτωθεν δὲ τοῖς ποσὴν

ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος079
ὥρμημαι ἀμφοτέροις· προθυμοῦμαι δὲ καὶ ἐγὼ

Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι. 080
πολεμεῖν Ἕκτορι τῷ υἱῷ τοῦ Πριάμου, ἀπληρώτως μετὰ προθυμίας ὁρμῶντι.



ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον081
οὕτως οὗτοι μὲν τοιαῦτα πρὸς ἀλλήλους ἔλεγον

χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·082
χαίροντες διὰ τὴν μάχην, ἣν αὐτοῖς ὁ θεὸς ἐνέβαλε τῇ ψυχῇ.

τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,083
τηνικαῦτα δὲ τοὺς Ἕλληνας διήγειρεν ὁ τὴν γῆν συνέχων,

οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.084
οἳ παρὰ ταῖς ναυσὶν ταῖς ταχείαις ἀνέπαυον τὴν ἀγαπητὴν ψυχήν, ἤτοι τὸ πνεῦμα·

τῶν ῥ' ἅμα τ' ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο, 085
ὧν δὴ ἅμα καὶ ταλαιπωρίᾳ χαλεπῂ τὰ προσφιλῆ μέλη παρελύθησαν,

καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι086
καὶ λύπη αὐτοῖς κατὰ τὴν ψυχὴν ἐγίνετο ὁρῶσι

Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.087
τοὺς Τρῷας οἳ τῷ πλήθει ὑπερέβησαν τὸ μέγα τεῖχος.

τοὺς οἵ γ' εἰσορόωντες ὑπ' ὀφρύσι δάκρυα λεῖβον·088
τούτους οὗτοι βλέποντες ὑπὸ ταῖς ὀφρύσιν ἐδακρυρρόουν·

οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπ' ἐκ κακοῦ· ἀλλ' ἐνοσίχθων089
οὐ γὰρ ᾤοντο ἐκφεύξεσθαι τὸ δεινόν· ἀλλ’ ὁ κινῶν τὴν γῆν

ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας. 090
ῥᾳδίως πρὸς αὐτοὺς ἀφικόμενος, παρώξυνε τὰς τάξεις·

Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων091
πρῶτον δ᾽ ἐπὶ τὸν Τεῦκρον ἦλθε καὶ τὸν Λήιτον προτρέπων,

Πηνέλεών θ' ἥρωα Θόαντά τε Δηΐπυρόν τε092
καὶ τὸν ἥρωα Πηνέλαον, καὶ τὸν Θόαντα, καὶ τὸν Δηίπυρον,

Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·093
καὶ τὸν Μηριόνην, καὶ τὸν Ἀντίλοχον, τοὺς ἐπιστήμονας τῆς μάχης·

τοὺς ὅ γ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·094
τούτους οὗτος διεγείρων λόγους ταχεῖς ἔλεγεν·

αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε 095
αἰσχύνη ἔστω, ὦ Ἕλληνες, νέοι νεανίαι, ἔγωγε ὑμῖν

μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·096
μαχομένοις θαρρῶ σώσειν τὰς ἐμὰς ναῦς,

εἰ δ' ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,097
εἰ δὲ ὑμεῖς καταλείψετε τὸν δεινὸν καὶ ὀλέθριον θάνατον,

νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.098
νῦν δὴ ἀνεφάνη ἡμέρα ἀναιρεθῆναι ὑπὸ τῶν Τρῴων.

ὢ πόποι ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι099
φεῦ φεῦ, ὄντως που μέγα θαῦμα τοῦτο τοῖς ὀφθαλμοῖς ὁρῶ

δεινόν, ὃ οὔ ποτ' ἔγωγε τελευτήσεσθαι ἔφασκον, 100
φοβερόν, ὅπερ οὐδέποτ’ ἔγωγε ᾠόμην γενήσεσθαι,

Τρῶας ἐφ' ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ101
τοὺς Τρῷας ἐπὶ τὰς ἡμετέρας ἔρχεσθαι ναῦς, οἳ τὸ πρῶτον

φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθ' ὕλην102
δειλαῖς ἐλάφοις ὅμοιοι ἦσαν, αἳ δὴ κατὰ τὸν δρυμὸν

θώων παρδαλίων τε λύκων τ' ἤϊα πέλονται103
πανθηρίων, καὶ παρδάλεων, καὶ λύκων βρώματά εἰσι,

αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδ' ἔπι χάρμη·104
μάτην πλανώμεναι, ἀσθενεῖς, οὐδὲ ἐπὶ μάχῃ·

ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν 105
οὕτως οἱ Τρῷες τὸ πρῶτον τὴν τῶν Ἑλλήνων ἰσχύν τε καὶ τὰς χεῖρας

μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδ' ἠβαιόν·106
μένειν οὐκ ἤϑελον ἐξ ἐναντίας, οὐδ᾽ ἐπὶ μικρόν·

νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται107
νῦν δὲ πόρρω τῆς πόλεως ἐπὶ ταῖς βαθείαις ναυσὶ πολεμοῦσι

ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,108
δειλίᾳ καὶ κακίᾳ ἡγεμόνος, καὶ ἀμελείᾳ τοῦ στρατοῦ,

οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι109
ὃς ἐκείνῳ διενεχθείς, βοηθεῖν οὐκ ἐθέλει

νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀν' αὐτάς. 110
ὑπὲρ των ταχειῶν νεῶν, ἀλλ᾽ ἀναιροῦνται κατ᾽ αὐτάς·

ἀλλ' εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν111
ἀλλ᾽ εἰ δὴ καὶ πάνυ κατ᾽ ἀλήθειαν ὑπαίτιός ἐστιν

ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων112
ὁ ἥρως ὁ υἱὸς τοῦ Ἀτρέως ὁ μέγας βασιλεὺς Ἀγαμέμνων,

οὕνεκ' ἀπητίμησε ποδώκεα Πηλεΐωνα,113
διότι ἠτίμασε τὸν ταχύποδα υἱὸν τοῦ Πηλέως·

ἡμέας γ' οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.114
ἡμᾶς γε οὐ δεῖ καταλείπειν τὸν πόλεμον,

ἀλλ' ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν. 115
ἀλλ᾽ ἰασώμεϑα διὰ τάχους τὸ γεγονός, εὐθράπευτοι καὶ εὐίατοί εἰσιν αἱ τῶν ἀγαθῶν φρένες,

ὑμεῖς δ' οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς116
ὑμεῖς δὲ οὐδ᾽ ὅλως καλῶς καταλείπετε τὴν ὁρμητικὴν καὶ πολεμικὴν ἰσχὺν

πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδ' ἂν ἔγωγε117
πάντες κράτιστοι ὄντες κατὰ τὸν στρατόν· οὐδ' ἂν αὐτός γε

ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη118
ἄνδρα λοιδορήσαιμι, ὅστις τὸν πόλεμον καταλείπει,

λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.119
ἄδοξος ὦν, ἡμῖν δὲ μέμφομαι κατὰ ψυχήν,

ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον 120
ὦ προσηνεῖς, ταχέως δὴ μείζονα δεινὰ ποιήσετε

τῇδε μεθημοσύνῃ· ἀλλ' ἐν φρεσὶ θέσθε ἕκαστος121
τῇ παρούσῃ ἀμελείᾳ· ἀλλ' ἐμβάλετε πάντες εἰς τὸ λογιστικὸν

αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.122
αἰσχύνην καὶ μέμψιν· μεγάλη γὰρ πολέμου φιλονεικία διανέστη.

Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει123
ὁ Ἕκτωρ νῦν παρὰ ταῖς ναυσὶ μάχεται ὁ κατὰ πόλεμον ἀγαθός,

καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.124
ὁ ἰσχυρός, διέρρηξε δὲ καὶ καθεῖλε τὰς πύλας καὶ τὸν μέγαν μοχλόν.



ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς. 125
οὕτω δὴ παρακελευόμενος ὁ τὴν γῆν συνέχων διήγειρε τοὺς Ἕλληνας.

ἀμφὶ δ' ἄρ' Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες126
περὶ τοὺς δύο δ᾽ οὖν Αἴαντας ἵσταντο αἱ τάξεις

καρτεραί, ἃς οὔτ' ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν127
αἱ ἰσχυραί, ἄς τινας οὔτ᾽ ἂν ὁ Ἄρης μέμψαιτο παρελθών,

οὔτε κ' Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι128
οὔτ' ἂν ἡ τοὺς λαούς παρορμῶσα Ἀθηνᾶ, οἱ γὰρ κράτιστοι

κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,129
διαχωρισθέντες παρέμενον τοὺς Τρῷας καὶ τὸν ἐνδοξότατον Ἕκτορα,

φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ· 130
συμβαλόντες δόρατα δόρασι, καὶ ἀσπίδας ἀσπίσιν ἀλλεπαλλήλως.

ἀσπὶς ἄρ' ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ·131
ἀσπὶς τοίνυν ἐπεστήριζεν ἀσπίδα, καὶ περικεφαλαία περικεφαλαίαν, καὶ ἄνδρα ἀνήρ·

ψαῦον δ' ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι132
ἠρέμα δὲ ἥπτοντο αἱ ἱππείας ἔχουσαι τρίχας περικεφαλαῖαι τοῖς λαμπροῖς προμετωπιδίοις ἐπαναστήμασι

νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·133
τῶν κλινομένων λόφων, οὕτως ἀλλεπάλληλοι ἐφίσταντο ἀλλήλοις,

ἔγχεα δ' ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν134
τὰ δόρατα δὲ ἐβάλλοντο ἀπὸ τῶν θρασειῶν χειρῶν

σειόμεν'· οἳ δ' ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι. 135
κινούμενα· οὗτοι δὲ εὐθὺ μετὰ φρονήματος ὥρμων, προυτράπησαν δὲ πολεμεῖν.



Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ' ἄρ' Ἕκτωρ136
οἱ Τρῷες δὲ προπαρενέβαλον (προσέπεσον καὶ συνῆλθον) ἀθρόοι, προηγεῖτο δὲ ὁ Ἕκτωρ,

ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,137
ἐναντίον προθύμως ὁρμῶν, ὥσπερ λίθος στρογγύλος ἀπὸ πέτρας,

ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ138
ὃν ἂν ποταμὸς ῥέων κατὰ τὸν χειμῶνα ὠθήσῃ ἀπὸ τῆς πέτρας,

ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·139
ἐκκόψας αὐτὸν πολλῇ ἐπομβρίᾳ, ἐρείσματα ὑποκείμενα ὄντα πέτρας τραχείας,

ὕψι δ' ἀναθρῴσκων πέτεται, κτυπέει δέ θ' ὑπ' αὐτοῦ 140
ἐφ' ὕψους δὲ ἀναπηδῶν ταχέως φέρεται, ἠχεῖ δὲ ὑπ᾽ αὐτοῦ

ὕλη· ὃ δ' ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται141
ὁ δρυμός, οὗτος δὲ ἀνεμποδίστως τρέχει, ἕως ἂν ἀφίκηται

ἰσόπεδον, τότε δ' οὔ τι κυλίνδεται ἐσσύμενός περ·142
εἰς ἰσόμαλον· τότε δὲ οὐδαμῶς κυλίεται, καίπερ ἐπειγόμενος.

ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης143
οὕτως ὁ Ἕκτωρ τέως μὲν διετείνετο μέχρι τῆς θαλάσσης

ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν144
ῥαδίως ἀφίξεσθαι καὶ τὰς σκηνὰς καὶ τὰς ναῦς τῶν Ἑλλήνων,

κτείνων· ἀλλ' ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι 145
ἀποκτείνων· ἀλλ' ὁπηνίκα δὴ ταῖς πυκναῖς ἐνέτυχε τάξεσιν,

στῆ ῥα μάλ' ἐγχριμφθείς· οἳ δ' ἀντίοι υἷες Ἀχαιῶν146
ἔστη δὴ πάνυ ἐνερείσας (πλησιάσας), ἐναντίον δὲ οἱ υἱοὶ τῶν Ἑλλήνων

νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν147
πλήσσοντες ξίφεσι καὶ δόρασιν ἑκατέρωθεν ἠκονημένοις,

ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.148
ἀπέκρουσαν ἀφ᾽ ἑαυτῶν, ὁ δὲ διασεισθεὶς ἀν(ὑπ)εχώρησεν,

ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·149
ἐβόησε δὲ ἐξακούστως μεγάλως τοῖς Τρῳσὶ φωνῶν·

Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ 150
ὦ Τρῷες καὶ Λύκιοι, καὶ Δάρδανοι πολεμισταὶ

παρμένετ'· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ151
παραμένετε, οὐκ ἐπὶ πολύ με κωλύσουσιν οἱ Ἕλληνες,

καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,152
καὶ πάνυ φαλαγγηδὸν ἑαυτοὺς συντάξαντες,

ἀλλ' ὀΐω χάσσονται ὑπ' ἔγχεος, εἰ ἐτεόν με153
ἀλλά μοι μόνῳ ὑποχωρήσουσιν ὑπὸ τοῦ δόρατος, εἰ ἀληθῶς με

ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.154
ὁ ἄριστος τῶν θεῶν διήγειρεν ὁ μεγαλόκτυπος ἀνὴρ τῆς Ἥρας.



ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 155
οὕτως εἰπὼν παρώξυνε πάντων τὴν ψυχήν τε καὶ ἰσχὺν (τὴν προθυμίαν).

Δηΐφοβος δ' ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει156
Δηίφοβος δὲ ἐν τούτοις μεγαλοφρονῶν ὥρμησεν

Πριαμίδης, πρόσθεν δ' ἔχεν ἀσπίδα πάντοσ' ἐΐσην157
ὁ υἱὸς τοῦ Πριάμου, ἔμπροσθεν δὲ ἐκράτει τὴν πανταχόθεν ἴσην καὶ κυκλοτερῆ ἀσπίδα, μετεώρως καὶ ἐπ᾽ ἄκρων τῶν ποδῶν βαδίζων,

κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.158
καὶ τῷ κύκλῳ τῆς ἰδίας ἀσπίδος τὸ σῶμα ὑποκρύπτων, ὑπὸ τὴν ἀσπίδα τοὺς πόδας τιθείς, τοὐτέστι περικαλύπτων αὐτοὺς τῇ ἀσπίδι κατὰ τὴν πορείαν.

Μηριόνης δ' αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ159
ὁ Μηριόνης δὲ αὐτοῦ ἐστοχάζετο δόρατι λαμπρῷ,

καὶ βάλεν, οὐδ' ἀφάμαρτε, κατ' ἀσπίδα πάντοσ' ἐΐσην 160
καὶ ἔπληξεν, οὐδὲ ἀπέτυχε, κατὰ τὴν κυκλοτερῆ ἀσπίδα τὴν ἐκ βύρσης

ταυρείην· τῆς δ' οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν161
ταυρείας· δἰ αὐτῆς δὲ οὐδαμῶς διῆλθεν, ἀλλὰ πολλῷ πρότερον

ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ162
κατὰ τὸν καυλὸν (τὸ ἄκρον τοῦ δόρατος τὸ ἐμβαλλόμενον εἰς τὴν ἐπιδορατίδα) κατεκλάσθη τὸ μακρὸν δόρυ. ὁ Δηίφοβος δὲ

ἀσπίδα ταυρείην σχέθ' ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ163
τὴν ταυρείαν ἀσπίδα ἐκράτησεν ἀφ' ἑαυτοῦ, ἐφοβήθη δὲ ἐν τῇ ψυχὴ

ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γ' ἥρως164
τὸ δόρυ τοῦ Μηριόνου τοῦ συνετοῦ· οὗτος δὲ ὁ ἥρως

ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δ' αἰνῶς 165
ὀπίσω εἰς τὸ πλῆθος τῶν φίλων ἀνεχώρησεν, ἐλυπήθη δὲ χαλεπῶς,

ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.166
κατ᾽ ἀμφότερον, ἐπί τε τῷ τῆς νίκης στερηθῆναι, καὶ ἐπὶ τῷ κλασθῆναι τὸ δόρυ.

βῆ δ' ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν167
ὥρμησε δὲ πορεύεσθαι ἐπὶ τὰς σκηνὰς καὶ τὰς ναῦς τῶν Ἑλλήνων,

οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.168
κομίσων τὸ μακρὸν δόρυ, ὅπερ αὐτῷ κατελείφθη ἐν τῇ σκηνῇ·



οἳ δ' ἄλλοι μάρναντο, βοὴ δ' ἄσβεστος ὀρώρει.169
οἱ ἄλλοι δὲ ἐμάχοντο, θόρυβος δὲ ἀκατάπαυστος διηγέρθη.

Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα 170
πρῶτον δὲ ὁ τοῦ Τελαμῶνος Τεῦκρος ἀπέκτεινεν ἄνδρα

Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν·171
Ἴμβριον πολεμιστήν, τὸν υἱὸν Μέντορος τοῦ πολλοὺς ἵππους ἔχοντος,

ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,172
κατῴκει δὲ Πήδαιον τὴν πόλιν πρὸ τοῦ ἐλθεῖν τοὺς υἱοὺς τῶν Ἑλλήνων,

κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·173
εἶχε δὲ γυναῖκα Μηδεσικάστην τὴν νόθην θυγατέρα τοῦ Πριάμου.

αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,174
ἐπεὶ δὲ αἱ ἀμφοτέρωθεν περιστρεφόμεναι νῆες τῶν Ἑλλήνων ἦλθον,

ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, 175
ὀπίσω εἰς τὸ Ἴλιον ἀφίκετο, διέπρεπε δὲ ἐπὶ πᾶσι, τοῖς Τρῳσί,

ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι.176
κατῴκει δὲ πλησίον τοῦ Πριάμου· οὗτος δ᾽ αὐτὸν ἐτίμα ὁμοίως τοῖς τέκνοις.

τόν ῥ' υἱὸς Τελαμῶνος ὑπ' οὔατος ἔγχεϊ μακρῷ177
τοῦτον δὴ ὁ υἱὸς τοῦ Τελαμῶνος ὑποκάτω τοῦ ὠτὸς δόρατι μακρῷ

νύξ', ἐκ δ' ἔσπασεν ἔγχος· ὃ δ' αὖτ' ἔπεσεν μελίη ὣς178
ἔπληξεν, ἐξέσπασε δὲ τὸ δόρυ, αὐτὸς δὲ κατέπεσεν ὥσπερ μελία,

ἥ τ' ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο179
ἥτις ἂν ἐν ταῖς κορυφαῖς τοῦ ὄρους τοῦ πόρρωθεν φαινομένου (ὁρωμένου)

χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ· 180
σιδήρῳ τεμνομένη, τὰ ἁπαλὰ φύλλα πλησιάσῃ τῇ γῇ.

ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.181
οὕτω κατέπεσε, περὶ αὐτὸν δὲ ἤχησαν τὰ ὅπλα τὰ ποικίλως κατεσκευασμένα σιδήρῳ,

Τεῦκρος δ' ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·182
ὁ Τεῦκρος δὲ ὥρμησε προθυμούμενος ἐκδῦσαι τὰ ὅπλα.

Ἕκτωρ δ' ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.183
ὁ Ἕκτωρ δὲ ὁρμήσαντος ἔβαλε δόρατι λαμπρῷ,

ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος184
ἀλλ' οὗτος μὲν ἐξ ἐναντίας ἰδὼν ἐφυλάξατο τὸ σιδηροῦν δόρυ

τυτθόν· ὃ δ' Ἀμφίμαχον Κτεάτου υἷ' Ἀκτορίωνος 185
βραχύ· οὗτος δὲ Ἀμφίμαχον τὸν υἱὸν τοῦ Κτεάτου τοῦ υἱοῦ τοῦ Ἄκτορος,

νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·186
πορευόμενον εἰς τὸν πόλεμον ἔτρωσε κατὰ τὸ στῆθος δόρατι,

δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.187
ἐψόφησε δὲ καταπεσών, ἤχησαν γὰρ τὰ ὅπλα ἐπ' αὐτῷ.

Ἕκτωρ δ' ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν188
ὁ Ἕκτωρ δὲ ὥρμησεν τὴν τοῖς μήνιγξιν ἐφηρμοσμένην περικεφαλαίαν

κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·189
ἀφελέσθαι τῆς κεφαλῆς Ἀμφιμάχου τοῦ μεγαλοψύχου.

Αἴας δ' ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ 190
ὁ Αἴας δὲ ὁρμήσαντος τοῦ Ἕκτορος ἔβαλε δόρατι λαμπρῷ,

Ἕκτορος· ἀλλ' οὔ πῃ χροὸς εἴσατο, πᾶς δ' ἄρα χαλκῷ191
ἀλλ᾽ οὐ διὰ τοῦ σώματος διῆλθε, πᾶς δὲ σιδήρῳ

σμερδαλέῳ κεκάλυφθ'· ὃ δ' ἄρ' ἀσπίδος ὀμφαλὸν οὖτα,192
καταπληκτικῷ κεκαλυμμένος ἦν, οὗτος δὲ τὸν ὀμφαλὸν τῆς ἀσπίδος ἔβαλεν,

ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατ' ὀπίσσω193
ὤθησε δὲ αὐτὸν δυνάμει μεγάλῃ, οὗτος δὲ ὑπεχώρησεν εἰς τοὐπίσω

νεκρῶν ἀμφοτέρων, τοὺς δ' ἐξείρυσσαν Ἀχαιοί.194
τῶν δύο νεκρῶν· τούτους δὲ ἐξείλκυσαν οἱ Ἕλληνες.

Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς 195
τὸν μὲν οὖν Ἀμφίμαχον ὁ Στιχίος καὶ ὁ ἐνδοξότατος Μενεσθεὺς

ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν·196
οἱ ἀρχηγοὶ τῶν Ἀθηναίων ἐκόμισαν πρὸς τὸ πλῆθος τῶν Ἑλλήνων·

Ἴμβριον αὖτ' Αἴαντε μεμαότε θούριδος ἀλκῆς197
τὸν Ἴμβριον δὲ οἱ Αἴαντες προθυμίαν ἔχοντες ἰσχύος πολεμικῆς·

ὥς τε δύ' αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων198
ὥσπερ ὅταν δύο λέοντες ἀπὸ κυνῶν ὀξεῖς καὶ ἐπικαμπεῖς ὀδόντας ἐχόντων,

ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ199
αἶγα ἀφελόμενοι φέρωσι κατὰ τὰ ῥωπεῖα, ἤτοι τοὺς τόπους, ἐν οἷς ῥῶπες φύονται, ἤτοι πολύφυλλα καὶ ἱμαντώδη φυτὰ δρυῶν,

ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε, 200
ἐφ᾽ ὕψους ὑπεράνω τῆς γῆς, κατέχοντες αὐτὴν ἐν ταῖς σιαγόσιν·

ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ201
οὕτω δὴ τοῦτον ἐφ᾽ ὕψους κατέχοντες οἱ δύο ὁπλίται Αἴαντες

τεύχεα συλήτην· κεφαλὴν δ' ἁπαλῆς ἀπὸ δειρῆς202
τὰ ὅπλα ἐσύλησαν, τὴν κεφαλὴν ἀπὸ τοῦ ἁπαλοῦ τραχήλου

κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,203
ἀπέτεμεν ὁ δὲ υἱὸς τοῦ Ὀϊλεως, ὀργισθεὶς ἕνεκα τοῦ Ἀμφιμάχου,

ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δι' ὁμίλου·204
ἔρριψε δὲ αὐτὴν διὰ τοῦ στρατοῦ δίκην σφαίρας συστρέψας τὴν χεῖρα,

Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι. 205
ἔμπροσθεν δὲ τῶν ποδῶν τοῦ Ἕκτορος κατέπεσεν ἐν τοῖς χώμασι,



καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη206
καὶ τότε δὴ ὠργίσθη κατὰ ψυχὴν ὁ Ποσειδῶν

υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,207
ἀποθανόντος τοῦ ἐγγόνου ἐν τῇ χαλεπῇ μάχῃ,

βῆ δ' ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν208
ὥρμησε δὲ πορεύεσθαι πρὸς τὰς σκηνὰς καὶ τὰς ναῦς τῶν Ἑλλήνων,

ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.209
παροξύνων τοὺς Ἕλληνας, τοῖς Τρῳσὶ δὲ λύπας κατεσκεύαζεν.

Ἰδομενεὺς δ' ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν 210
Ἰδομενεὺς δὲ ὁ κατὰ τὸ δόρυ ἔνδοξος ἀπήντησεν αὐτῷ,

ἐρχόμενος παρ' ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο211
ἐρχόμενος ἀπὸ σκηνῆς τινὸς φίλου, ὅστις αὐτῷ ἐκ τοῦ πολέμου νεωστὶ

ἦλθε κατ' ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.212
ἀφίκετο τετρωμένος κατὰ τὸ ὀπίσω τοῦ γόνατος μέρος σιδήρῳ ὀξεῖ,

τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δ' ἰητροῖς ἐπιτείλας213
ὃν ἤνεγκαν μὲν οἱ φίλοι· οὗτος δὲ ἐπιτάξας τοῖς ἰατροῖς

ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα214
κατὰ τὴν σκηνὴν ἐπορεύετο εἰς τὸν πόλεμον, ἔτι γὰρ αὐτοῦ προθυμίαν εἶχε

ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων 215
μεταλαμβάνειν καὶ ἐφάπτεσθαι. πρὸς τοῦτον δὲ εἶπεν ὁ βασιλεὺς ὁ σείων τὴν γῆν

εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι216
ὁμοιωθεὶς κατὰ τὴν φωνὴν Θόαντι τῷ υἱῷ τοῦ Ἀνδραίμονος,

ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι217
ὃς πάσης τῆς Πλευρῶνος καὶ τῆς ὑψηλῆς Καλυδῶνος

Αἰτωλοῖσιν ἄνασσε, θεὸς δ' ὣς τίετο δήμῳ·218
τῶν Αἰτωλῶν ἐβασίλευεν, ὥσπερ δὲ θεὸς ἐτιμᾶτο ὑπὸ τοῦ δήμου.

Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ219
ὦ Ἰδομενεῦ, γνωμοδότα τῶν Κρητῶν, ποῦ σοι αἱ ἀπειλαὶ

οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν; 220
καὶ διϊσχυρίσεις καὶ καυχήσεις ἐχώρησαν, ἅς ἠπείλουν τοῖς Τρῳσὶν οἱ υἱοὶ τῶν Ἑλλήνων;



τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·221
πρὸς τοῦτον δὲ Ἰδομενεὺς ὁ ἀρχηγὸς τῶν Κρητῶν ἐναντίον ἔλεγεν·

ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γ' αἴτιος, ὅσσον ἔγωγε222
ὦ Θόαν, οὐδεὶς ἀνὴρ νυνὶ ὑπαίτιός ἐστιν, ὅσον ἐγὼ

γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.223
οἶδα, πάντες γὰρ ἐπιστάμεθα μάχεσθαι,

οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ224
οὐτέ τινα φόβος ἐπέχει ἀψυχοποιός, οὔτε τις δειλίᾳ (ἀμελείᾳ)

εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω 225
ὑπείκων καὶ ἐνδιδοὺς ἀναβάλλεται τὸν χαλεπὸν πόλεμον, ἀλλά γε οὕτω που

μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι226
ἔοικεν εἶναι ἀρεστὸν τῷ μεγαλοδυνάμῳ υἱῷ τοῦ Κρόνου,

νωνύμνους ἀπολέσθαι ἀπ' Ἄργεος ἐνθάδ' Ἀχαιούς.227
ἀνωνύμους φθαρῆναι πόρρω τοῦ Ἄργους ἐνταῦθα τοὺς Ἕλληνας.

ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,228
ἀλλ᾽ ὦ Θόαν, καὶ γὰρ τὸ πρότερον ὑπομονητικὸς ἐν τῇ μάχῃ ὑπῆρχες,

ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·229
προὔτρεπες γὰρ καὶ ἄλλον ὁπηνίκα καταλείποντα καὶ ἀμελοῦντα ἑώρας,

τὼ νῦν μήτ' ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ. 230
δι' ὃ καὶ νῦν μήτε σὺ ἀποπαύου, καὶ ἑκάστῳ ἀνδρὶ παρακελεύου·



τὸν δ' ἠμείβετ' ἔπειτα Ποσειδάων ἐνοσίχθων·231
πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνετο Ποσειδῶν ὁ κινῶν τὴν γῆν·

Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν232
ὦ Ἰδομενεῦ, μὴ τοῦ λοιποῦ ἐκεῖνος ὁ ἀνὴρ ὑποστρέψειεν

ἐκ Τροίης, ἀλλ' αὖθι κυνῶν μέλπηθρα γένοιτο,233
ἐκ τῆς Τροίας, ἀλλ᾽ αὐτόθι γένοιτο παίγνια κυνῶν,

ὅς τις ἐπ' ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.234
ὅστις ἐν τῇδε τῇ ἡμέρᾳ ἐθελουσίως καταλείπει τὸ μάχεσθαι·

ἀλλ' ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δ' ἅμα χρὴ 235
ἀλλ' ἄγε λαβὼν τὰ ὅπλα, πορεύθητι ἐνθάδε, ταῦτα γὰρ ὁμοῦ δεῖ μετὰ κακοπαθείας καὶ ταλαιπωρίας

σπεύδειν, αἴ κ' ὄφελός τι γενώμεθα καὶ δύ' ἐόντε.236
ἐνεργεῖν, εἴποτέ τις ὠφέλεια γενοίμεθα, καὶ οἱ δύο ὑπάρχοντες·

συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,237
ἡ ἀρετὴ δὲ καὶ δύναμις καὶ τῶν πάνυ ἀνάνδρων καὶ δειλῶν συμφορητὴ καὶ συνακτὴ ἐστίν·

νῶϊ δὲ καί κ' ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.238
ἡμεῖς δὲ καὶ ἀγαθοῖς ἄν καὶ ἀνδρείοις ἐμπείρως ἔχομεν πολεμεῖν.



ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·239
οὕτως εἰπών, ὁ μὲν θεὸς αὖθις ἐπορεύθη εἰς τὸν κάματον καὶ πόλεμον τῶν ἀνδρῶν.

Ἰδομενεὺς δ' ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε 240
ὁ Ἰδομενεὺς δὲ ἐπειδὴ ἀφίκετο εἰς τὴν καλῶς κατεσκευασμένην σκηνήν,

δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,241
ἐνεύσατο τὰ καλὰ ὅπλα περὶ τὸ σῶμα, ἔλαβε δὲ δόρατα

βῆ δ' ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων242
ὥρμησεν δὲ πορεύεσθαι ὅμοιος ἀστραπῇ, ἣν ὁ υἱὸς τοῦ Κρόνου

χειρὶ λαβὼν ἐτίναξεν ἀπ' αἰγλήεντος Ὀλύμπου243
λαβὼν τῇ χειρὶ διέσεισεν ἀπὸ τοῦ λαμπροῦ οὐρανοῦ,

δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·244
ἐμφαίνων σημεῖον τοῖς ἀνθρώποις, μεγάλως δὲ ἔκδηλοι τυγχάνουσιν αὐτοῦ αἱ λαμπηδόνες·

ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. 245
οὕτως ὃ σίδηρος περιέλαμπε περὶ τὰ στήθη τούτου τρέχοντος.

Μηριόνης δ' ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν246
Μηριόνης δ᾽ αὐτῷ ὁ ἀγαθὸς θεράπων συνήντησεν

ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει247
ἐγγὺς ἔτι ὄντι τῆς σκηνῆς, ἐπορεύετο γὰρ δόρυ σιδηροῦν

οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·248
κομίσων (ληψόμενος). πρὸς τοῦτον δὲ εἶπεν ἡ τοῦ Ἰδομενέως ἰσχύς.

Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθ' ἑταίρων249
ὦ Μηριόνη υἱὲ τοῦ Μόλου, κατὰ πόδας ταχύ, φίλτατε φίλων,

τίπτ' ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα; 250
τί δήποτε παρεγένου καταλιπὼν τὸν πόλεμον καὶ τὴν μάχην;

ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,251
ἢ τέτρωσαι, ἡ τρῶσις δέ σε ὀξὺ καταπονεῖ;

ἦέ τευ ἀγγελίης μετ' ἔμ' ἤλυθες; οὐδέ τοι αὐτὸς252
ἢ περί τινος (ἀπό τινος) ἀγγελίας πρὸς ἐμὲ ἀφίκου; οὐδὲ αὐτὸς

ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.253
καθῆσθαι ἐν ταῖς σκηναῖς ἐπιθυμῶ, ἀλλὰ πολεμεῖν.



τὸν δ' αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·254
πρὸς τοῦτον δὲ ὁ συνετὸς Μηριόνης ἐναντίον ἔλεγεν.

Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων, 255
ὦ Ἰδομενεῦ γνωμοδότα τῶν σιδηροθωράκων Κρητῶν,

ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται256
πορεύομαι, εἴ τι σοι δόρυ κατελείφθη ἐν ταῖς σκηναῖς,

οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον257
ληψόμενος, τοῦτο (ἐκεῖνο) γὰρ δὴ ὃ πρότερον εἶχον κατεκλάσαμεν, καὶ συνετρίψαμεν,

ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.258
πλήξας τὴν ἀσπίδα τοῦ Δηϊφόβου τοῦ μάλα ἀνδρείου.



τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·259
πρὸς τοῦτον δὲ Ἰδομενεὺς ὄ τῶν Κρητῶν ἀρχηγὸς ἐναντίον ἔλεγε·

δούρατα δ' αἴ κ' ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις 260
δόρατα ἐὰν θέλῃς, καὶ ἓν καὶ εἴκοσιν εὑρήσεις,

ἑσταότ' ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα261
ἑστῶτα ἐν τῇ σκηνῇ κατὰ τοὺς ἐναντίους τῶν εἰσόδων τοίχους, περιλάμποντα,

Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω262
Τρωικά, ἅπερ τῶν ἀναιρεθέντων ἀφαιροῦμαι. οὐ γὰρ οἶμαι

ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.263
μάχεσθαι ἱστάμενος μακρὰν τῶν πολεμίων ἀνδρῶν·

τώ μοι δούρατά τ' ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι264
δι' ὃ δόρατά μοί εἰσι, καὶ ἀσπίδες ὀμφαλοὺς ἔχουσαι,

καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες. 265
καὶ περικεφαλαῖαι, καὶ θώρακες λαμπρῶς ἀποστίλβοντες.



τὸν δ' αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·266
πρὸς τοῦτον δὲ ὁ συνετὸς Μηριόνης ἐναντίον ἔλεγε.

καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ267
καί τοι μοὶ παρὰ τῇ σκηνῇ, καὶ τῇ μελαίνῃ νηί,

πόλλ' ἔναρα Τρώων· ἀλλ' οὐ σχεδόν ἐστιν ἑλέσθαι.268
πολλὰ σκύλα τῶν Τρῴων εἰσίν, ἀλλ᾽ οὐ πλησίον ἐστὶ λαβεῖν·

οὐδὲ γὰρ οὐδ' ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,269
οὐ γὰρ ἐμαυτὸν οἴομαι εἶναι ἀμνήμονα ἰσχύος πολεμικῆς,

ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν 270
ἀλλ᾽ ἐν πρώτοις κατὰ τὸν πόλεμον τὸν τοὺς ἄνδρας δοξάζοντα

ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.271
ἵσταμαι, ὁπόταν ἐγερθῇ φιλονεικία καὶ ἔρις πολέμου,

ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων272
ἄλλον τινά που τῶν σιδηροθωράκων Ἑλλήνων μᾶλλον

λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.273
λανθάνω μαχόμενος, σὲ δὲ αὐτὸν εἰδέναι ὑπολαμβάνω.



τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·274
πρὸς τοῦτον Ἰδομενεὺς ὁ ἀρχηγὸς τῶν Κρητῶν ἐναντίον ἔλεγεν·

οἶδ' ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι; 275
οἶδα οἷος ὑπάρχεις κατ᾽ ἀρετήν, τί σε δεῖ ταῦτα λέγειν·

εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι276
εἰ γὰρ νῦν παρὰ ταῖς ναυσὶ καταριθμούμεθα πάντες οἱ κράτιστοι

ἐς λόχον, ἔνθα μάλιστ' ἀρετὴ διαείδεται ἀνδρῶν,277
εἰς ἐνέδραν, ὅπου μάλιστα ἡ ἀρετὴ τῶν ἀνδρῶν δείκνυται καὶ φαίνεται,

ἔνθ' ὅ τε δειλὸς ἀνὴρ ὅς τ' ἄλκιμος ἐξεφαάνθη·278
ὅπου (τότε) καὶ ὁ δειλὸς ἀνήρ, καὶ ὅς ἐστιν ἰσχυρὸς καὶ ἀνδρεῖος φανερὸς καὶ δῆλος ἐγένετο.

τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,279
τοῦ μὲν γὰρ δειλοῦ μεταβάλλεται ἡ τοῦ σώματος ἐπιφάνεια ἀπὸ ἄλλου εἰς ἄλλο κατάστημα,

οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ' ἐν φρεσὶ θυμός, 280
οὐδ᾽ αὐτῷ καὶ ψυχὴ ἐπέχεται ἐν τῷ λογιστικῷ καθῆσθαι ἥσυχος,

ἀλλὰ μετοκλάζει καὶ ἐπ' ἀμφοτέρους πόδας ἵζει,281
ἀλλ᾽ ὑπογονατίζει, καὶ ἐφ᾽ ἑκάτερον πόδα καθίζει·

ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει282
ἡ καρδία δὲ αὐτῷ μεγάλως ἐν τοῖς στέρνοις σφύζει

κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετ' ὀδόντων·283
καὶ ὑποκινεῖται παλμῷ, θάνατον προσδοκῶντι, κτύπος δὲ ἀποτελεῖται τῶν ὀδόντων·

τοῦ δ' ἀγαθοῦ οὔτ' ἂρ τρέπεται χρὼς οὔτέ τι λίην284
τοῦ ἀνδρείου δὲ οὔτε ἡ ἐπιφάνεια τοῦ σώματος μεταβάλλει, οὔτε πάνυ

ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν, 285
φοβεῖται, ἐπὰν ἅπαξ καθεσθῇ ἐν τῇ ἐνέδρᾳ τῶν ἀνδρῶν,

ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·286
εὔχεται δὲ τὴν ταχίστην συμβαλεῖν τοῖς πολεμίοις ἐν τῇ χαλεπῇ μάχῃ,

οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.287
οὐδ' ἂν ἐνταῦθά τις καταμέμψοιτο τὴν σὴν δύναμίν τε καὶ προθυμίαν·

εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης288
ἐὰν γὰρ βληθείης ταλαιπωρῶν, καὶ πολεμῶν, ἢ τρωθείης ἐκ χειρός,

οὐκ ἂν ἐν αὐχέν' ὄπισθε πέσοι βέλος οὐδ' ἐνὶ νώτῳ,289
οὐκ ἂν ὄπισθεν ἐν τῷ τραχήλῳ πέσοι τὸ βέλος, οὐδὲ ἐν τοῖς νώτοις,

ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε 290
ἀλλὰ ἢ τῶν στέρνων ἂν ἀπαντήσειες, ἢ τῇ γαστρὶ

πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.291
εἰς τὸ πρόσω ὁρμῶντός σου ἐπὶ τὴν ὁμιλίαν καὶ συναναστροφήν, ἤγουν τὴν μάχην, τῶν πρωταγωνιστῶν·

ἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς292
ἀλλ᾽ ἄγε μὴ λέγωμεν ταῦτα ὡς νήπιοι καὶ ἄφρονες

ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·293
ἑστῶτες, μή τίς που ὑπερηφάνως μέμψηται,

ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.294
ἀλλὰ σὺ ἀφικόμενος εἰς τὴν σκηνὴν λάβε τὸ ἰσχυρὸν δόρυ.



ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ 295
οὕτως εἶπε. Μηριόνης δὲ ὅμοιος τῷ ταχεῖ Ἄρει

καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,296
ταχέως ἀπὸ τῆς σκηνῆς ἀνελάβετο τὸ σιδηροῦν δόρυ,

βῆ δὲ μετ' Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.297
ἐπορεύθη δὲ πρὸς τὸν Ἰδομενέα μεγάλως τοῦ πολέμου ἐπιμέλειαν καὶ φροντίδα ποιούμενος·

οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,298
οἷος δὲ ὁ ἀνθρωποκτόνος Ἄρης εἰς τὸν πόλεμον παραγίνεται,

τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς299
τούτῳ δὲ Φόβος ὁ ἀγαπητὸς υἱὸς ἅμα, ἰσχυρός τε καὶ ἄφοβος

ἕσπετο, ὅς τ' ἐφόβησε ταλάφρονά περ πολεμιστήν· 300
ἀκολουθεῖ, ὅστις εἰς φυγὴν ἔτρεψε, καὶ καρτερικὸν φρόνημα ἔχοντα, ἤτοι ἀνδρεῖον μαχητήν,

τὼ μὲν ἄρ' ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,301
οὗ δὴ ἐκ Θρᾴκης καθοπλίζονται ἐπὶ τοὺς Ἐπύρους,

ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδ' ἄρα τώ γε302
ἢ ἐπὶ τοὺς Φλεγύας (τοὺς Γορτυνίους) τοὺς μεγαλοψύχους, οὐδὲ δὴ οὗτοί γε

ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·303
ἐπήκουσαν ἀμφοτέρων, τῷ ἑτέρῳ δὲ μέρει δόξαν παρέσχον·

τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν304
τοιοῦτοι ὅ, τε Μηριόνης καὶ ὁ Ἰδομενεὺς οἱ ἀρχηγοὶ τῶν ἀνδρῶν

ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ. 305
ἐπορεύοντο εἰς τὸν πόλεμον καθωπλισμένοι σιδήρῳ λαμπρῷ.

τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·306
πρὸς τοῦτον δὲ πρότερον εἶπε λόγον ὁ Μηριόνης·

Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;307
ὦ υἱὲ τοῦ Δευκαλίωνος, ποῦ δὴ προθυμῇ εἰσελθεῖν τὸν στρατόν,

ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,308
ἢ ἐπὶ τὰ δεξιὰ παντὸς τοῦ λαοῦ, ἢ κατὰ τὸ μέσον,

ἦ ἐπ' ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω309
ἢ ἐπὶ τὰ ἀριστερά; οὐδαμοῦ γὰρ τοσοῦτον οἶμαι

δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς. 310
προσδεῖσθαι πολέμου τοὺς τὰς κεφαλᾶς κομῶντας Ἕλληνας.



τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·311
πρὸς τοῦτον δὲ Ἰδομενεὺς ὁ ἀρχηγὸς τῶν Κρητῶν ἐναντίον ἔλεγεν.

νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι312
ἐν τῷ μέσῳ μὲν τῶν νεῶν εἰσι καὶ ἄλλοι βοηθεῖν,

Αἴαντές τε δύω Τεῦκρός θ', ὃς ἄριστος Ἀχαιῶν313
οἵ τε δύο Αἴαντες καὶ ὁ Τεῦκρος, ὃς κράτιστός ἐστιν ἁπάντων τῶν Ἑλλήνων

τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·314
τοξικῇ, χρηστὸς δέ ἐστι καὶ ἐν τῇ συστάδην καὶ ἐκ χειρὸς μάχῃ·

οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο 315
οἵγ' αὐτὸν εἰς κόρον ἕλωσι, καὶ προθυμίαν ἔχοντες (ἴσως ἔχοντα) τοῦ πολέμου

Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.316
Ἕκτορα, τὸν υἱὸν τοῦ Πριάμου καὶ εἰ πάνυ ἰσχυρὸς καὶ γενναῖος ὑπάρχει,

αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι317
φοβερὸν αὐτῷ ἔσται, καίπερ πάνυ προθυμουμένῳ πολεμεῖν,

κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους318
ἐκείνων νικήσαντι τὴν προθυμίαν, καὶ τὴν ἰσχὺν τὴν ἄμαχον,

νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων319
ἐμπρῆσαι καὶ κατακαῦσαι τὰς ναῦς, εἰ μὴ αὐτὸς ὁ υἱὸς τοῦ Κρόνου

ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν. 320
ἐμβάλοι δαλὸν καιόμενον εἰς τὰς ταχείας ναῦς,

ἀνδρὶ δέ κ' οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,321
ἀνδρὶ δὲ οὐκ ἂν ὑποχωρήσειεν ὁ τοῦ Τελαμῶνος μέγας Αἴας,

ὃς θνητός τ' εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν322
ὃς ἂν θνητός τε ὑπάρχοι, καὶ τὸν τῆς Δήμητρος σῖτον ἐσθίοι,

χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.323
καὶ σιδήρῳ τρωτὸς εἴη, καὶ μεγάλοις χειροπληθέσι λίθοις·

οὐδ' ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν324
οὐδ᾽ ἂν Ἀχιλλεῖ τῷ ἀνδρείῳ παραχωρήσειεν

ἔν γ' αὐτοσταδίῃ· ποσὶ δ' οὔ πως ἔστιν ἐρίζειν. 325
ἐν τῇ ἐκ συστάσεως μάχῃ, τοῖς ποσὶ δὲ ἁμιλλᾶσθαι οὐκ ἔστι δυνατόν.

νῶϊν δ' ὧδ' ἐπ' ἀριστέρ' ἔχε στρατοῦ, ὄφρα τάχιστα326
ἡμίν δὲ ἐνταῦθα ἐπὶ τὰ ἀριστερὰ τοῦ στρατοῦ χώρει, ὅπως ὡς τάχος

εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.327
θεασώμεθα, ἢ δώσομέν τινι καύχημα, ἤ τις δώσει ἡμῖν.

ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ328
οὕτως εἶπε. Μηριόνης δὲ ὅμοιος τῷ ταχεῖ Ἄρει

ἦρχ' ἴμεν, ὄφρ' ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,329
ἤρχετο πορεύεσθαι, ἕως παρεγένοντο κατὰ τὸ μέρος ἐκεῖνο τοῦ στρατοῦ, ὅπου αὐτῷ προσέταξεν.



οἳ δ' ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν 330
οὗτοι δὲ ἐπειδὴ ἐθεάσαντο αὐτὸν τὸν Ἰδομενέα, τὸν ὅμοιον φλογὶ κατὰ δύναμιν,

αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,331
καὶ τὸν θεράποντα αὐτοῦ μετὰ τῶν ποικίλων ὅπλων,

κεκλόμενοι καθ' ὅμιλον ἐπ' αὐτῷ πάντες ἔβησαν·332
παρακελευόμενοι κατὰ τὸν στρατόν, ἐπ᾿ αὐτὸν ἅπαντες ὥρμησαν·

τῶν δ' ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.333
τούτων χαλεπὴ φιλονεικία καὶ μάχη ἐγίνετο παρά ταῖς πρύμναις τῶν νεῶν.

ὡς δ' ὅθ' ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι334
ὥσπερ δὲ ὅταν ὑπὸ ἀνέμων κατὰ τὸν ἦχον ὀξέων διεγείρωνται συστροφαὶ

ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους, 335
τῇ ἡμέρᾳ ἐκείνῃ, ὁπηνίκα πλείστη κόνις περὶ τὰς ὁδούς ἐστιν.

οἵ τ' ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,336
οἵτινες ὁμοῦ πνέοντες μεγάλην ὁμίχλην ποιοῦσι ψαρᾶς γῆς·

ὣς ἄρα τῶν ὁμόσ' ἦλθε μάχη, μέμασαν δ' ἐνὶ θυμῷ337
οὕτω δὴ τούτων εἰς τὸ αὐτὸ συμπεφυρμένως ἦλθεν ἡ μάχη, προτεθύμηνται δὲ ἐν τῇ ψυχῇ

ἀλλήλους καθ' ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.338
ἀλλήλους κατὰ τὸν στρατὸν ἀποκτείνειν σιδήρῳ ὀξεῖ,

ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι339
ἐπυκνώθη δὲ ἡ μάχη ἡ ἀνθρωποφθόρος τῇ ἐκτάσει τῶν δοράτων

μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δ' ἄμερδεν 340
τῶν μακρῶν, ἅπερ τμητικὰ τῶν σωμάτων κατεῖχον, τὰς ὄψεις δὲ ἠμαύρου καὶ ἔβλαπτεν

αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων341
ἡ λαμπηδὼν τοῦ χαλκοῦ τῶν περιλαμπουσῶν περικεφαλαίων,

θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν342
καὶ τῶν νεοκαθάρτων θωράκων, καὶ τῶν λαμπρῶν ἀσπίδων

ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη343
ὁμοῦ πορευομένων· πάνυ ἄν τις εὔτολμος εἴη,

ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδ' ἀκάχοιτο.344
ὃς ἂν τότε ἐχάρη θεασάμενος τὸν πόλεμον, καὶ οὐκ ἐλυπήθη.



τὼ δ' ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ 345
οἱ δύο δὲ κραταιοὶ υἱοὶ τοῦ Κρόνου διχονοοῦντες

ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.346
ἀνδράσιν ἥρωσι κατεσκεύαζον λύπας χαλεπάς.

Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην347
ὁ Ζεύς μὲν οὖν τοῖς Τρῳσὶ καὶ τῷ Ἕκτορι ἐβούλετο νίκην

κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν348
δοξάζων τὸν κατὰ πόδας ταχὺν Ἀχιλλέα. οὐ μὴν οὗτός γε παντελῶς

ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,349
ἐβούλετο ἀπολέσθαι τὸν Ἑλληνικὸν στρατὸν πρὸ τοῦ Ἰλίου,

ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον. 350
ἀλλὰ τὴν Θέτιν ἐτίμα, καὶ τὸν ἀνδρεῖον αὐτῆς υἱόν.

Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν351
Ποσειδῶν δὲ τοὺς Ἕλληνας παρώξυνε παρελθών,

λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα352
κρύβδην ὑπεξελθὼν τῆς λευκῆς θαλάσσης, ἐλυπεῖτο γὰρ

Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.353
αὐτοὺς δαμαζομένους, καὶ νικωμένους ὑπὸ τῶν Τρῴων, τῷ Διὶ δὲ ὑπερβαλλόντως ἐμέμφετο

ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ' ἴα πάτρη,354
ὄντως δὴ ἑκατέρῳ ὅμοιον τὸ γένος καὶ μία πατρίς,

ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη. 355
ἀλλ᾽ ὁ Ζεὺς πρότερον ἐγένετο, καὶ πλείω οἶδε,

τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,356
δι ὃ δὴ καὶ φανερῶς βοηθεῖν ἐφυλάττετο,

λάθρῃ δ' αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.357
κρυφίως δὴ ἀεὶ ἠρέθιζε κατὰ τὸν λαόν, ὅμοιος ὢν ἀνδρί·

τοὶ δ' ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο358
οὗτοι δὲ τῆς ἰσχυρᾶς φιλονεικίας καὶ τοῦ χαλεποῦ πολέμου

πεῖραρ ἐπαλλάξαντες ἐπ' ἀμφοτέροισι τάνυσσαν359
πέρας καὶ τέλος ἐξέτειναν κατ' ἀμφοτέρων τῶν στρατῶν ἐπιπλέξαντες τάς χεῖρας, καὶ οἱονεὶ δήσαντες

ἄρρηκτόν τ' ἄλυτόν τε, τὸ πολλῶν γούνατ' ἔλυσεν. 360
ἄθραυστόν τε καὶ ἀδιάλυτον, ὅσπερ πολλῶν γόνατα διέλυσε καὶ ἐνέκρωσε.



ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας361
τότε καίπερ σπαρτοπόλιος καὶ μεσῆλιξ ὑπάρχων τοῖς Ἕλλησι παρακελευσάμενος

Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.362
ὁ Ἰδομενεὺς ἐπιπηδήσας τοῖς Τρῳσὶν ἐνέβαλε φόβον·

πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,363
ἀπέκτεινε δ᾽ οὖν Ὀθρυονέα τὸν ἐκ τῆς Καβήσου παρόντα,

ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,364
ὃς δὴ νεωστὶ ἀφίκετο εἰς τὴν τοῦ πολέμου φήμην,

ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην 365
ἐζήτει δὲ τὴν κατὰ τὴν μορφὴν βελτίστην πασῶν τῶν θυγατέρων τοῦ Πριάμου

Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,366
τὴν Κασσάνδραν ἄνευ προικός, ἐπηγγείλατο δὲ πρᾶξιν μεγάλην,

ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.367
ἄκοντας καὶ βίᾳ ἐξελάσειν τῆς Τροίας τοὺς υἱοὺς τῶν Ἑλλήνων.

τῷ δ' ὁ γέρων Πρίαμος ὑπό τ' ἔσχετο καὶ κατένευσε368
τούτῳ δὲ ὁ γέρων Πρίαμος ἐπηγγείλατο καὶ ἐπένευσε

δωσέμεναι· ὃ δὲ μάρναθ' ὑποσχεσίῃσι πιθήσας.369
δώσειν, οὗτος δὲ πιστεύσας ταῖς ὑποσχέσεσιν ἐμάχετο.

Ἰδομενεὺς δ' αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ, 370
Ἰδομενεὺς δὲ ἐστοχάζετο αὐτοῦ δόρατι λαμπρῷ,

καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδ' ἤρκεσε θώρηξ371
καὶ ἐπιτυχὼν ἔτρωσεν αὐτὸν ἐπηρμένως πορευόμενον, οὐδὲ ἐβοήθησεν ὁ θώραξ

χάλκεος, ὃν φορέεσκε, μέσῃ δ' ἐν γαστέρι πῆξε.372
ὁ σιδηροῦς ὃν ἐφόρει, ἔπηξε δὲ ἐν τῷ μέσῳ τῆς γαστρός·

δούπησεν δὲ πεσών· ὃ δ' ἐπεύξατο φώνησέν τε·373
καταπεσὼν δὲ ἐψόφησεν, οὗτος δὲ ἐπεκαυχήσατο, καὶ εἶπεν·

Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομ' ἁπάντων374
ὦ Ὀθρυονεῦ, ὑπὲρ πάντας τοὺς ἀνθρώπους σὲ ἐπαινῶ,

εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσ' ὑπέστης 375
εἰ ἀληθῶς πάντα τελέσεις, καθάπερ ὑπέσχου τῷ ἀπογόνῳ

Δαρδανίδῃ Πριάμῳ· ὃ δ' ὑπέσχετο θυγατέρα ἥν.376
τοῦ Δαρδάνου Πριάμῳ· οὗτος δὲ ὑπέσχετο τὴν ἑαυτοῦ θυγατέρα,

καί κέ τοι ἡμεῖς ταῦτά γ' ὑποσχόμενοι τελέσαιμεν,377
καὶ ἡμεῖς δ᾽ ἄν σοι ταῦτα ἐπαγγειλάμενοι ἐκτελέσαιμεν,

δοῖμεν δ' Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην378
δοίημεν δὲ τὴν κατὰ τὸ εἶδος βελτίστην τῶν θυγατέρων του υἱοῦ τοῦ Ἀτρέως,

Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν379
ἐξαγαγόντες ἐκ τοῦ Ἄργους, συγγίνεσθαι αὐτῇ, ἐὰν σὺν ἡμῖν

Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον. 380
ἐκπορθήσῃς τὸ καλῶς οἰκούμενον πόλισμα τῆς Ἰλίου·

ἀλλ' ἕπε', ὄφρ' ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν381
ἀλλ' ἕπου, ἕνα παρὰ ταῖς ναυσὶ ταῖς θαλασσοπλόοις συνθήκην ποιησώμεθα

ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.382
περὶ γάμου, ἐπειδὴ οὐ κακοὶ πενθεροί σοι ἐσμέν.



ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην383
οὕτως εἰπὼν εἷλκεν ἀπὸ τοῦ ποδὸς κατὰ τὴν ἰσχυρὰν μάχην

ἥρως Ἰδομενεύς· τῷ δ' Ἄσιος ἦλθ' ἐπαμύντωρ384
ὁ ἥρως Ἰδομενεύς, τούτῳ δὲ Ἄσιος παρεγένετο βοηθὸς

πεζὸς πρόσθ' ἵππων· τὼ δὲ πνείοντε κατ' ὤμων 385
πεζὸς ἔμπροσθεν τῶν ἵππων· τοὺς δὲ καταπνέοντας αὐτοῦ τοὺς ὤμους

αἰὲν ἔχ' ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ386
ἀεὶ ἤλαυνεν ὁ ἡνίοχος ὁ θεράπων αὐτοῦ. οὗτος δὲ προὐθυμεῖτο

Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ387
τρῶσαι τὸν Ἰδομενέα· οὗτος ὅμως προφθὰς ἔτρωσεν αὐτὸν δόρατι

λαιμὸν ὑπ' ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.388
κατὰ τὸν λαιμὸν ὑποκάτω τοῦ ἀπογενείου, εἰς τὸ πρόσθεν δὲ διεπέρασε τὸν σίδηρον,

ἤριπε δ' ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς389
κατέπεσε δέ, ὥσπερ ὅτε τις δρὺς κατέπεσεν, ἢ λεῦκος

ἠὲ πίτυς βλωθρή, τήν τ' οὔρεσι τέκτονες ἄνδρες 390
ἢ πίτυς μακρά, ἣν ἐν τοῖς ὄρεσιν ἄνδρες ξυλουργοὶ

ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·391
ἐξέκοψαν πελέκεσι νεωστὶ ἠκονημένοις, ναυπηγήσιμον εἶναι.

ὣς ὃ πρόσθ' ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς392
οὕτως αὐτὸς ἔμπροσθεν τῶν ἵππων καὶ τοῦ ὀχήματος ἐξαπλωθεὶς ἔκειτο

βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.393
βρυχόμενος καὶ τοὺς ὀδόντας συγκρούων, δραξάμενος τῆς αἵματι πεφυρμένης κόνεως·

ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,394
ὁ ἡνίοχος δὲ αὐτοῦ ἐξεπλάγη τὰς φρένας, ἃς πρότερον εἶχε, καὶ ἔκφρων ἐγένετο,

οὐδ' ὅ γ' ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας 395
οὐδὲ ἐτόλμησεν οὗτος ἐκφυγὼν τὰς χεῖρας τῶν πολεμίων

ἂψ ἵππους στρέψαι, τὸν δ' Ἀντίλοχος μενεχάρμης396
εἰς τοὐπίσω στρέψαι τοὺς ἵππους· τοῦτον δὲ Ἀντίλοχος ὁ καρτερικὸς ἐν πολέμῳ

δουρὶ μέσον περόνησε τυχών· οὐδ' ἤρκεσε θώρηξ397
δόρατι κατὰ τὸ μέσον ἐπιτυχὼν διεπόρπησε, καὶ διήλασεν, οὐδὲ ἐβοήθησεν ὁ θώραξ

χάλκεος ὃν φορέεσκε, μέσῃ δ' ἐν γαστέρι πῆξεν.398
ὁ σιδηροῦς, ὃν ἐφόρει, ἔπηξε δὲ ἐν τῷ μέσῳ τῆς γαστρός·

αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,399
οὗτος δὲ πνευστιῶν κατέπεσεν ἐκ τοὺ ἐπιμελῶς εἰργασμένου ὀχήματος,

ἵππους δ' Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς 400
τοὺς ἵππους δὲ Ἀντίλοχος ὁ υἱὸς τοῦ μεγαλοψύχου Νέστορος

ἐξέλασε Τρώων μετ' ἐϋκνήμιδας Ἀχαιούς.401
ἐξήγαγεν ἀπὸ τῶν Τρῴων πρὸς τοὺς εὐόπλους Ἕλληνας·



Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος402
ὁ Δηίφοβος δὲ πάνυ πλησίον τοῦ Ἰδομενέως παρεγένετο

Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.403
λυπούμενος χάριν τοῦ Ἀσίου, καὶ ἔβαλε δόρατι λαμπρῷ·

ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος404
ἀλλ᾽ οὗτος μὲν ἐξ ἐναντίας θεασάμενος ἐφυλάξατο τὸ σιδηροῦν δόρυ

Ἰδομενεύς· κρύφθη γὰρ ὑπ' ἀσπίδι πάντοσ' ἐΐσῃ, 405
ὁ Ἰδομενεύς, ἐκαλύφθη γὰρ ὑπὸ τῇ κυκλοτερῇ ἀσπίδι,

τὴν ἄρ' ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ406
ἣν δὴ οὗτος ἐν δέρμασι βοῶν καὶ σιδήρῳ λαμπροτάτῳ

δινωτὴν φορέεσκε, δύω κανόνεσσ' ἀραρυῖαν·407
στρογγύλην ἔφερε δυσὶ ῥάβδοις προσηρμοσμένην,

τῇ ὕπο πᾶς ἐάλη, τὸ δ' ὑπέρπτατο χάλκεον ἔγχος,408
ὑπὸ ταύτῃ πᾶς συνειλήθη καὶ συνεκρύβη, τὸ σιδηροῦν δὲ δόρυ ὑπεράνω ἠνέχθη,

καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν409
σκληρῶς δὲ ἤχησεν ἡ ἀσπίς, αὐτοῦ ἐπιψαύσαντος,

ἔγχεος· οὐδ' ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν, 410
οὐδέ γε ματαίως ἀφῆκεν αὐτὸ ἀπὸ τῆς βαρείας καὶ ἰσχυρᾶς χειρός,

ἀλλ' ἔβαλ' Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν411
ἀλλ᾽ ἔτρωσε τὸν Ὑψήνορα τὸν υἱὸν τοῦ Ἱππάσου τὸν βασιλέα τοῦ λαοῦ

ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ' ὑπὸ γούνατ' ἔλυσε.412
κατὰ τὸ ἧπαρ ὑποκάτω τῶν φρενῶν, αὐτίκα δὲ διέλυσε καὶ ἐνέκρωσε τὰ γόνατα.

Δηΐφοβος δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·413
Δηίφοβος δὲ ἐκπληκτικῶς καὶ θαυμαστῶς ἐπεκαυχήσατο, μεγάλως βοήσας·

οὐ μὰν αὖτ' ἄτιτος κεῖτ' Ἄσιος, ἀλλά ἕ φημι414
οὐ μὴν ἀτιμώρητος κεῖται ὁ Ἄσιος, ἀλλ᾽ οἴομαι αὐτὸν καίπερ ὄντα

εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο 415
ἐν Ἄδου τοῦ τὰς πύλας ἐφαρμόζοντος τοῦ ἰσχυροῦ,

γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.416
χαρήσεσθαι κατὰ ψυχήν, ἐπειδὴ παρέσχον αὐτῷ προοδοποιόν.



ὣς ἔφατ', Ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο,417
οὕτως εἶπε. τοῖς Ἕλλησι δὲ λύπη ἐγένετο ἐπικαυχησαμένου,

Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·418
τῷ Ἀντιλόχῳ δὲ μάλιστα τῷ συνετῷ διήγειρε καὶ παρώξυνε τὴν ψυχήν,

ἀλλ' οὐδ' ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,419
ἀλλ᾽ οὐδὲ λυπούμενος τοὺ ἑαυτοῦ φίλου ἠμέλησεν,

ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε. 420
ἀλλὰ τρέχων περὶ αὐτὸν ἔστη, καὶ περιέθηκεν αὐτῷ τὴν ἀσπίδα·

τὸν μὲν ἔπειθ' ὑποδύντε δύω ἐρίηρες ἑταῖροι421
τοῦτον μὲν οὖν ἀνελόμενοι, δύο ἐπιτήδειοι καὶ εὐάρμοστοι φίλοι

Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,422
Μηκιστεὺς ὁ υἱὸς τοῦ Ἐχίου, καὶ ὁ ἔνδοξος Ἀλάστωρ

νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.423
ἔφερον ἐπὶ τὰς κοίλας ναῦς, βαρέως στενάζοντα.



Ἰδομενεὺς δ' οὐ λῆγε μένος μέγα, ἵετο δ' αἰεὶ424
ὁ Ἰδομενεὺς δὲ οὐκ ἐπαύετο τῆς μεγάλης καὶ εὐτόλμου προθυμίας, ἐφίετο δὲ ἀεὶ

ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι 425
ἤ τινα τῶν Τρῴων καλύψαι νυκτὶ σκοτεινῇ,

ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.426
ἢ αὐτὸς καταπεσὼν ψοφῆσαι, ἀποσοβῶν τοῖς Ἕλλησι τὴν φθοράν.

ἔνθ' Αἰσυήταο διοτρεφέος φίλον υἱὸν427
τότε τὸν ἀγαπητὸν υἱὸν τοῦ ἐνδοξότατα τεθραμμένου Αἰσυήτου

ἥρω' Ἀλκάθοον, γαμβρὸς δ' ἦν Ἀγχίσαο,428
τὸν ἥρωα Ἀλκάθουν, γαμβρὸς δὲ ἦν τοῦ Ἀγχίσου,

πρεσβυτάτην δ' ὤπυιε θυγατρῶν Ἱπποδάμειαν429
Ἱπποδάμειαν δὲ τὴν πρεσβυτέρην τῶν θυγατέρων ἐπέραινεν,

τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ 430
ἣν ὁ πατὴρ καὶ ἡ σεβαστὴ μήτηρ περισσῶς κατὰ ψυχὴν ἐφίλησαν

ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο431
ἐν τῷ οἴκῳ· πασῶν γὰρ τῶν ὁμηλίκων διέφερε

κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν432
κάλλει, καὶ ἔργοις, καὶ νῷ, τούτου ἕνεκα καὶ

γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ·433
ἔγημεν αὐτὴν ἀνήρ ἄριστος ἐν τῇ εὐρυχώρῳ Τροίᾳ

τὸν τόθ' ὑπ' Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε434
τοῦτον τότε ἀπέκτεινεν ὁ Ποσειδῶν διὰ τοῦ Ἰδομενέως

θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα· 435
ἀπατήσας τοὺς λαμπροὺς ὀφθαλμούς, κατέσχε δὲ καὶ ἔδησε τὰ φαιδρὰ μέλη·

οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατ' οὔτ' ἀλέασθαι,436
οὔτε γὰρ εἰς τοὐπίσω φυγεῖν ἐδύνατο, οὔτε φυλάξασθαι,

ἀλλ' ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον437
ἀλλ᾽ ὥσπερ στήλην, ἢ δένδρον ἐφ᾽ ὕψους τὰ φύλλα ἔχον,

ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ438
ἀμετακινήτως ἑστῶτα κατὰ τὸ μέσον τοῦ στήθους ἔβαλε τῷ δόρατι

ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα439
ὁ ἥρως Ἰδομενεύς, ἔρρηξε δὲ περὶ αὐτὸν τὸν χιτῶνα

χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον· 440
τὸν σιδηροῦν, ὃς αὐτῷ πρότερον ἀπεσόβει ἀπὸ τοῦ σώματος τὴν φθοράν.

δὴ τότε γ' αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.441
τότε δὴ σκληρῶς ἤχησε σχιζόμενος περὶ τὸ δόρυ,

δούπησεν δὲ πεσών, δόρυ δ' ἐν κραδίῃ ἐπεπήγει,442
καταπεσὼν δὲ ἐψόφησε, τὸ δόρυ δὲ ἐνεπάγη εἰς τὴν καρδίαν,

ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν443
ἣ δὴ αὐτῷ κινουμένη καὶ τὸν σαυρωτῆρα διέσεισε

ἔγχεος· ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος Ἄρης·444
τοῦ δόρατος, ἐκεῖ δὲ μετὰ ταῦτα τὴν ψυχὴν ἀφιέναι τὴν ἰσχὺν ἐποίει ὁ ἰσχυρὸς σίδηρος.

Ἰδομενεὺς δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας 445
Ἰδομενεὺς δὲ ἐκπληκτικῶς καὶ θαυμαστῶς ἐπεκαυχήσατο μεγάλως βοήσας.

Δηΐφοβ' ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι446
ὦ Δηίφοβε, ὄντως που ἄξιόν τι νομίζομεν εἶναι,

τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.447
τρεῖς ἀνθ᾽ ἑνὸς ἀνηρῆσθαι, ἐπειδὴ σύγε μάτην αὐχεῖς καὶ φιλοτιμῇ,

δαιμόνι' ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασ' ἐμεῖο,448
ὦ εὐτυχέστατε, ἀλλὰ καὶ σὺ στᾶθι ἐναντίον ἐμοῦ,

ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδ' ἱκάνω,449
ὅπως θεάσῃ ὁποῖος ἔκγονος τοῦ Διὸς δεῦρο ἀφικόμην,

ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον· 450
ὅς πρῶτον ἐγέννησε τὸν Μίνωα φύλακα τῇ Κρήτῃ νήσῳ·

Μίνως δ' αὖ τέκεθ' υἱὸν ἀμύμονα Δευκαλίωνα,451
ὁ Μίνως δὲ ἐγέννησεν υἱὸν τὸν ἄμεμπτον Δευκαλίωνα·

Δευκαλίων δ' ἐμὲ τίκτε πολέσσ' ἄνδρεσσιν ἄνακτα452
Δευκαλίων δὲ ἐγέννησεν ἐμὲ πολλῶν ἀνδρῶν βασιλέα

Κρήτῃ ἐν εὐρείῃ· νῦν δ' ἐνθάδε νῆες ἔνεικαν453
ἐν τῇ μεγάλῃ πλατείᾳ Κρήτῃ, νυνὶ δὲ αἱ νῆες δεῦρο μὲ ἤνεγκαν

σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.454
κακὸν καὶ δυστυχίαν σοί τε καὶ τῷ σῷ πατρί, καὶ τοῖς ἄλλοις Τρῳσίν.



ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν 455
οὕτως εἶπε. Δηίφοβος δὲ διχῶς ἐμερίμνησεν,

ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων456
ἥ τινά τῶν μεγαλοψύχων Τρῴων ἑταῖρον λάβοι που καὶ συνεργόν,

ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.457
εἰς τοὐπίσω ἀνακάμψας, ἢ καὶ μόνος πειραθείη·

ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι458
οὕτω δ᾽ αὐτῷ φρονοῦντι καὶ λογιζομένῳ ἔδοξε λυσιτελέστερον εἶναι

βῆναι ἐπ' Αἰνείαν· τὸν δ' ὕστατον εὗρεν ὁμίλου459
πορευθῆναι πρὸς τὸν Αἰνείαν, τοῦτον δὲ εὗρεν ἔσχατον πάντων

ἑσταότ'· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ 460
ἑστῶτα, ἀεὶ γὰρ τῷ ἐνδοξοτάτῳ Πριάμῳ ἐμνησικάκει, καὶ ἐπεμέμφετο,

οὕνεκ' ἄρ' ἐσθλὸν ἐόντα μετ' ἀνδράσιν οὔ τι τίεσκεν.461
διότι δὴ ἀνδρεῖον ὄντα οὐδαμῶς ἐν τοῖς ἀνδράσιν ἐτίμα·

ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·462
πλησίον δὲ στὰς λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν·

Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ463
ὦ Αἰνεία γνωμοδότα τῶν Τρῴων, νῦν σε δεῖ πάνυ

γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.464
βοηθῆσαι τῷ σῷ γαμβρῷ, εἴ γέ σε λύπη τις καταλαμβάνοι,

ἀλλ' ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε 465
ἀλλ' ἕπου ἵνα τῷ Ἀλκάθῳ βοηθήσωμεν, ὅς σε τὸ πρῶτον

γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·466
γαμβρὸς ὤν, ἀνέθρεψεν ἐν τοῖς οἴκοις μικρὸν ὄντα·

τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.467
τοῦτον δὲ Ἰδομενεὺς ὁ κατὰ πόλεμον ἔνδοξος ἀπέκτεινεν.

ὣς φάτο, τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,468
οὕτως εἶπε· τούτῳ δὲ ἄρα τὴν ψυχὴν ἐν τῷ στήθει, παρώξυνεν.

βῆ δὲ μετ' Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.469
ὥρμησε δὲ ἐπὶ τὸν Ἰδομενέα μεγάλως τοῦ πολέμου φροντίζων,

ἀλλ' οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς, 470
ἀλλ᾽ οὐ τὸν Ἰδομενέα κατέλαβε φόβος, ὥσπερ τινὰ ὑὸν μονογενῆ,

ἀλλ' ἔμεν' ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,471
ἀλλὰ παρέμενεν, ὥσπερ ὅτε τις χοῖρος ἐν τοῖς ὄρεσι τῇ δυνάμει θαρρῶν οὐ φεύγει,

ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν472
ὅστις παραμένει ἐπερχόμενον τὸν μέγιστον θόρυβον τῶν ἀνδρῶν,

χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·473
ἐν ᾧ τόπῳ μόνος ἀναστρέφεται, ἐξορθοῦται δὲ τὴν χαίτην ἄνωθεν,

ὀφθαλμὼ δ' ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας474
ὀφθαλμοὶ δὲ αὐτῷ ὥσπερ πύρινοι λάμπουσι, τοὺς ὀδόντας δὲ

θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας· 475
ἀκονᾷ καὶ ὀξύνει, ἀμύνασθαι προθυμούμενος τοὺς κύνας καὶ τοὺς ἄνδρας.

ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδ' ὑπεχώρει,476
οὕτω παρέμενεν ὁ Ἰδομενεὺς ὁ κατὰ πόλεμον ἔνδοξος, οὐδὲ ἀνεχώρει

Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δ' ἑταίρους477
καὶ ἐφυλάττετο Αἰνείαν τὸν ἐν τῇ μάχῃ ταχὺν καὶ ἀνδρεῖον· ἐκάλει δὲ τοὺς φίλους,

Ἀσκάλαφόν τ' ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε478
τόν τε Ἀσκάλαφον βλέπων, καὶ τὸν Ἀφαρέα, καὶ τὸν Δηίπυρον,

Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·479
καὶ τὸν Μηριόνην, καὶ τὸν Ἀντίλοχον τοὺς ἐπιστήμονας τῆς μάχης.

τοὺς ὅ γ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· 480
τούτους οὗτος διεγείρων λόγους ταχεῖς ἔλεγεν·

δεῦτε φίλοι, καί μ' οἴῳ ἀμύνετε· δείδια δ' αἰνῶς481
ἄγετ', ὦ φίλοι, ἔλθετε, κἀμοὶ μονωθέντι βοηθήσατε, δέδοικα δὲ χαλεπῶς

Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,482
ἐπερχόμενον τὸν κατὰ πόδας ταχὺν Αἰνείαν, ὅστις ὁρμᾷ κατ' ἐμοῦ,

ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·483
ὃς πάνυ ἰσχυρὸς ἐστιν ἀποκτείνειν τοὺς ἄνδρας ἐν τῷ πολέμῳ,

καὶ δ' ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.484
καὶ δὴ καὶ τὸ ἄνθος τῆς ἀκμαζούσης ἡλικίας ἔχει, ὅπερ ἐστὶ μέγιστον ἐπικράτεια καὶ ἰσχύς·

εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ' ἐπὶ θυμῷ 485
εἰ γὰρ ὁμοίας ἡλικίας εἴημεν, ἐφ᾽ ᾗ ψυχῇ νῦν ἐγώ εἰμι,

αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.486
ταχέως ἂν ἢ ἀπηνέγκατο δόξαν μεγάλην κατ᾽ ἐμοῦ, ἢ ἀπηνεγκάμην κατ᾿ αὐτοῦ.



ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες487
οὕτως εἶπεν. οὗτοι δ᾽ ἄρα πάντες ἓν καὶ τὸ αὐτὸ φρονοῦντες

πλησίοι ἔστησαν, σάκε' ὤμοισι κλίναντες.488
ἐγγὺς ἔστησαν, τὰς τῶν ἀσπίδων περιφερείας κλίναντες, καὶ ἐπιθέντες τοῖς ὤμοις.

Αἰνείας δ' ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι489
Αἰνείας δὲ ἀφ᾿ ἑτέρου μέρους προσεκαλέσατο τοὺς ἑαυτοῦ φίλους,

Δηΐφοβόν τε Πάριν τ' ἐσορῶν καὶ Ἀγήνορα δῖον, 490
τόν τε Δηίφοβον, καὶ τὸν Πάριν, καὶ τὸν ἐνδοξότατον Ἀγήνορα βλέπων,

οἵ οἱ ἅμ' ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα491
οἵ σὺν αὐτῷ ἦσαν ἡγεμόνες τῶν Τρῴων· μετὰ ταῦτα δὲ

λαοὶ ἕπονθ', ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα492
τὸ πλῆθος ἠκολούθει, ὥσπερ μετὰ τὸν προηγούμενον τῆς ποίμνης κριὸν ἀκολουθοῦσι τὰ πρόβατα

πιόμεν' ἐκ βοτάνης· γάνυται δ' ἄρα τε φρένα ποιμήν·493
ἐπὶ τὸ ποτόν, μετὰ τὴν τροφήν, χαίρει δὲ καὶ διαχεῖται κατὰ διάνοιαν ὁ ποιμήν·

ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει494
οὕτως Αἰνείᾳ ἡ ψυχὴ ἐν τῷ στήθει, ἔχαιρεν,

ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ. 495
ἐπειδὴ ἐθεάσατο τὸ πλῆθος τοῦ στρατοῦ ἀκολουθοῦν ἑαυτῷ.



οἳ δ' ἀμφ' Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν496
οὗτοι δὲ περὶ τὸν Ἀλκάθουν ἐκ τοῦ σύνεγγυς ὥρμησαν

μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς497
δόρασι μακροῖς, ὁ σίδηρος δὲ περὶ τὰ στήθη καταπληκτικῶς ἤχει

σμερδαλέον κονάβιζε τιτυσκομένων καθ' ὅμιλον498
καταστοχαζομένων καὶ βαλλόντων κατὰ στρατὸν

ἀλλήλων· δύο δ' ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων499
ἀλλήλους· δύο δὲ ἄνδρες πολεμικοὶ ὑπὲρ τοὺς ἄλλους,

Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ 500
ὅ τε Αἰνείας, καὶ ὁ Ἰδομενεὺς ὅμοιοι τῷ Ἄρει

ἵεντ' ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.501
ἐφίεντο ἀλλήλων κατακόψαι τὸ σῶμα σιδήρῳ ἀνηλεεῖ.

Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·502
πρῶτον δὲ ὁ Αἰνείας ἔβαλε τὸ δόρυ κατὰ τοῦ Ἰδομενέως,

ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,503
ἀλλ᾽ οὗτος μὲν ἐξ ἐναντίας ἰδὼν ἐφυλάξατο τὸ σιδηροῦν δόρυ·

αἰχμὴ δ' Αἰνείαο κραδαινομένη κατὰ γαίης504
ἡ ἐπιδορατὶς δὲ τοῦ Αἰνείου περισειομένη ἐπὶ τῆς γῆς

ᾤχετ', ἐπεί ῥ' ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. 505
ἠνέχθη, ἐπειδὴ μάτην ἀπὸ τῆς ἰσχυρᾶς χειρὸς ὥρμησεν.

Ἰδομενεὺς δ' ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,506
ὁ Ἰδομενεὺς δὲ ἔτρωσε τὸν Οἰνόμαον κατὰ τὸ μέσον τῆς γαστρός,

ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ' ἔντερα χαλκὸς507
διέρρηξε δὲ καὶ ἔθραυσε τὸ κοῖλον τοῦ θώρακος, τὰ ἔντερα δὲ αὐτοῦ ὁ σίδηρος

ἤφυσ'· ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.508
διήντλησεν· οὗτος δὲ καταπεσὼν ἐν τῇ κόνει, ἐλάβετο τῆς γῆς τῇ δρακὶ.

Ἰδομενεὺς δ' ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος509
ὁ Ἰδομενεὺς δὲ ἐκ μὲν τοῦ νεκροῦ τὸ μακρὸν δόρυ

ἐσπάσατ', οὐδ' ἄρ' ἔτ' ἄλλα δυνήσατο τεύχεα καλὰ 510
ἀπέσπασεν, οὐκέτι δὲ τὰ ἄλλα καλὰ ὅπλα ἐδυνήθη

ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.511
ἀφελέσθαι ἀπὸ τῶν ὤμων, κατηναγκάζετο γὰρ ὑπὸ τῶν βελῶν,

οὐ γὰρ ἔτ' ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,512
οὐκέτι γὰρ ἦσαν οἱ πόδες ἀσφαλεῖς ὁρμήσαντι,

οὔτ' ἄρ' ἐπαΐξαι μεθ' ἑὸν· βέλος οὔτ' ἀλέασθαι.513
οὔτε δὴ ἐφορμῆσαι μετὰ τὸ ἑαυτοῦ βέλος, οὔτε φυλάξασθαι,

τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,514
δι' ὃ δὴ καὶ ἐν τῇ ἐκ συστάσεως μάχῃ ἀπεσόβει τὴν ἀνηλεῆ καὶ θανατηφόρον ἡμέραν,

τρέσσαι δ' οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο. 515
τραπῆναι δὲ εἰς φυγὴν οὐ ῥᾳδίως οἱ πόδες ἐξέφερον ἀπὸ τοῦ πολέμου·

τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ516
τούτου δὲ ἠρέμα ἀπερχομένου ἔβαλε δόρατι λαμπρῷ

Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.517
ὁ Δηίφοβος· εἶχε γὰρ αὐτῷ ἀεὶ ἐπιμόνως μνησικακίας·

ἀλλ' ὅ γε καὶ τόθ' ἅμαρτεν, ὃ δ' Ἀσκάλαφον βάλε δουρὶ518
ἀλλ᾽ οὗτός γε καὶ τότε ἀπέτυχεν, Ἀσκάλαφον δὲ αὐτὸς ἔτρωσε τῷ δόρατι

υἱὸν Ἐνυαλίοιο· δι' ὤμου δ' ὄβριμον ἔγχος519
τὸν υἱὸν τοῦ Ἄρεος, διὰ τοῦ ὤμου δὲ τὸ ἰσχυρὸν δόρυ

ἔσχεν· ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 520
διέσχε καὶ διῆλθεν, οὗτος δὲ καταπεσὼν ἐν τῇ κόνει, ἐλάβετο τῆς γῆς τῇ δρακί,

οὐδ' ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης521
οὔπω δ᾽ ἄρα τι ἐμεμαθήκει ὁ μέγα καὶ βαρὺ βοῶν ἰσχυρὸς Ἄρης

υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,522
ἀποθανόντος τοῦ ἑαυτοῦ υἱὸν ἐν τῇ ἰσχυρᾷ μάχῃ·

ἀλλ' ὅ γ' ἄρ' ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν523
ἀλλ' οὗτος ἐν τῷ ἄκρῳ τοῦ Ὀλύμπου ὑπὸ νέφεσι χρυσοῖς

ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι524
ἐκάθητο τῇ τοῦ Διὸς βουλῇ ἐληλάμενος καὶ συγκεκλεισμένος, ὅπου οἱ ἄλλοι

ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο. 525
ἀθάνατοι θεοὶ ἦσαν κωλυόμενοι καὶ εἰργόμενοι τοῦ πολέμου.



οἳ δ' ἀμφ' Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·526
οὗτοι δὲ περὶ τὸν Ἀσκάλαφον ἐκ τοῦ σύνεγγυς ὥρμησαν.

Δηΐφοβος μὲν ἀπ' Ἀσκαλάφου πήληκα φαεινὴν527
Δηίφοβος μὲν οὖν ἀπὸ τοῦ Ἀσκαλάφου τὴν λαμπρὰν περικεφαλαίαν

ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ528
ἥρπασεν· ὁ Μηριόνης δὲ ὅμοιος τῷ ταχεῖ Ἄρει ἐπιπηδήσας

δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δ' ἄρα χειρὸς529
ἔτυψε τὸν βραχίονα αὐτοῦ δόρατι, ἐκ τῆς χειρὸς δ᾽ ἄρα

αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα. 530
ἡ αὐλοὺς ἔχουσα περικεφαλαία εἰς γῆν καταπεσοῦσα ἤχησεν.

Μηριόνης δ' ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς531
ὁ Μηριόνης δὲ πάλιν ἐπιπηδήσας ὥσπερ τις ἀετὸς

ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,532
ἐξείλκυσεν ἀπὸ τοῦ ἐσχάτου μέρους τοῦ βραχίονος τὸ ἰσχυρὸν δόρυ,

ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης533
ὀπίσω δὲ εἰς τὸ πλῆθος τῶν φίλων ἀνεχώρει· τοῦτον δὲ ὁ Πολίτης

αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας534
ὁ αὐτάδελφος περὶ τὰ μέσα αὐτοῦ τὰς χεῖρας διατείνας,

ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρ' ἵκεθ' ἵππους 535
ἐξῆγεν ἀπὸ τοῦ κακὸν ἦχον φέροντος πολέμου, ἕως ἀφίκετο εἰς τοὺς ἵππους αὐτοῦ

ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο536
τοὺς ταχεῖς, οἵτινες αὐτῷ ὄπισθεν τῆς μαχῆς καὶ τοῦ πολέμου

ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ' ἔχοντες·537
ἵσταντο, τὸν ἡνίοχον καὶ τὰ ποικίλως εἰργασμένα ὀχήματα ἔχοντες,

οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα538
οἵ τοῦτον εἰς τὴν πόλιν ἀπέφερον βαρέως στενάζοντα,

τειρόμενον· κατὰ δ' αἷμα νεουτάτου ἔρρεε χειρός.539
καταπονούμενον· τὸ αἷμα δὲ κατέρρει ἐκ τῆς νεοτρώτου χειρός.



οἳ δ' ἄλλοι μάρναντο, βοὴ δ' ἄσβεστος ὀρώρει. 540
οἱ ἄλλοι δὲ ἐμάχοντο, θόρυβος δὲ ἀκατάπαυστος διηγέρθη·

ἔνθ' Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας541
τότε Αἰνείας ὁρμήσας ἐπὶ τὸν Ἀφαρέα τὸν υἱὸν τοῦ Καλήτορος ἔπληξε

λαιμὸν τύψ' ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·542
κατὰ τὸν λαιμὸν δόρατι ὀξεῖ ἐρχόμενον κατ᾽ αὐτοῦ,

ἐκλίνθη δ' ἑτέρωσε κάρη, ἐπὶ δ' ἀσπὶς ἑάφθη543
ἐκάμφθη δὲ εἰς τὸ ἕτερον μέρος ἡ κεφαλή, ἐπηκολούθησε δὲ καὶ ἐπικατήχθη αὐτῷ ἡ ἀσπίς,

καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.544
καὶ ἡ περικεφαλαία, περὶ αὐτὸν δὲ θάνατος ἐχύθη ὁ τὴν ψυχὴν διαχωρίζων (ὁ τὴν ζωὴν φθείρων)·

Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας 545
ὁ Ἀντίλοχος δὲ τὸν Θώονα μεταστραφέντα ἐπιτηρήσας,

οὔτασ' ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,546
ἔτρωσεν ἐφορμήσας, ἀπέκοψε δὲ πᾶσαν τὴν φλέβα,

ἥ τ' ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν' ἱκάνει·547
ἥτις ἀνὰ τὰ νῶτα διερχομένη διόλου εἰς τὸν τράχηλον διήκει,

τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δ' ὕπτιος ἐν κονίῃσι548
ταύτην ὅλην ἀπέτεμεν· οὗτος δὲ ἐπὶ τὰ μετάφρενα ἐν τῇ κόνει

κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.549
κατέπεσεν, ἄμφω ταῖς χεῖρας τοῖς ἀγαπητοῖς φίλοις ἐκτείνας·

Ἀντίλοχος δ' ἐπόρουσε, καὶ αἴνυτο τεύχε' ἀπ' ὤμων 550
ὁ Ἀντίλοχος δὲ ἐφώρμησε, καὶ ἀφῄρει τὰ ὅπλα ἀπὸ τῶν ὤμων

παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος551
περιβλέπων. οἱ Τρῷες δὲ ἐκ περιστάσεως ἄλλοθεν ἄλλος

οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο552
ἔβαλλον τὴν ποικιλωτάτην πλατεῖαν ἀσπίδα, οὐδὲ ἐδύναντο

εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ553
ἐντὸς ἐπιξέσαι τὸ ἁπαλὸν σῶμα σιδήρῳ ἀνηλεεῖ

Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων554
τοῦ Ἀντιλόχου· μάλα γὰρ δὴ ὁ τὴν γῆν κινῶν Ποσειδῶν

Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν. 555
τὸν υἱὸν τοῦ Νέστορος ἔσωζε καὶ ἐν πολλοῖς δόρασιν,

οὐ μὲν γάρ ποτ' ἄνευ δηΐων ἦν, ἀλλὰ κατ' αὐτοὺς556
οὐ μὲν γάρ ποτε ἄνευ πολεμίων ἦν, ἀλλὰ κατ' αὐτοὺς

στρωφᾶτ'· οὐδέ οἱ ἔγχος ἔχ' ἀτρέμας, ἀλλὰ μάλ' αἰεὶ557
ἀνεστρέφετο, οὐδὲ τὸ δόρυ αὐτῷ εἶχεν ἡσύχως, ἀλλὰ πάνυ ἀεὶ

σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν558
κινούμενον περιέστραπτο, προσεῖχε δὲ καὶ ἐσκοπεῖτο κατὰ τὸ ἑαυτοῦ λογιστικόν,

ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.559
ἢ κατά τινος τὸ δόρυ βαλεῖν, ἢ πλησίον ὁρμῆσαι,



ἀλλ' οὐ λῆθ' Ἀδάμαντα τιτυσκόμενος καθ' ὅμιλον 560
ἀλλ᾽ οὐκ ἐλάνθανε τὸν Ἀδάμαντα στοχαζόμενος κατὰ τὸν στρατὸν

Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ561
τὸν υἱὸν τοῦ Ἀσίου, ὅστις αὐτῷ ἔβαλε τὸ μέσον τῆς ἀσπίδος δόρατι ὀξεῖ

ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν562
πλησίον ὁρμήσας, ἀσθενῆ δὲ ἐποίησεν αὐτῷ τὴν ἐπιδορατίδα

κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.563
ὁ μελανόθριξ Ποσειδῶν, φθονήσας αὐτῷ τῆς ζωῆς.

καὶ τὸ μὲν αὐτοῦ μεῖν' ὥς τε σκῶλος πυρίκαυστος564
καὶ τοῦτο μὲν αὐτόθι κατελείφθη, καθάπερ ξύλον

ἐν σάκει Ἀντιλόχοιο, τὸ δ' ἥμισυ κεῖτ' ἐπὶ γαίης· 565
κατὰ τὸ ἄκρον ἀπεξεσμένον πεπυρακτωμένον ἐν τῇ ἀσπίδι τοῦ Ἀντιλόχου, τὸ ἥμισυ δὲ ἔκειτο ἐπὶ τῆς γῆς.

ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων·566
ὀπίσω δὲ εἰς τὸ πλῆθος τῶν φίλων ἀνεχώρει φυλαττόμενος τὴν θανατηφόρον μοῖραν.

Μηριόνης δ' ἀπιόντα μετασπόμενος βάλε δουρὶ567
ὁ Μηριόνης δὲ ἀπερχόμενον ἐπιδιώξας, ἔτρωσε τῷ δόρατι

αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα568
μεταξὺ τῶν ὀρχέων καὶ τοῦ ὀμφαλοῦ, ὅπου μάλιστα

γίγνετ' Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.569
γίνεται ἡ τρῶσις ὀδυνηρὰ τοῖς ἀθλίοις ἀνθρώποις·

ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δ' ἑσπόμενος περὶ δουρὶ 570
ἐκεῖ τὸ δόρυ αὐτῷ ἐνέπηξεν· ὁ δὲ ἑπόμενος (συνεχόμενος) περὶ τὸ δόρυ

ἤσπαιρ' ὡς ὅτε βοῦς τόν τ' οὔρεσι βουκόλοι ἄνδρες571
ἐκινεῖτο ὥσπερ βοῦς, ὃν ἐν τοῖς ὄρεσιν ἄνδρες φύλακες τῶν βοῶν

ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·572
δεσμοῖς ἄκοντα βιαίως δεσμεύσαντες ἄγουσιν.

ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,573
οὕτως αὐτὸς τρωθεὶς ἐκινεῖτο, ἐπ᾿ ὀλίγον μέντοι, οὐ πάνυ γ᾽ ἐπὶ πολύ,

ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ' ἐγγύθεν ἐλθὼν574
ἕως οὗ τὸ δόρυ ἀνέσπασεν, ἐγγύς παραγενόμενος

ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε. 575
ὁ ἥρως Μηριόνης· τοῦτον δὲ σκότος κατ᾽ ὀφθαλμοὺς περιεκάλυψεν.



Δηΐπυρον δ' Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην576
ὁ Ἕλενος δὲ τὸν Δηίπυρον ξίφει κατὰ τὴν κεφαλὴν ἐκ τοῦ σύνεγγυς ἔτρωσε,

Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.577
θρᾳκικῷ, μεγάλῳ, τοὺς ἱμάντας δὲ τῆς περικεφαλαίας ἀπέκοψεν·

ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν578
αὕτη μὲν οὖν ἀποπλανηθεῖσα εἰς γῆν κατέπεσε, καί τις τῶν μαχομένων Ἑλλήνων

μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·579
κυλιομένην ἐν τοῖς ποσὶν ἀνέλαβε·

τὸν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν. 580
τοῦτον δὲ ἐν ὀφθαλμοῖς νὺξ σκοτεινὴ περιεκάλυψε.



Ἀτρεΐδην δ' ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον·581
τὸν υἱὸν δὲ τοῦ Ἀτρέως λύπη κατέλαβε τὸν κατὰ πόλεμον ἀγαθὸν Μενέλαον.

βῆ δ' ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι582
ὥρμησε δὲ ὀργισθεὶς καὶ ἀπειλήσας τῷ Ἥρωϊ Ἑλένῳ τῷ βασιλεῖ,

ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε.583
τὸ ὀξὺ δόρυ περισείων· οὗτος δὲ τὴν νευρὰν (τὸ κέρας) τοῦ τόξου ἀνείλκυεν.

τὼ δ' ἄρ' ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι584
οὗτοι δ᾽ οὖν ὁμοῦ ἀφῆκαν, καὶ συνέτυχον, ὁ μὲν δόρατι ὠξυμένῳ

ἵετ' ἀκοντίσσαι, ὃ δ' ἀπὸ νευρῆφιν ὀϊστῷ. 585
ἐφίετο βαλεῖν, ὁ δὲ ἰῷ ἀπὸ τῆς νευρᾶς.

Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ586
ὁ υἱὸς μὲν οὖν τοῦ Πριάμου ἔπληξε τῷ οἰστῷ

θώρηκος γύαλον, ἀπὸ δ' ἔπτατο πικρὸς ὀϊστός.587
κατὰ τὸ στῆθος τὸ κοῖλον τοῦ θώρακος, ἀπέπτη δὲ καὶ ἀπηνέχθη ὁ δεινὸς ἰός·

ὡς δ' ὅτ' ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ' ἀλωὴν588
ὥσπερ δὲ ὅταν ἀπὸ τοῦ πλατέος πτύου κατὰ τὴν μεγάλην ἅλων

θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι589
ἐφάλλωνται καὶ πηδῶσιν οἱ μέλανες κύαμοι, ἢ οἱ ἐρέβινθοι,

πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ, 590
ὑπὸ αὔρας ὀξέως πνεούσης, καὶ τῆς τοῦ λικμῶντος ῥωμαλεότητος·

ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο591
οὕτως ἀπὸ τοῦ θώρακος τοῦ ἐνδόξου Μενελάου

πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.592
πολὺ ἀποπλανηθεὶς μακρὰν ἀπηνέχθη ὁ χαλεπὸς ἰός.

Ἀτρεΐδης δ' ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος593
ὁ υἱὸς δὲ τοῦ Ἀτρέως ὃ κατὰ μάχην ἀγαθὸς Μενέλαος τὴν χεῖρα

τὴν βάλεν ᾗ ῥ' ἔχε τόξον ἐΰξοον· ἐν δ' ἄρα τόξῳ594
ταύτην ἔτρωσεν, ἥτις δὴ κατεῖχε τὸ εὔξυστον τόξον, ἐν τῷ τόξῳ δ᾽ ἄρα

ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος. 595
καταντικρὺ διὰ τῆς χειρὸς διῆλθε τὸ σιδηροῦν δόρυ.

ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων596
ὀπίσω δὲ εἰς τὸ πλῆθος τῶν φίλων ἀνεχώρει τὴν θανατηφόρον φυλαττόμενος μοῖραν

χεῖρα παρακρεμάσας· τὸ δ' ἐφέλκετο μείλινον ἔγχος.597
τὴν χεῖρα παραχαλάσας, τὸ δὲ ἐκ μελίας δένδρου δόρυ ἐφείλκετο,

καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,598
καὶ τοῦτο μὲν ἐξείλκυσε ἀπὸ τῆς χειρὸς Ἀγήνωρ ὁ μεγαλόψυχος,

αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ599
αὐτὴν δὲ περιεδέσμευσεν ἄνθει καὶ ἐκκρίτῳ ἐρίῳ προβάτου καλῶς

σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν. 600
περιεστραμμένῳ τῇ σφενδόνῃ, ἣν δὴ ὁ θεράπων αὐτοῦ τοῦ βασιλέως τῶν λαῶν εἶχεν.



Πείσανδρος δ' ἰθὺς Μενελάου κυδαλίμοιο601
ὁ Πείσανδρος δὲ εὐθὺ Μενελάου τοῦ ἐνδόξου

ἤϊε· τὸν δ' ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ602
ἐχώρει, τοῦτον δὲ ἦγεν ἡ ἰσχυρὰ μοῖρα εἰς τὸ τοῦ θανάτου τέλος,

σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.603
ὑπὸ σοῦ, ὦ Μενέλαε, ἀναιρεθῆναι ἐν τῇ χαλεπῇ μάχῃ.

οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες604
οὗτοι δὲ ὁπηνίκα δὴ πλησίον ἐγένοντο καταλλήλων ἐπερχόμενοι,

Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ' ἔγχος, 605
ὁ μὲν υἱὸς τοῦ Ἀτρέως ἀπέτυχε, παρετράπη δὲ τὸ δόρυ αὐτοῦ.

Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο606
ὁ Πείσανδρος δὲ τὴν ἀσπίδα τοῦ ἐνδόξου Μενελάου

οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·607
ἔβαλεν, οὐδὲ εἰς τὸ πρόσω ἐδυνήθη πέρασαι τὸν σίδηρον,

ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δ' ἐνὶ καυλῷ608
ἐπέσχε γάρ τὴν ὁρμὴν τὸ πλατὺ σάκος, συνετρίβη δὲ ἐν τῷ τῆς ἐπιδορατίδος αὐλῶ

ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.609
τὸ δόρυ· οὗτος δὲ ἐχάρη κατὰ τὸ ἑαυτοῦ λογιστικόν, καὶ ἤλπιζε νίκην·

Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον 610
ὁ υἱὸς δὲ τοῦ Ἀτρέως σπασάμενος τὴν ἀργυροῦς ἥλους ἔχουσαν ῥομφαίαν

ἆλτ' ἐπὶ Πεισάνδρῳ· ὃ δ' ὑπ' ἀσπίδος εἵλετο καλὴν611
ἐπήδησε κατὰ τοῦ Πεισάνδρου. οὗτος δὲ ἔλαβε τὴν ὑπὸ τὴν ἀσπίδα κρυπτομένην καλὴν

ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ612
ἀξίνην τὴν εὐσίδηρον τῷ ἐξ ἐλαίας στειλειῷ

μακρῷ ἐϋξέστῳ· ἅμα δ' ἀλλήλων ἐφίκοντο.613
τῷ μακρῷ, καὶ καλὼς ἐξεσμένῳ, ὁμοῦ δὲ καὶ ὑπὸ τὸ αὐτὸ ἔτυχον ἀλλήλων·

ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης614
ὁ μὲν γὰρ τὸν λόφον τῆς ἱππείας τρίχας ἐχούσης περικεφαλαίας διέκοψεν

ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον 615
ὑπ’ αὐτὸ τὸ κατὰ τὸ ἄκρον ἐπανεστηκός· ὁ δὲ ἐπερχόμενον κατὰ τὸ μέτωπον

ῥινὸς ὕπερ πυμάτης· λάκε δ' ὀστέα, τὼ δέ οἱ ὄσσε616
ὑπεράνω τοῦ ἐσχάτου τῆς ῥινός, συνεθλάσθησαν δὲ τὰ ὀστᾶ, οἱ ὀφθαλμοὶ δὲ αὐτοῦ

πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,617
αἵματος πλήρεις παρὰ τοῖς ποσὶ κατέπεσον εἰς γῆν ἐν τῇ κόνει,

ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων618
πεσὼν δὲ ἐξετανύσθη· οὗτος δὲ τῷ πλάτει, τοῦ ποδὸς ἐν τῷ στήθει βάς,

τεύχεά τ' ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·619
τὰ ὅπλα ἐσκύλευσε, καὶ ἐπικαυχώμενος λόγον εἶπεν·

λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων 620
οὕτω γε, καταλείψετε δὴ τὰς ναῦς τῶν ταχεῖς ἵππους ἐχόντων Ἑλλήνων,

Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,621
ὦ Τρῷες ἄσπονδοι καὶ παράνομοι, ἄπληστοι τῆς χαλεπῆς μάχης,

ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς622
ἄλλης μὲν βλάβης τε καὶ αἰσχύνης οὐκ ἐνδεεῖς, ἀλλὰ πλήρεις ἐστέ,

ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ623
ἣν ἐμὲ ἐλυμῄνασθε, ὦ κακαὶ κύνες, οὐδέ τι ἐν τῇ ψυχῇ

Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν624
ἐφοβήθητε τὴν ὀργὴν τὴν χαλεπὴν καὶ βαρεῖαν τοῦ μεγάλως ἠχοῦντος Διὸς

ξεινίου, ὅς τέ ποτ' ὔμμι διαφθέρσει πόλιν αἰπήν· 625
τοῦ τῆς ξενίας ἐφόρου, ὅστις διαφθερεῖ ποτὲ καὶ ἀπολέσει ὑμῖν τὴν ὑψηλὴν πόλιν,

οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ626
οἴ μου τὴν ἐκ παρθενίας γαμετὴν καὶ πολλὰ κτήματα

μὰψ οἴχεσθ' ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρ' αὐτῇ·627
ἀδίκως ἀπήλθετε ἔχοντες, ὅτε φιλοφροσύνης ἐτυγχάνετε παρ' αὐτῇ.

νῦν αὖτ' ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι628
καὶ νῦν ἐν ταῖς θαλασσοπλόοις ναυσὶν προθυμεῖσθε

πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δ' ἥρωας Ἀχαιούς.629
βαλεῖν πῦρ ἀφανιστικόν, ἀνελεῖν δὲ τοὺς ἥρωας Ἕλληνας·

ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος. 630
ἀλλὰ δὴ κωλυθήσεσθε καὶ στήσεσθε τοῦ πολέμου, καίπερ προθύμως ὁρμῶντες·

Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων631
ὦ Ζεῦ πάτερ, ὄντως πού σε φασὶ διαφέρειν φρονήσει καὶ ὑπὲρ πάντας εἶναι τοὺς ἄλλους

ἀνδρῶν ἠδὲ θεῶν· σέο δ' ἐκ τάδε πάντα πέλονται·632
ἄνδρας τε καὶ θεούς, ἐκ σοῦ δὲ ταῦτα πάντα γίνονται·

οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι633
ὢ πῶς νῦν χαρίζῃ ἀνδράσιν ὑβρισταῖς καὶ ἀδίκοις

Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται634
τοῖς Τρῳσίν, ὧν ἡ προθυμία ἀεὶ ἄδικός ἐστιν, οὐδὲ δύνανται

φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο. 635
μάχης ἐμπλησθῆναι τοῦ κοινοῦ (χαλεποῦ) πολέμου,

πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος636
πάντων μὲν πλησμονή ἐστι καὶ ὕπνου καὶ συνουσίας,

μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,637
καὶ ᾠδῆς γλυκείας, καὶ ὀρχήσεως ἀμωμήτου,

τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι638
ὧν δή τις καὶ μᾶλλον ἐπιθυμεῖ τὸν ἔρωτα ἐκπληρῶσαι,

ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.639
ἢ τοῦ πολέμου, οἱ Τρῷες δὲ ἄπληστοι μάχης εἰσίν.



ὣς εἰπὼν τὰ μὲν ἔντε' ἀπὸ χροὸς αἱματόεντα 640
οὕτως εἰπών, τὰ μὲν αἵματι, βεβαμμένα ὅπλα ἀπὸ τοῦ σώματος

συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,641
σκυλεύσας τοῖς φίλοις ἔδωκεν ὁ ἄμεμπτος Μενέλαος·

αὐτὸς δ' αὖτ' ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.642
αὐτὸς δὲ πάλιν πορευθεὶς τοῖς πρωταγωνισταῖς συνεμίγη.



ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος643
τότε αὐτῷ ἐπεπήδησεν ὁ υἱὸς Πυλαιμένους τοῦ βασιλέως

Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων644
ὁ Ἁρπαλίων, ὃς δὴ τῷ ἀγαπητῷ πατρὶ ἠκολούθει πολεμεῖν

ἐς Τροίην, οὐδ' αὖτις ἀφίκετο πατρίδα γαῖαν· 645
εἰς τὴν Τροίαν, οὐδὲ πάλιν ἐπανῆκεν εἰς τὴν πατρίδα γῆν,

ὅς ῥα τότ' Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ646
ὃς δὴ τότε ἔβαλε δόρατι τὸ μέσον τῆς ἀσπίδος τοῦ υἱοῦ τοῦ Ἀτρέως

ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι647
ἐκ τοῦ σύνεγγυς, οὐδὲ ἐδυνήθη εἰς τὸ πρόσω διαπεράσαι τὸν σίδηρον,

ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων648
ὀπίσω δὲ εἰς τὸ πλῆθος τῶν φίλων ἀνεχώρει φυλαττόμενος τὴν θανατηφόρον μοῖραν

πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.649
εἰς πάντα τόπον περιβλέπων μή τις σιδήρῳ τὸ σῶμα βάλῃ.

Μηριόνης δ' ἀπιόντος ἵει χαλκήρε' ὀϊστόν, 650
ὁ Μηριόνης δὲ ἀπερχομένου ἀφῆκε τὸν σιδήρῳ ἡρμοσμένον ἰόν,

καί ῥ' ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς651
καὶ ἔτρωσεν κατὰ τὸν δεξιὸν σφαίρωμα· ὁ ἰὸς δὲ

ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον ἐξεπέρησεν.652
ἀπαντικρὺς κατὰ τὴν φύσαν ὑπὸ τὸ ὀστοῦν διεξῆλθε·

ἑζόμενος δὲ κατ' αὖθι φίλων ἐν χερσὶν ἑταίρων653
καθεζόμενος δὲ αὐτόθι ἐν ταῖς χερσὶ τῶν ἀγαπητῶν φίλων

θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ654
ἀποπνέων τὴν ψυχήν, ἤτοι τὸ πνεῦμα ὥσπερ σκώληξ, ἐπὶ γῆς

κεῖτο ταθείς· ἐκ δ' αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν. 655
τανυσθεὶς ἔκειτο, ἐξέρρει δὲ τὸ μέλαν αἷμα, ἔβρεχε (ἔβαπτε ἐμάλαττε) δὲ τὴν γῆν·

τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,656
περὶ μὲν οὖν τοῦτον, οἱ μεγαλόψυχοι Παφλαγόνες ἠσχολοῦντο,

ἐς δίφρον δ' ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν657
εἰς τὸν δίφρον δὲ ἀναβιβάσαντες ἦγον εἰς τὴν ἱερὰν Ἴλιον

ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,658
λυπούμενοι, μετ᾽ αὐτῶν δὲ ὁ πατὴρ ἐπορεύετο δακρυρροῶν,

ποινὴ δ' οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.659
τιμωρία δὲ οὐδαμῶς ἐγένετο τοῦ υἱοῦ ἀποθανόντος·



τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη· 660
τούτου δὲ ἀναιρεθέντος, πάνυ κατὰ ψυχὴν ὠργίσθη ὁ Πάρις,

ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·661
ξένος γὰρ αὐτῷ ἣν ἐν πολλοῖς Παφλαγόσι·

τοῦ ὅ γε χωόμενος προΐει χαλκήρε' ὀϊστόν.662
τούτου ἕνεκα οὗτος βαρέως ὀργιζόμενος ἄφηκε σιδήρῳ ἡρμοσμένον ἰόν·

ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς663
ἦν δέ τὶς Εὐχήνωρ υἱὸς Πολυΐδου τοῦ μάντεως

ἀφνειός τ' ἀγαθός τε Κορινθόθι οἰκία ναίων,664
πλούσιος καὶ χρηστός, ἐν Κορίνθῳ τὴν οἰκίαν οἰκῶν,

ὅς ῥ' εὖ εἰδὼς κῆρ' ὀλοὴν ἐπὶ νηὸς ἔβαινε· 665
ὃς δὴ καλῶς ἐπιστάμενος τὴν ἀφανιστικὴν μοίραν ἐπέβαινε τῆς νεώς·

πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος666
πολλάκις γὰρ προεῖπεν αὐτῷ ὁ πατὴρ ὁ χρηστὸς Πολυΐδος,

νούσῳ ὑπ' ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,667
ὑπὸ νόσου χαλεπῆς ἀποθανεῖν ἐν τοῖς ἰδίοις οἴκοις,

ἢ μετ' Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·668
ἢ ἐν ταῖς ναυσὶ τῶν Ἑλλήνων ὑπὸ τῶν Τρῴων ἀναιρεθῆναι,

τώ ῥ' ἅμα τ' ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν669
δι᾿ ὃ δὴ ἅμα καὶ τὴν ὀδυνηρὰν βλάβην τῶν Ἑλλήνων

νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ. 670
ἐξέκλινε, καὶ τὴν μισητὴν νόσον, ὅπως μὴ πάθῃ λύπας, καὶ ὀδύνας ἐν τῇ ψυχῇ·

τὸν βάλ' ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς671
τοῦτον ἔτρωσεν ὑποκάτω τοῦ ὠτὸς καὶ τῆς γνάθου (σιαγόνος), ταχέως δὲ ἡ ψυχὴ

ᾤχετ' ἀπὸ μελέων, στυγερὸς δ' ἄρα μιν σκότος εἷλεν.672
ἀνεχώρησε τῶν μελῶν, μισητὸν δὲ σκότος αὐτὸν κατέλαβεν.



ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·673
οὕτως οὗτοι μὲν ἐμάχοντο, δίκην σώματος πυρὸς καιομένου.

Ἕκτωρ δ' οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη674
Ἕκτωρ δὲ ὁ τῷ Διὶ προσφιλὴς οὐκ ἤκουσεν, οὐδέτι ἠπίστατο

ὅττί ῥά οἱ νηῶν ἐπ' ἀριστερὰ δηϊόωντο 675
ὅτι δὴ αὐτῷ ἐπὶ τὰ ἀριστερὰ τῶν νεῶν ἀνῃροῦντο

λαοὶ ὑπ' Ἀργείων. τάχα δ' ἂν καὶ κῦδος Ἀχαιῶν676
οἱ λαοὶ ὑπὸ τῶν Ἑλλήνων, ταχέως δ᾽ ἂν καὶ δόξα τῶν Ἑλλήνων

ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος677
ἐγένετο, οὕτω γὰρ ὁ συνέχων τὴν γῆν καὶ κινῶν αὐτὴν

ὄτρυν' Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·678
παρώξυνε τοὺς Ἕλληνας, πρὸς δὲ τῷ αὐτῶν σθένει καὶ αὐτὸς ἐπεκούρει·

ἀλλ' ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο679
ἀλλ᾽ ἐχώρει ὅπου τὸ πρῶτον τάς πύλας καὶ τὸ τεῖχος εἰσεπήδησε,

ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων, 680
διαλύσας τὰς πυκνὰς καὶ ἰσχυρὰς τάξεις τῶν ὁπλιτῶν Ἑλλήνων,

ἔνθ' ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου681
ὅπου ἦσαν αἱ νῆες τοῦ Αἴαντος καὶ τοῦ Πρωτεσιλάου,

θῖν' ἔφ' ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε682
εἰς τὸν αἰγιαλὸν τῆς λευκῆς θαλάσσης εἱλκυσμέναι, ὑπεράνω δὲ

τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα683
τεῖχος ᾠκοδόμητο χθαμαλώτατον, ἐκεῖ μάλιστα

ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.684
χρειώδεις ἦσαν τῇ μάχῃ αὐτοί τε καὶ οἱ ἵπποι,



ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες 685
ἐκεῖ δὲ Βοιωτοὶ καὶ Ἰάονες, οἱ σιδηροθώρακες (οἱ ποδήρεις χιτῶνας ἔχοντες),

Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ686
Λοκροί, καὶ οἱ Φθῖοι, καὶ οἱ λαμπρὰς πανοπλίας ἔχοντες Ἐπειοὶ

σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο687
μόλις ἐφορμῶντα κατὰ τῶν νεῶν ἐκώλυον, οὐδὲ ἠδύναντο

ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον688
ἀπελάσαι ἀφ᾽ ἑαυτῶν τὸν ὅμοιον φλογὶ ἐνδοξότατον Ἕκτορα·

οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δ' ἄρα τοῖσιν689
οἱ τῶν Ἀθηναίων προκαταριθμημένοι· ἐν αὐτοῖς δὲ

ἦρχ' υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δ' ἅμ' ἕποντο 690
ἡγεμόνευεν ὁ τοῦ Πετεοῦ υἱὸς Μενεσθεύς· οὗτοι δὲ συνείποντο,

Φείδας τε Στιχίος τε Βίας τ' ἐΰς· αὐτὰρ Ἐπειῶν691
ὅ τε Φείδας, καὶ ὁ Στιχίος, καὶ ὁ γενναῖος Βίας· τῶν Ἐπειῶν δὲ ὅτε

Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,692
Μέγης ὁ υἱὸς τοῦ Φυλέως, καὶ ὁ Ἀμφίων, καὶ ὁ Δράκιος.

πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.693
πρὸ τῶν Φθίων δὲ ὁ Μέδων, καὶ ὁ τοῖς ποσὶν ἐπαρκῶν Μενεπτόλεμος,

ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο694
καὶ ὁ μὲν υἱὸς νόθος τοῦ θείου Ὀϊλέως

ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν 695
ἦν ὁ Μέδων, ἀδελφὸς τοῦ Αἴαντος, κατῴκει δὲ

ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς696
ἐν τῇ Φυλάκῃ πόρρω τῆς πατρίδος γῆς, ἄνδρα ἀποκτείνας,

γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ' Ὀϊλεύς·697
ἀδελφὸν τῆς μητρυιᾶς αὐτοῦ τῆς Ἐριώπιδος, ἣν εἶχεν ὁ Ὀϊλεύς.

αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.698
ὁ δὲ ἦν ὑὸς Ἰφίκλου τοῦ υἱοῦ τοῦ Φυλάκου·

οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες699
οὗτοι μὲν πρὸ τῶν μεγαλοψύχων Φθίων καθοπλισθέντες

ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο· 700
παρὰ ταῖς ναυσὶν ἀντιμαχόμενοι μετὰ τῶν Βοιωτῶν ἐπολέμουν.

Αἴας δ' οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς701
Αἴας δὲ ὃ ταχύπους υἱὸς τοῦ Ὀϊλέως οὐδαμῶς

ἵστατ' ἀπ' Αἴαντος Τελαμωνίου οὐδ' ἠβαιόν,702
ἵστατο πόρρρω τοῦ Αἴαντος τοῦ υἱοῦ τοῦ Τελαμῶνος, οὐδ᾽ ὀλίγον·

ἀλλ' ὥς τ' ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον703
ἀλλ᾽ ὥσπερ ἐν γῇ νεωστὶ ἠροτριωμένῃ βόες μέλανες ἄροτρον

ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δ' ἄρά σφι704
ἡρμοσμένον ἕλκουσιν ἴσην ἔχοντες προθυμίαν, περὶ δὲ

πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς· 705
τὰ κάτω περὶ τὴν σάρκα τῶν κεράτων αὐτῶν πολὺς ἱδρὼς ἀναφέρεται,

τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει706
τούτους μέντοι ὁ εὔξεστος ζυγὸς μόνον διαχωρίζει προθύμως

ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·707
ἰόντας κατὰ τὴν αὔλακα, τέμνει δὲ τὸ ἄροτρον τὸ πέρας τῆς γῆς·

ὣς τὼ παρβεβαῶτε μάλ' ἕστασαν ἀλλήλοιιν.708
οὕτως οὗτοι ἵσταντο πάνυ πλησίον ἀλλήλων·

ἀλλ' ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ709
ἀλλὰ τῷ μὲν υἱῷ τοῦ Τελαμῶνος πολλοὶ καὶ καλοὶ

λαοὶ ἕπονθ' ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο 710
λαοὶ ἠκολούθουν φίλοι, οἵτινες αὐτῷ τὴν ἀσπίδα παρελάμβανον,

ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθ' ἵκοιτο.711
ὁπηνίκα αὐτὸν κόπος τε καὶ ἱδρὼς κατὰ τὰ γόνατα κατελάμβανε.

οὐδ' ἄρ' Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·712
τῷ υἱῷ δὲ τοὺ Ὀϊλέως τῷ μεγαλοψύχῳ οὐκ ἠκολούθουν οἱ Λοκροί,

οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·713
οὐ γὰρ ἐν τῇ κατὰ σύστασιν μάχῃ παρέμενεν ἡ προσφιλὴς αὐτῶν ψυχήν,

οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,714
οὐ γὰρ εἶχον περικεφαλαίας σιδηρᾶς, ἱππείας τρίχας ἐχούσας,

οὐδ' ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα, 715
οὐδὲ εἶχον ἀσπίδας εὐπεριφερεῖς, καὶ δόρατα ἐκ μελίας,

ἀλλ' ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ716
ἀλλὰ τόξοις καὶ καλῶς περιεστραμμένῳ ἐρίῳ προβάτου θαρροῦντες,

Ἴλιον εἰς ἅμ' ἕποντο πεποιθότες, οἷσιν ἔπειτα717
εἰς τὸ Ἴλιον συνείποντο, οἷς μετὰ ταῦτα

ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·718
πυκνῶς ἀφιέντες ἐρρήγνυον καὶ διέλυον τὰς τάξεις τῶν Τρῴων.

δή ῥα τόθ' οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι719
τότε δ᾽ οὖν οὗτοι μὲν ἔμπροσθεν σὺν τοῖς ποικίλως εἰργασμένοις ὅπλοις

μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ, 720
ἐμάχοντο τοῖς τε Τρῳσί, καὶ τῷ σιδήρῳ καθωπλισμένῳ Ἕκτορι.

οἳ δ' ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης721
οὗτοι δὲ ὄπισθεν ἀφιέντες καὶ πλήττοντες ἐλάνθανον, οὐδέτι πολέμου καὶ μάχης

Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.722
οἱ Τρῷες ἐμέμνηντο, συνέχεον γὰρ καὶ συνετάραττον αὐτοὺς οἱ ἰοί·



ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων723
τότ᾽ ἂν χαλεπῶς ἀπὸ τῶν νεῶν καὶ τῶν σκηνῶν

Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,724
οἱ Τρῷες ἀνεχώρησαν ἐπὶ τὴν ἀνέμοις καταπνεομένην καὶ ὑψηλὴν Ἴλιον,

εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· 725
εἰ μὴ ὁ Πολυδάμας παραγενόμενος εἶπε πρὸς τὸν εὔτολμον Ἕκτορα·

Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.726
ὧ Ἕκτορ ἀνίκητος, καὶ ἀπαραμύθητος εἶ λόγοις παρηγορητοῖς, ἤτοι παραμυθήμασι καὶ ὑποθήκαις πείθεσθαι,

οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα727
διότι σοι περιττῶς ἔδωκεν ὁ θεὸς τὰς πολεμικὰς πράξεις,

τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·728
τούτου χάριν καὶ βουλῇ θέλεις μᾶλλον τῶν ἄλλων εἰδέναι,

ἀλλ' οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.729
ἀλλ' οὐδαμῶς ὁμοῦ πάντα δυνήσεται ὁ αὐτὸς λαβεῖν·

ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα, 730
ἄλλῳ μὲν γὰρ ἔδωκεν ὁ θεὸς τὰς πολεμικὰς πράξεις,

ἄλλῳ δ' ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,731
ἄλλῳ δὲ τὸ ὀρχεῖσθαι, ἄλλῳ δὲ τὸ κιθαρίζειν, καὶ ᾄδειν,

ἄλλῳ δ' ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς732
ἄλλῳ δὲ τίθησιν ἐν τῷ στήθει νοῦν ὁ μεγαλόφωνος Ζεὺς

ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ' ἄνθρωποι,733
ἀγαθόν, τούτου δὲ πολλοὶ ἄνθρωποι ἀπολαύουσι,

καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.734
καὶ πολλοὺς ἔσωσε, μᾶλλον δὲ τῶν ἄλλων αὐτὸς διέγνω τὴν ἐκ τοῦ πράγματος ὠφέλειαν καὶ σωτηρίαν·

αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα· 735
ἐγὼ δὲ λέξω καθάπερ μοι δοκεῖ ἔχειν ἀρίστως·

πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·736
πανταχόθεν δή σε ὁ τοῦ πολέμου κύκλος περιείληφεν·

Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν737
οἱ δὲ μεγαλόψυχοι Τρῷες ἀφ' οὗ τὸ τεῖχος διέβησαν,

οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται738
οἱ μὲν πορρώτερον ἵστανται ἔνοπλοι, οἱ δὲ πολεμοῦσιν

παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.739
ἐλάττους πλείοσι διαμερισθέντες κατὰ τὰς ναῦς·

ἀλλ' ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους· 740
ἀλλ᾽ ἀναχωρήσας, κάλει δεῦρο πάντας τοὺς κρατίστους,

ἔνθεν δ' ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν741
ἐντεῦθεν δ᾽ ἄν πάνυ πᾶσαν βουλευσαίμεθα βουλήν,

ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν742
ἢ ἵνα εἰς τὰς πολυκαθέδρους ναῦς ἐπιπέσωμεν,

αἴ κ' ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα743
ἐὰν ὁ θεὸς ἐθέλῃ δοῦναι νίκην, ἢ ἵνα μετὰ ταῦτα

πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε744
ἐκ τῶν γεῶν πορευθῶμεν μηδὲν παθόντες· ὄντως γὰρ ἔγωγε

δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ 745
δέδοικα μὴ τὸ χθεσινὸν ἀποδώσωσιν οἱ Ἕλληνες

χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο746
χρέος· ἐπειδὴ παρὰ ταῖς ναυσὶν ἀνὴρ ἀκόρεστος μάχης

μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.747
μένει, ὃν οὐδαμῶς τοῦ λοιποῦ κωλυθήσεσθαι καὶ στήσεσθαι τοῦ πολεμεῖν ὑπολαμβάνω.

ὣς φάτο Πουλυδάμας, ἅδε δ' Ἕκτορι μῦθος ἀπήμων,748
οὕτως εἶπεν ὁ Πολυδάμας. ἤρεσε δὲ τῷ Ἕκτορι ὁ ἀβλαβὴς λόγος,

αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε749
-

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 750
καὶ φωνήσας ἔλεγε λόγους ταχεῖς πρὸς αὐτόν·

Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,751
ὦ Πολυδάμα, σὺ μὲν αὐτόθι κάτεχε πάντας τοὺς ἀριστεῖς,

αὐτὰρ ἐγὼ κεῖσ' εἶμι καὶ ἀντιόω πολέμοιο·752
ἐγὼ δὲ ἐκεῖσε πορεύσομαι, καὶ τῆς μάχης μεθέξω,

αἶψα δ' ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.753
ταχέως δὲ πάλιν ἐλεύσομαι, ἐπειδὰν τούτοις ἐπιτάξω καλῶς.



ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς754
εἶπε δὴ καὶ ὥρμησεν ὅμοιος ὄρει χιόνι κεκαλυμμένῳ,

κεκλήγων, διὰ δὲ Τρώων πέτετ' ἠδ' ἐπικούρων. 755
βοῶν, ἐπέτετο δὲ διὰ τῶν Τρῴων καὶ τῶν ἐπικούρων·

οἳ δ' ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα756
οὗτοι δὲ πρὸς τὸν διὰ τὴν ἀνδρίαν ἀγαπώμενον Πολυδάμαντα τὸν υἱὸν τοῦ Πάνθου

πάντες ἐπεσσεύοντ', ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.757
ἅπαντες ἐπῄεσαν, ἐπειδὴ ἤκουσαν τὴν φωνὴν τοῦ Ἕκτορος.

αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θ' Ἑλένοιο ἄνακτος758
οὗτος δὲ τόν τε Δηίφοβον, καὶ τὴν ἰσχὺν Ἑλένου τοῦ βασιλέως, ἤτοι τὸν Ἕλενον,

Ἀσιάδην τ' Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν759
καὶ Ἀδάμαντα τὸν υἱὸν τοῦ Ἀσίου, καὶ Ἄσιον τὸν υἱὸν τοῦ Ὑρτάκου

φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι. 760
διήρχετο ζητῶν ἀνὰ τοὺς πρωταγωνιστάς, εἴ που εὕροι·

τοὺς δ' εὗρ' οὐκέτι πάμπαν ἀπήμονας οὐδ' ἀνολέθρους·761
τούτους δὲ εὗρεν οὐδαμὼς ἄνευ βλάβους, οὐδὲ ἄνευ φθορᾶς, καὶ θανάτου·

ἀλλ' οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν762
ἀλλ᾽ οἱ μὲν δὴ παρὰ ταῖς πρύμναις τῶν νεῶν τῶν Ἑλλήνων

χερσὶν ὑπ' Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,763
ἔκειντο ἀπολέσαντες τὰς ψυχὰς ὑπὸ τῶν χειρῶν τῶν Ἑλλήνων·

οἳ δ' ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.764
οἵ δὲ ἦσαν τῷ τείχει πόρρωθεν καὶ ἐκ τοῦ σύνεγγυς τετρωμένοι.

τὸν δὲ τάχ' εὗρε μάχης ἐπ' ἀριστερὰ δακρυοέσσης 765
ταχέως δὲ εὗρεν ἐπὶ τὸ ἀριστερὸν μέρος τῆς δακρύων γεμούσης μάχης

δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο766
τὸν ἐνδοξότατον Ἀλέξανδρον, τὸν ἄνδρα τῆς καλλικόμου Ἑλένης

θαρσύνονθ' ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,767
θαρσοποιοῦντα τοὺς φίλους, καὶ παροξύνοντα πολεμεῖν.

ἀγχοῦ δ' ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·768
πλησίου δὲ στὰς εἶπε πρὸς αὐτὸν λόγοις αἰσχροῖς, καὶ ἀναιδέσιν

Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ769
ὦ Πάρι κακέ, βέλτιστε κατὰ τὴν μορφήν, ἐπὶ γυναιξὶ μαινόμενε, ψεῦστα καὶ ἀπατεῶν,

ποῦ τοι Δηΐφοβός τε βίη θ' Ἑλένοιο ἄνακτος 770
ποῦ σοι ὁ Δηίφοβος, καὶ ἡ ἰσχὺς Ἑλένου τοῦ βασιλέως

Ἀσιάδης τ' Ἀδάμας ἠδ' Ἄσιος Ὑρτάκου υἱός;771
καὶ Ἀδάμας ὃ τοῦ Ἀσίου υἱός, καὶ Ἄσιος ὁ υἱὸς τοῦ Ὑρτάκου;

ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατ' ἄκρης772
ποῦ δέ σοι ὁ Ὀθρυονεύς; νυνὶ ἀπώλετο καὶ ἐφθάρη ἕως τῆς ἀκροπόλεως

Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.773
καὶ διόλου ἡ ὑψηλὴ Ἴλιος· νυνὶ σοι πλήρης καὶ ἀνελλιπὴς ὀλεθρία φϑορά.



τὸν δ' αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·774
πρὸς τοῦτον δὲ εἶπεν ὁ θεῖον εἶδος ἔχων Ἀλέξανδρος·

Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι, 775
ὦ Ἕκτορ, ἐπειδή σοι προθυμία ἐστὶ αἰτιᾶσθαι τὸν ἀνυπαίτιον,

ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο776
ἄλλοτε δήποτε μᾶλλον ἀναχωρήσειν τῆς μάχης

μέλλω, ἐπεὶ οὐδ' ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·777
μέλλω, ἐπειδὴ οὐδ' ἐμὲ παντελῶς ἀσθενῆ ἔτεκεν ἡ μήτηρ·

ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,778
ἀφ' οὗ γὰρ τὴν τῶν φίλων μάχην παρώξυνας παρὰ ταῖς ναυσίν,

ἐκ τοῦ δ' ἐνθάδ' ἐόντες ὁμιλέομεν Δαναοῖσι779
ἐξ ἐκείνου ἐνταῦθα ὄντες κατὰ ἴλας συμβάλλομεν τοῖς Ἕλλησιν

νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς. 780
ἀδιαλείπτως, οἱ φίλοι δὲ οὓς σὺ ζητεῖς, ἀνῃρέθησαν.

οἴω Δηΐφοβός τε βίη θ' Ἑλένοιο ἄνακτος781
μόνοι ὁ Δηίφοβος, καὶ ἡ ἰσχὺς τοῦ βασιλέως Ἑλένου

οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν782
ἀνεχώρησαν, βεβλημένοι δόρασι μακροῖς

ἀμφοτέρω κατὰ χεῖρα· φόνον δ' ἤμυνε Κρονίων.783
ἀμφότεροι κατὰ τὴν χεῖρα, τὸν φόνον δὲ καὶ τὸν θάνατον ἀπεσόβησεν ὁ υἱὸς τοῦ Κρόνου·

νῦν δ' ἄρχ' ὅππῃ σε κραδίη θυμός τε κελεύει·784
νῦν δὲ ἡγοῦ ὅπου σοι ἡ καρδία, καὶ ἡ προαίρεσις ἐπιτάσσει·

ἡμεῖς δ' ἐμμεμαῶτες ἅμ' ἑψόμεθ', οὐδέ τί φημι 785
ἡμεῖς δὲ προθύμως ὁμοῦ ἀκολουθήσομεν, οὐκέτι οἴομαι

ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.786
δυνάμεως ἐνδεεῖς ἔσεσθαι ταύτης, ὅση μοι πάρεστι νῦν ἰσχύς·

πὰρ δύναμιν δ' οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.787
παρὰ δύναμιν δὲ οὐκ ἔστι δυνατὸν καὶ προθυμούμενον μάχεσθαι.

ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·788
οὕτως εἰπὼν ἀνέπεισε τὴν τοῦ ἀδελφοῦ διάνοιαν ὁ ἥρως·

βὰν δ' ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν789
ὥρμησαν δὲ πορεύεσθαι ὅπου μᾶλλον ὁ πόλεμος καὶ ἡ μάχη ἦν,

ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα 790
περί τε τὸν Κεβριόνην, καὶ τὸν ἀμώμητον Πολυδάμαντα,

Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην791
καὶ τὸν Φάλκην, καὶ τὸν Ὀρθαῖον, καὶ τὸν ἰσόθεον Πολυφήτην

Πάλμύν τ' Ἀσκάνιόν τε Μόρυν θ' υἷ' Ἱπποτίωνος,792
καὶ τὸν Πάλμην, καὶ τὸν Ἀσκάνιον, καὶ Μόρυν τὸν υἱὸν τοῦ Ἱπποτίωνος,

οἵ ῥ' ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ793
οἳ δὴ ἀφίκοντο ἐκ τῆς εὐγαίου Ἀσκανίας ἐξαμοιβῆς καὶ διαδοχῆς βοηθοὶ

ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.794
τῇ προτέρᾳ ἡμέρᾳ· τότε δὲ ὁ Ζεὺς διήγειρε πολεμεῖν·

οἳ δ' ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ, 795
οὗτοι δὲ ἐπορεύοντο ὅμοιοι συστροφῇ ἀνέμων χαλεπῶν, καὶ σφοδρῶν,

ἥ ῥά θ' ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,796
ἣ δὴ μετὰ βροντῆς τοῦ Διὸς τοῦ πατρὸς ἐπιφέρεται μὲν ὡς ἐπὶ τὴν γῆν,

θεσπεσίῳ δ' ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ797
θείῳ δὲ θορύβῳ συμμίγνυται τῇ θαλάσσῃ, ἐν αὐτῇ δὲ πολλὰ

κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης798
κύματα ἐν τῷ ἀναζέειν ἠχοῦντα τῆς πολυταράχου θαλάσσης

κυρτὰ φαληριόωντα, πρὸ μέν τ' ἄλλ', αὐτὰρ ἐπ' ἄλλα·799
ἐξογκούμενα, λευκὰ τῷ ἀφρῷ, πρόσω μὲν ἄλλα, ὀπίσω δὲ ἄλλα ἀποτελοῦνται.

ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπ' ἄλλοι, 800
οὕτως οἱ Τρῷες ἄλλοι μὲν ἔμπροσθεν ἰσχυρῶς ἡρμοσμένοι, ὀπίσω δὲ ἄλλοι

χαλκῷ μαρμαίροντες ἅμ' ἡγεμόνεσσιν ἕποντο.801
σιδήρῳ περιλάμποντες, μετὰ τῶν ἡγεμόνων ἠκολούθουν.

Ἕκτωρ δ' ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ802
ὁ Ἕκτωρ δὲ προηγεῖτο ὅμοιος τῷ ἀνθρωποκτόνῳ Ἄρει,

Πριαμίδης· πρόσθεν δ' ἔχεν ἀσπίδα πάντοσ' ἐΐσην803
ὁ υἱὸς τοῦ Πριάμου, ἐκράτει δ᾽ ἔμπροσθεν τὴν πανταχόθεν ἴσην ἀσπίδα καὶ κυκλοτερῆ,

ῥινοῖσιν πυκινήν, πολλὸς δ' ἐπελήλατο χαλκός·804
πυκνὴν καὶ στερεὰν τοῖς δέρμασιν, πολὺς δὲ ἐφήπλωτο χαλκός,

ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ. 805
περὶ δὲ τοὺς κροτάφους αὐτοῦ περιεκινεῖτο ἡ λαμπρὰ περικεφαλαία,

πάντῃ δ' ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,806
εἰς πάντα δὲ τόπον περὶ τὰς τάξεις ἠρέμα χωρῶν ἐπεχείρει,

εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·807
εἴ πως αὐτῷ ὑποχωρήσειαν ὑπὸ τὴν ἀσπίδα τιθέντι τοὺς πόδας καὶ οὕτω προβαίνοντι,

ἀλλ' οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.808
ἀλλ᾽ οὐ συνείχει καὶ ἐθορύβει τὴν τῶν Ἑλλήνων ψυχὴν ἐν τοῖς στήθεσιν.

Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων·809
Αἴας δὲ πρῶτον εἰς μάχην ἐκάλεσε μεγάλως προποδίζων καὶ διασκελῶν λέγων·

δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως 810
ὦ εὐτυχέστατε, ἴθι πλησίον, τί δὴ οὕτω δέδοικας

Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,811
τοὺς Ἕλληνας; οὐδαμὼς ἀνεπιστήμονες καὶ ἄπειροι πολέμου ἐσμέν,

ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.812
ἀλλὰ πλήκτρῳ κακῷ καὶ πληγῇ θείᾳ ἐδαμάσθημεν καὶ ἡττήθημεν οἱ Ἕλληνες.

ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν813
ὄντως δήπου σοι ἡ ψυχὴ ἐλπίζει ἐκπορθήσειν

νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.814
τὰς ναῦς, εὐθέως (ῥᾳδίως) μέντοι βοηθεῖν, χεῖρές εἰσι καὶ ἡμῖν·

ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ 815
ὄντως ἂν πολλῷ πρότερον ἡ ὑμέτερα καλῶς οἰκουμένη πόλις φανείη

χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.816
κρατηθεῖσα καὶ ἐκπορθουμένη ὑπὸ τῶν ἡμετέρων χειρῶν·

σοὶ δ' αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων817
σοὶ δὲ αὐτῷ οἴομαι ἐγγὺς εἶναι, ὁπηνίκα φεύγων

ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι818
εὔξῃ τῷ πατρὶ τῷ Διὶ καὶ τοῖς ἄλλοις ἀθανάτοις θεοῖς

θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,819
ταχίονας ἱεράκων εἶναι τοὺς ὡραιότριχας ἵππους,

οἵ σε πόλιν δ' οἴσουσι κονίοντες πεδίοιο. 820
οἵ σε εἰς τὴν πόλιν κομίσουσι τρέχοντες διὰ τοῦ πεδίου.



ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις821
οὕτω δὴ εἰπόντι αὐτῷ ἐπέπτη ὄρνεον αἴσιον καὶ εὐσύμβολον,

αἰετὸς ὑψιπέτης· ἐπὶ δ' ἴαχε λαὸς Ἀχαιῶν822
ἀετὸς ἐφ' ὕψους πετάμενος, ἐπεβόησε δὲ ὁ λαὸς τῶν Ἑλλήνων

θάρσυνος οἰωνῷ· ὃ δ' ἀμείβετο φαίδιμος Ἕκτωρ·823
εὔελπις καὶ τεθαρρηκὼς τῷ ὄρνιθι. ὃ δὲ Ἕκτωρ ὁ λαμπρὸς ἀπεκρίνετο οὕτως.

Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες·824
ὦ Αἶαν, ἁμαρτάνων ἐν τῷ λέγειν, βοῦ ἐργαζόμενε τὴν γῆν, ποῖον εἶπας;

εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο 825
εἴθε γὰρ ἐγὼ οὕτως ὑὸς τοῦ τὴν αἰγίδα φοροῦντος Διὸς ὑπάρχοιμι (γενοίμην)

εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,826
κατὰ πάντα τὸν χρόνον, τέκοι δέ με ἡ σεβαστή Ἥρα,

τιοίμην δ' ὡς τίετ' Ἀθηναίη καὶ Ἀπόλλων,827
τιμῴμην δὲ ὡς τιμᾶται ἡ Ἀθηνᾶ καὶ ὁ Ἀπόλλων,

ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι828
ὥσπερ νῦν ἡ παροῦσα ἡμέρα κακὸν ἐπάγει τοῖς Ἕλλησιν

πᾶσι μάλ', ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς829
ἅπασι μάλα· ἐν τούτοις δὲ σὺ τεθνήξῃ ἐὰν ὑπομείνῃς καὶ τολμήσῃς

μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα 830
παραμεῖναι τὸ ἐμὸν μέγα δόρυ, ὅπερ σοι τὸ ἀνθηρὸν σῶμα

δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδ' οἰωνοὺς831
διακόψει, τοὺς κύνας δὲ τῶν Τρῴων ἐμπλήσεις, καὶ τὰ μεγάλα ὄρνεα

δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.832
λίπει καὶ σαρξίν, ἀποθανὼν παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων.



ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δ' ἅμ' ἕποντο833
οὕτω δὴ εἰπών, προεχώρησεν· οὗτοι δέ συνείποντο

ἠχῇ θεσπεσίῃ, ἐπὶ δ' ἴαχε λαὸς ὄπισθεν.834
βοῇ μεγίστῃ καὶ θείᾳ, ἐπεβόησε δὲ ὁ στρατὸς ὄπισθεν,

Ἀργεῖοι δ' ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο 835
ἐπεβόησαν δὲ καὶ οἱ Ἕλληνες ἐκ τοῦ ἑτέρου μέρους, οὐδὲ ἐπελάθοντο

ἀλκῆς, ἀλλ' ἔμενον Τρώων ἐπιόντας ἀρίστους.836
τῆς δυνάμεως, ἀλλὰ παρέμενον τοὺς ἀριστεῖς τῶν Τρῴων ἐπερχομένους·

ἠχὴ δ' ἀμφοτέρων ἵκετ' αἰθέρα καὶ Διὸς αὐγάς.837
ἀμφοτέρων δὲ τῶν στρατευμάτων ἡ βοὴ ἤρθη εἰς τὸν αἰθέρα, καὶ τὸν οὐρανόν.