Homeric text & Koine Greek paraphrase by Theodorus Gaza
ὁ Ζεὺς δὲ ἐπειδὴ τοὺς Τρῷας καὶ τὸν Ἕκτορα ταῖς ναυσὶν ἐγγίσαι ἐποίησε, τούτους μὲν κατέλιπε παρ᾽ αὐταῖς ταλαιπωρίαν κατὰ πόλεμον ἔχειν καὶ κακοπάθειαν ἀδιαλείπτως· αὐτὸς δὲ εἰς τοὐπίσω ἔτρεψε τοὺς λαμπροὺς ὀφθαλμοὺς πόρρω ἐπὶ τὴν γῆν τῶν ἱππικῶν Θρᾳκῶν καθορῶν, καὶ τῶν Μυσῶν τῶν ἐκ τοῦ πλησίον μαχομένων, καὶ τῶν λαμπρῶν Ἱππομολγῶν τῶν γαλακτοφάγων, καὶ τῶν ἀβίων, τῶν δικαιοτάτων πάντων τῶν ἀνθρώπων· εἰς τὴν Τροίαν δὲ οὐδαμὼς τοῦ λοιποῦ ἔτρεπε τοὺς λαμπροὺς ὀφθαλμούς, οὐ γάρ τινα τῶν ἀθανάτων θεῶν οὗτος ἤλπιζε κατὰ τὴν ἑαυτοῦ ψυχὴν ἀφικόμενον ἢ τοῖς Τρῳσὶν ἐπικουρήσειν ἢ τοῖς Ἕλλησιν. | 001 |
οὐδὲ ματαίαν κατασκοπὴν εἶχεν ὁ βασιλεὺς Ποσειδῶν ὁ κινῶν τὴν γῆν· καὶ γὰρ οὗτος ἐκάθητο θαυμάζων τὸν τε πόλεμον καὶ τὴν μάχην ἐν ὕψει ἐπὶ τῇ ὑψηλοτάτῃ κορυφῇ τῆς Σάμου τῆς συμφύτου καὶ ξυλώδους τῆς Θρᾳκικῆς· ἐκεῖθεν γὰρ ἑωρᾶτο πᾶσα μὲν ἡ Ἴδη, ἑωρᾶτο δὲ ἡ πόλις τοῦ Πριάμου, καὶ αἱ νῆες τῶν Ἑλλήνων. ἐκεῖ δὴ οὗτος ἐκ τῆς θαλάσσης παραγενόμενος ἐκαθέζετο, ἠλέει δὲ τοὺς Ἕλληνας δαμαζομένους ὑπὸ τῶν Τρῴων, τῷ Διὶ δὲ ὑπερβαλλόντως ἐμέμφετο· | 010 |
εὐθέως δὲ κατέβη ἐκ τοῦ ὄρους τοῦ τραχέος, ταχέως τοῖς ποσὶ προβαίνων, ἔτρεμον δὲ τὰ ὑψηλὰ ὄρη καὶ ὁ δρυμὸς ὑπὸ τῶν ἀθανάτων ποδῶν τοῦ Ποσειδῶνος πορευομένου. τρὶς μὲν οὖν ὥρμησε πορευόμενος (ἐξέτεινε τὸ βῆμα), τὸ τέταρτον δὲ κατέλαβε τὸ τέλος, τὰς Αἰγάς, τὴν νῆσον· ἐκεῖ δ᾽ αὐτῷ ἔνδοξα οἰκήματα ἐν τῷ βάθει τῆς θαλάσσης, χρυσᾶ, ὑπέρλαμπρα κατεσκεύασται ἄφθαρτα τὸν πάντα χρόνον· ἐκεῖ παραγενόμενος ὑπεζεύγνυε τῷ ὀχήματι τοὺς στερεόποδας ἵππους τοὺς ταχέως τρέχοντας, τοὺς χρυσαῖς θριξὶν τετριχωμένους, χρυσὸν δὲ αὐτὸς ἐνεδύσατο περὶ τὸ σῶμα, ἔλαβε δὲ χρυσῆν μάστιγα καλῶς κατεσκευασμένην, ἐπέβη δὲ τοῦ ἑαυτοῦ δίφρου, ὥρμησε δὲ ἐλαύνειν κατὰ τῶν κυμάτων, ἐσκίρτων δὲ καὶ ἔχαιρον οἱ παμμεγέθεις ἰχθύες, δι' αὐτὸν πανταχόθεν ἐκ τῶν καταδύσεων, οὐδὲ ἠγνόησαν τὸν ἑαυτῶν βασιλέα, χαρᾷ δὲ ἡ θάλασσα διεχωρίζετο· οἱ δὲ ἔτρεχον πάνυ ταχέως, οὐδὲ κάτωθεν διεβρέχετο ὁ σιδηροῦς ἄξων· τοῦτον δὲ εἰς τὰς ναῦς τῶν Ἑλλήνων οἱ εὐκίνητοι καὶ ταχεῖς ἵπποι ἔφερον· | 017 |
ἔστι δέ τι σπήλαιον πλατὺ ἐν τοῖς βάθεσι τῆς βαθείας θαλάσσης μεταξὺ τῆς Τενέδου καὶ τῆς Ἴμβρου τῆς τραχείας, ἐκεῖ τοὺς ἵππους ἔστησε Ποσειδῶν ὁ κινῶν τὴν γῆν, λύσας αὐτοὺς ἐκ τοῦ ὀχήματος· παρέβαλε δὲ καὶ παρέθηκε θείαν τροφὴν ἐσθίειν, περὶ τοὺς πόδας δὲ ἔβαλε χρυσοῦς δεσμοὺς ἀρραγεῖς καὶ ἀλύτους, ὅπως ἀσφαλῶς (ἀκινήτως) αὐτόθι παραμένοιεν τὸν βασιλέα ἐπανιόντα· οὗτος δὲ εἰς τὸν στρατὸν ἐπορεύθη τῶν Ἑλλήνων. | 032 |
οἱ Τρῷες δὲ ὅμοιοι φλογὶ καὶ συστροφῇ ἀνέμου ἀθρόοι, ἀπληρώτως προθύμως ὁρμῶντες, ἠκολούθουν Ἕκτορι τῷ υἱῷ τοῦ Πριάμου πολύηχοι, θορυβώδεις, ἤλπιζον δὲ τὰς ναῦς τῶν 'Ἑλλήνων ἀφανίσειν, ἀναιρήσειν δὲ αὐτόθι πάντας τοὺς Ἕλληνας· ἀλλὰ Ποσειδῶν ὁ τὴν γῆν συνέχων, καὶ κινῶν αὐτήν, τοὺς Ἕλληνας διήγειρεν, ἐκ τῆς βαθείας θαλάσσης ἀφικόμενος, ὁμοιωθεὶς Κάλχαντι κατὰ τὸ σῶμα καὶ τὴν ἀκαταπόνητον φωνήν. πρὸς τοὺς Αἴαντας πρῶτον εἶπε, προθυμουμένους καὶ αὐτούς· ὦ Αἴαντες, ὑμεῖς γε μὴν σώσετε τὸν στρατὸν τῶν Ἑλλήνων, ἰσχύος μνησθέντες, καὶ οὐ φρικτῆς καὶ φοβερᾶς φυγῆς· κατ' ἄλλην μὲν γὰρ παράταξιν οὐ δέδοικα ἔγωγε τὰς ἀπροσπελάστους χεῖρας τῶν Τρῴων, οἳ τῷ πλήϑει ὑπερέβησαν τὸ μέγα τεῖχος κωλύσουσι γὰρ ἅπαντας οἱ εὔοπλοι Ἕλληνες ἐνταῦθα δὲ χαλεπώτατα δέδοικα μή τι πάϑωμεν, ὅπου ὅ μαινόμενος, ὅμοιος φλογί, ἡγεῖται τοῦ στρατοῦ Ἕκτωρ· ὅς καυχᾶται εἶναι υἱὸς τοῦ μεγαλοδυνάμου Διός· ὑμῖν δὲ εἴθε τις τῶν θεῶν οὕτως ἐν τῇ διανοίᾳ ποιήσειεν, ὥστε ὑμᾶς τε ἰσχυρῶς καὶ γενναίως ἑστάναι, καὶ τοὺς ἄλλους ὀτρύνειν, οἳ γ᾽ ἂν καίπερ ἐφορμῶντα ἀποστρέψετε καὶ ἀπελάσετε τῶν νεῶν τῶν ταχειῶν, ἐὰν καὶ ὁ Ζεὺς αὐτὸς παροξύνῃ αὐτόν. | 039 |
εἶπε, καὶ τῷ σκήπτρῳ ὁ τὴν γῆν συνέχων καὶ κινῶν αὐτὴν ἀμφοτέρους πλήξας, ἐπλήρωσεν ἰσχυρᾶς εὐτολμίας, τὰ μέλη δὲ αὐτῶν ἐποίησε κοῦφα, τοὺς πόδας καὶ τὰς χεῖρας ἄνωθεν· αὐτὸς δὲ ὥσπερ ἱέραξ ταχὺς εἰς τὸ πέτεσθαι ὥρμησεν· ὃς δὴ ἀπὸ ὑψηλῆς πέτρας ὑπερμεγέθους ἐπαρθείς, καὶ ἀποπτὰς ὁρμήσῃ διὰ τοῦ πεδίου διώκειν ὄρνεον ἕτερον τῷ εἴδει· οὕτως ἀπὸ τούτων ὥρμησε Ποσειδῶν ὁ κινῶν τὴν γῆν. τούτων πρότερος ὁ τοῦ Ὀϊλέως ταχὺς Αἴας ἐνόησε, ταχέως δὲ πρὸς τὸν τοῦ Τελαμῶνος υἱὸν Αἴαντα εἶπεν. ὦ Αἶαν, ἐπειδή τις ἡμᾶς τῶν θεῶν, οἳ τὸν οὐρανὸν κατοικοῦσιν, ὁμοιωθεὶς τῷ μάντει προτρέπει πολεμεῖν παρὰ ταῖς ναυσίν· οὔ γὰρ οὗτός γε Κάλχας ἐστὶν ὁ ἐκ θεοῦ προλέγων οἰωνοσκόπος, τὰ γὰρ ἴχνη τῶν ποδῶν ὄπισθεν καὶ τῶν κνημῶν κατενόησα ῥᾳδίως ἀπερχομένου, εὔγνωστοι δὲ εἰσιν οἱ θεοί· καὶ δὴ ἐμοὶ αὐτῷ ἡ ψυχὴ ἐν τοῖς ἀγαπητοῖς στήθεσι μᾶλλον προτρέπεται πολεμεῖν καὶ μάχεσθαι, μετὰ προθυμίας δὲ ὁρμῶσι κάτωθεν οἱ πόδες καὶ αἱ χεῖρες ἄνωθεν. | 059 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν Αἴας ὁ Τελαμῶνος. οὕτως ἐν τῷ παρόντι κἀμοί περὶ τὸ δόρυ αἱ χεῖρες ἀπροσπέλαστοι προθύμως ὁρμῶσι, καί μοι ἡ ἰσχὺς ὥρμηται κάτωθεν δὲ τοῖς ποσὴν ὥρμημαι ἀμφοτέροις· προθυμοῦμαι δὲ καὶ ἐγὼ πολεμεῖν Ἕκτορι τῷ υἱῷ τοῦ Πριάμου, ἀπληρώτως μετὰ προθυμίας ὁρμῶντι. | 076 |
οὕτως οὗτοι μὲν τοιαῦτα πρὸς ἀλλήλους ἔλεγον χαίροντες διὰ τὴν μάχην, ἣν αὐτοῖς ὁ θεὸς ἐνέβαλε τῇ ψυχῇ. τηνικαῦτα δὲ τοὺς Ἕλληνας διήγειρεν ὁ τὴν γῆν συνέχων, οἳ παρὰ ταῖς ναυσὶν ταῖς ταχείαις ἀνέπαυον τὴν ἀγαπητὴν ψυχήν, ἤτοι τὸ πνεῦμα· ὧν δὴ ἅμα καὶ ταλαιπωρίᾳ χαλεπῂ τὰ προσφιλῆ μέλη παρελύθησαν, καὶ λύπη αὐτοῖς κατὰ τὴν ψυχὴν ἐγίνετο ὁρῶσι τοὺς Τρῷας οἳ τῷ πλήθει ὑπερέβησαν τὸ μέγα τεῖχος. τούτους οὗτοι βλέποντες ὑπὸ ταῖς ὀφρύσιν ἐδακρυρρόουν· οὐ γὰρ ᾤοντο ἐκφεύξεσθαι τὸ δεινόν· ἀλλ’ ὁ κινῶν τὴν γῆν ῥᾳδίως πρὸς αὐτοὺς ἀφικόμενος, παρώξυνε τὰς τάξεις· πρῶτον δ᾽ ἐπὶ τὸν Τεῦκρον ἦλθε καὶ τὸν Λήιτον προτρέπων, καὶ τὸν ἥρωα Πηνέλαον, καὶ τὸν Θόαντα, καὶ τὸν Δηίπυρον, καὶ τὸν Μηριόνην, καὶ τὸν Ἀντίλοχον, τοὺς ἐπιστήμονας τῆς μάχης· τούτους οὗτος διεγείρων λόγους ταχεῖς ἔλεγεν· αἰσχύνη ἔστω, ὦ Ἕλληνες, νέοι νεανίαι, ἔγωγε ὑμῖν μαχομένοις θαρρῶ σώσειν τὰς ἐμὰς ναῦς, εἰ δὲ ὑμεῖς καταλείψετε τὸν δεινὸν καὶ ὀλέθριον θάνατον, νῦν δὴ ἀνεφάνη ἡμέρα ἀναιρεθῆναι ὑπὸ τῶν Τρῴων. φεῦ φεῦ, ὄντως που μέγα θαῦμα τοῦτο τοῖς ὀφθαλμοῖς ὁρῶ φοβερόν, ὅπερ οὐδέποτ’ ἔγωγε ᾠόμην γενήσεσθαι, τοὺς Τρῷας ἐπὶ τὰς ἡμετέρας ἔρχεσθαι ναῦς, οἳ τὸ πρῶτον δειλαῖς ἐλάφοις ὅμοιοι ἦσαν, αἳ δὴ κατὰ τὸν δρυμὸν πανθηρίων, καὶ παρδάλεων, καὶ λύκων βρώματά εἰσι, μάτην πλανώμεναι, ἀσθενεῖς, οὐδὲ ἐπὶ μάχῃ· οὕτως οἱ Τρῷες τὸ πρῶτον τὴν τῶν Ἑλλήνων ἰσχύν τε καὶ τὰς χεῖρας μένειν οὐκ ἤϑελον ἐξ ἐναντίας, οὐδ᾽ ἐπὶ μικρόν· νῦν δὲ πόρρω τῆς πόλεως ἐπὶ ταῖς βαθείαις ναυσὶ πολεμοῦσι δειλίᾳ καὶ κακίᾳ ἡγεμόνος, καὶ ἀμελείᾳ τοῦ στρατοῦ, ὃς ἐκείνῳ διενεχθείς, βοηθεῖν οὐκ ἐθέλει ὑπὲρ των ταχειῶν νεῶν, ἀλλ᾽ ἀναιροῦνται κατ᾽ αὐτάς· ἀλλ᾽ εἰ δὴ καὶ πάνυ κατ᾽ ἀλήθειαν ὑπαίτιός ἐστιν ὁ ἥρως ὁ υἱὸς τοῦ Ἀτρέως ὁ μέγας βασιλεὺς Ἀγαμέμνων, διότι ἠτίμασε τὸν ταχύποδα υἱὸν τοῦ Πηλέως· ἡμᾶς γε οὐ δεῖ καταλείπειν τὸν πόλεμον, ἀλλ᾽ ἰασώμεϑα διὰ τάχους τὸ γεγονός, εὐθράπευτοι καὶ εὐίατοί εἰσιν αἱ τῶν ἀγαθῶν φρένες, ὑμεῖς δὲ οὐδ᾽ ὅλως καλῶς καταλείπετε τὴν ὁρμητικὴν καὶ πολεμικὴν ἰσχὺν πάντες κράτιστοι ὄντες κατὰ τὸν στρατόν· οὐδ' ἂν αὐτός γε ἄνδρα λοιδορήσαιμι, ὅστις τὸν πόλεμον καταλείπει, ἄδοξος ὦν, ἡμῖν δὲ μέμφομαι κατὰ ψυχήν, ὦ προσηνεῖς, ταχέως δὴ μείζονα δεινὰ ποιήσετε τῇ παρούσῃ ἀμελείᾳ· ἀλλ' ἐμβάλετε πάντες εἰς τὸ λογιστικὸν αἰσχύνην καὶ μέμψιν· μεγάλη γὰρ πολέμου φιλονεικία διανέστη. ὁ Ἕκτωρ νῦν παρὰ ταῖς ναυσὶ μάχεται ὁ κατὰ πόλεμον ἀγαθός, ὁ ἰσχυρός, διέρρηξε δὲ καὶ καθεῖλε τὰς πύλας καὶ τὸν μέγαν μοχλόν. | 081 |
οὕτω δὴ παρακελευόμενος ὁ τὴν γῆν συνέχων διήγειρε τοὺς Ἕλληνας. περὶ τοὺς δύο δ᾽ οὖν Αἴαντας ἵσταντο αἱ τάξεις αἱ ἰσχυραί, ἄς τινας οὔτ᾽ ἂν ὁ Ἄρης μέμψαιτο παρελθών, οὔτ' ἂν ἡ τοὺς λαούς παρορμῶσα Ἀθηνᾶ, οἱ γὰρ κράτιστοι διαχωρισθέντες παρέμενον τοὺς Τρῷας καὶ τὸν ἐνδοξότατον Ἕκτορα, συμβαλόντες δόρατα δόρασι, καὶ ἀσπίδας ἀσπίσιν ἀλλεπαλλήλως. ἀσπὶς τοίνυν ἐπεστήριζεν ἀσπίδα, καὶ περικεφαλαία περικεφαλαίαν, καὶ ἄνδρα ἀνήρ· ἠρέμα δὲ ἥπτοντο αἱ ἱππείας ἔχουσαι τρίχας περικεφαλαῖαι τοῖς λαμπροῖς προμετωπιδίοις ἐπαναστήμασι τῶν κλινομένων λόφων, οὕτως ἀλλεπάλληλοι ἐφίσταντο ἀλλήλοις, τὰ δόρατα δὲ ἐβάλλοντο ἀπὸ τῶν θρασειῶν χειρῶν κινούμενα· οὗτοι δὲ εὐθὺ μετὰ φρονήματος ὥρμων, προυτράπησαν δὲ πολεμεῖν. | 125 |
οἱ Τρῷες δὲ προπαρενέβαλον (προσέπεσον καὶ συνῆλθον) ἀθρόοι, προηγεῖτο δὲ ὁ Ἕκτωρ, ἐναντίον προθύμως ὁρμῶν, ὥσπερ λίθος στρογγύλος ἀπὸ πέτρας, ὃν ἂν ποταμὸς ῥέων κατὰ τὸν χειμῶνα ὠθήσῃ ἀπὸ τῆς πέτρας, ἐκκόψας αὐτὸν πολλῇ ἐπομβρίᾳ, ἐρείσματα ὑποκείμενα ὄντα πέτρας τραχείας, ἐφ' ὕψους δὲ ἀναπηδῶν ταχέως φέρεται, ἠχεῖ δὲ ὑπ᾽ αὐτοῦ ὁ δρυμός, οὗτος δὲ ἀνεμποδίστως τρέχει, ἕως ἂν ἀφίκηται εἰς ἰσόμαλον· τότε δὲ οὐδαμῶς κυλίεται, καίπερ ἐπειγόμενος. οὕτως ὁ Ἕκτωρ τέως μὲν διετείνετο μέχρι τῆς θαλάσσης ῥαδίως ἀφίξεσθαι καὶ τὰς σκηνὰς καὶ τὰς ναῦς τῶν Ἑλλήνων, ἀποκτείνων· ἀλλ' ὁπηνίκα δὴ ταῖς πυκναῖς ἐνέτυχε τάξεσιν, ἔστη δὴ πάνυ ἐνερείσας (πλησιάσας), ἐναντίον δὲ οἱ υἱοὶ τῶν Ἑλλήνων πλήσσοντες ξίφεσι καὶ δόρασιν ἑκατέρωθεν ἠκονημένοις, ἀπέκρουσαν ἀφ᾽ ἑαυτῶν, ὁ δὲ διασεισθεὶς ἀν(ὑπ)εχώρησεν, ἐβόησε δὲ ἐξακούστως μεγάλως τοῖς Τρῳσὶ φωνῶν· ὦ Τρῷες καὶ Λύκιοι, καὶ Δάρδανοι πολεμισταὶ παραμένετε, οὐκ ἐπὶ πολύ με κωλύσουσιν οἱ Ἕλληνες, καὶ πάνυ φαλαγγηδὸν ἑαυτοὺς συντάξαντες, ἀλλά μοι μόνῳ ὑποχωρήσουσιν ὑπὸ τοῦ δόρατος, εἰ ἀληθῶς με ὁ ἄριστος τῶν θεῶν διήγειρεν ὁ μεγαλόκτυπος ἀνὴρ τῆς Ἥρας. | 136 |
οὕτως εἰπὼν παρώξυνε πάντων τὴν ψυχήν τε καὶ ἰσχὺν (τὴν προθυμίαν). Δηίφοβος δὲ ἐν τούτοις μεγαλοφρονῶν ὥρμησεν ὁ υἱὸς τοῦ Πριάμου, ἔμπροσθεν δὲ ἐκράτει τὴν πανταχόθεν ἴσην καὶ κυκλοτερῆ ἀσπίδα, μετεώρως καὶ ἐπ᾽ ἄκρων τῶν ποδῶν βαδίζων, καὶ τῷ κύκλῳ τῆς ἰδίας ἀσπίδος τὸ σῶμα ὑποκρύπτων, ὑπὸ τὴν ἀσπίδα τοὺς πόδας τιθείς, τοὐτέστι περικαλύπτων αὐτοὺς τῇ ἀσπίδι κατὰ τὴν πορείαν. ὁ Μηριόνης δὲ αὐτοῦ ἐστοχάζετο δόρατι λαμπρῷ, καὶ ἔπληξεν, οὐδὲ ἀπέτυχε, κατὰ τὴν κυκλοτερῆ ἀσπίδα τὴν ἐκ βύρσης ταυρείας· δἰ αὐτῆς δὲ οὐδαμῶς διῆλθεν, ἀλλὰ πολλῷ πρότερον κατὰ τὸν καυλὸν (τὸ ἄκρον τοῦ δόρατος τὸ ἐμβαλλόμενον εἰς τὴν ἐπιδορατίδα) κατεκλάσθη τὸ μακρὸν δόρυ. ὁ Δηίφοβος δὲ τὴν ταυρείαν ἀσπίδα ἐκράτησεν ἀφ' ἑαυτοῦ, ἐφοβήθη δὲ ἐν τῇ ψυχὴ τὸ δόρυ τοῦ Μηριόνου τοῦ συνετοῦ· οὗτος δὲ ὁ ἥρως ὀπίσω εἰς τὸ πλῆθος τῶν φίλων ἀνεχώρησεν, ἐλυπήθη δὲ χαλεπῶς, κατ᾽ ἀμφότερον, ἐπί τε τῷ τῆς νίκης στερηθῆναι, καὶ ἐπὶ τῷ κλασθῆναι τὸ δόρυ. ὥρμησε δὲ πορεύεσθαι ἐπὶ τὰς σκηνὰς καὶ τὰς ναῦς τῶν Ἑλλήνων, κομίσων τὸ μακρὸν δόρυ, ὅπερ αὐτῷ κατελείφθη ἐν τῇ σκηνῇ· | 155 |
οἱ ἄλλοι δὲ ἐμάχοντο, θόρυβος δὲ ἀκατάπαυστος διηγέρθη. πρῶτον δὲ ὁ τοῦ Τελαμῶνος Τεῦκρος ἀπέκτεινεν ἄνδρα Ἴμβριον πολεμιστήν, τὸν υἱὸν Μέντορος τοῦ πολλοὺς ἵππους ἔχοντος, κατῴκει δὲ Πήδαιον τὴν πόλιν πρὸ τοῦ ἐλθεῖν τοὺς υἱοὺς τῶν Ἑλλήνων, εἶχε δὲ γυναῖκα Μηδεσικάστην τὴν νόθην θυγατέρα τοῦ Πριάμου. ἐπεὶ δὲ αἱ ἀμφοτέρωθεν περιστρεφόμεναι νῆες τῶν Ἑλλήνων ἦλθον, ὀπίσω εἰς τὸ Ἴλιον ἀφίκετο, διέπρεπε δὲ ἐπὶ πᾶσι, τοῖς Τρῳσί, κατῴκει δὲ πλησίον τοῦ Πριάμου· οὗτος δ᾽ αὐτὸν ἐτίμα ὁμοίως τοῖς τέκνοις. τοῦτον δὴ ὁ υἱὸς τοῦ Τελαμῶνος ὑποκάτω τοῦ ὠτὸς δόρατι μακρῷ ἔπληξεν, ἐξέσπασε δὲ τὸ δόρυ, αὐτὸς δὲ κατέπεσεν ὥσπερ μελία, ἥτις ἂν ἐν ταῖς κορυφαῖς τοῦ ὄρους τοῦ πόρρωθεν φαινομένου (ὁρωμένου) σιδήρῳ τεμνομένη, τὰ ἁπαλὰ φύλλα πλησιάσῃ τῇ γῇ. οὕτω κατέπεσε, περὶ αὐτὸν δὲ ἤχησαν τὰ ὅπλα τὰ ποικίλως κατεσκευασμένα σιδήρῳ, ὁ Τεῦκρος δὲ ὥρμησε προθυμούμενος ἐκδῦσαι τὰ ὅπλα. ὁ Ἕκτωρ δὲ ὁρμήσαντος ἔβαλε δόρατι λαμπρῷ, ἀλλ' οὗτος μὲν ἐξ ἐναντίας ἰδὼν ἐφυλάξατο τὸ σιδηροῦν δόρυ βραχύ· οὗτος δὲ Ἀμφίμαχον τὸν υἱὸν τοῦ Κτεάτου τοῦ υἱοῦ τοῦ Ἄκτορος, πορευόμενον εἰς τὸν πόλεμον ἔτρωσε κατὰ τὸ στῆθος δόρατι, ἐψόφησε δὲ καταπεσών, ἤχησαν γὰρ τὰ ὅπλα ἐπ' αὐτῷ. ὁ Ἕκτωρ δὲ ὥρμησεν τὴν τοῖς μήνιγξιν ἐφηρμοσμένην περικεφαλαίαν ἀφελέσθαι τῆς κεφαλῆς Ἀμφιμάχου τοῦ μεγαλοψύχου. ὁ Αἴας δὲ ὁρμήσαντος τοῦ Ἕκτορος ἔβαλε δόρατι λαμπρῷ, ἀλλ᾽ οὐ διὰ τοῦ σώματος διῆλθε, πᾶς δὲ σιδήρῳ καταπληκτικῷ κεκαλυμμένος ἦν, οὗτος δὲ τὸν ὀμφαλὸν τῆς ἀσπίδος ἔβαλεν, ὤθησε δὲ αὐτὸν δυνάμει μεγάλῃ, οὗτος δὲ ὑπεχώρησεν εἰς τοὐπίσω τῶν δύο νεκρῶν· τούτους δὲ ἐξείλκυσαν οἱ Ἕλληνες. τὸν μὲν οὖν Ἀμφίμαχον ὁ Στιχίος καὶ ὁ ἐνδοξότατος Μενεσθεὺς οἱ ἀρχηγοὶ τῶν Ἀθηναίων ἐκόμισαν πρὸς τὸ πλῆθος τῶν Ἑλλήνων· τὸν Ἴμβριον δὲ οἱ Αἴαντες προθυμίαν ἔχοντες ἰσχύος πολεμικῆς· ὥσπερ ὅταν δύο λέοντες ἀπὸ κυνῶν ὀξεῖς καὶ ἐπικαμπεῖς ὀδόντας ἐχόντων, αἶγα ἀφελόμενοι φέρωσι κατὰ τὰ ῥωπεῖα, ἤτοι τοὺς τόπους, ἐν οἷς ῥῶπες φύονται, ἤτοι πολύφυλλα καὶ ἱμαντώδη φυτὰ δρυῶν, ἐφ᾽ ὕψους ὑπεράνω τῆς γῆς, κατέχοντες αὐτὴν ἐν ταῖς σιαγόσιν· οὕτω δὴ τοῦτον ἐφ᾽ ὕψους κατέχοντες οἱ δύο ὁπλίται Αἴαντες τὰ ὅπλα ἐσύλησαν, τὴν κεφαλὴν ἀπὸ τοῦ ἁπαλοῦ τραχήλου ἀπέτεμεν ὁ δὲ υἱὸς τοῦ Ὀϊλεως, ὀργισθεὶς ἕνεκα τοῦ Ἀμφιμάχου, ἔρριψε δὲ αὐτὴν διὰ τοῦ στρατοῦ δίκην σφαίρας συστρέψας τὴν χεῖρα, ἔμπροσθεν δὲ τῶν ποδῶν τοῦ Ἕκτορος κατέπεσεν ἐν τοῖς χώμασι, | 169 |
καὶ τότε δὴ ὠργίσθη κατὰ ψυχὴν ὁ Ποσειδῶν ἀποθανόντος τοῦ ἐγγόνου ἐν τῇ χαλεπῇ μάχῃ, ὥρμησε δὲ πορεύεσθαι πρὸς τὰς σκηνὰς καὶ τὰς ναῦς τῶν Ἑλλήνων, παροξύνων τοὺς Ἕλληνας, τοῖς Τρῳσὶ δὲ λύπας κατεσκεύαζεν. Ἰδομενεὺς δὲ ὁ κατὰ τὸ δόρυ ἔνδοξος ἀπήντησεν αὐτῷ, ἐρχόμενος ἀπὸ σκηνῆς τινὸς φίλου, ὅστις αὐτῷ ἐκ τοῦ πολέμου νεωστὶ ἀφίκετο τετρωμένος κατὰ τὸ ὀπίσω τοῦ γόνατος μέρος σιδήρῳ ὀξεῖ, ὃν ἤνεγκαν μὲν οἱ φίλοι· οὗτος δὲ ἐπιτάξας τοῖς ἰατροῖς κατὰ τὴν σκηνὴν ἐπορεύετο εἰς τὸν πόλεμον, ἔτι γὰρ αὐτοῦ προθυμίαν εἶχε μεταλαμβάνειν καὶ ἐφάπτεσθαι. πρὸς τοῦτον δὲ εἶπεν ὁ βασιλεὺς ὁ σείων τὴν γῆν ὁμοιωθεὶς κατὰ τὴν φωνὴν Θόαντι τῷ υἱῷ τοῦ Ἀνδραίμονος, ὃς πάσης τῆς Πλευρῶνος καὶ τῆς ὑψηλῆς Καλυδῶνος τῶν Αἰτωλῶν ἐβασίλευεν, ὥσπερ δὲ θεὸς ἐτιμᾶτο ὑπὸ τοῦ δήμου. ὦ Ἰδομενεῦ, γνωμοδότα τῶν Κρητῶν, ποῦ σοι αἱ ἀπειλαὶ καὶ διϊσχυρίσεις καὶ καυχήσεις ἐχώρησαν, ἅς ἠπείλουν τοῖς Τρῳσὶν οἱ υἱοὶ τῶν Ἑλλήνων; | 206 |
πρὸς τοῦτον δὲ Ἰδομενεὺς ὁ ἀρχηγὸς τῶν Κρητῶν ἐναντίον ἔλεγεν· ὦ Θόαν, οὐδεὶς ἀνὴρ νυνὶ ὑπαίτιός ἐστιν, ὅσον ἐγὼ οἶδα, πάντες γὰρ ἐπιστάμεθα μάχεσθαι, οὐτέ τινα φόβος ἐπέχει ἀψυχοποιός, οὔτε τις δειλίᾳ (ἀμελείᾳ) ὑπείκων καὶ ἐνδιδοὺς ἀναβάλλεται τὸν χαλεπὸν πόλεμον, ἀλλά γε οὕτω που ἔοικεν εἶναι ἀρεστὸν τῷ μεγαλοδυνάμῳ υἱῷ τοῦ Κρόνου, ἀνωνύμους φθαρῆναι πόρρω τοῦ Ἄργους ἐνταῦθα τοὺς Ἕλληνας. ἀλλ᾽ ὦ Θόαν, καὶ γὰρ τὸ πρότερον ὑπομονητικὸς ἐν τῇ μάχῃ ὑπῆρχες, προὔτρεπες γὰρ καὶ ἄλλον ὁπηνίκα καταλείποντα καὶ ἀμελοῦντα ἑώρας, δι' ὃ καὶ νῦν μήτε σὺ ἀποπαύου, καὶ ἑκάστῳ ἀνδρὶ παρακελεύου· | 221 |
πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνετο Ποσειδῶν ὁ κινῶν τὴν γῆν· ὦ Ἰδομενεῦ, μὴ τοῦ λοιποῦ ἐκεῖνος ὁ ἀνὴρ ὑποστρέψειεν ἐκ τῆς Τροίας, ἀλλ᾽ αὐτόθι γένοιτο παίγνια κυνῶν, ὅστις ἐν τῇδε τῇ ἡμέρᾳ ἐθελουσίως καταλείπει τὸ μάχεσθαι· ἀλλ' ἄγε λαβὼν τὰ ὅπλα, πορεύθητι ἐνθάδε, ταῦτα γὰρ ὁμοῦ δεῖ μετὰ κακοπαθείας καὶ ταλαιπωρίας ἐνεργεῖν, εἴποτέ τις ὠφέλεια γενοίμεθα, καὶ οἱ δύο ὑπάρχοντες· ἡ ἀρετὴ δὲ καὶ δύναμις καὶ τῶν πάνυ ἀνάνδρων καὶ δειλῶν συμφορητὴ καὶ συνακτὴ ἐστίν· ἡμεῖς δὲ καὶ ἀγαθοῖς ἄν καὶ ἀνδρείοις ἐμπείρως ἔχομεν πολεμεῖν. | 231 |
οὕτως εἰπών, ὁ μὲν θεὸς αὖθις ἐπορεύθη εἰς τὸν κάματον καὶ πόλεμον τῶν ἀνδρῶν. ὁ Ἰδομενεὺς δὲ ἐπειδὴ ἀφίκετο εἰς τὴν καλῶς κατεσκευασμένην σκηνήν, ἐνεύσατο τὰ καλὰ ὅπλα περὶ τὸ σῶμα, ἔλαβε δὲ δόρατα ὥρμησεν δὲ πορεύεσθαι ὅμοιος ἀστραπῇ, ἣν ὁ υἱὸς τοῦ Κρόνου λαβὼν τῇ χειρὶ διέσεισεν ἀπὸ τοῦ λαμπροῦ οὐρανοῦ, ἐμφαίνων σημεῖον τοῖς ἀνθρώποις, μεγάλως δὲ ἔκδηλοι τυγχάνουσιν αὐτοῦ αἱ λαμπηδόνες· οὕτως ὃ σίδηρος περιέλαμπε περὶ τὰ στήθη τούτου τρέχοντος. Μηριόνης δ᾽ αὐτῷ ὁ ἀγαθὸς θεράπων συνήντησεν ἐγγὺς ἔτι ὄντι τῆς σκηνῆς, ἐπορεύετο γὰρ δόρυ σιδηροῦν κομίσων (ληψόμενος). πρὸς τοῦτον δὲ εἶπεν ἡ τοῦ Ἰδομενέως ἰσχύς. ὦ Μηριόνη υἱὲ τοῦ Μόλου, κατὰ πόδας ταχύ, φίλτατε φίλων, τί δήποτε παρεγένου καταλιπὼν τὸν πόλεμον καὶ τὴν μάχην; ἢ τέτρωσαι, ἡ τρῶσις δέ σε ὀξὺ καταπονεῖ; ἢ περί τινος (ἀπό τινος) ἀγγελίας πρὸς ἐμὲ ἀφίκου; οὐδὲ αὐτὸς καθῆσθαι ἐν ταῖς σκηναῖς ἐπιθυμῶ, ἀλλὰ πολεμεῖν. | 239 |
πρὸς τοῦτον δὲ ὁ συνετὸς Μηριόνης ἐναντίον ἔλεγεν. ὦ Ἰδομενεῦ γνωμοδότα τῶν σιδηροθωράκων Κρητῶν, πορεύομαι, εἴ τι σοι δόρυ κατελείφθη ἐν ταῖς σκηναῖς, ληψόμενος, τοῦτο (ἐκεῖνο) γὰρ δὴ ὃ πρότερον εἶχον κατεκλάσαμεν, καὶ συνετρίψαμεν, πλήξας τὴν ἀσπίδα τοῦ Δηϊφόβου τοῦ μάλα ἀνδρείου. | 254 |
πρὸς τοῦτον δὲ Ἰδομενεὺς ὄ τῶν Κρητῶν ἀρχηγὸς ἐναντίον ἔλεγε· δόρατα ἐὰν θέλῃς, καὶ ἓν καὶ εἴκοσιν εὑρήσεις, ἑστῶτα ἐν τῇ σκηνῇ κατὰ τοὺς ἐναντίους τῶν εἰσόδων τοίχους, περιλάμποντα, Τρωικά, ἅπερ τῶν ἀναιρεθέντων ἀφαιροῦμαι. οὐ γὰρ οἶμαι μάχεσθαι ἱστάμενος μακρὰν τῶν πολεμίων ἀνδρῶν· δι' ὃ δόρατά μοί εἰσι, καὶ ἀσπίδες ὀμφαλοὺς ἔχουσαι, καὶ περικεφαλαῖαι, καὶ θώρακες λαμπρῶς ἀποστίλβοντες. | 259 |
πρὸς τοῦτον δὲ ὁ συνετὸς Μηριόνης ἐναντίον ἔλεγε. καί τοι μοὶ παρὰ τῇ σκηνῇ, καὶ τῇ μελαίνῃ νηί, πολλὰ σκύλα τῶν Τρῴων εἰσίν, ἀλλ᾽ οὐ πλησίον ἐστὶ λαβεῖν· οὐ γὰρ ἐμαυτὸν οἴομαι εἶναι ἀμνήμονα ἰσχύος πολεμικῆς, ἀλλ᾽ ἐν πρώτοις κατὰ τὸν πόλεμον τὸν τοὺς ἄνδρας δοξάζοντα ἵσταμαι, ὁπόταν ἐγερθῇ φιλονεικία καὶ ἔρις πολέμου, ἄλλον τινά που τῶν σιδηροθωράκων Ἑλλήνων μᾶλλον λανθάνω μαχόμενος, σὲ δὲ αὐτὸν εἰδέναι ὑπολαμβάνω. | 266 |
πρὸς τοῦτον Ἰδομενεὺς ὁ ἀρχηγὸς τῶν Κρητῶν ἐναντίον ἔλεγεν· οἶδα οἷος ὑπάρχεις κατ᾽ ἀρετήν, τί σε δεῖ ταῦτα λέγειν· εἰ γὰρ νῦν παρὰ ταῖς ναυσὶ καταριθμούμεθα πάντες οἱ κράτιστοι εἰς ἐνέδραν, ὅπου μάλιστα ἡ ἀρετὴ τῶν ἀνδρῶν δείκνυται καὶ φαίνεται, ὅπου (τότε) καὶ ὁ δειλὸς ἀνήρ, καὶ ὅς ἐστιν ἰσχυρὸς καὶ ἀνδρεῖος φανερὸς καὶ δῆλος ἐγένετο. τοῦ μὲν γὰρ δειλοῦ μεταβάλλεται ἡ τοῦ σώματος ἐπιφάνεια ἀπὸ ἄλλου εἰς ἄλλο κατάστημα, οὐδ᾽ αὐτῷ καὶ ψυχὴ ἐπέχεται ἐν τῷ λογιστικῷ καθῆσθαι ἥσυχος, ἀλλ᾽ ὑπογονατίζει, καὶ ἐφ᾽ ἑκάτερον πόδα καθίζει· ἡ καρδία δὲ αὐτῷ μεγάλως ἐν τοῖς στέρνοις σφύζει καὶ ὑποκινεῖται παλμῷ, θάνατον προσδοκῶντι, κτύπος δὲ ἀποτελεῖται τῶν ὀδόντων· τοῦ ἀνδρείου δὲ οὔτε ἡ ἐπιφάνεια τοῦ σώματος μεταβάλλει, οὔτε πάνυ φοβεῖται, ἐπὰν ἅπαξ καθεσθῇ ἐν τῇ ἐνέδρᾳ τῶν ἀνδρῶν, εὔχεται δὲ τὴν ταχίστην συμβαλεῖν τοῖς πολεμίοις ἐν τῇ χαλεπῇ μάχῃ, οὐδ' ἂν ἐνταῦθά τις καταμέμψοιτο τὴν σὴν δύναμίν τε καὶ προθυμίαν· ἐὰν γὰρ βληθείης ταλαιπωρῶν, καὶ πολεμῶν, ἢ τρωθείης ἐκ χειρός, οὐκ ἂν ὄπισθεν ἐν τῷ τραχήλῳ πέσοι τὸ βέλος, οὐδὲ ἐν τοῖς νώτοις, ἀλλὰ ἢ τῶν στέρνων ἂν ἀπαντήσειες, ἢ τῇ γαστρὶ εἰς τὸ πρόσω ὁρμῶντός σου ἐπὶ τὴν ὁμιλίαν καὶ συναναστροφήν, ἤγουν τὴν μάχην, τῶν πρωταγωνιστῶν· ἀλλ᾽ ἄγε μὴ λέγωμεν ταῦτα ὡς νήπιοι καὶ ἄφρονες ἑστῶτες, μή τίς που ὑπερηφάνως μέμψηται, ἀλλὰ σὺ ἀφικόμενος εἰς τὴν σκηνὴν λάβε τὸ ἰσχυρὸν δόρυ. | 274 |
οὕτως εἶπε. Μηριόνης δὲ ὅμοιος τῷ ταχεῖ Ἄρει ταχέως ἀπὸ τῆς σκηνῆς ἀνελάβετο τὸ σιδηροῦν δόρυ, ἐπορεύθη δὲ πρὸς τὸν Ἰδομενέα μεγάλως τοῦ πολέμου ἐπιμέλειαν καὶ φροντίδα ποιούμενος· οἷος δὲ ὁ ἀνθρωποκτόνος Ἄρης εἰς τὸν πόλεμον παραγίνεται, τούτῳ δὲ Φόβος ὁ ἀγαπητὸς υἱὸς ἅμα, ἰσχυρός τε καὶ ἄφοβος ἀκολουθεῖ, ὅστις εἰς φυγὴν ἔτρεψε, καὶ καρτερικὸν φρόνημα ἔχοντα, ἤτοι ἀνδρεῖον μαχητήν, οὗ δὴ ἐκ Θρᾴκης καθοπλίζονται ἐπὶ τοὺς Ἐπύρους, ἢ ἐπὶ τοὺς Φλεγύας (τοὺς Γορτυνίους) τοὺς μεγαλοψύχους, οὐδὲ δὴ οὗτοί γε ἐπήκουσαν ἀμφοτέρων, τῷ ἑτέρῳ δὲ μέρει δόξαν παρέσχον· τοιοῦτοι ὅ, τε Μηριόνης καὶ ὁ Ἰδομενεὺς οἱ ἀρχηγοὶ τῶν ἀνδρῶν ἐπορεύοντο εἰς τὸν πόλεμον καθωπλισμένοι σιδήρῳ λαμπρῷ. πρὸς τοῦτον δὲ πρότερον εἶπε λόγον ὁ Μηριόνης· ὦ υἱὲ τοῦ Δευκαλίωνος, ποῦ δὴ προθυμῇ εἰσελθεῖν τὸν στρατόν, ἢ ἐπὶ τὰ δεξιὰ παντὸς τοῦ λαοῦ, ἢ κατὰ τὸ μέσον, ἢ ἐπὶ τὰ ἀριστερά; οὐδαμοῦ γὰρ τοσοῦτον οἶμαι προσδεῖσθαι πολέμου τοὺς τὰς κεφαλᾶς κομῶντας Ἕλληνας. | 295 |
πρὸς τοῦτον δὲ Ἰδομενεὺς ὁ ἀρχηγὸς τῶν Κρητῶν ἐναντίον ἔλεγεν. ἐν τῷ μέσῳ μὲν τῶν νεῶν εἰσι καὶ ἄλλοι βοηθεῖν, οἵ τε δύο Αἴαντες καὶ ὁ Τεῦκρος, ὃς κράτιστός ἐστιν ἁπάντων τῶν Ἑλλήνων τοξικῇ, χρηστὸς δέ ἐστι καὶ ἐν τῇ συστάδην καὶ ἐκ χειρὸς μάχῃ· οἵγ' αὐτὸν εἰς κόρον ἕλωσι, καὶ προθυμίαν ἔχοντες (ἴσως ἔχοντα) τοῦ πολέμου Ἕκτορα, τὸν υἱὸν τοῦ Πριάμου καὶ εἰ πάνυ ἰσχυρὸς καὶ γενναῖος ὑπάρχει, φοβερὸν αὐτῷ ἔσται, καίπερ πάνυ προθυμουμένῳ πολεμεῖν, ἐκείνων νικήσαντι τὴν προθυμίαν, καὶ τὴν ἰσχὺν τὴν ἄμαχον, ἐμπρῆσαι καὶ κατακαῦσαι τὰς ναῦς, εἰ μὴ αὐτὸς ὁ υἱὸς τοῦ Κρόνου ἐμβάλοι δαλὸν καιόμενον εἰς τὰς ταχείας ναῦς, ἀνδρὶ δὲ οὐκ ἂν ὑποχωρήσειεν ὁ τοῦ Τελαμῶνος μέγας Αἴας, ὃς ἂν θνητός τε ὑπάρχοι, καὶ τὸν τῆς Δήμητρος σῖτον ἐσθίοι, καὶ σιδήρῳ τρωτὸς εἴη, καὶ μεγάλοις χειροπληθέσι λίθοις· οὐδ᾽ ἂν Ἀχιλλεῖ τῷ ἀνδρείῳ παραχωρήσειεν ἐν τῇ ἐκ συστάσεως μάχῃ, τοῖς ποσὶ δὲ ἁμιλλᾶσθαι οὐκ ἔστι δυνατόν. ἡμίν δὲ ἐνταῦθα ἐπὶ τὰ ἀριστερὰ τοῦ στρατοῦ χώρει, ὅπως ὡς τάχος θεασώμεθα, ἢ δώσομέν τινι καύχημα, ἤ τις δώσει ἡμῖν. οὕτως εἶπε. Μηριόνης δὲ ὅμοιος τῷ ταχεῖ Ἄρει ἤρχετο πορεύεσθαι, ἕως παρεγένοντο κατὰ τὸ μέρος ἐκεῖνο τοῦ στρατοῦ, ὅπου αὐτῷ προσέταξεν. | 311 |
οὗτοι δὲ ἐπειδὴ ἐθεάσαντο αὐτὸν τὸν Ἰδομενέα, τὸν ὅμοιον φλογὶ κατὰ δύναμιν, καὶ τὸν θεράποντα αὐτοῦ μετὰ τῶν ποικίλων ὅπλων, παρακελευόμενοι κατὰ τὸν στρατόν, ἐπ᾿ αὐτὸν ἅπαντες ὥρμησαν· τούτων χαλεπὴ φιλονεικία καὶ μάχη ἐγίνετο παρά ταῖς πρύμναις τῶν νεῶν. ὥσπερ δὲ ὅταν ὑπὸ ἀνέμων κατὰ τὸν ἦχον ὀξέων διεγείρωνται συστροφαὶ τῇ ἡμέρᾳ ἐκείνῃ, ὁπηνίκα πλείστη κόνις περὶ τὰς ὁδούς ἐστιν. οἵτινες ὁμοῦ πνέοντες μεγάλην ὁμίχλην ποιοῦσι ψαρᾶς γῆς· οὕτω δὴ τούτων εἰς τὸ αὐτὸ συμπεφυρμένως ἦλθεν ἡ μάχη, προτεθύμηνται δὲ ἐν τῇ ψυχῇ ἀλλήλους κατὰ τὸν στρατὸν ἀποκτείνειν σιδήρῳ ὀξεῖ, ἐπυκνώθη δὲ ἡ μάχη ἡ ἀνθρωποφθόρος τῇ ἐκτάσει τῶν δοράτων τῶν μακρῶν, ἅπερ τμητικὰ τῶν σωμάτων κατεῖχον, τὰς ὄψεις δὲ ἠμαύρου καὶ ἔβλαπτεν ἡ λαμπηδὼν τοῦ χαλκοῦ τῶν περιλαμπουσῶν περικεφαλαίων, καὶ τῶν νεοκαθάρτων θωράκων, καὶ τῶν λαμπρῶν ἀσπίδων ὁμοῦ πορευομένων· πάνυ ἄν τις εὔτολμος εἴη, ὃς ἂν τότε ἐχάρη θεασάμενος τὸν πόλεμον, καὶ οὐκ ἐλυπήθη. | 330 |
οἱ δύο δὲ κραταιοὶ υἱοὶ τοῦ Κρόνου διχονοοῦντες ἀνδράσιν ἥρωσι κατεσκεύαζον λύπας χαλεπάς. ὁ Ζεύς μὲν οὖν τοῖς Τρῳσὶ καὶ τῷ Ἕκτορι ἐβούλετο νίκην δοξάζων τὸν κατὰ πόδας ταχὺν Ἀχιλλέα. οὐ μὴν οὗτός γε παντελῶς ἐβούλετο ἀπολέσθαι τὸν Ἑλληνικὸν στρατὸν πρὸ τοῦ Ἰλίου, ἀλλὰ τὴν Θέτιν ἐτίμα, καὶ τὸν ἀνδρεῖον αὐτῆς υἱόν. Ποσειδῶν δὲ τοὺς Ἕλληνας παρώξυνε παρελθών, κρύβδην ὑπεξελθὼν τῆς λευκῆς θαλάσσης, ἐλυπεῖτο γὰρ αὐτοὺς δαμαζομένους, καὶ νικωμένους ὑπὸ τῶν Τρῴων, τῷ Διὶ δὲ ὑπερβαλλόντως ἐμέμφετο ὄντως δὴ ἑκατέρῳ ὅμοιον τὸ γένος καὶ μία πατρίς, ἀλλ᾽ ὁ Ζεὺς πρότερον ἐγένετο, καὶ πλείω οἶδε, δι ὃ δὴ καὶ φανερῶς βοηθεῖν ἐφυλάττετο, κρυφίως δὴ ἀεὶ ἠρέθιζε κατὰ τὸν λαόν, ὅμοιος ὢν ἀνδρί· οὗτοι δὲ τῆς ἰσχυρᾶς φιλονεικίας καὶ τοῦ χαλεποῦ πολέμου πέρας καὶ τέλος ἐξέτειναν κατ' ἀμφοτέρων τῶν στρατῶν ἐπιπλέξαντες τάς χεῖρας, καὶ οἱονεὶ δήσαντες ἄθραυστόν τε καὶ ἀδιάλυτον, ὅσπερ πολλῶν γόνατα διέλυσε καὶ ἐνέκρωσε. | 345 |
τότε καίπερ σπαρτοπόλιος καὶ μεσῆλιξ ὑπάρχων τοῖς Ἕλλησι παρακελευσάμενος ὁ Ἰδομενεὺς ἐπιπηδήσας τοῖς Τρῳσὶν ἐνέβαλε φόβον· ἀπέκτεινε δ᾽ οὖν Ὀθρυονέα τὸν ἐκ τῆς Καβήσου παρόντα, ὃς δὴ νεωστὶ ἀφίκετο εἰς τὴν τοῦ πολέμου φήμην, ἐζήτει δὲ τὴν κατὰ τὴν μορφὴν βελτίστην πασῶν τῶν θυγατέρων τοῦ Πριάμου τὴν Κασσάνδραν ἄνευ προικός, ἐπηγγείλατο δὲ πρᾶξιν μεγάλην, ἄκοντας καὶ βίᾳ ἐξελάσειν τῆς Τροίας τοὺς υἱοὺς τῶν Ἑλλήνων. τούτῳ δὲ ὁ γέρων Πρίαμος ἐπηγγείλατο καὶ ἐπένευσε δώσειν, οὗτος δὲ πιστεύσας ταῖς ὑποσχέσεσιν ἐμάχετο. Ἰδομενεὺς δὲ ἐστοχάζετο αὐτοῦ δόρατι λαμπρῷ, καὶ ἐπιτυχὼν ἔτρωσεν αὐτὸν ἐπηρμένως πορευόμενον, οὐδὲ ἐβοήθησεν ὁ θώραξ ὁ σιδηροῦς ὃν ἐφόρει, ἔπηξε δὲ ἐν τῷ μέσῳ τῆς γαστρός· καταπεσὼν δὲ ἐψόφησεν, οὗτος δὲ ἐπεκαυχήσατο, καὶ εἶπεν· ὦ Ὀθρυονεῦ, ὑπὲρ πάντας τοὺς ἀνθρώπους σὲ ἐπαινῶ, εἰ ἀληθῶς πάντα τελέσεις, καθάπερ ὑπέσχου τῷ ἀπογόνῳ τοῦ Δαρδάνου Πριάμῳ· οὗτος δὲ ὑπέσχετο τὴν ἑαυτοῦ θυγατέρα, καὶ ἡμεῖς δ᾽ ἄν σοι ταῦτα ἐπαγγειλάμενοι ἐκτελέσαιμεν, δοίημεν δὲ τὴν κατὰ τὸ εἶδος βελτίστην τῶν θυγατέρων του υἱοῦ τοῦ Ἀτρέως, ἐξαγαγόντες ἐκ τοῦ Ἄργους, συγγίνεσθαι αὐτῇ, ἐὰν σὺν ἡμῖν ἐκπορθήσῃς τὸ καλῶς οἰκούμενον πόλισμα τῆς Ἰλίου· ἀλλ' ἕπου, ἕνα παρὰ ταῖς ναυσὶ ταῖς θαλασσοπλόοις συνθήκην ποιησώμεθα περὶ γάμου, ἐπειδὴ οὐ κακοὶ πενθεροί σοι ἐσμέν. | 361 |
οὕτως εἰπὼν εἷλκεν ἀπὸ τοῦ ποδὸς κατὰ τὴν ἰσχυρὰν μάχην ὁ ἥρως Ἰδομενεύς, τούτῳ δὲ Ἄσιος παρεγένετο βοηθὸς πεζὸς ἔμπροσθεν τῶν ἵππων· τοὺς δὲ καταπνέοντας αὐτοῦ τοὺς ὤμους ἀεὶ ἤλαυνεν ὁ ἡνίοχος ὁ θεράπων αὐτοῦ. οὗτος δὲ προὐθυμεῖτο τρῶσαι τὸν Ἰδομενέα· οὗτος ὅμως προφθὰς ἔτρωσεν αὐτὸν δόρατι κατὰ τὸν λαιμὸν ὑποκάτω τοῦ ἀπογενείου, εἰς τὸ πρόσθεν δὲ διεπέρασε τὸν σίδηρον, κατέπεσε δέ, ὥσπερ ὅτε τις δρὺς κατέπεσεν, ἢ λεῦκος ἢ πίτυς μακρά, ἣν ἐν τοῖς ὄρεσιν ἄνδρες ξυλουργοὶ ἐξέκοψαν πελέκεσι νεωστὶ ἠκονημένοις, ναυπηγήσιμον εἶναι. οὕτως αὐτὸς ἔμπροσθεν τῶν ἵππων καὶ τοῦ ὀχήματος ἐξαπλωθεὶς ἔκειτο βρυχόμενος καὶ τοὺς ὀδόντας συγκρούων, δραξάμενος τῆς αἵματι πεφυρμένης κόνεως· ὁ ἡνίοχος δὲ αὐτοῦ ἐξεπλάγη τὰς φρένας, ἃς πρότερον εἶχε, καὶ ἔκφρων ἐγένετο, οὐδὲ ἐτόλμησεν οὗτος ἐκφυγὼν τὰς χεῖρας τῶν πολεμίων εἰς τοὐπίσω στρέψαι τοὺς ἵππους· τοῦτον δὲ Ἀντίλοχος ὁ καρτερικὸς ἐν πολέμῳ δόρατι κατὰ τὸ μέσον ἐπιτυχὼν διεπόρπησε, καὶ διήλασεν, οὐδὲ ἐβοήθησεν ὁ θώραξ ὁ σιδηροῦς, ὃν ἐφόρει, ἔπηξε δὲ ἐν τῷ μέσῳ τῆς γαστρός· οὗτος δὲ πνευστιῶν κατέπεσεν ἐκ τοὺ ἐπιμελῶς εἰργασμένου ὀχήματος, τοὺς ἵππους δὲ Ἀντίλοχος ὁ υἱὸς τοῦ μεγαλοψύχου Νέστορος ἐξήγαγεν ἀπὸ τῶν Τρῴων πρὸς τοὺς εὐόπλους Ἕλληνας· | 383 |
ὁ Δηίφοβος δὲ πάνυ πλησίον τοῦ Ἰδομενέως παρεγένετο λυπούμενος χάριν τοῦ Ἀσίου, καὶ ἔβαλε δόρατι λαμπρῷ· ἀλλ᾽ οὗτος μὲν ἐξ ἐναντίας θεασάμενος ἐφυλάξατο τὸ σιδηροῦν δόρυ ὁ Ἰδομενεύς, ἐκαλύφθη γὰρ ὑπὸ τῇ κυκλοτερῇ ἀσπίδι, ἣν δὴ οὗτος ἐν δέρμασι βοῶν καὶ σιδήρῳ λαμπροτάτῳ στρογγύλην ἔφερε δυσὶ ῥάβδοις προσηρμοσμένην, ὑπὸ ταύτῃ πᾶς συνειλήθη καὶ συνεκρύβη, τὸ σιδηροῦν δὲ δόρυ ὑπεράνω ἠνέχθη, σκληρῶς δὲ ἤχησεν ἡ ἀσπίς, αὐτοῦ ἐπιψαύσαντος, οὐδέ γε ματαίως ἀφῆκεν αὐτὸ ἀπὸ τῆς βαρείας καὶ ἰσχυρᾶς χειρός, ἀλλ᾽ ἔτρωσε τὸν Ὑψήνορα τὸν υἱὸν τοῦ Ἱππάσου τὸν βασιλέα τοῦ λαοῦ κατὰ τὸ ἧπαρ ὑποκάτω τῶν φρενῶν, αὐτίκα δὲ διέλυσε καὶ ἐνέκρωσε τὰ γόνατα. Δηίφοβος δὲ ἐκπληκτικῶς καὶ θαυμαστῶς ἐπεκαυχήσατο, μεγάλως βοήσας· οὐ μὴν ἀτιμώρητος κεῖται ὁ Ἄσιος, ἀλλ᾽ οἴομαι αὐτὸν καίπερ ὄντα ἐν Ἄδου τοῦ τὰς πύλας ἐφαρμόζοντος τοῦ ἰσχυροῦ, χαρήσεσθαι κατὰ ψυχήν, ἐπειδὴ παρέσχον αὐτῷ προοδοποιόν. | 402 |
οὕτως εἶπε. τοῖς Ἕλλησι δὲ λύπη ἐγένετο ἐπικαυχησαμένου, τῷ Ἀντιλόχῳ δὲ μάλιστα τῷ συνετῷ διήγειρε καὶ παρώξυνε τὴν ψυχήν, ἀλλ᾽ οὐδὲ λυπούμενος τοὺ ἑαυτοῦ φίλου ἠμέλησεν, ἀλλὰ τρέχων περὶ αὐτὸν ἔστη, καὶ περιέθηκεν αὐτῷ τὴν ἀσπίδα· τοῦτον μὲν οὖν ἀνελόμενοι, δύο ἐπιτήδειοι καὶ εὐάρμοστοι φίλοι Μηκιστεὺς ὁ υἱὸς τοῦ Ἐχίου, καὶ ὁ ἔνδοξος Ἀλάστωρ ἔφερον ἐπὶ τὰς κοίλας ναῦς, βαρέως στενάζοντα. | 417 |
ὁ Ἰδομενεὺς δὲ οὐκ ἐπαύετο τῆς μεγάλης καὶ εὐτόλμου προθυμίας, ἐφίετο δὲ ἀεὶ ἤ τινα τῶν Τρῴων καλύψαι νυκτὶ σκοτεινῇ, ἢ αὐτὸς καταπεσὼν ψοφῆσαι, ἀποσοβῶν τοῖς Ἕλλησι τὴν φθοράν. τότε τὸν ἀγαπητὸν υἱὸν τοῦ ἐνδοξότατα τεθραμμένου Αἰσυήτου τὸν ἥρωα Ἀλκάθουν, γαμβρὸς δὲ ἦν τοῦ Ἀγχίσου, Ἱπποδάμειαν δὲ τὴν πρεσβυτέρην τῶν θυγατέρων ἐπέραινεν, ἣν ὁ πατὴρ καὶ ἡ σεβαστὴ μήτηρ περισσῶς κατὰ ψυχὴν ἐφίλησαν ἐν τῷ οἴκῳ· πασῶν γὰρ τῶν ὁμηλίκων διέφερε κάλλει, καὶ ἔργοις, καὶ νῷ, τούτου ἕνεκα καὶ ἔγημεν αὐτὴν ἀνήρ ἄριστος ἐν τῇ εὐρυχώρῳ Τροίᾳ τοῦτον τότε ἀπέκτεινεν ὁ Ποσειδῶν διὰ τοῦ Ἰδομενέως ἀπατήσας τοὺς λαμπροὺς ὀφθαλμούς, κατέσχε δὲ καὶ ἔδησε τὰ φαιδρὰ μέλη· οὔτε γὰρ εἰς τοὐπίσω φυγεῖν ἐδύνατο, οὔτε φυλάξασθαι, ἀλλ᾽ ὥσπερ στήλην, ἢ δένδρον ἐφ᾽ ὕψους τὰ φύλλα ἔχον, ἀμετακινήτως ἑστῶτα κατὰ τὸ μέσον τοῦ στήθους ἔβαλε τῷ δόρατι ὁ ἥρως Ἰδομενεύς, ἔρρηξε δὲ περὶ αὐτὸν τὸν χιτῶνα τὸν σιδηροῦν, ὃς αὐτῷ πρότερον ἀπεσόβει ἀπὸ τοῦ σώματος τὴν φθοράν. τότε δὴ σκληρῶς ἤχησε σχιζόμενος περὶ τὸ δόρυ, καταπεσὼν δὲ ἐψόφησε, τὸ δόρυ δὲ ἐνεπάγη εἰς τὴν καρδίαν, ἣ δὴ αὐτῷ κινουμένη καὶ τὸν σαυρωτῆρα διέσεισε τοῦ δόρατος, ἐκεῖ δὲ μετὰ ταῦτα τὴν ψυχὴν ἀφιέναι τὴν ἰσχὺν ἐποίει ὁ ἰσχυρὸς σίδηρος. Ἰδομενεὺς δὲ ἐκπληκτικῶς καὶ θαυμαστῶς ἐπεκαυχήσατο μεγάλως βοήσας. ὦ Δηίφοβε, ὄντως που ἄξιόν τι νομίζομεν εἶναι, τρεῖς ἀνθ᾽ ἑνὸς ἀνηρῆσθαι, ἐπειδὴ σύγε μάτην αὐχεῖς καὶ φιλοτιμῇ, ὦ εὐτυχέστατε, ἀλλὰ καὶ σὺ στᾶθι ἐναντίον ἐμοῦ, ὅπως θεάσῃ ὁποῖος ἔκγονος τοῦ Διὸς δεῦρο ἀφικόμην, ὅς πρῶτον ἐγέννησε τὸν Μίνωα φύλακα τῇ Κρήτῃ νήσῳ· ὁ Μίνως δὲ ἐγέννησεν υἱὸν τὸν ἄμεμπτον Δευκαλίωνα· Δευκαλίων δὲ ἐγέννησεν ἐμὲ πολλῶν ἀνδρῶν βασιλέα ἐν τῇ μεγάλῃ πλατείᾳ Κρήτῃ, νυνὶ δὲ αἱ νῆες δεῦρο μὲ ἤνεγκαν κακὸν καὶ δυστυχίαν σοί τε καὶ τῷ σῷ πατρί, καὶ τοῖς ἄλλοις Τρῳσίν. | 424 |
οὕτως εἶπε. Δηίφοβος δὲ διχῶς ἐμερίμνησεν, ἥ τινά τῶν μεγαλοψύχων Τρῴων ἑταῖρον λάβοι που καὶ συνεργόν, εἰς τοὐπίσω ἀνακάμψας, ἢ καὶ μόνος πειραθείη· οὕτω δ᾽ αὐτῷ φρονοῦντι καὶ λογιζομένῳ ἔδοξε λυσιτελέστερον εἶναι πορευθῆναι πρὸς τὸν Αἰνείαν, τοῦτον δὲ εὗρεν ἔσχατον πάντων ἑστῶτα, ἀεὶ γὰρ τῷ ἐνδοξοτάτῳ Πριάμῳ ἐμνησικάκει, καὶ ἐπεμέμφετο, διότι δὴ ἀνδρεῖον ὄντα οὐδαμῶς ἐν τοῖς ἀνδράσιν ἐτίμα· πλησίον δὲ στὰς λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν· ὦ Αἰνεία γνωμοδότα τῶν Τρῴων, νῦν σε δεῖ πάνυ βοηθῆσαι τῷ σῷ γαμβρῷ, εἴ γέ σε λύπη τις καταλαμβάνοι, ἀλλ' ἕπου ἵνα τῷ Ἀλκάθῳ βοηθήσωμεν, ὅς σε τὸ πρῶτον γαμβρὸς ὤν, ἀνέθρεψεν ἐν τοῖς οἴκοις μικρὸν ὄντα· τοῦτον δὲ Ἰδομενεὺς ὁ κατὰ πόλεμον ἔνδοξος ἀπέκτεινεν. οὕτως εἶπε· τούτῳ δὲ ἄρα τὴν ψυχὴν ἐν τῷ στήθει, παρώξυνεν. ὥρμησε δὲ ἐπὶ τὸν Ἰδομενέα μεγάλως τοῦ πολέμου φροντίζων, ἀλλ᾽ οὐ τὸν Ἰδομενέα κατέλαβε φόβος, ὥσπερ τινὰ ὑὸν μονογενῆ, ἀλλὰ παρέμενεν, ὥσπερ ὅτε τις χοῖρος ἐν τοῖς ὄρεσι τῇ δυνάμει θαρρῶν οὐ φεύγει, ὅστις παραμένει ἐπερχόμενον τὸν μέγιστον θόρυβον τῶν ἀνδρῶν, ἐν ᾧ τόπῳ μόνος ἀναστρέφεται, ἐξορθοῦται δὲ τὴν χαίτην ἄνωθεν, ὀφθαλμοὶ δὲ αὐτῷ ὥσπερ πύρινοι λάμπουσι, τοὺς ὀδόντας δὲ ἀκονᾷ καὶ ὀξύνει, ἀμύνασθαι προθυμούμενος τοὺς κύνας καὶ τοὺς ἄνδρας. οὕτω παρέμενεν ὁ Ἰδομενεὺς ὁ κατὰ πόλεμον ἔνδοξος, οὐδὲ ἀνεχώρει καὶ ἐφυλάττετο Αἰνείαν τὸν ἐν τῇ μάχῃ ταχὺν καὶ ἀνδρεῖον· ἐκάλει δὲ τοὺς φίλους, τόν τε Ἀσκάλαφον βλέπων, καὶ τὸν Ἀφαρέα, καὶ τὸν Δηίπυρον, καὶ τὸν Μηριόνην, καὶ τὸν Ἀντίλοχον τοὺς ἐπιστήμονας τῆς μάχης. τούτους οὗτος διεγείρων λόγους ταχεῖς ἔλεγεν· ἄγετ', ὦ φίλοι, ἔλθετε, κἀμοὶ μονωθέντι βοηθήσατε, δέδοικα δὲ χαλεπῶς ἐπερχόμενον τὸν κατὰ πόδας ταχὺν Αἰνείαν, ὅστις ὁρμᾷ κατ' ἐμοῦ, ὃς πάνυ ἰσχυρὸς ἐστιν ἀποκτείνειν τοὺς ἄνδρας ἐν τῷ πολέμῳ, καὶ δὴ καὶ τὸ ἄνθος τῆς ἀκμαζούσης ἡλικίας ἔχει, ὅπερ ἐστὶ μέγιστον ἐπικράτεια καὶ ἰσχύς· εἰ γὰρ ὁμοίας ἡλικίας εἴημεν, ἐφ᾽ ᾗ ψυχῇ νῦν ἐγώ εἰμι, ταχέως ἂν ἢ ἀπηνέγκατο δόξαν μεγάλην κατ᾽ ἐμοῦ, ἢ ἀπηνεγκάμην κατ᾿ αὐτοῦ. | 455 |
οὕτως εἶπεν. οὗτοι δ᾽ ἄρα πάντες ἓν καὶ τὸ αὐτὸ φρονοῦντες ἐγγὺς ἔστησαν, τὰς τῶν ἀσπίδων περιφερείας κλίναντες, καὶ ἐπιθέντες τοῖς ὤμοις. Αἰνείας δὲ ἀφ᾿ ἑτέρου μέρους προσεκαλέσατο τοὺς ἑαυτοῦ φίλους, τόν τε Δηίφοβον, καὶ τὸν Πάριν, καὶ τὸν ἐνδοξότατον Ἀγήνορα βλέπων, οἵ σὺν αὐτῷ ἦσαν ἡγεμόνες τῶν Τρῴων· μετὰ ταῦτα δὲ τὸ πλῆθος ἠκολούθει, ὥσπερ μετὰ τὸν προηγούμενον τῆς ποίμνης κριὸν ἀκολουθοῦσι τὰ πρόβατα ἐπὶ τὸ ποτόν, μετὰ τὴν τροφήν, χαίρει δὲ καὶ διαχεῖται κατὰ διάνοιαν ὁ ποιμήν· οὕτως Αἰνείᾳ ἡ ψυχὴ ἐν τῷ στήθει, ἔχαιρεν, ἐπειδὴ ἐθεάσατο τὸ πλῆθος τοῦ στρατοῦ ἀκολουθοῦν ἑαυτῷ. | 487 |
οὗτοι δὲ περὶ τὸν Ἀλκάθουν ἐκ τοῦ σύνεγγυς ὥρμησαν δόρασι μακροῖς, ὁ σίδηρος δὲ περὶ τὰ στήθη καταπληκτικῶς ἤχει καταστοχαζομένων καὶ βαλλόντων κατὰ στρατὸν ἀλλήλους· δύο δὲ ἄνδρες πολεμικοὶ ὑπὲρ τοὺς ἄλλους, ὅ τε Αἰνείας, καὶ ὁ Ἰδομενεὺς ὅμοιοι τῷ Ἄρει ἐφίεντο ἀλλήλων κατακόψαι τὸ σῶμα σιδήρῳ ἀνηλεεῖ. πρῶτον δὲ ὁ Αἰνείας ἔβαλε τὸ δόρυ κατὰ τοῦ Ἰδομενέως, ἀλλ᾽ οὗτος μὲν ἐξ ἐναντίας ἰδὼν ἐφυλάξατο τὸ σιδηροῦν δόρυ· ἡ ἐπιδορατὶς δὲ τοῦ Αἰνείου περισειομένη ἐπὶ τῆς γῆς ἠνέχθη, ἐπειδὴ μάτην ἀπὸ τῆς ἰσχυρᾶς χειρὸς ὥρμησεν. ὁ Ἰδομενεὺς δὲ ἔτρωσε τὸν Οἰνόμαον κατὰ τὸ μέσον τῆς γαστρός, διέρρηξε δὲ καὶ ἔθραυσε τὸ κοῖλον τοῦ θώρακος, τὰ ἔντερα δὲ αὐτοῦ ὁ σίδηρος διήντλησεν· οὗτος δὲ καταπεσὼν ἐν τῇ κόνει, ἐλάβετο τῆς γῆς τῇ δρακὶ. ὁ Ἰδομενεὺς δὲ ἐκ μὲν τοῦ νεκροῦ τὸ μακρὸν δόρυ ἀπέσπασεν, οὐκέτι δὲ τὰ ἄλλα καλὰ ὅπλα ἐδυνήθη ἀφελέσθαι ἀπὸ τῶν ὤμων, κατηναγκάζετο γὰρ ὑπὸ τῶν βελῶν, οὐκέτι γὰρ ἦσαν οἱ πόδες ἀσφαλεῖς ὁρμήσαντι, οὔτε δὴ ἐφορμῆσαι μετὰ τὸ ἑαυτοῦ βέλος, οὔτε φυλάξασθαι, δι' ὃ δὴ καὶ ἐν τῇ ἐκ συστάσεως μάχῃ ἀπεσόβει τὴν ἀνηλεῆ καὶ θανατηφόρον ἡμέραν, τραπῆναι δὲ εἰς φυγὴν οὐ ῥᾳδίως οἱ πόδες ἐξέφερον ἀπὸ τοῦ πολέμου· τούτου δὲ ἠρέμα ἀπερχομένου ἔβαλε δόρατι λαμπρῷ ὁ Δηίφοβος· εἶχε γὰρ αὐτῷ ἀεὶ ἐπιμόνως μνησικακίας· ἀλλ᾽ οὗτός γε καὶ τότε ἀπέτυχεν, Ἀσκάλαφον δὲ αὐτὸς ἔτρωσε τῷ δόρατι τὸν υἱὸν τοῦ Ἄρεος, διὰ τοῦ ὤμου δὲ τὸ ἰσχυρὸν δόρυ διέσχε καὶ διῆλθεν, οὗτος δὲ καταπεσὼν ἐν τῇ κόνει, ἐλάβετο τῆς γῆς τῇ δρακί, οὔπω δ᾽ ἄρα τι ἐμεμαθήκει ὁ μέγα καὶ βαρὺ βοῶν ἰσχυρὸς Ἄρης ἀποθανόντος τοῦ ἑαυτοῦ υἱὸν ἐν τῇ ἰσχυρᾷ μάχῃ· ἀλλ' οὗτος ἐν τῷ ἄκρῳ τοῦ Ὀλύμπου ὑπὸ νέφεσι χρυσοῖς ἐκάθητο τῇ τοῦ Διὸς βουλῇ ἐληλάμενος καὶ συγκεκλεισμένος, ὅπου οἱ ἄλλοι ἀθάνατοι θεοὶ ἦσαν κωλυόμενοι καὶ εἰργόμενοι τοῦ πολέμου. | 496 |
οὗτοι δὲ περὶ τὸν Ἀσκάλαφον ἐκ τοῦ σύνεγγυς ὥρμησαν. Δηίφοβος μὲν οὖν ἀπὸ τοῦ Ἀσκαλάφου τὴν λαμπρὰν περικεφαλαίαν ἥρπασεν· ὁ Μηριόνης δὲ ὅμοιος τῷ ταχεῖ Ἄρει ἐπιπηδήσας ἔτυψε τὸν βραχίονα αὐτοῦ δόρατι, ἐκ τῆς χειρὸς δ᾽ ἄρα ἡ αὐλοὺς ἔχουσα περικεφαλαία εἰς γῆν καταπεσοῦσα ἤχησεν. ὁ Μηριόνης δὲ πάλιν ἐπιπηδήσας ὥσπερ τις ἀετὸς ἐξείλκυσεν ἀπὸ τοῦ ἐσχάτου μέρους τοῦ βραχίονος τὸ ἰσχυρὸν δόρυ, ὀπίσω δὲ εἰς τὸ πλῆθος τῶν φίλων ἀνεχώρει· τοῦτον δὲ ὁ Πολίτης ὁ αὐτάδελφος περὶ τὰ μέσα αὐτοῦ τὰς χεῖρας διατείνας, ἐξῆγεν ἀπὸ τοῦ κακὸν ἦχον φέροντος πολέμου, ἕως ἀφίκετο εἰς τοὺς ἵππους αὐτοῦ τοὺς ταχεῖς, οἵτινες αὐτῷ ὄπισθεν τῆς μαχῆς καὶ τοῦ πολέμου ἵσταντο, τὸν ἡνίοχον καὶ τὰ ποικίλως εἰργασμένα ὀχήματα ἔχοντες, οἵ τοῦτον εἰς τὴν πόλιν ἀπέφερον βαρέως στενάζοντα, καταπονούμενον· τὸ αἷμα δὲ κατέρρει ἐκ τῆς νεοτρώτου χειρός. | 526 |
οἱ ἄλλοι δὲ ἐμάχοντο, θόρυβος δὲ ἀκατάπαυστος διηγέρθη· τότε Αἰνείας ὁρμήσας ἐπὶ τὸν Ἀφαρέα τὸν υἱὸν τοῦ Καλήτορος ἔπληξε κατὰ τὸν λαιμὸν δόρατι ὀξεῖ ἐρχόμενον κατ᾽ αὐτοῦ, ἐκάμφθη δὲ εἰς τὸ ἕτερον μέρος ἡ κεφαλή, ἐπηκολούθησε δὲ καὶ ἐπικατήχθη αὐτῷ ἡ ἀσπίς, καὶ ἡ περικεφαλαία, περὶ αὐτὸν δὲ θάνατος ἐχύθη ὁ τὴν ψυχὴν διαχωρίζων (ὁ τὴν ζωὴν φθείρων)· ὁ Ἀντίλοχος δὲ τὸν Θώονα μεταστραφέντα ἐπιτηρήσας, ἔτρωσεν ἐφορμήσας, ἀπέκοψε δὲ πᾶσαν τὴν φλέβα, ἥτις ἀνὰ τὰ νῶτα διερχομένη διόλου εἰς τὸν τράχηλον διήκει, ταύτην ὅλην ἀπέτεμεν· οὗτος δὲ ἐπὶ τὰ μετάφρενα ἐν τῇ κόνει κατέπεσεν, ἄμφω ταῖς χεῖρας τοῖς ἀγαπητοῖς φίλοις ἐκτείνας· ὁ Ἀντίλοχος δὲ ἐφώρμησε, καὶ ἀφῄρει τὰ ὅπλα ἀπὸ τῶν ὤμων περιβλέπων. οἱ Τρῷες δὲ ἐκ περιστάσεως ἄλλοθεν ἄλλος ἔβαλλον τὴν ποικιλωτάτην πλατεῖαν ἀσπίδα, οὐδὲ ἐδύναντο ἐντὸς ἐπιξέσαι τὸ ἁπαλὸν σῶμα σιδήρῳ ἀνηλεεῖ τοῦ Ἀντιλόχου· μάλα γὰρ δὴ ὁ τὴν γῆν κινῶν Ποσειδῶν τὸν υἱὸν τοῦ Νέστορος ἔσωζε καὶ ἐν πολλοῖς δόρασιν, οὐ μὲν γάρ ποτε ἄνευ πολεμίων ἦν, ἀλλὰ κατ' αὐτοὺς ἀνεστρέφετο, οὐδὲ τὸ δόρυ αὐτῷ εἶχεν ἡσύχως, ἀλλὰ πάνυ ἀεὶ κινούμενον περιέστραπτο, προσεῖχε δὲ καὶ ἐσκοπεῖτο κατὰ τὸ ἑαυτοῦ λογιστικόν, ἢ κατά τινος τὸ δόρυ βαλεῖν, ἢ πλησίον ὁρμῆσαι, | 540 |
ἀλλ᾽ οὐκ ἐλάνθανε τὸν Ἀδάμαντα στοχαζόμενος κατὰ τὸν στρατὸν τὸν υἱὸν τοῦ Ἀσίου, ὅστις αὐτῷ ἔβαλε τὸ μέσον τῆς ἀσπίδος δόρατι ὀξεῖ πλησίον ὁρμήσας, ἀσθενῆ δὲ ἐποίησεν αὐτῷ τὴν ἐπιδορατίδα ὁ μελανόθριξ Ποσειδῶν, φθονήσας αὐτῷ τῆς ζωῆς. καὶ τοῦτο μὲν αὐτόθι κατελείφθη, καθάπερ ξύλον κατὰ τὸ ἄκρον ἀπεξεσμένον πεπυρακτωμένον ἐν τῇ ἀσπίδι τοῦ Ἀντιλόχου, τὸ ἥμισυ δὲ ἔκειτο ἐπὶ τῆς γῆς. ὀπίσω δὲ εἰς τὸ πλῆθος τῶν φίλων ἀνεχώρει φυλαττόμενος τὴν θανατηφόρον μοῖραν. ὁ Μηριόνης δὲ ἀπερχόμενον ἐπιδιώξας, ἔτρωσε τῷ δόρατι μεταξὺ τῶν ὀρχέων καὶ τοῦ ὀμφαλοῦ, ὅπου μάλιστα γίνεται ἡ τρῶσις ὀδυνηρὰ τοῖς ἀθλίοις ἀνθρώποις· ἐκεῖ τὸ δόρυ αὐτῷ ἐνέπηξεν· ὁ δὲ ἑπόμενος (συνεχόμενος) περὶ τὸ δόρυ ἐκινεῖτο ὥσπερ βοῦς, ὃν ἐν τοῖς ὄρεσιν ἄνδρες φύλακες τῶν βοῶν δεσμοῖς ἄκοντα βιαίως δεσμεύσαντες ἄγουσιν. οὕτως αὐτὸς τρωθεὶς ἐκινεῖτο, ἐπ᾿ ὀλίγον μέντοι, οὐ πάνυ γ᾽ ἐπὶ πολύ, ἕως οὗ τὸ δόρυ ἀνέσπασεν, ἐγγύς παραγενόμενος ὁ ἥρως Μηριόνης· τοῦτον δὲ σκότος κατ᾽ ὀφθαλμοὺς περιεκάλυψεν. | 560 |
ὁ Ἕλενος δὲ τὸν Δηίπυρον ξίφει κατὰ τὴν κεφαλὴν ἐκ τοῦ σύνεγγυς ἔτρωσε, θρᾳκικῷ, μεγάλῳ, τοὺς ἱμάντας δὲ τῆς περικεφαλαίας ἀπέκοψεν· αὕτη μὲν οὖν ἀποπλανηθεῖσα εἰς γῆν κατέπεσε, καί τις τῶν μαχομένων Ἑλλήνων κυλιομένην ἐν τοῖς ποσὶν ἀνέλαβε· τοῦτον δὲ ἐν ὀφθαλμοῖς νὺξ σκοτεινὴ περιεκάλυψε. | 576 |
τὸν υἱὸν δὲ τοῦ Ἀτρέως λύπη κατέλαβε τὸν κατὰ πόλεμον ἀγαθὸν Μενέλαον. ὥρμησε δὲ ὀργισθεὶς καὶ ἀπειλήσας τῷ Ἥρωϊ Ἑλένῳ τῷ βασιλεῖ, τὸ ὀξὺ δόρυ περισείων· οὗτος δὲ τὴν νευρὰν (τὸ κέρας) τοῦ τόξου ἀνείλκυεν. οὗτοι δ᾽ οὖν ὁμοῦ ἀφῆκαν, καὶ συνέτυχον, ὁ μὲν δόρατι ὠξυμένῳ ἐφίετο βαλεῖν, ὁ δὲ ἰῷ ἀπὸ τῆς νευρᾶς. ὁ υἱὸς μὲν οὖν τοῦ Πριάμου ἔπληξε τῷ οἰστῷ κατὰ τὸ στῆθος τὸ κοῖλον τοῦ θώρακος, ἀπέπτη δὲ καὶ ἀπηνέχθη ὁ δεινὸς ἰός· ὥσπερ δὲ ὅταν ἀπὸ τοῦ πλατέος πτύου κατὰ τὴν μεγάλην ἅλων ἐφάλλωνται καὶ πηδῶσιν οἱ μέλανες κύαμοι, ἢ οἱ ἐρέβινθοι, ὑπὸ αὔρας ὀξέως πνεούσης, καὶ τῆς τοῦ λικμῶντος ῥωμαλεότητος· οὕτως ἀπὸ τοῦ θώρακος τοῦ ἐνδόξου Μενελάου πολὺ ἀποπλανηθεὶς μακρὰν ἀπηνέχθη ὁ χαλεπὸς ἰός. ὁ υἱὸς δὲ τοῦ Ἀτρέως ὃ κατὰ μάχην ἀγαθὸς Μενέλαος τὴν χεῖρα ταύτην ἔτρωσεν, ἥτις δὴ κατεῖχε τὸ εὔξυστον τόξον, ἐν τῷ τόξῳ δ᾽ ἄρα καταντικρὺ διὰ τῆς χειρὸς διῆλθε τὸ σιδηροῦν δόρυ. ὀπίσω δὲ εἰς τὸ πλῆθος τῶν φίλων ἀνεχώρει τὴν θανατηφόρον φυλαττόμενος μοῖραν τὴν χεῖρα παραχαλάσας, τὸ δὲ ἐκ μελίας δένδρου δόρυ ἐφείλκετο, καὶ τοῦτο μὲν ἐξείλκυσε ἀπὸ τῆς χειρὸς Ἀγήνωρ ὁ μεγαλόψυχος, αὐτὴν δὲ περιεδέσμευσεν ἄνθει καὶ ἐκκρίτῳ ἐρίῳ προβάτου καλῶς περιεστραμμένῳ τῇ σφενδόνῃ, ἣν δὴ ὁ θεράπων αὐτοῦ τοῦ βασιλέως τῶν λαῶν εἶχεν. | 581 |
ὁ Πείσανδρος δὲ εὐθὺ Μενελάου τοῦ ἐνδόξου ἐχώρει, τοῦτον δὲ ἦγεν ἡ ἰσχυρὰ μοῖρα εἰς τὸ τοῦ θανάτου τέλος, ὑπὸ σοῦ, ὦ Μενέλαε, ἀναιρεθῆναι ἐν τῇ χαλεπῇ μάχῃ. οὗτοι δὲ ὁπηνίκα δὴ πλησίον ἐγένοντο καταλλήλων ἐπερχόμενοι, ὁ μὲν υἱὸς τοῦ Ἀτρέως ἀπέτυχε, παρετράπη δὲ τὸ δόρυ αὐτοῦ. ὁ Πείσανδρος δὲ τὴν ἀσπίδα τοῦ ἐνδόξου Μενελάου ἔβαλεν, οὐδὲ εἰς τὸ πρόσω ἐδυνήθη πέρασαι τὸν σίδηρον, ἐπέσχε γάρ τὴν ὁρμὴν τὸ πλατὺ σάκος, συνετρίβη δὲ ἐν τῷ τῆς ἐπιδορατίδος αὐλῶ τὸ δόρυ· οὗτος δὲ ἐχάρη κατὰ τὸ ἑαυτοῦ λογιστικόν, καὶ ἤλπιζε νίκην· ὁ υἱὸς δὲ τοῦ Ἀτρέως σπασάμενος τὴν ἀργυροῦς ἥλους ἔχουσαν ῥομφαίαν ἐπήδησε κατὰ τοῦ Πεισάνδρου. οὗτος δὲ ἔλαβε τὴν ὑπὸ τὴν ἀσπίδα κρυπτομένην καλὴν ἀξίνην τὴν εὐσίδηρον τῷ ἐξ ἐλαίας στειλειῷ τῷ μακρῷ, καὶ καλὼς ἐξεσμένῳ, ὁμοῦ δὲ καὶ ὑπὸ τὸ αὐτὸ ἔτυχον ἀλλήλων· ὁ μὲν γὰρ τὸν λόφον τῆς ἱππείας τρίχας ἐχούσης περικεφαλαίας διέκοψεν ὑπ’ αὐτὸ τὸ κατὰ τὸ ἄκρον ἐπανεστηκός· ὁ δὲ ἐπερχόμενον κατὰ τὸ μέτωπον ὑπεράνω τοῦ ἐσχάτου τῆς ῥινός, συνεθλάσθησαν δὲ τὰ ὀστᾶ, οἱ ὀφθαλμοὶ δὲ αὐτοῦ αἵματος πλήρεις παρὰ τοῖς ποσὶ κατέπεσον εἰς γῆν ἐν τῇ κόνει, πεσὼν δὲ ἐξετανύσθη· οὗτος δὲ τῷ πλάτει, τοῦ ποδὸς ἐν τῷ στήθει βάς, τὰ ὅπλα ἐσκύλευσε, καὶ ἐπικαυχώμενος λόγον εἶπεν· οὕτω γε, καταλείψετε δὴ τὰς ναῦς τῶν ταχεῖς ἵππους ἐχόντων Ἑλλήνων, ὦ Τρῷες ἄσπονδοι καὶ παράνομοι, ἄπληστοι τῆς χαλεπῆς μάχης, ἄλλης μὲν βλάβης τε καὶ αἰσχύνης οὐκ ἐνδεεῖς, ἀλλὰ πλήρεις ἐστέ, ἣν ἐμὲ ἐλυμῄνασθε, ὦ κακαὶ κύνες, οὐδέ τι ἐν τῇ ψυχῇ ἐφοβήθητε τὴν ὀργὴν τὴν χαλεπὴν καὶ βαρεῖαν τοῦ μεγάλως ἠχοῦντος Διὸς τοῦ τῆς ξενίας ἐφόρου, ὅστις διαφθερεῖ ποτὲ καὶ ἀπολέσει ὑμῖν τὴν ὑψηλὴν πόλιν, οἴ μου τὴν ἐκ παρθενίας γαμετὴν καὶ πολλὰ κτήματα ἀδίκως ἀπήλθετε ἔχοντες, ὅτε φιλοφροσύνης ἐτυγχάνετε παρ' αὐτῇ. καὶ νῦν ἐν ταῖς θαλασσοπλόοις ναυσὶν προθυμεῖσθε βαλεῖν πῦρ ἀφανιστικόν, ἀνελεῖν δὲ τοὺς ἥρωας Ἕλληνας· ἀλλὰ δὴ κωλυθήσεσθε καὶ στήσεσθε τοῦ πολέμου, καίπερ προθύμως ὁρμῶντες· ὦ Ζεῦ πάτερ, ὄντως πού σε φασὶ διαφέρειν φρονήσει καὶ ὑπὲρ πάντας εἶναι τοὺς ἄλλους ἄνδρας τε καὶ θεούς, ἐκ σοῦ δὲ ταῦτα πάντα γίνονται· ὢ πῶς νῦν χαρίζῃ ἀνδράσιν ὑβρισταῖς καὶ ἀδίκοις τοῖς Τρῳσίν, ὧν ἡ προθυμία ἀεὶ ἄδικός ἐστιν, οὐδὲ δύνανται μάχης ἐμπλησθῆναι τοῦ κοινοῦ (χαλεποῦ) πολέμου, πάντων μὲν πλησμονή ἐστι καὶ ὕπνου καὶ συνουσίας, καὶ ᾠδῆς γλυκείας, καὶ ὀρχήσεως ἀμωμήτου, ὧν δή τις καὶ μᾶλλον ἐπιθυμεῖ τὸν ἔρωτα ἐκπληρῶσαι, ἢ τοῦ πολέμου, οἱ Τρῷες δὲ ἄπληστοι μάχης εἰσίν. | 601 |
οὕτως εἰπών, τὰ μὲν αἵματι, βεβαμμένα ὅπλα ἀπὸ τοῦ σώματος σκυλεύσας τοῖς φίλοις ἔδωκεν ὁ ἄμεμπτος Μενέλαος· αὐτὸς δὲ πάλιν πορευθεὶς τοῖς πρωταγωνισταῖς συνεμίγη. | 640 |
τότε αὐτῷ ἐπεπήδησεν ὁ υἱὸς Πυλαιμένους τοῦ βασιλέως ὁ Ἁρπαλίων, ὃς δὴ τῷ ἀγαπητῷ πατρὶ ἠκολούθει πολεμεῖν εἰς τὴν Τροίαν, οὐδὲ πάλιν ἐπανῆκεν εἰς τὴν πατρίδα γῆν, ὃς δὴ τότε ἔβαλε δόρατι τὸ μέσον τῆς ἀσπίδος τοῦ υἱοῦ τοῦ Ἀτρέως ἐκ τοῦ σύνεγγυς, οὐδὲ ἐδυνήθη εἰς τὸ πρόσω διαπεράσαι τὸν σίδηρον, ὀπίσω δὲ εἰς τὸ πλῆθος τῶν φίλων ἀνεχώρει φυλαττόμενος τὴν θανατηφόρον μοῖραν εἰς πάντα τόπον περιβλέπων μή τις σιδήρῳ τὸ σῶμα βάλῃ. ὁ Μηριόνης δὲ ἀπερχομένου ἀφῆκε τὸν σιδήρῳ ἡρμοσμένον ἰόν, καὶ ἔτρωσεν κατὰ τὸν δεξιὸν σφαίρωμα· ὁ ἰὸς δὲ ἀπαντικρὺς κατὰ τὴν φύσαν ὑπὸ τὸ ὀστοῦν διεξῆλθε· καθεζόμενος δὲ αὐτόθι ἐν ταῖς χερσὶ τῶν ἀγαπητῶν φίλων ἀποπνέων τὴν ψυχήν, ἤτοι τὸ πνεῦμα ὥσπερ σκώληξ, ἐπὶ γῆς τανυσθεὶς ἔκειτο, ἐξέρρει δὲ τὸ μέλαν αἷμα, ἔβρεχε (ἔβαπτε ἐμάλαττε) δὲ τὴν γῆν· περὶ μὲν οὖν τοῦτον, οἱ μεγαλόψυχοι Παφλαγόνες ἠσχολοῦντο, εἰς τὸν δίφρον δὲ ἀναβιβάσαντες ἦγον εἰς τὴν ἱερὰν Ἴλιον λυπούμενοι, μετ᾽ αὐτῶν δὲ ὁ πατὴρ ἐπορεύετο δακρυρροῶν, τιμωρία δὲ οὐδαμῶς ἐγένετο τοῦ υἱοῦ ἀποθανόντος· | 643 |
τούτου δὲ ἀναιρεθέντος, πάνυ κατὰ ψυχὴν ὠργίσθη ὁ Πάρις, ξένος γὰρ αὐτῷ ἣν ἐν πολλοῖς Παφλαγόσι· τούτου ἕνεκα οὗτος βαρέως ὀργιζόμενος ἄφηκε σιδήρῳ ἡρμοσμένον ἰόν· ἦν δέ τὶς Εὐχήνωρ υἱὸς Πολυΐδου τοῦ μάντεως πλούσιος καὶ χρηστός, ἐν Κορίνθῳ τὴν οἰκίαν οἰκῶν, ὃς δὴ καλῶς ἐπιστάμενος τὴν ἀφανιστικὴν μοίραν ἐπέβαινε τῆς νεώς· πολλάκις γὰρ προεῖπεν αὐτῷ ὁ πατὴρ ὁ χρηστὸς Πολυΐδος, ὑπὸ νόσου χαλεπῆς ἀποθανεῖν ἐν τοῖς ἰδίοις οἴκοις, ἢ ἐν ταῖς ναυσὶ τῶν Ἑλλήνων ὑπὸ τῶν Τρῴων ἀναιρεθῆναι, δι᾿ ὃ δὴ ἅμα καὶ τὴν ὀδυνηρὰν βλάβην τῶν Ἑλλήνων ἐξέκλινε, καὶ τὴν μισητὴν νόσον, ὅπως μὴ πάθῃ λύπας, καὶ ὀδύνας ἐν τῇ ψυχῇ· τοῦτον ἔτρωσεν ὑποκάτω τοῦ ὠτὸς καὶ τῆς γνάθου (σιαγόνος), ταχέως δὲ ἡ ψυχὴ ἀνεχώρησε τῶν μελῶν, μισητὸν δὲ σκότος αὐτὸν κατέλαβεν. | 660 |
οὕτως οὗτοι μὲν ἐμάχοντο, δίκην σώματος πυρὸς καιομένου. Ἕκτωρ δὲ ὁ τῷ Διὶ προσφιλὴς οὐκ ἤκουσεν, οὐδέτι ἠπίστατο ὅτι δὴ αὐτῷ ἐπὶ τὰ ἀριστερὰ τῶν νεῶν ἀνῃροῦντο οἱ λαοὶ ὑπὸ τῶν Ἑλλήνων, ταχέως δ᾽ ἂν καὶ δόξα τῶν Ἑλλήνων ἐγένετο, οὕτω γὰρ ὁ συνέχων τὴν γῆν καὶ κινῶν αὐτὴν παρώξυνε τοὺς Ἕλληνας, πρὸς δὲ τῷ αὐτῶν σθένει καὶ αὐτὸς ἐπεκούρει· ἀλλ᾽ ἐχώρει ὅπου τὸ πρῶτον τάς πύλας καὶ τὸ τεῖχος εἰσεπήδησε, διαλύσας τὰς πυκνὰς καὶ ἰσχυρὰς τάξεις τῶν ὁπλιτῶν Ἑλλήνων, ὅπου ἦσαν αἱ νῆες τοῦ Αἴαντος καὶ τοῦ Πρωτεσιλάου, εἰς τὸν αἰγιαλὸν τῆς λευκῆς θαλάσσης εἱλκυσμέναι, ὑπεράνω δὲ τεῖχος ᾠκοδόμητο χθαμαλώτατον, ἐκεῖ μάλιστα χρειώδεις ἦσαν τῇ μάχῃ αὐτοί τε καὶ οἱ ἵπποι, | 673 |
ἐκεῖ δὲ Βοιωτοὶ καὶ Ἰάονες, οἱ σιδηροθώρακες (οἱ ποδήρεις χιτῶνας ἔχοντες), Λοκροί, καὶ οἱ Φθῖοι, καὶ οἱ λαμπρὰς πανοπλίας ἔχοντες Ἐπειοὶ μόλις ἐφορμῶντα κατὰ τῶν νεῶν ἐκώλυον, οὐδὲ ἠδύναντο ἀπελάσαι ἀφ᾽ ἑαυτῶν τὸν ὅμοιον φλογὶ ἐνδοξότατον Ἕκτορα· οἱ τῶν Ἀθηναίων προκαταριθμημένοι· ἐν αὐτοῖς δὲ ἡγεμόνευεν ὁ τοῦ Πετεοῦ υἱὸς Μενεσθεύς· οὗτοι δὲ συνείποντο, ὅ τε Φείδας, καὶ ὁ Στιχίος, καὶ ὁ γενναῖος Βίας· τῶν Ἐπειῶν δὲ ὅτε Μέγης ὁ υἱὸς τοῦ Φυλέως, καὶ ὁ Ἀμφίων, καὶ ὁ Δράκιος. πρὸ τῶν Φθίων δὲ ὁ Μέδων, καὶ ὁ τοῖς ποσὶν ἐπαρκῶν Μενεπτόλεμος, καὶ ὁ μὲν υἱὸς νόθος τοῦ θείου Ὀϊλέως ἦν ὁ Μέδων, ἀδελφὸς τοῦ Αἴαντος, κατῴκει δὲ ἐν τῇ Φυλάκῃ πόρρω τῆς πατρίδος γῆς, ἄνδρα ἀποκτείνας, ἀδελφὸν τῆς μητρυιᾶς αὐτοῦ τῆς Ἐριώπιδος, ἣν εἶχεν ὁ Ὀϊλεύς. ὁ δὲ ἦν ὑὸς Ἰφίκλου τοῦ υἱοῦ τοῦ Φυλάκου· οὗτοι μὲν πρὸ τῶν μεγαλοψύχων Φθίων καθοπλισθέντες παρὰ ταῖς ναυσὶν ἀντιμαχόμενοι μετὰ τῶν Βοιωτῶν ἐπολέμουν. Αἴας δὲ ὃ ταχύπους υἱὸς τοῦ Ὀϊλέως οὐδαμῶς ἵστατο πόρρρω τοῦ Αἴαντος τοῦ υἱοῦ τοῦ Τελαμῶνος, οὐδ᾽ ὀλίγον· ἀλλ᾽ ὥσπερ ἐν γῇ νεωστὶ ἠροτριωμένῃ βόες μέλανες ἄροτρον ἡρμοσμένον ἕλκουσιν ἴσην ἔχοντες προθυμίαν, περὶ δὲ τὰ κάτω περὶ τὴν σάρκα τῶν κεράτων αὐτῶν πολὺς ἱδρὼς ἀναφέρεται, τούτους μέντοι ὁ εὔξεστος ζυγὸς μόνον διαχωρίζει προθύμως ἰόντας κατὰ τὴν αὔλακα, τέμνει δὲ τὸ ἄροτρον τὸ πέρας τῆς γῆς· οὕτως οὗτοι ἵσταντο πάνυ πλησίον ἀλλήλων· ἀλλὰ τῷ μὲν υἱῷ τοῦ Τελαμῶνος πολλοὶ καὶ καλοὶ λαοὶ ἠκολούθουν φίλοι, οἵτινες αὐτῷ τὴν ἀσπίδα παρελάμβανον, ὁπηνίκα αὐτὸν κόπος τε καὶ ἱδρὼς κατὰ τὰ γόνατα κατελάμβανε. τῷ υἱῷ δὲ τοὺ Ὀϊλέως τῷ μεγαλοψύχῳ οὐκ ἠκολούθουν οἱ Λοκροί, οὐ γὰρ ἐν τῇ κατὰ σύστασιν μάχῃ παρέμενεν ἡ προσφιλὴς αὐτῶν ψυχήν, οὐ γὰρ εἶχον περικεφαλαίας σιδηρᾶς, ἱππείας τρίχας ἐχούσας, οὐδὲ εἶχον ἀσπίδας εὐπεριφερεῖς, καὶ δόρατα ἐκ μελίας, ἀλλὰ τόξοις καὶ καλῶς περιεστραμμένῳ ἐρίῳ προβάτου θαρροῦντες, εἰς τὸ Ἴλιον συνείποντο, οἷς μετὰ ταῦτα πυκνῶς ἀφιέντες ἐρρήγνυον καὶ διέλυον τὰς τάξεις τῶν Τρῴων. τότε δ᾽ οὖν οὗτοι μὲν ἔμπροσθεν σὺν τοῖς ποικίλως εἰργασμένοις ὅπλοις ἐμάχοντο τοῖς τε Τρῳσί, καὶ τῷ σιδήρῳ καθωπλισμένῳ Ἕκτορι. οὗτοι δὲ ὄπισθεν ἀφιέντες καὶ πλήττοντες ἐλάνθανον, οὐδέτι πολέμου καὶ μάχης οἱ Τρῷες ἐμέμνηντο, συνέχεον γὰρ καὶ συνετάραττον αὐτοὺς οἱ ἰοί· | 685 |
τότ᾽ ἂν χαλεπῶς ἀπὸ τῶν νεῶν καὶ τῶν σκηνῶν οἱ Τρῷες ἀνεχώρησαν ἐπὶ τὴν ἀνέμοις καταπνεομένην καὶ ὑψηλὴν Ἴλιον, εἰ μὴ ὁ Πολυδάμας παραγενόμενος εἶπε πρὸς τὸν εὔτολμον Ἕκτορα· ὧ Ἕκτορ ἀνίκητος, καὶ ἀπαραμύθητος εἶ λόγοις παρηγορητοῖς, ἤτοι παραμυθήμασι καὶ ὑποθήκαις πείθεσθαι, διότι σοι περιττῶς ἔδωκεν ὁ θεὸς τὰς πολεμικὰς πράξεις, τούτου χάριν καὶ βουλῇ θέλεις μᾶλλον τῶν ἄλλων εἰδέναι, ἀλλ' οὐδαμῶς ὁμοῦ πάντα δυνήσεται ὁ αὐτὸς λαβεῖν· ἄλλῳ μὲν γὰρ ἔδωκεν ὁ θεὸς τὰς πολεμικὰς πράξεις, ἄλλῳ δὲ τὸ ὀρχεῖσθαι, ἄλλῳ δὲ τὸ κιθαρίζειν, καὶ ᾄδειν, ἄλλῳ δὲ τίθησιν ἐν τῷ στήθει νοῦν ὁ μεγαλόφωνος Ζεὺς ἀγαθόν, τούτου δὲ πολλοὶ ἄνθρωποι ἀπολαύουσι, καὶ πολλοὺς ἔσωσε, μᾶλλον δὲ τῶν ἄλλων αὐτὸς διέγνω τὴν ἐκ τοῦ πράγματος ὠφέλειαν καὶ σωτηρίαν· ἐγὼ δὲ λέξω καθάπερ μοι δοκεῖ ἔχειν ἀρίστως· πανταχόθεν δή σε ὁ τοῦ πολέμου κύκλος περιείληφεν· οἱ δὲ μεγαλόψυχοι Τρῷες ἀφ' οὗ τὸ τεῖχος διέβησαν, οἱ μὲν πορρώτερον ἵστανται ἔνοπλοι, οἱ δὲ πολεμοῦσιν ἐλάττους πλείοσι διαμερισθέντες κατὰ τὰς ναῦς· ἀλλ᾽ ἀναχωρήσας, κάλει δεῦρο πάντας τοὺς κρατίστους, ἐντεῦθεν δ᾽ ἄν πάνυ πᾶσαν βουλευσαίμεθα βουλήν, ἢ ἵνα εἰς τὰς πολυκαθέδρους ναῦς ἐπιπέσωμεν, ἐὰν ὁ θεὸς ἐθέλῃ δοῦναι νίκην, ἢ ἵνα μετὰ ταῦτα ἐκ τῶν γεῶν πορευθῶμεν μηδὲν παθόντες· ὄντως γὰρ ἔγωγε δέδοικα μὴ τὸ χθεσινὸν ἀποδώσωσιν οἱ Ἕλληνες χρέος· ἐπειδὴ παρὰ ταῖς ναυσὶν ἀνὴρ ἀκόρεστος μάχης μένει, ὃν οὐδαμῶς τοῦ λοιποῦ κωλυθήσεσθαι καὶ στήσεσθαι τοῦ πολεμεῖν ὑπολαμβάνω. οὕτως εἶπεν ὁ Πολυδάμας. ἤρεσε δὲ τῷ Ἕκτορι ὁ ἀβλαβὴς λόγος, - καὶ φωνήσας ἔλεγε λόγους ταχεῖς πρὸς αὐτόν· ὦ Πολυδάμα, σὺ μὲν αὐτόθι κάτεχε πάντας τοὺς ἀριστεῖς, ἐγὼ δὲ ἐκεῖσε πορεύσομαι, καὶ τῆς μάχης μεθέξω, ταχέως δὲ πάλιν ἐλεύσομαι, ἐπειδὰν τούτοις ἐπιτάξω καλῶς. | 723 |
εἶπε δὴ καὶ ὥρμησεν ὅμοιος ὄρει χιόνι κεκαλυμμένῳ, βοῶν, ἐπέτετο δὲ διὰ τῶν Τρῴων καὶ τῶν ἐπικούρων· οὗτοι δὲ πρὸς τὸν διὰ τὴν ἀνδρίαν ἀγαπώμενον Πολυδάμαντα τὸν υἱὸν τοῦ Πάνθου ἅπαντες ἐπῄεσαν, ἐπειδὴ ἤκουσαν τὴν φωνὴν τοῦ Ἕκτορος. οὗτος δὲ τόν τε Δηίφοβον, καὶ τὴν ἰσχὺν Ἑλένου τοῦ βασιλέως, ἤτοι τὸν Ἕλενον, καὶ Ἀδάμαντα τὸν υἱὸν τοῦ Ἀσίου, καὶ Ἄσιον τὸν υἱὸν τοῦ Ὑρτάκου διήρχετο ζητῶν ἀνὰ τοὺς πρωταγωνιστάς, εἴ που εὕροι· τούτους δὲ εὗρεν οὐδαμὼς ἄνευ βλάβους, οὐδὲ ἄνευ φθορᾶς, καὶ θανάτου· ἀλλ᾽ οἱ μὲν δὴ παρὰ ταῖς πρύμναις τῶν νεῶν τῶν Ἑλλήνων ἔκειντο ἀπολέσαντες τὰς ψυχὰς ὑπὸ τῶν χειρῶν τῶν Ἑλλήνων· οἵ δὲ ἦσαν τῷ τείχει πόρρωθεν καὶ ἐκ τοῦ σύνεγγυς τετρωμένοι. ταχέως δὲ εὗρεν ἐπὶ τὸ ἀριστερὸν μέρος τῆς δακρύων γεμούσης μάχης τὸν ἐνδοξότατον Ἀλέξανδρον, τὸν ἄνδρα τῆς καλλικόμου Ἑλένης θαρσοποιοῦντα τοὺς φίλους, καὶ παροξύνοντα πολεμεῖν. πλησίου δὲ στὰς εἶπε πρὸς αὐτὸν λόγοις αἰσχροῖς, καὶ ἀναιδέσιν ὦ Πάρι κακέ, βέλτιστε κατὰ τὴν μορφήν, ἐπὶ γυναιξὶ μαινόμενε, ψεῦστα καὶ ἀπατεῶν, ποῦ σοι ὁ Δηίφοβος, καὶ ἡ ἰσχὺς Ἑλένου τοῦ βασιλέως καὶ Ἀδάμας ὃ τοῦ Ἀσίου υἱός, καὶ Ἄσιος ὁ υἱὸς τοῦ Ὑρτάκου; ποῦ δέ σοι ὁ Ὀθρυονεύς; νυνὶ ἀπώλετο καὶ ἐφθάρη ἕως τῆς ἀκροπόλεως καὶ διόλου ἡ ὑψηλὴ Ἴλιος· νυνὶ σοι πλήρης καὶ ἀνελλιπὴς ὀλεθρία φϑορά. | 754 |
πρὸς τοῦτον δὲ εἶπεν ὁ θεῖον εἶδος ἔχων Ἀλέξανδρος· ὦ Ἕκτορ, ἐπειδή σοι προθυμία ἐστὶ αἰτιᾶσθαι τὸν ἀνυπαίτιον, ἄλλοτε δήποτε μᾶλλον ἀναχωρήσειν τῆς μάχης μέλλω, ἐπειδὴ οὐδ' ἐμὲ παντελῶς ἀσθενῆ ἔτεκεν ἡ μήτηρ· ἀφ' οὗ γὰρ τὴν τῶν φίλων μάχην παρώξυνας παρὰ ταῖς ναυσίν, ἐξ ἐκείνου ἐνταῦθα ὄντες κατὰ ἴλας συμβάλλομεν τοῖς Ἕλλησιν ἀδιαλείπτως, οἱ φίλοι δὲ οὓς σὺ ζητεῖς, ἀνῃρέθησαν. μόνοι ὁ Δηίφοβος, καὶ ἡ ἰσχὺς τοῦ βασιλέως Ἑλένου ἀνεχώρησαν, βεβλημένοι δόρασι μακροῖς ἀμφότεροι κατὰ τὴν χεῖρα, τὸν φόνον δὲ καὶ τὸν θάνατον ἀπεσόβησεν ὁ υἱὸς τοῦ Κρόνου· νῦν δὲ ἡγοῦ ὅπου σοι ἡ καρδία, καὶ ἡ προαίρεσις ἐπιτάσσει· ἡμεῖς δὲ προθύμως ὁμοῦ ἀκολουθήσομεν, οὐκέτι οἴομαι δυνάμεως ἐνδεεῖς ἔσεσθαι ταύτης, ὅση μοι πάρεστι νῦν ἰσχύς· παρὰ δύναμιν δὲ οὐκ ἔστι δυνατὸν καὶ προθυμούμενον μάχεσθαι. οὕτως εἰπὼν ἀνέπεισε τὴν τοῦ ἀδελφοῦ διάνοιαν ὁ ἥρως· ὥρμησαν δὲ πορεύεσθαι ὅπου μᾶλλον ὁ πόλεμος καὶ ἡ μάχη ἦν, περί τε τὸν Κεβριόνην, καὶ τὸν ἀμώμητον Πολυδάμαντα, καὶ τὸν Φάλκην, καὶ τὸν Ὀρθαῖον, καὶ τὸν ἰσόθεον Πολυφήτην καὶ τὸν Πάλμην, καὶ τὸν Ἀσκάνιον, καὶ Μόρυν τὸν υἱὸν τοῦ Ἱπποτίωνος, οἳ δὴ ἀφίκοντο ἐκ τῆς εὐγαίου Ἀσκανίας ἐξαμοιβῆς καὶ διαδοχῆς βοηθοὶ τῇ προτέρᾳ ἡμέρᾳ· τότε δὲ ὁ Ζεὺς διήγειρε πολεμεῖν· οὗτοι δὲ ἐπορεύοντο ὅμοιοι συστροφῇ ἀνέμων χαλεπῶν, καὶ σφοδρῶν, ἣ δὴ μετὰ βροντῆς τοῦ Διὸς τοῦ πατρὸς ἐπιφέρεται μὲν ὡς ἐπὶ τὴν γῆν, θείῳ δὲ θορύβῳ συμμίγνυται τῇ θαλάσσῃ, ἐν αὐτῇ δὲ πολλὰ κύματα ἐν τῷ ἀναζέειν ἠχοῦντα τῆς πολυταράχου θαλάσσης ἐξογκούμενα, λευκὰ τῷ ἀφρῷ, πρόσω μὲν ἄλλα, ὀπίσω δὲ ἄλλα ἀποτελοῦνται. οὕτως οἱ Τρῷες ἄλλοι μὲν ἔμπροσθεν ἰσχυρῶς ἡρμοσμένοι, ὀπίσω δὲ ἄλλοι σιδήρῳ περιλάμποντες, μετὰ τῶν ἡγεμόνων ἠκολούθουν. ὁ Ἕκτωρ δὲ προηγεῖτο ὅμοιος τῷ ἀνθρωποκτόνῳ Ἄρει, ὁ υἱὸς τοῦ Πριάμου, ἐκράτει δ᾽ ἔμπροσθεν τὴν πανταχόθεν ἴσην ἀσπίδα καὶ κυκλοτερῆ, πυκνὴν καὶ στερεὰν τοῖς δέρμασιν, πολὺς δὲ ἐφήπλωτο χαλκός, περὶ δὲ τοὺς κροτάφους αὐτοῦ περιεκινεῖτο ἡ λαμπρὰ περικεφαλαία, εἰς πάντα δὲ τόπον περὶ τὰς τάξεις ἠρέμα χωρῶν ἐπεχείρει, εἴ πως αὐτῷ ὑποχωρήσειαν ὑπὸ τὴν ἀσπίδα τιθέντι τοὺς πόδας καὶ οὕτω προβαίνοντι, ἀλλ᾽ οὐ συνείχει καὶ ἐθορύβει τὴν τῶν Ἑλλήνων ψυχὴν ἐν τοῖς στήθεσιν. Αἴας δὲ πρῶτον εἰς μάχην ἐκάλεσε μεγάλως προποδίζων καὶ διασκελῶν λέγων· ὦ εὐτυχέστατε, ἴθι πλησίον, τί δὴ οὕτω δέδοικας τοὺς Ἕλληνας; οὐδαμὼς ἀνεπιστήμονες καὶ ἄπειροι πολέμου ἐσμέν, ἀλλὰ πλήκτρῳ κακῷ καὶ πληγῇ θείᾳ ἐδαμάσθημεν καὶ ἡττήθημεν οἱ Ἕλληνες. ὄντως δήπου σοι ἡ ψυχὴ ἐλπίζει ἐκπορθήσειν τὰς ναῦς, εὐθέως (ῥᾳδίως) μέντοι βοηθεῖν, χεῖρές εἰσι καὶ ἡμῖν· ὄντως ἂν πολλῷ πρότερον ἡ ὑμέτερα καλῶς οἰκουμένη πόλις φανείη κρατηθεῖσα καὶ ἐκπορθουμένη ὑπὸ τῶν ἡμετέρων χειρῶν· σοὶ δὲ αὐτῷ οἴομαι ἐγγὺς εἶναι, ὁπηνίκα φεύγων εὔξῃ τῷ πατρὶ τῷ Διὶ καὶ τοῖς ἄλλοις ἀθανάτοις θεοῖς ταχίονας ἱεράκων εἶναι τοὺς ὡραιότριχας ἵππους, οἵ σε εἰς τὴν πόλιν κομίσουσι τρέχοντες διὰ τοῦ πεδίου. | 774 |
οὕτω δὴ εἰπόντι αὐτῷ ἐπέπτη ὄρνεον αἴσιον καὶ εὐσύμβολον, ἀετὸς ἐφ' ὕψους πετάμενος, ἐπεβόησε δὲ ὁ λαὸς τῶν Ἑλλήνων εὔελπις καὶ τεθαρρηκὼς τῷ ὄρνιθι. ὃ δὲ Ἕκτωρ ὁ λαμπρὸς ἀπεκρίνετο οὕτως. ὦ Αἶαν, ἁμαρτάνων ἐν τῷ λέγειν, βοῦ ἐργαζόμενε τὴν γῆν, ποῖον εἶπας; εἴθε γὰρ ἐγὼ οὕτως ὑὸς τοῦ τὴν αἰγίδα φοροῦντος Διὸς ὑπάρχοιμι (γενοίμην) κατὰ πάντα τὸν χρόνον, τέκοι δέ με ἡ σεβαστή Ἥρα, τιμῴμην δὲ ὡς τιμᾶται ἡ Ἀθηνᾶ καὶ ὁ Ἀπόλλων, ὥσπερ νῦν ἡ παροῦσα ἡμέρα κακὸν ἐπάγει τοῖς Ἕλλησιν ἅπασι μάλα· ἐν τούτοις δὲ σὺ τεθνήξῃ ἐὰν ὑπομείνῃς καὶ τολμήσῃς παραμεῖναι τὸ ἐμὸν μέγα δόρυ, ὅπερ σοι τὸ ἀνθηρὸν σῶμα διακόψει, τοὺς κύνας δὲ τῶν Τρῴων ἐμπλήσεις, καὶ τὰ μεγάλα ὄρνεα λίπει καὶ σαρξίν, ἀποθανὼν παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων. | 821 |
οὕτω δὴ εἰπών, προεχώρησεν· οὗτοι δέ συνείποντο βοῇ μεγίστῃ καὶ θείᾳ, ἐπεβόησε δὲ ὁ στρατὸς ὄπισθεν, ἐπεβόησαν δὲ καὶ οἱ Ἕλληνες ἐκ τοῦ ἑτέρου μέρους, οὐδὲ ἐπελάθοντο τῆς δυνάμεως, ἀλλὰ παρέμενον τοὺς ἀριστεῖς τῶν Τρῴων ἐπερχομένους· ἀμφοτέρων δὲ τῶν στρατευμάτων ἡ βοὴ ἤρθη εἰς τὸν αἰθέρα, καὶ τὸν οὐρανόν. | 833 |