Koine Greek paraphrase by Theodorus Gaza
οὕτως μὲν ἐν ταῖς σκηναῖς ὁ τοῦ Μενοιτίου ἰσχυρὸς υἱὸς ἐθεράπευσε τὸν Εὐρύπυλον τετρωμένον· οὗτοι δὲ ἐπολέμουν οἱ Ἕλληνες καὶ οἱ Τρῷες ἀθρόοι καὶ κατὰ πλῆθος, οὐδὲ ἔμελλεν ἡ τάφρος τοῦ λοιποῦ ἀνθέξειν τῶν Ἑλλήνων καὶ τὸ τεῖχος ἄνωθεν τὸ πλατύ, ὅπερ ἐποίησαν ὑπὲρ τῶν νεῶν, περὶ αὐτὸ δὲ τάφρον ὤρυξαν καὶ ἐξέτειναν, οὐδὲ (γὰρ) τοῖς θεοῖς ἔδωκαν θυσίας ἐνδόξους, ἵν᾿ αὐτοῖς τὰς ταχείας ναῦς καὶ τὴν πολλὴν λαφυραγωγίαν ἔνδον ἔχον σώζοι καὶ διατηροίη, οὐ κατὰ γνώμην δὲ κατεσκεύαστο τῶν ἀθανάτων θεῶν, δι᾿ ὃ καὶ οὐδαμῶς ἐπὶ πολὺν χρόνον βέβαιον καὶ ἀσφαλὲς ἦν. ὅτε μὲν οὖν ὁ Ἕκτωρ ἔζη, καὶ ὁ Ἀχιλλεὺς ἐμνησικάκει, καὶ ἡ πόλις τοῦ βασιλέως Πριάμου ἀπόρθητος ἦν, τότε καὶ τὸ μέγα τεῖχος τῶν Ἑλλήνων ἐν τῷ πεδίῳ ἦν. ἐπεὶ δὲ τῶν μὲν Τρῴων ἀπέθανον ὅσοι ἄριστοι ἦσαν, πολλοὶ δὲ τῶν Ἑλλήνων, οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ὑπελείφθησαν, ἐξεπορθήθη δὲ ἡ πόλις τοῦ Πριάμου τῷ δεκάτῳ ἔτει, οἱ Ἕλληνες δὲ ἐν ταῖς ναυσὶν ἀνεχώρησαν εἰς τὴν προσφιλῆ πατρίδα, τηνικαῦτα δὴ ἐβουλεύοντο ὅ τε Ποσειδῶν καὶ ὁ Ἀπόλλων ἀφανίσαι τὸ τεῖχος ἐπεισαγαγόντες τὴν τῶν ποταμῶν δύναμιν, ὅσοι ἀπὸ τῶν ἀκρωρειῶν τῆς Ἴδης εἰς τὴν θάλασσαν καταρρέουσιν, ὅ τε Ρῆσος, καὶ ὁ Ἑπτάπορος, καὶ ὁ Κάρησος, καὶ ὁ Ρόδιος, καὶ ὁ Γρήνικος, καὶ ὁ Αἴσηπος, καὶ ὁ ἐνδοξότατος Σκάμανδρος, καὶ ὁ Σιμοῦς, ὅπου πολλαὶ ἀσπίδες ἐκ βοῶν, καὶ περικεφαλαίαι κατέπεσον ἐν τῷ κονιορτῷ, καὶ τοῖς χώμασι, καὶ γένος ἀνδρῶν ἐξ ἡμισείας θεῶν· τούτων ἁπάντων ὁμοῦ καὶ εἰς τὸ αὐτὸ ἔτρεψε τὰ στόματα ὁ καθαρὸς Ἀπόλλων, ἐπὶ ἐννέα δὲ ἡμέρας ἐπὶ τὸ τεῖχος ἔπεμπε τὸ ῥεῦμα, ἔβρεχε δὲ ὁ Ζεὺς συνεχῶς, ὅπως ἂν τάχιον ποιήσειεν τὰ τείχη ἐπιπλέοντα τῇ θαλάσσῃ. αὐτὸς δὲ ὁ Ποσειδῶν κρατῶν ταῖς χερσὶ κάμακα προηγεῖτο, πάντα δ᾽ ἄρα τὰ θεμέλια ἐξέπεμπε τοῖς κύμασι τῶν κορμῶν καὶ τῶν λίθων, ἅπερ ἔθηκαν οἱ Ἕλληνες μοχθοῦντες καὶ ἀτυχοῦντες, λεῖα δὲ καὶ ὁμαλὰ ἐποίησε παρὰ τὸν ἄγαν ῥοώδη Ἑλλήσποντον· αὖθις δὲ τὸν μέγαν αἰγιαλὸν (παραθαλάσσιον καὶ ὁδεύσιμον τόπον) ἄμμῳ ἐκάλυψεν ἀφανίσας τὸ τεῖχος, τοὺς ποταμοὺς δὲ ἔτρεψε φέρεσθαι καὶ τὸ ῥεῦμα, ὅποι τὸ πρῶτον ἀφίεσαν τὸ περικαλλῶς ῥέον ὕδωρ. | 001 |
οὕτω δὴ ἔμελλον μετὰ ταῦτα ὁ Ποσειδῶν καὶ ὁ Ἀπόλλων ποιήσειν· τότε δὲ πόλεμος καὶ θόρυβος ἐξῆπτο καὶ διεγήγερτο περὶ τὸ καλῶς κατεσκευασμένον τεῖχος, ἤχει δὲ τὰ δόρατα κατὰ τῶν πύργων ἀκοντιζόμενα· οἱ Ἕλληνες δὲ πλήκτρῳ Διὸς δαμασθέντες, ἐπὶ ταῖς βαθείαις ναυσὶ συγκεκλεισμένοι κατείχοντο, φοβούμενοι Ἕκτορα τὸν ἰσχυρὸν ἐπιστήμονα τοῦ πολέμου καὶ τῆς τροπῆς. οὗτος δὲ καθάπερ τὸ πρῶτον ἐμάχετο, ὅμοιος συστροφῇ μεγάλου ἀνέμου· ὥσπερ δὲ ὅτε ἐν τοῖς κυσί, καὶ τοῖς κυνηγοῖς ἀνδράσι κάπρος ἢ λέων περιστρέφεται, δυνάμει ἐπιρρωνύμενος, οὗτοι δὲ ἐν τάξει ἑαυτοὺς παρασκευάσαντες καὶ ἑτοιμάσαντες ἐναντίον ἵστανται καὶ βάλλουσι πυκνὰ δόρατα ἐκ τῶν χειρῶν, τούτου δὲ ἡ ἔνδοξος ψυχὴ οὐδέποτε φοβεῖται, οὐδὲ τρέπεται, ἡ ἄγαν δὲ προθυμία καὶ ἀνδρία ἀπέκτεινεν αὐτόν, πυκνώς τε περιστρέφεται, πειρώμενος τῶν τάξεων τῶν ἀνδρῶν, καὶ ὅπου ἂν ὁρμήσῃ κατὰ τοῦτο ὑποχωροῦσιν αἱ τάξεις τῶν ἀνδρῶν· οὕτως ὁ Ἕκτωρ κατὰ τὸν στρατὸν πορευόμενος εἱλεῖτο καὶ ἐστρέφετο, τοὺς ἑαυτοῦ φίλους διεγείρων διαβῆναι τὴν τάφρον, οὐκ ἐτόλμων δὲ οἱ ταχύποδες αὐτοῦ ἵπποι, πάνυ δὲ ἐχρεμέτιζον, καὶ ἰδιάζουσαν φωνὴν ἀπετέλουν ἐπὶ τῷ ἄκρῳ τοῦ χείλους ἑστῶτες, ἐφόβει γὰρ καὶ εἰς δέος ἦγεν ἡ τάφρος ἡ πλατεῖα· οὔτ᾽ οὖν ὑπερπηδῆσαι ἐγγύς, οὔτε περάσαι εὔκολος ἦν, ὄχθαι γὰρ ὑψηλαὶ καὶ μεγάλαι περὶ πᾶσαν ἵσταντο ἀφ' ἑκατέρου μέρους, ὑπεράνω δὲ ξύλοις ὀρθοῖς ἄνω εἰς ὀξὺ λήγουσιν ἥρμοστο, ἅπερ ἔπηξαν οἱ υἱοὶ τῶν Ἑλλήνων πυκνὰ καὶ μεγάλα, ἀνδρῶν πολεμίων ἀποφυγήν· ἐκεῖ δὲ οὐκ ἂν ῥᾳδίως ἵππος ἕλκων τὸ εὔτροχον ὄχημα εἰσῆλθε· πεζοὶ δὲ προεθυμοῦντο καὶ ὥρμων, εἰ τελέσουσι καὶ παρελεύσονται· τότε τοίνυν ὁ Πολυδάμας παραγενόμενος εἶπε πρὸς τὸν εὔτολμον Ἕκτορα· ὦ Ἕκτορ, καὶ ἄλλοι ἡγεμόνες τῶν Τρῴων καὶ τῶν βοηθῶν, ἀβούλως κατὰ τὴν τάφρον ἄγομεν τοὺς ταχεῖς ἵππους, αὕτη δὲ πάνυ χαλεπή ἐστι περᾷν, ξῦλα γὰρ ἐπ᾽ αὐτῇ εἰς ὀξὺ λήγοντα ἵστανται, περὶ ταῦτα δὲ τὸ τεῖχος τῶν Ἑλλήνων, ἔνθα οὐδαμῶς ἐστι καταβῆναι, ουδὲ πολεμεῖν τοῖς ἱππεῦσι, στένωμα γάρ, ὅπου τραπήσεσθαι ὑπολαμβάνω. εἰ μὲν γὰρ παντελῶς δυσνοῶν κενοῖ καὶ ἐκπορθεῖ τὰ Ἑλλήνων Ζεὺς ὁ ἐν ὕψει βροντῶν, τοῖς Τρῳσὶν δὲ ἐθέλει βοηθεῖν, ὄντως ἂν ἔγωγε βουλοίμην, καὶ νῦν εὐθέως τοῦτο γενέσθαι, ἄνευ ὕμνου καὶ εὐφημίας (ἀνωνύμους) φθαρῆναι τοὺς Ἕλληνας ἐνταυθοῖ πόρρω τοῦ Ἄργους· ἐὰν δὲ ὑποστρέψωσι καὶ γένηται πάλιν δίωξις ἐκ τῶν νεῶν, καὶ τῇ τάφρῳ ἐμπέσωμεν τῇ ὀρωρυγμένῃ, οὐκέτι μετὰ ταῦτα ὑπολαμβάνω, οὐδὲ μηνυτὴν ἀπελθεῖν εἰς τοὐπίσω πρὸς τὴν πόλιν, κυκλωθέντων ἡμῶν ὑπὸ τῶν Ἑλλήνων. ἀλλ᾿ ἄγετε ὥσπερ ἂν εἴπω ἐγώ, πάντες ὑπακούωμεν· τοὺς μὲν ἵππους οἱ ὑπηρέται κατεχέτωσαν ἐπὶ τῇ τάφρῳ, ἡμεῖς δὲ πεζοί, ὅπλοις καθωπλισμένοι, πάντες ἀθρόοι ἀκολουθῶμεν τῷ Ἕκτορι· οἱ Ἕλληνες δὲ οὐ μενοῦσιν, εἰ δὴ αὐτοῖς ἤγγικε τὸ τῆς φθορᾶς τέλος. οὕτως εἶπεν ὁ Πολυδάμας· ἤρεσκεν δὲ τῷ Ἕκτορι ὁ λυσιτελὴς λόγος· εὐθέως δὲ ἐκ τοῦ δίφρου σὺν τοῖς ὅπλοις εἰς γῆν κατεπήδησεν. οὐ μὴν δὲ οἱ ἄλλοι Τρῷες ἀπὸ τῶν ἵππων ἐκρέμαντο, ἤτοι ἔφιπποι ἦσαν, ἀλλὰ σύμπαντες ἐφώρμησαν, ἐπεὶ ἐθεάσαντο τὸν ἐνδοξότατον Ἕκτορα. ἕκαστος μὲν οὖν μετὰ ταῦτα τῷ ἑαυτοῦ ἡνιόχῳ ἐπέταττε τοὺς ἵππους καλῶς σὺν τάξει κατέχειν αὐτοῦ ἐπὶ τῇ τάφρῳ· οὗτοι δὲ διακριθέντες, ἑαυτοὺς συντάξαντες, εἰς πέντε μέρη διατεταγμένοι, μετὰ τῶν ἡγεμόνων εἵποντο. | 034 |
οὗτοι μέντοι μετὰ τοῦ Ἕκτορος ἐχώρουν καὶ τοῦ ἀμέμπτου Πολυδάμαντος, οἵτινες καὶ πλείους καὶ βελτίους ἦσαν, προτεθύμηνται δὲ μᾶλλον τὸ τεῖχος καθελόντες ἐπὶ ταῖς βαθείαις ναυσὶ πολεμεῖν· καὶ τρίτος αὐτοῖς ἠκολούθει ὁ Κεβριόνης, παρὰ δὲ τῷ ἅρματι ἄλλον κατέλιπεν ὁ Ἕκτωρ χείρονα τοῦ Κεβριόνου· τοῦ δευτέρου δὲ τάγματος ὁ Πάρις ἡγεῖτο, καὶ ὁ ἀνδρεῖος Ἀλκάθοος καὶ ὁ Ἀγήνωρ· τοῦ τρίτου δὲ Ἕλενος, καὶ ὁ τοῖς θεοῖς ὅμοιος τὴν μορφὴν Δηίφοβος, οἱ δύο υἱοὶ τοῦ Πριάμου· τρίτος δὲ ἦν ὁ ἥρως Ἄσιος, Ἄσιος ὁ υἱὸς τοῦ Ὑρτάκου, ὃν ἐκ τῆς Ἀρίσβης ἤνεγκαν ἵπποι διάπυροι, εὐμεγέθεις ἀπὸ Σελλήεντος τοῦ ποταμοῦ. τοῦ τετάρτου δὲ ἡγεῖτο ὁ καλὸς υἱὸς τοῦ Ἀγχίσου Αἰνείας, σὺν αὐτῷ δὲ καὶ οἱ δύο υἱοὶ τοῦ Ἀντήνορος, ὅ τε Ἀρχέλοχος, καὶ ὁ Ἀκάμας καλῶς ἔμπειροι πολέμου παντός· ὁ Σαρπηδὼν δὲ ἦρχε τῶν ὑπερενδόξων βοηθῶν, προσέλαβε δὲ καὶ τὸν Γλαῦκον, καὶ τὸν πολεμικὸν Ἀστεροπαῖον, οὗτοι γὰρ αὐτῷ ἔδοξαν διακεκριμένως εἶναι κράτιστοι πάντων ἄλλων μετά γε αὐτόν, οὗτος δὲ καὶ ἐπὶ πᾶσι διέπρεπε καὶ ἔξοχος ἦν. οὗτοι δὲ ἐπειδὴ ἀλλήλους ἐπύκνωσαν καὶ κατέφραξαν ταῖς κατεσκευασμέναις βύρσαις, ἤτοι ταῖς ἀσπίσιν, ὥρμησαν εὐθὺ τῶν Ἑλλήνων ἔνθερμοι καὶ προτετραμμένοι, οὐδέτοι ᾤοντο αὐτοὺς ἀνθέξειν, ἀλλ᾽ ἐν ταῖς μελαίναις ναυσὶν ἐμπεσεῖσθαι. | 088 |
τότε οἱ μὲν ἄλλοι Τρῷες, καὶ οἱ πόρρωθεν κεκλημένοι βοηθοὶ τῇ συμβουλῇ τοῦ ἀμέμπτου Πολυδάμαντος ἐπείθοντο, ἀλλ᾽ οὐχ ὁ υἱὸς τοῦ Ὑρτάκου ὁ ἡγεμὼν τῶν ἀνδρῶν ἤθελεν αὐτόθι καταλιπεῖν τούς τε ἵππους, καὶ τὸν θεράποντα ἡνίοχον, ἀλλὰ σὺν αὐτοῖς προσήγγισε ταῖς ταχείαις ναυσίν, ὁ μωρὸς καὶ ἀνόητος, οὐδὲ ἔμελλεν τὰς θανατηφόρους μοίρας διαφυγών, τοῖς ἵπποις καὶ τοῖς ὀχήμασιν ἡδόμενος, ἐκ τῶν νεῶν εἰς τοὐπίσω ὑποστρέψειν εἰς τὴν Ἴλιον τὴν ὑψηλήν, καὶ καταπνεομένην ἀνέμοις· πρότερον γὰρ αὐτὸν ἡ κακώνυμος μοῖρα περιεκάλυψε δόρατι τοῦ Ἰδομενέως τοῦ λαμπροῦ υἱοῦ τοῦ Δευκαλίωνος ὥρμησε γὰρ ἐπὶ τὸ ἀριστερὸν μέρος τῶν νεῶν, ὅπου οἱ Ἕλληνες ἐκ τοῦ πεδίου συνήρχοντο σὺν τοῖς ἵπποις καὶ τοῖς ὀχήμασιν. ἐκεῖσε δὴ τούς τε ἵππους καὶ τὸ ὄχημα διήγαγεν, οὐδὲ ταῖς πύλαις ἐπικειμένας τὰς σανίδας εὗρε, καὶ τὸ μακρὸν ξύλον τὸ συνέχον τὰς θύρας· ἀλλ᾽ ἠνεῳγμένας κατεῖχον αὐτὰς ἄνδρες, ὅπως τινὰ τῶν φίλων σώσειαν φεύγοντα ἐκ τοῦ πολέμου ἐπὶ τὰς ναῦς. ἐκεῖσε δὴ κατ᾽ εὐθὺ ἐπὶ φρονήματι ἐπαιρόμενος ἤλαυνε τοὺς ἵππους, οἱ δὲ συνείποντο ὀξέως κεκραγότες, ᾠήθησαν γὰρ μηκέτι τοὺς Ἕλληνας ἀνθέξειν, ἀλλ᾽ ἐν ταῖς μελαίναις ναυσὶν ἐμπεσεῖσθαι· οἱ μωροὶ καὶ ἀνόητοι· εὗρον δὲ ἐν ταῖς πύλαις δύο ἄνδρας ἀρίστους, τοὺς μεγαλοψύχους υἱοὺς τῶν πολεμιστῶν Λαπιθῶν, τὸν μὲν υἱὸν τοῦ Πειρίθου τὸν ἰσχυρὸν Πολυποίτην, τὸν δὲ Λεοντέα τὸν ὅμοιον τῷ ἀνθρωποκτόνῳ Ἄρει. οὗτοι μὲν οὖν ἔμπροσθεν τῶν ὑψηλῶν πυλῶν ἵσταντο, ὥσπερ ὅτε δρύες ὑψηλαὶ ἐν τοῖς ὄρεσιν ἵστανται, αἵτινες τὸν ἄνεμον μένουσαι φέρουσι, καὶ τὸν ὄμβρον πάντα τὸν χρόνον ῥίζαις μεγάλαις, καὶ ἐπὶ πολὺ διηκούσαις ἐφηρμοσμέναι καὶ ἐπεστηριγμέναι· οὕτω δὴ οὗτοι χερσὶ καὶ δυνάμει θαρροῦντες παρέμενον ἐπιόντα τὸν μέγαν Ἄσιον, οὐδὲ ἔφευγον. οὗτοι δὲ ἐπ᾿ εὐθείας ἐπὶ τὸ καλῶς κατεσκευασμένον τεῖχος τὰς ξηρὰς βύρσας, ἤτοι τὰς ἀσπίδας, εἰς ὕψος ἄραντες ἐχώρουν σὺν μεγάλῳ θορύβῳ οἱ περὶ τὸν βασιλέα Ἄσιον, καὶ Ἰαμενόν, καὶ Ὀρέστην, καὶ Ἀκάμαντα τὸν υἱὸν τοῦ Ἀσίου, καὶ Θόωνα, καὶ Οἰνόμαον. οὗτοι δὴ τέως μὲν τοὺς εὐόπλους Ἕλληνας διήγειρον ἐντὸς ὄντες, μάχεσθαι ὑπὲρ τῶν νεῶν· ἐπειδὴ δὲ εἰς τὸ τεῖχος ἐφωρμημένους ἐθεάσαντο τοὺς Τρῷας, βοὴ δέ τε καὶ φυγὴ τῶν Ἑλλήνων ἐγένετο, ἐξελθόντες αὐτοί, ἔμπροσθεν τῶν πυλῶν ἐμάχοντο, χοίροις ἀγρίοις ὅμοιοι, οἵτινες ἐν τοῖς ὄρεσιν ἐπιδέχονται θόρυβον ἀνδρῶν καὶ κυνῶν ἐπερχόμενον, καὶ πλαγίως ὁρμῶντες περὶ ἑαυτοὺς κατακλῶσι τὴν ὕλην πρόρριζον ἐκτέμνοντες, ὑπὸ τῶν ὀδόντων δὲ κτύπος ἀποτελεῖται, ἕως ἂν τρώσας τις αὐτοὺς ἀφέληται τὴν ψυχήν. οὕτως ἐν τοῖς στήθεσι τούτων ἐψόφει ὁ λαμπρὸς σίδηρος, ἐξ ἐναντίας πληττομένων, πάνυ δὲ γενναίως ἐπολέμουν, τοῖς λαοῖς ἄνωθεν θαρροῦντες καὶ τῇ ἰσχύϊ. οὗτοι δὲ ἀπὸ τῶν καλῶς ᾠκοδομημένων πύργων λίθοις χειροπλήθεσιν ἔβαλλον, μαχόμενοι ὑπέρ τε ἑαυτῶν, καὶ τῶν σκηνῶν, καὶ τῶν ταχειῶν νεῶν. ὥσπερ δὲ νιφάδες ἔπιπτον ἐπὶ τὴν γῆν, ἅσπερ ἄνεμος σφοδρὸς τὰ σκιώδη νέφη συνταράξας πυκνὰς κατέχεεν ἐπὶ τῇ πολλὰ τρεφούσῃ γῇ, οὕτως ἐκ τῶν χειρῶν τούτων τὰ βέλη ἐχέοιτο, καὶ τῶν Ἑλλήνων, καὶ τῶν Τρῴων, αἱ περικεφαλαίαι δὲ αὐτῶν ξηρὸν ἦχον ἀπετέλουν, πληττόμεναι λίθοις τραχέσιν, καὶ αἱ ὀμφαλοὺς ἔχουσαι ἀσπίδες. τότε τοίνυν ἐστέναξε, καὶ τοὺς ἑαυτοῦ μηροὺς ἔπληξεν Ἄσιος ὁ υἱὸς τοῦ Ὑρτάκου, καὶ δεινοπαθήσας ἔλεγε λόγον· ὦ Ζεῦ πάτερ, ὄντως δήπου καὶ σὺ ψεύστης ἐγεγόνεις, καὶ μάλα, οὐ γὰρ ἔγωγε ᾠήθην τοὺς ἥρωας Ἕλληνας καθέξειν (ὑπομεῖναι) τὴν ἡμετέραν ἰσχύν, καὶ τὰς ἀπροσπελάστους χεῖρας· οὗτοι δὲ καθάπερ σφῆκες κατὰ τὸ μέσον εὐκίνητοι, καὶ μέλισσαι τοὺς φωλεοὺς ποιοῦσιν ἐν ὁδῷ (παρ᾽ ὁδὸν) τραχείᾳ(αν), οὐδὲ καταλείπουσι τὸν κοῖλον οἶκον, ἀλλὰ παραμένοντες ἄνδρας κυνηγοὺς ἐρεθίζοντας, μάχονται ὑπὲρ τῶν τέκνων αὐτῶν· οὕτως αὐτοὶ οὐ βούλονται, καίπερ ὄντες δύο, τῶν πυλῶν ἀναχωρῆσαι, πρὶν ἢ κατακτεῖναι, ἢ κρατηθῆναι. | 108 |
οὕτως εἶπεν, οὐκ ἔπειθε δὲ τὴν τοῦ Διὸς διάνοιαν, ταῦτα λέγων, τῷ Ἕκτορι γὰρ ἐβούλετ' αὐτῷ ἡ ψυχή παρασχέσθαι δόξαν· | 173 |
οἱ ἄλλοι δὲ περὶ τὰς ἄλλας πύλας ἐπολέμουν πόλεμον. χαλεπὸν δέ ἐστιν εἰπεῖν με ταῦτα πάντα καθάπερ θεόν. πανταχοῖ γὰρ περὶ τὸ λίθινον τεῖχος ηγέρθη θεήλατον πῦρ, ἤτοι μάχη διάπυρος· οἱ Ἕλληνες δὲ καίπερ λυπούμενοι καὶ ἀλγοῦντες, ἐξ ἀνάγκης μέντοι ἐμάχοντο ὑπὲρ τῶν νεῶν. οἱ θεοὶ δὲ ἠλγήκεσαν τὴν ψυχὴν ἅπαντες, ὅσοι τοῖς Ἕλλησι σύμμαχοι τοῦ πολέμου ἐτύγχανον. συνῆψαν δὲ οἱ τῶν Λαπιθῶν υἱοὶ πόλεμον καὶ μάχην. | 175 |
τότε δὴ ὁ τοῦ Πειρίθου υἱός, καὶ ὁ ἰσχυρὸς Πολυποίτης δόρατι ἔτρωσε τὸν Δάμασον, διὰ τῆς χαλκᾶς παραγναθίδας ἐχούσης περικεφαλαίας, οὐκ ἐκώλυσεν δὲ ἡ σιδηρᾶ περικεφαλαία, ἀλλὰ δι᾿ ὅλου ἡ σιδηρᾶ ἐπιδορατὶς ἔσχισε τὸ ὀστοῦν, ὁ ἐγκέφαλος δὲ ἐντὸς ἅπας διάβροχος γέγονεν αἵματι, ἐδάμασε δὲ καὶ κατειργάσατο αὐτὸν προθύμως ὁρμῶντα. μετὰ ταῦτα δὲ Πύλωνα καὶ Ὄρμενον ἀπέκτεινε. Λεοντεὺς δὲ ὁ κλάδος τοῦ Ἄρεος τὸν υἱὸν τοῦ Ἀντιμάχου τὸν Ἱππόμαχον ἔτρωσε δόρατι κατὰ τὴν θωρακοζώνην ἐπιτυχών, εἶτα ἐκ τῆς ξιφοθήκης ἑλκύσας τὸ τμητικὸν ξίφος, πρῶτον μὲν Ἀντιφάτην ἐφορμήσας διὰ τοῦ στρατοῦ ἔπληξεν ἐκ τοῦ σύνεγγυς· οὗτος δὲ πεσὼν ἐπὶ τὰ μετάφρενα τῷ ἐδάφει ἐπεστηρίχθη· μετὰ τοῦτο δὲ Μένωνα, καὶ Ἰαμενόν, καὶ Ὀρέστην, ἅπαντας ἀλλεπαλλήλους καθεῖλεν ἐπὶ τὴν πολλὰ τρέφουσαν γῆν. | 182 |
ὅτε δ᾽ οὗτοι αὐτοὺς ἀφῃροῦντο τὰ λαμπρὰ ὅπλα, τότε οἱ νέοι οἵτινες εἵποντο τῷ Πολυδάμαντι καὶ τῷ Ἕκτορι, οἳ πλείους καὶ βελτίους ἦσαν, προτεθύμηνται δὲ μᾶλλον τό τε τεῖχος καθαιρήσειν, καὶ ἐμπρήσειν πυρὶ τὰς ναῦς· οὗτοι δὴ ἔτι ἐμερίμνουν ἐπὶ τῇ τάφρῳ ἑστῶτες· ὄρνις γὰρ αὐτοῖς ἐπέπτη περᾷν ὥρμημένοις, ἀετὸς ἐν ὕψει πετόμενος ἐπὶ τὰ ἑαυτοῦ ἀριστερὰ τὸν Τρωικὸν λαὸν ἀφορίζων φονικὸν (πυρρὸν ᾑμαγμένον) δράκοντα φέρων τοῖς ὄνυξι, μέγιστον, ζῶντα, ἔτι ὑποκινούμενον, καὶ οὔπω ἐπελανθάνετο τῆς μάχης, ἔδακε γὰρ καὶ ἔτρωσεν αὐτὸν κατέχοντα παρὰ τὸ στῆθος ἐγγὺς τοῦ λαιμοῦ, πάνυ ἐπικαμφθεὶς εἰς τοὐπίσω· οὗτος δὲ ἀφ᾿ ἑαυτοῦ ἀφῆκεν αὐτὸν ἐπὶ τὴν γῆν ταῖς ἀλγηδόσιν ὀδυνώμενος (ηθεὶς), κατέβαλε δὲ ἐν τῷ μέσῳ τοῦ στρατοῦ· αὐτὸς δὲ βοήσας ἐπέτετο τῷ πνέοντι ἀνέμῳ δοὺς ἑαυτόν· Τρῷες δὲ ἐφοβήθησαν ὡς ἐθεάσαντο τὸν ποικίλον καὶ πολύστικτον ὄφιν κείμενον ἐν τῷ μέσῳ, σημεῖον τοῦ τὴν αἰγίδα φοροῦντος Διός. τότε τοίνυν ὁ Πολυδάμας παραγενόμενος εἶπε πρὸς τὸν θρασὺν Ἕκτορα· ὦ Ἕκτορ, πάντοτε μέν μοι ἐπιτιμᾷς ἐν ταῖς δημηγορίαις χρηστὰ νοοῦντι, οὐδὲ γὰρ πρέπει δημότην ὄντα παραλογιστικῶς καὶ ἔξω τοῦ δέοντος δημηγορεῖν, οὔτ᾽ ἐν βουλῇ, οὔτέ ποτε ἐν πολέμῳ, τὸ σὸν δὲ κράτος ἀεὶ αὔξειν. νῦν δ᾽ ἂν καταλέξω καθάπερ μοι δοκεῖ εἶναι κράτιστα· μὴ πορευθῶμεν πολεμήσοντες τοῖς Ἕλλησιν περὶ τῶν νεῶν, οὕτω γὰρ οἶμαι συντελεσθῆναι, εἰ κατ᾽ ἀλήθειαν οὗτος ὁ ὄρνις ἐπέπτη τοῖς Τρῳσὶ περᾷν παρωρμημένοις ὁ εἰς ὕψος πετόμενος ἀετός, ἐπὶ τὰ ἑαυτοῦ ἀριστερὰ τὸν Τρωικὸν λαὸν ἀφορίζων αἵματι πεφοινιγμένον δράκοντα φέρων τοῖς ὄνυξιν μέγιστον ζῶντα, ταχέως δὲ ἀφῆκεν αὐτὸν πρὶν ἀφικέσθαι εἰς τὰ προσφιλῆ οἰκήματα, οὐδὲ λαβὼν ἤνεγκε δοῦναι τοῖς ἑαυτοῦ τέκνοις· οὕτως ἡμεῖς, εἴπερ τὰς πύλας καὶ τὸ τεῖχος τῶν Ἑλλήνων διαρρήξομεν καὶ καθαιρήσομεν δυνάμει μεγάλῃ, ὑποχωρήσουσι δὲ οἱ Ἕλληνες, οὐ κατὰ τὸ δέον ἐκ τῶν νεῶν πορευσόμεθα τὰς αὐτὰς ὁδούς, πολλοὺς γὰρ τῶν Τρῴων ἀποβαλοῦμεν, οὓς ἂν οἱ Ἕλληνες σιδήρῳ ἀποκτείνωσι (ἀφανίσωσι) μαχόμενοι περὶ τῶν νεῶν· οὕτως ἐξηγεῖτο (ήσατο) ὁ μάντις, ὃς σαφῶς ἐν τῇ ψυχῇ ἠπίστατο τὰ σημεῖα, καὶ οἱ λαοὶ ἐπείθοντο αὐτῷ. | 195 |
πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος εἶπεν ὁ ῥᾳδίως τὴν περικεφαλαίων κινῶν Ἕκτωρ· ὦ Πολυδάμα, σὺ μὲν οὐκέτι ἐμοὶ προσφιλῆ ταῦτα λέγεις· οἶδάς που καὶ ἄλλον λόγον βελτίονα τούτου λογίσασθαι; εἰ δὲ κατ᾽ ἀλήθειαν τοῦτον ἀπὸ κρίσεως λέγεις, ἀπώλεσαν ἄρα αὐτοὶ οἱ θεοὶ τὴν διάνοιάν σου, ὃς κελεύεις ἐπιλαθέσθαι με τῶν τοῦ μεγαλοκτύπου Διὸς βουλῶν, ἅς τινας αὐτός μοι ὑπέσχετο καὶ ἐπένευσε. σὺ δὲ οἰωνοῖς τοῖς ἐκτεταμένας τὰς πτέρυγας ἔχουσι παραγγέλλεις πείθεσθαι, ὧν οὐδαμῶς ἐπιστρέφομαι, οὐδὲ φροντίζω, ἐάν τε ἐπὶ τὰ δεξιὰ πέτωνται πρὸς τὴν ἕω καὶ τὸν ἥλιον, ἤτοι τὰ ἀνατολικά μέρη, ἐάν τε ἐπὶ τὰ ἀριστερὰ πρὸς τὰς σκοτεινὰς δυσμάς· ἡμεῖς δὲ τῇ τοῦ μεγάλου Διὸς βουλῇ ὑπακούωμεν, ὃς πάντων τῶν θνητῶν καὶ τῶν ἀθανάτων βασιλεύει· εἷς μόνον ἄριστος οἰωνός ἐστιν ὁ ὑπὲρ τῆς πατρίδος κελεύων ἀγωνίζεσθαί τε καὶ μάχεσθαι. τίποτε σὺ φοβῇ τὸν πόλεμον καὶ τὴν μάχην; καὶ γὰρ ἂν οἱ ἄλλοι πάντες ἀναιρεθῶμεν ἐπὶ ταῖς ναυσὶ τῶν Ἑλλήνων, σοί γε οὐκ ἔστιν δέος ἀναιρεθῆναι, οὐ γάρ σοι καρδία μένουσα ἐν τοῖς πολέμοις, οὐδὲ μάχεσθαι πεφυκυῖα· εἰ δὲ σὺ ἀποστήσῃ τῆς μάχης, ἤ τινα ἄλλον παραπείσας λόγοις, ἀποστήσεις τοῦ πολέμου, εὐθέως πληγεὶς ὑπὸ τοῦ ἐμοῦ δόρατος ἀπολέσεις τὴν ψυχήν. | 230 |
οὕτω δὴ εἰπὼν προωδοποίει, οὗτοι δὲ συνείποντο σὺν βοῇ ἀρρήτῳ. Ζεὺς δὲ ὁ τοὺς ἐναντίους κεραυνῷ τρέπων ἐπήγειρεν ἀπὸ τῶν ἀκρωρείων τῆς Ἴδης συστροφὴν μεγάλην ἀνέμου, ἥτις δὴ εὐθὺ τῶν νεῶν κονιορτὸν ἔφερε, τὸν τῶν Ἑλλήνων δὲ νοῦν ἠπάτα καὶ ἔβλαπτε, τοῖς Τρῳσὶ δὲ καὶ τῷ Ἕκτορι δόξαν παρείχετο. τούτου δὴ τοῖς σημείοις θαρροῦντες καὶ τῇ ἰσχύϊ, ῥῆξαι καὶ καθελεῖν τὸ μέγα τεῖχος τῶν Ἑλλήνων διάπειραν ἐποιοῦντο. τὰς κλίμακας μὲν οὖν ἐπὶ τοὺς πύργους εἷλκον, καὶ κατέβαλον τοὺς προμαχῶνας, καὶ τοὺς ὑφεστῶτας προβεβλημένους λίθους διώρυττον, οὓς δὴ οἱ Ἕλληνες πρῶτον ἐν τῇ γῇ κατέθηκαν, εἶναι ὑποστηρίγματα τοῦ τείχους. τούτους οὗτοι εἰς τοὐπίσω εἷλκον, ἤλπιζον δὲ τὸ τῶν Ἑλλήνων τεῖχος διαρρήξειν καὶ καθαιρήσειν, οὐδὲ δήπου οἱ Ἕλληνες ἀνεχώρουν τῆς ὁδοῦ καὶ τῆς ὁρμῆς, ἀλλ᾽ οὗτοί γε περιφράξαντες τοὺς προμαχῶνας δέρμασι βοῶν, ἤτοι ἀσπίσιν, ἔπληττον ἀπ᾿ αὐτῶν τοὺς πολεμίους ἐρχομένους ὑπὸ τὸ τεῖχος. | 251 |
ἀμφότεροι δὲ οἱ Αἴαντες κελεύοντες ἐπὶ τοῦ τείχους ἐπὶ πᾶν μέρος ἐπορεύοντο, τὴν τῶν Ἑλλήνων προθυμίαν παροξύνοντες, ἄλλον προσηνέσιν ἐκολάκευον, ἄλλον σκληροῖς λόγοις ὠνείδιζον, ὅντινα ἂν θεάσαιντο τοῦ πολεμεῖν ἀφιστάμενον, λέγοντες· ὦ φίλοι, ὅστις Ἑλλήνων ἔξοχος, καὶ ὅστις μέσος, καὶ ὅστις χείρων ἐστίν, ἐπειδὴ οὐχ ἅπαντες ὅμοιοί εἰσιν ἄνδρες ἐν τῷ πολέμῳ, νῦν πάρεστιν ἅπασιν ἔργον, καὶ δὴ καὶ ὑμεῖς τοῦτο πάντες ἐπίστασθε, μηδεὶς εἰς τοὐπίσω στραφήτω ἐπὶ τὰς ναῦς τοῦ ἀπειλοῦντος ἀκούων, ἀλλ᾽ εἰς τὸ ἔμπροσθεν ὁρμᾶτε, καὶ ἀλλήλοις παρακελεύεσθε, εἴπως ὁ Ζεὺς δοίη ὁ οὐράνιος ὁ ἀστράπτων τὴν ἐνταῦθα ἔριν ἀποκρούσαντας διώκειν τοὺς πολεμίους ἐπὶ τὴν πόλιν. | 265 |
οὕτως οὗτοί γε προφωνοῦντες, τὸν πόλεμον παρώξυνον τῶν Ἑλλήνων· τούτων δὲ ὥσπερ αἱ νιφάδες τῆς χιόνος καταφέρονται πυκναί τε καὶ τὸν καιρὸν τοῦ χειμῶνος, ὁπηνίκα ὥρμητο ὁ βουλευτικὸς Ζεὺς νίφειν, δεικνύων τοῖς ἀνθρώποις τὰ ἑαυτοῦ βέλη, καταπραΰνας δὲ τοὺς ἀνέμους νίφει ἀσφαλῶς καὶ ἀμεταβλήτως ὅπως περικαλύψῃ τῶν μεγάλων ὀρέων τὰς ἀκρωρείας, καὶ τὰ προνενευκότα ἄκρα, καὶ τὰ ἀνθοῦντα πεδία, καὶ τὰ λιπαρὰ καὶ ἐπικερδῆ ἔργα τῶν ἀνδρῶν, καὶ ἐπὶ τοῖς τῆς λευκῆς θαλάσσης λιμέσι, καὶ ταῖς ἀκταῖς κέχυται ἡ χιών· τὸ κῦμα δὲ προσρηγνύμενον αὐτῇ κωλύεται τῆς ὁρμῆς, καὶ τὰ ἀλλὰ πάντα ἐπικέκρυπται καὶ κεκάλυπται ἄνωθεν, ἡνίκα ὁ τοῦ Διὸς ὑετὸς λάβρως κάτεισιν (ὁπόταν ὁ τοῦ Διὸς νιφετὸς ἐπέλθῃ). οὕτω πρὸς ἑκάτερον μέρος τούτων λίθοι πυκνοὶ ἐπέτοντο, οἱ μὲν ἐπὶ τοὺς Τρῷας, οἱ δὲ ἐκ τῶν Τρῴων ἐπὶ τοὺς Ἕλληνας πεμπόμενοι, ὑπὲρ τὸ τεῖχος δὲ ἅπαν κτύπος ἠγέρθη, | 277 |
οὐδὲ τότε γε οἱ Τρῷες καὶ ὁ λαμπρὸς Ἕκτωρ διέρρηξαν ἂν καὶ καθεῖλον τὰς πύλας τοῦ τείχους, καὶ τὸν μακρὸν μοχλόν, εἰ μὴ ἄρα Ζεὺς ὁ βουλευτικὸς Σαρπηδόνα τὸν ἑαυτοῦ υἱὸν διήγειρεν ἐπὶ τοὺς Ἕλληνας ὥσπερ λέοντα βουσὶ μέλασι εὐθέως δὲ τὴν πανταχόθεν ἴσην, ἤτοι κυκλοτερῆ ἀσπίδα ἔμπροσθεν ἐκράτησε τὴν καλήν, τὴν χαλκῆν, τὴν ἔξω χαλκὸν ἔχουσαν, ἣν δὴ ὁ χαλκεὺς ἔξωθεν χαλκῷ περιεκάλυψεν, ἔνδοθεν δὲ βύρσας ἔρραψε συχνάς, χρυσαῖς ῥάβδοις ἐκτεταμέναις ἀπὸ ἴτυος εἰς ἴτυν· ταύτην δὴ οὗτος ἔμπροσθεν κρατήσας δύο δόρατα σείων, ὥρμησε πορεύεσθαι καθάπερ λέων ἐν ὄρεσι τεθραμμένος, ὅστις ἂν ἐνδεὴς ἐπὶ πολὺ ὑπάρχῃ κρεάτων, προτρέπει δὲ αὐτὸν ἡ ἀνδρεία ψυχή, καὶ εἰς τὸν πυκνὸν δόμον, ἤτοι τὴν εὖ κατεσκευασμένην ἔπαυλιν ἀφικέσθαι πείραν ληψόμενος τῶν θρεμμάτων· ἐὰν γὰρ εὕρῃ αὐτόθι ἄνδρας ποιμένας, μετὰ κυνῶν καὶ δοράτων φυλάττοντας περὶ τὰ θρέμματα, οὐ βούλεται ἀναχωρεῖν τῆς ἐπαύλεως, μὴ πρότερον πεῖραν ἑαυτοῦ δοὺς ἢ λαβών, ἀλλ᾽ οὗτος δὴ ἢ ἥρπασέ τι ἐπιπηδήσας, ἢ καὶ αὐτὸς ἐτρώθη ἐν πρώτοις δόρατι ἀπὸ ταχείας χειρός. οὕτω δὴ τότε τὸν ἰσόθεον Σαρπηδόνα ἀνέπεισε καὶ παρώρμησεν ἡ ψυχὴ ἐπὶ τὸ τεῖχος ὁρμῆσαι, καὶ διαρρῆξαι καὶ καθαιρῆσαι τοὺς προμαχῶνας. εὐθέως δὲ πρὸς τὸν Γλαῦκον εἶπε τὸν υἱὸν τοῦ Ἱππολόχου ὦ Γλαῦκε, τί δὴ ἡμεῖς τετιμήμεθα, καὶ δεδοξάσμεθα μάλιστα προκαθεδρείᾳ καὶ κρέασι, καὶ ὑπερχειλέσι ποτηρίοις ἐν τῇ Λυκίᾳ, πάντες δὲ ὥσπερ θεοὺς ἡμᾶς ὁρῶσι, καὶ τόπον ἐπίλεκτον καρπούμεθα μέγαν παρὰ τὰς ὄχθας τοῦ Ξάνθου ποταμοῦ, εὐειδῆ, γῆς δενδροφόρου, καὶ ἀρούρας σιτοφόρου; διὰ τοῦτο νῦν δεῖ ἐν τοῖς πρώτοις τῶν Λυκίων ὄντας ἵστασθαι, καὶ τῆς διαπύρου καὶ καυστικῆς μάχης ἐναντίον ἐλθεῖν, ἵνα τις τῶν ἀσφαλῶς ὡπλισμένων Λυκίων οὕτως εἴπῃ· οὐ μὴν ἄδοξοι βασιλεύουσι τῆς Λυκίας οἱ ἡμέτεροι βασιλεῖς, καὶ λιπαρὰ θρέμματα ἐσθίουσι, καὶ οἶνον ἐξαίρετον, ἥδιστον πίνουσιν, ἀλλὰ δὴ καὶ δύναμις αὐτοῖς ἀγαθὴ καὶ γενναία, ἐπειδὴ ἐν τοῖς πρώτοις τῶν Λυκίων πολεμοῦσιν· ὦ προσφιλέστατε, εἰ μὲν δὴ τοῦτον τὸν πόλεμον ἐκφυγόντες, ἀεὶ δὴ μέλλοιμεν καὶ ἀθάνατοι ἔσεσθαι, οὔτ᾽ ἄν σε πέμποιμι εἰς τὸν τοὺς ἄνδρας δοξάζοντα πόλεμον· - νῦν δέ, καὶ γὰρ μοῖραι θανατηφόροι πάρεισιν, ἀναρίθμητοι, ἃς οὐκ ἔστι δυνατὸν ἄνθρωπον θνητὸν ἐκφυγεῖν, οὐδὲ ἐκκλίναι, ἴωμεν, ἢ καύχημά τινι παρέξομεν, ἤ τις ἡμῖν. | 290 |
οὕτως εἶπεν, οὐδὲ Γλαῦκος ἀνεχώρησεν, οὐδὲ ἠπείθησεν. οἱ δὲ κατ᾽ εὐθὺ ἐχώρησαν, τὸ μέγα στράτευμα τῶν Λυκίων ἄγοντες. τούτους δὲ θεασάμενος Μενεσθεὺς ὁ υἱὸς τοῦ Πετεοῦ ἐφοβήθη, πρὸς τὸν πύργον γὰρ αὐτοῦ ἐπορεύοντο χαλεπότητα ἐπιφέροντες· περιεβλέψατο δὲ ἀνὰ τὸ τεῖχος τῶν Ἑλλήνων, εἴ τινα θεάσαιτο τῶν ἡγεμόνων, ὅστις ἂν αὐτῷ τοῖς φίλοις ἀποσοβήσειε τὴν βλάβην· ἐθεάσατο δὲ τοὺς δύο Αἴαντας τοὺς ἀκορέστους πολέμου ἑστῶτας, καὶ Τεῦκρον ἐγγὺς αὐτῶν νεωστὶ ἐκ τῆς σκηνῆς ἐρχόμενον, ἀλλ᾽ οὐδαμῶς ἦν αὐτῷ δυνατὸν φωνήσαντι ἐξάκουστον βοῆσαι, τοσοῦτος γὰρ κτύπος ἦν, ἡ βοὴ δὲ εἰς τὸν οὐρανὸν ἀφικνεῖτο πληττομένων τῶν ἀσπίδων, καὶ τῶν ἱππείαις θριξὶν κοσμουμένων περικεφαλαιῶν καὶ τῶν πυλῶν, πάσαις γὰρ ὁ ὀρεὺς ἐπέκειτο, οὗτοι δὲ παρ᾽ αὐτὰς ἑστῶτες ἐμηχανῶντο βιαίως διαρρήξαντες καὶ καθαιρήσαντες εἰσελθεῖν. ταχέως δὲ πρὸς τὸν Αἴαντα ἔπεμπε Θοώτην τὸν κήρυκα, λέγων· ὦ ἐνδοξότατε Θοῶτα πορεύου τρέχων, κάλεσον τὸν Αἴαντα, ἀμφοτέρους μὲν μάλιστα, τοῦτο γὰρ ἂν ἄριστον πάντων εἴη, ἐπειδὴ ταχέως ἐνταῦθα γενήσεται μεγάλη (ὀλεθρία) φθορά· οὕτω γὰρ βαρέως ἐπῆλθον οἱ τῶν Λυκίων ἀρχηγοί, οἳ καὶ τὸ πρῶτον βαρέως ἐμπίπτοντες ἡμῖν ἦσαν κατὰ τὰς ἰσχυρὰς μάχας· εἰ δὲ αὐτοῖς κἀκεῖ κάματος καὶ ἔρις ἠγέρθη, ἀλλὰ γε μόνος ἐλθέτω ὁ τοῦ Τελαμῶνος ἰσχυρὸς Αἴας, καὶ Τεῦκρος αὐτῷ συνεπέσθω ὁ τῆς τοξικῆς ἐπιστήμων. | 329 |
οὕτως εἶπεν. οὐκ ἠπείθησε δὲ αὐτῷ ὁ κῆρυξ ἀκούσας, ὥρμησε δὲ τρέχειν ἐπὶ τὸ τεῖχος τῶν σιδηροθωράκων Ἑλλήνων, ἔστη δὲ παρὰ τοῖς Αἴασι πορευθείς, εὐθέως δὲ πρὸς αὐτοὺς ἔλεγεν· ὦ Αἴαντες ἡγεμόνες τῶν σιδηροθωράκων Ἑλλήνων, ὁ ἀγαπητὸς υἱὸς τοῦ ἐνδοξότατα τεθραμμένου Πετεοῦ ἐκέλευσεν ἰέναι ἐκεῖσε, ὅπως καμάτου ἐπ' ὀλίγον μετάσχητε, μάλιστα μὲν ἀμφοτέρους, τοῦτο γὰρ ἂν ἄριστον ἁπάντων εἴη, ἐπειδὴ ταχέως ἐκεῖ γενήσεται φθορὰ ἀφανιστική, οὕτω γὰρ βαρέως ἐπῆλθον οἱ τῶν Λυκίων ἀρχηγοί, οἳ καὶ πρότερον πάνυ ἐπικείμενοι ἡμῖν ἦσαν κατὰ τὰς ἰσχυρὰς μάχας· εἰ δὲ καὶ ἐνταῦθα πόλεμος καὶ ἔρις ἠγέρθη, ἀλλ᾽ ἄγε μόνος πορευθήτω ὁ τοῦ Τελαμῶνος ἰσχυρὸς Αἴας, καὶ Τεῦκρος αὐτῷ συνεπέσθω ὁ τὴν τοξικὴν καλῶς ἐπιστάμενος· | 351 |
οὕτως εἶπεν· οὐδὲ ἠπείθησεν ὁ τοῦ Τελαμῶνος μέγας Αἴας, εὐθέως δὲ πρὸς τὸν υἱὸν τοῦ Ὀϊλέως λόγους ταχεῖς ἔλεγεν οὕτω· ὦ Αἶαν, ὑμεῖς μὲν ἐνταῦθα, σὺ καὶ ὁ ἰσχυρὸς Λυκομήδης ἱστάμενοι προτρέπετε τοὺς Ἕλληνας πολεμεῖν ἰσχυρῶς, ἐγὼ δὲ πορεύσομαι ἐκεῖσε καὶ τῆς μάχης μεθέξω, ταχέως δὲ πάλιν ἐπανελεύσομαι, ἐπειδὰν καλῶς τούτοις ἐπικουρήσω. | 364 |
οὕτω δὴ εἰπὼν ἀπῆλθεν ὁ τοῦ Τελαμῶνος Αἴας, καὶ Τεῦκρος ἅμα αὐτῷ ἐπορεύετο ὁ ἀδελφὸς καὶ ὁμοπάτριος· ἅμα δὲ τούτοις ὁ Πανδίων ἐκόμιζε τὰ ἐπικαμπῆ τόξα τοῦ Τεύκρου· ὁπηνίκα δὲ εἰς τὸν πύργον ἀφίκοντο τοῦ μεγαλοψύχου Μενεσθέως, ἔνδοθεν τοῦ τείχους πορευόμενοι, πιεζομένοις δὲ παρεγένοντο, οὗτοι τοὺς προμαχῶνας ἀνέβαινον συστροφῇ μεγάλῃ ἀνέμου σκοτεινῇ ὅμοιοι, οἱ ἰσχυροὶ ἡγεμόνες τῶν Λυκίων καὶ βασιλεῖς· συνελθόντες δὲ ἤρξαντο πολεμεῖν ἐξ ἐναντίας, ἠγέρθη δὲ βοή. | 370 |
Αἴας δὲ πρῶτος ὁ Τελαμῶνος ἀπέκτεινεν ἄνδρα φίλον τοῦ Σαρπηδῶνος τὸν μεγαλόψυχον Ἐπικλέα, μαρμάρῳ τραχεῖ πλήξας, ὃς δὴ ἔνδον τοῦ τείχους ἔκειτο μέγας, παρὰ τὸν προμαχῶνα ὑπερμεγέθης, οὐδ᾽ ἂν αὐτὸν ῥᾳδίως κατέχοι ἀνὴρ ἀμφοτέραις ταῖς χερσίν, οὐδὲ πάνυ ἀκμάζων, ὁποῖοι νυνὶ ἄνθρωποί εἰσιν· οὗτος δὲ μετεωρίσας τὴν χεῖρα ἐξ ὕψους ἐνέβαλε, συνέτριψε δὲ τὴν τέσσαρας φαλὰς ἤτοι ἐξοχὰς ἔχουσαν περικεφαλαίαν, συνήραξεν δὲ καὶ συνέθραυσε τὰ ὀστᾶ πάντα ὁμοῦ τῆς κεφαλῆς· οὗτος δὲ κυβιστῇ ὅμοιος κατέπεσεν ἀπὸ τοῦ ὑψηλοῦ πύργου, κατέλιπε δὲ τὰ ὀστᾶ αὐτοῦ ἡ ψυχή. ὁ Τεῦκρος δὲ Γλαῦκον τὸν ἰσχυρὸν υἱὸν τοῦ Ἱππολόχου ὀϊστῷ ἔτρωσεν ἐφορμῶντα ἀπὸ τοῦ (ἐπὶ τὸ) ὑψελοῦ(ὸν) τείχους(˜ ος), ἔνθα δὴ ἐθεάσατο τὸν βραχίονα αὐτοῦ γυμνόν, ἀπέπαυσε δὲ αὐτὸν τῆς μάχης, ὀπίσω δὲ ἀπὸ τοῦ τείχους ἐπήδησε λεληθότως, ἵνα μηδεὶς τῶν Ἑλλήνων τετρωμένον θεάσαιτο, καὶ ἐπικαυχῶτο λόγοις· τῷ Σαρπηδόνι δὲ λύπη ἐγένετο ἀναχωροῦντος τοῦ Γλαύκου, ἐπεὶ εὐθέως ἐθεάσατο, τῆς μάχης μέντοι οὐκ ἐπελανθάνετο, ἀλλ᾽ οὗτος Ἀλκμάονα τὸν υἱὸν τοῦ Θέστορος δόρατι ἐπιτειχὼν ἔτρωσεν, ἐξέσπασε δὲ τὸ δόρυ, αὐτὸς δὲ ἑπόμενος τῷ δόρατι κατέπεσεν ἐπὶ πρόσωπον, ἐψόφησαν δὲ περὶ αὐτὸν τὰ σιδήρῳ ποικίλως κατεσκευασμένα ὅπλα· ὁ Σαρπηδὼν δὲ τοῦ προμαχῶνος δραξάμενος ταῖς στιβαραῖς καὶ ἰσχυραῖς χερσὶν εἷλκεν, αὐτὸς δὲ ἅπας δι᾿ὅλου ἠκολούθει, ἄνωθεν δὲ τὸ τεῖχος ἀπεφράχθη, πολλοῖς δὲ ὁδὸν ἐποίησε. τοῦτον δὲ Αἴας καὶ Τεῦκρος συντυχόντες, ὁ μὲν ὀϊστῷ ἔτρωσε κατὰ τὸν περὶ τὸ στῆθος λαμπρὸν ἀναφορέα τῆς περικαλυπτούσης ἄνδρα ἀσπίδος, ἀλλά γε ὁ Ζεὺς ἀπεσόβησε τὰς θανατηφόρους μοίρας τοῦ ἑαυτοῦ υἱοῦ, ἵνα μὴ ἀναιρεθείη ἐπὶ ταῖς πρύμναις τῶν νεῶν. ὁ Αἴας δὲ ἐπιπηδήσας ἔπληξε κατὰ τὴν ἀσπίδα, οὐδ᾽ εἰς τὸ πρόσω διῆλθε τὸ δόρυ, συνετάραξε δὲ αὐτὸν προθύμως ἐφορμῶντα· ἀνεχώρησε δ᾽ οὖν μικρὸν τοῦ προμαχῶνος, οὐ δέ γε παντελῶς ἀνέκαμπτεν, ἐπειδὴ αὐτῷ ἡ ψυχὴ ἐπεθύμει δόξαν κομίσασθαι· συστραφεὶς δὲ παρεκελεύετο τοῖς ἰσοθέοις Λυκίοις λέγων· ὦ Λύκιοι, τί δὴ οὕτως ἀποβάλλεσθε τὴν πολεμικὴν δύναμιν; χαλεπὸν δέ μοι ὑπάρχει, καίπερ ὄντι ἰσχυρῷ καὶ γενναίῳ, μόνῳ διαρρηξαμένῳ καὶ καθελόντι, ποιήσασθαι ὁδὸν παρὰ τὰς ναῦς· ἀλλὰ συνέπεσθε, τῶν πλειόνων δὲ ἡ πρᾶξις βελτίων ἐστίν. | 378 |
οὕτως εἶπεν· οὗτοι δὲ φοβηθέντες τὴν τοῦ βασιλέως ἀπειλήν, μᾶλλον ἐπετέθησαν περὶ τὸν γνωμοδότην βασιλέα. οἱ Ἕλληνες δὲ ἀφ' ἑτέρου μέρους ἐνεδυνάμωσαν τὰς τάξεις ἔνδοθεν τοῦ τείχους, μέγα δὲ ἔργον αὐτοῖς ἀνεφαίνετο, οὔτε γὰρ οἱ ἰσχυροί Λύκιοι ἐδύναντο τὸ τῶν Ἑλλήνων τεῖχος καθελόντες ποιήσασθαι ὁδὸν παρὰ τὰς ναῦς, οὔτέ ποτε οἱ πολεμισταὶ Ἕλληνες ἐδύναντο τοὺς Λυκίους ἀπώσασθαι ἐκ τοῦ τείχους ὀπίσω, ἐπειδὴ τὴν ἀρχὴν προσήγγισαν. ἀλλὰ ὥσπερ περὶ τῶν ὅρων δύο ἄνδρες ἐρίζουσι, κατέχοντες ἐν ταῖς χερσὶ τοὺς γεωμετρικοὺς καλάμους, ἐν ἀρούρᾳ κοινοὺς τοὺς ὅρους ἐχούσῃ, οἵτινες ἐν ὀλίγῳ τόπῳ διαφέρονται περὶ τοῦ ἴσου· οὕτω δὴ τούτους διεχώριζον οἱ προμαχῶνες· οὗτοι δὲ ὑπεράνω αὐτῶν συνέθλαζον περὶ τὰ στήθη ἀλλήλων τὰς ἐκ βοείων δερμάτων κατεσκευασμένας τὰς εὐπεριφερεῖς ἀσπίδας, καὶ τὰ κοῦφα, καὶ τῇ λαιᾷ πάλλεσθαι δυνάμενα ἀσπιδίσκια· πολλοὶ δὲ ἐτιτρώσκοντο κατά τὸ σῶμα σιδήρῳ ἀνηλεεῖ καὶ ἀπηνεῖ, καὶ ᾧτινι τῶν πολεμούντων στραφέντι τὰ μετάφρενα ἐγυμνοῦντο, πολλοὶ δὲ καὶ τελείως δι᾿ αὐτῆς τῆς ἀσπίδος. πανταχοῦ τοίνυν οἱ πύργοι καὶ οἱ προμαχῶνες αἵματι ἀνδρῶν ἐρρασμένοι (ἐρρανισμένοι) ἦσαν ἑκατέρωθεν ἀπὸ τῶν Τρῴων καὶ τῶν Ἑλλήνων· ἀλλ᾽ οὐδὲ οὕτως ἐδύναντο ποιῆσαι φυγὴν τῶν Ἑλλήνων, ἀλλ᾽ οὕτως εἶχον, ὥσπερ τὰς πλάστιγγας ἡ γυνὴ ἡ τῇ ἀληθείᾳ χερνῆτις, ἤτοι ἡ χερσὶ τὰ πρὸς τὸ ζῆν ποριζομένη, ἥτις ζυγὸν κρατοῦσα, καὶ τὸ ἔριον ἑκατέρωθεν ἀνέλκει ἰσάζουσα, ὅπως λάβῃ παρὰ τῶν παίδων μισθὸν ἀπρεπῆ. οὕτως δὴ τούτων κατ᾽ ἴσον ἡ μάχη καὶ ὁ πόλεμος ἐξετάθη, πρὶν ἢ ἔδωκεν ὁ Ζεὺς δόξαν μεγίστην Ἕκτορι τῷ υἱῷ τοῦ Πριάμου, ὅστις πρῶτον πηδήσας, εἰσῆλθε τὸ τεῖχος τῶν Ἑλλήνων, ἐφώνησε δὲ ἐξακούστως τοῖς Τρῳσὶ φωνῶν· διεγείρεσθε, ὦ Τρῷες ἱππικοί, καθαιρεῖτε δὲ τὸ τεῖχος τῶν Ἑλλήνων, καὶ ταῖς ναυσὶν ἐμβάλλετε πῦρ καῖον θείως. | 413 |
οὕτως εἶπε παροξύνων αὐτούς· οὗτοι δὲ πάντες τοῖς ὠσὶν ἤκουον· ὥρμησαν δὲ κατ᾽ εὐθὺ ἐπὶ τὸ τεῖχος ἀθρόοι· οὗτοι μὲν οὖν ἐπέβαινον τῶν κλιμάκων, δόρατα ἠκονημένα κατέχοντες. ὁ Ἕκτωρ δὲ συντόμως καὶ ἰσχυρῶς λαβὼν λίθον ἔφερεν, ὃς δὴ τῶν πυλῶν ἔμπροσθεν ἔκειτο, τὰ μὲν κάτω παχύς, τὰ ἄνω δὲ ὀξὺς (λεπτὸς) ἦν· τοῦτον δὲ οὐκ ἂν δύο ἄνδρες ἄριστοι τοῦ δήμου ῥᾳδίως ἀπὸ τοῦ ἐδάφους εἰς ἅμαξαν παρακινήσειαν, οἷοι νῦν ἄνθρωποί εἰσιν, οὗτος δὲ ῥᾳδίως αὐτὸν ἐκίνει καὶ μόνος· τοῦτον αὐτῷ κοῦφον ἐποίησεν ὁ υἱὸς τοῦ Κρόνου τοῦ σκολιοβούλου, ὥσπερ δὲ ἡνίκα ὁ ποιμὴν ῥᾳδίως φέρει συνδεδεμένα ἔρια ἄρσενος προβάτου τῇ ἑτέρᾳ χειρὶ κρατήσας, καὶ ὀλίγον βάρος αὐτὸν ἐπείγει καὶ πιέζει· οὕτως ὁ Ἕκτωρ εὐθὺ τῶν σανίδων ἔφερε τὸν λίθον μετεωρίσας, αἳ δὴ τὰς πύλας (θύρας) ἐφύλασσον τὰς ἀσφαλῶς (ἐπιμελῶς) καὶ ἰσχυρῶς ἡρμοσμένας, τὰς διπλῶς κλινομένας, τὰς ὑψηλάς. δύο δὲ ἔνδοθεν μοχλοὶ συνεῖχον εἰς μέσον συνάπτοντες, μία δὲ κλεῖς ἐφήρμοστο· ἔστη δὲ πάνυ πλησίον παραγενόμενος, καὶ στηριχθεὶς ἔτυψε κατὰ τὸ μέσον, καλῶς τῇ βάσει ἐπερεισάμενος, ὅπως μὴ ἀσθενέστερον αὐτῷ εἴη τὸ βαλλόμενον· συνέτριψε δὲ ἀμφοτέρους τοὺς στρόφιγγας, ἔπεσε δὲ ὁ λίθος ἐντὸς μετὰ βάρους, μεγάλως δὲ αἱ θύραι ἐψόφησαν· οὐδὲ οἱ μοχλοὶ συνέσχον, αἱ σανίδες δὲ διεχωρίσθησαν ἄλλοσε ἄλλη ὑπὸ τῆς τοῦ λίθου βολῆς, Ἕκτωρ δὲ ὁ λαμπρὸς εἰσεπήδησεν ὅμοιος τῇ ταχεῖᾳ νυκτὶ κατὰ τὴν ὄψιν, περιέλαμπε δὲ τοῖς ὅπλοις τοῖς καταπληκτικοῖς, ἃ ἐνδεδυμένος ἦν περὶ τὸ σῶμα, δύο δὲ ἐν ταῖς χερσὶ δόρατα εἶχεν· οὐδεὶς ἂν αὐτὸν ἐκώλυσεν ἀπαντήσας, ἔξω τῶν θεῶν· ὅτε πηδήσας εἰσῆλθε, τὰς πύλας, πυρὶ δὲ τοὺς ὀφθαλμοὺς διεκέκαυτο, παρεκελεύετο δὲ τοῖς Τρῳσὶ συστραφεὶς κατὰ τὸν στρατόν, ἀναβαίνειν τὸ τεῖχος, οἱ δὲ παροξύνοντι ὑπήκουον· εὐθέως δὲ ἄλλοι μὲν τὸ τεῖχος ὑπερανέβησαν, ἄλλοι δὲ δι᾽ αὐτῶν τῶν κατεσκευασμένων πυλῶν εἰσέρρευσαν· οἱ Ἕλληνες δὲ ἔφυγον ἐπὶ τὰς κοίλας ναῦς, βοὴ δὲ καὶ θόρυβος ἄφυκτος ἐγένετο. | 442 |