Vasile Stancu

The ILIAD




Book XII

Homeric text & Koine Greek paraphrase by Theodorus Gaza


ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς001
οὕτως μὲν ἐν ταῖς σκηναῖς ὁ τοῦ Μενοιτίου ἰσχυρὸς υἱὸς

ἰᾶτ' Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο002
ἐθεράπευσε τὸν Εὐρύπυλον τετρωμένον· οὗτοι δὲ ἐπολέμουν

Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδ' ἄρ' ἔμελλε003
οἱ Ἕλληνες καὶ οἱ Τρῷες ἀθρόοι καὶ κατὰ πλῆθος, οὐδὲ ἔμελλεν

τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν004
ἡ τάφρος τοῦ λοιποῦ ἀνθέξειν τῶν Ἑλλήνων καὶ τὸ τεῖχος ἄνωθεν

εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον 005
τὸ πλατύ, ὅπερ ἐποίησαν ὑπὲρ τῶν νεῶν, περὶ αὐτὸ δὲ τάφρον

ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας·006
ὤρυξαν καὶ ἐξέτειναν, οὐδὲ (γὰρ) τοῖς θεοῖς ἔδωκαν θυσίας ἐνδόξους,

ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν007
ἵν᾿ αὐτοῖς τὰς ταχείας ναῦς καὶ τὴν πολλὴν λαφυραγωγίαν

ἐντὸς ἔχον ῥύοιτο· θεῶν δ' ἀέκητι τέτυκτο008
ἔνδον ἔχον σώζοι καὶ διατηροίη, οὐ κατὰ γνώμην δὲ κατεσκεύαστο

ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.009
τῶν ἀθανάτων θεῶν, δι᾿ ὃ καὶ οὐδαμῶς ἐπὶ πολὺν χρόνον βέβαιον καὶ ἀσφαλὲς ἦν.

ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι' Ἀχιλλεὺς 010
ὅτε μὲν οὖν ὁ Ἕκτωρ ἔζη, καὶ ὁ Ἀχιλλεὺς ἐμνησικάκει,

καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,011
καὶ ἡ πόλις τοῦ βασιλέως Πριάμου ἀπόρθητος ἦν,

τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.012
τότε καὶ τὸ μέγα τεῖχος τῶν Ἑλλήνων ἐν τῷ πεδίῳ ἦν.

αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,013
ἐπεὶ δὲ τῶν μὲν Τρῴων ἀπέθανον ὅσοι ἄριστοι ἦσαν,

πολλοὶ δ' Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο,014
πολλοὶ δὲ τῶν Ἑλλήνων, οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ὑπελείφθησαν,

πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ, 015
ἐξεπορθήθη δὲ ἡ πόλις τοῦ Πριάμου τῷ δεκάτῳ ἔτει,

Ἀργεῖοι δ' ἐν νηυσὶ φίλην ἐς πατρίδ' ἔβησαν,016
οἱ Ἕλληνες δὲ ἐν ταῖς ναυσὶν ἀνεχώρησαν εἰς τὴν προσφιλῆ πατρίδα,

δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων017
τηνικαῦτα δὴ ἐβουλεύοντο ὅ τε Ποσειδῶν καὶ ὁ Ἀπόλλων

τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.018
ἀφανίσαι τὸ τεῖχος ἐπεισαγαγόντες τὴν τῶν ποταμῶν δύναμιν,

ὅσσοι ἀπ' Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,019
ὅσοι ἀπὸ τῶν ἀκρωρειῶν τῆς Ἴδης εἰς τὴν θάλασσαν καταρρέουσιν,

Ῥῆσός θ' Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε 020
ὅ τε Ρῆσος, καὶ ὁ Ἑπτάπορος, καὶ ὁ Κάρησος, καὶ ὁ Ρόδιος,

Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος021
καὶ ὁ Γρήνικος, καὶ ὁ Αἴσηπος, καὶ ὁ ἐνδοξότατος Σκάμανδρος,

καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι022
καὶ ὁ Σιμοῦς, ὅπου πολλαὶ ἀσπίδες ἐκ βοῶν, καὶ περικεφαλαίαι

κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·023
κατέπεσον ἐν τῷ κονιορτῷ, καὶ τοῖς χώμασι, καὶ γένος ἀνδρῶν ἐξ ἡμισείας θεῶν·

τῶν πάντων ὁμόσε στόματ' ἔτραπε Φοῖβος Ἀπόλλων,024
τούτων ἁπάντων ὁμοῦ καὶ εἰς τὸ αὐτὸ ἔτρεψε τὰ στόματα ὁ καθαρὸς Ἀπόλλων,

ἐννῆμαρ δ' ἐς τεῖχος ἵει ῥόον· ὗε δ' ἄρα Ζεὺς 025
ἐπὶ ἐννέα δὲ ἡμέρας ἐπὶ τὸ τεῖχος ἔπεμπε τὸ ῥεῦμα, ἔβρεχε δὲ ὁ Ζεὺς

συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.026
συνεχῶς, ὅπως ἂν τάχιον ποιήσειεν τὰ τείχη ἐπιπλέοντα τῇ θαλάσσῃ.

αὐτὸς δ' ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν027
αὐτὸς δὲ ὁ Ποσειδῶν κρατῶν ταῖς χερσὶ κάμακα

ἡγεῖτ', ἐκ δ' ἄρα πάντα θεμείλια κύμασι πέμπε028
προηγεῖτο, πάντα δ᾽ ἄρα τὰ θεμέλια ἐξέπεμπε τοῖς κύμασι

φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,029
τῶν κορμῶν καὶ τῶν λίθων, ἅπερ ἔθηκαν οἱ Ἕλληνες μοχθοῦντες καὶ ἀτυχοῦντες,

λεῖα δ' ἐποίησεν παρ' ἀγάρροον Ἑλλήσποντον, 030
λεῖα δὲ καὶ ὁμαλὰ ἐποίησε παρὰ τὸν ἄγαν ῥοώδη Ἑλλήσποντον·

αὖτις δ' ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε031
αὖθις δὲ τὸν μέγαν αἰγιαλὸν (παραθαλάσσιον καὶ ὁδεύσιμον τόπον) ἄμμῳ ἐκάλυψεν

τεῖχος ἀμαλδύνας· ποταμοὺς δ' ἔτρεψε νέεσθαι032
ἀφανίσας τὸ τεῖχος, τοὺς ποταμοὺς δὲ ἔτρεψε φέρεσθαι

κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.033
καὶ τὸ ῥεῦμα, ὅποι τὸ πρῶτον ἀφίεσαν τὸ περικαλλῶς ῥέον ὕδωρ.



ὣς ἄρ' ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων034
οὕτω δὴ ἔμελλον μετὰ ταῦτα ὁ Ποσειδῶν καὶ ὁ Ἀπόλλων

θησέμεναι· τότε δ' ἀμφὶ μάχη ἐνοπή τε δεδήει 035
ποιήσειν· τότε δὲ πόλεμος καὶ θόρυβος ἐξῆπτο καὶ διεγήγερτο

τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων036
περὶ τὸ καλῶς κατεσκευασμένον τεῖχος, ἤχει δὲ τὰ δόρατα κατὰ τῶν πύργων

βαλλόμεν'· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες037
ἀκοντιζόμενα· οἱ Ἕλληνες δὲ πλήκτρῳ Διὸς δαμασθέντες,

νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο038
ἐπὶ ταῖς βαθείαις ναυσὶ συγκεκλεισμένοι κατείχοντο,

Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·039
φοβούμενοι Ἕκτορα τὸν ἰσχυρὸν ἐπιστήμονα τοῦ πολέμου καὶ τῆς τροπῆς.

αὐτὰρ ὅ γ' ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ· 040
οὗτος δὲ καθάπερ τὸ πρῶτον ἐμάχετο, ὅμοιος συστροφῇ μεγάλου ἀνέμου·

ὡς δ' ὅτ' ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι041
ὥσπερ δὲ ὅτε ἐν τοῖς κυσί, καὶ τοῖς κυνηγοῖς ἀνδράσι

κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·042
κάπρος ἢ λέων περιστρέφεται, δυνάμει ἐπιρρωνύμενος,

οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες043
οὗτοι δὲ ἐν τάξει ἑαυτοὺς παρασκευάσαντες καὶ ἑτοιμάσαντες

ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς044
ἐναντίον ἵστανται καὶ βάλλουσι πυκνὰ

αἰχμὰς ἐκ χειρῶν· τοῦ δ' οὔ ποτε κυδάλιμον κῆρ 045
δόρατα ἐκ τῶν χειρῶν, τούτου δὲ ἡ ἔνδοξος ψυχὴ

ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·046
οὐδέποτε φοβεῖται, οὐδὲ τρέπεται, ἡ ἄγαν δὲ προθυμία καὶ ἀνδρία ἀπέκτεινεν αὐτόν,

ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·047
πυκνώς τε περιστρέφεται, πειρώμενος τῶν τάξεων τῶν ἀνδρῶν,

ὅππῃ τ' ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν·048
καὶ ὅπου ἂν ὁρμήσῃ κατὰ τοῦτο ὑποχωροῦσιν αἱ τάξεις τῶν ἀνδρῶν·

ὣς Ἕκτωρ ἀν' ὅμιλον ἰὼν ἐλλίσσεθ' ἑταίρους049
οὕτως ὁ Ἕκτωρ κατὰ τὸν στρατὸν πορευόμενος εἱλεῖτο καὶ ἐστρέφετο, τοὺς ἑαυτοῦ φίλους

τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι 050
διεγείρων διαβῆναι τὴν τάφρον, οὐκ ἐτόλμων δὲ οἱ ταχύποδες αὐτοῦ ἵπποι,

τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπ' ἄκρῳ051
πάνυ δὲ ἐχρεμέτιζον, καὶ ἰδιάζουσαν φωνὴν ἀπετέλουν ἐπὶ τῷ ἄκρῳ

χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος052
τοῦ χείλους ἑστῶτες, ἐφόβει γὰρ καὶ εἰς δέος ἦγεν ἡ τάφρος

εὐρεῖ', οὔτ' ἄρ' ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι053
ἡ πλατεῖα· οὔτ᾽ οὖν ὑπερπηδῆσαι ἐγγύς, οὔτε περάσαι

ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν054
εὔκολος ἦν, ὄχθαι γὰρ ὑψηλαὶ καὶ μεγάλαι περὶ πᾶσαν

ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν 055
ἵσταντο ἀφ' ἑκατέρου μέρους, ὑπεράνω δὲ ξύλοις ὀρθοῖς ἄνω

ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν056
εἰς ὀξὺ λήγουσιν ἥρμοστο, ἅπερ ἔπηξαν οἱ υἱοὶ τῶν Ἑλλήνων

πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.057
πυκνὰ καὶ μεγάλα, ἀνδρῶν πολεμίων ἀποφυγήν·

ἔνθ' οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων058
ἐκεῖ δὲ οὐκ ἂν ῥᾳδίως ἵππος ἕλκων τὸ εὔτροχον ὄχημα

ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.059
εἰσῆλθε· πεζοὶ δὲ προεθυμοῦντο καὶ ὥρμων, εἰ τελέσουσι καὶ παρελεύσονται·

δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· 060
τότε τοίνυν ὁ Πολυδάμας παραγενόμενος εἶπε πρὸς τὸν εὔτολμον Ἕκτορα·

Ἕκτορ τ' ἠδ' ἄλλοι Τρώων ἀγοὶ ἠδ' ἐπικούρων061
ὦ Ἕκτορ, καὶ ἄλλοι ἡγεμόνες τῶν Τρῴων καὶ τῶν βοηθῶν,

ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·062
ἀβούλως κατὰ τὴν τάφρον ἄγομεν τοὺς ταχεῖς ἵππους,

ἣ δὲ μάλ' ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ063
αὕτη δὲ πάνυ χαλεπή ἐστι περᾷν, ξῦλα γὰρ ἐπ᾽ αὐτῇ

ὀξέες ἑστᾶσιν, ποτὶ δ' αὐτοὺς τεῖχος Ἀχαιῶν,064
εἰς ὀξὺ λήγοντα ἵστανται, περὶ ταῦτα δὲ τὸ τεῖχος τῶν Ἑλλήνων,

ἔνθ' οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι 065
ἔνθα οὐδαμῶς ἐστι καταβῆναι, ουδὲ πολεμεῖν

ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.066
τοῖς ἱππεῦσι, στένωμα γάρ, ὅπου τραπήσεσθαι ὑπολαμβάνω.

εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει067
εἰ μὲν γὰρ παντελῶς δυσνοῶν κενοῖ καὶ ἐκπορθεῖ τὰ Ἑλλήνων

Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετ' ἀρήγειν,068
Ζεὺς ὁ ἐν ὕψει βροντῶν, τοῖς Τρῳσὶν δὲ ἐθέλει βοηθεῖν,

ἦ τ' ἂν ἔγωγ' ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,069
ὄντως ἂν ἔγωγε βουλοίμην, καὶ νῦν εὐθέως τοῦτο γενέσθαι,

νωνύμνους ἀπολέσθαι ἀπ' Ἄργεος ἐνθάδ' Ἀχαιούς· 070
ἄνευ ὕμνου καὶ εὐφημίας (ἀνωνύμους) φθαρῆναι τοὺς Ἕλληνας ἐνταυθοῖ πόρρω τοῦ Ἄργους·

εἰ δέ χ' ὑποστρέψωσι, παλίωξις δὲ γένηται071
ἐὰν δὲ ὑποστρέψωσι καὶ γένηται πάλιν δίωξις

ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,072
ἐκ τῶν νεῶν, καὶ τῇ τάφρῳ ἐμπέσωμεν τῇ ὀρωρυγμένῃ,

οὐκέτ' ἔπειτ' ὀΐω οὐδ' ἄγγελον ἀπονέεσθαι073
οὐκέτι μετὰ ταῦτα ὑπολαμβάνω, οὐδὲ μηνυτὴν ἀπελθεῖν

ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπ' Ἀχαιῶν.074
εἰς τοὐπίσω πρὸς τὴν πόλιν, κυκλωθέντων ἡμῶν ὑπὸ τῶν Ἑλλήνων.

ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· 075
ἀλλ᾿ ἄγετε ὥσπερ ἂν εἴπω ἐγώ, πάντες ὑπακούωμεν·

ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,076
τοὺς μὲν ἵππους οἱ ὑπηρέται κατεχέτωσαν ἐπὶ τῇ τάφρῳ,

αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες077
ἡμεῖς δὲ πεζοί, ὅπλοις καθωπλισμένοι,

Ἕκτορι πάντες ἑπώμεθ' ἀολλέες· αὐτὰρ Ἀχαιοὶ078
πάντες ἀθρόοι ἀκολουθῶμεν τῷ Ἕκτορι· οἱ Ἕλληνες δὲ

οὐ μενέουσ' εἰ δή σφιν ὀλέθρου πείρατ' ἐφῆπται.079
οὐ μενοῦσιν, εἰ δὴ αὐτοῖς ἤγγικε τὸ τῆς φθορᾶς τέλος.

ὣς φάτο Πουλυδάμας, ἅδε δ' Ἕκτορι μῦθος ἀπήμων, 080
οὕτως εἶπεν ὁ Πολυδάμας· ἤρεσκεν δὲ τῷ Ἕκτορι ὁ λυσιτελὴς λόγος·

αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.081
εὐθέως δὲ ἐκ τοῦ δίφρου σὺν τοῖς ὅπλοις εἰς γῆν κατεπήδησεν.

οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφ' ἵππων ἠγερέθοντο,082
οὐ μὴν δὲ οἱ ἄλλοι Τρῷες ἀπὸ τῶν ἵππων ἐκρέμαντο, ἤτοι ἔφιπποι ἦσαν,

ἀλλ' ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.083
ἀλλὰ σύμπαντες ἐφώρμησαν, ἐπεὶ ἐθεάσαντο τὸν ἐνδοξότατον Ἕκτορα.

ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος084
ἕκαστος μὲν οὖν μετὰ ταῦτα τῷ ἑαυτοῦ ἡνιόχῳ ἐπέταττε

ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ' ἐπὶ τάφρῳ· 085
τοὺς ἵππους καλῶς σὺν τάξει κατέχειν αὐτοῦ ἐπὶ τῇ τάφρῳ·

οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες086
οὗτοι δὲ διακριθέντες, ἑαυτοὺς συντάξαντες,

πένταχα κοσμηθέντες ἅμ' ἡγεμόνεσσιν ἕποντο.087
εἰς πέντε μέρη διατεταγμένοι, μετὰ τῶν ἡγεμόνων εἵποντο.



οἳ μὲν ἅμ' Ἕκτορ' ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,088
οὗτοι μέντοι μετὰ τοῦ Ἕκτορος ἐχώρουν καὶ τοῦ ἀμέμπτου Πολυδάμαντος,

οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα089
οἵτινες καὶ πλείους καὶ βελτίους ἦσαν, προτεθύμηνται δὲ μᾶλλον

τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι. 090
τὸ τεῖχος καθελόντες ἐπὶ ταῖς βαθείαις ναυσὶ πολεμεῖν·

καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δ' ἄρ' ὄχεσφιν091
καὶ τρίτος αὐτοῖς ἠκολούθει ὁ Κεβριόνης, παρὰ δὲ τῷ ἅρματι

ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.092
ἄλλον κατέλιπεν ὁ Ἕκτωρ χείρονα τοῦ Κεβριόνου·

τῶν δ' ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,093
τοῦ δευτέρου δὲ τάγματος ὁ Πάρις ἡγεῖτο, καὶ ὁ ἀνδρεῖος Ἀλκάθοος καὶ ὁ Ἀγήνωρ·

τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς094
τοῦ τρίτου δὲ Ἕλενος, καὶ ὁ τοῖς θεοῖς ὅμοιος τὴν μορφὴν Δηίφοβος,

υἷε δύω Πριάμοιο· τρίτος δ' ἦν Ἄσιος ἥρως 095
οἱ δύο υἱοὶ τοῦ Πριάμου· τρίτος δὲ ἦν ὁ ἥρως Ἄσιος,

Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι096
Ἄσιος ὁ υἱὸς τοῦ Ὑρτάκου, ὃν ἐκ τῆς Ἀρίσβης ἤνεγκαν ἵπποι

αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.097
διάπυροι, εὐμεγέθεις ἀπὸ Σελλήεντος τοῦ ποταμοῦ.

τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο098
τοῦ τετάρτου δὲ ἡγεῖτο ὁ καλὸς υἱὸς τοῦ Ἀγχίσου

Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε099
Αἰνείας, σὺν αὐτῷ δὲ καὶ οἱ δύο υἱοὶ τοῦ Ἀντήνορος,

Ἀρχέλοχός τ' Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης. 100
ὅ τε Ἀρχέλοχος, καὶ ὁ Ἀκάμας καλῶς ἔμπειροι πολέμου παντός·

Σαρπηδὼν δ' ἡγήσατ' ἀγακλειτῶν ἐπικούρων,101
ὁ Σαρπηδὼν δὲ ἦρχε τῶν ὑπερενδόξων βοηθῶν,

πρὸς δ' ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·102
προσέλαβε δὲ καὶ τὸν Γλαῦκον, καὶ τὸν πολεμικὸν Ἀστεροπαῖον,

οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι103
οὗτοι γὰρ αὐτῷ ἔδοξαν διακεκριμένως εἶναι κράτιστοι

τῶν ἄλλων μετά γ' αὐτόν· ὃ δ' ἔπρεπε καὶ διὰ πάντων.104
πάντων ἄλλων μετά γε αὐτόν, οὗτος δὲ καὶ ἐπὶ πᾶσι διέπρεπε καὶ ἔξοχος ἦν.

οἳ δ' ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι 105
οὗτοι δὲ ἐπειδὴ ἀλλήλους ἐπύκνωσαν καὶ κατέφραξαν ταῖς κατεσκευασμέναις βύρσαις, ἤτοι ταῖς ἀσπίσιν,

βάν ῥ' ἰθὺς Δαναῶν λελιημένοι, οὐδ' ἔτ' ἔφαντο106
ὥρμησαν εὐθὺ τῶν Ἑλλήνων ἔνθερμοι καὶ προτετραμμένοι, οὐδέτοι ᾤοντο αὐτοὺς

σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.107
ἀνθέξειν, ἀλλ᾽ ἐν ταῖς μελαίναις ναυσὶν ἐμπεσεῖσθαι.



ἔνθ' ἄλλοι Τρῶες τηλεκλειτοί τ' ἐπίκουροι108
τότε οἱ μὲν ἄλλοι Τρῷες, καὶ οἱ πόρρωθεν κεκλημένοι βοηθοὶ

βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·109
τῇ συμβουλῇ τοῦ ἀμέμπτου Πολυδάμαντος ἐπείθοντο,

ἀλλ' οὐχ Ὑρτακίδης ἔθελ' Ἄσιος ὄρχαμος ἀνδρῶν 110
ἀλλ᾽ οὐχ ὁ υἱὸς τοῦ Ὑρτάκου ὁ ἡγεμὼν τῶν ἀνδρῶν

αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,111
ἤθελεν αὐτόθι καταλιπεῖν τούς τε ἵππους, καὶ τὸν θεράποντα ἡνίοχον,

ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι112
ἀλλὰ σὺν αὐτοῖς προσήγγισε ταῖς ταχείαις ναυσίν,

νήπιος, οὐδ' ἄρ' ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας113
ὁ μωρὸς καὶ ἀνόητος, οὐδὲ ἔμελλεν τὰς θανατηφόρους μοίρας διαφυγών,

ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν114
τοῖς ἵπποις καὶ τοῖς ὀχήμασιν ἡδόμενος, ἐκ τῶν νεῶν

ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν· 115
εἰς τοὐπίσω ὑποστρέψειν εἰς τὴν Ἴλιον τὴν ὑψηλήν, καὶ καταπνεομένην ἀνέμοις·

πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν116
πρότερον γὰρ αὐτὸν ἡ κακώνυμος μοῖρα περιεκάλυψε

ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.117
δόρατι τοῦ Ἰδομενέως τοῦ λαμπροῦ υἱοῦ τοῦ Δευκαλίωνος

εἴσατο γὰρ νηῶν ἐπ' ἀριστερά, τῇ περ Ἀχαιοὶ118
ὥρμησε γὰρ ἐπὶ τὸ ἀριστερὸν μέρος τῶν νεῶν, ὅπου οἱ Ἕλληνες

ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·119
ἐκ τοῦ πεδίου συνήρχοντο σὺν τοῖς ἵπποις καὶ τοῖς ὀχήμασιν.

τῇ ῥ' ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν 120
ἐκεῖσε δὴ τούς τε ἵππους καὶ τὸ ὄχημα διήγαγεν, οὐδὲ ταῖς πύλαις

εὗρ' ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,121
ἐπικειμένας τὰς σανίδας εὗρε, καὶ τὸ μακρὸν ξύλον τὸ συνέχον τὰς θύρας·

ἀλλ' ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τιν' ἑταίρων122
ἀλλ᾽ ἠνεῳγμένας κατεῖχον αὐτὰς ἄνδρες, ὅπως τινὰ τῶν φίλων

ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.123
σώσειαν φεύγοντα ἐκ τοῦ πολέμου ἐπὶ τὰς ναῦς.

τῇ ῥ' ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δ' ἅμ' ἕποντο124
ἐκεῖσε δὴ κατ᾽ εὐθὺ ἐπὶ φρονήματι ἐπαιρόμενος ἤλαυνε τοὺς ἵππους, οἱ δὲ συνείποντο

ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτ' Ἀχαιοὺς 125
ὀξέως κεκραγότες, ᾠήθησαν γὰρ μηκέτι τοὺς Ἕλληνας

σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι126
ἀνθέξειν, ἀλλ᾽ ἐν ταῖς μελαίναις ναυσὶν ἐμπεσεῖσθαι·

νήπιοι, ἐν δὲ πύλῃσι δύ' ἀνέρας εὗρον ἀρίστους127
οἱ μωροὶ καὶ ἀνόητοι· εὗρον δὲ ἐν ταῖς πύλαις δύο ἄνδρας ἀρίστους,

υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,128
τοὺς μεγαλοψύχους υἱοὺς τῶν πολεμιστῶν Λαπιθῶν,

τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,129
τὸν μὲν υἱὸν τοῦ Πειρίθου τὸν ἰσχυρὸν Πολυποίτην,

τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ. 130
τὸν δὲ Λεοντέα τὸν ὅμοιον τῷ ἀνθρωποκτόνῳ Ἄρει.

τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων131
οὗτοι μὲν οὖν ἔμπροσθεν τῶν ὑψηλῶν πυλῶν

ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,132
ἵσταντο, ὥσπερ ὅτε δρύες ὑψηλαὶ ἐν τοῖς ὄρεσιν ἵστανται,

αἵ τ' ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα133
αἵτινες τὸν ἄνεμον μένουσαι φέρουσι, καὶ τὸν ὄμβρον πάντα τὸν χρόνον

ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσ' ἀραρυῖαι·134
ῥίζαις μεγάλαις, καὶ ἐπὶ πολὺ διηκούσαις ἐφηρμοσμέναι καὶ ἐπεστηριγμέναι·

ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι 135
οὕτω δὴ οὗτοι χερσὶ καὶ δυνάμει θαρροῦντες

μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.136
παρέμενον ἐπιόντα τὸν μέγαν Ἄσιον, οὐδὲ ἔφευγον.

οἳ δ' ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας137
οὗτοι δὲ ἐπ᾿ εὐθείας ἐπὶ τὸ καλῶς κατεσκευασμένον τεῖχος τὰς ξηρὰς βύρσας, ἤτοι τὰς ἀσπίδας,

ὑψόσ' ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ138
εἰς ὕψος ἄραντες ἐχώρουν σὺν μεγάλῳ θορύβῳ

Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην139
οἱ περὶ τὸν βασιλέα Ἄσιον, καὶ Ἰαμενόν, καὶ Ὀρέστην,

Ἀσιάδην τ' Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε. 140
καὶ Ἀκάμαντα τὸν υἱὸν τοῦ Ἀσίου, καὶ Θόωνα, καὶ Οἰνόμαον.

οἳ δ' ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς141
οὗτοι δὴ τέως μὲν τοὺς εὐόπλους Ἕλληνας

ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·142
διήγειρον ἐντὸς ὄντες, μάχεσθαι ὑπὲρ τῶν νεῶν·

αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν143
ἐπειδὴ δὲ εἰς τὸ τεῖχος ἐφωρμημένους ἐθεάσαντο

Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,144
τοὺς Τρῷας, βοὴ δέ τε καὶ φυγὴ τῶν Ἑλλήνων ἐγένετο,

ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην 145
ἐξελθόντες αὐτοί, ἔμπροσθεν τῶν πυλῶν ἐμάχοντο,

ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τ' ἐν ὄρεσσιν146
χοίροις ἀγρίοις ὅμοιοι, οἵτινες ἐν τοῖς ὄρεσιν ἐπιδέχονται θόρυβον

ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,147
ἀνδρῶν καὶ κυνῶν ἐπερχόμενον,

δοχμώ τ' ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην148
καὶ πλαγίως ὁρμῶντες περὶ ἑαυτοὺς κατακλῶσι τὴν ὕλην

πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων149
πρόρριζον ἐκτέμνοντες, ὑπὸ τῶν ὀδόντων δὲ κτύπος

γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται· 150
ἀποτελεῖται, ἕως ἂν τρώσας τις αὐτοὺς ἀφέληται τὴν ψυχήν.

ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς151
οὕτως ἐν τοῖς στήθεσι τούτων ἐψόφει ὁ λαμπρὸς σίδηρος,

ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο152
ἐξ ἐναντίας πληττομένων, πάνυ δὲ γενναίως ἐπολέμουν,

λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.153
τοῖς λαοῖς ἄνωθεν θαρροῦντες καὶ τῇ ἰσχύϊ.

οἳ δ' ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων154
οὗτοι δὲ ἀπὸ τῶν καλῶς ᾠκοδομημένων πύργων λίθοις χειροπλήθεσιν

βάλλον ἀμυνόμενοι σφῶν τ' αὐτῶν καὶ κλισιάων 155
ἔβαλλον, μαχόμενοι ὑπέρ τε ἑαυτῶν, καὶ τῶν σκηνῶν,

νηῶν τ' ὠκυπόρων· νιφάδες δ' ὡς πῖπτον ἔραζε,156
καὶ τῶν ταχειῶν νεῶν. ὥσπερ δὲ νιφάδες ἔπιπτον ἐπὶ τὴν γῆν,

ἅς τ' ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας157
ἅσπερ ἄνεμος σφοδρὸς τὰ σκιώδη νέφη συνταράξας

ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·158
πυκνὰς κατέχεεν ἐπὶ τῇ πολλὰ τρεφούσῃ γῇ,

ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν159
οὕτως ἐκ τῶν χειρῶν τούτων τὰ βέλη ἐχέοιτο, καὶ τῶν Ἑλλήνων,

ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δ' ἀμφ' αὖον ἀΰτευν 160
καὶ τῶν Τρῴων, αἱ περικεφαλαίαι δὲ αὐτῶν ξηρὸν ἦχον ἀπετέλουν,

βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.161
πληττόμεναι λίθοις τραχέσιν, καὶ αἱ ὀμφαλοὺς ἔχουσαι ἀσπίδες.

δή ῥα τότ' ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ162
τότε τοίνυν ἐστέναξε, καὶ τοὺς ἑαυτοῦ μηροὺς ἔπληξεν

Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·163
Ἄσιος ὁ υἱὸς τοῦ Ὑρτάκου, καὶ δεινοπαθήσας ἔλεγε λόγον·

Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο164
ὦ Ζεῦ πάτερ, ὄντως δήπου καὶ σὺ ψεύστης ἐγεγόνεις,

πάγχυ μάλ'· οὐ γὰρ ἔγωγ' ἐφάμην ἥρωας Ἀχαιοὺς 165
καὶ μάλα, οὐ γὰρ ἔγωγε ᾠήθην τοὺς ἥρωας Ἕλληνας

σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.166
καθέξειν (ὑπομεῖναι) τὴν ἡμετέραν ἰσχύν, καὶ τὰς ἀπροσπελάστους χεῖρας·

οἳ δ', ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι167
οὗτοι δὲ καθάπερ σφῆκες κατὰ τὸ μέσον εὐκίνητοι, καὶ μέλισσαι

οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,168
τοὺς φωλεοὺς ποιοῦσιν ἐν ὁδῷ (παρ᾽ ὁδὸν) τραχείᾳ(αν),

οὐδ' ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες169
οὐδὲ καταλείπουσι τὸν κοῖλον οἶκον, ἀλλὰ παραμένοντες

ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων, 170
ἄνδρας κυνηγοὺς ἐρεθίζοντας, μάχονται ὑπὲρ τῶν τέκνων αὐτῶν·

ὣς οἵ γ' οὐκ ἐθέλουσι πυλάων καὶ δύ' ἐόντε171
οὕτως αὐτοὶ οὐ βούλονται, καίπερ ὄντες δύο, τῶν πυλῶν ἀναχωρῆσαι,

χάσσασθαι πρίν γ' ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.172
πρὶν ἢ κατακτεῖναι, ἢ κρατηθῆναι.



ὣς ἔφατ', οὐδὲ Διὸς πεῖθε φρένα ταῦτ' ἀγορεύων·173
οὕτως εἶπεν, οὐκ ἔπειθε δὲ τὴν τοῦ Διὸς διάνοιαν, ταῦτα λέγων,

Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.174
τῷ Ἕκτορι γὰρ ἐβούλετ' αὐτῷ ἡ ψυχή παρασχέσθαι δόξαν·



ἄλλοι δ' ἀμφ' ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν· 175
οἱ ἄλλοι δὲ περὶ τὰς ἄλλας πύλας ἐπολέμουν πόλεμον.

ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντ' ἀγορεῦσαι·176
χαλεπὸν δέ ἐστιν εἰπεῖν με ταῦτα πάντα καθάπερ θεόν.

πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ177
πανταχοῖ γὰρ περὶ τὸ λίθινον τεῖχος ηγέρθη θεήλατον πῦρ,

λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ178
ἤτοι μάχη διάπυρος· οἱ Ἕλληνες δὲ καίπερ λυπούμενοι καὶ ἀλγοῦντες, ἐξ ἀνάγκης

νηῶν ἠμύνοντο· θεοὶ δ' ἀκαχήατο θυμὸν179
μέντοι ἐμάχοντο ὑπὲρ τῶν νεῶν. οἱ θεοὶ δὲ ἠλγήκεσαν τὴν ψυχὴν

πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν. 180
ἅπαντες, ὅσοι τοῖς Ἕλλησι σύμμαχοι τοῦ πολέμου ἐτύγχανον.

σὺν δ' ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.181
συνῆψαν δὲ οἱ τῶν Λαπιθῶν υἱοὶ πόλεμον καὶ μάχην.



ἔνθ' αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης182
τότε δὴ ὁ τοῦ Πειρίθου υἱός, καὶ ὁ ἰσχυρὸς Πολυποίτης

δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου·183
δόρατι ἔτρωσε τὸν Δάμασον, διὰ τῆς χαλκᾶς παραγναθίδας ἐχούσης περικεφαλαίας,

οὐδ' ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ184
οὐκ ἐκώλυσεν δὲ ἡ σιδηρᾶ περικεφαλαία, ἀλλὰ δι᾿ ὅλου

αἰχμὴ χαλκείη ῥῆξ' ὀστέον, ἐγκέφαλος δὲ 185
ἡ σιδηρᾶ ἐπιδορατὶς ἔσχισε τὸ ὀστοῦν, ὁ ἐγκέφαλος δὲ

ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·186
ἐντὸς ἅπας διάβροχος γέγονεν αἵματι, ἐδάμασε δὲ καὶ κατειργάσατο αὐτὸν προθύμως ὁρμῶντα.

αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.187
μετὰ ταῦτα δὲ Πύλωνα καὶ Ὄρμενον ἀπέκτεινε.

υἱὸν δ' Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος188
Λεοντεὺς δὲ ὁ κλάδος τοῦ Ἄρεος τὸν υἱὸν τοῦ Ἀντιμάχου

Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.189
τὸν Ἱππόμαχον ἔτρωσε δόρατι κατὰ τὴν θωρακοζώνην ἐπιτυχών,

αὖτις δ' ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ 190
εἶτα ἐκ τῆς ξιφοθήκης ἑλκύσας τὸ τμητικὸν ξίφος,

Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας δι' ὁμίλου191
πρῶτον μὲν Ἀντιφάτην ἐφορμήσας διὰ τοῦ στρατοῦ

πλῆξ' αὐτοσχεδίην· ὃ δ' ἄρ' ὕπτιος οὔδει ἐρείσθη·192
ἔπληξεν ἐκ τοῦ σύνεγγυς· οὗτος δὲ πεσὼν ἐπὶ τὰ μετάφρενα τῷ ἐδάφει ἐπεστηρίχθη·

αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην193
μετὰ τοῦτο δὲ Μένωνα, καὶ Ἰαμενόν, καὶ Ὀρέστην,

πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.194
ἅπαντας ἀλλεπαλλήλους καθεῖλεν ἐπὶ τὴν πολλὰ τρέφουσαν γῆν.



ὄφρ' οἳ τοὺς ἐνάριζον ἀπ' ἔντεα μαρμαίροντα, 195
ὅτε δ᾽ οὗτοι αὐτοὺς ἀφῃροῦντο τὰ λαμπρὰ ὅπλα,

τόφρ' οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,196
τότε οἱ νέοι οἵτινες εἵποντο τῷ Πολυδάμαντι καὶ τῷ Ἕκτορι,

οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα197
οἳ πλείους καὶ βελτίους ἦσαν, προτεθύμηνται δὲ μᾶλλον

τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,198
τό τε τεῖχος καθαιρήσειν, καὶ ἐμπρήσειν πυρὶ τὰς ναῦς·

οἵ ῥ' ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.199
οὗτοι δὴ ἔτι ἐμερίμνουν ἐπὶ τῇ τάφρῳ ἑστῶτες·

ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν 200
ὄρνις γὰρ αὐτοῖς ἐπέπτη περᾷν ὥρμημένοις,

αἰετὸς ὑψιπέτης ἐπ' ἀριστερὰ λαὸν ἐέργων201
ἀετὸς ἐν ὕψει πετόμενος ἐπὶ τὰ ἑαυτοῦ ἀριστερὰ τὸν Τρωικὸν λαὸν ἀφορίζων

φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον202
φονικὸν (πυρρὸν ᾑμαγμένον) δράκοντα φέρων τοῖς ὄνυξι, μέγιστον,

ζωὸν ἔτ' ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης,203
ζῶντα, ἔτι ὑποκινούμενον, καὶ οὔπω ἐπελανθάνετο τῆς μάχης,

κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν204
ἔδακε γὰρ καὶ ἔτρωσεν αὐτὸν κατέχοντα παρὰ τὸ στῆθος ἐγγὺς τοῦ λαιμοῦ,

ἰδνωθεὶς ὀπίσω· ὃ δ' ἀπὸ ἕθεν ἧκε χαμᾶζε 205
πάνυ ἐπικαμφθεὶς εἰς τοὐπίσω· οὗτος δὲ ἀφ᾿ ἑαυτοῦ ἀφῆκεν αὐτὸν ἐπὶ τὴν γῆν

ἀλγήσας ὀδύνῃσι, μέσῳ δ' ἐνὶ κάββαλ' ὁμίλῳ,206
ταῖς ἀλγηδόσιν ὀδυνώμενος (ηθεὶς), κατέβαλε δὲ ἐν τῷ μέσῳ τοῦ στρατοῦ·

αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.207
αὐτὸς δὲ βοήσας ἐπέτετο τῷ πνέοντι ἀνέμῳ δοὺς ἑαυτόν·

Τρῶες δ' ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν208
Τρῷες δὲ ἐφοβήθησαν ὡς ἐθεάσαντο τὸν ποικίλον καὶ πολύστικτον ὄφιν

κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.209
κείμενον ἐν τῷ μέσῳ, σημεῖον τοῦ τὴν αἰγίδα φοροῦντος Διός.

δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· 210
τότε τοίνυν ὁ Πολυδάμας παραγενόμενος εἶπε πρὸς τὸν θρασὺν Ἕκτορα·

Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν211
ὦ Ἕκτορ, πάντοτε μέν μοι ἐπιτιμᾷς ἐν ταῖς δημηγορίαις

ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε212
χρηστὰ νοοῦντι, οὐδὲ γὰρ πρέπει

δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτ' ἐνὶ βουλῇ213
δημότην ὄντα παραλογιστικῶς καὶ ἔξω τοῦ δέοντος δημηγορεῖν, οὔτ᾽ ἐν βουλῇ,

οὔτέ ποτ' ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν·214
οὔτέ ποτε ἐν πολέμῳ, τὸ σὸν δὲ κράτος ἀεὶ αὔξειν.

νῦν αὖτ' ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. 215
νῦν δ᾽ ἂν καταλέξω καθάπερ μοι δοκεῖ εἶναι κράτιστα·

μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.216
μὴ πορευθῶμεν πολεμήσοντες τοῖς Ἕλλησιν περὶ τῶν νεῶν,

ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε217
οὕτω γὰρ οἶμαι συντελεσθῆναι, εἰ κατ᾽ ἀλήθειαν

Τρωσὶν ὅδ' ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν218
οὗτος ὁ ὄρνις ἐπέπτη τοῖς Τρῳσὶ περᾷν παρωρμημένοις

αἰετὸς ὑψιπέτης ἐπ' ἀριστερὰ λαὸν ἐέργων219
ὁ εἰς ὕψος πετόμενος ἀετός, ἐπὶ τὰ ἑαυτοῦ ἀριστερὰ τὸν Τρωικὸν λαὸν ἀφορίζων

φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον 220
αἵματι πεφοινιγμένον δράκοντα φέρων τοῖς ὄνυξιν μέγιστον

ζωόν· ἄφαρ δ' ἀφέηκε πάρος φίλα οἰκί' ἱκέσθαι,221
ζῶντα, ταχέως δὲ ἀφῆκεν αὐτὸν πρὶν ἀφικέσθαι εἰς τὰ προσφιλῆ οἰκήματα,

οὐδ' ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν.222
οὐδὲ λαβὼν ἤνεγκε δοῦναι τοῖς ἑαυτοῦ τέκνοις·

ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν223
οὕτως ἡμεῖς, εἴπερ τὰς πύλας καὶ τὸ τεῖχος τῶν Ἑλλήνων

ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δ' Ἀχαιοί,224
διαρρήξομεν καὶ καθαιρήσομεν δυνάμει μεγάλῃ, ὑποχωρήσουσι δὲ οἱ Ἕλληνες,

οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ' αὐτὰ κέλευθα· 225
οὐ κατὰ τὸ δέον ἐκ τῶν νεῶν πορευσόμεθα τὰς αὐτὰς ὁδούς,

πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ226
πολλοὺς γὰρ τῶν Τρῴων ἀποβαλοῦμεν, οὓς ἂν οἱ Ἕλληνες

χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν.227
σιδήρῳ ἀποκτείνωσι (ἀφανίσωσι) μαχόμενοι περὶ τῶν νεῶν·

ὧδέ χ' ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ228
οὕτως ἐξηγεῖτο (ήσατο) ὁ μάντις, ὃς σαφῶς ἐν τῇ ψυχῇ

εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.229
ἠπίστατο τὰ σημεῖα, καὶ οἱ λαοὶ ἐπείθοντο αὐτῷ.



τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· 230
πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος εἶπεν ὁ ῥᾳδίως τὴν περικεφαλαίων κινῶν Ἕκτωρ·

Πουλυδάμα, σὺ μὲν οὐκ ἔτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις·231
ὦ Πολυδάμα, σὺ μὲν οὐκέτι ἐμοὶ προσφιλῆ ταῦτα λέγεις·

οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.232
οἶδάς που καὶ ἄλλον λόγον βελτίονα τούτου λογίσασθαι;

εἰ δ' ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,233
εἰ δὲ κατ᾽ ἀλήθειαν τοῦτον ἀπὸ κρίσεως λέγεις,

ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,234
ἀπώλεσαν ἄρα αὐτοὶ οἱ θεοὶ τὴν διάνοιάν σου,

ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι 235
ὃς κελεύεις ἐπιλαθέσθαι με τῶν τοῦ μεγαλοκτύπου Διὸς

βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·236
βουλῶν, ἅς τινας αὐτός μοι ὑπέσχετο καὶ ἐπένευσε.

τύνη δ' οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις237
σὺ δὲ οἰωνοῖς τοῖς ἐκτεταμένας τὰς πτέρυγας ἔχουσι παραγγέλλεις

πείθεσθαι, τῶν οὔ τι μετατρέπομ' οὐδ' ἀλεγίζω238
πείθεσθαι, ὧν οὐδαμῶς ἐπιστρέφομαι, οὐδὲ φροντίζω,

εἴτ' ἐπὶ δεξί' ἴωσι πρὸς ἠῶ τ' ἠέλιόν τε,239
ἐάν τε ἐπὶ τὰ δεξιὰ πέτωνται πρὸς τὴν ἕω καὶ τὸν ἥλιον,

εἴτ' ἐπ' ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα. 240
ἤτοι τὰ ἀνατολικά μέρη, ἐάν τε ἐπὶ τὰ ἀριστερὰ πρὸς τὰς σκοτεινὰς δυσμάς·

ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,241
ἡμεῖς δὲ τῇ τοῦ μεγάλου Διὸς βουλῇ ὑπακούωμεν,

ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.242
ὃς πάντων τῶν θνητῶν καὶ τῶν ἀθανάτων βασιλεύει·

εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.243
εἷς μόνον ἄριστος οἰωνός ἐστιν ὁ ὑπὲρ τῆς πατρίδος κελεύων ἀγωνίζεσθαί τε καὶ μάχεσθαι.

τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;244
τίποτε σὺ φοβῇ τὸν πόλεμον καὶ τὴν μάχην;

εἴ περ γάρ τ' ἄλλοι γε περὶ κτεινώμεθα πάντες 245
καὶ γὰρ ἂν οἱ ἄλλοι πάντες ἀναιρεθῶμεν

νηυσὶν ἐπ' Ἀργείων, σοὶ δ' οὐ δέος ἔστ' ἀπολέσθαι·246
ἐπὶ ταῖς ναυσὶ τῶν Ἑλλήνων, σοί γε οὐκ ἔστιν δέος ἀναιρεθῆναι,

οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.247
οὐ γάρ σοι καρδία μένουσα ἐν τοῖς πολέμοις, οὐδὲ μάχεσθαι πεφυκυῖα·

εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τιν' ἄλλον248
εἰ δὲ σὺ ἀποστήσῃ τῆς μάχης, ἤ τινα ἄλλον

παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,249
παραπείσας λόγοις, ἀποστήσεις τοῦ πολέμου,

αὐτίκ' ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις. 250
εὐθέως πληγεὶς ὑπὸ τοῦ ἐμοῦ δόρατος ἀπολέσεις τὴν ψυχήν.



ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο251
οὕτω δὴ εἰπὼν προωδοποίει, οὗτοι δὲ συνείποντο

ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος252
σὺν βοῇ ἀρρήτῳ. Ζεὺς δὲ ὁ τοὺς ἐναντίους κεραυνῷ τρέπων

ὦρσεν ἀπ' Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,253
ἐπήγειρεν ἀπὸ τῶν ἀκρωρείων τῆς Ἴδης συστροφὴν μεγάλην ἀνέμου,

ἥ ῥ' ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν254
ἥτις δὴ εὐθὺ τῶν νεῶν κονιορτὸν ἔφερε, τὸν τῶν Ἑλλήνων δὲ

θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε. 255
νοῦν ἠπάτα καὶ ἔβλαπτε, τοῖς Τρῳσὶ δὲ καὶ τῷ Ἕκτορι δόξαν παρείχετο.

τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι256
τούτου δὴ τοῖς σημείοις θαρροῦντες καὶ τῇ ἰσχύϊ,

ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.257
ῥῆξαι καὶ καθελεῖν τὸ μέγα τεῖχος τῶν Ἑλλήνων διάπειραν ἐποιοῦντο.

κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,258
τὰς κλίμακας μὲν οὖν ἐπὶ τοὺς πύργους εἷλκον, καὶ κατέβαλον

στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρ' Ἀχαιοὶ259
τοὺς προμαχῶνας, καὶ τοὺς ὑφεστῶτας προβεβλημένους λίθους διώρυττον, οὓς δὴ οἱ Ἕλληνες

πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων. 260
πρῶτον ἐν τῇ γῇ κατέθηκαν, εἶναι ὑποστηρίγματα τοῦ τείχους.

τὰς οἵ γ' αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν261
τούτους οὗτοι εἰς τοὐπίσω εἷλκον, ἤλπιζον δὲ τὸ τῶν Ἑλλήνων τεῖχος

ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,262
διαρρήξειν καὶ καθαιρήσειν, οὐδὲ δήπου οἱ Ἕλληνες ἀνεχώρουν τῆς ὁδοῦ καὶ τῆς ὁρμῆς,

ἀλλ' οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις263
ἀλλ᾽ οὗτοί γε περιφράξαντες τοὺς προμαχῶνας δέρμασι βοῶν, ἤτοι ἀσπίσιν,

βάλλον ἀπ' αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.264
ἔπληττον ἀπ᾿ αὐτῶν τοὺς πολεμίους ἐρχομένους ὑπὸ τὸ τεῖχος.



ἀμφοτέρω δ' Αἴαντε κελευτιόωντ' ἐπὶ πύργων 265
ἀμφότεροι δὲ οἱ Αἴαντες κελεύοντες ἐπὶ τοῦ τείχους

πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.266
ἐπὶ πᾶν μέρος ἐπορεύοντο, τὴν τῶν Ἑλλήνων προθυμίαν παροξύνοντες,

ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι267
ἄλλον προσηνέσιν ἐκολάκευον, ἄλλον σκληροῖς λόγοις

νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·268
ὠνείδιζον, ὅντινα ἂν θεάσαιντο τοῦ πολεμεῖν ἀφιστάμενον, λέγοντες·

ὦ φίλοι Ἀργείων ὅς τ' ἔξοχος ὅς τε μεσήεις269
ὦ φίλοι, ὅστις Ἑλλήνων ἔξοχος, καὶ ὅστις μέσος,

ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι 270
καὶ ὅστις χείρων ἐστίν, ἐπειδὴ οὐχ ἅπαντες ὅμοιοί εἰσιν

ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·271
ἄνδρες ἐν τῷ πολέμῳ, νῦν πάρεστιν ἅπασιν ἔργον,

καὶ δ' αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω272
καὶ δὴ καὶ ὑμεῖς τοῦτο πάντες ἐπίστασθε, μηδεὶς εἰς τοὐπίσω

τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,273
στραφήτω ἐπὶ τὰς ναῦς τοῦ ἀπειλοῦντος ἀκούων,

ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,274
ἀλλ᾽ εἰς τὸ ἔμπροσθεν ὁρμᾶτε, καὶ ἀλλήλοις παρακελεύεσθε,

αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς 275
εἴπως ὁ Ζεὺς δοίη ὁ οὐράνιος ὁ ἀστράπτων

νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.276
τὴν ἐνταῦθα ἔριν ἀποκρούσαντας διώκειν τοὺς πολεμίους ἐπὶ τὴν πόλιν.



ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.277
οὕτως οὗτοί γε προφωνοῦντες, τὸν πόλεμον παρώξυνον τῶν Ἑλλήνων·

τῶν δ', ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ278
τούτων δὲ ὥσπερ αἱ νιφάδες τῆς χιόνος καταφέρονται πυκναί τε

ἤματι χειμερίῳ, ὅτε τ' ὤρετο μητίετα Ζεὺς279
καὶ τὸν καιρὸν τοῦ χειμῶνος, ὁπηνίκα ὥρμητο ὁ βουλευτικὸς Ζεὺς

νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα· 280
νίφειν, δεικνύων τοῖς ἀνθρώποις τὰ ἑαυτοῦ βέλη,

κοιμήσας δ' ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ281
καταπραΰνας δὲ τοὺς ἀνέμους νίφει ἀσφαλῶς καὶ ἀμεταβλήτως ὅπως περικαλύψῃ

ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους282
τῶν μεγάλων ὀρέων τὰς ἀκρωρείας, καὶ τὰ προνενευκότα ἄκρα,

καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,283
καὶ τὰ ἀνθοῦντα πεδία, καὶ τὰ λιπαρὰ καὶ ἐπικερδῆ ἔργα τῶν ἀνδρῶν,

καί τ' ἐφ' ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,284
καὶ ἐπὶ τοῖς τῆς λευκῆς θαλάσσης λιμέσι, καὶ ταῖς ἀκταῖς κέχυται ἡ χιών·

κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα 285
τὸ κῦμα δὲ προσρηγνύμενον αὐτῇ κωλύεται τῆς ὁρμῆς, καὶ τὰ ἀλλὰ πάντα

εἴλυται καθύπερθ', ὅτ' ἐπιβρίσῃ Διὸς ὄμβρος·286
ἐπικέκρυπται καὶ κεκάλυπται ἄνωθεν, ἡνίκα ὁ τοῦ Διὸς ὑετὸς λάβρως κάτεισιν (ὁπόταν ὁ τοῦ Διὸς νιφετὸς ἐπέλθῃ).

ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,287
οὕτω πρὸς ἑκάτερον μέρος τούτων λίθοι πυκνοὶ ἐπέτοντο,

αἱ μὲν ἄρ' ἐς Τρῶας, αἱ δ' ἐκ Τρώων ἐς Ἀχαιούς,288
οἱ μὲν ἐπὶ τοὺς Τρῷας, οἱ δὲ ἐκ τῶν Τρῴων ἐπὶ τοὺς Ἕλληνας

βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.289
πεμπόμενοι, ὑπὲρ τὸ τεῖχος δὲ ἅπαν κτύπος ἠγέρθη,



οὐδ' ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ 290
οὐδὲ τότε γε οἱ Τρῷες καὶ ὁ λαμπρὸς Ἕκτωρ

τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,291
διέρρηξαν ἂν καὶ καθεῖλον τὰς πύλας τοῦ τείχους, καὶ τὸν μακρὸν μοχλόν,

εἰ μὴ ἄρ' υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς292
εἰ μὴ ἄρα Ζεὺς ὁ βουλευτικὸς Σαρπηδόνα τὸν ἑαυτοῦ υἱὸν

ὦρσεν ἐπ' Ἀργείοισι λέονθ' ὣς βουσὶν ἕλιξιν.293
διήγειρεν ἐπὶ τοὺς Ἕλληνας ὥσπερ λέοντα βουσὶ μέλασι

αὐτίκα δ' ἀσπίδα μὲν πρόσθ' ἔσχετο πάντοσ' ἐΐσην294
εὐθέως δὲ τὴν πανταχόθεν ἴσην, ἤτοι κυκλοτερῆ ἀσπίδα ἔμπροσθεν ἐκράτησε

καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς 295
τὴν καλήν, τὴν χαλκῆν, τὴν ἔξω χαλκὸν ἔχουσαν, ἣν δὴ ὁ χαλκεὺς ἔξωθεν χαλκῷ

ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς296
περιεκάλυψεν, ἔνδοθεν δὲ βύρσας ἔρραψε συχνάς,

χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.297
χρυσαῖς ῥάβδοις ἐκτεταμέναις ἀπὸ ἴτυος εἰς ἴτυν·

τὴν ἄρ' ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων298
ταύτην δὴ οὗτος ἔμπροσθεν κρατήσας δύο δόρατα σείων,

βῆ ῥ' ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τ' ἐπιδευὴς299
ὥρμησε πορεύεσθαι καθάπερ λέων ἐν ὄρεσι τεθραμμένος, ὅστις ἂν ἐνδεὴς

δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ 300
ἐπὶ πολὺ ὑπάρχῃ κρεάτων, προτρέπει δὲ αὐτὸν ἡ ἀνδρεία ψυχή,

μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·301
καὶ εἰς τὸν πυκνὸν δόμον, ἤτοι τὴν εὖ κατεσκευασμένην ἔπαυλιν ἀφικέσθαι πείραν ληψόμενος τῶν θρεμμάτων·

εἴ περ γάρ χ' εὕρῃσι παρ' αὐτόφι βώτορας ἄνδρας302
ἐὰν γὰρ εὕρῃ αὐτόθι ἄνδρας ποιμένας,

σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,303
μετὰ κυνῶν καὶ δοράτων φυλάττοντας περὶ τὰ θρέμματα,

οὔ ῥά τ' ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,304
οὐ βούλεται ἀναχωρεῖν τῆς ἐπαύλεως, μὴ πρότερον πεῖραν ἑαυτοῦ δοὺς ἢ λαβών,

ἀλλ' ὅ γ' ἄρ' ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς 305
ἀλλ᾽ οὗτος δὴ ἢ ἥρπασέ τι ἐπιπηδήσας, ἢ καὶ αὐτὸς

ἔβλητ' ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι·306
ἐτρώθη ἐν πρώτοις δόρατι ἀπὸ ταχείας χειρός.

ὥς ῥα τότ' ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε307
οὕτω δὴ τότε τὸν ἰσόθεον Σαρπηδόνα ἀνέπεισε καὶ παρώρμησεν ἡ ψυχὴ

τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.308
ἐπὶ τὸ τεῖχος ὁρμῆσαι, καὶ διαρρῆξαι καὶ καθαιρῆσαι τοὺς προμαχῶνας.

αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδ' Ἱππολόχοιο·309
εὐθέως δὲ πρὸς τὸν Γλαῦκον εἶπε τὸν υἱὸν τοῦ Ἱππολόχου

Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα 310
ὦ Γλαῦκε, τί δὴ ἡμεῖς τετιμήμεθα, καὶ δεδοξάσμεθα μάλιστα

ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν311
προκαθεδρείᾳ καὶ κρέασι, καὶ ὑπερχειλέσι ποτηρίοις

ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,312
ἐν τῇ Λυκίᾳ, πάντες δὲ ὥσπερ θεοὺς ἡμᾶς ὁρῶσι,

καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρ' ὄχθας313
καὶ τόπον ἐπίλεκτον καρπούμεθα μέγαν παρὰ τὰς ὄχθας τοῦ Ξάνθου ποταμοῦ,

καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;314
εὐειδῆ, γῆς δενδροφόρου, καὶ ἀρούρας σιτοφόρου;

τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας 315
διὰ τοῦτο νῦν δεῖ ἐν τοῖς πρώτοις τῶν Λυκίων ὄντας

ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,316
ἵστασθαι, καὶ τῆς διαπύρου καὶ καυστικῆς μάχης ἐναντίον ἐλθεῖν,

ὄφρά τις ὧδ' εἴπῃ Λυκίων πύκα θωρηκτάων·317
ἵνα τις τῶν ἀσφαλῶς ὡπλισμένων Λυκίων οὕτως εἴπῃ·

οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν318
οὐ μὴν ἄδοξοι βασιλεύουσι τῆς Λυκίας

ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα319
οἱ ἡμέτεροι βασιλεῖς, καὶ λιπαρὰ θρέμματα ἐσθίουσι,

οἶνόν τ' ἔξαιτον μελιηδέα· ἀλλ' ἄρα καὶ ἲς 320
καὶ οἶνον ἐξαίρετον, ἥδιστον πίνουσιν, ἀλλὰ δὴ καὶ δύναμις αὐτοῖς

ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.321
ἀγαθὴ καὶ γενναία, ἐπειδὴ ἐν τοῖς πρώτοις τῶν Λυκίων πολεμοῦσιν·

ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε322
ὦ προσφιλέστατε, εἰ μὲν δὴ τοῦτον τὸν πόλεμον ἐκφυγόντες,

αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ' ἀθανάτω τε323
ἀεὶ δὴ μέλλοιμεν καὶ ἀθάνατοι

ἔσσεσθ', οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην324
ἔσεσθαι, οὔτ᾽ ἄν σε πέμποιμι εἰς τὸν τοὺς ἄνδρας δοξάζοντα πόλεμον·

οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν· 325
-

νῦν δ' ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο326
νῦν δέ, καὶ γὰρ μοῖραι θανατηφόροι πάρεισιν,

μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ' ὑπαλύξαι,327
ἀναρίθμητοι, ἃς οὐκ ἔστι δυνατὸν ἄνθρωπον θνητὸν ἐκφυγεῖν, οὐδὲ ἐκκλίναι,

ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.328
ἴωμεν, ἢ καύχημά τινι παρέξομεν, ἤ τις ἡμῖν.



ὣς ἔφατ', οὐδὲ Γλαῦκος ἀπετράπετ' οὐδ' ἀπίθησε·329
οὕτως εἶπεν, οὐδὲ Γλαῦκος ἀνεχώρησεν, οὐδὲ ἠπείθησεν.

τὼ δ' ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε. 330
οἱ δὲ κατ᾽ εὐθὺ ἐχώρησαν, τὸ μέγα στράτευμα τῶν Λυκίων ἄγοντες.

τοὺς δὲ ἰδὼν ῥίγησ' υἱὸς Πετεῶο Μενεσθεύς·331
τούτους δὲ θεασάμενος Μενεσθεὺς ὁ υἱὸς τοῦ Πετεοῦ ἐφοβήθη,

τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.332
πρὸς τὸν πύργον γὰρ αὐτοῦ ἐπορεύοντο χαλεπότητα ἐπιφέροντες·

πάπτηνεν δ' ἀνὰ πύργον Ἀχαιῶν εἴ τιν' ἴδοιτο333
περιεβλέψατο δὲ ἀνὰ τὸ τεῖχος τῶν Ἑλλήνων, εἴ τινα θεάσαιτο

ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·334
τῶν ἡγεμόνων, ὅστις ἂν αὐτῷ τοῖς φίλοις ἀποσοβήσειε τὴν βλάβην·

ἐς δ' ἐνόησ' Αἴαντε δύω πολέμου ἀκορήτω 335
ἐθεάσατο δὲ τοὺς δύο Αἴαντας τοὺς ἀκορέστους πολέμου

ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα336
ἑστῶτας, καὶ Τεῦκρον ἐγγὺς αὐτῶν νεωστὶ ἐκ τῆς σκηνῆς

ἐγγύθεν· ἀλλ' οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν·337
ἐρχόμενον, ἀλλ᾽ οὐδαμῶς ἦν αὐτῷ δυνατὸν φωνήσαντι ἐξάκουστον βοῆσαι,

τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δ' οὐρανὸν ἷκε,338
τοσοῦτος γὰρ κτύπος ἦν, ἡ βοὴ δὲ εἰς τὸν οὐρανὸν ἀφικνεῖτο

βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν339
πληττομένων τῶν ἀσπίδων, καὶ τῶν ἱππείαις θριξὶν κοσμουμένων περικεφαλαιῶν

καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατ' αὐτὰς 340
καὶ τῶν πυλῶν, πάσαις γὰρ ὁ ὀρεὺς ἐπέκειτο, οὗτοι δὲ παρ᾽ αὐτὰς

ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.341
ἑστῶτες ἐμηχανῶντο βιαίως διαρρήξαντες καὶ καθαιρήσαντες εἰσελθεῖν.

αἶψα δ' ἐπ' Αἴαντα προΐει κήρυκα Θοώτην·342
ταχέως δὲ πρὸς τὸν Αἴαντα ἔπεμπε Θοώτην τὸν κήρυκα, λέγων·

ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον,343
ὦ ἐνδοξότατε Θοῶτα πορεύου τρέχων, κάλεσον τὸν Αἴαντα,

ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κ' ὄχ' ἄριστον ἁπάντων344
ἀμφοτέρους μὲν μάλιστα, τοῦτο γὰρ ἂν ἄριστον πάντων

εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος. 345
εἴη, ἐπειδὴ ταχέως ἐνταῦθα γενήσεται μεγάλη (ὀλεθρία) φθορά·

ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ346
οὕτω γὰρ βαρέως ἐπῆλθον οἱ τῶν Λυκίων ἀρχηγοί, οἳ καὶ τὸ πρῶτον

ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.347
βαρέως ἐμπίπτοντες ἡμῖν ἦσαν κατὰ τὰς ἰσχυρὰς μάχας·

εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,348
εἰ δὲ αὐτοῖς κἀκεῖ κάματος καὶ ἔρις ἠγέρθη,

ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,349
ἀλλὰ γε μόνος ἐλθέτω ὁ τοῦ Τελαμῶνος ἰσχυρὸς Αἴας,

καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς. 350
καὶ Τεῦκρος αὐτῷ συνεπέσθω ὁ τῆς τοξικῆς ἐπιστήμων.



ὣς ἔφατ', οὐδ' ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,351
οὕτως εἶπεν. οὐκ ἠπείθησε δὲ αὐτῷ ὁ κῆρυξ ἀκούσας,

βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,352
ὥρμησε δὲ τρέχειν ἐπὶ τὸ τεῖχος τῶν σιδηροθωράκων Ἑλλήνων,

στῆ δὲ παρ' Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα·353
ἔστη δὲ παρὰ τοῖς Αἴασι πορευθείς, εὐθέως δὲ πρὸς αὐτοὺς ἔλεγεν·

Αἴαντ' Ἀργείων ἡγήτορε χαλκοχιτώνων354
ὦ Αἴαντες ἡγεμόνες τῶν σιδηροθωράκων Ἑλλήνων,

ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς 355
ὁ ἀγαπητὸς υἱὸς τοῦ ἐνδοξότατα τεθραμμένου Πετεοῦ ἐκέλευσεν

κεῖσ' ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον356
ἰέναι ἐκεῖσε, ὅπως καμάτου ἐπ' ὀλίγον μετάσχητε,

ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κ' ὄχ' ἄριστον ἁπάντων357
μάλιστα μὲν ἀμφοτέρους, τοῦτο γὰρ ἂν ἄριστον ἁπάντων

εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος·358
εἴη, ἐπειδὴ ταχέως ἐκεῖ γενήσεται φθορὰ ἀφανιστική,

ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ359
οὕτω γὰρ βαρέως ἐπῆλθον οἱ τῶν Λυκίων ἀρχηγοί, οἳ καὶ πρότερον

ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. 360
πάνυ ἐπικείμενοι ἡμῖν ἦσαν κατὰ τὰς ἰσχυρὰς μάχας·

εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,361
εἰ δὲ καὶ ἐνταῦθα πόλεμος καὶ ἔρις ἠγέρθη,

ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,362
ἀλλ᾽ ἄγε μόνος πορευθήτω ὁ τοῦ Τελαμῶνος ἰσχυρὸς Αἴας,

καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.363
καὶ Τεῦκρος αὐτῷ συνεπέσθω ὁ τὴν τοξικὴν καλῶς ἐπιστάμενος·



ὣς ἔφατ', οὐδ' ἀπίθησε μέγας Τελαμώνιος Αἴας.364
οὕτως εἶπεν· οὐδὲ ἠπείθησεν ὁ τοῦ Τελαμῶνος μέγας Αἴας,

αὐτίκ' Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα· 365
εὐθέως δὲ πρὸς τὸν υἱὸν τοῦ Ὀϊλέως λόγους ταχεῖς ἔλεγεν οὕτω·

Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,366
ὦ Αἶαν, ὑμεῖς μὲν ἐνταῦθα, σὺ καὶ ὁ ἰσχυρὸς Λυκομήδης

ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι·367
ἱστάμενοι προτρέπετε τοὺς Ἕλληνας πολεμεῖν ἰσχυρῶς,

αὐτὰρ ἐγὼ κεῖσ' εἶμι καὶ ἀντιόω πολέμοιο·368
ἐγὼ δὲ πορεύσομαι ἐκεῖσε καὶ τῆς μάχης μεθέξω,

αἶψα δ' ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.369
ταχέως δὲ πάλιν ἐπανελεύσομαι, ἐπειδὰν καλῶς τούτοις ἐπικουρήσω.



ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας, 370
οὕτω δὴ εἰπὼν ἀπῆλθεν ὁ τοῦ Τελαμῶνος Αἴας,

καί οἱ Τεῦκρος ἅμ' ᾖε κασίγνητος καὶ ὄπατρος·371
καὶ Τεῦκρος ἅμα αὐτῷ ἐπορεύετο ὁ ἀδελφὸς καὶ ὁμοπάτριος·

τοῖς δ' ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.372
ἅμα δὲ τούτοις ὁ Πανδίων ἐκόμιζε τὰ ἐπικαμπῆ τόξα τοῦ Τεύκρου·

εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο373
ὁπηνίκα δὲ εἰς τὸν πύργον ἀφίκοντο τοῦ μεγαλοψύχου Μενεσθέως,

τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δ' ἵκοντο,374
ἔνδοθεν τοῦ τείχους πορευόμενοι, πιεζομένοις δὲ παρεγένοντο,

οἳ δ' ἐπ' ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι 375
οὗτοι τοὺς προμαχῶνας ἀνέβαινον συστροφῇ μεγάλῃ ἀνέμου σκοτεινῇ ὅμοιοι,

ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·376
οἱ ἰσχυροὶ ἡγεμόνες τῶν Λυκίων καὶ βασιλεῖς·

σὺν δ' ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δ' ἀϋτή.377
συνελθόντες δὲ ἤρξαντο πολεμεῖν ἐξ ἐναντίας, ἠγέρθη δὲ βοή.



Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα378
Αἴας δὲ πρῶτος ὁ Τελαμῶνος ἀπέκτεινεν ἄνδρα φίλον

Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον379
τοῦ Σαρπηδῶνος τὸν μεγαλόψυχον Ἐπικλέα,

μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς 380
μαρμάρῳ τραχεῖ πλήξας, ὃς δὴ ἔνδον τοῦ τείχους

κεῖτο μέγας παρ' ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα381
ἔκειτο μέγας, παρὰ τὸν προμαχῶνα ὑπερμεγέθης, οὐδ᾽ ἂν αὐτὸν ῥᾳδίως

χείρεσσ' ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλ' ἡβῶν,382
κατέχοι ἀνὴρ ἀμφοτέραις ταῖς χερσίν, οὐδὲ πάνυ ἀκμάζων,

οἷοι νῦν βροτοί εἰσ'· ὃ δ' ἄρ' ὑψόθεν ἔμβαλ' ἀείρας,383
ὁποῖοι νυνὶ ἄνθρωποί εἰσιν· οὗτος δὲ μετεωρίσας τὴν χεῖρα ἐξ ὕψους ἐνέβαλε,

θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δ' ὀστέ' ἄραξε384
συνέτριψε δὲ τὴν τέσσαρας φαλὰς ἤτοι ἐξοχὰς ἔχουσαν περικεφαλαίαν, συνήραξεν δὲ καὶ συνέθραυσε τὰ ὀστᾶ

πάντ' ἄμυδις κεφαλῆς· ὃ δ' ἄρ' ἀρνευτῆρι ἐοικὼς 385
πάντα ὁμοῦ τῆς κεφαλῆς· οὗτος δὲ κυβιστῇ ὅμοιος

κάππεσ' ἀφ' ὑψηλοῦ πύργου, λίπε δ' ὀστέα θυμός.386
κατέπεσεν ἀπὸ τοῦ ὑψηλοῦ πύργου, κατέλιπε δὲ τὰ ὀστᾶ αὐτοῦ ἡ ψυχή.

Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδ' Ἱππολόχοιο387
ὁ Τεῦκρος δὲ Γλαῦκον τὸν ἰσχυρὸν υἱὸν τοῦ Ἱππολόχου

ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,388
ὀϊστῷ ἔτρωσεν ἐφορμῶντα ἀπὸ τοῦ (ἐπὶ τὸ) ὑψελοῦ(ὸν) τείχους(˜ ος),

ᾗ ῥ' ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.389
ἔνθα δὴ ἐθεάσατο τὸν βραχίονα αὐτοῦ γυμνόν, ἀπέπαυσε δὲ αὐτὸν τῆς μάχης,

ἂψ δ' ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν 390
ὀπίσω δὲ ἀπὸ τοῦ τείχους ἐπήδησε λεληθότως, ἵνα μηδεὶς τῶν Ἑλλήνων

βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτ' ἐπέεσσι.391
τετρωμένον θεάσαιτο, καὶ ἐπικαυχῶτο λόγοις·

Σαρπήδοντι δ' ἄχος γένετο Γλαύκου ἀπιόντος392
τῷ Σαρπηδόνι δὲ λύπη ἐγένετο ἀναχωροῦντος τοῦ Γλαύκου,

αὐτίκ' ἐπεί τ' ἐνόησεν· ὅμως δ' οὐ λήθετο χάρμης,393
ἐπεὶ εὐθέως ἐθεάσατο, τῆς μάχης μέντοι οὐκ ἐπελανθάνετο,

ἀλλ' ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας394
ἀλλ᾽ οὗτος Ἀλκμάονα τὸν υἱὸν τοῦ Θέστορος δόρατι ἐπιτειχὼν

νύξ', ἐκ δ' ἔσπασεν ἔγχος· ὃ δ' ἑσπόμενος πέσε δουρὶ 395
ἔτρωσεν, ἐξέσπασε δὲ τὸ δόρυ, αὐτὸς δὲ ἑπόμενος τῷ δόρατι κατέπεσεν

πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,396
ἐπὶ πρόσωπον, ἐψόφησαν δὲ περὶ αὐτὸν τὰ σιδήρῳ ποικίλως κατεσκευασμένα ὅπλα·

Σαρπηδὼν δ' ἄρ' ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν397
ὁ Σαρπηδὼν δὲ τοῦ προμαχῶνος δραξάμενος ταῖς στιβαραῖς καὶ ἰσχυραῖς χερσὶν

ἕλχ', ἣ δ' ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε398
εἷλκεν, αὐτὸς δὲ ἅπας δι᾿ὅλου ἠκολούθει, ἄνωθεν δὲ

τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.399
τὸ τεῖχος ἀπεφράχθη, πολλοῖς δὲ ὁδὸν ἐποίησε.

τὸν δ' Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθ' ὃ μὲν ἰῷ 400
τοῦτον δὲ Αἴας καὶ Τεῦκρος συντυχόντες, ὁ μὲν ὀϊστῷ

βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν401
ἔτρωσε κατὰ τὸν περὶ τὸ στῆθος λαμπρὸν ἀναφορέα

ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε402
τῆς περικαλυπτούσης ἄνδρα ἀσπίδος, ἀλλά γε ὁ Ζεὺς ἀπεσόβησε τὰς θανατηφόρους μοίρας

παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·403
τοῦ ἑαυτοῦ υἱοῦ, ἵνα μὴ ἀναιρεθείη ἐπὶ ταῖς πρύμναις τῶν νεῶν.

Αἴας δ' ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ404
ὁ Αἴας δὲ ἐπιπηδήσας ἔπληξε κατὰ τὴν ἀσπίδα, οὐδ᾽ εἰς τὸ πρόσω

ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα. 405
διῆλθε τὸ δόρυ, συνετάραξε δὲ αὐτὸν προθύμως ἐφορμῶντα·

χώρησεν δ' ἄρα τυτθὸν ἐπάλξιος· οὐδ' ὅ γε πάμπαν406
ἀνεχώρησε δ᾽ οὖν μικρὸν τοῦ προμαχῶνος, οὐ δέ γε παντελῶς

χάζετ', ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.407
ἀνέκαμπτεν, ἐπειδὴ αὐτῷ ἡ ψυχὴ ἐπεθύμει δόξαν κομίσασθαι·

κέκλετο δ' ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·408
συστραφεὶς δὲ παρεκελεύετο τοῖς ἰσοθέοις Λυκίοις λέγων·

ὦ Λύκιοι τί τ' ἄρ' ὧδε μεθίετε θούριδος ἀλκῆς;409
ὦ Λύκιοι, τί δὴ οὕτως ἀποβάλλεσθε τὴν πολεμικὴν δύναμιν;

ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι 410
χαλεπὸν δέ μοι ὑπάρχει, καίπερ ὄντι ἰσχυρῷ καὶ γενναίῳ,

μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·411
μόνῳ διαρρηξαμένῳ καὶ καθελόντι, ποιήσασθαι ὁδὸν παρὰ τὰς ναῦς·

ἀλλ' ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.412
ἀλλὰ συνέπεσθε, τῶν πλειόνων δὲ ἡ πρᾶξις βελτίων ἐστίν.



ὣς ἔφαθ', οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν413
οὕτως εἶπεν· οὗτοι δὲ φοβηθέντες τὴν τοῦ βασιλέως ἀπειλήν,

μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.414
μᾶλλον ἐπετέθησαν περὶ τὸν γνωμοδότην βασιλέα.

Ἀργεῖοι δ' ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας 415
οἱ Ἕλληνες δὲ ἀφ' ἑτέρου μέρους ἐνεδυνάμωσαν τὰς τάξεις

τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·416
ἔνδοθεν τοῦ τείχους, μέγα δὲ ἔργον αὐτοῖς ἀνεφαίνετο,

οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο417
οὔτε γὰρ οἱ ἰσχυροί Λύκιοι ἐδύναντο τὸ τῶν Ἑλλήνων

τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,418
τεῖχος καθελόντες ποιήσασθαι ὁδὸν παρὰ τὰς ναῦς,

οὔτέ ποτ' αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο419
οὔτέ ποτε οἱ πολεμισταὶ Ἕλληνες ἐδύναντο τοὺς Λυκίους

τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν. 420
ἀπώσασθαι ἐκ τοῦ τείχους ὀπίσω, ἐπειδὴ τὴν ἀρχὴν προσήγγισαν.

ἀλλ' ὥς τ' ἀμφ' οὔροισι δύ' ἀνέρε δηριάασθον421
ἀλλὰ ὥσπερ περὶ τῶν ὅρων δύο ἄνδρες ἐρίζουσι,

μέτρ' ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,422
κατέχοντες ἐν ταῖς χερσὶ τοὺς γεωμετρικοὺς καλάμους, ἐν ἀρούρᾳ κοινοὺς τοὺς ὅρους ἐχούσῃ,

ὥ τ' ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,423
οἵτινες ἐν ὀλίγῳ τόπῳ διαφέρονται περὶ τοῦ ἴσου·

ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δ' ὑπὲρ αὐτέων424
οὕτω δὴ τούτους διεχώριζον οἱ προμαχῶνες· οὗτοι δὲ ὑπεράνω αὐτῶν

δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας 425
συνέθλαζον περὶ τὰ στήθη ἀλλήλων τὰς ἐκ βοείων δερμάτων

ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.426
κατεσκευασμένας τὰς εὐπεριφερεῖς ἀσπίδας, καὶ τὰ κοῦφα, καὶ τῇ λαιᾷ πάλλεσθαι δυνάμενα ἀσπιδίσκια·

πολλοὶ δ' οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,427
πολλοὶ δὲ ἐτιτρώσκοντο κατά τὸ σῶμα σιδήρῳ ἀνηλεεῖ καὶ ἀπηνεῖ,

ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη428
καὶ ᾧτινι τῶν πολεμούντων στραφέντι τὰ μετάφρενα ἐγυμνοῦντο,

μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.429
πολλοὶ δὲ καὶ τελείως δι᾿ αὐτῆς τῆς ἀσπίδος.

πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν 430
πανταχοῦ τοίνυν οἱ πύργοι καὶ οἱ προμαχῶνες αἵματι ἀνδρῶν

ἐρράδατ' ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.431
ἐρρασμένοι (ἐρρανισμένοι) ἦσαν ἑκατέρωθεν ἀπὸ τῶν Τρῴων καὶ τῶν Ἑλλήνων·

ἀλλ' οὐδ' ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,432
ἀλλ᾽ οὐδὲ οὕτως ἐδύναντο ποιῆσαι φυγὴν τῶν Ἑλλήνων,

ἀλλ' ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,433
ἀλλ᾽ οὕτως εἶχον, ὥσπερ τὰς πλάστιγγας ἡ γυνὴ ἡ τῇ ἀληθείᾳ χερνῆτις,

ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει434
ἤτοι ἡ χερσὶ τὰ πρὸς τὸ ζῆν ποριζομένη, ἥτις ζυγὸν κρατοῦσα, καὶ τὸ ἔριον ἑκατέρωθεν ἀνέλκει

ἰσάζουσ', ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται· 435
ἰσάζουσα, ὅπως λάβῃ παρὰ τῶν παίδων μισθὸν ἀπρεπῆ.

ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,436
οὕτως δὴ τούτων κατ᾽ ἴσον ἡ μάχη καὶ ὁ πόλεμος ἐξετάθη,

πρίν γ' ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε437
πρὶν ἢ ἔδωκεν ὁ Ζεὺς δόξαν μεγίστην Ἕκτορι

Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.438
τῷ υἱῷ τοῦ Πριάμου, ὅστις πρῶτον πηδήσας, εἰσῆλθε τὸ τεῖχος τῶν Ἑλλήνων,

ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·439
ἐφώνησε δὲ ἐξακούστως τοῖς Τρῳσὶ φωνῶν·

ὄρνυσθ' ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος 440
διεγείρεσθε, ὦ Τρῷες ἱππικοί, καθαιρεῖτε δὲ τὸ τεῖχος

Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.441
τῶν Ἑλλήνων, καὶ ταῖς ναυσὶν ἐμβάλλετε πῦρ καῖον θείως.



ὣς φάτ' ἐποτρύνων, οἳ δ' οὔασι πάντες ἄκουον,442
οὕτως εἶπε παροξύνων αὐτούς· οὗτοι δὲ πάντες τοῖς ὠσὶν ἤκουον·

ἴθυσαν δ' ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα443
ὥρμησαν δὲ κατ᾽ εὐθὺ ἐπὶ τὸ τεῖχος ἀθρόοι· οὗτοι μὲν οὖν

κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ' ἔχοντες,444
ἐπέβαινον τῶν κλιμάκων, δόρατα ἠκονημένα κατέχοντες.

Ἕκτωρ δ' ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων 445
ὁ Ἕκτωρ δὲ συντόμως καὶ ἰσχυρῶς λαβὼν λίθον ἔφερεν, ὃς δὴ τῶν πυλῶν

ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν446
ἔμπροσθεν ἔκειτο, τὰ μὲν κάτω παχύς, τὰ ἄνω δὲ

ὀξὺς ἔην· τὸν δ' οὔ κε δύ' ἀνέρε δήμου ἀρίστω447
ὀξὺς (λεπτὸς) ἦν· τοῦτον δὲ οὐκ ἂν δύο ἄνδρες ἄριστοι τοῦ δήμου

ῥηϊδίως ἐπ' ἄμαξαν ἀπ' οὔδεος ὀχλίσσειαν,448
ῥᾳδίως ἀπὸ τοῦ ἐδάφους εἰς ἅμαξαν παρακινήσειαν,

οἷοι νῦν βροτοί εἰσ'· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.449
οἷοι νῦν ἄνθρωποί εἰσιν, οὗτος δὲ ῥᾳδίως αὐτὸν ἐκίνει καὶ μόνος·

τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω. 450
τοῦτον αὐτῷ κοῦφον ἐποίησεν ὁ υἱὸς τοῦ Κρόνου τοῦ σκολιοβούλου,

ὡς δ' ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς451
ὥσπερ δὲ ἡνίκα ὁ ποιμὴν ῥᾳδίως φέρει συνδεδεμένα ἔρια ἄρσενος προβάτου

χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,452
τῇ ἑτέρᾳ χειρὶ κρατήσας, καὶ ὀλίγον βάρος αὐτὸν ἐπείγει καὶ πιέζει·

ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,453
οὕτως ὁ Ἕκτωρ εὐθὺ τῶν σανίδων ἔφερε τὸν λίθον μετεωρίσας,

αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας454
αἳ δὴ τὰς πύλας (θύρας) ἐφύλασσον τὰς ἀσφαλῶς (ἐπιμελῶς) καὶ ἰσχυρῶς ἡρμοσμένας,

δικλίδας ὑψηλάς· δοιοὶ δ' ἔντοσθεν ὀχῆες 455
τὰς διπλῶς κλινομένας, τὰς ὑψηλάς. δύο δὲ ἔνδοθεν μοχλοὶ

εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.456
συνεῖχον εἰς μέσον συνάπτοντες, μία δὲ κλεῖς ἐφήρμοστο·

στῆ δὲ μάλ' ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας457
ἔστη δὲ πάνυ πλησίον παραγενόμενος, καὶ στηριχθεὶς ἔτυψε κατὰ τὸ μέσον,

εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,458
καλῶς τῇ βάσει ἐπερεισάμενος, ὅπως μὴ ἀσθενέστερον αὐτῷ εἴη τὸ βαλλόμενον·

ῥῆξε δ' ἀπ' ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω459
συνέτριψε δὲ ἀμφοτέρους τοὺς στρόφιγγας, ἔπεσε δὲ ὁ λίθος ἐντὸς

βριθοσύνῃ, μέγα δ' ἀμφὶ πύλαι μύκον, οὐδ' ἄρ' ὀχῆες 460
μετὰ βάρους, μεγάλως δὲ αἱ θύραι ἐψόφησαν· οὐδὲ οἱ μοχλοὶ

ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη461
συνέσχον, αἱ σανίδες δὲ διεχωρίσθησαν ἄλλοσε ἄλλη

λᾶος ὑπὸ ῥιπῆς· ὃ δ' ἄρ' ἔσθορε φαίδιμος Ἕκτωρ462
ὑπὸ τῆς τοῦ λίθου βολῆς, Ἕκτωρ δὲ ὁ λαμπρὸς εἰσεπήδησεν

νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ463
ὅμοιος τῇ ταχεῖᾳ νυκτὶ κατὰ τὴν ὄψιν, περιέλαμπε δὲ τοῖς ὅπλοις

σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ464
τοῖς καταπληκτικοῖς, ἃ ἐνδεδυμένος ἦν περὶ τὸ σῶμα, δύο δὲ ἐν ταῖς χερσὶ

δοῦρ' ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας 465
δόρατα εἶχεν· οὐδεὶς ἂν αὐτὸν ἐκώλυσεν ἀπαντήσας,

νόσφι θεῶν ὅτ' ἐσᾶλτο πύλας· πυρὶ δ' ὄσσε δεδήει.466
ἔξω τῶν θεῶν· ὅτε πηδήσας εἰσῆλθε, τὰς πύλας, πυρὶ δὲ τοὺς ὀφθαλμοὺς διεκέκαυτο,

κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθ' ὅμιλον467
παρεκελεύετο δὲ τοῖς Τρῳσὶ συστραφεὶς κατὰ τὸν στρατόν,

τεῖχος ὑπερβαίνειν· τοὶ δ' ὀτρύνοντι πίθοντο.468
ἀναβαίνειν τὸ τεῖχος, οἱ δὲ παροξύνοντι ὑπήκουον·

αὐτίκα δ' οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατ' αὐτὰς469
εὐθέως δὲ ἄλλοι μὲν τὸ τεῖχος ὑπερανέβησαν, ἄλλοι δὲ δι᾽ αὐτῶν

ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν 470
τῶν κατεσκευασμένων πυλῶν εἰσέρρευσαν· οἱ Ἕλληνες δὲ ἔφυγον

νῆας ἀνὰ γλαφυράς, ὅμαδος δ' ἀλίαστος ἐτύχθη.471
ἐπὶ τὰς κοίλας ναῦς, βοὴ δὲ καὶ θόρυβος ἄφυκτος ἐγένετο.