Koine Greek paraphrase by Theodorus Gaza
ἡ ἡμέρα δὲ ἐκ τῆς κοίτης παρὰ τοῦ θαυμαστοῦ ἐπὶ τῷ κάλλει Τιθωνοῦ ἀνίστατο, ὅπως τοῖς ἀθανατοῖς θεοῖς καὶ τοῖς ἀνθρώποις ἐνέγκαι φῶς· ὁ Ζεὺς δὲ Ἔριν τὴν χαλεπὴν ἐπὶ τὰς ταχείας ναῦς τῶν Ἑλλήνων προέπεμψε, σημεῖον πολέμου κατέχουσαν ἐν ταῖς χερσίν· ἔστη δὲ ἐπὶ τῇ μεγάλῃ μελαίνῃ νηὶ τοῦ Ὀδυσσέως, ἥτις δὴ ἐν τῷ μέσῳ ἦν, ὥστε φωνεῖν ἐφ' ἑκατέρου μέρους, καὶ ἐπὶ τὰς σκηνὰς τοῦ Αἴαντος τοῦ υἱοῦ τοῦ Τελαμῶνος, καὶ ἐπὶ τὰς τοῦ Ἀχιλλέως· οἳ δὴ ἐν ἐσχάτῳ τοῦ στρατοῦ τὰς ἰσοτοίχους ναῦς εἵλκυσαν, ἀνδρίᾳ πεποιθότες καὶ ἰσχύϊ χειρῶν· ἐκεῖ στᾶσα ἡ θεὰ ἐβόησε μεγάλως τε καὶ φοβερῶς, καὶ ἀνατεταμένως, καὶ ἐξακούστως, πᾶσι δὲ τοῖς Ἕλλησιν ἰσχὺν εὔτολμον ἐνέβαλεν ἐν τῇ καρδίᾳ, ὥστ᾽ ἀδιαλείπτως πολεμεῖν τε καὶ μάχεσθαι· τούτοις δὲ εὐθὺς ἡδίων ἐγένετο ὁ πόλεμος, ἢ τὸ πορεύεσθαι ἐν ταῖς κοίλαις ναυσὶν εἰς τὴν πατρίδα τὴν προσφιλῆ γῆν. | 001 |
ὁ υἱὸς δὲ τοῦ Ἀτρέως ἐφώνησε καὶ καθοπλίζεσθαι ἐκέλευσε τοὺς Ἕλληνας, αὐτὸς δὲ ἐνεδύσατο λαμπρότατον σίδηρον πρῶτον μὲν κνημίδας περιέθηκε ταῖς κνήμαις καλὰς καὶ χρησίμους ἀργυροῖς σφυροκαλύμμασι προσηρμοσμένας· δεύτερον δὲ θώρακα περιεβάλλετο τῷ στήθει, ὅν ποτε ἔδωκεν αὐτῷ ὁ Κινύρης, ὥστ᾽ εἶναι δῶρον φιλικόν· ἤκουσε γὰρ εἰς Κύπρον τὴν μεγάλην φήμην, διότι οἱ Ἕλληνες ἔμελλον ἀναπλεύσεσθαι ταῖς ναυσὶν εἰς τὴν Τροίαν· τούτου χάριν ἔδωκε τοῦτον αὐτῷ πρὸς χάριν πράττων τῷ βασιλεῖ· τούτου δὲ ῥάβδοι μὲν δέκα ἦσαν μέλανος κυανοῦ, δώδεκα δὲ χρυσοῦ, καὶ εἴκοσι καττιτέρου· δράκοντες δὲ κυανοῖ ὥρμηντο ἐκτεινόμενοι πρὸς τὸν τράχηλον, τρεῖς ἑκατέρωθεν ὅμοιοι ταῖς ἴρισιν, ἃς ὁ υἱὸς τοῦ Κρόνου ἐνέπηξεν εἰς τὸ νέφος, σημεῖον τῶν μεμερισμένην ἐχόντων τὴν φωνὴν ἀνθρώπων. τοῖς ὤμοις δὲ περιεβάλετο τὸ ξίφος, ἐν αὐτῷ δὲ οἱ χρυσοῖ ἧλοι περιέλαμπον, ξιφοθήκη δὲ ἀργυρᾶ περιέκειτο χρυσοῖς ἀναφορεῦσι περιηρτημένη· ἀνελάβετο δὲ τὴν τοὺς ἄνδρας περιέπουσαν ποικιλωτάτην πολεμικὴν ἀσπίδα τὴν περικαλλῆ, περὶ ἣν δέκα μὲν κύκλοι ἦσαν χαλκοῖ, ἐν αὐτῇ δὲ εἴκοσιν ὀμφαλοὶ καττιτέρου ἦσαν, λευκοί, ἐν τῷ μέσῳ δὲ ἦν μέλανος κυανοῦ. ἐπ᾿ αὐτοῦ δὲ Γοργὼν ἡ καταπληκτικοὺς ἔχουσα ὀφθαλμοὺς περιέκειτο, φοβερῶς ὁρῶσα, περιῆν δὲ καὶ ὁ Δεῖμος, καὶ ὁ Φόβος· ἐξ αὐτῆς δὲ ἀργυροῦς ἀναφορεὺς ἦν, ἐπ᾿ αὐτῷ δὲ δράκων κυανοῦς περιέστραπτο, κεφαλαὶ δὲ αὐτῷ ἦσαν τρεῖς συμπεπλεγμέναι (εἰς ἀλλήλας ἀπεστραμμέναι), ἐξ ἑνὸς αὐχένος βεβλαστηκυῖαι. τῇ κεφαλῇ δὲ ἐπέθηκε τὴν περικεφαλαίαν ἱππείαις θριξὶ κοσμουμένην, φοβερῶς δὲ ἄνωθεν ὁ λόφος ἐκλίνετο· ἔλαβε δὲ δύο δόρατα ἰσχυρὰ ἐστομωμένα σιδήρῳ, τμητικά, πόρρω δὲ ὁ σίδηρος ἀπ᾿ αὐτῶν εἰς τὸν οὐρανὸν ἔλαμπεν· ἐβρόντησαν δὲ ἡ Ἀθηνᾶ καὶ ἡ Ἥρα, τιμῶσαι τὸν βασιλέα τῆς πολὺν χρυσὸν ἐχούσης Μυκήνης. | 015 |
ἕκαστος μὲν οὖν μετὰ ταῦτα προσέταττε τῷ ἑαυτοῦ ἡνιόχῳ τοὺς ἵππους εὐτάκτως κατέχειν αὐτόθι ἐπὶ τῇ τάφρῳ· αὐτοὶ δὲ πεζοὶ ὅπλοις καθοπλισθέντες ὥρμων ἐρρωμένως, βοὴ δὲ ἄληκτος ἐγένετο πρὸ τῆς ἡμέρας, καὶ ἀνατολῆς τοῦ ἡλίου· προέφθασαν δὲ τοὺς ἱππεῖς ἐπὶ τῇ τάφρῳ μεγάλως ὡπλησθέντες οἱ δὲ ἰππεῖς μετ' ὀλίγον ἐπορεύοντο, ἐν αὐτοῖς δὲ θόρυβον ἤγειρε δεινὸν ὁ υἱὸς τοῦ Κρόνου, κατέπεμψε δὲ ἐξ ὕψους ψεκάδας αἵματι διαβρόχους ἐκ τοῦ αἰθέρος· διότι ἔμελλε πολλὰς γενναίας κεφαλὰς τῷ ᾅδει βλάψας πέμψειν. | 047 |
οἱ Τρῷες δὲ ἀφ' ἑτέρου μέρους ἐπὶ τῷ ἀνεστηκότι τοῦ πεδίου, περὶ τὸν μέγαν Ἕκτορα, καὶ τὸν ἄμεμπτον Πολυδάμαντα, καὶ τὸν Αἰνείαν, ὃς ἐν τῷ δήμῳ τῶν Τρῴων ἐτιμᾶτο, καθάπερ θεός, καὶ τοὺς τρεῖς υἱοὺς τοῦ Ἀντήνορος, τὸν Πόλυβον, καὶ τὸν ἐνδοξότατον Ἀγήνορα, καὶ τὸν νέον, καὶ ἀκμάζοντα Ἀκάμαντα τὸν ὅμοιον τοῖς ἀθανάτοις θεοῖς· ὁ Ἕκτωρ δὲ ἐν πρώτοις ἔφερε τὴν πανταχόθεν ἴσην καὶ κυκλοτερῆ ἀσπίδα. οἷος δὲ ἐκ τῶν νεφῶν φαίνεται ὁ ὀλέθριος ἀστής, ἤτοι ὁ κύων, περιλάμπων, ποτὲ δὲ πάλιν εἰσῆλθεν εἰς τὰ σκιώδη νέφη· οὕτως ὁ Ἕκτωρ ποτὲ μὲν ἐν τοῖς πρώτοις ἀπέλαμπεν (ἐφαίνετο), ἄλλοτε δὲ ἐν τοῖς ἐσχάτοις, προτρέπων, πᾶς δὲ τῷ σιδήρῳ ἔλαμπεν, ὥσπερ ἀστραπὴ τοῦ πατρὸς τοῦ τὴν αἰγίδα φοροῦντος Διός. | 056 |
οὗτοι δὲ ὥσπερ θερισταὶ ἐναντίον ἀλλήλων στίχον ἐφεξῆς συντόμως κόπτουσι κατ' ἄρουραν (λήιον) ἀνδρὸς εὐδαίμονος, σίτου ἢ κριθῆς, τὰ δράγματα δὲ εὐχερῶς τε καὶ συνεχῶς πίπτουσιν· οὕτως οἱ Τρῷες καὶ οἱ Ἕλληνες κατ' ἀλλήλων ἐπιπηδῶντες ἀνῄρουν καὶ ἠφάνιζον, οὐδέ τινες ἐμέμνηντο φυγῆς ὀλεθρίας, ἴσας δὲ εἶχον τὰς κεφαλὰς ἐν τῇ μάχῃ· οὗτοι δὲ ὥσπερ λύκοι ὥρμων ἐμμανῶς· ἡ Ἔρις δέ, ἡ πολλῶν στεναγμῶν αἰτία, βλέπουσα ἔχαιρεν· μόνη γὰρ δὴ τῶν θεῶν παρῆν μαχομένοις αὐτοῖς. οἱ ἄλλοι δὲ θεοὶ οὐ παρῆσαν αὐτοῖς, ἀλλ᾽ ἡσύχως ἐν τοῖς ἑαυτῶν οἴκοις ἐκάθηντο, ὅπου ἑκάστῳ οἰκήματα περικαλλῆ κατεσκεύαστο κατὰ τὰς διπλόας τοῦ οὐρανοῦ· πάντες δὲ ᾐτιῶντο τὸν σκοτονεφῆ υἱὸν τοῦ Κρόνου, διότι ἐβούλετο παρέξεαι δόξαν καὶ νίκην τοῖς Τρῳσί. τούτων μὲν οὖν οὐδένα λόγον ἐποιεῖτο ὁ πατήρ, αὐτὸς δὲ ἀποχωρισθεὶς πόρρω τῶν ἄλλων ἐκαθέζετο, τῇ ἑαυτοῦ δόξῃ σεμνυνόμενος καὶ ἐπαιρόμενος, βλέπων εἰς τὴν πόλιν τῶν Τρῴων καὶ τὰς ναῦς τῶν Ἑλλήνων, καὶ τὴν ἀστραπὴν καὶ λαμπηδόνα τοῦ σιδήρου, καὶ τοὺς ἀποκτείνοντας καὶ ἀποκτεινομένους. | 067 |
ἐν ὅσῳ μὲν οὖν πρωὶ ἦν, καὶ ἡ ἱερὰ ἡμέρα (τὸ ἱερὸν μέρος τῆς ἡμέρας) ηὐξάνετο, ἐν τοσούτω πάνυ ἀμφοτέρων ἥπτοντο τὰ βέλη, ἔπιπτε δὲ ὁ λαός· ὁπηνίκα δὲ ὁ τὰ δένδρα κόπτων ἀνὴρ (ὁ ὑλοτόμος) ηὐτρέπισε δεῖπνον, ἐπειδὴ ἐν ταῖς συνδένδροις κοιλάσι τοῦ ὄρους ἐχόρτασε τὰς χεῖρας, τέμνων τὰ μεγάλα δένδρα, καὶ πλησμονή αὐτὸν καὶ κόρος κατέλαβε κατὰ ψυχήν, καὶ ἐπιθυμία ἄρτου ἡδέως περιλαμβάνει τὴν διάνοιαν αὐτοῦ· τηνικαῦτα τῇ ἑαυτῶν ἀρετῇ ἀνέτρεψαν τὰς τάξεις οἱ Ἕλληνες, παρακελευόμενοι τοῖς φίλοις ἀνὰ τὰ ἑαυτῶν τάγματα· Ἀγαμέμνων δὲ πρῶτον ἐξώρμησεν, ἀνεῖλε δὲ ἄνδρα ὀνόματι Βιήνορα βασιλέα λαοῦ, αὐτόν τε, καὶ μετὰ ταῦτα Ὀϊλέα τὸν ἱππικὸν τὸν φίλον αὐτοῦ· οὗτος μὲν γὰρ ἐκ τῶν ἵππων καταπηδήσας ἐναντίον ἔστη, τοῦτον δὲ εὐθὺ προθύμως ὁρμῶντα τῷ ὀξεῖ δόρατι κατὰ τὸ μέσον τῶν ὀφρύων ἔβαλεν, οὐδ᾽ ἡ περικεφαλαία ἡ ἐκ τοῦ σιδήρου βαρεῖα κατέσχεν αὐτῷ καὶ ἐκώλυσε τὸ δόρυ, ἀλλὰ δι᾿ αὐτῆς εἰσῆλθε καὶ τοῦ ὀστέου, ὁ ἐγκέφαλος δὲ αὐτοῦ ἐντὸς ἅπας διεβρέχετο αἵματι, ἀνεῖλε δὲ αὐτὸν προθύμως ὁρμῶντα. καὶ τούτους μὲν κατέλιπεν αὐτόθι ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων τὰ στήθη περιλάμποντας, ἐπειδὴ ἐξέδυσε τοὺς χιτῶνας. οὗτος δὲ ὥρμησεν ἀποκτενῶν τὸν Ἶσον καὶ τὸν Ἄντιφον, τοὺς δύο υἱοὺς τοῦ Πριάμου, νόθον καὶ γνήσιον, ἀμφοτέρους ὄντας ἐν ἑνὶ δίφρῳ· ὁ μὲν νόθος κατέχων τὰς ἡνίας τοὺς ἵππους ἴθυνε, ὁ Ἄντιφος δὲ ὁ πανένδοξος παρεβάτει· οὔς ποτε ὁ Ἀχιλλεὺς ἐν ταῖς προβάσεσι τῆς Ἴδης ἐδέσμευσεν ἁπαλοῖς βλαστήμασι, ποιμαίνοντας ἐν τοῖς προβάτοις λαβών, καὶ ἠλευθέρωσε λύτρα δεξάμενος. τότε δὴ ὁ υἱὸς τοῦ ᾽Ἀτρέως ὁ μέγας βασιλεὺς Ἀγαμέμνων τὸν μὲν ἔτρωσεν ὑπεράνω τοῦ μαζοῦ κατὰ τὸ στῆθος τῷ δόρατι· τὸν Ἄντιφον δὲ ξίφει ἔπληξε παρὰ τὸ οὖς, ὤθησε δὲ αὐτὸν ἐκ τῶν ἵππων, σπεύδων δὲ ἀπὸ τούτων ἐσκύλευε καὶ ἀφῃρεῖτο τὰ καλὰ ὅπλα, εἰδώς· καὶ γὰρ πρότερον αὐτοὺς παρὰ ταῖς ταχείαις ναυσὶν εἶδεν, ὁπηνίκα ἤγαγεν ἐκ τῆς Ἴδης ὁ ταχύπους Ἀχιλλεύς. ὥσπερ δὲ λέων ταχείας ἐλάφου γεννήματα νέα, ἤτοι νεβρούς, ῥᾳδίως συνέτριψε λαβὼν τοῖς ἑαυτοῦ ἰσχυροῖς ὁδοῦσι, παραγενόμενος εἰς τὴν κοίτην, καὶ ἀφείλετο τὴν ἁπαλὴν αὐτῶν ψυχήν· αὕτη δὲ ἐὰν τύχῃ πάνυ πλησίον οὐ δύναται αὐτοῖς βοηθεῖν· αὐτὴν γὰρ ταύτην τρόμος χαλεπὸς κατέλαβε, ταχέως δὲ ὥρμησε κατὰ τοὺς πυκνοὺς δρυμοὺς καὶ τὰ δένδρα, ἐπειγομένη καὶ τρέχουσα, ἱδρῶτι περιρρεομένη ὑπὸ τῆς ὁρμῆς τοῦ ἰσχυροῦ θηρίου. οὕτω δὴ τούτοις οὐδεὶς ἐδύνατο ἀποσοβῆσαι τὸν θάνατον ἀπὸ τῶν Τρῴων, ἀλλὰ καὶ αὐτοὶ ὑπὸ τῶν Ἑλλήνων ἔφευγον. | 084 |
οὗτος δὲ τὸν Πείσανδρον, καὶ τὸν πολεμικὸν Ἱππόλοχον, τοὺς υἱοὺς τοῦ συνετοῦ Ἀντιμάχου, ὃς δὴ μάλιστα τῶν ἄλλων χρυσὸν παρὰ τοῦ Ἀλεξάνδρου δεξάμενος, δῶρα λαμπρά, οὐ συνεχώρει δοῦναι τὴν Ἑλένην τῷ πυρρῷ Μενελάῳ. τούτου δὴ τοὺς δύο παῖδας κατέλαβεν ὁ βασιλεὺς Ἀγαμέμνων ἐν ἑνὶ ὀχήματι ὄντας, ὁμοῦ δὲ καὶ ἐν ταὐτῷ τῷ Ἀγαμέμνονι ἤλαυνον τοὺς ταχεῖς ἵππους καὶ γὰρ ἔφυγον ἐκ τῶν χειρῶν αὐτῶν αἱ λαμπραὶ ἡνίαι, οὗτοι δὲ συνεταράχθησαν, ὁ υἱὸς δὲ τοῦ Ἀτρέως ἐναντίον ὥρμησεν ὥσπερ λέων, οἱ δὲ ἐκ τοῦ ὀχήματος παρεκάλουν λέγοντες· ζῶντας ἄγε, ὦ υἱὲ τοῦ Ἀτρέως, σὺ δὲ ἄξια λύτρα δέξαι, πολλὰ δὲ ἐν τοῖς οἴκοις τοῦ Ἀντιμάχου χρήματα ἐναποκείμενά εἰσι χαλκός τε καὶ χρυσός, καὶ ὁ πολλοῦ καμάτου δεόμενος σίδηρος· ἀπὸ τούτων ἄν σοι δωρήσαιτο ὁ πατὴρ πλεῖστα λύτρα, εἶγε ἡμᾶς ζῶντας ἀκούσειεν ἐπὶ ταῖς ναυσὶ τῶν Ἑλλήνων. | 122 |
οὕτως οὗτοι κλαίοντες ἔφασαν πρὸς τὸν βασιλέα λόγοις προσηνέσι· σκληρὰν δὲ καὶ ἀπηνῆ φωνὴν ἀντήκουσαν, οἷον. εἰ μὲν δὴ τοῦ συνετοῦ Ἀντιμάχου υἱοὶ ἐστε, ὅς ποτε ἐν τῇ ἐκκλησίᾳ τῶν Τρῴων ἐκέλευσε τὸν Μενέλαον, ἄγγελον καὶ πρεσβευτὴν ἀφικόμενον σὺν τῷ ἰσοθέῳ Ὀδυσσεῖ, αὐτόθι ἀποκτεῖναι, μηδὲ ὑποστρέψειν ὀπίσω εἰς τοὺς Ἕλληνας, νῦν δήπου τὴν τοῦ πατρὸς ἀπρεπῆ λύμην καὶ βλάβην ἀποδώσετε. | 136 |
εἶπε· καὶ τὸν μὲν Πείσανδρον ὤθησεν εἰς γῆν ἀπὸ τῶν ἵππων, τρώσας πρὸς τὸ στῆθος δόρατι· οὗτος δὲ ἐπὶ τὰ μετάφρενα πεσὼν τῷ ἐδάφει ἐπεστηρίχθη. ὁ Ἱππόλοχος ἀπέβη, τοῦτον δὲ ἐν γῇ ἀπέκτεινεν ἀποκόψας τὰς χεῖρας αὐτοῦ τῷ ξίφει, καὶ τὸν αὐχένα ἀποτεμών· ὥσπερ δὲ λίθος κυλινδρώδης, ὥρμα κυλίεσθαι διὰ τοῦ στρατοῦ. τούτους μὲν οὖν κατέλιπεν. οὗτος δὲ ὅπου αἱ πλεῖσται τάξεις ἐταράσσοντο καὶ ἐθορυβοῦντο, ἐκεῖσε δὴ ὥρμησεν, ὁμοῦ δὲ καὶ οἱ ἄλλοι εὔοπλοι Ἕλληνες, οἱ πεζοὶ μὲν τοὺς πεζοὺς ἀπέκτεινον φεύγοντας ἐξ ἀνάγκης, οἱ ἱππεῖς δὲ τοὺς ἱππέας, ὑπ᾽ αὐτῶν (τοῖς) δὲ ἠγέρθη κονιορτὸς ἐκ τοῦ πεδίου, ὃν ἤγειραν οἱ μεγάλως κτυπῶντες πόδες τῶν ἵππων, τοῖς ἐπισώτροις διχοτομοῦντες. Ἀγαμέμνων δὲ ὁ βασιλεὺς ἀεὶ εἵπετο ἀναιρῶν, καὶ τοῖς Ἕλλησι παρακελευόμενος· ὧσπερ δὲ ὅταν πῦρ ἀφανιστικὸν ἐν πολυξύλῳ καὶ συνδένδρῳ τόπῳ ἐμπέσῃ ὅτε ὁ ἄνεμος συστρέφων αὐτὸ πανταχόσε φέρει, καὶ οἱ θάμνοι σὺν αὐταῖς ῥίζαις καταπίπτουσι, βιαζόμενοι τῇ τοῦ πυρὸς ὁρμῇ· οὕτως ὑπ᾽ Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως ἔπιπτον αἱ κεφαλαὶ τῶν Τρῴων φευγόντων, πολλοί δὲ μεγαλαύχενες ἵπποι κενὰ τὰ ὀχήματα περιέκρουον ἀνὰ τὰς τάξεις τοῦ πολέμου, ἐστερημένοι τῶν ἀμέμπτων ἡγεμόνων· οὗτοι δὲ κατὰ γῆς ἔκειντο πολλῷ φίλτεροι τοῖς γυψίν, ἢ ταῖς γαμεταῖς. | 143 |
τὸν Ἕκτορα δὲ ἀπήγαγεν ὁ Ζεὺς ἔξω τῶν βελῶν, καὶ ἔξω τοῦ κονιορτοῦ, καὶ ἔξω τοῦ φόνου τῶν ἀνδρῶν, καὶ ἔξω τοῦ αἵματος, καὶ ἔξω τοῦ θορύβου. ὁ υἱὸς δὲ τοῦ Ἀτρέως εἵπετο ἐπιτεταμένως προτρέπων τοὺς Ἕλληνας. οὗτοι δὲ παρὰ τὸ μνημεῖον Ἴλλου τοῦ παλαιοῦ Δαρδανίδου κατὰ τὸ μέσον τοῦ πεδίου παρὰ τὴν ἀγρίαν συκῆν ὥρμων, ἐφιέμενοι τῆς πόλεως· ὁ υἱὸς δὲ τοῦ Ἀτρέως βοῶν εἵπετο ἀεί, αἵματι δὲ διεβρέχετο, καὶ ἐμολύνετο τὰς ἰσχυρὰς καὶ ἀπροσπελάστους χεῖρας· ἀλλ᾿ ὁπηνίκα δὴ ἀφίκοντο εἰς τὰς Σκαιὰς πύλας, καὶ εἰς τὴν δρῦν, ἐκεῖ δὴ ἔστησαν καὶ ἀνέμενον ἀλλήλους. οἱ Τρῷες δὲ ἔτι κατὰ τὸ μέσον τοῦ πεδίου ἔφευγον, καθάπερ βόες, ἅς περ λέων ἐλθὼν ἐν τῷ μέσῳ τῆς νυκτὸς εἰς φυγὴν ἔτρεψε πάσας, μιᾷ δέ τινι ἐμπίπτει φθορὰ ἀφανιστική· ταύτης γὰρ τὸν αὐχένα συνέτριψε περιλαβὼν τοῖς ἰσχυροῖς ὁδοῦσι πρῶτον, μετὰ ταῦτα δὲ τό, τε αἷμα καὶ τὰ ἐντὸς πάντα καταπίνει. οὕτω τούτους υἱὸς τοῦ Ἀτρέως ὁ βασιλεὺς Ἀγαμέμνων ἐδίωκεν ἀεὶ ἀναιρῶν τὸν ὄπισθεν ὄντα, οὗτοι δὲ ἔφευγον, πολλοὶ δὲ ἐπὶ πρόσωπον καὶ ἐπὶ τὰ μετάφρενα κατέπεσον ἐκ τῶν ἵππων ὑπὸ τῶν χειρῶν τοῦ υἱοῦ τοῦ Ἀτρέως. πάνυ γὰρ ἐνθουσιωδῶς ὥρμα πρὸ τῶν ἄλλων δόρατι. ἀλλ᾽ ὁπηνίκα δὴ ταχέως ἔμελλον παρὰ τὴν πόλιν καὶ τὸ ὑψηλὸν τεῖχος ἐλεύσεσθαι, τηνικαῦτα δὴ ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν ἐκάθισεν ἐν ταῖς κορυφαῖς τῆς Ἴδης τοῦ ὄρους, κατελθὼν ἐκ τοῦ οὐρανοῦ, κατεῖχε δὲ ἀστραπὴν ἐν ταῖς χερσίν, Ἶριν δὲ τὴν χρυσᾶ πτερὰ ἔχουσαν διήγειρε μηνύσουσαν, λέγων· ἄγε, ὦ Ἶρι, ἄπιθι ταχέως, τοῦτον τὸν λόγον εἰπὲ τῷ Ἕκτορι· ἕως μὲν ἂν ὁρᾷ Ἀγαμέμνονα τὸν βασιλέα τῶν λαῶν ἐνθουσιωδῶς ὁρμῶντα ἐν τοῖς πρωταγωνισταῖς, ἀποκτείνοντα τὰς τάξεις τῶν ἀνδρῶν, ἐπὶ τοσοῦτον ἀφιστάσθω τοῦ πολέμου, τὸν ἄλλον δὲ λαὸν κελευέτω μάχεσθαι τοῖς πολεμίοις κατὰ τὴν ἰσχυρὰν μάχην· ἐπειδὰν δὲ ἢ δόρατι τρωθεὶς ἢ βεβλημένος ὀϊστῷ εἰς τοὺς ἵππους ἀναπηδήσῃ, τηνικαῦτα αὐτῷ δύναμιν παρέξω ἀναιρεῖν, ἕως ἂν ἐπὶ τὰς ναῦς τὰς εὐκαθέδρους φθάσῃ, ὁ ἥλιός τε πρὸς δύσιν ᾖ, καὶ τὸ ἱερὸν σκότος παραγένηται. | 163 |
οὕτως εἶπεν. ὑπήκουσε δὲ ἡ ἀνεμόπους ταχεῖα Ἶρις, ἐπορεύθη δὲ ἐκ τῶν τῆς Ἴδης ὀρέων εἰς τὴν ἱερὰν Ἴλιον, καὶ εὗρε τὸν υἱὸν τοῦ συνετοῦ Πριάμου τὸν ἐνδοξότατον Ἕκτορα ἑστῶτα ἐπὶ τῶν ἵππων, καὶ τῶν κεκολλημένων καὶ συνηρμοσμένων ὀχημάτων. πλησίον δὲ στᾶσα εἶπε πρὸς αὐτὸν ἡ ταχύπους Ἶρις· ὦ Ἕκτορ υἱὲ τοῦ Πριάμου, ἰσοστάσιε καὶ ὅμοιε τῷ Διὶ κατὰ τὴν βουλήν, ὁ πατὴρ Ζεύς με προέπεμψε φαναί σοι ταῦτα· ἕως μὲν ἂν ὁρᾷς Ἀγαμέμνονα τὸν βασιλέα τῶν λαῶν ἐνθουσιωδῶς ὁρμῶντα ἐν τοῖς πρωταγωνισταῖς, ἀναιροῦντα τὰς τάξεις τῶν ἀνδρῶν, ἐπὶ τοσοῦτον ὑπεξίστασο τῆς μάχης, τὸν ἄλλον δὲ λαὸν κέλευε πολεμεῖν τοῖς ἐχθροῖς κατὰ τὸν ἰσχυρὸν πόλεμον· ἐπειδὰν δὲ ἢ δόρατι τρωθείς, ἢ ὀϊστῷ βεβλημένος εἰς τοὺς ἵππους ἀναπηδήσῃ, τηνικαῦτά σοι δύναμιν παρέξει ἀναιρεῖν ἕως ἂν εἰς τὰς ναῦς τὰς εὐκαθέδρους φθάσῃς, ὁ ἥλιός τε πρὸς δύσιν ᾖ, καὶ τὸ ἱερὸν σκότος ἀφίκηται, | 195 |
ἣ μὲν οὖν ταχύπους Ἶρις οὕτως εἰποῦσα, ἀπῆλθε. .ὁ Ἕκτωρ δὲ ἐκ τοῦ δίφρου μετὰ τῶν ὅπλων κατεπήδησεν ἐπὶ τὴν γῆν, σείων δὲ τὰ ὀξέα καὶ τμητικὰ δόρατα διήρχετο κατά τὸν στρατόν, πανταχόσε διεγείρων μάχεσθαι· παρώξυνε δὲ μάχην, οὗτοι δὲ συνεστράφησαν καὶ ἐναντίον ἔστασαν τῶν Ἑλλήνων. οἱ Ἕλληνες δὲ ἀφ' ἑτέρου μέρους ἐνεδυνάμωσαν τὰς ἑαυτῶν τάξεις, παρεσκευάσθη δὲ ὁ πόλεμος, ἔστασαν δὲ ἐναντίον ἀλλήλων· Ἀγαμέμνων δὲ πρῶτον ἐφώρμησεν, ἤθελε δὲ πολλῷ πρὸ πάντων πολεμεῖν | 210 |
εἴπατε νῦν μοι, ὦ Μοῦσαι αἱ τὰ οὐρανίᾳ οἰκήματα κατοικοῦσαι, τίς δὴ πρῶτον παρεγένετο ἐναντίον τοῦ Ἀγαμέμνονος, ἢ τῶν Τρῴων αὐτῶν, ἢ τῶν ἐνδόξων βοηθῶν· | 218 |
Ἰφιδάμας ὁ υἱὸς τοῦ Ἀντήνορος ὁ μέγας τε καὶ γενναῖος, ὅστις ἀνετράφη ἐν τῇ εὐγέῳ Θρᾴκῃ τῇ μητρὶ καὶ τροφῷ τῶν προβάτων· ὁ Κισσεὺς ἀνέθρεψεν αὐτὸν ἐν τοῖς οἴκοις μικρὸν ὄντα, ὁ πρὸς μητρὸς πάππος, ὃς ἐγέννησε τὴν εὐειδῆ Θεανώ· ἐπεὶ δὲ ἀφίκετο εἰς μέτρον ἡλικίας ὑπερενδόξου, αὐτόθι κατέσχεν αὐτόν, ἔδωκε δ᾽ οὗτος αὐτῷ τὴν ἑαυτοῦ θυγατέρα· λαβὼν δὲ γυναῖκα εὐθὺς ἐκ τοῦ θαλάμου ἀφίκετο εἰς τὴν φήμην τῶν Ἑλλήνων σύν ναυσὶ δώδεκα καμπυλοπρύμνοις, αἳ ἠκολούθουν αὐτῷ. τὰς μὲν οὖν ἰσοτοίχους ναῦς ἐν τῇ Περκώτῃ κατέλιπεν· οὗτος δὲ πεζὸς ὤν, ἤτοι πεζεύων, ἀφίκετο εἰς τὸ Ἴλιον· ὃς δὴ τότε παρεγένετο ἐναντίον τοῦ Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως· οὗτοι δὲ ὁπηνίκα δὴ πλησίον ἐγένοντο κατ᾿ ἀλλήλων ἐπερχόμενοι, ὁ μὲν υἱὸς τοῦ Ἀτρέως ἀπέτυχε, παρετράπη δὲ αὐτῷ καὶ παρηνέχθη τὸ δόρυ. ὁ Ἰφιδάμας δὲ κατὰ τὴν ζώνην τοῦ θώρακος ὑποκάτω, ἤτοι εἰς τὸ κάτω μέρος αὐτῆς, ἔβαλεν, ἐπεστήριξε δὲ αὐτὸς τῇ παχείᾳ καὶ ἰσχυρᾷ χειρὶ πεποιθώς, οὐδὲ διέτρησε τὴν ποικιλωτάτην θωρακίτιν ζώνην, ἀλλὰ πολὺ πρότερον τῷ ἀργύρῳ ἐμπεσοῦσα, καθάπερ μόλιβδος ἐτράπη καὶ ἐκάμφθη ἡ ἐπιδορατίς, καὶ λαβὼν τοῦτο τῇ χειρὶ ὁ μέγας βασιλεὺς Ἀγαμέμνων εἷλκεν ἐφ᾽ ἑαυτῷ προθύμως, ὁρμῶν ὥσπερ λέων, τῇ χειρὶ δὲ ἐξέσπασεν, αὐτὸν δὲ ξίφει ἔπληξε κατὰ τὸν αὐχένα· διέλυσε δὲ καὶ ἐνέκρωσε τὰ μέλη· οὕτω μὲν οὗτος αὐτόθι καταπεσὼν ἐκοιμήθη ὕπνον χαλκοῦν, ἐλεεινός, βοηθῶν τοῖς ἑαυτοῦ πολίταις, πόρρω τῆς γυναικὸς τῆς κατὰ μνηστείαν γαμηθείσης, τῆς ἐκ παρθενίας γαμετῆς, ἧς οὐδεμίαν ἀντίχαριν ἴδε, πολλὰ δὲ παρέσχετο· πρῶτον ἔδωκε βοῦς ἑκατόν, μετὰ ταῦτα χίλια ὑπέσχετο αἶγας ὁμοῦ καὶ πρόβατα, ἅτινα αὐτῷ πλεῖστα ἐβόσκοντο. τοτὲ τοίνυν Ἀγαμέμνων ὁ υἱὸς τοῦ Ἀτρέως ἀπέκτεινεν (ἐσκύλευσεν) αὐτόν, ᾤχετο δὲ φέρων ἀνὰ τὸν στρατὸν τῶν Ἑλλήνων τὰ καλὰ ὅπλα. τοῦτον δ᾽ οὖν ἐπειδὴ ἐθεάσατο Κόων ὁ ἐνδοξότατος τῶν ἀνδρῶν, ὁ πρεσβύτερος υἱὸς τοῦ Ἀντήνορος, μέγα δὴ αὐτὸν θρῆνος ἐκάλυψε κατὰ τοὺς ὀφθαλμούς, ἀποθανόντος τοῦ ἀδελφοῦ· ἔστη δὲ πλαγίως σὺν δόρατι λαθὼν τὸν ἐνδοξότατον Ἀγαμέμνονα, ἔτρωσε δὲ αὐτὸν κατὰ τὸ μέσον τῆς χειρὸς ὑποκάτω τοῦ ἀγκῶνος, ἀπαντικρὺ δὲ διέσχισε τὸ ὀξὺ τοῦ λαμπροῦ δόρατος. ἐφοβήθη δ᾽ οὖν μετὰ ταῦτα ὁ βασιλεὺς τοῦ στρατοῦ Ἀγαμέμνων, ἀλλ᾽ οὐδὲ οὕτως ἀπεπαύετο τοῦ πολέμου, οὐδὲ τῆς μάχης, ἀλλ᾿ ἐφώρμησε τῷ Κόωνι κατέχων τὸ ὑπ᾽ ἀνέμων στεφόμενον, ἤτοι τὸ στερεὸν καὶ εὔτονον δόρυ. οὗτος μέντοι Ἰφιδάμαντα τὸν ἀδελφὸν καὶ ἐκ τοῦ αὐτοῦ πατρὸς γεννηθέντα εἷλκεν ἀπὸ τοῦ ποδὸς προθυμούμενος, καὶ τοὺς ἀρίστους ἅπαντας ἐκάλει˙ τοῦτον δὲ ἕλκοντα ἀνὰ τὸν στρατὸν ὑποκάτω τῆς ὀμφαλοὺς ἐχούσης ἀσπίδος, ἔβαλε δόρατι σιδήρῳ ἐστομωμένῳ, διέλυσε δὲ καὶ ἐνέκρωσε τὰ μέλη· τούτου δὲ τὴν κεφαλὴν ἐπὶ τῷ Ἰφιδάμαντι ἀπέτεμε παραγενόμενος· τότε οἱ υἱοὶ τοῦ Ἀπατήνορος ὑπὸ τοῦ υἱοῦ τοῦ Ἀτρέως τοῦ βασιλέως θάνατον ἐναπληρώσαντες εἰσῆλθον εἰς τὸν οἶκον τοῦ ᾅδου· | 221 |
οὗτος δὲ ἐπήρχετο τὰς τάξεις τῶν ἄλλων ἀνδρῶν δόρατί τε καὶ ξίφει, καὶ μεγάλοις χειροπληθέσι λίθοις. ἕως τὸ αἷμα αὐτῷ θερμὸν ἔτι ἀνεφέρετο καὶ ἀνεπήδα ἐκ τοῦ τραύματος· ἐπεὶ δὲ τὸ μὲν τραῦμα ἐξηραίνετο, ἔληξε δὲ τὸ αἷμα, τμητικαὶ ἀλγηδόνες εἰσήρχοντο τὴν ψυχὴν τοῦ υἱοῦ τοῦ Ἀτρέως· ὥσπερ δὲ ὅταν γυναῖκα, ἐπὶ τῷ τεκεῖν οὖσαν, κατέχῃ ὀδύνη σφοδρὰ καὶ δριμεῖα, ἥντινα ἐπάγουσιν αἱ μογοῦσαι καὶ πονοῦσαι περὶ τοὺς τοκετούς, ἤτοι αἱ λοχεύτρια Εἰλείθυιαι αἱ θυγατέρες τῆς Ἥρας, πικροὺς τοκετοὺς ἔχουσαι. οὕτως σφοδραὶ ἀλγηδόνες εἰσήρχοντο τὴν ψυχὴν τοῦ υἱοῦ τοῦ Ἀτρέως, ἀνώρμησε δὲ εἰς τὸ ὄχημα καὶ ἐπέταττε τῷ ἡνιόχω ἐλαύνειν καὶ ἱππεύειν ἐπὶ τὰς κοίλας ναῦς, ἤλγει δὲ καὶ ἐλυπεῖτο κατὰ ψυχήν, ἐβόησεν δὲ μεγάλως καὶ ἰσχυρῶς τοῖς Ἕλλησι φωνῶν· ὦ φίλοι, ἡγεμόνες καὶ βασιλεῖς τῶν Ἑλλήνων, ὑμεῖς μέντοι νυνὶ ταῖς τὸν πόντον διαπορευομέναις ναυσὶν ἀποσοβεῖτε τὴν ὀδυνηρὰν μάχην, ἐπειδὴ οὐκ ἐμὲ ὁ βουλευτικὸς Ζεὺς ἀφῆκε πολεμεῖν τοῖς Τρῳσὶ δι᾽ ὅλης τῆς ἡμέρας. | 264 |
οὕτως εἶπεν· ὁ ἡνίοχος δὲ ἐμάστιξε τοὺς ὡραιότριχας ἵππους ἐπὶ τὰς κοίλας ναῦς, οὗτοι δὲ ἐθελουσίως ταχέως ἔτρεχον, ἤφρουν δὲ τὰ στήθη· ἐπάττοντο δὲ κάτωθεν τῷ κονιορτῷ, φέροντες τὸν βασιλέα καταπονούμενον πόρρω τοῦ πολέμου. | 280 |
ὁ Ἕκτωρ δὲ ἐπειδὴ ἐνόησεν (ἐθεάσατο) τὸν Ἀγαμέμνονα ἀπερχόμενον, τοῖς Τρῳσὶ καὶ τοῖς Λυκίοις παρεκελεύετο, μεγάλως καὶ ἰσχυρῶς βοήσας· ὦ Τρῷες καὶ Λύκιοι καὶ Δάρδανοι πολεμισταί, ὑπάρχετε ἄνδρες, ὦ φίλοι, μνήσθητε δὲ ἰσχύος ὁρμητικῆς καὶ πολεμικῆς· ἀνεχώρησεν ὁ ἄριστος ἀνήρ, ἐμοὶ δὲ καύχημα μέγα παρέσχετο Ζεὺς ὁ υἱὸς τοῦ Κρόνου· ἀλλ᾽ εὐθὺ τῶν ἰσχυρῶν Ἑλλήνων ἄγετε τοὺς μονώνυχας ἵππους, ὅπως ἀνώτερον καύχημα σχῆτε. | 284 |
οὕτως εἰπὼν τὴν ψυχὴν ἁπάντων παρώξυνε. ὥσπερ δὲ ὅταν τίς που θηρευτὴς κύνας λευκόδοντας παρορμᾷ καὶ ἐλαύνῃ ἐπὶ σύαγρον κάπρον, ἢ λέοντα, οὕτως ἐπὶ τοὺς Ἕλληνας παρώρμα καὶ ἐπῆγε τοὺς μεγαλόφρονας Τρῷας Ἕκτωρ ὁ υἱὸς τοῦ Πριάμου ὅμοιος τῷ ἀνθρωποφθόρῳ Ἄρεϊ· αὐτὸς δὲ ἐν πρώτοις μεγαλοφρονῶν ὥρμησεν, ἐνέπεσε δὲ τῇ μάχῃ ὅμοιος συστροφῇ ἀνέμου ὑπερεχούσῃ κατὰ τὴν πνοήν, ἥτις ἄνωθεν φερομένη συνταράσσει τὴν μέλαιναν θάλασσαν· | 291 |
τότε τίνα πρῶτον, τίνα δ᾽ ὕστερον ἐφόνευσεν (ἀπέκτεινεν) Ἕκτωρ ὁ υἱὸς τοῦ Πριάμου, ὁπηνίκα αὐτῷ ὁ Ζεὺς δόξαν παρέσχετο; τὸν Ἀσσαῖον μὲν πρῶτον, καὶ τὸν Αὐτόνοον, καὶ τὸν Ὀπίτην, καὶ τὸν Δόλοπα τὸν υἱὸν τοῦ Κλύτου, καὶ τὸν Ὀφέλτιον, καὶ τὸν Ἀγέλαον, καὶ τὸν Αἴσυμνον, καὶ τὸν Ὦρον, καὶ τὸν Ἱππόνουν τὸν πολεμικόν. τούτους δὴ οὗτος ἡγεμόνας τῶν Ἑλλήνων ἀνεῖλεν, μετὰ ταῦτα δὲ τὸ πλῆθος· ὥσπερ δὲ ὁπηνίκα ὁ Ζέφυρος ἄνεμος συνταράξῃ καὶ διασκεδάσῃ τὰ νέφη τοῦ ταχέος (τοῦ λευκοτάτου) Νότου, συστροφή μεγάλῃ καὶ σφοδρᾷ κρούων καὶ διασκορπίζων αὐτά, μέγα δὲ κῦμα τεθραμμένον κυλίεται, τὸ λεπτὸν δὲ καὶ ἀφρῶδες εἰς ὕψος ἀναρριπίζεται καὶ διαχεῖται ἐκ τῆς πνοῆς τοῦ ἀνέμου τοῦ πανταχοῦ τὰ κύματα περιάγοντος· οὕτω δὴ πολλαὶ καὶ συνεχεῖς κεφαλαὶ τῶν λαῶν ἐδαμάζοντο καὶ ἀνῃροῦντο ὑπὸ τοῦ Ἕκτορος· | 299 |
τότε δὴ ὄλεθρος ἦν ἄν, καὶ ἄπορα καὶ χαλεπὰ ἔργα ἐγένοντο, καὶ δὴ φεύγοντες οἱ Ἕλληνες ἐνέπεσον ἂν εἰς τὰς ναῦς, εἰ μὴ Διομήδει τῷ υἱῷ τοῦ Τυδέως παρεκελεύσατο Ὀδυσσεὺς λέγων· ὦ υἱὲ τοῦ Τυδέως, τί παθόντες ἐπελαθόμεθα τῆς ὁρμητικῆς καὶ πολεμικῆς ἰσχύος; ἀλλ᾽ ἄγε, ὦ προσηνέστατε, ἵστασο δεῦρο παρ᾽ἐμοί, ἐπὶ πολὺ γὰρ ὄνειδος καὶ αἰσχύνη ἔσεται, ἐὰν τὰς ναῦς κατάσχῃ ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ. | 310 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ ἰσχυρὸς Διομήδης· ἐγὼ μὲν μενῶ καὶ καρτερήσω, ἀλλ᾽ ἐπ ' ὀλίγον χρόνον ἡμῶν ἔσται ὠφέλεια, ἐπειδὴ ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς μᾶλλον τοῖς Τρῳσὶ νῦν βούλεται παρασχέσθαι νίκην, ἢ ἡμῖν. | 316 |
εἶπε, καὶ Θυμβραῖον ἀπὸ τῶν ἵππων ὤθησεν εἰς τὴν γῆν δόρατι τρώσας κατὰ τὸν ἀριστερὸν μαζόν· ὁ Ὀδυσσεὺς δὲ τὸν ἰσόθεον Μολίονα τὸν θεράποντα τούτου τοῦ βασιλέως· τούτους μὲν οὖν κατέλιπον, ἐπειδὴ τῆς μάχης αὐτοὺς ἀπέπαυσαν. οἱ δὲ ἀνὰ τὸν στρατὸν πορευόμενοι ἐθορύβουν, ὥσπερ ὅταν δύο κάπροι ἐμπέσωσιν εἰς κύνας θηρατικούς, μεγαλοφρονοῦντες καὶ θρασυνόμενοι. οὕτως ἀπέκτεινον τοὺς Τρῷας παλινοστοῦντες· οἱ Ἕλληνες δὲ φεύγοντες τὸν ἐνδοξότατον Ἕκτορα, ἀσπασίως καὶ ἀσμένως ἀνέπνεον. τότε ἀνεῖλον δίφρον τε, καὶ ἄνδρας δημότας ἀρίστους. τοὺς δύο υἱοὺς τοῦ Μέροπος τοῦ ἀπὸ Περκώτης πόλεως, ὃς ὑπὲρ πάντας ἠπίστατο μαντείας, οὐδὲ τοὺς ἑαυτοῦ υἱοὺς αφίη πορεύεσθαι ἐπὶ τὸν τοὺς ἄνδρας φθείροντα πόλεμον, οἱδὲ οὐδαμῶς αὐτῷ ἐπείθοντο, ἦγον γὰρ αὐτοὺς μοῖραι τοῦ σκοτεινοῦ θανάτου. τούτους μὲν ὁ υἱὸς τοῦ Τυδέως ὁ ἔνδοξος τὰ πολεμικὰ Διομήδης τῆς ψυχῆς ἀποστερήσας τὰ ἔνδοξα ὅπλα ἀφείλετο. ὁ Ὀδυσσεὺς δὲ ἀπέκτεινε τὸν Ἱππόδαμον, καὶ τὸν Ὑπέροχον. | 320 |
τότ᾿ αὐτοῖς ἐπίσης ἐξέτεινε καὶ διέθηκε τὸν πόλεμον ὁ υἱὸς τοῦ Κρόνου, ἐκ τῆς Ἴδης πάντ᾽ ἀκριβῶς ὁρῶν· οὗτοι δὲ ἀλλήλους ἀπέκτεινον. ὁ μὲν υἱὸς τοῦ Τυδέως δόρατι τὸν Ἀγάστροφον ἔβαλε τὸν υἱὸν τοῦ Παίονος τὸν ἥρωα, κατὰ τὸ κοῖλον τοῦ γλουτοῦ, οὐδὲ γὰρ αὐτῷ οἱ ἵπποι ἦσαν ἐγγὺς ὥστε καταφυγεῖν, ἐβλάβη δὲ μεγάλως ἐν τῇ ψυχῇ· τούτους μὲν γὰρ ὁ θεράπων πόρρω κατεῖχεν, οὗτος δὲ πεζὸς ἔτρεχεν διὰ τῶν πρωταγωνιστῶν ἕως ἀπώλεσε τὴν ἀγαπητὴν ψυχήν. ὁ Ἕκτωρ δὲ ταχέως ἐθεάσατο κατὰ τὰς τάξεις, ὥρμησε δ᾽ ἐπ᾿ αὐτοὺς βοῶν, ὁμοῦ δὲ καὶ αἱ τάξεις τῶν Τρῴων ἠκολούθουν. τοῦτον δὲ θεασάμενος ἐφοβήθη ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης, εὐθὺς δὲ πρὸς τὸν Ὀδυσσέα ἐγγὺς ὄντα ἔλεγε· καθ᾿ ἡμῶν δὴ τοῦτο τὸ βλάβος κυλίεται καὶ καταφέρεται, ὁ ἰσχυρὸς Ἕκτωρ· ἀλλ᾿ ἄγε δὴ στῶμεν, καὶ ἀμύνωμεν μένοντες. | 336 |
εἶπεν δή, καὶ ἀνασείσας προέπεμψε τὸ μακρὸν δόρυ, καὶ ἔπληξεν αὐτόν, οὐδὲ ἀπέτυχεν στοχαζόμενος κατὰ τὴν κεφαλήν, παρὰ τὸ ἄκρον τῆς περικεφαλαίας· ἀπεκρούσθη δὲ ἐκ τοῦ σιδήρου ὁ σίδηρος, ουδ' ἥψατο τοῦ εὐειδοῦς σώματος, ἐκώλυσε γὰρ ἡ περικεφαλαία ἡ τριπλῆ, ἡ ἐκτεταμένον ἔχουσα τὸν λόφον, ἣν αὐτῷ δέδωκεν Ἀπόλλων ὁ καθαρός. ὁ Ἕκτωρ δὲ ταχέως ἀμετρήτως, ἤτοι ὑπερβαλλόντως, ἀνέδραμε, συνεμίγη δὲ τῷ λαῷ. ἔστη δὲ κλιθεὶς ἐπὶ γόνυ καὶ ἐπεστηρίχθη τῇ παχείᾳ καὶ ἰσχυρᾷ χειρὶ κατὰ γῆς, τοὺς ὀφθαλμοὺς δὲ νὺξ σκοτεινή περιεκάλυψεν· ἐν ὅσῳ δὲ ὁ υἱὸς τοῦ Τυδέως μετὰ τὴν ὁρμὴν τοῦ δόρατος ἐπήρχετο πόρρω διὰ τῶν πρωταγωνιστῶν, ὅπου κατὰ γῆς αὐτῷ ἐφάνη κατενεχθὲν (ὅπου ὑπ᾽ αὐτοῦ κατηνέχθη ἐπὶ τὴν γῆν), ἐν τοσούτῳ ὁ Ἕκτωρ ἀνέπνευσεν, καὶ ἀναπηδήσας εἰς τὸ ὄχημα ὀπίσω ἀνέδραμεν εἰς τὸ πλῆθος, καὶ ἐξέφυγε τὴν θανατηφόρον σκοτεινὴν μοῖραν. δόρατι δὲ ἐφορμῶν εἶπε πρὸς αὐτὸν ὁ ἰσχυρὸς Διομήδης· ἐξέφυγες νῦν δὴ τὸν θάνατον, ὦ κύον, ὄντως σοι ἐγγὺς παρεγένετο τὸ δεινόν, νῦν δὲ δή σε ἔσωσεν Ἀπόλλων ὁ καθαρός, ᾧτινι ἔοικας εὔχεσθαι ἐρχόμενος εἰς τὸν κτύπον τῶν δοράτων. ὄντως δή σε καὶ μετὰ ταῦτα ἀπαντήσας ἐκπληρώσω καὶ κατεργάσομαι, εἴ τις που κἀμοὶ τῶν θεῶν ἐπίκουρος ὑπάρχει· νυνὶ δὲ ἐπὶ τοὺς ἄλλους πορεύσομαι, ὃν ἂν καταλάβω. εἶπεν, καὶ τὸν υἱὸν τοῦ Παίονος τὸν ἔνδοξον τὰ πολεμικά ἐφόνευσε. Ἀλέξανδρος δὲ ὁ ἀνὴρ τῆς καλλικόμου Ἑλένης ἐπὶ τὸν υἱὸν τοῦ Τυδέως τὸν βασιλέα τῶν λαῶν ἐνέτεινεν τὸ τόξον, τῇ στήλῃ περικεκρυμμένος, καὶ κεκαλυμμένος ἐπὶ τῷ τάφῳ, ᾧ ἐνέκειτο ὁ καμὼν τοῦ Ἴλου τοῦ Δαρδάνου παιδὸς τοῦ παλαιοῦ βασιλέως. οὗτος μὲν οὖν τὸν θώρακα τοῦ ἰσχυροῦ Ἀγαστρόφου ἀφῃρεῖτο ἀπὸ τοῦ στήθους, καὶ τὴν ποικιλωτάτην ἀσπίδα ἀπὸ τῶν ὤμων, καὶ τὴν στερεὰν περικεφαλαίαν. οὗτος δὲ τὸν πῆχυν τοῦ τόξου ἀνεῖλκε, καὶ ἔτρωσεν, οὐδέ γε μάταιον ἔφυγεν αὐτὸν ἐκ τῆς χειρὸς τὸ βέλος, κατὰ τὸ ἐπάνω τοῦ πέλματος τοῦ δεξιοῦ ποδός· διόλου δὲ ὁ ὀϊστὸς εἰς τὴν γῆν ἐνεπάγη· οὕτος δὲ πάνυ ἡδέως γελάσας ἐκ τῆς ἐνέδρας ἀνεπήδησε, καὶ ἐπικαυχώμενος λόγον ἔλεγε· τέτρωσαι, οὐδὲ μάταιον τὸ βέλος ἐξέφυγεν· εἴθε σοι εἰς τὸ ἔσχατον τοῦ λαγόνος τρώσας ἀφειλόμην τὴν ψυχήν· οὕτω καὶ οἱ Τρῷες ἀνέπνευσαν ἂν καὶ ἐκουφίσθησαν τῆς ταλαιπωρίας, οἵτινές σε δεδοίκασιν ὥσπερ τὸν λέοντα αἱ μηκώμεναι αἶγες. | 349 |
πρὸς τοῦτον μηδὲν φοβηθείς εἶπεν ὁ ἰσχυρὸς Διομήδης· ὦ τοξότα, ὑβριστά, τὴν τρίχα λαμπρέ, τὰς παρθένους περιβλέπων, εἰ μὲν δὴ κατὰ βιαίαν ἐναντίωσιν πεῖραν σχεῖν βουληθείης, οὐκ ἄν σοι χρήσιμον γένηται τὸ τόξον καὶ τὰ πολλὰ βέλη· νῦν δέ με ἐπιξέσας καὶ τρώσας κατὰ τὸ ἐπάνω τοῦ πέλματος τοῦ ποδὸς ἐπικαυχᾷ μάτην· οὐ φροντίζω, ὥσπερ εἴ με γυνὴ τρώσειεν, ἢ παῖς μωρὸς καὶ ἀνόητος· ἀνδρὸς γὰρ ἀσθενοῦς καὶ οὐδενὸς ἀξίου βέλος (τραῦμα) οὐδεμίαν αἴσθησιν τοῖς τιτρωσκομένοις ποιεῖ. ὄντως που ἄλλος ὑπ᾿ ἐμοῦ, καὶ ἐὰν ὀλίγου μετάσχῃ, τραῦμα σφοδρὸν ὑπάρχει, καὶ ἄψυχον αὐτίκα (ταχέως) ποιεῖ. τούτου δὲ τῆς γυναικὸς μὲν αἱ γνάθοι περιεξεσμέναι τυγχάνουσιν, οἱ παῖδες δὲ ὀρφανοί, αὐτὸς δὲ αἵματι τὴν γῆν βάπτων ἐρυθρὰν σήπεται, ὄρνεα δὲ μεγάλα περὶ αὐτὸν πλείω, ἢ γυναῖκες. | 384 |
οὕτως εἶπεν. Ὀδυσσεὺς δὲ ὁ κατὰ πόλεμον ἔνδοξος ἐγγὺς τούτου παραγενόμενος ἔστη ἔμπροσθεν, οὗτος δὲ ὄπισθεν καθεζόμενος τὸ ταχὺ βέλος ἀνέσπα ἐκ τοῦ ποδός, ὀδύνη δὲ διὰ τοῦ σώματος γέγονεν ἀλγεινή, ἀνέβη δὲ εἰς τὸ ὄχημα, καὶ τῷ ἡνιόχῳ ἐπέταττεν· ἱππεύειν ἐπὶ τὰς κοίλας ναῦς, ἤλγει γὰρ τὴν ψυχήν. | 396 |
ἐμονώθη δὲ ὁ κατὰ πόλεμον ἔνδοξος Ὀδυσσεύς, οὐδέ τις αὐτῷ τῶν Ἑλλήνων παρῆν, ἐπειδὴ δέος πάντας κατέσχεν. στενάξας δὲ εἶπε πρὸς τὴν ἑαυτοῦ μεγαλόφρονα ψυχήν· οἴμοι, τί ἐγὼ πάθω, μέγα μὲν κακόν ἐστιν, ἐὰν φεύγω, φοβηθεὶς τὸ πλῆθος· τοῦτο δὲ χαλεπώτερον, ἐὰν ζωγρηθῶ μόνος, τοὺς ἄλλους δὲ Ἕλληνας εἰς φυγὴν ἔτρεψεν ὁ υἱὸς τοῦ Κρόνου, ἀλλὰ τί δή μοι ταῦτα ἡ ἀγαπητὴ ψυχὴ διελέχθη; ἐπίσταμαι γὰρ ὅτι δειλοὶ μὲν ἀναχωροῦσι τῆς μάχης· ὃς δ᾽ ἂν ἀριστεύῃ καὶ ἀνδραγαθῇ ἐν τῷ πολέμω, τοῦτόν γε πάνυ δεῖ ἵστασθαι καρτερῶς καὶ γενναίως, εἴτ᾿ ἐτρώθη, εἴτ᾽ ἔτρωσεν ἄλλον. | 401 |
ἕως οὗτος ταῦτα διελογίζετο κατὰ τὸ λογιστικόν τε καὶ τὴν ψυχήν, ἐν τούτῳ ἐπῆλθον αἱ τάξεις τῶν ὁπλιτῶν Τρῴων, συνήλασαν δὲ καὶ περιεκύκλωσαν ἐν τῇ μέσω, βλάβος ἐν ἑαυτοῖς κατασκευάζοντες· ὥσπερ δὲ ὅταν κύνες καὶ ἀκμαῖοι νεανίαι κάπρον καταδιώκωσιν, οὗτος δὲ ἐξέρχεται ἐκ βαθέος καὶ μεγάλου δρυμοῦ συμπαρατρίβων τὸν λευκὸν ὀδόντα ἐν ταῖς καμπύλαις σιαγόσιν, περὶ αὐτόν τε ὁρμῶσιν, καὶ ψόφος ὑπὸ τῶν ὀδόντων ἀποτελεῖται, οὗτοι δὲ εὐθὺς παραμένουσιν καίπερ ὄντα φοβερόν· οὕτω δὴ τότε περὶ τὸν Ὀδυσσέα τὸν φίλον τοῦ Διὸς ὥρμων οἱ Τρῷες. οὗτος δὲ πρῶτον μὲν τὸν ἄμεμπτον Δηϊοπίτην ἔτρωσεν ὑπεράνω τοῦ ὤμου, ἐπιπηδήσας δόρατι ὀξεῖ· μετὰ ταῦτα δὲ τὸν Θόωνα, καὶ τὸν Ἔννομον ἀπέκτεινεν, εἶτα τὸν Χερσιδάμαντα ἐκ τῶν ἵππων ὁρμῶντα, δόρατι κατὰ τὸ ὑπογάστριον, ὑποκάτω τῆς ὀμφαλοὺς ἐχούσης ἀσπίδος ἔτρωσεν· οὗτος δὲ καταπεσὼν εἰς τὸν χοῦν ἐδράξατο τῆς γῆς τῇ δρακί. τούτους μὲν οὖν κατέλιπεν· αὐτὸς δὲ Χάροπα τὸν υἱὸν τοῦ Ἱππάσου ἔτρωσε δόρατι, αὐτάδελφον τοῦ εὐγενοῦς Σώκου· τούτῳ δὲ βοηθήσων ἐπήρχετο Σῶκος, ἀὴρ ἴσος θεῷ, ἔστη δὲ πάνυ πλησίον παραγενόμενος, καὶ εἶπεν λόγον πρὸς αὐτόν. ὦ πολύμνητε Ὀδυσσεῦ, ἀκόρεστε μηχανῆς τε καὶ ἀπάτης, καὶ πόνου, σήμερον, ἢ δυσὶν υἱοῖς τοῦ Ἱππάσου ἐπικαυχήσῃ, ἄνδρας τοιούτους ἀνελῶν καὶ τὰ ὅπλα ἀφελόμενος, ἢ ὑπὸ τοῦ ἐμοῦ δόρατος πληγεὶς ἀπολέσῃς ἂν τὴν ψυχήν. | 411 |
οὕτως εἰπὼν ἔβαλεν κατὰ τὴν πανταχόθεν ἴσην ἀσπίδα· διῆλθεν μὲν οὖν διὰ τῆς λαμπρᾶς ἀσπίδος τὸ ἰσχυρὸν δόρυ, καὶ διὰ τοῦ ποικίλως κατεσκευασμένου θώρακος ἐνήρμοστο καὶ ἐστήρικτο ὅλην τὴν ἐπιφάνειαν τῶν πλευρῶν ἀπεῖρξε, οὐδέ τι εἴασεν ἡ πολεμικὴ Ἀθηνᾶ εἰσδῦναι, καὶ μιγῆναι τοῖς ἐντὸς τοῦ ἀνδρός· ἔγνω δὲ Ὀδυσσεὺς ὅτι οὐκ ἐπῆλθεν αὐτῷ τὸ δόρυ εἰσκαίριον καὶ θανάσιμον. ὀπίσω δὲ ἀνακάμψας πρὸς τὸν Σῶκον εἶπεν λόγον· ὦ ἄθλιε, ὄντως που πάνυ καταλαμβάνει σε φθορὰ ἀφανιστική· ἐμὲ μέντοι ἀπέπαυσας μάχεσθαι ἐπὶ τοὺς Τρῷας, σοὶ δὲ ἐγὼ ἐνταῦθα οἴομαι φόνον καὶ θανατηφόρον σκοτεινὴν μοίραν τῇδε τῇ ἡμέρᾳ ἔσεσθαι, δαμασθέντα δὲ καὶ ἀποθανόντα ὑπὸ τοῦ ἐμοῦ δόρατος καύχημα ἐμοὶ δώσειν, τὴν ψυχὴν δὲ τῷ ἐνδόξους ἵππους ἔχοντι Ἅιδῃ. | 434 |
εἶπεν, καὶ οὗτος μὲν εἰς τοὐπίσω ἀναχωρήσας ᾤχετο φεύγων, τούτῳ δὲ μεταστραφέντι ἐνέπηξε τὸ δόρυ, εἰς τὸ μετάφρενον μεταξὺ τῶν ὤμων, διὰ τοῦ στήθους δὲ ἐξεπέρασε, ἐψόφησε δὲ καταπεσών. Ὀδυσσεὺς δὲ ὁ ἔνδοξος ἐπεκαυχήσατο λέγων· ὦ Σῶκε υἱὲ τοῦ Ἱππάσου τοῦ συνετοῦ καὶ πολεμικοῦ (ἱππικοῦ), ἔφθη καταλαβόν σε τὸ τέλος τοῦ θανάτου, οὐδὲ διέφυγες· ἆ κακόδαιμον· οὐδαμῶς σοί γε ὁ πατὴρ καὶ ἡ σεβαστὴ μήτηρ τοὺς ὀφθαλμοὺς συγκλείσουσι, καίπερ ἀποθανόντι, ἀλλ᾿ ὄρνεα μεγάλα ὠμοβόρα ἑλκύσουσί σε περιβαλόντα πτερὰ πυκνά· ἐμὲ δὲ ἐπειδὰν ἀποθάνω κηδεύσουσιν οἱ ἐνδοξότατοι Ἕλληνες. | 446 |
οὕτως εἰπὼν τὸ ἰσχυρὸν δόρυ τοῦ συνετοῦ Σώκου ἐξεῖλκε τοῦ σώματος, καὶ τῆς ὀμφαλοὺς ἐχούσης ἀσπίδος αἷμα δὲ αὐτῷ ἐκβληθέντος ἀνεχεῖτο, ἐλύπει δὲ τὴν ψυχήν. οἱ Τρῷες δὲ οἱ μεγαλόψυχοι ἐπειδὴ ἐθεάσαντο τὸ αἷμα τοῦ Ὀδυσσέως, παρακελευόμενοι καὶ προτρέποντες κατὰ τὸν στρατὸν ἐπ᾽ αὐτὸν πάντες ὥρμησαν. οὗτος δὲ εἰς τοὐπίσω ἀνεχώρει, ἐκάλει δὲ τοὺς φίλους. τρὶς μὲν οὖν ἐβόησεν ὅσον ἐχώρει ἡ κεφαλὴ τοῦ ἀνδρός, ἤτοι αὐτοῦ, τρὶς δὲ ᾔσθετο φωνοῦντος Μενέλαος ὁ πολεμικός· ταχέως δὲ πρὸς τὸν Αἴαντα ἐφώνει πλησίον ὄντα· ὦ Αἶαν ἐκ τοῦ Διὸς καταγόμενε, υἱὲ τοῦ Τελαμῶνος, ἡγεμὼν τοῦ λαοῦ, ἡ φωνὴ τοῦ καρτεροῦ Ὀδυσσέως μὲ περιήχησε, τούτῳ ὁμοία, ὥσπερ εἰ βιάζοιντο αὐτὸν μόνον ὄντα οἱ Τρῷες, ἀποχωρίσαντες ἐν τῇ ἰσχυρᾷ μάχῃ· ἀλλ᾽ ἴωμεν κατὰ τὸ πλῆθος, κρεῖσσον γάρ ἐστι βοηθῆσαι· δέδοικα μή τι πάθῃ ἐν Τρῳσὶν μόνος καταλειφθείς, ἀνδρεῖος ὑπάρχων, μεγάλη δὲ ὑστέρησις γένηται τοῖς Ἕλλησιν. | 456 |
οὕτως εἰπὼν αὐτὸς, μὲν προηγεῖτο, οὗτος δὲ συνείπετο ἀνὴρ ἴσος θεῷ. εὗρον μετὰ ταῦτα Ὀδυσσέα τὸν φίλον τοῦ Διός, περὶ αὐτὸν δὲ οἱ Τρῷες ἐπῄεσαν. ὥσπερ δὲ θῶες φονικοὶ ἐν τοῖς ὄρεσιν περὶ ἔλαφον κερασφόρον τετρωμένον, ὃν δὴ ἔτρωσεν ἀνὴρ ὀϊστῷ ἀπὸ νευρᾶς, καὶ τοῦτον μὲν διέφυγεν ποσὶν φυγῇ τρέχων, ἕως οὗ τὸ αἷμα θερμὸν ᾖ καὶ τὰ γόνατα ὁρμῶσιν, ἐπειδὴ δὲ τοῦτον δαμάσει ὁ ταχὺς ὀϊστός, οἱ ὠμοβόροι θῶες αὐτὸν ἐν τοῖς ὄρεσι κατεσθίουσιν ἐν νέμει δασεῖ καὶ κατασκίῳ· λέοντά τε ἐπήγαγεν ἡ τύχη βλαπτικόν, καὶ οἱ μὲν θῶες αὐτὸν ἐφοβήθησαν καὶ ἔφυγον, οὗτος δὲ ἐσθίει· οὕτω δὴ τότε περὶ τὸν συνετὸν καὶ πολύτροπον Ὀδυσσέα οἱ Τρῷες ἐπῄεσαν πολλοί τε καὶ ἰσχυροί· οὗτος δὲ ὁ ἥρως ὁρμῶν τῷ ἑαυτοῦ δόρατι ἀπεσόβει τὴν ἀνηλεῆ καὶ χαλεπὴν ἡμέραν. ὁ Αἴας δὲ πλησίον παρεγένετο, βαστάζων ἀσπίδα καθάπερ πύργον, ἔστη δὲ χωρίς, οἱ Τρῷες δὲ σὺν δέει ἔφυγον ἄλλοσε ἄλλος. τοῦτον μὲν οὖν Μενέλαος ὁ πολεμικὸς ἐξήγαγεν ἀπὸ τοῦ πλήθους κατέχων (κρατῶν) ἀπὸ τῆς χειρός, ἕως ὁ θεράπων πλησίον ἤγαγε τοὺς ἵππους. | 472 |
ὁ Αἴας δὲ τοῖς Τρῳσὶν ἐπιπηδήσας ἀπέκτεινε τὸν Δόρυκλον τὸν υἱὸν τοῦ Πριάμου τὸν νόθον, μετὰ ταῦτα δὲ τὸν Πάνδοκον ἔτρωσεν, ἔτρωσεν δὲ τὸν Λύσανδρον, καὶ τὸν Πύρασον, καὶ τὸν Πυλάρτην. ὥσπερ δὲ ἡνίκα ποταμὸς πλημμύρων εἰς τὸ πεδίον κατέρχεται, χειμάρρους ἀπὸ τῶν ὀρέων, ἐπειγόμενος τῷ ὑετῷ τοῦ Διός, πολλὰς δὲ δρῦς ξηράς, πολλὰς δὲ πεύκας παρασύρει, πολὺν δὲ συρφετὸν εἰς τὴν θάλασσαν ἐμβάλλει· οὕτως Αἴας ὁ λαμπρὸς ἐπέβαινε συνταράσσων τότε τὸ πεδίον, διχοτομῶν τούς τε ἵππους καὶ τοὺς ἄνδρας οὐδέπω ὁ Ἕκτωρ ᾔσθετο, ἐπειδὴ ἐπὶ τὸ ἀριστερὸν μέρος τῆς μάχης ἁπάσης ἐπολέμει παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ τοῦ Σκαμάνδρου, ᾗ δὴ μάλιστα ἔπιπτον αἱ κεφαλαὶ τῶν ἀνδρῶν, βοὴ δὲ ἄπαυστος ἠγέρθη περὶ τὸν μέγαν Νέστορα, καὶ τὸν πολεμικὸν Ἰδομενέα. ὁ Ἕκτωρ μὲν οὖν τούτοις συνανεστρέφετο, δεινὰ καὶ χαλεπὰ πράττων δόρατι καὶ ἱππικῇ, τῶν νέων δὲ τὰς τάξεις καθῄρει καὶ ἐξεκένου· οὐδέπω ἀνεχώρουν ἂν τῆς ὁδοῦ, ἤτοι τῆς πρὸς τοὺς πολεμίους ὁρμῆς καὶ προθυμίας, οἱ ἐνδοξότατοι Ἕλληνες, εἰ μὴ Ἀλέξανδρος ὁ ἀνὴρ τῆς καλλικόμου Ἑλένης ἀπέπαυσεν ἀνδραγαθοῦντα Μαχάονα τὸν βασιλέα τοῦ λαοῦ, τρώσας ὀϊστῷ τρεῖς γωνίας ἔχοντι κατὰ τὸν ὦμον τὸν δεξιόν· περὶ τούτου δὴ ἐφοβήθησαν οἱ εὐτόλμου ἰσχύος πνέοντες Ἕλληνες, μήπως αὐτὸν τοῦ πολέμου μεταβαλόντος, ἤτοι ἐπὶ θατέρου μέρους τῆς ῥοπῆς γενομένης, ἀποκτείνειεν· εὐθέως δὲ ὁ Ἰδομενεὺς ἐφώνει πρὸς τὸν ἐνδοξότατον Νέστορα· ὦ Νέστορ υἱὲ τοῦ Νηλέως δόξα μεγάλη τῶν Ἑλλήνων, ἄγε δὴ ἐπίβηθι τοῦ σοῦ δίφρου, παραβαινέτω δέ σοι καὶ ὁ Μαχάων· ἔλαυνε δὲ ὅσον τάχος τοὺς μονώνυχας ἵππους ἐπὶ τὰς ναῦς, ἀνὴρ γὰρ ἰατρὸς ἀντάξιός ἐστιν πολλῶν ἄλλων ἐκτέμνειν καὶ ἐξέλκειν ὀϊστούς, καὶ ἐπιτιθέναι φάρμακα πραϋντικά. | 489 |
οὕτως εἶπεν, ὑπήκουσε δὲ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ· εὐθέως δὲ ἐπέβη τῶν ἑαυτοῦ ὀχέων, παρέβαινε δὲ αὐτῷ καὶ Μαχάων ὁ υἱὸς τοῦ Ἀσκληπιοῦ, τοῦ ἀμέμπτου ἰατροῦ, ἐμάστιξε δὲ ὥστε ἐλαύνειν, οἱ δὲ οὐκ ἄκοντες ἔτρεχον ἐπὶ τὰς κοίλας ναῦς, ἐκεῖσε γὰρ ἰέναι ἀρεστὸν ἦν τῇ ψυχῇ. | 516 |
Κεβριόνης δὲ τοὺς Τρῷας θορυβουμένους ἐθεάσατο, παραβεβηκώς τῷ Ἕκτορι, καὶ εἶπε πρὸς αὐτὸν λόγον· ὦ Ἕκτορ, ἡμεῖς μὲν ἐνταῦθα τοῖς Ἕλλησι σύνειμεν ἐν τῷ ἄκρῳ τοῦ κακοήχου πολέμου, οἱ ἄλλοι δὲ Τρῷες συνταράσσονται ὁμοῦ ἵπποι τε καὶ αὐτοί· Αἴας δὲ ὁ υἱὸς τοῦ Τελαμῶνος ταράσσει, καλῶς δὲ αὐτὸν ἔγνων· τὴν γὰρ πλατεῖαν ἀσπίδα ἔχει περὶ τοὺς ὤμους· ἀλλὰ καὶ ἡμεῖς ἐκεῖσε τοὺς ἵππους καὶ τὰ ὀχήματα ἐλαύνωμεν, ὅπου μάλιστα οἱ ἱππεῖς καὶ οἱ πεζοὶ χαλεπὴν ἔριν μέσον ἀλλήλων κινήσαντες, ἀλλήλους ἀναιροῦσι, βοὴ δὲ ἄπαυστος ἐγέρθη. | 521 |
οὕτω δὴ εἰπὼν ἐμάστιξεν τὰς ὡραιότριχας ἵππους τῇ ὀξὺν ἦχον ἀποτελούσῃ μάστιγι· οὖτοι δὲ τῆς πληγῆς αἰσθόμενοι. ῥαδίως καὶ ταχέως ἔφερον τὸ ταχὺ ἅρμα ἐπὶ τοὺς νεκροὺς καὶ τὰς ἀσπίδας, αἵματι δὲ ὁ ἄξων κάτωθεν ἅπας διεβρέχετο, καὶ αἱ περὶ τὸν δίφρον περιφέρειαι, ἃς δὴ ῥανίδες ἀπὸ τῶν ὅπλων καὶ τῆς ποδηλασίας τῶν ἱππων ἔρραινον, καὶ αἱ ἀπὸ τῶν περικειμένων σιδήρων τῶν τροχῶν· οὗτος δὲ ἐφίετο εἰσελθεῖν εἰς τὸ πλῆθος τῶν ἀνδρῶν, καὶ τρέψαι ἐπιπηδήσας, ἐνέβαλε δὲ θόρυβον χαλεπὸν τοῖς Ἕλλησιν, ἧσσον δὲ βολῆς δόρατος ἀνεχώρει. οὗτος δὲ τῶν μὲν ἄλλων ἀνδρῶν ταῖς τάξεσιν ἐπετίθετο δόρατι, καὶ ξίφει, καὶ μεγάλοις χειροπληθέσιν λίθοις· τοῦ Αἴαντος δὲ τοῦ υἱοῦ τοῦ Τελαμῶνος ἐξέφευγε τὴν μάχην. | 531 |
ὁ Ζεὺς δὲ ὁ πατὴρ ὁ ἐν ὕψει τὴν καθέδραν ἔχων, ἐνέβαλε τῷ Αἴαντι φόβον· ἔστη δὲ ἐκπλαγείς, ὄπισθεν δὲ ἔβαλεν τὴν ἑπτάβυρσον ἀσπίδα, σὺν δέει δὲ ἀνεχώρει ἐπιτηρήσας ἐπὶ τοῦ πλήθους, ὅμοιος θηρίῳ εἰς ἑκάτερα μεταστρεφόμενος καὶ τὸ φεύγειν καὶ τὸ ὁρμᾷν κατ' ὀλίγον τὸ γόνυ ἀλλάσσων ὥσπερ δὲ λέοντα πυροειδῆ ἀπὸ ἐπαύλεως βοῶν ἀπεδίωξαν κύνες καὶ ἄνδρες ἀγροῖκοι, οἵτινες οὐκ ἐῶσιν αὐτὸν ἐξελέσθαι τὸ λίπος τῶν βοῶν, δι᾽ ὅλης τῆς νυκτὸς γρηγοροῦντες, οὗτος δὲ κρεάτων ἐπιθυμῶν ὁρμᾷ, ἀλλ' οὐδὲν πράττει· πυκνὰ γὰρ ἀκόντια ἐναντίον ὁρμῶσιν ἀπὸ χειρῶν εὐτόλμων, καὶ αἱ καιόμεναι δέσμαι τῶν ξύλων, ἅστινας φοβεῖται, καίπερ ὁρμῶν, ἕωθεν δὲ μακρὰν ὑπεχώρησε τεθλιμμένῃ ψυχῇ· οὕτως Αἴας τότε λελυπημένος κατὰ ψυχὴν ἀπὸ τῶν Τρῴων ἀνεχώρει πάνυ ἄκων, ἐφοβεῖτο γὰρ περὶ τῶν νεῶν τῶν Ἑλλήνων. ὥσπερ δὲ ὅτε ὄνος παρὰ σπόριμα (παρὰ πεδίον καρποφόρον) πορευόμενος ἐβιάσατο παῖδας, νωθρός τε καὶ βραδύς, ᾧ δὴ πολλαὶ βακτηρίαι περὶ ἑκατέρου μέρους κατεκλάσθησαν, ἐθάδι ὄντι πάντοτε τύπτεσθαι, καὶ εἰσελθὼν κόπτει τὸ καλῶς αὐξηθὲν λήιον, οἱ παῖδες δὲ τύπτουσιν αὐτὸν βακτηρίαις, νηπιαρὰ δὲ αὐτῶν ἡ ἰσχύς, καὶ μόλις ἐξήγαγον, ἐπειδὴ ἐχορτάσθη τροφῆς· οὕτω τότε δὴ τὸν μέγαν Αἴαντα τὸν υἱὸν τοῦ Τελαμῶνος οἱ μεγαλόφρονες Τρῷες καὶ οἱ πόρρωθεν κεκλημένοι βοηθοί, βάλλοντες δόρασιν κατὰ τὸ μέσον τῆς ἀσπίδος ἀεὶ ἐπῄεσαν. ὁ Αἴας δὲ ποτὲ μὲν ἐμέμνητο τῆς πολεμικῆς ὁρμῆς τε καὶ ἰσχύος, αὖθις ὑποστρέφων, καὶ κατεκώλυεν τὰς τάξεις τῶν ἱππικῶν Τρῴων, ποτὲ δὲ εἰς φυγὴν ἐστρέφετο, πάντας δὲ τοὺς Τρῷας ἀπεῖργεν ἐπὶ ταῖς ταχείαις ναυσὶν ὁδεύειν μεταξὺ δὲ τῶν Τρῴων καὶ τῶν Ἑλλήνων αὐτὸς ὥρμᾳ ἑστηκώς, τὰ δὲ δόρατα ἀπὸ χειρῶν εὐτόλμων, ἄλλα μὲν ἐν τῇ μεγάλῃ ἀσπίδι ἐπήγνυντο εἰς τὸ πρόσῳ ὁρμώμενα, πολλὰ δὲ καὶ μεταξὺ πρὸ τοῦ ἅψασθαι τοῦ λευκοῦ σώματος εἰς γῆν πίπτοντα ἵσταντο, ἐπιθυμοῦντα σώματος κορεσθῆναι. | 543 |
τοῦτον δ᾽ οὖν ὡς ἴδεν ὁ λαμπρὸς υἱὸς τοῦ Εὐαίμονος ὁ Εὐρύπυλος ἐπειγόμενον βέλεσι πυκνοῖς, ἔστη δὴ παρ' αὐτὸν ἐλθών, καὶ ἔβαλε δόρατι λαμπρῷ, καὶ ἔτρωσε τὸν υἱὸν τοῦ Φαυσίου τὸν Ἀπισάονα τὸν βασιλέα τοῦ λαοῦ κατὰ τὸ διαφράσσον σπλάγχνον, εὐθέως δὲ τὰ γόνατα ὑποδιέλυσεν· Εὐρύπυλος δὲ ἐφώρμησε καὶ ἀφῃρεῖτο τὰ ὅπλα ἀπὸ τῶν ὤμων. τοῦτον δ᾽ οὖν ὡς ἶδεν Ἀλέξανδρος ὁ τὸ εἶδος παρόμοιος τοῖς θεοῖς τὰ ὅπλα ἀφαιρούμενον τοῦ Ἀπισάονος, εὐθέως τὸ τόξον εἷλκεν ἐπὶ τὸν Εὐρύπυλον, καὶ ἔτρωσεν αὐτὸν κατὰ τὸν μηρὸν ἰῷ τὸν δεξιὸν, συνετρίβη δὲ ὁ κάλαμος, οἷον τὸ βέλος, ἐβάρυνεν δὲ τὸν μηρόν, ὀπίσω δὲ εἰς τὸ ἄθροισμα τῶν φίλων ἀνεχώρει, ἐκφεύγων τὴν θανατηφόρον μοῖραν, ἐβόησε δὲ τρανῶς καὶ ἐξακούστως τοῖς Ἕλλησι φωνῶν. ὦ φίλοι ἡγεμόνες καὶ βασιλεῖς τῶν Ἑλλήνων στῆτε συστραφέντες, καὶ ἀποκρούσατε τὴν ἀνηλεῆ καὶ θανατηφόρον μοῖραν τῷ Αἴαντι, ὃς βέλεσιν ἐπείγεται, οὐδὲ οἴομαι αὐτὸν φυγεῖν ἐκ τοῦ κακοήχου πολέμου, ἀλλὰ πάνυ ἐναντίον μένετε περὶ τὸν μέγαν Αἴαντα τὸν υἱὸν τοῦ Τελαμῶνος. | 574 |
οὕτως εἶπεν ὁ Εὐρύπυλος τετρωμένος· οὗτοι δὲ ἐγγὺς αὐτοῦ παρεγένοντο κλίναντες τὰς ἀσπίδας καὶ προσερείσαντες τοῖς ὤμοις, καὶ τὰ δόρατα ἄνω κρατοῦντες· τούτων δὲ ἐναντίον ἦλθεν ὁ Αἴας, ἔστη δὲ μεταστραφείς, ἐπειδὴ παρεγένετο εἰς τὸ πλῆθος τῶν φίλων. | 591 |
οὕτως οὗτοι μὲν ἐμάχοντο, ὡς χρῆμα πυρὸς καιομένου· τὸν Νέστορα δὲ ἐξέφερον ἀπὸ τοῦ πολέμου αἱ ἐκ τῆς Νηλέως ἀγέλης ἵπποι ἱδρῶτι περιρρεόμεναι, ἦγον δὲ καὶ Μαχάονα τὸν βασιλέα τοῦ λαοῦ. τοῦτον δὲ θεασάμενος ἐγνώρισεν ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεύς, ἵστατο γὰρ ἐπὶ τῇ πρύμνῃ τῆς μεγάλης εὐρείας νεώς βλέπων τὴν μεγάλην ταλαιπωρίαν, καὶ τὴν δακρύων γέμουσαν δίωξιν· τάχιστα δὲ πρὸς τὸν ἑαυτοῦ φίλον τὸν Πάτροκλον εἶπε καλέσας (φωνήσας) ἀπὸ τῆς νεώς· οὗτος δὲ ἀκούσας ἐκ τῆς σκηνῆς ἐξῆλθεν ὅμοιος τῷ Ἄρεϊ, ἀρχὴ δ᾽ ἄρα κακοῦ ἦν αὐτῷ. πρὸς τοῦτον πρότερος εἶπεν ὁ ἰσχυρὸς υἱὸς τοῦ Μενοιτίου· τίποτέ με καλεῖς, ὦ Ἀχιλλεῦ; τίς δέ σοι χρεία ἐμοῦ; πρὸς τοῦτον δὲ μετὰ ταῦτ᾽ ἀπεκρίνετο ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεύς· ἐνδοξότατε υἱὲ τοῦ Μενοιτίου τῇ ἐμῇ πεφιλημένε ψυχῇ, νυνὶ ὑπολαμβάνω στήσεσθαι τοὺς Ἕλληνας περὶ τὰ ἐμὰ γόνατα παρακαλοῦντας· χρεία γὰρ καταλαμβάνει οὐκέτι χορητή· ἀλλ᾽ ἄπιθι νῦν, ὦ Πάτροκλε φίλε τοῦ Διός, ἐρώτησον τὸν Νέστορα, τίνα τοῦτον ἄγει τετρωμένον ἐκ τοῦ πολέμου, τὰ μὲν ὄπισθεν παντελῶς τῷ Μαχάονι ὅμοιός ἐστι τῷ υἱῷ τοῦ Ἀσκληπιοῦ, τὸ πρόσωπον δὲ τοῦ ἀνδρὸς οὐκ ἴδον· αἱ γὰρ ἵπποι μὲ παρέδραμον εἰς τὸ πρόσω ὁρμῶσαι. | 595 |
οὕτως εἶπε. Πάτροκλος δὲ ὑπήκουσε τῷ ἀγαπητῷ φίλῳ, ὥρμησε δὲ τρέχειν ἐπὶ τὰς σκηνὰς καὶ τὰς ναῦς τῶν Ἑλλήνων· οὗτοι δὲ ὁπηνίκα ἀφίκοντο εἰς τὴν σκηνὴν τοῦ υἱοῦ τοῦ Νηλέως, αὐτοὶ μὲν δὴ κατέβησαν ἐπὶ τὴν γῆν τὴν πολλοὺς βόσκουσαν καὶ τρέφουσαν, τοὺς ἵππους δὲ ἔλυσεν ἐκ τοῦ ὀχήματος ὁ Εὐρυμέδων ὁ θεράπων τοῦ γέροντος· οὗτοι δὲ τὸν ἱδρῶτα ἐξήραινον ἀπὸ τῶν χιτώνων πρὸς τὸν ἄνεμον ἐπιστραφέντες παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης· μετὰ ταῦτα δὲ ἐλθόντες εἰς τὴν σκηνὴν ἐκάθισαν ἐπὶ ταῖς καθέδραις· τούτοις ἐσκεύασεν ἡ καλλίκομος Ἑκαμήδη κυκεῶνα, ἤτοι πόμα ἐκ πολλῶν σκευαζόμενον, ἣν ἔλαβεν ἐκ τῆς Τενέδου ὁ γέρων, ὅτε Ἀχιλλεὺς ἐξεπόρθησεν αὐτήν, θυγατέρα οὖσαν Ἀρσινόου τοῦ μεγαλοψύχου, ἣν αὐτῷ οἱ Ἕλληνες ἔδωκαν ἔκκριτον, διότι ἄριστος πάντων ἐν βουλῇ ἦν· αὕτη πρῶτον μὲν αὐτοῖς ἐξέτεινεν ἔμπροσθεν τράπεζαν περικαλλῆ, κυανόποδα (κυανοῦν ἔχουσαν τὸν ἔξωθεν κύκλον) καλῶς ἐξεσμένην, ἐπ᾿ αὐτῇ δὲ χαλκοῦν κανίσκιον, ἐπ᾿ αὐτῷ δὲ κρόμυον, ὄψον τῇ πόσει, καὶ μέλι νέον, παρ᾿ αὐτὰ δὲ τὸ λεπτὸν τοῦ ἱεροῦ ἀλεύρου, ἤτοι ἄρτον, παρ᾽ αὐτὰ δὲ ποτήριον εὐειδές, ὅπερ ἐκ τοῦ οἴκου ἐκόμισεν ὁ γέρων, ἥλοις χρυσοῖς καθηλωμένον, ὦτα δὲ αὐτοῦ ἦσαν τέσσαρα, περὶ ἕκαστον δὲ δύο περιστεραὶ χρυσαῖ ἐνέμοντο, δύο δὲ ὑποκάτω ἦσαν πυθμένες (δύο δὲ ἄλλαι ὑποπυθμένιαι ἦσαν). ἄλλος μὲν οὖν πρεσβύτης μόλις ἀπὸ τῆς τραπέζης ἐκίνει πεπληρωμένον ὂν· ὁ γέρων δὲ Νέστωρ ἄνευ κόπου ἦρεν· ἐν τούτῳ δὴ αὐτοῖς ἐτάραξε ποτὸν ἡ ταῖς θεαῖς ὁμοία γυνὴ οἴνῳ παλαιῷ, ἐπ᾿ αὐτῷ δὲ κυρὸν αἴγειον ἔτριψεν τριπτῆρι σιδηρῷ, ἐπὶ τούτῳ δὲ ἄλευρα λευκὰ ἔπασε· πίνειν δὲ εἶπεν, ἐπειδὴ ἐσκεύασεν τὸν κυκεῶνα. οὗτοι δ᾽ οὖν ἐπειδὴ πίνοντες ἀφῆκαν τὴν πολλὴν ξηρότητα ἔχουσαν δίψαν, λόγοις εὐφραίνοντο πρὸς ἀλλήλους ὁμιλοῦντες. Πάτροκλος δὲ ἐπέστη ταῖς θύραις ὁ ἴσος θεῷ ἀνήρ· τοῦτον δὲ θεασάμενος ὁ γέρων, ἀνέστη ἀπὸ τοῦ λαμπροῦ θρόνου, εἰσῆγε δὲ κρατήσας ἀπὸ τῆς χειρός, καθίσαι δὲ ἐκέλευσεν. ὁ Πάτροκλος ἀφ' ἑτέρου μέρους ἠρνεῖτο, καὶ λόγον εἶπεν· οὐκ ἔστιν ὥρα τοῦ καθῆσθαι, ὦ ἐνδοξότατα τεθαμμένε γέρον, οὐδὲ καταπείσεις με· αἰδοῦς τε καὶ ἐντροπῆς ἄξιός ἐστιν ὅς με ἔπεμψεν ἐρωτῆσαι καὶ μαθεῖν, τίνα τοῦτον ἄγεις τετρωμένον· ἀλλὰ δὴ κᾀγὼ γινώσκω· ὁρῶ γὰρ Μαχάονα τὸν βασιλέα τοῦ λαοῦ. νῦν δὲ πάλιν μηνυτὴς πορεύσομαι τῷ Ἀχιλλεῖ λέξων τὸν λόγον· καλῶς δὲ σὺ οἶδας, ὦ γέρον ἐνδοξότατα τεθραμμένε, οἷος ἐκεῖνός ἐστιν ἀνὴρ χαλεπός, ἴσως ἂν αἰτιῷτο καὶ τὸν μηδὲν πταίοντα. | 615 |
πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ· τί δή ποτε οὕτως Ἀχιλλεὺς ἐλεεῖ τοὺς υἱοὺς τῶν Ἑλλήνων ὅσοι βέλεσι τέτρωνται; οὐκέτι ἐπίσταται ὅση θλίψις ἠγέρθη κατὰ τὸν στρατὸν; οἱ ἄριστοι γὰρ κεῖνται ἐν ταῖς ναυσὶν πόρρωθεν καὶ ἔγγυθεν τετρωμένοι· βέβληται μὲν ὁ ἰσχυρὸς Διομήδης ὁ υἱὸς τοῦ Τυδέως, τέτρωται δὲ ὁ κατὰ πόλεμον ἔνδοξος Ὀδυσσεύς, καὶ ὁ Ἀγαμέμνων· τέτρωται δὲ ὁ Εὐρύπυλος κατὰ τὸν μηρὸν ἰῷ· τοῦτον δὲ ἄλλον ἐγὼ νῦν ἐξήγαγον ἀπὸ τοῦ πολέμου ὀϊστῷ, ἀπὸ νευρᾶς τετρωμένον· ὁ Ἀχιλλεὺς δὲ ἀνδρεῖος (ἀγαθὸς) ὤν, οὐ φροντίζει τῶν Ἑλλήνων, οὐδὲ ἐλεεῖ· ἢ μένει ἕως ἂν αἱ ταχεῖαι νῆες ἐγγὺς τῆς θαλάσσης παρὰ γνώμην τῶν Ἑλλήνων καῶσι (καίωνται) πυρὶ πολεμίῳ καὶ ἀφανιστικῷ, καὶ ἡμεῖς ἀναιρώμεθα ἐφεξῆς; οὐ γὰρ ἐμοὶ δύναμίς ἐστιν, οἵα πρότερον ἦν ἐν τοῖς κεκαμμένοις μέλεσιν· εἴθε οὕτως ἀκμάζοιμι, ἡ ἰσχὺς δέ μοι βέβαιος εἴη, ὥσπερ ὅτε τοῖς Ἠλείοις καὶ ἡμῖν ἔρις ἐγένετο ἕνεκα τῆς βοηλασίας, ὁπηνίκα ἐγὼ ἀπέκτεινα τὸν Ἰτυμονέα τὸν ἀνδρεῖον υἱὸν τοῦ Ὑπερόχου, ὃς ἐν τῇ Ἤλιδι κατῴκει, ἀντίποινα καὶ οἷον ἀνθαρπάγματα ἁρπάζων· οὗτος δὲ βοηθῶν ταῖς ἑαυτοῦ βουσὶν ἐτρώθη ἐν πρώτοις (πρῶτος) δόρατι ἀπὸ τῆς ἐμῆς χειρός· κατέπεσε δέ, τὸ πλῆθος δὲ τῶν ἀγροίκων πάνυ ἐφοβήθη· λείαν δὲ ἐκ τοῦ πεδίου ἀπηγάγομεν ἀθρόως πολλήν, πεντήκοντα ἀγέλας βοῶν, τοσαῦτα δὲ ποίμνια προβάτων, τοσαῦτα δὲ χοίρων χοιροποιμένια, τοσαῦτα δὲ ποίμνια πλατέα αἰγῶν· ἵππους δὲ ξανθὰς ἑκατὸν πεντήκοντα, πάσας θηλείας, πολλαῖς δὲ ὑπῆσαν πῶλοι· καὶ ταῦτα μὲν ἠγάγομεν εἰς τὴν Πύλον τοῦ Νηλέως, εἰς τὴν πόλιν νύκτωρ, ἔχαιρεν δὲ κατὰ διάνοιαν ὁ Νηλεύς, διότι ἔτυχέ μοι πολλὰ νέῳ ἀπελθόντι εἰς τὸν πόλεμον· κήρυκες δὲ ὀξὺ ἀνεβόων ἅμα τῇ ἡμέρᾳ φαινομένῃ τούτους ἐλθεῖν, οἷς δάνειον ὠφείλετο ἐν τῇ ἐνδοξοτάτῃ Ἤλιδι. οἱ ἄνδρες δὲ οἱ ἡγεμόνες τῶν Πυλίων συναθροιζόμενοι διῄρουν καὶ διένεμον· πολλοῖς γὰρ οἱ Ἠλεῖοι δάνειον ἐχρεώστουν. οὕτως ἡμεῖς ὀλίγοι κεκακωμένοι ἦμεν ἐν τῇ Πύλῳ· ἐλθοῦσα γὰρ ἡ ἰσχὺς τοῦ Ἡρακλέους, ἤτοι ὁ Ἡρακλῆς ἐκάκωσεν ἐπὶ τῶν προτέρων ἐτῶν, ἀνῃρέθησαν δὲ ὅσοι ἦσαν ἄριστοι· δώδεκα γὰρ υἱοὶ ἦμεν τοῦ βελτίστου Νηλέως, ἀπὸ τούτων μόνος κατελείφθην ἐγώ, οἱ ἄλλοι δὲ πάντες ἀπώλοντο. διὰ ταῦτα ἀλαζονευόμενοι οἱ σιδηροθώρακες Ἠλεῖοι, εἰς ἡμὰς ἀπαναισχυντοῦντες, ἄδικα ἐμηχανῶντο καὶ ἔπρασσον. ἐξ αὐτῶν δὲ ὁ γέρων ἀγέλην βοῶν καὶ ποίμνιον μέγα προβάτων ἔλαβεν, ἐκκρίνας τριακόσια, καὶ νομεῖς· καὶ γὰρ μέγα χρέος αὐτῷ ὠφείλετο ἐν τῇ θαυμαστῇ Ἤλιδι· τέσσαρες ἵπποι νικηφόροι σὺν τοῖς ὀχήμασιν ἀφικόμενοι πρὸς τὰ ἆθλα· ἔμελλον γὰρ περὶ τρίποδος δραμεῖσθαι· τούτους δὲ αὐτόθι ὁ βασιλεὺς τῶν ἀνδρῶν Αὐγείας κατέσχε, τὸν ἡνίοχον δὲ τῶν ἵππων ἀφῆκε λυπούμενον. τούτων ἕνεκα τῶν λόγων καὶ τῶν ἔργων ὀργισθεὶς ὁ γέρων, ἐκλεξάμενος ἔλαβε πάνυ πολλά, τὰ ἄλλα δὲ ἔδωκε τῷ δήμῳ διαμερίσαι, μήτις αὐτῷ ἀπέλθοι στερισκόμενος τοῦ ἴσου. ἡμεῖς μὲν οὖν ταῦτα πάντα διῳκοῦμεν, καὶ περὶ τὴν πόλιν ἐθύομεν ἱερεῖα τοῖς θεοῖς· οὗτοι δὲ τῇ τρίτῃ ἡμέρᾳ πάντες ἐπῆλθον ὁμοῦ, αὐτοί τε πολλοὶ καὶ οἱ μονώνυχες ἵπποι πανστρατί, ἐν αὐτοῖς δὲ οἱ Μολίονες καθωπλίζοντο παῖδες ἔτι ὄντες, οὔπω πάνυ ἐπιστήμονες τῆς πολεμικῆς ἰσχύος· ἔστι δέ τις πόλις Θρύον ὀνόματι, γῆς ἐπανάστημα ὑψηλόν, πόρρω παρὰ τὸν Ἀλφειὸν ποταμόν, ἐσχάτη τῆς ψαμμώδους Πύλου· περὶ ταύτην ἐστρατοπεδεύοντο ἐκπορθῆσαι, καὶ διαφθεῖραι προθυμούμενοι. ἀλλ᾿ ὁπηνίκα πᾶν τὸ πεδίον διῆλθον, ἧκεν ἡμῖν ἡ Ἀθηνᾶ μηνυτὴς τρέχουσα νύκτωρ ἐκ τοῦ οὐρανοῦ ὥστε καθοπλίζεσθαι, οὐδὲ ἄκοντα τὸν λαὸν συνήθροισεν κατὰ τὴν Πύλον, ἀλλὰ πάνυ ὡρμημένους ἐπὶ τὸν πόλεμον· ἐμὲ δὲ ὁ Νηλεὺς οὐκ ἀφίει καθωπλίζεσθαι, ἠφάνισε δέ μοι τοὺς ἵππους· οὔπω γάρ με ᾤετο εἰδέναι ἔργα πολεμικά· ἀλλὰ καὶ οὕτως ἐν τοῖς ἡμετέροις ἱππεῦσι διέπρεπον, καὶ ἔξοχος ἦν, καίπερ ὢν πεζός, ἐπεὶ οὕτως ἤγειρε τὴν φιλονεικίαν ἡ Ἀθηνᾶ. ἔστι δέ τις ποταμὸς Μινύειος καλούμενος ἐκβάλλων εἰς τὴν θάλασσαν ἐγγὺς τῆς Ἀρήνης πόλεως, ὅπου παρεμένομεν τὴν ἔνδοξον ἡμέραν οἱ ἱππεῖς τῶν Πυλίων, τὰ τάγματα δὲ τῶν πεζῶν ἐπέρρεον· ἐντεῦθεν δὲ πανστρατὶ ὅπλοις καθοπλισθέντες κατὰ τὸ μεσημβρινὸν ἀφικόμεθα εἰς τὸν ἱερὸν ῥοῦν τοῦ Ἀλφειοῦ, ὅπου τῷ Διὶ τῷ μεγαλοδυνάμῳ θύσαντες ἱερεῖα καλά, ταῦρον δὲ τῷ Ἀλφειῷ, ταῦρον δὲ τῷ Ποσειδῶνι, τῇ εὐοφθάλμῳ δὲ Ἀθηνᾷ βοῦν ἄγραυλον· δεῖπνον μετὰ ταῦτα ἐλάβομεν κατὰ τὸν στρατὸν ἐν τοῖς τάγμασι, καὶ ὑπνόσαμεν ἅπαντες ἐν τοῖς ἰδίοις ὅπλοις περὶ τὰ ῥεύματα τοῦ ποταμοῦ οἱ μεγαλόψυχοι δὲ Ἠλεῖοι περιίσταντο δή, τὴν πόλιν ἐκπορθῆσαι προθυμούμενοι, ἀλλὰ πρὶν ἀπολέσαι, μέγα ἔργον πολέμου ὤφθη αὐτοῖς· ὁπηνίκα γὰρ ὁ λάμπων ἥλιος ἀνέτειλεν καὶ ὑπεράνω τῆς γῆς ἐγένετο, συνήπτομεν μάχην (συνηρχόμεθα εἰς πόλεμον), τῷ τε Διὶ εὐχόμενοι καὶ τῇ Ἀθηνᾷ· ἀλλ᾿ ἡνίκα δὴ τῶν Πυλίων καὶ τῶν Ἠλείων ἦν ἔρις καὶ συμπλοκὴ πολέμου, πρῶτος ἐγὼ ἀπέκτεινα ἄνδρα, ἔλαβον δὲ τοὺς μονώνυχας ἵππους αὐτοῦ, Μούλιον, τὸν πολεμιστήν, γαμβρὸς δὲ ἦν τοῦ Αὐγείου, τὴν πρεσβυτέραν δὲ θυγατέρα αὐτοῦ εἶχε τὴν ξανθὴν Ἀγαμήδην, ἣ τοσαῦτα φάρμακα ἠπίστατο, ὅσα ἔχει καὶ τρέφει ἡ πλατεῖα γῆ. τοῦτον μὲν οὖν ἐγὼ προσερχόμενον ἔτρωσα δόρατι σιδήρῳ ἐστομωμένῳ, κατέπεσε δὲ εἰς γῆν· ἐγὼ δὲ εἰς τὸν δίφρον ἀναβάς, ἔστην δὴ ἐν τοῖς πρωταγωνισταῖς· οἱ μεγαλόψυχοι δὲ Ἠλεῖοι ἐτράπησαν εἰς φυγὴν ἄλλοσε ἄλλος· ἐπειδὴ ἐθεάσαντο πεσόντα ἄνδρα ἡγεμόνα τῶν ἱππέων, ὅστις ἠρίστευεν ἐν τῷ πολεμεῖν. ἐγὼ δὲ ἐφώρμησα ὅμοιος καταιγίδι καὶ συστροφῇ ἀνέμου μετὰ ὑετοῦ σκοτεινῇ, πεντήκοντα δὲ δίφρους εἷλον, δύο δὲ περὶ ἕκαστον ἄνδρες τοῖς ὀδοῦσιν ἐλάβοντο τοῦ ἐδάφους, δαμασθέντες καὶ ἀποθανόντες ὑπὸ τοῦ ἐμοῦ δόρατος· καὶ δὴ τοὺς Μολίονας τοὺς υἱοὺς τοῦ Ἄκτορος ἀπέκτεινα ἄν, εἰ μὴ αὐτοὺς ὁ πατὴρ ὁ μέγας βασιλεὺς Ποσειδῶν ἔσωσεν ἐκ τοῦ πολέμου, καλύψας ἀέρι πολλῷ. τότε ὁ Ζεὺς τοῖς Πυλίοις μεγάλην νίκην παρέσχετο· ἐν τοσούτῳ γὰρ ἐδιώκομεν διὰ τοῦ ἐπιμήκους πεδίου, ἀναιροῦντες αὐτούς, καὶ συνάγοντες τὰ καλὰ αὐτῶν ὅπλα, ἕως οὗ ἀνεβιβάσαμεν τοὺς ἵππους ἐπὶ τοῦ Βουσίου τοῦ πολυσίτου, καὶ τῆς Ὠλενίας πέτρας καὶ τοῦ Ἀλεισίου, ὅπου Κολώνη ὀνομάζεται, ἐκεῖθεν δὲ εἰς τοὐπίσω ἔτρεψε τὸν στρατὸν ἡ Ἀθηνᾶ· ἐκεῖ (τότε) ἄνδρα ἀποκτείνας τὸ ὕστατον κατέλιπον· οἱ Πύλιοι δὲ ὀπίσω ἀπὸ τοῦ Βουπρασίου ἤλαυνον τοὺς ταχεῖς ἵππους εἰς τὴν Πύλον, πάντες δὲ ηὔχοντο Διὶ μὲν ἀπὸ τῶν θεῶν, Νέστορι δὲ ἀπὸ τῶν ἀνδρῶν. οὕτως ἦν, εἴποτε ἦν, ἐν ἀνδράσιν. Ἀχιλλεὺς δὲ μόνος τῆς ἑαυτοῦ ἀρετῆς καὶ ἀνδρίας ἀπολαύσει· ὄντως που αὐτὸν ὑπολαμβάνω πάνυ μετὰ ταῦτα θρηνήσειν, ἐπειδὰν ὁ στρατὸς ἀπόληται. ὦ φίλτατε, ὄντως που σοί γε Μενοίτιος οὕτως ἐπέταττε τῇ ἡμέρᾳ ἐκείνῃ, ἡνίκα σε ἐκ τῆς Φθίας ἔπεμπε τῷ Ἀγαμέμνονι· ἡμεῖς δὲ ἐντὸς ὄντες ἐγὼ καὶ ὁ ἐνδοξότατος Ὀδυσσεὺς πάντα μάλα ἐν τοῖς οἴκοις ἠκούομεν καθάπερ ἐνετέλλετο, ἀφικόμεθα δὲ εἰς τοὺς οἴκους τοὺς καλῶς οἱκουμένους τοῦ Πηλέως, συναθροίζοντες τὸν λαὸν κατὰ τὴν Ἑλλάδα τὴν πολλοὺς τρέφουσαν· ἐκεῖ δ᾽ οὖν εὕρομεν ἔνδον Μενοίτιον τὸν ἥρωα, καὶ σέ, παρ᾽ ὑμῖν δὲ καὶ τὸν Ἀχιλλέα· ὁ γέρων δὲ ἱππικὸς Πηλεὺς λιπαροὺς μηροὺς ἔκαιε βοὸς τῷ Διὶ τῷ τοὺς ἐναντίους τρέποντι κεραυνῷ ἐν τῷ χόρτῳ (τῷ περιβόλῳ) τῆς αὐλῆς, ἐκράτει δὲ ποτήριον χρυσοῦν λείβων οἶνον θερμαντικὸν ἐπὶ τοῖς καιομένοις ἱερείοις. ὑμεῖς μὲν οὖν περιείπετε καὶ διετίθεσθε τὰ κρέατα τοῦ βοός· ἡμεῖς δὲ μετὰ ταῦτα ἔστημεν ἐν τοῖς προθύροις, ἐκπλαγεὶς δὲ ἀνώρμησεν ὁ Ἀχιλλεύς, εἰσῆγε δὲ κρατήσας ἀπὸ τῆς χειρός, καθίσαι δὲ ἐκέλευσε, καὶ ξένια καλῶς παρέθηκεν, ἅπερ φίλοις καθήκει· ἐπεὶ δὲ εὐφράνθημεν ἐσθίοντες καὶ πίνοντες (ἐκορέσθημεν τροφῆς τε καὶ πόσεως), ἠρχόμην ἐγὼ λόγου, λέγων ὑμᾶς συνέπεσθαι, ὑμεῖς δὲ πάνυ ἐβούλεσθε, οἱ δὲ ἀμφότεροι πολλὰ ἐνετέλλοντο. Πηλεὺς μὲν ὁ γέρων τῷ ἑαυτοῦ παιδὶ τῷ Ἀχιλλεῖ ἐνετέλλετο ἀεὶ ἀνδραγαθεῖν καὶ ἔξοχον εἶναι τῶν ἄλλων. σοὶ δὲ οὕτως ἐνετέλλετο Μενοίτιος ὁ υἱὸς τοῦ Ἄκτορος· ὦ τέκνον ἐμόν, τῷ μὲν γένει μείζων ἐστὶν Ἀχιλλεύς, πρεσβύτερος δὲ σὺ τυγχάνεις, ἰσχύϊ δὲ οὗτος πολλῷ κρείσσων· ἀλλ᾽ εὖγε αὐτῷ λέγε συνετὸν λόγον, καὶ παραίνει καὶ δείκνυ αὐτῷ· οὗτος δὲ ὑπακούσει σοι πρός γε χρηστόν τι καὶ λυσιτελές. οὕτως ἐνετέλλετο ὁ γέρων, σὺ δὲ ἐπελάθου· ἀλλ᾿ ἔτι καὐτῷ παρόντι ταῦτα λέγοις ἂν (εἰπὲ) τῷ συνετῷ Ἀχιλλεῖ, ὅπως πεισθῇ· τίς δὲ οἶδεν εἰ σὺν θεῷ διερεθίσαις αὐτῷ τὴν ψυχὴν παραινέσας; χρηστὴ δέ ἐστιν ἡ παραίνεσις τοῦ ἑταίρου· εἰ δέ τινα μαντείαν ἐκφεύγει κατὰ τὸ ἑαυτοῦ λογιστικόν, καί τινα αὐτῷ παρὰ τοῦ Διὸς ἐδήλωσεν ἡ σεβαστή μήτηρ, ἀλλὰ σὲ γοῦν πεμψάτω, ὁμοῦ δὲ καὶ ὁ ἄλλος στρατὸς ἀκολουθείτω τῶν Μυρμιδόνων, εἴ τί που φῶς τοῖς Ἕλλησιν γένοιο, καί σοι τὰ καλὰ αὐτοῦ ὅπλα δότω φορεῖν ἐπὶ τὸν πόλεμον, ὅπως ἄν σε ἀπεικάζοντες αὐτῷ ἀποστῶσιν τοῦ πολέμου οἱ Τρῷες, ἀναπαύσωνται δὲ οἱ πολεμικοὶ υἱοὶ τῶν Ἑλλήνων καταπονούμενοι, ἐν βραχεῖ δὲ καὶ συντόμῳ ἡ ἀνάπαυσις τοῦ πολέμου, καὶ τὰ τῆς ἐπικουρίας δύναται αὐτοῖς γενέσθαι· εὐκόλως δὲ (χὰρ) οἱ ἀναπαυόμενοι τοὺς κεκοπωμένους ἄνδρας βοῇ μόνῃ ἀπωθήσεσθε πρὸς τὴν πόλιν ἀπὸ τῶν νεῶν καὶ τῶν κλισιῶν. | 654 |
οὕτως εἶπε, τούτῳ δὲ ἄρα παρώξυνε τὴν ψυχὴν ἐν τοῖς στήθεσιν. ὥρμησε δὲ πορεύεσθαι ἐπὶ τὰς ναῦς πρὸς Ἀχιλλέα τὸν ἔγγονον τοῦ Αἰακοῦ. ἀλλ᾿ ὁπηνίκα δὴ εἰς τὰς ναῦς τοῦ θείου Ὀδυσσέως ἀφίκετο τρέχων ὁ Πάτροκλος, ὅπου ἡ ἀγορὰ καὶ τὸ κριτήριον αὐτοῖς ἦν, ἔνθα δὴ καὶ βωμοὶ τῶν θεῶν αὐτοῖς κατεσκευασμένοι ἦσαν, ἐκεῖ αὐτῷ συνήντησεν ὁ Εὐρύπυλος τετρωμένος ἰῷ κατὰ τὸν μηρὸν ὁ εὐγενέστατος υἱὸς τοῦ Εὐαίμονος χωλαίνων ἐκ τοῦ πολέμου, ἱδρὼς δὲ διὰ τῶν νώτων κατέρρει ἐκ τῶν ὦμων καὶ τῆς κεφαλῆς· ἀπὸ δὲ τοῦ ἀλγεινοῦ τραύματος μέλαν αἷμα συνεχῶς ἔρρει, ὁ νοῦς μέντοι ἀσφαλὴς ἦν. τοῦτον δὲ θεασάμενος ἠλέησεν ὁ ἰσχυρὸς υἱὸς τοῦ Μενοιτίου, καὶ δὴ θρηνῶν λόγους ταχεῖς ἔλεγεν. ἆ ἄθλιοι ἡγεμόνες τῶν Ἑλλήνων καὶ βασιλεῖς· οὕτως ἐμέλλετε ἄρα πόρρω τῶν συγγενῶν καὶ τῆς πατρίδος γῆς πληρώσειν ἐν τῇ Τροίᾳ τοὺς ταχεῖς κύνας λευκῇ πιμελῇ· ἀλλ᾽ ἄγε εἰπέ μοι τοῦτο, ὦ ἥρως Εὐρύπυλε ἐνδοξότατα τεθραμμένε, ἆρ᾽ἔτι που κωλύσουσιν τὸν μέγαν Ἕκτορα οἱ Ἕλληνες, ἢ ἤδη φθαρήσονται ὑπ ' αὐτοῦ δόρατι δαμασθέντες, καὶ ἀναιρεθέντες; | 803 |
πρὸς τοῦτον δὲ ὁ συνετὸς Εὐρύπυλος ἐξ ἐναντίας ἔλεγεν· ὦ εὐγενέστατε Πάτροκλε, οὐκέτι βοήθημα τῶν Ἑλλήνων ἔσται, ἀλλ᾽ ἐν ταῖς μελαίναις ναυσὶ πεσοῦνται· οἱ πάντες μὲν γὰρ ὅσοι τὸ πρῶτον ἦσαν κράτιστοι, ἐν ταῖς ναυσὶ κεῖνται τετρωμένοι πόρρωθεν καὶ ἐγγύθεν ὑπὸ τῶν χειρῶν τῶν Τρῴων· τούτων δὲ ἡ δύναμις ἀεὶ ἐπαυξάνει. ἀλλὰ σὺ μὲν ἐμὲ σῶσον, ἄγων ἐπὶ τὴν μέλαιναν ναῦν· ταμὼν δὲ ἔξελε τοῦ μηροῦ τὸν ἰόν, ἀπ᾿ αὐτοῦ δὲ τὸ μέλαν αἷμα νίψον ὕδατι χλιαρῷ, φάρμακα δὲ πραϋντικὰ ἐπίπαττε καὶ ἐπιτίθει τὰ χρηστά, ἅπερ σέ φασιν διδαχθῆναι παρὰ τοῦ Ἀχιλλέως, ὃν ἐδίδαξεν ὁ Χείρων ὁ φιλοξενώτατος τῶν Κενταύρων· οἱ ἰατροὶ γὰρ ὅ, τε Ποδαλείριος καὶ ὁ Μαχάων, τὸν μὲν ἐν ταῖς σκηναῖς οἴομαι εἶναι τραῦμα ἔχοντα, δεόμενον καὶ αὐτὸν ἰατροῦ δοκίμου. ὁ ἕτερος δὲ ἐν τῷ πεδίῳ μένων, διαφέρει τὸν ὀξὺν πόλεμον τῶν Τρῴων. | 821 |
πρὸς τοῦτον δὲ εἶπεν ὁ ἰσχυρὸς υἱὸς τοῦ Μενοιτίου. πῶς δ᾽ ἂν εἴη ταῦτα τὰ ἔργα; τί ποιήσωμεν, ὦ ἥρως Εὐρύπυλε; πορεύομαι ὅπως τῷ συνετῷ Ἀχιλλεῖ εἴπω τὸν λόγον, ὃν Νέστωρ ἐνετέλλετο ὁ ἀπὸ τῆς Γερήνης ἡγεμὼν τῶν Ἑλλήνων· ἀλλ᾽ ὅμως οὐδὲ οὕτως ἐγκαταλείψω σε πάσχοντα καὶ καταπονούμενον. | 836 |
εἶπε, καὶ ὑπὸ τὸ στέρνον λαβὼν ἦγε τὸν βασιλέα τῶν λαῶν εἰς τὴν σκηνήν· ὁ θεράπων δὲ θεασάμενος ὑπέστρωσε βύρσας· ἐκεῖ δ᾽αὐτὸν ἐξαπλώσας ἐξέτεμεν ἐκ τοῦ μηροῦ μαχαίρᾳ τὸ τμητικὸν πικρότατον βέλος, ἀπ᾿ αὐτοῦ δὲ τὸ μέλαν αἷμα ἔνιψεν ὕδατι χλιαρῷ, ῥίζαν δὲ πικρὰν ἐπέβαλε, συντρίψας ταῖς χερσί, παυστικὴν τῶν ὀδυνῶν, ἥτις αὐτῷ πάσας τὰς ὀδύνας ἀνεῖλε· τὸ τραῦμα μὲν οὖν ἐξηραίνετο, ἔληξε δὲ τὸ αἷμα. | 841 |