Homeric text & Koine Greek paraphrase by Theodorus Gaza
ἠὼς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ Τιθωνοῖο | 001 |
ἡ ἡμέρα δὲ ἐκ τῆς κοίτης παρὰ τοῦ θαυμαστοῦ ἐπὶ τῷ κάλλει Τιθωνοῦ | |
ὄρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι· | 002 |
ἀνίστατο, ὅπως τοῖς ἀθανατοῖς θεοῖς καὶ τοῖς ἀνθρώποις ἐνέγκαι φῶς· | |
Ζεὺς δ' Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν | 003 |
ὁ Ζεὺς δὲ Ἔριν τὴν χαλεπὴν ἐπὶ τὰς ταχείας ναῦς τῶν Ἑλλήνων προέπεμψε, | |
ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν. | 004 |
σημεῖον πολέμου κατέχουσαν ἐν ταῖς χερσίν· | |
στῆ δ' ἐπ' Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ, | 005 |
ἔστη δὲ ἐπὶ τῇ μεγάλῃ μελαίνῃ νηὶ τοῦ Ὀδυσσέως, | |
ἥ ῥ' ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε, | 006 |
ἥτις δὴ ἐν τῷ μέσῳ ἦν, ὥστε φωνεῖν ἐφ' ἑκατέρου μέρους, | |
ἠμὲν ἐπ' Αἴαντος κλισίας Τελαμωνιάδαο | 007 |
καὶ ἐπὶ τὰς σκηνὰς τοῦ Αἴαντος τοῦ υἱοῦ τοῦ Τελαμῶνος, | |
ἠδ' ἐπ' Ἀχιλλῆος, τοί ῥ' ἔσχατα νῆας ἐΐσας | 008 |
καὶ ἐπὶ τὰς τοῦ Ἀχιλλέως· οἳ δὴ ἐν ἐσχάτῳ τοῦ στρατοῦ τὰς ἰσοτοίχους ναῦς | |
εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν | 009 |
εἵλκυσαν, ἀνδρίᾳ πεποιθότες καὶ ἰσχύϊ χειρῶν· | |
ἔνθα στᾶσ' ἤϋσε θεὰ μέγα τε δεινόν τε | 010 |
ἐκεῖ στᾶσα ἡ θεὰ ἐβόησε μεγάλως τε καὶ φοβερῶς, | |
ὄρθι', Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ' ἑκάστῳ | 011 |
καὶ ἀνατεταμένως, καὶ ἐξακούστως, πᾶσι δὲ τοῖς Ἕλλησιν ἰσχὺν εὔτολμον ἐνέβαλεν | |
καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. | 012 |
ἐν τῇ καρδίᾳ, ὥστ᾽ ἀδιαλείπτως πολεμεῖν τε καὶ μάχεσθαι· | |
τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ' ἠὲ νέεσθαι | 013 |
τούτοις δὲ εὐθὺς ἡδίων ἐγένετο ὁ πόλεμος, ἢ τὸ πορεύεσθαι | |
ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. | 014 |
ἐν ταῖς κοίλαις ναυσὶν εἰς τὴν πατρίδα τὴν προσφιλῆ γῆν. | |
Ἀτρεΐδης δ' ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν | 015 |
ὁ υἱὸς δὲ τοῦ Ἀτρέως ἐφώνησε καὶ καθοπλίζεσθαι ἐκέλευσε | |
Ἀργείους· ἐν δ' αὐτὸς ἐδύσετο νώροπα χαλκόν. | 016 |
τοὺς Ἕλληνας, αὐτὸς δὲ ἐνεδύσατο λαμπρότατον σίδηρον | |
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε | 017 |
πρῶτον μὲν κνημίδας περιέθηκε ταῖς κνήμαις | |
καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· | 018 |
καλὰς καὶ χρησίμους ἀργυροῖς σφυροκαλύμμασι προσηρμοσμένας· | |
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε, | 019 |
δεύτερον δὲ θώρακα περιεβάλλετο τῷ στήθει, | |
τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι. | 020 |
ὅν ποτε ἔδωκεν αὐτῷ ὁ Κινύρης, ὥστ᾽ εἶναι δῶρον φιλικόν· | |
πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκ' Ἀχαιοὶ | 021 |
ἤκουσε γὰρ εἰς Κύπρον τὴν μεγάλην φήμην, διότι οἱ Ἕλληνες | |
ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον· | 022 |
ἔμελλον ἀναπλεύσεσθαι ταῖς ναυσὶν εἰς τὴν Τροίαν· | |
τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ. | 023 |
τούτου χάριν ἔδωκε τοῦτον αὐτῷ πρὸς χάριν πράττων τῷ βασιλεῖ· | |
τοῦ δ' ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο, | 024 |
τούτου δὲ ῥάβδοι μὲν δέκα ἦσαν μέλανος κυανοῦ, | |
δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο· | 025 |
δώδεκα δὲ χρυσοῦ, καὶ εἴκοσι καττιτέρου· | |
κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν | 026 |
δράκοντες δὲ κυανοῖ ὥρμηντο ἐκτεινόμενοι πρὸς τὸν τράχηλον, | |
τρεῖς ἑκάτερθ' ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων | 027 |
τρεῖς ἑκατέρωθεν ὅμοιοι ταῖς ἴρισιν, ἃς ὁ υἱὸς τοῦ Κρόνου | |
ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων. | 028 |
ἐνέπηξεν εἰς τὸ νέφος, σημεῖον τῶν μεμερισμένην ἐχόντων τὴν φωνὴν ἀνθρώπων. | |
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι | 029 |
τοῖς ὤμοις δὲ περιεβάλετο τὸ ξίφος, ἐν αὐτῷ δὲ | |
χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν | 030 |
οἱ χρυσοῖ ἧλοι περιέλαμπον, ξιφοθήκη δὲ | |
ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός. | 031 |
ἀργυρᾶ περιέκειτο χρυσοῖς ἀναφορεῦσι περιηρτημένη· | |
ἂν δ' ἕλετ' ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν | 032 |
ἀνελάβετο δὲ τὴν τοὺς ἄνδρας περιέπουσαν ποικιλωτάτην πολεμικὴν ἀσπίδα | |
καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν, | 033 |
τὴν περικαλλῆ, περὶ ἣν δέκα μὲν κύκλοι ἦσαν χαλκοῖ, | |
ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο | 034 |
ἐν αὐτῇ δὲ εἴκοσιν ὀμφαλοὶ καττιτέρου ἦσαν, | |
λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο. | 035 |
λευκοί, ἐν τῷ μέσῳ δὲ ἦν μέλανος κυανοῦ. | |
τῇ δ' ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο | 036 |
ἐπ᾿ αὐτοῦ δὲ Γοργὼν ἡ καταπληκτικοὺς ἔχουσα ὀφθαλμοὺς περιέκειτο, | |
δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε. | 037 |
φοβερῶς ὁρῶσα, περιῆν δὲ καὶ ὁ Δεῖμος, καὶ ὁ Φόβος· | |
τῆς δ' ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπ' αὐτοῦ | 038 |
ἐξ αὐτῆς δὲ ἀργυροῦς ἀναφορεὺς ἦν, ἐπ᾿ αὐτῷ δὲ δράκων | |
κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν | 039 |
κυανοῦς περιέστραπτο, κεφαλαὶ δὲ αὐτῷ ἦσαν | |
τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι. | 040 |
τρεῖς συμπεπλεγμέναι (εἰς ἀλλήλας ἀπεστραμμέναι), ἐξ ἑνὸς αὐχένος βεβλαστηκυῖαι. | |
κρατὶ δ' ἐπ' ἀμφίφαλον κυνέην θέτο τετραφάληρον | 041 |
τῇ κεφαλῇ δὲ ἐπέθηκε τὴν περικεφαλαίαν | |
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. | 042 |
ἱππείαις θριξὶ κοσμουμένην, φοβερῶς δὲ ἄνωθεν ὁ λόφος ἐκλίνετο· | |
εἵλετο δ' ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ | 043 |
ἔλαβε δὲ δύο δόρατα ἰσχυρὰ ἐστομωμένα σιδήρῳ, | |
ὀξέα· τῆλε δὲ χαλκὸς ἀπ' αὐτόφιν οὐρανὸν εἴσω | 044 |
τμητικά, πόρρω δὲ ὁ σίδηρος ἀπ᾿ αὐτῶν εἰς τὸν οὐρανὸν | |
λάμπ'· ἐπὶ δ' ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη | 045 |
ἔλαμπεν· ἐβρόντησαν δὲ ἡ Ἀθηνᾶ καὶ ἡ Ἥρα, | |
τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης. | 046 |
τιμῶσαι τὸν βασιλέα τῆς πολὺν χρυσὸν ἐχούσης Μυκήνης. | |
ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος | 047 |
ἕκαστος μὲν οὖν μετὰ ταῦτα προσέταττε τῷ ἑαυτοῦ ἡνιόχῳ | |
ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ' ἐπὶ τάφρῳ, | 048 |
τοὺς ἵππους εὐτάκτως κατέχειν αὐτόθι ἐπὶ τῇ τάφρῳ· | |
αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες | 049 |
αὐτοὶ δὲ πεζοὶ ὅπλοις καθοπλισθέντες | |
ῥώοντ'· ἄσβεστος δὲ βοὴ γένετ' ἠῶθι πρό. | 050 |
ὥρμων ἐρρωμένως, βοὴ δὲ ἄληκτος ἐγένετο πρὸ τῆς ἡμέρας, καὶ ἀνατολῆς τοῦ ἡλίου· | |
φθὰν δὲ μέγ' ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες, | 051 |
προέφθασαν δὲ τοὺς ἱππεῖς ἐπὶ τῇ τάφρῳ μεγάλως ὡπλησθέντες | |
ἱππῆες δ' ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν | 052 |
οἱ δὲ ἰππεῖς μετ' ὀλίγον ἐπορεύοντο, ἐν αὐτοῖς δὲ θόρυβον | |
ὦρσε κακὸν Κρονίδης, κατὰ δ' ὑψόθεν ἧκεν ἐέρσας | 053 |
ἤγειρε δεινὸν ὁ υἱὸς τοῦ Κρόνου, κατέπεμψε δὲ ἐξ ὕψους ψεκάδας | |
αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκ' ἔμελλε | 054 |
αἵματι διαβρόχους ἐκ τοῦ αἰθέρος· διότι ἔμελλε | |
πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν. | 055 |
πολλὰς γενναίας κεφαλὰς τῷ ᾅδει βλάψας πέμψειν. | |
Τρῶες δ' αὖθ' ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο | 056 |
οἱ Τρῷες δὲ ἀφ' ἑτέρου μέρους ἐπὶ τῷ ἀνεστηκότι τοῦ πεδίου, | |
Ἕκτορά τ' ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα | 057 |
περὶ τὸν μέγαν Ἕκτορα, καὶ τὸν ἄμεμπτον Πολυδάμαντα, | |
Αἰνείαν θ', ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ, | 058 |
καὶ τὸν Αἰνείαν, ὃς ἐν τῷ δήμῳ τῶν Τρῴων ἐτιμᾶτο, καθάπερ θεός, | |
τρεῖς τ' Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον | 059 |
καὶ τοὺς τρεῖς υἱοὺς τοῦ Ἀντήνορος, τὸν Πόλυβον, καὶ τὸν ἐνδοξότατον Ἀγήνορα, | |
ἠΐθεόν τ' Ἀκάμαντ' ἐπιείκελον ἀθανάτοισιν. | 060 |
καὶ τὸν νέον, καὶ ἀκμάζοντα Ἀκάμαντα τὸν ὅμοιον τοῖς ἀθανάτοις θεοῖς· | |
Ἕκτωρ δ' ἐν πρώτοισι φέρ' ἀσπίδα πάντοσ' ἐΐσην, | 061 |
ὁ Ἕκτωρ δὲ ἐν πρώτοις ἔφερε τὴν πανταχόθεν ἴσην καὶ κυκλοτερῆ ἀσπίδα. | |
οἷος δ' ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ | 062 |
οἷος δὲ ἐκ τῶν νεφῶν φαίνεται ὁ ὀλέθριος ἀστής, | |
παμφαίνων, τοτὲ δ' αὖτις ἔδυ νέφεα σκιόεντα, | 063 |
ἤτοι ὁ κύων, περιλάμπων, ποτὲ δὲ πάλιν εἰσῆλθεν εἰς τὰ σκιώδη νέφη· | |
ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν, | 064 |
οὕτως ὁ Ἕκτωρ ποτὲ μὲν ἐν τοῖς πρώτοις ἀπέλαμπεν (ἐφαίνετο), | |
ἄλλοτε δ' ἐν πυμάτοισι κελεύων· πᾶς δ' ἄρα χαλκῷ | 065 |
ἄλλοτε δὲ ἐν τοῖς ἐσχάτοις, προτρέπων, πᾶς δὲ τῷ σιδήρῳ | |
λάμφ' ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο. | 066 |
ἔλαμπεν, ὥσπερ ἀστραπὴ τοῦ πατρὸς τοῦ τὴν αἰγίδα φοροῦντος Διός. | |
οἳ δ', ὥς τ' ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν | 067 |
οὗτοι δὲ ὥσπερ θερισταὶ ἐναντίον ἀλλήλων | |
ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ' ἄρουραν | 068 |
στίχον ἐφεξῆς συντόμως κόπτουσι κατ' ἄρουραν (λήιον) ἀνδρὸς εὐδαίμονος, | |
πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει· | 069 |
σίτου ἢ κριθῆς, τὰ δράγματα δὲ εὐχερῶς τε καὶ συνεχῶς πίπτουσιν· | |
ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες | 070 |
οὕτως οἱ Τρῷες καὶ οἱ Ἕλληνες κατ' ἀλλήλων ἐπιπηδῶντες | |
δῄουν, οὐδ' ἕτεροι μνώοντ' ὀλοοῖο φόβοιο. | 071 |
ἀνῄρουν καὶ ἠφάνιζον, οὐδέ τινες ἐμέμνηντο φυγῆς ὀλεθρίας, | |
ἴσας δ' ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς | 072 |
ἴσας δὲ εἶχον τὰς κεφαλὰς ἐν τῇ μάχῃ· οὗτοι δὲ ὥσπερ λύκοι | |
θῦνον· Ἔρις δ' ἄρ' ἔχαιρε πολύστονος εἰσορόωσα· | 073 |
ὥρμων ἐμμανῶς· ἡ Ἔρις δέ, ἡ πολλῶν στεναγμῶν αἰτία, βλέπουσα ἔχαιρεν· | |
οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν, | 074 |
μόνη γὰρ δὴ τῶν θεῶν παρῆν μαχομένοις αὐτοῖς. | |
οἳ δ' ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι | 075 |
οἱ ἄλλοι δὲ θεοὶ οὐ παρῆσαν αὐτοῖς, ἀλλ᾽ ἡσύχως | |
σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ | 076 |
ἐν τοῖς ἑαυτῶν οἴκοις ἐκάθηντο, ὅπου ἑκάστῳ | |
δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο. | 077 |
οἰκήματα περικαλλῆ κατεσκεύαστο κατὰ τὰς διπλόας τοῦ οὐρανοῦ· | |
πάντες δ' ᾐτιόωντο κελαινεφέα Κρονίωνα | 078 |
πάντες δὲ ᾐτιῶντο τὸν σκοτονεφῆ υἱὸν τοῦ Κρόνου, | |
οὕνεκ' ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι. | 079 |
διότι ἐβούλετο παρέξεαι δόξαν καὶ νίκην τοῖς Τρῳσί. | |
τῶν μὲν ἄρ' οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς | 080 |
τούτων μὲν οὖν οὐδένα λόγον ἐποιεῖτο ὁ πατήρ, αὐτὸς δὲ ἀποχωρισθεὶς πόρρω | |
τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων | 081 |
τῶν ἄλλων ἐκαθέζετο, τῇ ἑαυτοῦ δόξῃ σεμνυνόμενος καὶ ἐπαιρόμενος, | |
εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν | 082 |
βλέπων εἰς τὴν πόλιν τῶν Τρῴων καὶ τὰς ναῦς τῶν Ἑλλήνων, | |
χαλκοῦ τε στεροπήν, ὀλλύντάς τ' ὀλλυμένους τε. | 083 |
καὶ τὴν ἀστραπὴν καὶ λαμπηδόνα τοῦ σιδήρου, καὶ τοὺς ἀποκτείνοντας καὶ ἀποκτεινομένους. | |
ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, | 084 |
ἐν ὅσῳ μὲν οὖν πρωὶ ἦν, καὶ ἡ ἱερὰ ἡμέρα (τὸ ἱερὸν μέρος τῆς ἡμέρας) ηὐξάνετο, | |
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πῖπτε δὲ λαός· | 085 |
ἐν τοσούτω πάνυ ἀμφοτέρων ἥπτοντο τὰ βέλη, ἔπιπτε δὲ ὁ λαός· | |
ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον | 086 |
ὁπηνίκα δὲ ὁ τὰ δένδρα κόπτων ἀνὴρ (ὁ ὑλοτόμος) ηὐτρέπισε δεῖπνον, | |
οὔρεος ἐν βήσσῃσιν, ἐπεί τ' ἐκορέσσατο χεῖρας | 087 |
ἐπειδὴ ἐν ταῖς συνδένδροις κοιλάσι τοῦ ὄρους ἐχόρτασε τὰς χεῖρας, | |
τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν, | 088 |
τέμνων τὰ μεγάλα δένδρα, καὶ πλησμονή αὐτὸν καὶ κόρος κατέλαβε κατὰ ψυχήν, | |
σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ, | 089 |
καὶ ἐπιθυμία ἄρτου ἡδέως περιλαμβάνει τὴν διάνοιαν αὐτοῦ· | |
τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας | 090 |
τηνικαῦτα τῇ ἑαυτῶν ἀρετῇ ἀνέτρεψαν τὰς τάξεις οἱ Ἕλληνες, | |
κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δ' Ἀγαμέμνων | 091 |
παρακελευόμενοι τοῖς φίλοις ἀνὰ τὰ ἑαυτῶν τάγματα· Ἀγαμέμνων δὲ | |
πρῶτος ὄρουσ', ἕλε δ' ἄνδρα Βιάνορα ποιμένα λαῶν | 092 |
πρῶτον ἐξώρμησεν, ἀνεῖλε δὲ ἄνδρα ὀνόματι Βιήνορα βασιλέα λαοῦ, | |
αὐτόν, ἔπειτα δ' ἑταῖρον Ὀϊλῆα πλήξιππον. | 093 |
αὐτόν τε, καὶ μετὰ ταῦτα Ὀϊλέα τὸν ἱππικὸν τὸν φίλον αὐτοῦ· | |
ἤτοι ὅ γ' ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη· | 094 |
οὗτος μὲν γὰρ ἐκ τῶν ἵππων καταπηδήσας ἐναντίον ἔστη, | |
τὸν δ' ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ | 095 |
τοῦτον δὲ εὐθὺ προθύμως ὁρμῶντα τῷ ὀξεῖ δόρατι | |
νύξ', οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια, | 096 |
κατὰ τὸ μέσον τῶν ὀφρύων ἔβαλεν, οὐδ᾽ ἡ περικεφαλαία ἡ ἐκ τοῦ σιδήρου βαρεῖα κατέσχεν αὐτῷ καὶ ἐκώλυσε τὸ δόρυ, | |
ἀλλὰ δι' αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ | 097 |
ἀλλὰ δι᾿ αὐτῆς εἰσῆλθε καὶ τοῦ ὀστέου, ὁ ἐγκέφαλος δὲ | |
ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα. | 098 |
αὐτοῦ ἐντὸς ἅπας διεβρέχετο αἵματι, ἀνεῖλε δὲ αὐτὸν προθύμως ὁρμῶντα. | |
καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 099 |
καὶ τούτους μὲν κατέλιπεν αὐτόθι ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων | |
στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας· | 100 |
τὰ στήθη περιλάμποντας, ἐπειδὴ ἐξέδυσε τοὺς χιτῶνας. | |
αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων | 101 |
οὗτος δὲ ὥρμησεν ἀποκτενῶν τὸν Ἶσον καὶ τὸν Ἄντιφον, | |
υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω | 102 |
τοὺς δύο υἱοὺς τοῦ Πριάμου, νόθον καὶ γνήσιον, ἀμφοτέρους | |
εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν, | 103 |
ὄντας ἐν ἑνὶ δίφρῳ· ὁ μὲν νόθος κατέχων τὰς ἡνίας τοὺς ἵππους ἴθυνε, | |
Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτ' Ἀχιλλεὺς | 104 |
ὁ Ἄντιφος δὲ ὁ πανένδοξος παρεβάτει· οὔς ποτε ὁ Ἀχιλλεὺς | |
Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι, | 105 |
ἐν ταῖς προβάσεσι τῆς Ἴδης ἐδέσμευσεν ἁπαλοῖς βλαστήμασι, | |
ποιμαίνοντ' ἐπ' ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων. | 106 |
ποιμαίνοντας ἐν τοῖς προβάτοις λαβών, καὶ ἠλευθέρωσε λύτρα δεξάμενος. | |
δὴ τότε γ' Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων | 107 |
τότε δὴ ὁ υἱὸς τοῦ ᾽Ἀτρέως ὁ μέγας βασιλεὺς Ἀγαμέμνων | |
τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί, | 108 |
τὸν μὲν ἔτρωσεν ὑπεράνω τοῦ μαζοῦ κατὰ τὸ στῆθος τῷ δόρατι· | |
Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δ' ἔβαλ' ἵππων. | 109 |
τὸν Ἄντιφον δὲ ξίφει ἔπληξε παρὰ τὸ οὖς, ὤθησε δὲ αὐτὸν ἐκ τῶν ἵππων, | |
σπερχόμενος δ' ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ | 110 |
σπεύδων δὲ ἀπὸ τούτων ἐσκύλευε καὶ ἀφῃρεῖτο τὰ καλὰ ὅπλα, | |
γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν | 111 |
εἰδώς· καὶ γὰρ πρότερον αὐτοὺς παρὰ ταῖς ταχείαις ναυσὶν | |
εἶδεν, ὅτ' ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς. | 112 |
εἶδεν, ὁπηνίκα ἤγαγεν ἐκ τῆς Ἴδης ὁ ταχύπους Ἀχιλλεύς. | |
ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα | 113 |
ὥσπερ δὲ λέων ταχείας ἐλάφου γεννήματα νέα, ἤτοι νεβρούς, | |
ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν | 114 |
ῥᾳδίως συνέτριψε λαβὼν τοῖς ἑαυτοῦ ἰσχυροῖς ὁδοῦσι, | |
ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφ' ἦτορ ἀπηύρα· | 115 |
παραγενόμενος εἰς τὴν κοίτην, καὶ ἀφείλετο τὴν ἁπαλὴν αὐτῶν ψυχήν· | |
ἣ δ' εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι | 116 |
αὕτη δὲ ἐὰν τύχῃ πάνυ πλησίον οὐ δύναται αὐτοῖς | |
χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει· | 117 |
βοηθεῖν· αὐτὴν γὰρ ταύτην τρόμος χαλεπὸς κατέλαβε, | |
καρπαλίμως δ' ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην | 118 |
ταχέως δὲ ὥρμησε κατὰ τοὺς πυκνοὺς δρυμοὺς καὶ τὰ δένδρα, | |
σπεύδουσ' ἱδρώουσα κραταιοῦ θηρὸς ὑφ' ὁρμῆς· | 119 |
ἐπειγομένη καὶ τρέχουσα, ἱδρῶτι περιρρεομένη ὑπὸ τῆς ὁρμῆς τοῦ ἰσχυροῦ θηρίου. | |
ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον | 120 |
οὕτω δὴ τούτοις οὐδεὶς ἐδύνατο ἀποσοβῆσαι τὸν θάνατον | |
Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπ' Ἀργείοισι φέβοντο. | 121 |
ἀπὸ τῶν Τρῴων, ἀλλὰ καὶ αὐτοὶ ὑπὸ τῶν Ἑλλήνων ἔφευγον. | |
αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην | 122 |
οὗτος δὲ τὸν Πείσανδρον, καὶ τὸν πολεμικὸν Ἱππόλοχον, | |
υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα | 123 |
τοὺς υἱοὺς τοῦ συνετοῦ Ἀντιμάχου, ὃς δὴ μάλιστα | |
χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα | 124 |
τῶν ἄλλων χρυσὸν παρὰ τοῦ Ἀλεξάνδρου δεξάμενος, δῶρα λαμπρά, | |
οὐκ εἴασχ' Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ, | 125 |
οὐ συνεχώρει δοῦναι τὴν Ἑλένην τῷ πυρρῷ Μενελάῳ. | |
τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων | 126 |
τούτου δὴ τοὺς δύο παῖδας κατέλαβεν ὁ βασιλεὺς Ἀγαμέμνων | |
εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δ' ἔχον ὠκέας ἵππους· | 127 |
ἐν ἑνὶ ὀχήματι ὄντας, ὁμοῦ δὲ καὶ ἐν ταὐτῷ τῷ Ἀγαμέμνονι ἤλαυνον τοὺς ταχεῖς ἵππους | |
ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα, | 128 |
καὶ γὰρ ἔφυγον ἐκ τῶν χειρῶν αὐτῶν αἱ λαμπραὶ ἡνίαι, | |
τὼ δὲ κυκηθήτην· ὃ δ' ἐναντίον ὦρτο λέων ὣς | 129 |
οὗτοι δὲ συνεταράχθησαν, ὁ υἱὸς δὲ τοῦ Ἀτρέως ἐναντίον ὥρμησεν ὥσπερ λέων, | |
Ἀτρεΐδης· τὼ δ' αὖτ' ἐκ δίφρου γουναζέσθην· | 130 |
οἱ δὲ ἐκ τοῦ ὀχήματος παρεκάλουν λέγοντες· | |
ζώγρει Ἀτρέος υἱέ, σὺ δ' ἄξια δέξαι ἄποινα· | 131 |
ζῶντας ἄγε, ὦ υἱὲ τοῦ Ἀτρέως, σὺ δὲ ἄξια λύτρα δέξαι, | |
πολλὰ δ' ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται | 132 |
πολλὰ δὲ ἐν τοῖς οἴκοις τοῦ Ἀντιμάχου χρήματα ἐναποκείμενά εἰσι | |
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, | 133 |
χαλκός τε καὶ χρυσός, καὶ ὁ πολλοῦ καμάτου δεόμενος σίδηρος· | |
τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα, | 134 |
ἀπὸ τούτων ἄν σοι δωρήσαιτο ὁ πατὴρ πλεῖστα λύτρα, | |
εἰ νῶϊ ζωοὺς πεπύθοιτ' ἐπὶ νηυσὶν Ἀχαιῶν. | 135 |
εἶγε ἡμᾶς ζῶντας ἀκούσειεν ἐπὶ ταῖς ναυσὶ τῶν Ἑλλήνων. | |
ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα | 136 |
οὕτως οὗτοι κλαίοντες ἔφασαν πρὸς τὸν βασιλέα | |
μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δ' ὄπ' ἄκουσαν· | 137 |
λόγοις προσηνέσι· σκληρὰν δὲ καὶ ἀπηνῆ φωνὴν ἀντήκουσαν, οἷον. | |
εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν, | 138 |
εἰ μὲν δὴ τοῦ συνετοῦ Ἀντιμάχου υἱοὶ ἐστε, | |
ὅς ποτ' ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν | 139 |
ὅς ποτε ἐν τῇ ἐκκλησίᾳ τῶν Τρῴων ἐκέλευσε τὸν Μενέλαον, | |
ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ | 140 |
ἄγγελον καὶ πρεσβευτὴν ἀφικόμενον σὺν τῷ ἰσοθέῳ Ὀδυσσεῖ, | |
αὖθι κατακτεῖναι μηδ' ἐξέμεν ἂψ ἐς Ἀχαιούς, | 141 |
αὐτόθι ἀποκτεῖναι, μηδὲ ὑποστρέψειν ὀπίσω εἰς τοὺς Ἕλληνας, | |
νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην. | 142 |
νῦν δήπου τὴν τοῦ πατρὸς ἀπρεπῆ λύμην καὶ βλάβην ἀποδώσετε. | |
ἦ, καὶ Πείσανδρον μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε | 143 |
εἶπε· καὶ τὸν μὲν Πείσανδρον ὤθησεν εἰς γῆν ἀπὸ τῶν ἵππων, | |
δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δ' ὕπτιος οὔδει ἐρείσθη. | 144 |
τρώσας πρὸς τὸ στῆθος δόρατι· οὗτος δὲ ἐπὶ τὰ μετάφρενα πεσὼν τῷ ἐδάφει ἐπεστηρίχθη. | |
Ἱππόλοχος δ' ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε | 145 |
ὁ Ἱππόλοχος ἀπέβη, τοῦτον δὲ ἐν γῇ ἀπέκτεινεν ἀποκόψας | |
χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τ' αὐχένα κόψας, | 146 |
τὰς χεῖρας αὐτοῦ τῷ ξίφει, καὶ τὸν αὐχένα ἀποτεμών· | |
ὅλμον δ' ὣς ἔσσευε κυλίνδεσθαι δι' ὁμίλου. | 147 |
ὥσπερ δὲ λίθος κυλινδρώδης, ὥρμα κυλίεσθαι διὰ τοῦ στρατοῦ. | |
τοὺς μὲν ἔασ'· ὃ δ' ὅθι πλεῖσται κλονέοντο φάλαγγες, | 148 |
τούτους μὲν οὖν κατέλιπεν. οὗτος δὲ ὅπου αἱ πλεῖσται τάξεις ἐταράσσοντο καὶ ἐθορυβοῦντο, | |
τῇ ῥ' ἐνόρουσ', ἅμα δ' ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί. | 149 |
ἐκεῖσε δὴ ὥρμησεν, ὁμοῦ δὲ καὶ οἱ ἄλλοι εὔοπλοι Ἕλληνες, | |
πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ, | 150 |
οἱ πεζοὶ μὲν τοὺς πεζοὺς ἀπέκτεινον φεύγοντας ἐξ ἀνάγκης, | |
ἱππεῖς δ' ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη | 151 |
οἱ ἱππεῖς δὲ τοὺς ἱππέας, ὑπ᾽ αὐτῶν (τοῖς) δὲ ἠγέρθη κονιορτὸς | |
ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων | 152 |
ἐκ τοῦ πεδίου, ὃν ἤγειραν οἱ μεγάλως κτυπῶντες πόδες τῶν ἵππων, | |
χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων | 153 |
τοῖς ἐπισώτροις διχοτομοῦντες. Ἀγαμέμνων δὲ ὁ βασιλεὺς | |
αἰὲν ἀποκτείνων ἕπετ' Ἀργείοισι κελεύων. | 154 |
ἀεὶ εἵπετο ἀναιρῶν, καὶ τοῖς Ἕλλησι παρακελευόμενος· | |
ὡς δ' ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ, | 155 |
ὧσπερ δὲ ὅταν πῦρ ἀφανιστικὸν ἐν πολυξύλῳ καὶ συνδένδρῳ τόπῳ ἐμπέσῃ | |
πάντῃ τ' εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι | 156 |
ὅτε ὁ ἄνεμος συστρέφων αὐτὸ πανταχόσε φέρει, καὶ οἱ θάμνοι | |
πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ· | 157 |
σὺν αὐταῖς ῥίζαις καταπίπτουσι, βιαζόμενοι τῇ τοῦ πυρὸς ὁρμῇ· | |
ὣς ἄρ' ὑπ' Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα | 158 |
οὕτως ὑπ᾽ Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως ἔπιπτον αἱ κεφαλαὶ | |
Τρώων φευγόντων, πολλοὶ δ' ἐριαύχενες ἵπποι | 159 |
τῶν Τρῴων φευγόντων, πολλοί δὲ μεγαλαύχενες ἵπποι | |
κείν' ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας | 160 |
κενὰ τὰ ὀχήματα περιέκρουον ἀνὰ τὰς τάξεις τοῦ πολέμου, | |
ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δ' ἐπὶ γαίῃ | 161 |
ἐστερημένοι τῶν ἀμέμπτων ἡγεμόνων· οὗτοι δὲ κατὰ γῆς | |
κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν. | 162 |
ἔκειντο πολλῷ φίλτεροι τοῖς γυψίν, ἢ ταῖς γαμεταῖς. | |
Ἕκτορα δ' ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης | 163 |
τὸν Ἕκτορα δὲ ἀπήγαγεν ὁ Ζεὺς ἔξω τῶν βελῶν, καὶ ἔξω τοῦ κονιορτοῦ, | |
ἔκ τ' ἀνδροκτασίης ἔκ θ' αἵματος ἔκ τε κυδοιμοῦ· | 164 |
καὶ ἔξω τοῦ φόνου τῶν ἀνδρῶν, καὶ ἔξω τοῦ αἵματος, καὶ ἔξω τοῦ θορύβου. | |
Ἀτρεΐδης δ' ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων. | 165 |
ὁ υἱὸς δὲ τοῦ Ἀτρέως εἵπετο ἐπιτεταμένως προτρέπων τοὺς Ἕλληνας. | |
οἳ δὲ παρ' Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο | 166 |
οὗτοι δὲ παρὰ τὸ μνημεῖον Ἴλλου τοῦ παλαιοῦ Δαρδανίδου | |
μέσσον κὰπ πεδίον παρ' ἐρινεὸν ἐσσεύοντο | 167 |
κατὰ τὸ μέσον τοῦ πεδίου παρὰ τὴν ἀγρίαν συκῆν ὥρμων, | |
ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετ' αἰεὶ | 168 |
ἐφιέμενοι τῆς πόλεως· ὁ υἱὸς δὲ τοῦ Ἀτρέως βοῶν εἵπετο ἀεί, | |
Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους. | 169 |
αἵματι δὲ διεβρέχετο, καὶ ἐμολύνετο τὰς ἰσχυρὰς καὶ ἀπροσπελάστους χεῖρας· | |
ἀλλ' ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο, | 170 |
ἀλλ᾿ ὁπηνίκα δὴ ἀφίκοντο εἰς τὰς Σκαιὰς πύλας, καὶ εἰς τὴν δρῦν, | |
ἔνθ' ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον. | 171 |
ἐκεῖ δὴ ἔστησαν καὶ ἀνέμενον ἀλλήλους. | |
οἳ δ' ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς, | 172 |
οἱ Τρῷες δὲ ἔτι κατὰ τὸ μέσον τοῦ πεδίου ἔφευγον, καθάπερ βόες, | |
ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ | 173 |
ἅς περ λέων ἐλθὼν ἐν τῷ μέσῳ τῆς νυκτὸς εἰς φυγὴν ἔτρεψε | |
πάσας· τῇ δέ τ' ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος· | 174 |
πάσας, μιᾷ δέ τινι ἐμπίπτει φθορὰ ἀφανιστική· | |
τῆς δ' ἐξ αὐχέν' ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι | 175 |
ταύτης γὰρ τὸν αὐχένα συνέτριψε περιλαβὼν τοῖς ἰσχυροῖς ὁδοῦσι | |
πρῶτον, ἔπειτα δέ θ' αἷμα καὶ ἔγκατα πάντα λαφύσσει· | 176 |
πρῶτον, μετὰ ταῦτα δὲ τό, τε αἷμα καὶ τὰ ἐντὸς πάντα καταπίνει. | |
ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων | 177 |
οὕτω τούτους υἱὸς τοῦ Ἀτρέως ὁ βασιλεὺς Ἀγαμέμνων | |
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δ' ἐφέβοντο. | 178 |
ἐδίωκεν ἀεὶ ἀναιρῶν τὸν ὄπισθεν ὄντα, οὗτοι δὲ ἔφευγον, | |
πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων | 179 |
πολλοὶ δὲ ἐπὶ πρόσωπον καὶ ἐπὶ τὰ μετάφρενα κατέπεσον ἐκ τῶν ἵππων | |
Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν. | 180 |
ὑπὸ τῶν χειρῶν τοῦ υἱοῦ τοῦ Ἀτρέως. πάνυ γὰρ ἐνθουσιωδῶς ὥρμα πρὸ τῶν ἄλλων δόρατι. | |
ἀλλ' ὅτε δὴ τάχ' ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος | 181 |
ἀλλ᾽ ὁπηνίκα δὴ ταχέως ἔμελλον παρὰ τὴν πόλιν καὶ τὸ ὑψηλὸν τεῖχος | |
ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε | 182 |
ἐλεύσεσθαι, τηνικαῦτα δὴ ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν | |
Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης | 183 |
ἐκάθισεν ἐν ταῖς κορυφαῖς τῆς Ἴδης τοῦ ὄρους, | |
οὐρανόθεν καταβάς· ἔχε δ' ἀστεροπὴν μετὰ χερσίν. | 184 |
κατελθὼν ἐκ τοῦ οὐρανοῦ, κατεῖχε δὲ ἀστραπὴν ἐν ταῖς χερσίν, | |
Ἶριν δ' ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν· | 185 |
Ἶριν δὲ τὴν χρυσᾶ πτερὰ ἔχουσαν διήγειρε μηνύσουσαν, λέγων· | |
βάσκ' ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες· | 186 |
ἄγε, ὦ Ἶρι, ἄπιθι ταχέως, τοῦτον τὸν λόγον εἰπὲ τῷ Ἕκτορι· | |
ὄφρ' ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν | 187 |
ἕως μὲν ἂν ὁρᾷ Ἀγαμέμνονα τὸν βασιλέα τῶν λαῶν | |
θύνοντ' ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν, | 188 |
ἐνθουσιωδῶς ὁρμῶντα ἐν τοῖς πρωταγωνισταῖς, ἀποκτείνοντα τὰς τάξεις τῶν ἀνδρῶν, | |
τόφρ' ἀναχωρείτω, τὸν δ' ἄλλον λαὸν ἀνώχθω | 189 |
ἐπὶ τοσοῦτον ἀφιστάσθω τοῦ πολέμου, τὸν ἄλλον δὲ λαὸν κελευέτω | |
μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. | 190 |
μάχεσθαι τοῖς πολεμίοις κατὰ τὴν ἰσχυρὰν μάχην· | |
αὐτὰρ ἐπεί κ' ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ | 191 |
ἐπειδὰν δὲ ἢ δόρατι τρωθεὶς ἢ βεβλημένος ὀϊστῷ | |
εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω | 192 |
εἰς τοὺς ἵππους ἀναπηδήσῃ, τηνικαῦτα αὐτῷ δύναμιν παρέξω | |
κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται | 193 |
ἀναιρεῖν, ἕως ἂν ἐπὶ τὰς ναῦς τὰς εὐκαθέδρους φθάσῃ, | |
δύῃ τ' ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ. | 194 |
ὁ ἥλιός τε πρὸς δύσιν ᾖ, καὶ τὸ ἱερὸν σκότος παραγένηται. | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, | 195 |
οὕτως εἶπεν. ὑπήκουσε δὲ ἡ ἀνεμόπους ταχεῖα Ἶρις, | |
βῆ δὲ κατ' Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν. | 196 |
ἐπορεύθη δὲ ἐκ τῶν τῆς Ἴδης ὀρέων εἰς τὴν ἱερὰν Ἴλιον, | |
εὗρ' υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον | 197 |
καὶ εὗρε τὸν υἱὸν τοῦ συνετοῦ Πριάμου τὸν ἐνδοξότατον Ἕκτορα | |
ἑσταότ' ἔν θ' ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν· | 198 |
ἑστῶτα ἐπὶ τῶν ἵππων, καὶ τῶν κεκολλημένων καὶ συνηρμοσμένων ὀχημάτων. | |
ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· | 199 |
πλησίον δὲ στᾶσα εἶπε πρὸς αὐτὸν ἡ ταχύπους Ἶρις· | |
Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε | 200 |
ὦ Ἕκτορ υἱὲ τοῦ Πριάμου, ἰσοστάσιε καὶ ὅμοιε τῷ Διὶ κατὰ τὴν βουλήν, | |
Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι. | 201 |
ὁ πατὴρ Ζεύς με προέπεμψε φαναί σοι ταῦτα· | |
ὄφρ' ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν | 202 |
ἕως μὲν ἂν ὁρᾷς Ἀγαμέμνονα τὸν βασιλέα τῶν λαῶν | |
θύνοντ' ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν, | 203 |
ἐνθουσιωδῶς ὁρμῶντα ἐν τοῖς πρωταγωνισταῖς, ἀναιροῦντα τὰς τάξεις τῶν ἀνδρῶν, | |
τόφρ' ὑπόεικε μάχης, τὸν δ' ἄλλον λαὸν ἄνωχθι | 204 |
ἐπὶ τοσοῦτον ὑπεξίστασο τῆς μάχης, τὸν ἄλλον δὲ λαὸν κέλευε | |
μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. | 205 |
πολεμεῖν τοῖς ἐχθροῖς κατὰ τὸν ἰσχυρὸν πόλεμον· | |
αὐτὰρ ἐπεί κ' ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ | 206 |
ἐπειδὰν δὲ ἢ δόρατι τρωθείς, ἢ ὀϊστῷ βεβλημένος | |
εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει | 207 |
εἰς τοὺς ἵππους ἀναπηδήσῃ, τηνικαῦτά σοι δύναμιν παρέξει | |
κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι | 208 |
ἀναιρεῖν ἕως ἂν εἰς τὰς ναῦς τὰς εὐκαθέδρους φθάσῃς, | |
δύῃ τ' ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ. | 209 |
ὁ ἥλιός τε πρὸς δύσιν ᾖ, καὶ τὸ ἱερὸν σκότος ἀφίκηται, | |
ἣ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πόδας ὠκέα Ἶρις, | 210 |
ἣ μὲν οὖν ταχύπους Ἶρις οὕτως εἰποῦσα, ἀπῆλθε. | |
Ἕκτωρ δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, | 211 |
.ὁ Ἕκτωρ δὲ ἐκ τοῦ δίφρου μετὰ τῶν ὅπλων κατεπήδησεν ἐπὶ τὴν γῆν, | |
πάλλων δ' ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ | 212 |
σείων δὲ τὰ ὀξέα καὶ τμητικὰ δόρατα διήρχετο κατά τὸν στρατόν, πανταχόσε | |
ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. | 213 |
διεγείρων μάχεσθαι· παρώξυνε δὲ μάχην, | |
οἳ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν, | 214 |
οὗτοι δὲ συνεστράφησαν καὶ ἐναντίον ἔστασαν τῶν Ἑλλήνων. | |
Ἀργεῖοι δ' ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας. | 215 |
οἱ Ἕλληνες δὲ ἀφ' ἑτέρου μέρους ἐνεδυνάμωσαν τὰς ἑαυτῶν τάξεις, | |
ἀρτύνθη δὲ μάχη, στὰν δ' ἀντίοι· ἐν δ' Ἀγαμέμνων | 216 |
παρεσκευάσθη δὲ ὁ πόλεμος, ἔστασαν δὲ ἐναντίον ἀλλήλων· Ἀγαμέμνων δὲ | |
πρῶτος ὄρουσ', ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων. | 217 |
πρῶτον ἐφώρμησεν, ἤθελε δὲ πολλῷ πρὸ πάντων πολεμεῖν | |
ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι | 218 |
εἴπατε νῦν μοι, ὦ Μοῦσαι αἱ τὰ οὐρανίᾳ οἰκήματα κατοικοῦσαι, | |
ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν | 219 |
τίς δὴ πρῶτον παρεγένετο ἐναντίον τοῦ Ἀγαμέμνονος, | |
ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων. | 220 |
ἢ τῶν Τρῴων αὐτῶν, ἢ τῶν ἐνδόξων βοηθῶν· | |
Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε | 221 |
Ἰφιδάμας ὁ υἱὸς τοῦ Ἀντήνορος ὁ μέγας τε καὶ γενναῖος, | |
ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων· | 222 |
ὅστις ἀνετράφη ἐν τῇ εὐγέῳ Θρᾴκῃ τῇ μητρὶ καὶ τροφῷ τῶν προβάτων· | |
Κισσῆς τόν γ' ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα | 223 |
ὁ Κισσεὺς ἀνέθρεψεν αὐτὸν ἐν τοῖς οἴκοις μικρὸν ὄντα, | |
μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον· | 224 |
ὁ πρὸς μητρὸς πάππος, ὃς ἐγέννησε τὴν εὐειδῆ Θεανώ· | |
αὐτὰρ ἐπεί ῥ' ἥβης ἐρικυδέος ἵκετο μέτρον, | 225 |
ἐπεὶ δὲ ἀφίκετο εἰς μέτρον ἡλικίας ὑπερενδόξου, | |
αὐτοῦ μιν κατέρυκε, δίδου δ' ὅ γε θυγατέρα ἥν· | 226 |
αὐτόθι κατέσχεν αὐτόν, ἔδωκε δ᾽ οὗτος αὐτῷ τὴν ἑαυτοῦ θυγατέρα· | |
γήμας δ' ἐκ θαλάμοιο μετὰ κλέος ἵκετ' Ἀχαιῶν | 227 |
λαβὼν δὲ γυναῖκα εὐθὺς ἐκ τοῦ θαλάμου ἀφίκετο εἰς τὴν φήμην τῶν Ἑλλήνων | |
σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο. | 228 |
σύν ναυσὶ δώδεκα καμπυλοπρύμνοις, αἳ ἠκολούθουν αὐτῷ. | |
τὰς μὲν ἔπειτ' ἐν Περκώτῃ λίπε νῆας ἐΐσας, | 229 |
τὰς μὲν οὖν ἰσοτοίχους ναῦς ἐν τῇ Περκώτῃ κατέλιπεν· | |
αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει· | 230 |
οὗτος δὲ πεζὸς ὤν, ἤτοι πεζεύων, ἀφίκετο εἰς τὸ Ἴλιον· | |
ὅς ῥα τότ' Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν. | 231 |
ὃς δὴ τότε παρεγένετο ἐναντίον τοῦ Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως· | |
οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες, | 232 |
οὗτοι δὲ ὁπηνίκα δὴ πλησίον ἐγένοντο κατ᾿ ἀλλήλων ἐπερχόμενοι, | |
Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ' ἔγχος, | 233 |
ὁ μὲν υἱὸς τοῦ Ἀτρέως ἀπέτυχε, παρετράπη δὲ αὐτῷ καὶ παρηνέχθη τὸ δόρυ. | |
Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε | 234 |
ὁ Ἰφιδάμας δὲ κατὰ τὴν ζώνην τοῦ θώρακος ὑποκάτω, ἤτοι εἰς τὸ κάτω μέρος αὐτῆς, | |
νύξ', ἐπὶ δ' αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας· | 235 |
ἔβαλεν, ἐπεστήριξε δὲ αὐτὸς τῇ παχείᾳ καὶ ἰσχυρᾷ χειρὶ πεποιθώς, | |
οὐδ' ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν | 236 |
οὐδὲ διέτρησε τὴν ποικιλωτάτην θωρακίτιν ζώνην, ἀλλὰ πολὺ πρότερον | |
ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετ' αἰχμή. | 237 |
τῷ ἀργύρῳ ἐμπεσοῦσα, καθάπερ μόλιβδος ἐτράπη καὶ ἐκάμφθη ἡ ἐπιδορατίς, | |
καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων | 238 |
καὶ λαβὼν τοῦτο τῇ χειρὶ ὁ μέγας βασιλεὺς Ἀγαμέμνων | |
ἕλκ' ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δ' ἄρα χειρὸς | 239 |
εἷλκεν ἐφ᾽ ἑαυτῷ προθύμως, ὁρμῶν ὥσπερ λέων, τῇ χειρὶ δὲ | |
σπάσσατο· τὸν δ' ἄορι πλῆξ' αὐχένα, λῦσε δὲ γυῖα. | 240 |
ἐξέσπασεν, αὐτὸν δὲ ξίφει ἔπληξε κατὰ τὸν αὐχένα· διέλυσε δὲ καὶ ἐνέκρωσε τὰ μέλη· | |
ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον | 241 |
οὕτω μὲν οὗτος αὐτόθι καταπεσὼν ἐκοιμήθη ὕπνον χαλκοῦν, | |
οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων, | 242 |
ἐλεεινός, βοηθῶν τοῖς ἑαυτοῦ πολίταις, πόρρω τῆς γυναικὸς | |
κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δ' ἔδωκε· | 243 |
τῆς κατὰ μνηστείαν γαμηθείσης, τῆς ἐκ παρθενίας γαμετῆς, ἧς οὐδεμίαν ἀντίχαριν ἴδε, πολλὰ δὲ παρέσχετο· | |
πρῶθ' ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλι' ὑπέστη | 244 |
πρῶτον ἔδωκε βοῦς ἑκατόν, μετὰ ταῦτα χίλια ὑπέσχετο | |
αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο. | 245 |
αἶγας ὁμοῦ καὶ πρόβατα, ἅτινα αὐτῷ πλεῖστα ἐβόσκοντο. | |
δὴ τότε γ' Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε, | 246 |
τοτὲ τοίνυν Ἀγαμέμνων ὁ υἱὸς τοῦ Ἀτρέως ἀπέκτεινεν (ἐσκύλευσεν) αὐτόν, | |
βῆ δὲ φέρων ἀν' ὅμιλον Ἀχαιῶν τεύχεα καλά. | 247 |
ᾤχετο δὲ φέρων ἀνὰ τὸν στρατὸν τῶν Ἑλλήνων τὰ καλὰ ὅπλα. | |
τὸν δ' ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν | 248 |
τοῦτον δ᾽ οὖν ἐπειδὴ ἐθεάσατο Κόων ὁ ἐνδοξότατος τῶν ἀνδρῶν, | |
πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος | 249 |
ὁ πρεσβύτερος υἱὸς τοῦ Ἀντήνορος, μέγα δὴ αὐτὸν θρῆνος | |
ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος. | 250 |
ἐκάλυψε κατὰ τοὺς ὀφθαλμούς, ἀποθανόντος τοῦ ἀδελφοῦ· | |
στῆ δ' εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον, | 251 |
ἔστη δὲ πλαγίως σὺν δόρατι λαθὼν τὸν ἐνδοξότατον Ἀγαμέμνονα, | |
νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε, | 252 |
ἔτρωσε δὲ αὐτὸν κατὰ τὸ μέσον τῆς χειρὸς ὑποκάτω τοῦ ἀγκῶνος, | |
ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή. | 253 |
ἀπαντικρὺ δὲ διέσχισε τὸ ὀξὺ τοῦ λαμπροῦ δόρατος. | |
ῥίγησέν τ' ἄρ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 254 |
ἐφοβήθη δ᾽ οὖν μετὰ ταῦτα ὁ βασιλεὺς τοῦ στρατοῦ Ἀγαμέμνων, | |
ἀλλ' οὐδ' ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο, | 255 |
ἀλλ᾽ οὐδὲ οὕτως ἀπεπαύετο τοῦ πολέμου, οὐδὲ τῆς μάχης, | |
ἀλλ' ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος. | 256 |
ἀλλ᾿ ἐφώρμησε τῷ Κόωνι κατέχων τὸ ὑπ᾽ ἀνέμων στεφόμενον, ἤτοι τὸ στερεὸν καὶ εὔτονον δόρυ. | |
ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον | 257 |
οὗτος μέντοι Ἰφιδάμαντα τὸν ἀδελφὸν καὶ ἐκ τοῦ αὐτοῦ πατρὸς γεννηθέντα | |
ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους· | 258 |
εἷλκεν ἀπὸ τοῦ ποδὸς προθυμούμενος, καὶ τοὺς ἀρίστους ἅπαντας ἐκάλει˙ | |
τὸν δ' ἕλκοντ' ἀν' ὅμιλον ὑπ' ἀσπίδος ὀμφαλοέσσης | 259 |
τοῦτον δὲ ἕλκοντα ἀνὰ τὸν στρατὸν ὑποκάτω τῆς ὀμφαλοὺς ἐχούσης ἀσπίδος, | |
οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα· | 260 |
ἔβαλε δόρατι σιδήρῳ ἐστομωμένῳ, διέλυσε δὲ καὶ ἐνέκρωσε τὰ μέλη· | |
τοῖο δ' ἐπ' Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς. | 261 |
τούτου δὲ τὴν κεφαλὴν ἐπὶ τῷ Ἰφιδάμαντι ἀπέτεμε παραγενόμενος· | |
ἔνθ' Ἀντήνορος υἷες ὑπ' Ἀτρεΐδῃ βασιλῆϊ | 262 |
τότε οἱ υἱοὶ τοῦ Ἀπατήνορος ὑπὸ τοῦ υἱοῦ τοῦ Ἀτρέως τοῦ βασιλέως | |
πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω. | 263 |
θάνατον ἐναπληρώσαντες εἰσῆλθον εἰς τὸν οἶκον τοῦ ᾅδου· | |
αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν | 264 |
οὗτος δὲ ἐπήρχετο τὰς τάξεις τῶν ἄλλων ἀνδρῶν | |
ἔγχεΐ τ' ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, | 265 |
δόρατί τε καὶ ξίφει, καὶ μεγάλοις χειροπληθέσι λίθοις. | |
ὄφρά οἱ αἷμ' ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς. | 266 |
ἕως τὸ αἷμα αὐτῷ θερμὸν ἔτι ἀνεφέρετο καὶ ἀνεπήδα ἐκ τοῦ τραύματος· | |
αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ' αἷμα, | 267 |
ἐπεὶ δὲ τὸ μὲν τραῦμα ἐξηραίνετο, ἔληξε δὲ τὸ αἷμα, | |
ὀξεῖαι δ' ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. | 268 |
τμητικαὶ ἀλγηδόνες εἰσήρχοντο τὴν ψυχὴν τοῦ υἱοῦ τοῦ Ἀτρέως· | |
ὡς δ' ὅτ' ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα | 269 |
ὥσπερ δὲ ὅταν γυναῖκα, ἐπὶ τῷ τεκεῖν οὖσαν, κατέχῃ ὀδύνη σφοδρὰ | |
δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι | 270 |
καὶ δριμεῖα, ἥντινα ἐπάγουσιν αἱ μογοῦσαι καὶ πονοῦσαι περὶ τοὺς τοκετούς, ἤτοι αἱ λοχεύτρια Εἰλείθυιαι | |
Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι, | 271 |
αἱ θυγατέρες τῆς Ἥρας, πικροὺς τοκετοὺς ἔχουσαι. | |
ὣς ὀξεῖ' ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. | 272 |
οὕτως σφοδραὶ ἀλγηδόνες εἰσήρχοντο τὴν ψυχὴν τοῦ υἱοῦ τοῦ Ἀτρέως, | |
ἐς δίφρον δ' ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε | 273 |
ἀνώρμησε δὲ εἰς τὸ ὄχημα καὶ ἐπέταττε | |
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ. | 274 |
τῷ ἡνιόχω ἐλαύνειν καὶ ἱππεύειν ἐπὶ τὰς κοίλας ναῦς, ἤλγει δὲ καὶ ἐλυπεῖτο κατὰ ψυχήν, | |
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· | 275 |
ἐβόησεν δὲ μεγάλως καὶ ἰσχυρῶς τοῖς Ἕλλησι φωνῶν· | |
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες | 276 |
ὦ φίλοι, ἡγεμόνες καὶ βασιλεῖς τῶν Ἑλλήνων, | |
ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι | 277 |
ὑμεῖς μέντοι νυνὶ ταῖς τὸν πόντον διαπορευομέναις ναυσὶν ἀποσοβεῖτε | |
φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς | 278 |
τὴν ὀδυνηρὰν μάχην, ἐπειδὴ οὐκ ἐμὲ ὁ βουλευτικὸς Ζεὺς | |
εἴασε Τρώεσσι πανημέριον πολεμίζειν. | 279 |
ἀφῆκε πολεμεῖν τοῖς Τρῳσὶ δι᾽ ὅλης τῆς ἡμέρας. | |
ὣς ἔφαθ', ἡνίοχος δ' ἵμασεν καλλίτριχας ἵππους | 280 |
οὕτως εἶπεν· ὁ ἡνίοχος δὲ ἐμάστιξε τοὺς ὡραιότριχας ἵππους | |
νῆας ἔπι γλαφυράς· τὼ δ' οὐκ ἀέκοντε πετέσθην· | 281 |
ἐπὶ τὰς κοίλας ναῦς, οὗτοι δὲ ἐθελουσίως ταχέως ἔτρεχον, | |
ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ | 282 |
ἤφρουν δὲ τὰ στήθη· ἐπάττοντο δὲ κάτωθεν τῷ κονιορτῷ, | |
τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες. | 283 |
φέροντες τὸν βασιλέα καταπονούμενον πόρρω τοῦ πολέμου. | |
Ἕκτωρ δ' ὡς ἐνόησ' Ἀγαμέμνονα νόσφι κιόντα | 284 |
ὁ Ἕκτωρ δὲ ἐπειδὴ ἐνόησεν (ἐθεάσατο) τὸν Ἀγαμέμνονα ἀπερχόμενον, | |
Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· | 285 |
τοῖς Τρῳσὶ καὶ τοῖς Λυκίοις παρεκελεύετο, μεγάλως καὶ ἰσχυρῶς βοήσας· | |
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ | 286 |
ὦ Τρῷες καὶ Λύκιοι καὶ Δάρδανοι πολεμισταί, | |
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. | 287 |
ὑπάρχετε ἄνδρες, ὦ φίλοι, μνήσθητε δὲ ἰσχύος ὁρμητικῆς καὶ πολεμικῆς· | |
οἴχετ' ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγ' εὖχος ἔδωκε | 288 |
ἀνεχώρησεν ὁ ἄριστος ἀνήρ, ἐμοὶ δὲ καύχημα μέγα παρέσχετο | |
Ζεὺς Κρονίδης· ἀλλ' ἰθὺς ἐλαύνετε μώνυχας ἵππους | 289 |
Ζεὺς ὁ υἱὸς τοῦ Κρόνου· ἀλλ᾽ εὐθὺ τῶν ἰσχυρῶν Ἑλλήνων ἄγετε τοὺς μονώνυχας ἵππους, | |
ἰφθίμων Δαναῶν, ἵν' ὑπέρτερον εὖχος ἄρησθε. | 290 |
ὅπως ἀνώτερον καύχημα σχῆτε. | |
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. | 291 |
οὕτως εἰπὼν τὴν ψυχὴν ἁπάντων παρώξυνε. | |
ὡς δ' ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας | 292 |
ὥσπερ δὲ ὅταν τίς που θηρευτὴς κύνας λευκόδοντας | |
σεύῃ ἐπ' ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι, | 293 |
παρορμᾷ καὶ ἐλαύνῃ ἐπὶ σύαγρον κάπρον, ἢ λέοντα, | |
ὣς ἐπ' Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους | 294 |
οὕτως ἐπὶ τοὺς Ἕλληνας παρώρμα καὶ ἐπῆγε τοὺς μεγαλόφρονας Τρῷας | |
Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ. | 295 |
Ἕκτωρ ὁ υἱὸς τοῦ Πριάμου ὅμοιος τῷ ἀνθρωποφθόρῳ Ἄρεϊ· | |
αὐτὸς δ' ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει, | 296 |
αὐτὸς δὲ ἐν πρώτοις μεγαλοφρονῶν ὥρμησεν, | |
ἐν δ' ἔπεσ' ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ, | 297 |
ἐνέπεσε δὲ τῇ μάχῃ ὅμοιος συστροφῇ ἀνέμου ὑπερεχούσῃ κατὰ τὴν πνοήν, | |
ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει. | 298 |
ἥτις ἄνωθεν φερομένη συνταράσσει τὴν μέλαιναν θάλασσαν· | |
ἔνθα τίνα πρῶτον, τίνα δ' ὕστατον ἐξενάριξεν | 299 |
τότε τίνα πρῶτον, τίνα δ᾽ ὕστερον ἐφόνευσεν (ἀπέκτεινεν) | |
Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν; | 300 |
Ἕκτωρ ὁ υἱὸς τοῦ Πριάμου, ὁπηνίκα αὐτῷ ὁ Ζεὺς δόξαν παρέσχετο; | |
Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην | 301 |
τὸν Ἀσσαῖον μὲν πρῶτον, καὶ τὸν Αὐτόνοον, καὶ τὸν Ὀπίτην, | |
καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδ' Ἀγέλαον | 302 |
καὶ τὸν Δόλοπα τὸν υἱὸν τοῦ Κλύτου, καὶ τὸν Ὀφέλτιον, καὶ τὸν Ἀγέλαον, | |
Αἴσυμνόν τ' Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην. | 303 |
καὶ τὸν Αἴσυμνον, καὶ τὸν Ὦρον, καὶ τὸν Ἱππόνουν τὸν πολεμικόν. | |
τοὺς ἄρ' ὅ γ' ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα | 304 |
τούτους δὴ οὗτος ἡγεμόνας τῶν Ἑλλήνων ἀνεῖλεν, μετὰ ταῦτα δὲ | |
πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ | 305 |
τὸ πλῆθος· ὥσπερ δὲ ὁπηνίκα ὁ Ζέφυρος ἄνεμος συνταράξῃ | |
ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων· | 306 |
καὶ διασκεδάσῃ τὰ νέφη τοῦ ταχέος (τοῦ λευκοτάτου) Νότου, συστροφή μεγάλῃ καὶ σφοδρᾷ κρούων καὶ διασκορπίζων αὐτά, | |
πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δ' ἄχνη | 307 |
μέγα δὲ κῦμα τεθραμμένον κυλίεται, τὸ λεπτὸν δὲ καὶ ἀφρῶδες εἰς ὕψος ἀναρριπίζεται | |
σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς· | 308 |
καὶ διαχεῖται ἐκ τῆς πνοῆς τοῦ ἀνέμου τοῦ πανταχοῦ τὰ κύματα περιάγοντος· | |
ὣς ἄρα πυκνὰ καρήαθ' ὑφ' Ἕκτορι δάμνατο λαῶν. | 309 |
οὕτω δὴ πολλαὶ καὶ συνεχεῖς κεφαλαὶ τῶν λαῶν ἐδαμάζοντο καὶ ἀνῃροῦντο ὑπὸ τοῦ Ἕκτορος· | |
ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, | 310 |
τότε δὴ ὄλεθρος ἦν ἄν, καὶ ἄπορα καὶ χαλεπὰ ἔργα ἐγένοντο, | |
καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί, | 311 |
καὶ δὴ φεύγοντες οἱ Ἕλληνες ἐνέπεσον ἂν εἰς τὰς ναῦς, | |
εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετ' Ὀδυσσεύς· | 312 |
εἰ μὴ Διομήδει τῷ υἱῷ τοῦ Τυδέως παρεκελεύσατο Ὀδυσσεὺς λέγων· | |
Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς; | 313 |
ὦ υἱὲ τοῦ Τυδέως, τί παθόντες ἐπελαθόμεθα τῆς ὁρμητικῆς καὶ πολεμικῆς ἰσχύος; | |
ἀλλ' ἄγε δεῦρο πέπον, παρ' ἔμ' ἵσταο· δὴ γὰρ ἔλεγχος | 314 |
ἀλλ᾽ ἄγε, ὦ προσηνέστατε, ἵστασο δεῦρο παρ᾽ἐμοί, ἐπὶ πολὺ γὰρ ὄνειδος καὶ αἰσχύνη | |
ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ. | 315 |
ἔσεται, ἐὰν τὰς ναῦς κατάσχῃ ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ. | |
τὸν δ' ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης· | 316 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ ἰσχυρὸς Διομήδης· | |
ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα | 317 |
ἐγὼ μὲν μενῶ καὶ καρτερήσω, ἀλλ᾽ ἐπ ' ὀλίγον χρόνον | |
ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς | 318 |
ἡμῶν ἔσται ὠφέλεια, ἐπειδὴ ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς | |
Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν. | 319 |
μᾶλλον τοῖς Τρῳσὶ νῦν βούλεται παρασχέσθαι νίκην, ἢ ἡμῖν. | |
ἦ καὶ Θυμβραῖον μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε | 320 |
εἶπε, καὶ Θυμβραῖον ἀπὸ τῶν ἵππων ὤθησεν εἰς τὴν γῆν | |
δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς | 321 |
δόρατι τρώσας κατὰ τὸν ἀριστερὸν μαζόν· ὁ Ὀδυσσεὺς δὲ | |
ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος. | 322 |
τὸν ἰσόθεον Μολίονα τὸν θεράποντα τούτου τοῦ βασιλέως· | |
τοὺς μὲν ἔπειτ' εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν· | 323 |
τούτους μὲν οὖν κατέλιπον, ἐπειδὴ τῆς μάχης αὐτοὺς ἀπέπαυσαν. | |
τὼ δ' ἀν' ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω | 324 |
οἱ δὲ ἀνὰ τὸν στρατὸν πορευόμενοι ἐθορύβουν, ὥσπερ ὅταν δύο κάπροι | |
ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον· | 325 |
ἐμπέσωσιν εἰς κύνας θηρατικούς, μεγαλοφρονοῦντες καὶ θρασυνόμενοι. | |
ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ | 326 |
οὕτως ἀπέκτεινον τοὺς Τρῷας παλινοστοῦντες· οἱ Ἕλληνες δὲ | |
ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον. | 327 |
φεύγοντες τὸν ἐνδοξότατον Ἕκτορα, ἀσπασίως καὶ ἀσμένως ἀνέπνεον. | |
ἔνθ' ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω | 328 |
τότε ἀνεῖλον δίφρον τε, καὶ ἄνδρας δημότας ἀρίστους. | |
υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων | 329 |
τοὺς δύο υἱοὺς τοῦ Μέροπος τοῦ ἀπὸ Περκώτης πόλεως, ὃς ὑπὲρ πάντας | |
ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε | 330 |
ἠπίστατο μαντείας, οὐδὲ τοὺς ἑαυτοῦ υἱοὺς αφίη | |
στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι | 331 |
πορεύεσθαι ἐπὶ τὸν τοὺς ἄνδρας φθείροντα πόλεμον, οἱδὲ οὐδαμῶς αὐτῷ | |
πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο. | 332 |
ἐπείθοντο, ἦγον γὰρ αὐτοὺς μοῖραι τοῦ σκοτεινοῦ θανάτου. | |
τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης | 333 |
τούτους μὲν ὁ υἱὸς τοῦ Τυδέως ὁ ἔνδοξος τὰ πολεμικὰ Διομήδης | |
θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχε' ἀπηύρα· | 334 |
τῆς ψυχῆς ἀποστερήσας τὰ ἔνδοξα ὅπλα ἀφείλετο. | |
Ἱππόδαμον δ' Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν. | 335 |
ὁ Ὀδυσσεὺς δὲ ἀπέκτεινε τὸν Ἱππόδαμον, καὶ τὸν Ὑπέροχον. | |
ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων | 336 |
τότ᾿ αὐτοῖς ἐπίσης ἐξέτεινε καὶ διέθηκε τὸν πόλεμον ὁ υἱὸς τοῦ Κρόνου, | |
ἐξ Ἴδης καθορῶν· τοὶ δ' ἀλλήλους ἐνάριζον. | 337 |
ἐκ τῆς Ἴδης πάντ᾽ ἀκριβῶς ὁρῶν· οὗτοι δὲ ἀλλήλους ἀπέκτεινον. | |
ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ | 338 |
ὁ μὲν υἱὸς τοῦ Τυδέως δόρατι τὸν Ἀγάστροφον ἔβαλε | |
Παιονίδην ἥρωα κατ' ἰσχίον· οὐ δέ οἱ ἵπποι | 339 |
τὸν υἱὸν τοῦ Παίονος τὸν ἥρωα, κατὰ τὸ κοῖλον τοῦ γλουτοῦ, οὐδὲ γὰρ αὐτῷ | |
ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ. | 340 |
οἱ ἵπποι ἦσαν ἐγγὺς ὥστε καταφυγεῖν, ἐβλάβη δὲ μεγάλως ἐν τῇ ψυχῇ· | |
τοὺς μὲν γὰρ θεράπων ἀπάνευθ' ἔχεν, αὐτὰρ ὃ πεζὸς | 341 |
τούτους μὲν γὰρ ὁ θεράπων πόρρω κατεῖχεν, οὗτος δὲ πεζὸς | |
θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν. | 342 |
ἔτρεχεν διὰ τῶν πρωταγωνιστῶν ἕως ἀπώλεσε τὴν ἀγαπητὴν ψυχήν. | |
Ἕκτωρ δ' ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δ' ἐπ' αὐτοὺς | 343 |
ὁ Ἕκτωρ δὲ ταχέως ἐθεάσατο κατὰ τὰς τάξεις, ὥρμησε δ᾽ ἐπ᾿ αὐτοὺς | |
κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες. | 344 |
βοῶν, ὁμοῦ δὲ καὶ αἱ τάξεις τῶν Τρῴων ἠκολούθουν. | |
τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης, | 345 |
τοῦτον δὲ θεασάμενος ἐφοβήθη ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης, | |
αἶψα δ' Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα· | 346 |
εὐθὺς δὲ πρὸς τὸν Ὀδυσσέα ἐγγὺς ὄντα ἔλεγε· | |
νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ· | 347 |
καθ᾿ ἡμῶν δὴ τοῦτο τὸ βλάβος κυλίεται καὶ καταφέρεται, ὁ ἰσχυρὸς Ἕκτωρ· | |
ἀλλ' ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες. | 348 |
ἀλλ᾿ ἄγε δὴ στῶμεν, καὶ ἀμύνωμεν μένοντες. | |
ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος | 349 |
εἶπεν δή, καὶ ἀνασείσας προέπεμψε τὸ μακρὸν δόρυ, | |
καὶ βάλεν, οὐδ' ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν, | 350 |
καὶ ἔπληξεν αὐτόν, οὐδὲ ἀπέτυχεν στοχαζόμενος κατὰ τὴν κεφαλήν, | |
ἄκρην κὰκ κόρυθα· πλάγχθη δ' ἀπὸ χαλκόφι χαλκός, | 351 |
παρὰ τὸ ἄκρον τῆς περικεφαλαίας· ἀπεκρούσθη δὲ ἐκ τοῦ σιδήρου ὁ σίδηρος, | |
οὐδ' ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια | 352 |
ουδ' ἥψατο τοῦ εὐειδοῦς σώματος, ἐκώλυσε γὰρ ἡ περικεφαλαία | |
τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων. | 353 |
ἡ τριπλῆ, ἡ ἐκτεταμένον ἔχουσα τὸν λόφον, ἣν αὐτῷ δέδωκεν Ἀπόλλων ὁ καθαρός. | |
Ἕκτωρ δ' ὦκ' ἀπέλεθρον ἀνέδραμε, μίκτο δ' ὁμίλῳ, | 354 |
ὁ Ἕκτωρ δὲ ταχέως ἀμετρήτως, ἤτοι ὑπερβαλλόντως, ἀνέδραμε, συνεμίγη δὲ τῷ λαῷ. | |
στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ | 355 |
ἔστη δὲ κλιθεὶς ἐπὶ γόνυ καὶ ἐπεστηρίχθη τῇ παχείᾳ καὶ ἰσχυρᾷ χειρὶ | |
γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν. | 356 |
κατὰ γῆς, τοὺς ὀφθαλμοὺς δὲ νὺξ σκοτεινή περιεκάλυψεν· | |
ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετ' ἐρωὴν | 357 |
ἐν ὅσῳ δὲ ὁ υἱὸς τοῦ Τυδέως μετὰ τὴν ὁρμὴν τοῦ δόρατος ἐπήρχετο | |
τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης | 358 |
πόρρω διὰ τῶν πρωταγωνιστῶν, ὅπου κατὰ γῆς αὐτῷ ἐφάνη κατενεχθὲν (ὅπου ὑπ᾽ αὐτοῦ κατηνέχθη ἐπὶ τὴν γῆν), | |
τόφρ' Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας | 359 |
ἐν τοσούτῳ ὁ Ἕκτωρ ἀνέπνευσεν, καὶ ἀναπηδήσας εἰς τὸ ὄχημα ὀπίσω | |
ἐξέλασ' ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν. | 360 |
ἀνέδραμεν εἰς τὸ πλῆθος, καὶ ἐξέφυγε τὴν θανατηφόρον σκοτεινὴν μοῖραν. | |
δουρὶ δ' ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης· | 361 |
δόρατι δὲ ἐφορμῶν εἶπε πρὸς αὐτὸν ὁ ἰσχυρὸς Διομήδης· | |
ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι | 362 |
ἐξέφυγες νῦν δὴ τὸν θάνατον, ὦ κύον, ὄντως σοι ἐγγὺς | |
ἦλθε κακόν· νῦν αὖτέ σ' ἐρύσατο Φοῖβος Ἀπόλλων | 363 |
παρεγένετο τὸ δεινόν, νῦν δὲ δή σε ἔσωσεν Ἀπόλλων ὁ καθαρός, | |
ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων. | 364 |
ᾧτινι ἔοικας εὔχεσθαι ἐρχόμενος εἰς τὸν κτύπον τῶν δοράτων. | |
ἦ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, | 365 |
ὄντως δή σε καὶ μετὰ ταῦτα ἀπαντήσας ἐκπληρώσω καὶ κατεργάσομαι, | |
εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι. | 366 |
εἴ τις που κἀμοὶ τῶν θεῶν ἐπίκουρος ὑπάρχει· | |
νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω. | 367 |
νυνὶ δὲ ἐπὶ τοὺς ἄλλους πορεύσομαι, ὃν ἂν καταλάβω. | |
ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν. | 368 |
εἶπεν, καὶ τὸν υἱὸν τοῦ Παίονος τὸν ἔνδοξον τὰ πολεμικά ἐφόνευσε. | |
αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο | 369 |
Ἀλέξανδρος δὲ ὁ ἀνὴρ τῆς καλλικόμου Ἑλένης | |
Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν, | 370 |
ἐπὶ τὸν υἱὸν τοῦ Τυδέως τὸν βασιλέα τῶν λαῶν ἐνέτεινεν τὸ τόξον, | |
στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ | 371 |
τῇ στήλῃ περικεκρυμμένος, καὶ κεκαλυμμένος ἐπὶ τῷ τάφῳ, | |
Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος. | 372 |
ᾧ ἐνέκειτο ὁ καμὼν τοῦ Ἴλου τοῦ Δαρδάνου παιδὸς τοῦ παλαιοῦ βασιλέως. | |
ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο | 373 |
οὗτος μὲν οὖν τὸν θώρακα τοῦ ἰσχυροῦ Ἀγαστρόφου | |
αἴνυτ' ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τ' ὤμων | 374 |
ἀφῃρεῖτο ἀπὸ τοῦ στήθους, καὶ τὴν ποικιλωτάτην ἀσπίδα ἀπὸ τῶν ὤμων, | |
καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε | 375 |
καὶ τὴν στερεὰν περικεφαλαίαν. οὗτος δὲ τὸν πῆχυν τοῦ τόξου ἀνεῖλκε, | |
καὶ βάλεν, οὐδ' ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός, | 376 |
καὶ ἔτρωσεν, οὐδέ γε μάταιον ἔφυγεν αὐτὸν ἐκ τῆς χειρὸς τὸ βέλος, | |
ταρσὸν δεξιτεροῖο ποδός· διὰ δ' ἀμπερὲς ἰὸς | 377 |
κατὰ τὸ ἐπάνω τοῦ πέλματος τοῦ δεξιοῦ ποδός· διόλου δὲ ὁ ὀϊστὸς | |
ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας | 378 |
εἰς τὴν γῆν ἐνεπάγη· οὕτος δὲ πάνυ ἡδέως γελάσας | |
ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα· | 379 |
ἐκ τῆς ἐνέδρας ἀνεπήδησε, καὶ ἐπικαυχώμενος λόγον ἔλεγε· | |
βέβληαι οὐδ' ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι | 380 |
τέτρωσαι, οὐδὲ μάταιον τὸ βέλος ἐξέφυγεν· εἴθε σοι | |
νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι. | 381 |
εἰς τὸ ἔσχατον τοῦ λαγόνος τρώσας ἀφειλόμην τὴν ψυχήν· | |
οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος, | 382 |
οὕτω καὶ οἱ Τρῷες ἀνέπνευσαν ἂν καὶ ἐκουφίσθησαν τῆς ταλαιπωρίας, | |
οἵ τέ σε πεφρίκασι λέονθ' ὡς μηκάδες αἶγες. | 383 |
οἵτινές σε δεδοίκασιν ὥσπερ τὸν λέοντα αἱ μηκώμεναι αἶγες. | |
τὸν δ' οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης· | 384 |
πρὸς τοῦτον μηδὲν φοβηθείς εἶπεν ὁ ἰσχυρὸς Διομήδης· | |
τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα | 385 |
ὦ τοξότα, ὑβριστά, τὴν τρίχα λαμπρέ, τὰς παρθένους περιβλέπων, | |
εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης, | 386 |
εἰ μὲν δὴ κατὰ βιαίαν ἐναντίωσιν πεῖραν σχεῖν βουληθείης, | |
οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί· | 387 |
οὐκ ἄν σοι χρήσιμον γένηται τὸ τόξον καὶ τὰ πολλὰ βέλη· | |
νῦν δέ μ' ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως. | 388 |
νῦν δέ με ἐπιξέσας καὶ τρώσας κατὰ τὸ ἐπάνω τοῦ πέλματος τοῦ ποδὸς ἐπικαυχᾷ μάτην· | |
οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων· | 389 |
οὐ φροντίζω, ὥσπερ εἴ με γυνὴ τρώσειεν, ἢ παῖς μωρὸς καὶ ἀνόητος· | |
κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο. | 390 |
ἀνδρὸς γὰρ ἀσθενοῦς καὶ οὐδενὸς ἀξίου βέλος (τραῦμα) οὐδεμίαν αἴσθησιν τοῖς τιτρωσκομένοις ποιεῖ. | |
ἦ τ' ἄλλως ὑπ' ἐμεῖο, καὶ εἴ κ' ὀλίγον περ ἐπαύρῃ, | 391 |
ὄντως που ἄλλος ὑπ᾿ ἐμοῦ, καὶ ἐὰν ὀλίγου μετάσχῃ, | |
ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι. | 392 |
τραῦμα σφοδρὸν ὑπάρχει, καὶ ἄψυχον αὐτίκα (ταχέως) ποιεῖ. | |
τοῦ δὲ γυναικὸς μέν τ' ἀμφίδρυφοί εἰσι παρειαί, | 393 |
τούτου δὲ τῆς γυναικὸς μὲν αἱ γνάθοι περιεξεσμέναι τυγχάνουσιν, | |
παῖδες δ' ὀρφανικοί· ὃ δέ θ' αἵματι γαῖαν ἐρεύθων | 394 |
οἱ παῖδες δὲ ὀρφανοί, αὐτὸς δὲ αἵματι τὴν γῆν βάπτων ἐρυθρὰν | |
πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες. | 395 |
σήπεται, ὄρνεα δὲ μεγάλα περὶ αὐτὸν πλείω, ἢ γυναῖκες. | |
ὣς φάτο, τοῦ δ' Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν | 396 |
οὕτως εἶπεν. Ὀδυσσεὺς δὲ ὁ κατὰ πόλεμον ἔνδοξος ἐγγὺς τούτου παραγενόμενος | |
ἔστη πρόσθ'· ὃ δ' ὄπισθε καθεζόμενος βέλος ὠκὺ | 397 |
ἔστη ἔμπροσθεν, οὗτος δὲ ὄπισθεν καθεζόμενος τὸ ταχὺ βέλος | |
ἐκ ποδὸς ἕλκ', ὀδύνη δὲ διὰ χροὸς ἦλθ' ἀλεγεινή. | 398 |
ἀνέσπα ἐκ τοῦ ποδός, ὀδύνη δὲ διὰ τοῦ σώματος γέγονεν ἀλγεινή, | |
ἐς δίφρον δ' ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε | 399 |
ἀνέβη δὲ εἰς τὸ ὄχημα, καὶ τῷ ἡνιόχῳ ἐπέταττεν· ἱππεύειν | |
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ. | 400 |
ἐπὶ τὰς κοίλας ναῦς, ἤλγει γὰρ τὴν ψυχήν. | |
οἰώθη δ' Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ | 401 |
ἐμονώθη δὲ ὁ κατὰ πόλεμον ἔνδοξος Ὀδυσσεύς, οὐδέ τις αὐτῷ | |
Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας· | 402 |
τῶν Ἑλλήνων παρῆν, ἐπειδὴ δέος πάντας κατέσχεν. | |
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· | 403 |
στενάξας δὲ εἶπε πρὸς τὴν ἑαυτοῦ μεγαλόφρονα ψυχήν· | |
ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι | 404 |
οἴμοι, τί ἐγὼ πάθω, μέγα μὲν κακόν ἐστιν, ἐὰν φεύγω, | |
πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω | 405 |
φοβηθεὶς τὸ πλῆθος· τοῦτο δὲ χαλεπώτερον, ἐὰν ζωγρηθῶ | |
μοῦνος· τοὺς δ' ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων. | 406 |
μόνος, τοὺς ἄλλους δὲ Ἕλληνας εἰς φυγὴν ἔτρεψεν ὁ υἱὸς τοῦ Κρόνου, | |
ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; | 407 |
ἀλλὰ τί δή μοι ταῦτα ἡ ἀγαπητὴ ψυχὴ διελέχθη; | |
οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο, | 408 |
ἐπίσταμαι γὰρ ὅτι δειλοὶ μὲν ἀναχωροῦσι τῆς μάχης· | |
ὃς δέ κ' ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ | 409 |
ὃς δ᾽ ἂν ἀριστεύῃ καὶ ἀνδραγαθῇ ἐν τῷ πολέμω, τοῦτόν γε πάνυ δεῖ | |
ἑστάμεναι κρατερῶς, ἤ τ' ἔβλητ' ἤ τ' ἔβαλ' ἄλλον. | 410 |
ἵστασθαι καρτερῶς καὶ γενναίως, εἴτ᾿ ἐτρώθη, εἴτ᾽ ἔτρωσεν ἄλλον. | |
εἷος ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, | 411 |
ἕως οὗτος ταῦτα διελογίζετο κατὰ τὸ λογιστικόν τε καὶ τὴν ψυχήν, | |
τόφρα δ' ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων, | 412 |
ἐν τούτῳ ἐπῆλθον αἱ τάξεις τῶν ὁπλιτῶν Τρῴων, | |
ἔλσαν δ' ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες. | 413 |
συνήλασαν δὲ καὶ περιεκύκλωσαν ἐν τῇ μέσω, βλάβος ἐν ἑαυτοῖς κατασκευάζοντες· | |
ὡς δ' ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ' αἰζηοὶ | 414 |
ὥσπερ δὲ ὅταν κύνες καὶ ἀκμαῖοι νεανίαι κάπρον | |
σεύωνται, ὃ δέ τ' εἶσι βαθείης ἐκ ξυλόχοιο | 415 |
καταδιώκωσιν, οὗτος δὲ ἐξέρχεται ἐκ βαθέος καὶ μεγάλου δρυμοῦ | |
θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν, | 416 |
συμπαρατρίβων τὸν λευκὸν ὀδόντα ἐν ταῖς καμπύλαις σιαγόσιν, | |
ἀμφὶ δέ τ' ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων | 417 |
περὶ αὐτόν τε ὁρμῶσιν, καὶ ψόφος ὑπὸ τῶν ὀδόντων | |
γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα, | 418 |
ἀποτελεῖται, οὗτοι δὲ εὐθὺς παραμένουσιν καίπερ ὄντα φοβερόν· | |
ὥς ῥα τότ' ἀμφ' Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο | 419 |
οὕτω δὴ τότε περὶ τὸν Ὀδυσσέα τὸν φίλον τοῦ Διὸς ὥρμων | |
Τρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην | 420 |
οἱ Τρῷες. οὗτος δὲ πρῶτον μὲν τὸν ἄμεμπτον Δηϊοπίτην | |
οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί, | 421 |
ἔτρωσεν ὑπεράνω τοῦ ὤμου, ἐπιπηδήσας δόρατι ὀξεῖ· | |
αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε. | 422 |
μετὰ ταῦτα δὲ τὸν Θόωνα, καὶ τὸν Ἔννομον ἀπέκτεινεν, | |
Χερσιδάμαντα δ' ἔπειτα καθ' ἵππων ἀΐξαντα | 423 |
εἶτα τὸν Χερσιδάμαντα ἐκ τῶν ἵππων ὁρμῶντα, | |
δουρὶ κατὰ πρότμησιν ὑπ' ἀσπίδος ὀμφαλοέσσης | 424 |
δόρατι κατὰ τὸ ὑπογάστριον, ὑποκάτω τῆς ὀμφαλοὺς ἐχούσης ἀσπίδος | |
νύξεν· ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. | 425 |
ἔτρωσεν· οὗτος δὲ καταπεσὼν εἰς τὸν χοῦν ἐδράξατο τῆς γῆς τῇ δρακί. | |
τοὺς μὲν ἔασ', ὃ δ' ἄρ' Ἱππασίδην Χάροπ' οὔτασε δουρὶ | 426 |
τούτους μὲν οὖν κατέλιπεν· αὐτὸς δὲ Χάροπα τὸν υἱὸν τοῦ Ἱππάσου ἔτρωσε δόρατι, | |
αὐτοκασίγνητον εὐηφενέος Σώκοιο. | 427 |
αὐτάδελφον τοῦ εὐγενοῦς Σώκου· | |
τῷ δ' ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς, | 428 |
τούτῳ δὲ βοηθήσων ἐπήρχετο Σῶκος, ἀὴρ ἴσος θεῷ, | |
στῆ δὲ μάλ' ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν | 429 |
ἔστη δὲ πάνυ πλησίον παραγενόμενος, καὶ εἶπεν λόγον πρὸς αὐτόν. | |
ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτ' ἠδὲ πόνοιο | 430 |
ὦ πολύμνητε Ὀδυσσεῦ, ἀκόρεστε μηχανῆς τε καὶ ἀπάτης, καὶ πόνου, | |
σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι | 431 |
σήμερον, ἢ δυσὶν υἱοῖς τοῦ Ἱππάσου ἐπικαυχήσῃ, | |
τοιώδ' ἄνδρε κατακτείνας καὶ τεύχε' ἀπούρας, | 432 |
ἄνδρας τοιούτους ἀνελῶν καὶ τὰ ὅπλα ἀφελόμενος, | |
ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς. | 433 |
ἢ ὑπὸ τοῦ ἐμοῦ δόρατος πληγεὶς ἀπολέσῃς ἂν τὴν ψυχήν. | |
ὣς εἰπὼν οὔτησε κατ' ἀσπίδα πάντοσ' ἐΐσην. | 434 |
οὕτως εἰπὼν ἔβαλεν κατὰ τὴν πανταχόθεν ἴσην ἀσπίδα· | |
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, | 435 |
διῆλθεν μὲν οὖν διὰ τῆς λαμπρᾶς ἀσπίδος τὸ ἰσχυρὸν δόρυ, | |
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο, | 436 |
καὶ διὰ τοῦ ποικίλως κατεσκευασμένου θώρακος ἐνήρμοστο καὶ ἐστήρικτο | |
πάντα δ' ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδ' ἔτ' ἔασε | 437 |
ὅλην τὴν ἐπιφάνειαν τῶν πλευρῶν ἀπεῖρξε, οὐδέ τι εἴασεν | |
Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός. | 438 |
ἡ πολεμικὴ Ἀθηνᾶ εἰσδῦναι, καὶ μιγῆναι τοῖς ἐντὸς τοῦ ἀνδρός· | |
γνῶ δ' Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν, | 439 |
ἔγνω δὲ Ὀδυσσεὺς ὅτι οὐκ ἐπῆλθεν αὐτῷ τὸ δόρυ εἰσκαίριον καὶ θανάσιμον. | |
ἂψ δ' ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν· | 440 |
ὀπίσω δὲ ἀνακάμψας πρὸς τὸν Σῶκον εἶπεν λόγον· | |
ἆ δείλ' ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος. | 441 |
ὦ ἄθλιε, ὄντως που πάνυ καταλαμβάνει σε φθορὰ ἀφανιστική· | |
ἤτοι μέν ῥ' ἔμ' ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι· | 442 |
ἐμὲ μέντοι ἀπέπαυσας μάχεσθαι ἐπὶ τοὺς Τρῷας, | |
σοὶ δ' ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν | 443 |
σοὶ δὲ ἐγὼ ἐνταῦθα οἴομαι φόνον καὶ θανατηφόρον σκοτεινὴν μοίραν | |
ἤματι τῷδ' ἔσσεσθαι, ἐμῷ δ' ὑπὸ δουρὶ δαμέντα | 444 |
τῇδε τῇ ἡμέρᾳ ἔσεσθαι, δαμασθέντα δὲ καὶ ἀποθανόντα ὑπὸ τοῦ ἐμοῦ δόρατος | |
εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ. | 445 |
καύχημα ἐμοὶ δώσειν, τὴν ψυχὴν δὲ τῷ ἐνδόξους ἵππους ἔχοντι Ἅιδῃ. | |
ἦ, καὶ ὃ μὲν φύγαδ' αὖτις ὑποστρέψας ἐβεβήκει, | 446 |
εἶπεν, καὶ οὗτος μὲν εἰς τοὐπίσω ἀναχωρήσας ᾤχετο φεύγων, | |
τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν | 447 |
τούτῳ δὲ μεταστραφέντι ἐνέπηξε τὸ δόρυ, εἰς τὸ μετάφρενον | |
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε, | 448 |
μεταξὺ τῶν ὤμων, διὰ τοῦ στήθους δὲ ἐξεπέρασε, | |
δούπησεν δὲ πεσών· ὃ δ' ἐπεύξατο δῖος Ὀδυσσεύς· | 449 |
ἐψόφησε δὲ καταπεσών. Ὀδυσσεὺς δὲ ὁ ἔνδοξος ἐπεκαυχήσατο λέγων· | |
ὦ Σῶχ' Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο | 450 |
ὦ Σῶκε υἱὲ τοῦ Ἱππάσου τοῦ συνετοῦ καὶ πολεμικοῦ (ἱππικοῦ), | |
φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδ' ὑπάλυξας. | 451 |
ἔφθη καταλαβόν σε τὸ τέλος τοῦ θανάτου, οὐδὲ διέφυγες· | |
ἆ δείλ' οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ | 452 |
ἆ κακόδαιμον· οὐδαμῶς σοί γε ὁ πατὴρ καὶ ἡ σεβαστὴ μήτηρ | |
ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ' οἰωνοὶ | 453 |
τοὺς ὀφθαλμοὺς συγκλείσουσι, καίπερ ἀποθανόντι, ἀλλ᾿ ὄρνεα | |
ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες. | 454 |
μεγάλα ὠμοβόρα ἑλκύσουσί σε περιβαλόντα πτερὰ πυκνά· | |
αὐτὰρ ἔμ', εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί. | 455 |
ἐμὲ δὲ ἐπειδὰν ἀποθάνω κηδεύσουσιν οἱ ἐνδοξότατοι Ἕλληνες. | |
ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος | 456 |
οὕτως εἰπὼν τὸ ἰσχυρὸν δόρυ τοῦ συνετοῦ Σώκου | |
ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης· | 457 |
ἐξεῖλκε τοῦ σώματος, καὶ τῆς ὀμφαλοὺς ἐχούσης ἀσπίδος | |
αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν. | 458 |
αἷμα δὲ αὐτῷ ἐκβληθέντος ἀνεχεῖτο, ἐλύπει δὲ τὴν ψυχήν. | |
Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμ' Ὀδυσῆος | 459 |
οἱ Τρῷες δὲ οἱ μεγαλόψυχοι ἐπειδὴ ἐθεάσαντο τὸ αἷμα τοῦ Ὀδυσσέως, | |
κεκλόμενοι καθ' ὅμιλον ἐπ' αὐτῷ πάντες ἔβησαν. | 460 |
παρακελευόμενοι καὶ προτρέποντες κατὰ τὸν στρατὸν ἐπ᾽ αὐτὸν πάντες ὥρμησαν. | |
αὐτὰρ ὅ γ' ἐξοπίσω ἀνεχάζετο, αὖε δ' ἑταίρους. | 461 |
οὗτος δὲ εἰς τοὐπίσω ἀνεχώρει, ἐκάλει δὲ τοὺς φίλους. | |
τρὶς μὲν ἔπειτ' ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός, | 462 |
τρὶς μὲν οὖν ἐβόησεν ὅσον ἐχώρει ἡ κεφαλὴ τοῦ ἀνδρός, ἤτοι αὐτοῦ, | |
τρὶς δ' ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος. | 463 |
τρὶς δὲ ᾔσθετο φωνοῦντος Μενέλαος ὁ πολεμικός· | |
αἶψα δ' ἄρ' Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα· | 464 |
ταχέως δὲ πρὸς τὸν Αἴαντα ἐφώνει πλησίον ὄντα· | |
Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν | 465 |
ὦ Αἶαν ἐκ τοῦ Διὸς καταγόμενε, υἱὲ τοῦ Τελαμῶνος, ἡγεμὼν τοῦ λαοῦ, | |
ἀμφί μ' Ὀδυσσῆος ταλασίφρονος ἵκετ' ἀϋτὴ | 466 |
ἡ φωνὴ τοῦ καρτεροῦ Ὀδυσσέως μὲ περιήχησε, | |
τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα | 467 |
τούτῳ ὁμοία, ὥσπερ εἰ βιάζοιντο αὐτὸν μόνον ὄντα | |
Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ. | 468 |
οἱ Τρῷες, ἀποχωρίσαντες ἐν τῇ ἰσχυρᾷ μάχῃ· | |
ἀλλ' ἴομεν καθ' ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον. | 469 |
ἀλλ᾽ ἴωμεν κατὰ τὸ πλῆθος, κρεῖσσον γάρ ἐστι βοηθῆσαι· | |
δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς | 470 |
δέδοικα μή τι πάθῃ ἐν Τρῳσὶν μόνος καταλειφθείς, | |
ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται. | 471 |
ἀνδρεῖος ὑπάρχων, μεγάλη δὲ ὑστέρησις γένηται τοῖς Ἕλλησιν. | |
ὣς εἰπὼν ὃ μὲν ἦρχ', ὃ δ' ἅμ' ἕσπετο ἰσόθεος φώς. | 472 |
οὕτως εἰπὼν αὐτὸς, μὲν προηγεῖτο, οὗτος δὲ συνείπετο ἀνὴρ ἴσος θεῷ. | |
εὗρον ἔπειτ' Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δ' ἄρ' αὐτὸν | 473 |
εὗρον μετὰ ταῦτα Ὀδυσσέα τὸν φίλον τοῦ Διός, περὶ αὐτὸν δὲ | |
Τρῶες ἕπονθ' ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν | 474 |
οἱ Τρῷες ἐπῄεσαν. ὥσπερ δὲ θῶες φονικοὶ ἐν τοῖς ὄρεσιν | |
ἀμφ' ἔλαφον κεραὸν βεβλημένον, ὅν τ' ἔβαλ' ἀνὴρ | 475 |
περὶ ἔλαφον κερασφόρον τετρωμένον, ὃν δὴ ἔτρωσεν ἀνὴρ | |
ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τ' ἤλυξε πόδεσσι | 476 |
ὀϊστῷ ἀπὸ νευρᾶς, καὶ τοῦτον μὲν διέφυγεν ποσὶν | |
φεύγων, ὄφρ' αἷμα λιαρὸν καὶ γούνατ' ὀρώρῃ· | 477 |
φυγῇ τρέχων, ἕως οὗ τὸ αἷμα θερμὸν ᾖ καὶ τὰ γόνατα ὁρμῶσιν, | |
αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός, | 478 |
ἐπειδὴ δὲ τοῦτον δαμάσει ὁ ταχὺς ὀϊστός, | |
ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν | 479 |
οἱ ὠμοβόροι θῶες αὐτὸν ἐν τοῖς ὄρεσι κατεσθίουσιν | |
ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων | 480 |
ἐν νέμει δασεῖ καὶ κατασκίῳ· λέοντά τε ἐπήγαγεν ἡ τύχη | |
σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει· | 481 |
βλαπτικόν, καὶ οἱ μὲν θῶες αὐτὸν ἐφοβήθησαν καὶ ἔφυγον, οὗτος δὲ ἐσθίει· | |
ὥς ῥα τότ' ἀμφ' Ὀδυσῆα δαΐφρονα ποικιλομήτην | 482 |
οὕτω δὴ τότε περὶ τὸν συνετὸν καὶ πολύτροπον Ὀδυσσέα | |
Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γ' ἥρως | 483 |
οἱ Τρῷες ἐπῄεσαν πολλοί τε καὶ ἰσχυροί· οὗτος δὲ ὁ ἥρως | |
ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ. | 484 |
ὁρμῶν τῷ ἑαυτοῦ δόρατι ἀπεσόβει τὴν ἀνηλεῆ καὶ χαλεπὴν ἡμέραν. | |
Αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, | 485 |
ὁ Αἴας δὲ πλησίον παρεγένετο, βαστάζων ἀσπίδα καθάπερ πύργον, | |
στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος. | 486 |
ἔστη δὲ χωρίς, οἱ Τρῷες δὲ σὺν δέει ἔφυγον ἄλλοσε ἄλλος. | |
ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ' ὁμίλου | 487 |
τοῦτον μὲν οὖν Μενέλαος ὁ πολεμικὸς ἐξήγαγεν ἀπὸ τοῦ πλήθους | |
χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους. | 488 |
κατέχων (κρατῶν) ἀπὸ τῆς χειρός, ἕως ὁ θεράπων πλησίον ἤγαγε τοὺς ἵππους. | |
Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον | 489 |
ὁ Αἴας δὲ τοῖς Τρῳσὶν ἐπιπηδήσας ἀπέκτεινε τὸν Δόρυκλον | |
Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα, | 490 |
τὸν υἱὸν τοῦ Πριάμου τὸν νόθον, μετὰ ταῦτα δὲ τὸν Πάνδοκον ἔτρωσεν, | |
οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην. | 491 |
ἔτρωσεν δὲ τὸν Λύσανδρον, καὶ τὸν Πύρασον, καὶ τὸν Πυλάρτην. | |
ὡς δ' ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι | 492 |
ὥσπερ δὲ ἡνίκα ποταμὸς πλημμύρων εἰς τὸ πεδίον κατέρχεται, | |
χειμάρρους κατ' ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ, | 493 |
χειμάρρους ἀπὸ τῶν ὀρέων, ἐπειγόμενος τῷ ὑετῷ τοῦ Διός, | |
πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας | 494 |
πολλὰς δὲ δρῦς ξηράς, πολλὰς δὲ πεύκας | |
ἐσφέρεται, πολλὸν δέ τ' ἀφυσγετὸν εἰς ἅλα βάλλει, | 495 |
παρασύρει, πολὺν δὲ συρφετὸν εἰς τὴν θάλασσαν ἐμβάλλει· | |
ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας, | 496 |
οὕτως Αἴας ὁ λαμπρὸς ἐπέβαινε συνταράσσων τότε τὸ πεδίον, | |
δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ | 497 |
διχοτομῶν τούς τε ἵππους καὶ τοὺς ἄνδρας οὐδέπω ὁ Ἕκτωρ | |
πεύθετ', ἐπεί ῥα μάχης ἐπ' ἀριστερὰ μάρνατο πάσης | 498 |
ᾔσθετο, ἐπειδὴ ἐπὶ τὸ ἀριστερὸν μέρος τῆς μάχης ἁπάσης | |
ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα | 499 |
ἐπολέμει παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ τοῦ Σκαμάνδρου, ᾗ δὴ μάλιστα | |
ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δ' ἄσβεστος ὀρώρει | 500 |
ἔπιπτον αἱ κεφαλαὶ τῶν ἀνδρῶν, βοὴ δὲ ἄπαυστος ἠγέρθη | |
Νέστορά τ' ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα. | 501 |
περὶ τὸν μέγαν Νέστορα, καὶ τὸν πολεμικὸν Ἰδομενέα. | |
Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων | 502 |
ὁ Ἕκτωρ μὲν οὖν τούτοις συνανεστρέφετο, δεινὰ καὶ χαλεπὰ πράττων | |
ἔγχεΐ θ' ἱπποσύνῃ τε, νέων δ' ἀλάπαζε φάλαγγας· | 503 |
δόρατι καὶ ἱππικῇ, τῶν νέων δὲ τὰς τάξεις καθῄρει καὶ ἐξεκένου· | |
οὐδ' ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ | 504 |
οὐδέπω ἀνεχώρουν ἂν τῆς ὁδοῦ, ἤτοι τῆς πρὸς τοὺς πολεμίους ὁρμῆς καὶ προθυμίας, οἱ ἐνδοξότατοι Ἕλληνες, | |
εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο | 505 |
εἰ μὴ Ἀλέξανδρος ὁ ἀνὴρ τῆς καλλικόμου Ἑλένης | |
παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν, | 506 |
ἀπέπαυσεν ἀνδραγαθοῦντα Μαχάονα τὸν βασιλέα τοῦ λαοῦ, | |
ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον. | 507 |
τρώσας ὀϊστῷ τρεῖς γωνίας ἔχοντι κατὰ τὸν ὦμον τὸν δεξιόν· | |
τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ | 508 |
περὶ τούτου δὴ ἐφοβήθησαν οἱ εὐτόλμου ἰσχύος πνέοντες Ἕλληνες, | |
μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν. | 509 |
μήπως αὐτὸν τοῦ πολέμου μεταβαλόντος, ἤτοι ἐπὶ θατέρου μέρους τῆς ῥοπῆς γενομένης, ἀποκτείνειεν· | |
αὐτίκα δ' Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον· | 510 |
εὐθέως δὲ ὁ Ἰδομενεὺς ἐφώνει πρὸς τὸν ἐνδοξότατον Νέστορα· | |
ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν | 511 |
ὦ Νέστορ υἱὲ τοῦ Νηλέως δόξα μεγάλη τῶν Ἑλλήνων, | |
ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων | 512 |
ἄγε δὴ ἐπίβηθι τοῦ σοῦ δίφρου, παραβαινέτω δέ σοι καὶ ὁ Μαχάων· | |
βαινέτω, ἐς νῆας δὲ τάχιστ' ἔχε μώνυχας ἵππους· | 513 |
ἔλαυνε δὲ ὅσον τάχος τοὺς μονώνυχας ἵππους ἐπὶ τὰς ναῦς, | |
ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων | 514 |
ἀνὴρ γὰρ ἰατρὸς ἀντάξιός ἐστιν πολλῶν ἄλλων | |
ἰούς τ' ἐκτάμνειν ἐπί τ' ἤπια φάρμακα πάσσειν. | 515 |
ἐκτέμνειν καὶ ἐξέλκειν ὀϊστούς, καὶ ἐπιτιθέναι φάρμακα πραϋντικά. | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ. | 516 |
οὕτως εἶπεν, ὑπήκουσε δὲ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ· | |
αὐτίκα δ' ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων | 517 |
εὐθέως δὲ ἐπέβη τῶν ἑαυτοῦ ὀχέων, παρέβαινε δὲ αὐτῷ καὶ Μαχάων | |
βαῖν' Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος· | 518 |
ὁ υἱὸς τοῦ Ἀσκληπιοῦ, τοῦ ἀμέμπτου ἰατροῦ, | |
μάστιξεν δ' ἵππους, τὼ δ' οὐκ ἀέκοντε πετέσθην | 519 |
ἐμάστιξε δὲ ὥστε ἐλαύνειν, οἱ δὲ οὐκ ἄκοντες ἔτρεχον | |
νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ. | 520 |
ἐπὶ τὰς κοίλας ναῦς, ἐκεῖσε γὰρ ἰέναι ἀρεστὸν ἦν τῇ ψυχῇ. | |
Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν | 521 |
Κεβριόνης δὲ τοὺς Τρῷας θορυβουμένους ἐθεάσατο, | |
Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν· | 522 |
παραβεβηκώς τῷ Ἕκτορι, καὶ εἶπε πρὸς αὐτὸν λόγον· | |
Ἕκτορ νῶϊ μὲν ἐνθάδ' ὁμιλέομεν Δαναοῖσιν | 523 |
ὦ Ἕκτορ, ἡμεῖς μὲν ἐνταῦθα τοῖς Ἕλλησι σύνειμεν | |
ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι | 524 |
ἐν τῷ ἄκρῳ τοῦ κακοήχου πολέμου, οἱ ἄλλοι δὲ | |
Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί. | 525 |
Τρῷες συνταράσσονται ὁμοῦ ἵπποι τε καὶ αὐτοί· | |
Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων· | 526 |
Αἴας δὲ ὁ υἱὸς τοῦ Τελαμῶνος ταράσσει, καλῶς δὲ αὐτὸν ἔγνων· | |
εὐρὺ γὰρ ἀμφ' ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς | 527 |
τὴν γὰρ πλατεῖαν ἀσπίδα ἔχει περὶ τοὺς ὤμους· ἀλλὰ καὶ ἡμεῖς | |
κεῖσ' ἵππους τε καὶ ἅρμ' ἰθύνομεν, ἔνθα μάλιστα | 528 |
ἐκεῖσε τοὺς ἵππους καὶ τὰ ὀχήματα ἐλαύνωμεν, ὅπου μάλιστα | |
ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες | 529 |
οἱ ἱππεῖς καὶ οἱ πεζοὶ χαλεπὴν ἔριν μέσον ἀλλήλων κινήσαντες, | |
ἀλλήλους ὀλέκουσι, βοὴ δ' ἄσβεστος ὄρωρεν. | 530 |
ἀλλήλους ἀναιροῦσι, βοὴ δὲ ἄπαυστος ἐγέρθη. | |
ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους | 531 |
οὕτω δὴ εἰπὼν ἐμάστιξεν τὰς ὡραιότριχας ἵππους | |
μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες | 532 |
τῇ ὀξὺν ἦχον ἀποτελούσῃ μάστιγι· οὖτοι δὲ τῆς πληγῆς αἰσθόμενοι. | |
ῥίμφ' ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς | 533 |
ῥαδίως καὶ ταχέως ἔφερον τὸ ταχὺ ἅρμα | |
στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δ' ἄξων | 534 |
ἐπὶ τοὺς νεκροὺς καὶ τὰς ἀσπίδας, αἵματι δὲ ὁ ἄξων | |
νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, | 535 |
κάτωθεν ἅπας διεβρέχετο, καὶ αἱ περὶ τὸν δίφρον περιφέρειαι, | |
ἃς ἄρ' ἀφ' ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον | 536 |
ἃς δὴ ῥανίδες ἀπὸ τῶν ὅπλων καὶ τῆς ποδηλασίας τῶν ἱππων ἔρραινον, | |
αἵ τ' ἀπ' ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον | 537 |
καὶ αἱ ἀπὸ τῶν περικειμένων σιδήρων τῶν τροχῶν· οὗτος δὲ ἐφίετο εἰσελθεῖν εἰς τὸ πλῆθος | |
ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν | 538 |
τῶν ἀνδρῶν, καὶ τρέψαι ἐπιπηδήσας, | |
ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός. | 539 |
ἐνέβαλε δὲ θόρυβον χαλεπὸν τοῖς Ἕλλησιν, ἧσσον δὲ βολῆς δόρατος ἀνεχώρει. | |
αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν | 540 |
οὗτος δὲ τῶν μὲν ἄλλων ἀνδρῶν ταῖς τάξεσιν ἐπετίθετο | |
ἔγχεΐ τ' ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, | 541 |
δόρατι, καὶ ξίφει, καὶ μεγάλοις χειροπληθέσιν λίθοις· | |
Αἴαντος δ' ἀλέεινε μάχην Τελαμωνιάδαο. | 542 |
τοῦ Αἴαντος δὲ τοῦ υἱοῦ τοῦ Τελαμῶνος ἐξέφευγε τὴν μάχην. | |
Ζεὺς δὲ πατὴρ Αἴανθ' ὑψίζυγος ἐν φόβον ὦρσε· | 543 |
ὁ Ζεὺς δὲ ὁ πατὴρ ὁ ἐν ὕψει τὴν καθέδραν ἔχων, ἐνέβαλε τῷ Αἴαντι φόβον· | |
στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον, | 544 |
ἔστη δὲ ἐκπλαγείς, ὄπισθεν δὲ ἔβαλεν τὴν ἑπτάβυρσον ἀσπίδα, | |
τρέσσε δὲ παπτήνας ἐφ' ὁμίλου θηρὶ ἐοικὼς | 545 |
σὺν δέει δὲ ἀνεχώρει ἐπιτηρήσας ἐπὶ τοῦ πλήθους, ὅμοιος θηρίῳ | |
ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων. | 546 |
εἰς ἑκάτερα μεταστρεφόμενος καὶ τὸ φεύγειν καὶ τὸ ὁρμᾷν κατ' ὀλίγον τὸ γόνυ ἀλλάσσων | |
ὡς δ' αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο | 547 |
ὥσπερ δὲ λέοντα πυροειδῆ ἀπὸ ἐπαύλεως βοῶν | |
ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται, | 548 |
ἀπεδίωξαν κύνες καὶ ἄνδρες ἀγροῖκοι, | |
οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι | 549 |
οἵτινες οὐκ ἐῶσιν αὐτὸν ἐξελέσθαι τὸ λίπος τῶν βοῶν, | |
πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων | 550 |
δι᾽ ὅλης τῆς νυκτὸς γρηγοροῦντες, οὗτος δὲ κρεάτων ἐπιθυμῶν | |
ἰθύει, ἀλλ' οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες | 551 |
ὁρμᾷ, ἀλλ' οὐδὲν πράττει· πυκνὰ γὰρ ἀκόντια | |
ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν | 552 |
ἐναντίον ὁρμῶσιν ἀπὸ χειρῶν εὐτόλμων, | |
καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ· | 553 |
καὶ αἱ καιόμεναι δέσμαι τῶν ξύλων, ἅστινας φοβεῖται, καίπερ ὁρμῶν, | |
ἠῶθεν δ' ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ· | 554 |
ἕωθεν δὲ μακρὰν ὑπεχώρησε τεθλιμμένῃ ψυχῇ· | |
ὣς Αἴας τότ' ἀπὸ Τρώων τετιημένος ἦτορ | 555 |
οὕτως Αἴας τότε λελυπημένος κατὰ ψυχὴν ἀπὸ τῶν Τρῴων | |
ἤϊε πόλλ' ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν. | 556 |
ἀνεχώρει πάνυ ἄκων, ἐφοβεῖτο γὰρ περὶ τῶν νεῶν τῶν Ἑλλήνων. | |
ὡς δ' ὅτ' ὄνος παρ' ἄρουραν ἰὼν ἐβιήσατο παῖδας | 557 |
ὥσπερ δὲ ὅτε ὄνος παρὰ σπόριμα (παρὰ πεδίον καρποφόρον) πορευόμενος ἐβιάσατο παῖδας, | |
νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλ' ἀμφὶς ἐάγῃ, | 558 |
νωθρός τε καὶ βραδύς, ᾧ δὴ πολλαὶ βακτηρίαι περὶ ἑκατέρου μέρους κατεκλάσθησαν, | |
κείρει τ' εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες | 559 |
ἐθάδι ὄντι πάντοτε τύπτεσθαι, καὶ εἰσελθὼν κόπτει τὸ καλῶς αὐξηθὲν λήιον, οἱ παῖδες δὲ | |
τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν· | 560 |
τύπτουσιν αὐτὸν βακτηρίαις, νηπιαρὰ δὲ αὐτῶν ἡ ἰσχύς, | |
σπουδῇ τ' ἐξήλασσαν, ἐπεί τ' ἐκορέσσατο φορβῆς· | 561 |
καὶ μόλις ἐξήγαγον, ἐπειδὴ ἐχορτάσθη τροφῆς· | |
ὣς τότ' ἔπειτ' Αἴαντα μέγαν Τελαμώνιον υἱὸν | 562 |
οὕτω τότε δὴ τὸν μέγαν Αἴαντα τὸν υἱὸν τοῦ Τελαμῶνος | |
Τρῶες ὑπέρθυμοι πολυηγερέες τ' ἐπίκουροι | 563 |
οἱ μεγαλόφρονες Τρῷες καὶ οἱ πόρρωθεν κεκλημένοι βοηθοί, | |
νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο. | 564 |
βάλλοντες δόρασιν κατὰ τὸ μέσον τῆς ἀσπίδος ἀεὶ ἐπῄεσαν. | |
Αἴας δ' ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς | 565 |
ὁ Αἴας δὲ ποτὲ μὲν ἐμέμνητο τῆς πολεμικῆς ὁρμῆς τε καὶ ἰσχύος, | |
αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας | 566 |
αὖθις ὑποστρέφων, καὶ κατεκώλυεν τὰς τάξεις | |
Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν. | 567 |
τῶν ἱππικῶν Τρῴων, ποτὲ δὲ εἰς φυγὴν ἐστρέφετο, | |
πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν, | 568 |
πάντας δὲ τοὺς Τρῷας ἀπεῖργεν ἐπὶ ταῖς ταχείαις ναυσὶν ὁδεύειν | |
αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ | 569 |
μεταξὺ δὲ τῶν Τρῴων καὶ τῶν Ἑλλήνων αὐτὸς ὥρμᾳ | |
ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν | 570 |
ἑστηκώς, τὰ δὲ δόρατα ἀπὸ χειρῶν εὐτόλμων, | |
ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω, | 571 |
ἄλλα μὲν ἐν τῇ μεγάλῃ ἀσπίδι ἐπήγνυντο εἰς τὸ πρόσῳ ὁρμώμενα, | |
πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν, | 572 |
πολλὰ δὲ καὶ μεταξὺ πρὸ τοῦ ἅψασθαι τοῦ λευκοῦ σώματος | |
ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. | 573 |
εἰς γῆν πίπτοντα ἵσταντο, ἐπιθυμοῦντα σώματος κορεσθῆναι. | |
τὸν δ' ὡς οὖν ἐνόησ' Εὐαίμονος ἀγλαὸς υἱὸς | 574 |
τοῦτον δ᾽ οὖν ὡς ἴδεν ὁ λαμπρὸς υἱὸς τοῦ Εὐαίμονος | |
Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι, | 575 |
ὁ Εὐρύπυλος ἐπειγόμενον βέλεσι πυκνοῖς, | |
στῆ ῥα παρ' αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, | 576 |
ἔστη δὴ παρ' αὐτὸν ἐλθών, καὶ ἔβαλε δόρατι λαμπρῷ, | |
καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν | 577 |
καὶ ἔτρωσε τὸν υἱὸν τοῦ Φαυσίου τὸν Ἀπισάονα τὸν βασιλέα τοῦ λαοῦ | |
ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ' ὑπὸ γούνατ' ἔλυσεν· | 578 |
κατὰ τὸ διαφράσσον σπλάγχνον, εὐθέως δὲ τὰ γόνατα ὑποδιέλυσεν· | |
Εὐρύπυλος δ' ἐπόρουσε καὶ αἴνυτο τεύχε' ἀπ' ὤμων. | 579 |
Εὐρύπυλος δὲ ἐφώρμησε καὶ ἀφῃρεῖτο τὰ ὅπλα ἀπὸ τῶν ὤμων. | |
τὸν δ' ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς | 580 |
τοῦτον δ᾽ οὖν ὡς ἶδεν Ἀλέξανδρος ὁ τὸ εἶδος παρόμοιος τοῖς θεοῖς | |
τεύχε' ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον | 581 |
τὰ ὅπλα ἀφαιρούμενον τοῦ Ἀπισάονος, εὐθέως τὸ τόξον | |
ἕλκετ' ἐπ' Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ | 582 |
εἷλκεν ἐπὶ τὸν Εὐρύπυλον, καὶ ἔτρωσεν αὐτὸν κατὰ τὸν μηρὸν ἰῷ | |
δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν. | 583 |
τὸν δεξιὸν, συνετρίβη δὲ ὁ κάλαμος, οἷον τὸ βέλος, ἐβάρυνεν δὲ τὸν μηρόν, | |
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων, | 584 |
ὀπίσω δὲ εἰς τὸ ἄθροισμα τῶν φίλων ἀνεχώρει, ἐκφεύγων τὴν θανατηφόρον μοῖραν, | |
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· | 585 |
ἐβόησε δὲ τρανῶς καὶ ἐξακούστως τοῖς Ἕλλησι φωνῶν. | |
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες | 586 |
ὦ φίλοι ἡγεμόνες καὶ βασιλεῖς τῶν Ἑλλήνων | |
στῆτ' ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ | 587 |
στῆτε συστραφέντες, καὶ ἀποκρούσατε τὴν ἀνηλεῆ καὶ θανατηφόρον μοῖραν | |
Αἴανθ', ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι | 588 |
τῷ Αἴαντι, ὃς βέλεσιν ἐπείγεται, οὐδὲ οἴομαι αὐτὸν | |
φεύξεσθ' ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλ' ἄντην | 589 |
φυγεῖν ἐκ τοῦ κακοήχου πολέμου, ἀλλὰ πάνυ ἐναντίον | |
ἵστασθ' ἀμφ' Αἴαντα μέγαν Τελαμώνιον υἱόν. | 590 |
μένετε περὶ τὸν μέγαν Αἴαντα τὸν υἱὸν τοῦ Τελαμῶνος. | |
ὣς ἔφατ' Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρ' αὐτὸν | 591 |
οὕτως εἶπεν ὁ Εὐρύπυλος τετρωμένος· οὗτοι δὲ | |
πλησίοι ἔστησαν σάκε' ὤμοισι κλίναντες | 592 |
ἐγγὺς αὐτοῦ παρεγένοντο κλίναντες τὰς ἀσπίδας καὶ προσερείσαντες τοῖς ὤμοις, | |
δούρατ' ἀνασχόμενοι· τῶν δ' ἀντίος ἤλυθεν Αἴας. | 593 |
καὶ τὰ δόρατα ἄνω κρατοῦντες· τούτων δὲ ἐναντίον ἦλθεν ὁ Αἴας, | |
στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. | 594 |
ἔστη δὲ μεταστραφείς, ἐπειδὴ παρεγένετο εἰς τὸ πλῆθος τῶν φίλων. | |
ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο· | 595 |
οὕτως οὗτοι μὲν ἐμάχοντο, ὡς χρῆμα πυρὸς καιομένου· | |
Νέστορα δ' ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι | 596 |
τὸν Νέστορα δὲ ἐξέφερον ἀπὸ τοῦ πολέμου αἱ ἐκ τῆς Νηλέως ἀγέλης ἵπποι | |
ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν. | 597 |
ἱδρῶτι περιρρεόμεναι, ἦγον δὲ καὶ Μαχάονα τὸν βασιλέα τοῦ λαοῦ. | |
τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· | 598 |
τοῦτον δὲ θεασάμενος ἐγνώρισεν ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεύς, | |
ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ | 599 |
ἵστατο γὰρ ἐπὶ τῇ πρύμνῃ τῆς μεγάλης εὐρείας νεώς | |
εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν. | 600 |
βλέπων τὴν μεγάλην ταλαιπωρίαν, καὶ τὴν δακρύων γέμουσαν δίωξιν· | |
αἶψα δ' ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε | 601 |
τάχιστα δὲ πρὸς τὸν ἑαυτοῦ φίλον τὸν Πάτροκλον εἶπε | |
φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας | 602 |
καλέσας (φωνήσας) ἀπὸ τῆς νεώς· οὗτος δὲ ἀκούσας | |
ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δ' ἄρα οἱ πέλεν ἀρχή. | 603 |
ἐκ τῆς σκηνῆς ἐξῆλθεν ὅμοιος τῷ Ἄρεϊ, ἀρχὴ δ᾽ ἄρα κακοῦ ἦν αὐτῷ. | |
τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός· | 604 |
πρὸς τοῦτον πρότερος εἶπεν ὁ ἰσχυρὸς υἱὸς τοῦ Μενοιτίου· | |
τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο; | 605 |
τίποτέ με καλεῖς, ὦ Ἀχιλλεῦ; τίς δέ σοι χρεία ἐμοῦ; | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 606 |
πρὸς τοῦτον δὲ μετὰ ταῦτ᾽ ἀπεκρίνετο ὁ ἐνδοξότατος ταχύπους Ἀχιλλεύς· | |
δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ | 607 |
ἐνδοξότατε υἱὲ τοῦ Μενοιτίου τῇ ἐμῇ πεφιλημένε ψυχῇ, | |
νῦν ὀΐω περὶ γούνατ' ἐμὰ στήσεσθαι Ἀχαιοὺς | 608 |
νυνὶ ὑπολαμβάνω στήσεσθαι τοὺς Ἕλληνας περὶ τὰ ἐμὰ γόνατα | |
λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτ' ἀνεκτός. | 609 |
παρακαλοῦντας· χρεία γὰρ καταλαμβάνει οὐκέτι χορητή· | |
ἀλλ' ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορ' ἔρειο | 610 |
ἀλλ᾽ ἄπιθι νῦν, ὦ Πάτροκλε φίλε τοῦ Διός, ἐρώτησον τὸν Νέστορα, | |
ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο· | 611 |
τίνα τοῦτον ἄγει τετρωμένον ἐκ τοῦ πολέμου, | |
ἤτοι μὲν τά γ' ὄπισθε Μαχάονι πάντα ἔοικε | 612 |
τὰ μὲν ὄπισθεν παντελῶς τῷ Μαχάονι ὅμοιός ἐστι | |
τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός· | 613 |
τῷ υἱῷ τοῦ Ἀσκληπιοῦ, τὸ πρόσωπον δὲ τοῦ ἀνδρὸς οὐκ ἴδον· | |
ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι. | 614 |
αἱ γὰρ ἵπποι μὲ παρέδραμον εἰς τὸ πρόσω ὁρμῶσαι. | |
ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ, | 615 |
οὕτως εἶπε. Πάτροκλος δὲ ὑπήκουσε τῷ ἀγαπητῷ φίλῳ, | |
βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν. | 616 |
ὥρμησε δὲ τρέχειν ἐπὶ τὰς σκηνὰς καὶ τὰς ναῦς τῶν Ἑλλήνων· | |
οἳ δ' ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο, | 617 |
οὗτοι δὲ ὁπηνίκα ἀφίκοντο εἰς τὴν σκηνὴν τοῦ υἱοῦ τοῦ Νηλέως, | |
αὐτοὶ μέν ῥ' ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν, | 618 |
αὐτοὶ μὲν δὴ κατέβησαν ἐπὶ τὴν γῆν τὴν πολλοὺς βόσκουσαν καὶ τρέφουσαν, | |
ἵππους δ' Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος | 619 |
τοὺς ἵππους δὲ ἔλυσεν ἐκ τοῦ ὀχήματος ὁ Εὐρυμέδων ὁ θεράπων τοῦ γέροντος· | |
ἐξ ὀχέων· τοὶ δ' ἱδρῶ ἀπεψύχοντο χιτώνων | 620 |
οὗτοι δὲ τὸν ἱδρῶτα ἐξήραινον ἀπὸ τῶν χιτώνων | |
στάντε ποτὶ πνοιὴν παρὰ θῖν' ἁλός· αὐτὰρ ἔπειτα | 621 |
πρὸς τὸν ἄνεμον ἐπιστραφέντες παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης· μετὰ ταῦτα δὲ | |
ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον. | 622 |
ἐλθόντες εἰς τὴν σκηνὴν ἐκάθισαν ἐπὶ ταῖς καθέδραις· | |
τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη, | 623 |
τούτοις ἐσκεύασεν ἡ καλλίκομος Ἑκαμήδη κυκεῶνα, ἤτοι πόμα ἐκ πολλῶν σκευαζόμενον, | |
τὴν ἄρετ' ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς, | 624 |
ἣν ἔλαβεν ἐκ τῆς Τενέδου ὁ γέρων, ὅτε Ἀχιλλεὺς ἐξεπόρθησεν αὐτήν, | |
θυγατέρ' Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ | 625 |
θυγατέρα οὖσαν Ἀρσινόου τοῦ μεγαλοψύχου, ἣν αὐτῷ οἱ Ἕλληνες | |
ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων. | 626 |
ἔδωκαν ἔκκριτον, διότι ἄριστος πάντων ἐν βουλῇ ἦν· | |
ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν | 627 |
αὕτη πρῶτον μὲν αὐτοῖς ἐξέτεινεν ἔμπροσθεν τράπεζαν | |
καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπ' αὐτῆς | 628 |
περικαλλῆ, κυανόποδα (κυανοῦν ἔχουσαν τὸν ἔξωθεν κύκλον) καλῶς ἐξεσμένην, ἐπ᾿ αὐτῇ δὲ | |
χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον, | 629 |
χαλκοῦν κανίσκιον, ἐπ᾿ αὐτῷ δὲ κρόμυον, ὄψον τῇ πόσει, | |
ἠδὲ μέλι χλωρόν, παρὰ δ' ἀλφίτου ἱεροῦ ἀκτήν, | 630 |
καὶ μέλι νέον, παρ᾿ αὐτὰ δὲ τὸ λεπτὸν τοῦ ἱεροῦ ἀλεύρου, ἤτοι ἄρτον, | |
πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ' ὁ γεραιός, | 631 |
παρ᾽ αὐτὰ δὲ ποτήριον εὐειδές, ὅπερ ἐκ τοῦ οἴκου ἐκόμισεν ὁ γέρων, | |
χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δ' αὐτοῦ | 632 |
ἥλοις χρυσοῖς καθηλωμένον, ὦτα δὲ αὐτοῦ | |
τέσσαρ' ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον | 633 |
ἦσαν τέσσαρα, περὶ ἕκαστον δὲ δύο περιστεραὶ | |
χρύσειαι νεμέθοντο, δύω δ' ὑπὸ πυθμένες ἦσαν. | 634 |
χρυσαῖ ἐνέμοντο, δύο δὲ ὑποκάτω ἦσαν πυθμένες (δύο δὲ ἄλλαι ὑποπυθμένιαι ἦσαν). | |
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης | 635 |
ἄλλος μὲν οὖν πρεσβύτης μόλις ἀπὸ τῆς τραπέζης | |
πλεῖον ἐόν, Νέστωρ δ' ὁ γέρων ἀμογητὶ ἄειρεν. | 636 |
ἐκίνει πεπληρωμένον ὂν· ὁ γέρων δὲ Νέστωρ ἄνευ κόπου ἦρεν· | |
ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν | 637 |
ἐν τούτῳ δὴ αὐτοῖς ἐτάραξε ποτὸν ἡ ταῖς θεαῖς ὁμοία γυνὴ | |
οἴνῳ Πραμνείῳ, ἐπὶ δ' αἴγειον κνῆ τυρὸν | 638 |
οἴνῳ παλαιῷ, ἐπ᾿ αὐτῷ δὲ κυρὸν αἴγειον ἔτριψεν | |
κνήστι χαλκείῃ, ἐπὶ δ' ἄλφιτα λευκὰ πάλυνε, | 639 |
τριπτῆρι σιδηρῷ, ἐπὶ τούτῳ δὲ ἄλευρα λευκὰ ἔπασε· | |
πινέμεναι δ' ἐκέλευσεν, ἐπεί ῥ' ὥπλισσε κυκειῶ. | 640 |
πίνειν δὲ εἶπεν, ἐπειδὴ ἐσκεύασεν τὸν κυκεῶνα. | |
τὼ δ' ἐπεὶ οὖν πίνοντ' ἀφέτην πολυκαγκέα δίψαν | 641 |
οὗτοι δ᾽ οὖν ἐπειδὴ πίνοντες ἀφῆκαν τὴν πολλὴν ξηρότητα ἔχουσαν δίψαν, | |
μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες, | 642 |
λόγοις εὐφραίνοντο πρὸς ἀλλήλους ὁμιλοῦντες. | |
Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς. | 643 |
Πάτροκλος δὲ ἐπέστη ταῖς θύραις ὁ ἴσος θεῷ ἀνήρ· | |
τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ, | 644 |
τοῦτον δὲ θεασάμενος ὁ γέρων, ἀνέστη ἀπὸ τοῦ λαμπροῦ θρόνου, | |
ἐς δ' ἄγε χειρὸς ἑλών, κατὰ δ' ἑδριάασθαι ἄνωγε. | 645 |
εἰσῆγε δὲ κρατήσας ἀπὸ τῆς χειρός, καθίσαι δὲ ἐκέλευσεν. | |
Πάτροκλος δ' ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον· | 646 |
ὁ Πάτροκλος ἀφ' ἑτέρου μέρους ἠρνεῖτο, καὶ λόγον εἶπεν· | |
οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις. | 647 |
οὐκ ἔστιν ὥρα τοῦ καθῆσθαι, ὦ ἐνδοξότατα τεθαμμένε γέρον, οὐδὲ καταπείσεις με· | |
αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι | 648 |
αἰδοῦς τε καὶ ἐντροπῆς ἄξιός ἐστιν ὅς με ἔπεμψεν ἐρωτῆσαι καὶ μαθεῖν, | |
ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς | 649 |
τίνα τοῦτον ἄγεις τετρωμένον· ἀλλὰ δὴ | |
γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν. | 650 |
κᾀγὼ γινώσκω· ὁρῶ γὰρ Μαχάονα τὸν βασιλέα τοῦ λαοῦ. | |
νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμ' Ἀχιλῆϊ. | 651 |
νῦν δὲ πάλιν μηνυτὴς πορεύσομαι τῷ Ἀχιλλεῖ λέξων τὸν λόγον· | |
εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος | 652 |
καλῶς δὲ σὺ οἶδας, ὦ γέρον ἐνδοξότατα τεθραμμένε, οἷος ἐκεῖνός ἐστιν | |
δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο. | 653 |
ἀνὴρ χαλεπός, ἴσως ἂν αἰτιῷτο καὶ τὸν μηδὲν πταίοντα. | |
τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· | 654 |
πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ· | |
τίπτε τὰρ ὧδ' Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν, | 655 |
τί δή ποτε οὕτως Ἀχιλλεὺς ἐλεεῖ τοὺς υἱοὺς τῶν Ἑλλήνων | |
ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε | 656 |
ὅσοι βέλεσι τέτρωνται; οὐκέτι ἐπίσταται | |
πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι | 657 |
ὅση θλίψις ἠγέρθη κατὰ τὸν στρατὸν; οἱ ἄριστοι γὰρ | |
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. | 658 |
κεῖνται ἐν ταῖς ναυσὶν πόρρωθεν καὶ ἔγγυθεν τετρωμένοι· | |
βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, | 659 |
βέβληται μὲν ὁ ἰσχυρὸς Διομήδης ὁ υἱὸς τοῦ Τυδέως, | |
οὔτασται δ' Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδ' Ἀγαμέμνων· | 660 |
τέτρωται δὲ ὁ κατὰ πόλεμον ἔνδοξος Ὀδυσσεύς, καὶ ὁ Ἀγαμέμνων· | |
βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ· | 661 |
τέτρωται δὲ ὁ Εὐρύπυλος κατὰ τὸν μηρὸν ἰῷ· | |
τοῦτον δ' ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο | 662 |
τοῦτον δὲ ἄλλον ἐγὼ νῦν ἐξήγαγον ἀπὸ τοῦ πολέμου | |
ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς | 663 |
ὀϊστῷ, ἀπὸ νευρᾶς τετρωμένον· ὁ Ἀχιλλεὺς δὲ | |
ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδ' ἐλεαίρει. | 664 |
ἀνδρεῖος (ἀγαθὸς) ὤν, οὐ φροντίζει τῶν Ἑλλήνων, οὐδὲ ἐλεεῖ· | |
ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης | 665 |
ἢ μένει ἕως ἂν αἱ ταχεῖαι νῆες ἐγγὺς τῆς θαλάσσης | |
Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται, | 666 |
παρὰ γνώμην τῶν Ἑλλήνων καῶσι (καίωνται) πυρὶ πολεμίῳ καὶ ἀφανιστικῷ, | |
αὐτοί τε κτεινώμεθ' ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς | 667 |
καὶ ἡμεῖς ἀναιρώμεθα ἐφεξῆς; οὐ γὰρ ἐμοὶ δύναμίς ἐστιν, | |
ἔσθ' οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν. | 668 |
οἵα πρότερον ἦν ἐν τοῖς κεκαμμένοις μέλεσιν· | |
εἴθ' ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη | 669 |
εἴθε οὕτως ἀκμάζοιμι, ἡ ἰσχὺς δέ μοι βέβαιος εἴη, | |
ὡς ὁπότ' Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη | 670 |
ὥσπερ ὅτε τοῖς Ἠλείοις καὶ ἡμῖν ἔρις ἐγένετο | |
ἀμφὶ βοηλασίῃ, ὅτ' ἐγὼ κτάνον Ἰτυμονῆα | 671 |
ἕνεκα τῆς βοηλασίας, ὁπηνίκα ἐγὼ ἀπέκτεινα τὸν Ἰτυμονέα | |
ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε, | 672 |
τὸν ἀνδρεῖον υἱὸν τοῦ Ὑπερόχου, ὃς ἐν τῇ Ἤλιδι κατῴκει, | |
ῥύσι' ἐλαυνόμενος· ὃ δ' ἀμύνων ᾗσι βόεσσιν | 673 |
ἀντίποινα καὶ οἷον ἀνθαρπάγματα ἁρπάζων· οὗτος δὲ βοηθῶν ταῖς ἑαυτοῦ βουσὶν | |
ἔβλητ' ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι, | 674 |
ἐτρώθη ἐν πρώτοις (πρῶτος) δόρατι ἀπὸ τῆς ἐμῆς χειρός· | |
κὰδ δ' ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται. | 675 |
κατέπεσε δέ, τὸ πλῆθος δὲ τῶν ἀγροίκων πάνυ ἐφοβήθη· | |
ληΐδα δ' ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν | 676 |
λείαν δὲ ἐκ τοῦ πεδίου ἀπηγάγομεν ἀθρόως πολλήν, | |
πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν, | 677 |
πεντήκοντα ἀγέλας βοῶν, τοσαῦτα δὲ ποίμνια προβάτων, | |
τόσσα συῶν συβόσια, τόσ' αἰπόλια πλατέ' αἰγῶν, | 678 |
τοσαῦτα δὲ χοίρων χοιροποιμένια, τοσαῦτα δὲ ποίμνια πλατέα αἰγῶν· | |
ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα | 679 |
ἵππους δὲ ξανθὰς ἑκατὸν πεντήκοντα, | |
πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν. | 680 |
πάσας θηλείας, πολλαῖς δὲ ὑπῆσαν πῶλοι· | |
καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω | 681 |
καὶ ταῦτα μὲν ἠγάγομεν εἰς τὴν Πύλον τοῦ Νηλέως, | |
ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς, | 682 |
εἰς τὴν πόλιν νύκτωρ, ἔχαιρεν δὲ κατὰ διάνοιαν ὁ Νηλεύς, | |
οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι. | 683 |
διότι ἔτυχέ μοι πολλὰ νέῳ ἀπελθόντι εἰς τὸν πόλεμον· | |
κήρυκες δ' ἐλίγαινον ἅμ' ἠοῖ φαινομένηφι | 684 |
κήρυκες δὲ ὀξὺ ἀνεβόων ἅμα τῇ ἡμέρᾳ φαινομένῃ | |
τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετ' ἐν Ἤλιδι δίῃ· | 685 |
τούτους ἐλθεῖν, οἷς δάνειον ὠφείλετο ἐν τῇ ἐνδοξοτάτῃ Ἤλιδι. | |
οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες | 686 |
οἱ ἄνδρες δὲ οἱ ἡγεμόνες τῶν Πυλίων συναθροιζόμενοι | |
δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον, | 687 |
διῄρουν καὶ διένεμον· πολλοῖς γὰρ οἱ Ἠλεῖοι δάνειον ἐχρεώστουν. | |
ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν· | 688 |
οὕτως ἡμεῖς ὀλίγοι κεκακωμένοι ἦμεν ἐν τῇ Πύλῳ· | |
ἐλθὼν γάρ ῥ' ἐκάκωσε βίη Ἡρακληείη | 689 |
ἐλθοῦσα γὰρ ἡ ἰσχὺς τοῦ Ἡρακλέους, ἤτοι ὁ Ἡρακλῆς ἐκάκωσεν | |
τῶν προτέρων ἐτέων, κατὰ δ' ἔκταθεν ὅσσοι ἄριστοι· | 690 |
ἐπὶ τῶν προτέρων ἐτῶν, ἀνῃρέθησαν δὲ ὅσοι ἦσαν ἄριστοι· | |
δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν· | 691 |
δώδεκα γὰρ υἱοὶ ἦμεν τοῦ βελτίστου Νηλέως, | |
τῶν οἶος λιπόμην, οἳ δ' ἄλλοι πάντες ὄλοντο. | 692 |
ἀπὸ τούτων μόνος κατελείφθην ἐγώ, οἱ ἄλλοι δὲ πάντες ἀπώλοντο. | |
ταῦθ' ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες | 693 |
διὰ ταῦτα ἀλαζονευόμενοι οἱ σιδηροθώρακες Ἠλεῖοι, | |
ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο. | 694 |
εἰς ἡμὰς ἀπαναισχυντοῦντες, ἄδικα ἐμηχανῶντο καὶ ἔπρασσον. | |
ἐκ δ' ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγ' οἰῶν | 695 |
ἐξ αὐτῶν δὲ ὁ γέρων ἀγέλην βοῶν καὶ ποίμνιον μέγα προβάτων | |
εἵλετο κρινάμενος τριηκόσι' ἠδὲ νομῆας. | 696 |
ἔλαβεν, ἐκκρίνας τριακόσια, καὶ νομεῖς· | |
καὶ γὰρ τῷ χρεῖος μέγ' ὀφείλετ' ἐν Ἤλιδι δίῃ | 697 |
καὶ γὰρ μέγα χρέος αὐτῷ ὠφείλετο ἐν τῇ θαυμαστῇ Ἤλιδι· | |
τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν | 698 |
τέσσαρες ἵπποι νικηφόροι σὺν τοῖς ὀχήμασιν | |
ἐλθόντες μετ' ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον | 699 |
ἀφικόμενοι πρὸς τὰ ἆθλα· ἔμελλον γὰρ περὶ τρίποδος | |
θεύσεσθαι· τοὺς δ' αὖθι ἄναξ ἀνδρῶν Αὐγείας | 700 |
δραμεῖσθαι· τούτους δὲ αὐτόθι ὁ βασιλεὺς τῶν ἀνδρῶν Αὐγείας | |
κάσχεθε, τὸν δ' ἐλατῆρ' ἀφίει ἀκαχήμενον ἵππων. | 701 |
κατέσχε, τὸν ἡνίοχον δὲ τῶν ἵππων ἀφῆκε λυπούμενον. | |
τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων | 702 |
τούτων ἕνεκα τῶν λόγων καὶ τῶν ἔργων ὀργισθεὶς ὁ γέρων, | |
ἐξέλετ' ἄσπετα πολλά· τὰ δ' ἄλλ' ἐς δῆμον ἔδωκε | 703 |
ἐκλεξάμενος ἔλαβε πάνυ πολλά, τὰ ἄλλα δὲ ἔδωκε τῷ δήμῳ | |
δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης. | 704 |
διαμερίσαι, μήτις αὐτῷ ἀπέλθοι στερισκόμενος τοῦ ἴσου. | |
ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ | 705 |
ἡμεῖς μὲν οὖν ταῦτα πάντα διῳκοῦμεν, καὶ περὶ τὴν πόλιν | |
ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες | 706 |
ἐθύομεν ἱερεῖα τοῖς θεοῖς· οὗτοι δὲ τῇ τρίτῃ ἡμέρᾳ πάντες | |
ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι | 707 |
ἐπῆλθον ὁμοῦ, αὐτοί τε πολλοὶ καὶ οἱ μονώνυχες ἵπποι | |
πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο | 708 |
πανστρατί, ἐν αὐτοῖς δὲ οἱ Μολίονες καθωπλίζοντο | |
παῖδ' ἔτ' ἐόντ', οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς. | 709 |
παῖδες ἔτι ὄντες, οὔπω πάνυ ἐπιστήμονες τῆς πολεμικῆς ἰσχύος· | |
ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη | 710 |
ἔστι δέ τις πόλις Θρύον ὀνόματι, γῆς ἐπανάστημα ὑψηλόν, | |
τηλοῦ ἐπ' Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος· | 711 |
πόρρω παρὰ τὸν Ἀλφειὸν ποταμόν, ἐσχάτη τῆς ψαμμώδους Πύλου· | |
τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες. | 712 |
περὶ ταύτην ἐστρατοπεδεύοντο ἐκπορθῆσαι, καὶ διαφθεῖραι προθυμούμενοι. | |
ἀλλ' ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δ' Ἀθήνη | 713 |
ἀλλ᾿ ὁπηνίκα πᾶν τὸ πεδίον διῆλθον, ἧκεν ἡμῖν ἡ Ἀθηνᾶ | |
ἄγγελος ἦλθε θέουσ' ἀπ' Ὀλύμπου θωρήσσεσθαι | 714 |
μηνυτὴς τρέχουσα νύκτωρ ἐκ τοῦ οὐρανοῦ ὥστε καθοπλίζεσθαι, | |
ἔννυχος, οὐδ' ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν | 715 |
οὐδὲ ἄκοντα τὸν λαὸν συνήθροισεν κατὰ τὴν Πύλον, | |
ἀλλὰ μάλ' ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς | 716 |
ἀλλὰ πάνυ ὡρμημένους ἐπὶ τὸν πόλεμον· ἐμὲ δὲ ὁ Νηλεὺς | |
εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους· | 717 |
οὐκ ἀφίει καθωπλίζεσθαι, ἠφάνισε δέ μοι τοὺς ἵππους· | |
οὐ γάρ πώ τί μ' ἔφη ἴδμεν πολεμήϊα ἔργα. | 718 |
οὔπω γάρ με ᾤετο εἰδέναι ἔργα πολεμικά· | |
ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι | 719 |
ἀλλὰ καὶ οὕτως ἐν τοῖς ἡμετέροις ἱππεῦσι διέπρεπον, καὶ ἔξοχος ἦν, | |
καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη. | 720 |
καίπερ ὢν πεζός, ἐπεὶ οὕτως ἤγειρε τὴν φιλονεικίαν ἡ Ἀθηνᾶ. | |
ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων | 721 |
ἔστι δέ τις ποταμὸς Μινύειος καλούμενος ἐκβάλλων εἰς τὴν θάλασσαν | |
ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν | 722 |
ἐγγὺς τῆς Ἀρήνης πόλεως, ὅπου παρεμένομεν τὴν ἔνδοξον ἡμέραν | |
ἱππῆες Πυλίων, τὰ δ' ἐπέρρεον ἔθνεα πεζῶν. | 723 |
οἱ ἱππεῖς τῶν Πυλίων, τὰ τάγματα δὲ τῶν πεζῶν ἐπέρρεον· | |
ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες | 724 |
ἐντεῦθεν δὲ πανστρατὶ ὅπλοις καθοπλισθέντες | |
ἔνδιοι ἱκόμεσθ' ἱερὸν ῥόον Ἀλφειοῖο. | 725 |
κατὰ τὸ μεσημβρινὸν ἀφικόμεθα εἰς τὸν ἱερὸν ῥοῦν τοῦ Ἀλφειοῦ, | |
ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά, | 726 |
ὅπου τῷ Διὶ τῷ μεγαλοδυνάμῳ θύσαντες ἱερεῖα καλά, | |
ταῦρον δ' Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι, | 727 |
ταῦρον δὲ τῷ Ἀλφειῷ, ταῦρον δὲ τῷ Ποσειδῶνι, | |
αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην, | 728 |
τῇ εὐοφθάλμῳ δὲ Ἀθηνᾷ βοῦν ἄγραυλον· | |
δόρπον ἔπειθ' ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι, | 729 |
δεῖπνον μετὰ ταῦτα ἐλάβομεν κατὰ τὸν στρατὸν ἐν τοῖς τάγμασι, | |
καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος | 730 |
καὶ ὑπνόσαμεν ἅπαντες ἐν τοῖς ἰδίοις ὅπλοις | |
ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ | 731 |
περὶ τὰ ῥεύματα τοῦ ποταμοῦ οἱ μεγαλόψυχοι δὲ Ἠλεῖοι | |
ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες· | 732 |
περιίσταντο δή, τὴν πόλιν ἐκπορθῆσαι προθυμούμενοι, | |
ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος· | 733 |
ἀλλὰ πρὶν ἀπολέσαι, μέγα ἔργον πολέμου ὤφθη αὐτοῖς· | |
εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης, | 734 |
ὁπηνίκα γὰρ ὁ λάμπων ἥλιος ἀνέτειλεν καὶ ὑπεράνω τῆς γῆς ἐγένετο, | |
συμφερόμεσθα μάχῃ Διί τ' εὐχόμενοι καὶ Ἀθήνῃ. | 735 |
συνήπτομεν μάχην (συνηρχόμεθα εἰς πόλεμον), τῷ τε Διὶ εὐχόμενοι καὶ τῇ Ἀθηνᾷ· | |
ἀλλ' ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος, | 736 |
ἀλλ᾿ ἡνίκα δὴ τῶν Πυλίων καὶ τῶν Ἠλείων ἦν ἔρις καὶ συμπλοκὴ πολέμου, | |
πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους, | 737 |
πρῶτος ἐγὼ ἀπέκτεινα ἄνδρα, ἔλαβον δὲ τοὺς μονώνυχας ἵππους αὐτοῦ, | |
Μούλιον αἰχμητήν· γαμβρὸς δ' ἦν Αὐγείαο, | 738 |
Μούλιον, τὸν πολεμιστήν, γαμβρὸς δὲ ἦν τοῦ Αὐγείου, | |
πρεσβυτάτην δὲ θύγατρ' εἶχε ξανθὴν Ἀγαμήδην, | 739 |
τὴν πρεσβυτέραν δὲ θυγατέρα αὐτοῦ εἶχε τὴν ξανθὴν Ἀγαμήδην, | |
ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών. | 740 |
ἣ τοσαῦτα φάρμακα ἠπίστατο, ὅσα ἔχει καὶ τρέφει ἡ πλατεῖα γῆ. | |
τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί, | 741 |
τοῦτον μὲν οὖν ἐγὼ προσερχόμενον ἔτρωσα δόρατι σιδήρῳ ἐστομωμένῳ, | |
ἤριπε δ' ἐν κονίῃσιν· ἐγὼ δ' ἐς δίφρον ὀρούσας | 742 |
κατέπεσε δὲ εἰς γῆν· ἐγὼ δὲ εἰς τὸν δίφρον ἀναβάς, | |
στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ | 743 |
ἔστην δὴ ἐν τοῖς πρωταγωνισταῖς· οἱ μεγαλόψυχοι δὲ Ἠλεῖοι | |
ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα | 744 |
ἐτράπησαν εἰς φυγὴν ἄλλοσε ἄλλος· ἐπειδὴ ἐθεάσαντο πεσόντα ἄνδρα | |
ἡγεμόν' ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι. | 745 |
ἡγεμόνα τῶν ἱππέων, ὅστις ἠρίστευεν ἐν τῷ πολεμεῖν. | |
αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος, | 746 |
ἐγὼ δὲ ἐφώρμησα ὅμοιος καταιγίδι καὶ συστροφῇ ἀνέμου μετὰ ὑετοῦ σκοτεινῇ, | |
πεντήκοντα δ' ἕλον δίφρους, δύο δ' ἀμφὶς ἕκαστον | 747 |
πεντήκοντα δὲ δίφρους εἷλον, δύο δὲ περὶ ἕκαστον | |
φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες. | 748 |
ἄνδρες τοῖς ὀδοῦσιν ἐλάβοντο τοῦ ἐδάφους, δαμασθέντες καὶ ἀποθανόντες ὑπὸ τοῦ ἐμοῦ δόρατος· | |
καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδ' ἀλάπαξα, | 749 |
καὶ δὴ τοὺς Μολίονας τοὺς υἱοὺς τοῦ Ἄκτορος ἀπέκτεινα ἄν, | |
εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων | 750 |
εἰ μὴ αὐτοὺς ὁ πατὴρ ὁ μέγας βασιλεὺς Ποσειδῶν ἔσωσεν | |
ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ. | 751 |
ἐκ τοῦ πολέμου, καλύψας ἀέρι πολλῷ. | |
ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε· | 752 |
τότε ὁ Ζεὺς τοῖς Πυλίοις μεγάλην νίκην παρέσχετο· | |
τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο | 753 |
ἐν τοσούτῳ γὰρ ἐδιώκομεν διὰ τοῦ ἐπιμήκους πεδίου, | |
κτείνοντές τ' αὐτοὺς ἀνά τ' ἔντεα καλὰ λέγοντες, | 754 |
ἀναιροῦντες αὐτούς, καὶ συνάγοντες τὰ καλὰ αὐτῶν ὅπλα, | |
ὄφρ' ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους | 755 |
ἕως οὗ ἀνεβιβάσαμεν τοὺς ἵππους ἐπὶ τοῦ Βουσίου τοῦ πολυσίτου, | |
πέτρης τ' Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη | 756 |
καὶ τῆς Ὠλενίας πέτρας καὶ τοῦ Ἀλεισίου, ὅπου Κολώνη | |
κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη. | 757 |
ὀνομάζεται, ἐκεῖθεν δὲ εἰς τοὐπίσω ἔτρεψε τὸν στρατὸν ἡ Ἀθηνᾶ· | |
ἔνθ' ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ | 758 |
ἐκεῖ (τότε) ἄνδρα ἀποκτείνας τὸ ὕστατον κατέλιπον· | |
ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ' ἔχον ὠκέας ἵππους, | 759 |
οἱ Πύλιοι δὲ ὀπίσω ἀπὸ τοῦ Βουπρασίου ἤλαυνον τοὺς ταχεῖς ἵππους εἰς τὴν Πύλον, | |
πάντες δ' εὐχετόωντο θεῶν Διὶ Νέστορί τ' ἀνδρῶν. | 760 |
πάντες δὲ ηὔχοντο Διὶ μὲν ἀπὸ τῶν θεῶν, Νέστορι δὲ ἀπὸ τῶν ἀνδρῶν. | |
ὣς ἔον, εἴ ποτ' ἔον γε, μετ' ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς | 761 |
οὕτως ἦν, εἴποτε ἦν, ἐν ἀνδράσιν. Ἀχιλλεὺς δὲ μόνος | |
οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω | 762 |
τῆς ἑαυτοῦ ἀρετῆς καὶ ἀνδρίας ἀπολαύσει· ὄντως που αὐτὸν ὑπολαμβάνω | |
πολλὰ μετακλαύσεσθαι ἐπεί κ' ἀπὸ λαὸς ὄληται. | 763 |
πάνυ μετὰ ταῦτα θρηνήσειν, ἐπειδὰν ὁ στρατὸς ἀπόληται. | |
ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδ' ἐπέτελλεν | 764 |
ὦ φίλτατε, ὄντως που σοί γε Μενοίτιος οὕτως ἐπέταττε | |
ἤματι τῷ ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε, | 765 |
τῇ ἡμέρᾳ ἐκείνῃ, ἡνίκα σε ἐκ τῆς Φθίας ἔπεμπε τῷ Ἀγαμέμνονι· | |
νῶϊ δέ τ' ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς | 766 |
ἡμεῖς δὲ ἐντὸς ὄντες ἐγὼ καὶ ὁ ἐνδοξότατος Ὀδυσσεὺς | |
πάντα μάλ' ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε. | 767 |
πάντα μάλα ἐν τοῖς οἴκοις ἠκούομεν καθάπερ ἐνετέλλετο, | |
Πηλῆος δ' ἱκόμεσθα δόμους εὖ ναιετάοντας | 768 |
ἀφικόμεθα δὲ εἰς τοὺς οἴκους τοὺς καλῶς οἱκουμένους τοῦ Πηλέως, | |
λαὸν ἀγείροντες κατ' Ἀχαιΐδα πουλυβότειραν. | 769 |
συναθροίζοντες τὸν λαὸν κατὰ τὴν Ἑλλάδα τὴν πολλοὺς τρέφουσαν· | |
ἔνθα δ' ἔπειθ' ἥρωα Μενοίτιον εὕρομεν ἔνδον | 770 |
ἐκεῖ δ᾽ οὖν εὕρομεν ἔνδον Μενοίτιον τὸν ἥρωα, | |
ἠδὲ σέ, πὰρ δ' Ἀχιλῆα· γέρων δ' ἱππηλάτα Πηλεὺς | 771 |
καὶ σέ, παρ᾽ ὑμῖν δὲ καὶ τὸν Ἀχιλλέα· ὁ γέρων δὲ ἱππικὸς Πηλεὺς | |
πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ | 772 |
λιπαροὺς μηροὺς ἔκαιε βοὸς τῷ Διὶ τῷ τοὺς ἐναντίους τρέποντι κεραυνῷ | |
αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον | 773 |
ἐν τῷ χόρτῳ (τῷ περιβόλῳ) τῆς αὐλῆς, ἐκράτει δὲ ποτήριον χρυσοῦν | |
σπένδων αἴθοπα οἶνον ἐπ' αἰθομένοις ἱεροῖσι. | 774 |
λείβων οἶνον θερμαντικὸν ἐπὶ τοῖς καιομένοις ἱερείοις. | |
σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δ' ἔπειτα | 775 |
ὑμεῖς μὲν οὖν περιείπετε καὶ διετίθεσθε τὰ κρέατα τοῦ βοός· ἡμεῖς δὲ μετὰ ταῦτα | |
στῆμεν ἐνὶ προθύροισι· ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεύς, | 776 |
ἔστημεν ἐν τοῖς προθύροις, ἐκπλαγεὶς δὲ ἀνώρμησεν ὁ Ἀχιλλεύς, | |
ἐς δ' ἄγε χειρὸς ἑλών, κατὰ δ' ἑδριάασθαι ἄνωγε, | 777 |
εἰσῆγε δὲ κρατήσας ἀπὸ τῆς χειρός, καθίσαι δὲ ἐκέλευσε, | |
ξείνιά τ' εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν. | 778 |
καὶ ξένια καλῶς παρέθηκεν, ἅπερ φίλοις καθήκει· | |
αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος, | 779 |
ἐπεὶ δὲ εὐφράνθημεν ἐσθίοντες καὶ πίνοντες (ἐκορέσθημεν τροφῆς τε καὶ πόσεως), | |
ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ' ἅμ' ἕπεσθαι· | 780 |
ἠρχόμην ἐγὼ λόγου, λέγων ὑμᾶς συνέπεσθαι, | |
σφὼ δὲ μάλ' ἠθέλετον, τὼ δ' ἄμφω πόλλ' ἐπέτελλον. | 781 |
ὑμεῖς δὲ πάνυ ἐβούλεσθε, οἱ δὲ ἀμφότεροι πολλὰ ἐνετέλλοντο. | |
Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ' Ἀχιλῆϊ | 782 |
Πηλεὺς μὲν ὁ γέρων τῷ ἑαυτοῦ παιδὶ τῷ Ἀχιλλεῖ ἐνετέλλετο | |
αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων· | 783 |
ἀεὶ ἀνδραγαθεῖν καὶ ἔξοχον εἶναι τῶν ἄλλων. | |
σοὶ δ' αὖθ' ὧδ' ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός· | 784 |
σοὶ δὲ οὕτως ἐνετέλλετο Μενοίτιος ὁ υἱὸς τοῦ Ἄκτορος· | |
τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς, | 785 |
ὦ τέκνον ἐμόν, τῷ μὲν γένει μείζων ἐστὶν Ἀχιλλεύς, | |
πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δ' ὅ γε πολλὸν ἀμείνων. | 786 |
πρεσβύτερος δὲ σὺ τυγχάνεις, ἰσχύϊ δὲ οὗτος πολλῷ κρείσσων· | |
ἀλλ' εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδ' ὑποθέσθαι | 787 |
ἀλλ᾽ εὖγε αὐτῷ λέγε συνετὸν λόγον, καὶ παραίνει | |
καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ. | 788 |
καὶ δείκνυ αὐτῷ· οὗτος δὲ ὑπακούσει σοι πρός γε χρηστόν τι καὶ λυσιτελές. | |
ὣς ἐπέτελλ' ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλ' ἔτι καὶ νῦν | 789 |
οὕτως ἐνετέλλετο ὁ γέρων, σὺ δὲ ἐπελάθου· ἀλλ᾿ ἔτι καὐτῷ παρόντι | |
ταῦτ' εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται. | 790 |
ταῦτα λέγοις ἂν (εἰπὲ) τῷ συνετῷ Ἀχιλλεῖ, ὅπως πεισθῇ· | |
τίς δ' οἶδ' εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις | 791 |
τίς δὲ οἶδεν εἰ σὺν θεῷ διερεθίσαις αὐτῷ τὴν ψυχὴν | |
παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου. | 792 |
παραινέσας; χρηστὴ δέ ἐστιν ἡ παραίνεσις τοῦ ἑταίρου· | |
εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει | 793 |
εἰ δέ τινα μαντείαν ἐκφεύγει κατὰ τὸ ἑαυτοῦ λογιστικόν, | |
καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, | 794 |
καί τινα αὐτῷ παρὰ τοῦ Διὸς ἐδήλωσεν ἡ σεβαστή μήτηρ, | |
ἀλλὰ σέ περ προέτω, ἅμα δ' ἄλλος λαὸς ἑπέσθω | 795 |
ἀλλὰ σὲ γοῦν πεμψάτω, ὁμοῦ δὲ καὶ ὁ ἄλλος στρατὸς ἀκολουθείτω | |
Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι· | 796 |
τῶν Μυρμιδόνων, εἴ τί που φῶς τοῖς Ἕλλησιν γένοιο, | |
καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι, | 797 |
καί σοι τὰ καλὰ αὐτοῦ ὅπλα δότω φορεῖν ἐπὶ τὸν πόλεμον, | |
αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο | 798 |
ὅπως ἄν σε ἀπεικάζοντες αὐτῷ ἀποστῶσιν τοῦ πολέμου | |
Τρῶες, ἀναπνεύσωσι δ' ἀρήϊοι υἷες Ἀχαιῶν | 799 |
οἱ Τρῷες, ἀναπαύσωνται δὲ οἱ πολεμικοὶ υἱοὶ τῶν Ἑλλήνων | |
τειρόμενοι· ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο. | 800 |
καταπονούμενοι, ἐν βραχεῖ δὲ καὶ συντόμῳ ἡ ἀνάπαυσις τοῦ πολέμου, | |
ῥεῖα δέ κ' ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ | 801 |
καὶ τὰ τῆς ἐπικουρίας δύναται αὐτοῖς γενέσθαι· εὐκόλως δὲ (χὰρ) οἱ ἀναπαυόμενοι τοὺς κεκοπωμένους ἄνδρας βοῇ μόνῃ | |
ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. | 802 |
ἀπωθήσεσθε πρὸς τὴν πόλιν ἀπὸ τῶν νεῶν καὶ τῶν κλισιῶν. | |
ὣς φάτο, τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε, | 803 |
οὕτως εἶπε, τούτῳ δὲ ἄρα παρώξυνε τὴν ψυχὴν ἐν τοῖς στήθεσιν. | |
βῆ δὲ θέειν παρὰ νῆας ἐπ' Αἰακίδην Ἀχιλῆα. | 804 |
ὥρμησε δὲ πορεύεσθαι ἐπὶ τὰς ναῦς πρὸς Ἀχιλλέα τὸν ἔγγονον τοῦ Αἰακοῦ. | |
ἀλλ' ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο | 805 |
ἀλλ᾿ ὁπηνίκα δὴ εἰς τὰς ναῦς τοῦ θείου Ὀδυσσέως | |
ἷξε θέων Πάτροκλος, ἵνά σφ' ἀγορή τε θέμις τε | 806 |
ἀφίκετο τρέχων ὁ Πάτροκλος, ὅπου ἡ ἀγορὰ καὶ τὸ κριτήριον αὐτοῖς | |
ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί, | 807 |
ἦν, ἔνθα δὴ καὶ βωμοὶ τῶν θεῶν αὐτοῖς κατεσκευασμένοι ἦσαν, | |
ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε | 808 |
ἐκεῖ αὐτῷ συνήντησεν ὁ Εὐρύπυλος τετρωμένος | |
διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ | 809 |
ἰῷ κατὰ τὸν μηρὸν ὁ εὐγενέστατος υἱὸς τοῦ Εὐαίμονος | |
σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς | 810 |
χωλαίνων ἐκ τοῦ πολέμου, ἱδρὼς δὲ διὰ τῶν νώτων κατέρρει | |
ὤμων καὶ κεφαλῆς, ἀπὸ δ' ἕλκεος ἀργαλέοιο | 811 |
ἐκ τῶν ὦμων καὶ τῆς κεφαλῆς· ἀπὸ δὲ τοῦ ἀλγεινοῦ τραύματος | |
αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν. | 812 |
μέλαν αἷμα συνεχῶς ἔρρει, ὁ νοῦς μέντοι ἀσφαλὴς ἦν. | |
τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός, | 813 |
τοῦτον δὲ θεασάμενος ἠλέησεν ὁ ἰσχυρὸς υἱὸς τοῦ Μενοιτίου, | |
καί ῥ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· | 814 |
καὶ δὴ θρηνῶν λόγους ταχεῖς ἔλεγεν. | |
ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες | 815 |
ἆ ἄθλιοι ἡγεμόνες τῶν Ἑλλήνων καὶ βασιλεῖς· | |
ὣς ἄρ' ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης | 816 |
οὕτως ἐμέλλετε ἄρα πόρρω τῶν συγγενῶν καὶ τῆς πατρίδος γῆς | |
ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ. | 817 |
πληρώσειν ἐν τῇ Τροίᾳ τοὺς ταχεῖς κύνας λευκῇ πιμελῇ· | |
ἀλλ' ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλ' ἥρως, | 818 |
ἀλλ᾽ ἄγε εἰπέ μοι τοῦτο, ὦ ἥρως Εὐρύπυλε ἐνδοξότατα τεθραμμένε, | |
ἤ ῥ' ἔτι που σχήσουσι πελώριον Ἕκτορ' Ἀχαιοί, | 819 |
ἆρ᾽ἔτι που κωλύσουσιν τὸν μέγαν Ἕκτορα οἱ Ἕλληνες, | |
ἦ ἤδη φθίσονται ὑπ' αὐτοῦ δουρὶ δαμέντες; | 820 |
ἢ ἤδη φθαρήσονται ὑπ ' αὐτοῦ δόρατι δαμασθέντες, καὶ ἀναιρεθέντες; | |
τὸν δ' αὖτ' Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα· | 821 |
πρὸς τοῦτον δὲ ὁ συνετὸς Εὐρύπυλος ἐξ ἐναντίας ἔλεγεν· | |
οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν | 822 |
ὦ εὐγενέστατε Πάτροκλε, οὐκέτι βοήθημα τῶν Ἑλλήνων | |
ἔσσεται, ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέονται. | 823 |
ἔσται, ἀλλ᾽ ἐν ταῖς μελαίναις ναυσὶ πεσοῦνται· | |
οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, | 824 |
οἱ πάντες μὲν γὰρ ὅσοι τὸ πρῶτον ἦσαν κράτιστοι, | |
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε | 825 |
ἐν ταῖς ναυσὶ κεῖνται τετρωμένοι πόρρωθεν καὶ ἐγγύθεν | |
χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν. | 826 |
ὑπὸ τῶν χειρῶν τῶν Τρῴων· τούτων δὲ ἡ δύναμις ἀεὶ ἐπαυξάνει. | |
ἀλλ' ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν, | 827 |
ἀλλὰ σὺ μὲν ἐμὲ σῶσον, ἄγων ἐπὶ τὴν μέλαιναν ναῦν· | |
μηροῦ δ' ἔκταμ' ὀϊστόν, ἀπ' αὐτοῦ δ' αἷμα κελαινὸν | 828 |
ταμὼν δὲ ἔξελε τοῦ μηροῦ τὸν ἰόν, ἀπ᾿ αὐτοῦ δὲ τὸ μέλαν αἷμα | |
νίζ' ὕδατι λιαρῷ, ἐπὶ δ' ἤπια φάρμακα πάσσε | 829 |
νίψον ὕδατι χλιαρῷ, φάρμακα δὲ πραϋντικὰ ἐπίπαττε καὶ ἐπιτίθει | |
ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι, | 830 |
τὰ χρηστά, ἅπερ σέ φασιν διδαχθῆναι παρὰ τοῦ Ἀχιλλέως, | |
ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων. | 831 |
ὃν ἐδίδαξεν ὁ Χείρων ὁ φιλοξενώτατος τῶν Κενταύρων· | |
ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων | 832 |
οἱ ἰατροὶ γὰρ ὅ, τε Ποδαλείριος καὶ ὁ Μαχάων, | |
τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα | 833 |
τὸν μὲν ἐν ταῖς σκηναῖς οἴομαι εἶναι τραῦμα ἔχοντα, | |
χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος | 834 |
δεόμενον καὶ αὐτὸν ἰατροῦ δοκίμου. | |
κεῖσθαι· ὃ δ' ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα. | 835 |
ὁ ἕτερος δὲ ἐν τῷ πεδίῳ μένων, διαφέρει τὸν ὀξὺν πόλεμον τῶν Τρῴων. | |
τὸν δ' αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός· | 836 |
πρὸς τοῦτον δὲ εἶπεν ὁ ἰσχυρὸς υἱὸς τοῦ Μενοιτίου. | |
πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλ' ἥρως; | 837 |
πῶς δ᾽ ἂν εἴη ταῦτα τὰ ἔργα; τί ποιήσωμεν, ὦ ἥρως Εὐρύπυλε; | |
ἔρχομαι ὄφρ' Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω | 838 |
πορεύομαι ὅπως τῷ συνετῷ Ἀχιλλεῖ εἴπω τὸν λόγον, | |
ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν· | 839 |
ὃν Νέστωρ ἐνετέλλετο ὁ ἀπὸ τῆς Γερήνης ἡγεμὼν τῶν Ἑλλήνων· | |
ἀλλ' οὐδ' ὧς περ σεῖο μεθήσω τειρομένοιο. | 840 |
ἀλλ᾽ ὅμως οὐδὲ οὕτως ἐγκαταλείψω σε πάσχοντα καὶ καταπονούμενον. | |
ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν | 841 |
εἶπε, καὶ ὑπὸ τὸ στέρνον λαβὼν ἦγε τὸν βασιλέα τῶν λαῶν | |
ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας. | 842 |
εἰς τὴν σκηνήν· ὁ θεράπων δὲ θεασάμενος ὑπέστρωσε βύρσας· | |
ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ | 843 |
ἐκεῖ δ᾽αὐτὸν ἐξαπλώσας ἐξέτεμεν ἐκ τοῦ μηροῦ μαχαίρᾳ | |
ὀξὺ βέλος περιπευκές, ἀπ' αὐτοῦ δ' αἷμα κελαινὸν | 844 |
τὸ τμητικὸν πικρότατον βέλος, ἀπ᾿ αὐτοῦ δὲ τὸ μέλαν αἷμα | |
νίζ' ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν | 845 |
ἔνιψεν ὕδατι χλιαρῷ, ῥίζαν δὲ πικρὰν ἐπέβαλε, | |
χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας | 846 |
συντρίψας ταῖς χερσί, παυστικὴν τῶν ὀδυνῶν, ἥτις αὐτῷ πάσας | |
ἔσχ' ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ' αἷμα. | 847 |
τὰς ὀδύνας ἀνεῖλε· τὸ τραῦμα μὲν οὖν ἐξηραίνετο, ἔληξε δὲ τὸ αἷμα. | |