Homeric text & Koine Greek paraphrase by Theodorus Gaza
ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν | 001 |
οἱ μὲν ἄλλοι παρὰ ταῖς ναυσὶν ἀριστεῖς πάντων τῶν Ἑλλήνων | |
εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· | 002 |
ὕπνωττον δι᾽ ὅλης (τῷ πλείστῳ μέρει) τῆς νυκτός, κατεχόμενοι τῷ πάντα μαλάσσοντι ὕπνῳ· | |
ἀλλ' οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν | 003 |
ἀλλ᾽ οὐκ Ἀγαμέμνονα τὸν υἱὸν τοῦ Ἀτρέως τὸν βασιλέα τοῦ στρατοῦ | |
ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα. | 004 |
ὕπνος κατεῖχε γλυκύς, πολλὰ φροντίζοντα ἐν τῷ λογιστικῷ. | |
ὡς δ' ὅτ' ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο | 005 |
ὥσπερ δὲ ὅταν ἀστράπτῃ ὁ ἀνὴρ τῆς καλλικόμου Ἥρας, | |
τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν | 006 |
κατασκευάζων ἢ μέγαν ὑετόν, ἢ χάλαζαν ὑπερβάλλουσαν, | |
ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας, | 007 |
ἢ νιφετόν, ὁπηνίκα ἡ χιὼν ἐπέπασσε τὴν γῆν, | |
ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο, | 008 |
ἢ μέγα που στόμα πολέμου πικροῦ· | |
ὣς πυκίν' ἐν στήθεσσιν ἀνεστενάχιζ' Ἀγαμέμνων | 009 |
οὕτω πυκνῶς ἐν τῷ στήθει ἀνεστέναζεν ὁ Ἀγαμέμνων | |
νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός. | 010 |
κάτωθεν ἐκ τῆς καρδίας, ἔτρεμε δὲ αὐτῷ ἐντὸς τὸ ὑπὸ τῷ ἥπατι κείμενον διάφραγμα τοῦ στήθους. | |
ἤτοι ὅτ' ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε, | 011 |
ὅτε μὲν εἰς τὴν Τρωϊκὴν πεδιάδα ἐθεᾶτο, | |
θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ | 012 |
ἐθαύμαζε τὰς πολλὰς πυρκαϊάς, αἳ ἐκαίοντο ἔμπροσθεν τῆς Ἰλίου, | |
αὐλῶν συρίγγων τ' ἐνοπὴν ὅμαδόν τ' ἀνθρώπων. | 013 |
καὶ τὴν βοὴν τῶν αὐλῶν καὶ τῶν συρίγγων, καὶ τὸν θόρυβον τῶν ἀνθρώπων· | |
αὐτὰρ ὅτ' ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν, | 014 |
ὅτε δὲ ἀπέβλεπεν εἰς τὰς ναῦς καὶ τὸν στρατὸν τῶν Ἑλλήνων, | |
πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας | 015 |
πολλὰς τρίχας προρρίζους ἐκ τῆς κεφαλῆς ἕλκων ἀπέσπα | |
ὑψόθ' ἐόντι Διί, μέγα δ' ἔστενε κυδάλιμον κῆρ. | 016 |
τῷ ἐν ὕψει ὄντι Διί, μεγάλως δὲ ἀνέστενε κατὰ τὴν ἔνδοξον ψυχήν. | |
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ | 017 |
αὕτη δὲ αὐτῷ κατὰ τὸν ἐπιλογισμὸν ἀρίστη ἐδόκει βουλή, | |
Νέστορ' ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν, | 018 |
ἐλθεῖν ἐπὶ τὸν Νέστορα τὸν υἱὸν τοῦ Νηλέως πρῶτον τῶν ἄλλων ἀνδρῶν, | |
εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο, | 019 |
εἴ τινα σὺν αὐτῷ βουλὴν βελτίονα μηχανήσαιτο, | |
ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο. | 020 |
ἥτις βοήθεια ἐπὶ τοῖς δεινοῖς γένοιτο πᾶσι τοῖς Ἕλλησιν. | |
ὀρθωθεὶς δ' ἔνδυνε περὶ στήθεσσι χιτῶνα, | 021 |
ἀναστὰς δὲ ἐνέδυσε περὶ τὸ στῆθος τὸν χιτῶνα, | |
ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, | 022 |
τοῖς ποσὶ δὲ τοῖς εὐτραφέσιν ὑπεδήσατο τὰ χρήσιμα ὑποδήματα, | |
ἀμφὶ δ' ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος | 023 |
μετὰ ταῦτα δὲ περιεβάλετο δέρμα πυρρὸν λέοντος | |
αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ' ἔγχος. | 024 |
θερμοῦ τὴν φύσιν, μεγάλου, μέχρι τῶν ποδῶν διῆκον, ἔλαβε δὲ καὶ τὸ ξίφος. | |
ὣς δ' αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ | 025 |
ὡσαύτως δὲ καὶ τὸν Μενέλαον κατεῖχε τρόμος, οὐδὲ γὰρ αὐτῷ | |
ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν | 026 |
ὕπνος ἐπεκάθιζε τοῖς ὀφθαλμοῖς, δεδιὼς μή τι πάθωσιν | |
Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ' ὑγρὴν | 027 |
οἱ Ἕλληνες, οἳ δὴ ἕνεκα αὐτοῦ διὰ πολλῆς θαλάσσης | |
ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες. | 028 |
ἀφίκοντο εἰς τὴν Τροίαν, πόλεμον θρασὺν δι᾿ ὁρμῆς ἔχοντες. | |
παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε | 029 |
πρῶτον μὲν οὖν δορᾷ παρδάλεως ποικίλῃ περιεκάλυψε | |
ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας | 030 |
τὸ πλατὺ αὐτοῦ μετάφρενον στεφάνην δὲ σιδηρᾶν (εἶδος περικεφαλαίας) ἆρας τῇ κεφαλῇ | |
θήκατο χαλκείην, δόρυ δ' εἵλετο χειρὶ παχείῃ. | 031 |
ἐπέθηκεν, ἔλαβε δὲ δόρυ ἐν τῇ παχείᾳ καὶ ἰσχυρᾷ χειρί· | |
βῆ δ' ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων | 032 |
ὥρμησε δὲ πορεύεσθαι ἀφυπνίσων καὶ ἐγερῶν τὸν ἑαυτοῦ ἀδελφόν, ὃς μεγάλως πάντων | |
Ἀργείων ἤνασσε, θεὸς δ' ὣς τίετο δήμῳ. | 033 |
τῶν Ἑλλήνων ἐβασίλευε, καθάπερ δὲ θεὸς ἐτιμᾶτο ἐν τῷ δήμῳ· | |
τὸν δ' εὗρ' ἀμφ' ὤμοισι τιθήμενον ἔντεα καλὰ | 034 |
τοῦτον δὲ εὗρε περιτιθέντα τοῖς ὤμοις τὰ καλὰ ὅπλα | |
νηῒ πάρα πρύμνῃ· τῷ δ' ἀσπάσιος γένετ' ἐλθών. | 035 |
παρὰ τῇ πρύμνῃ τῆς νεώς· τούτῳ δὲ ἀγαπητὸς καὶ ἥδιστος ἔδοξεν ἀφικόμενος. | |
τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· | 036 |
πρὸς τοῦτον δὲ πρότερον εἶπεν ὁ κατὰ πόλεμον ἀγαθὸς Μενέλαος· | |
τίφθ' οὕτως ἠθεῖε κορύσσεαι; ἦ τιν' ἑταίρων | 037 |
τίποτε οὕτως, ὦ τίμιε ἀδελφέ, καθοπλίζῃ; ἤ τινα ἀπὸ τῶν φίλων | |
ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλ' αἰνῶς | 038 |
διεγείρεις τοῖς Τρῳσὶ κατάσκοπον; ἀλλὰ πάνυ χαλεπῶς | |
δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον | 039 |
δέδοικα μήποτε οὐδείς σοι ἐπαγγείληται τοῦτο τὸ πρᾶγμα, | |
ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν | 040 |
μόνος παραγενόμενος κατασκοπεῖν ἄνδρας ἐχθροὺς | |
νύκτα δι' ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται. | 041 |
κατὰ τὴν θείαν νύκτα, πάνυ τις τολμηρὸς ἔσται. | |
τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· | 042 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ βασιλεὺς Ἀγαμέμνων· | |
χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε | 043 |
χρεία βουλῆς ἐμοὶ καὶ σοί, ὦ ἐνδοξότατε τεθραμμένε Μενέλαε, | |
κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει | 044 |
πανούργου, ἥτις ἂν φυλάξοι καὶ σώσοι | |
Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν. | 045 |
τοὺς Ἕλληνας, καὶ τὰς ναῦς, ἐπειδὴ ἡ τοῦ Διὸς μετεβλήθη διάνοια· | |
Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχ' ἱεροῖσιν· | 046 |
ἐπὶ ταῖς θυσίαις ἄρα τοῦ Ἕκτορος μᾶλλον ἔθηκε τὴν διάνοιαν· | |
οὐ γάρ πω ἰδόμην, οὐδ' ἔκλυον αὐδήσαντος | 047 |
οὔπω γὰρ ἴδον, οὐδὲ ἤκουσα λέγοντος, | |
ἄνδρ' ἕνα τοσσάδε μέρμερ' ἐπ' ἤματι μητίσασθαι, | 048 |
ἕνα ἄνδρα τοσαῦτα δεινὰ ἐν μιᾷ ἡμέρᾳ μηχανήσασθαι, | |
ὅσσ' Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν | 049 |
ὅσα Ἕκτωρ ὁ φίλος τοῦ Διὸς εἰργάσατο τοὺς υἱοὺς τῶν Ἑλλήνων | |
αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο. | 050 |
οὕτως, ὡς ἔχει φύσιν ἀνθρωπίνην, οὔτε θεᾶς ἀγαπητὸς υἱὸς ὤν, οὔτε θεοῦ· | |
ἔργα δ' ἔρεξ' ὅσα φημὶ μελησέμεν Ἀργείοισι | 051 |
ἔργα δὲ ἔπραξεν, ὅσα οἴομαι διὰ φροντίδος ἔσεσθαι τοῖς Ἕλλησιν | |
δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατ' Ἀχαιούς. | 052 |
ἐπὶ πολύ τε καὶ συνεχῶς· τοσαῦτα γὰρ κακὰ τοὺς Ἕλληνας εἰργάσατο. | |
ἀλλ' ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον | 053 |
ἀλλ᾽ ἄγε νῦν (πορεύθητι) κάλεσον τὸν Αἴαντα καὶ τὸν Ἰδομενέα, | |
ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δ' ἐπὶ Νέστορα δῖον | 054 |
ταχέως τρέχων ἐπὶ τὰς ναῦς· ἐγὼ δὲ πρὸς τὸν ἔνδοξον Νέστορα | |
εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κ' ἐθέλῃσιν | 055 |
πορεύσομαι, καὶ διεγερῶ ἀναστῆναι, ἐὰν βούληται | |
ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδ' ἐπιτεῖλαι. | 056 |
ἀφικέσθαι εἰς τὸ μέγα (θεῖον) τάγμα τῶν φυλάκων, καὶ ἐπιτάξαι· | |
κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς | 057 |
ἐκείνου γὰρ ἂν μᾶλλον ἐπακούσαιεν· τούτου γὰρ ὁ υἱὸς | |
σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων | 058 |
ἄρχει τῶν φυλάκων, καὶ ὁ θεράπων τοῦ Ἰδομενέως | |
Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα. | 059 |
ὁ Μηριόνης· τούτοις γὰρ ἐπετρέψαμεν τὸ τοιοῦτο μάλιστα. | |
τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος· | 060 |
πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνατο ὁ κατὰ πόλεμον ἀγαθὸς Μενέλαος· | |
πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις; | 061 |
πῶς δή μοι λέγων ἐπιτάττεις, καὶ ἐντέλλῃ; | |
αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς, | 062 |
βούλει ὅπως ἐκεῖ ἐν τοῖς φύλαξι μένω μετ᾿ αὐτῶν, προσδεχόμενος ἕως ἂν ἀφίκῃ, | |
ἦε θέω μετὰ σ' αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω; | 063 |
ἢ ὅπως τρέχω ὕστερον κατόπιν σοῦ, ἐπειδὰν αὐτοῖς ἐπιτάξω; | |
τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, | 064 |
πρὸς τοῦτον δὲ εἶπεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων. | |
αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν | 065 |
ἐκεῖ μένειν, μήπως ἁμαρτάνωμεν ἀλλήλων | |
ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι. | 066 |
ἐρχόμενοι· πολλαὶ γὰρ ὁδοί εἰσιν ἀνὰ τὸν στρατόν, | |
φθέγγεο δ' ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι | 067 |
φθέγγου δὲ καὶ φώνει, ὅπου ἂν πορευθῇς, καὶ γρηγορεῖν ἐπίταττε, | |
πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον | 068 |
ἐκ πατρὸς καὶ τοῦ γένους καλῶν ἕκαστον ἄνδρα, | |
πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ, | 069 |
πάντας τιμῶν καὶ δοξάζων, μηδὲ μεγαλαύχου ἐν τῇ ψυχῇ, | |
ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι | 070 |
ἀλλὰ καὶ ἡμεῖς κοπιῶμεν· οὕτω που ἡμῖν | |
Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν. | 071 |
ὁ Ζεὺς τοῖς μεταγενεστέροις παρέχεται ταλαιπωρίαν χαλεπήν. | |
ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας· | 072 |
οὕτως εἰπών, ἀπέπεμψε τὸν ἀδελφὸν καλῶς ἐπιτάξας· | |
αὐτὰρ ὃ βῆ ῥ' ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν· | 073 |
οὕτως δὲ ὥρμησε πορεύεσθαι ἐπὶ τὸν Νέστορα τὸν βασιλέα τοῦ λαοῦ· | |
τὸν δ' εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ | 074 |
τοῦτον δὲ εὗρε παρὰ τῇ σκηνῇ, καὶ τῇ μελαίνῃ νηὶ | |
εὐνῇ ἔνι μαλακῇ· παρὰ δ' ἔντεα ποικίλ' ἔκειτο | 075 |
ἐν τῇ μαλακῇ κοίτῃ, παρέκειντο δ ' αὐτῷ τὰ ποικίλα ὅπλα, | |
ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια. | 076 |
ἡ ἀσπίς, καὶ τὰ δύο δόρατα, καὶ ἡ λαμπρὰ περικεφαλαία, | |
πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥ' ὁ γεραιὸς | 077 |
παρέκειτο δὲ καὶ ἡ ποικιλωτάτη θωρακίτις ζώνη, ᾗ δὴ ὁ γέρων | |
ζώννυθ' ὅτ' ἐς πόλεμον φθισήνορα θωρήσσοιτο | 078 |
ἐζώννυτο, ὅτε εἰς τὸν ἀνδροκτόνον πόλεμον καθωπλίζετο | |
λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ. | 079 |
ἄγων τὸν στρατόν· ἐπειδὴ οὐχ ὑπεχώρει τῷ χαλεπῷ γήρᾳ· | |
ὀρθωθεὶς δ' ἄρ' ἐπ' ἀγκῶνος κεφαλὴν ἐπαείρας | 080 |
ἀνορθωθεὶς δ᾽ οὖν ἐπὶ τοῦ ἀγκῶνος, τὴν κεφαλὴν ἀνατείνας, | |
Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ· | 081 |
εἶπε πρὸς τὸν υἱὸν τοῦ Ἀτρέως, καὶ ἐξηρώτησε λόγῳ· | |
τίς δ' οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος | 082 |
τίς οὗτος πορεύῃ μόνος κατὰ τὰς ναῦς ἀνὰ τὸν στρατὸν | |
νύκτα δι' ὀρφναίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι, | 083 |
κατὰ τὴν σκοτεινὴν νύκτα, ὁπηνίκα οἱ ἄλλοι ἄνθρωποι ὑπνώττουσιν; | |
ἠέ τιν' οὐρήων διζήμενος, ἤ τιν' ἑταίρων; | 084 |
ἤ τινα τῶν ἡμιόνων ζητῶν, ἤ τινα τῶν φίλων; | |
φθέγγεο, μηδ' ἀκέων ἐπ' ἔμ' ἔρχεο· τίπτε δέ σε χρεώ; | 085 |
φώνει· μὴ δὲ σιγῶν ἔρχου πρὸς ἐμέ· τίς δέ σοι χρεία; | |
τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 086 |
πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνατο ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων· | |
ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν | 087 |
ὦ Νέστορ υἱὲ τοῦ Νηλέως, μεγάλη δόξα τῶν Ἑλλήνων, | |
γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων | 088 |
γνώσῃ Ἀγαμέμνονα τὸν υἱὸν τοῦ Ἀτρέως, ὃν ὑπὲρ πάντας | |
Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κ' ἀϋτμὴ | 089 |
ὁ Ζεὺς εἰς πόνους ἐνέβαλε παντελῶς, ἕως ἂν ἡ ἀναπνοὴ | |
ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ' ὀρώρῃ. | 090 |
ἐν τῷ στήθει μένῃ, καὶ τὰ ἀγαπητά μοι γόνατα κινῶνται· | |
πλάζομαι ὧδ' ἐπεὶ οὔ μοι ἐπ' ὄμμασι νήδυμος ὕπνος | 091 |
πλανῶμαι οὕτως, ἐπειδὴ οὔ μοι ἐπὶ τοῖς ὀφθαλμοῖς ὕπνος δυσέκδυτος | |
ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε' Ἀχαιῶν. | 092 |
καθίζει, ἀλλὰ διὰ φροντίδος ἐστὶν ὁ πόλεμος, καὶ αἱ θλίψεις τῶν Ἑλλήνων· | |
αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ | 093 |
δέδοικα γὰρ χαλεπῶς περὶ τῶν Ἑλλήνων, οὐδέ μοι ἡ ψυχὴ | |
ἔμπεδον, ἀλλ' ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω | 094 |
καθέστηκεν, ἀλλὰ πλανῶμαι κατὰ τὴν γνώμην, καὶ τεθορύβημαι, ἡ καρδία δέ μοι ἔξω | |
στηθέων ἐκθρῴσκει, τρομέει δ' ὑπὸ φαίδιμα γυῖα. | 095 |
τοῦ στήθους ἐκπηδᾷ, ὑποτρέμουσι δὲ τὰ λαμπρὰ μέλη. | |
ἀλλ' εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γ' ὕπνος ἱκάνει, | 096 |
ἀλλ᾽ εἴ τι δραστικῶς ἔχεις, ἐπειδὴ οὐ δὲ σέ γε ὕπνος καταλαμβάνει, | |
δεῦρ' ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν | 097 |
ἄγε καταβῶμεν πρὸς τοὺς φύλακας, ὅπως ἴδωμεν | |
μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ | 098 |
μὴ οὗτοι μὲν κόπῳ καὶ ἀγρυπνίᾳ ἀδημονήσαντες | |
κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται. | 099 |
ὑπνώσωσι, τῆς φυλακῆς δὲ παντελῶς ἐπιλάθωνται· | |
δυσμενέες δ' ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν | 100 |
ἄνδρες δὲ πολέμιοι ἐγγὺς κάθηνται, οὐδέ τι οἴδαμεν | |
μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι. | 101 |
μήπως καὶ κατὰ τὴν νύκτα προθυμηθήσωνται πολεμεῖν. | |
τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· | 102 |
πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνατο ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ· | |
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 103 |
ὦ υἱὲ τοῦ Ἀτρέως ἐνδοξότατε βασιλεῦ τῶν ἀνδρῶν Ἀγάμεμνον, | |
οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς | 104 |
οὐκέτι τῷ Ἕκτορι πάντα τὰ διανοήματα ὁ βουλευτικὸς Ζεὺς | |
ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω | 105 |
ἐκτελέσει, ὅσα που νῦν ἐλπίζει, ἀλλ' ὑπολαμβάνω | |
κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς | 106 |
αὐτὸν λύπαις ταλαιπωρήσειν, καὶ περισσοτέραις, ἐὰν ὁ Ἀχιλλεὺς | |
ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ. | 107 |
ἐκ τῆς λυπηρᾶς καὶ χαλεπῆς ὀργῆς μεθαρμόσῃ τὴν ἀγαπητὴν ψυχήν. | |
σοὶ δὲ μάλ' ἕψομ' ἐγώ· ποτὶ δ' αὖ καὶ ἐγείρομεν ἄλλους | 108 |
σοὶ δὲ ἐγὼ πάνυ ἀκολουθήσω· πρὸς δὲ καὶ ἄλλους ἀνιστῶμεν, | |
ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδ' Ὀδυσῆα | 109 |
τόν τε υἱὸν τοῦ Τυδέως τὸν κατὰ πολὺ ἔνδοξον, καὶ τὸν Ὀδυσσέα, | |
ἠδ' Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν. | 110 |
καὶ τὸν ταχὺν Αἴαντα, καὶ τὸν ἰσχυρὸν υἱὸν τοῦ Φυλέως· | |
ἀλλ' εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν | 111 |
ἀλλ᾽ εἴθε τις καὶ τούτους καλέσειεν ἐπελθών, | |
ἀντίθεόν τ' Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα· | 112 |
τόν τε ἰσόθεον Αἴαντα, καὶ τὸν βασιλέα Ἰδομενέα, | |
τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλ' ἐγγύς. | 113 |
τούτων γὰρ αἱ νῆές εἰσι πορρωτάτω, οὐδὲ πάνυ πλησίον. | |
ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον | 114 |
ἀλλὰ καίπερ ὄντα φίλον καὶ αἰδοῦς ἄξιον τὸν Μενέλαον | |
νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδ' ἐπικεύσω | 115 |
ὀνειδίσω, κἂν εἰ μέμψῃ μοι, οὐδὲ ἐπικρύψω, | |
ὡς εὕδει, σοὶ δ' οἴῳ ἐπέτρεψεν πονέεσθαι. | 116 |
ὅτι καθεύδει, σοι δέ, οἶμαι, ἐπέτρεψε πονεῖν καὶ ταλαιπωρεῖν. | |
νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι | 117 |
νῦν ὤφειλεν κατὰ πάντας τοὺς ἀριστεῖς πονεῖν, | |
λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτ' ἀνεκτός. | 118 |
παρακαλῶν αὐτούς, χρεία γὰρ καταλαμβάνει ἀνύποιστος. | |
τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 119 |
πρὸς τοῦτον δὲ εἶπεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων· | |
ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα· | 120 |
ὦ γέρον, ἄλλοτε μέν σε καὶ αἰτιᾶσθαι ἐκέλευον, | |
πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι | 121 |
πολλάκις γὰρ παραλείπει, καὶ οὐ βούλεται πονεῖν, | |
οὔτ' ὄκνῳ εἴκων οὔτ' ἀφραδίῃσι νόοιο, | 122 |
οὔτε ῥαθυμίᾳ ὑποχωρῶν, οὔτε ἀνοίᾳ νοῦ, | |
ἀλλ' ἐμέ τ' εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν. | 123 |
ἀλλ᾽ ἀφορῶν πρὸς ἐμέ, καὶ τὴν ἐμὴν προσδεχόμενος προθυμίαν· | |
νῦν δ' ἐμέο πρότερος μάλ' ἐπέγρετο καί μοι ἐπέστη· | 124 |
κατὰ τὸ παρὸν δὲ πρότερον ἐμοῦ πάνυ ἠγέρθη, κἀμοὶ παρεγένετο· | |
τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς. | 125 |
τοῦτον δὲ ἐγὼ προέπεμψα καλέσαι, οὓς σὺ ζητεῖς. | |
ἀλλ' ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων | 126 |
ἀλλὰ πορευώμεθα, ἐκείνους δὲ πρὸ τῶν πυλῶν καταληψόμεθα | |
ἐν φυλάκεσσ', ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι. | 127 |
ἐν τοῖς φύλαξιν, ἐκεῖ γὰρ αὐτοῖς παρήγγειλα ἀθροισθῆναι. | |
τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· | 128 |
πρὸς τὸν δὲ μετὰ ταῦτα ἀπεκρίνατο ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ. | |
οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδ' ἀπιθήσει | 129 |
οὕτως οὔ(δεὶς) τις αὐτῷ μέμψεται, οὐδὲ ἀπειθήσει | |
Ἀργείων, ὅτε κέν τιν' ἐποτρύνῃ καὶ ἀνώγῃ. | 130 |
ἀπὸ τῶν Ἑλλήνων, ὅταν τινὰ προτρέπῃ καὶ διεγείρῃ. | |
ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα, | 131 |
οὕτως εἰπὼν ἐνέδυσε περὶ τὸ στῆθος τὸν χιτῶνα (τὴν ἐσθῆτα), | |
ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, | 132 |
τοῖς ποσὶ δὲ τοῖς εὐτραφέσιν ὑπεδήσατο τὰ χρήσιμα ὑποδήματα, | |
ἀμφὶ δ' ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν | 133 |
περιεπόρπησε δὲ τὴν ἐρυθρὰν χλαῖναν, | |
διπλῆν ἐκταδίην, οὔλη δ' ἐπενήνοθε λάχνη. | 134 |
διπλῆν γινομένην τῇ ἐκτάσει τοῦ πλάτους, συνεστραμμένη δὲ τρίχωσις αὐτῇ ἐπεσπαρμένη ἦν. | |
εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, | 135 |
ἔλαβε δὲ τὸ ἰσχυρὸν δόρυ ἐστομωμένον σιδήρῳ ὀξεῖ, | |
βῆ δ' ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων. | 136 |
ὥρμησε δὲ πορεύεσθαι κατὰ τὰς ναῦς τῶν σιδηροθωράκων Ἑλλήνων | |
πρῶτον ἔπειτ' Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον | 137 |
πρῶτον· μετὰ ταῦτα δὲ Ὀδυσσέα τὸν κατὰ βουλὴν ἴσον τῷ Διὶ ἀνήγειρεν | |
ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ | 138 |
ἐκ τοῦ ὕπνου ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ | |
φθεγξάμενος· τὸν δ' αἶψα περὶ φρένας ἤλυθ' ἰωή, | 139 |
φωνήσας, τούτου δὲ εὐθέως τὴν διάνοιαν περιήχησεν ἡ βοή, | |
ἐκ δ' ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε· | 140 |
ἐξῆλθε δὲ τῆς σκηνῆς, καὶ πρὸς αὐτοὺς εἶπε λόγον· | |
τίφθ' οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε | 141 |
τίποτε οὕτω μόνοι πλανᾶσθε κατὰ τὰς ναῦς, καὶ τὸν στρατὸν | |
νύκτα δι' ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει; | 142 |
κατὰ τὴν θείαν νύκτα; τί δὴ χρεία τοσοῦτον κατέλαβε; | |
τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· | 143 |
πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνατο ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ· | |
διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ | 144 |
ὦ υἱὲ τοῦ Λαέρτου ἐκ τοῦ Διὸς ἕλκων τὸ γένος, πολύτροπε Ὀδυσσεῦ, | |
μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. | 145 |
μὴ μέμφου, τοιαύτη γὰρ λύπη κατέλαβε (ἐβιάσατο) τοὺς Ἕλληνας, | |
ἀλλ' ἕπε', ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ' ἐπέοικε | 146 |
ἀλλ᾿ ἀκολούθει, ὅπως καὶ ἄλλον ἀναστήσωμεν ὅντινα δεῖ | |
βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι. | 147 |
συμβουλεύειν, ἢ φεύγειν, ἢ πολεμεῖν. | |
ὣς φάθ', ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς | 148 |
οὕτως εἶπεν. Ὀδυσσεὺς δὲ ὁ πολύβουλος εἰσελθὼν εἰς τὴν σκηνὴν | |
ποικίλον ἀμφ' ὤμοισι σάκος θέτο, βῆ δὲ μετ' αὐτούς. | 149 |
τὴν ποικίλην ἀσπίδα περιέθηκε τοῖς ὤμοις, ἐπορεύθη δὲ πρὸς αὐτούς. | |
βὰν δ' ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον | 150 |
ἐπορεύθησαν δὲ ἐπὶ τὸν υἱὸν τοῦ Τυδέως τὸν Διομήδην, τοῦτον δὲ κατέλαβον (εὗρον) | |
ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δ' ἑταῖροι | 151 |
ἐκτὸς ἀπὸ τῆς σκηνῆς σὺν τοῖς ὅπλοις, περὶ αὐτὸν δὲ οἱ φίλοι | |
εὗδον, ὑπὸ κρασὶν δ' ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν | 152 |
ὕπνωττον, ὑπὸ ταῖς κεφαλαῖς δὲ εἶχον τὰς ἀσπίδας, τὰ δόρατα δὲ αὐτοῖς | |
ὄρθ' ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς | 153 |
ὀρθὰ ἐπὶ τοῦ ἐσχάτου σιδηρίου περιπεπηγμένα ἦσαν, πόρρω δὲ ὁ σίδηρος | |
λάμφ' ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γ' ἥρως | 154 |
ἀνέλαμπεν, ὥσπερ ἀστραπὴ τοῦ Διὸς τοῦ πατρός· ὁ ἥρως δὲ | |
εὗδ', ὑπὸ δ' ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο, | 155 |
ἐκάθευδεν, ὑπέστρωτο δ᾽ αὐτῷ δέρμα βοὸς ἀγροδιαίτου, | |
αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός. | 156 |
ὑπὸ τῇ κεφαλῇ δὲ τάπης λαμπρὸς ἐξήπλωτο· | |
τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ, | 157 |
τοῦτον παραγενόμενος ἀνέστησεν ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ, | |
λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τ' ἄντην· | 158 |
εὐτόνως τῷ δακτύλῳ τοῦ ποδὸς (τῷ πλάτει τοῦ ποδὸς νύξας καὶ διακινήσας), τοῦ κοίλου μέρους ἁψάμενος τοῦ ποδὸς αὐτοῦ, καὶ διήγειρε καὶ ὠνείδισε φανερῶς· | |
ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς; | 159 |
Ἐγείρου, ὦ υἱὲ τοῦ Τυδέως, τί ὕπνον νυκτὸς ὅλης καρποῖ; | |
οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο | 160 |
οὐκ αἰσθάνῃ ὅτι οἱ Τρῷες ἐπὶ τῷ ἀνεστηκότι τόπῳ τοῦ πεδίου | |
εἵαται ἄγχι νεῶν, ὀλίγος δ' ἔτι χῶρος ἐρύκει; | 161 |
κάθηνται πλησίον τῶν νεῶν, ὀλίγον δέ τι διάστημα κωλύει; | |
ὣς φάθ', ὃ δ' ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε, | 162 |
οὕτως εἶπεν. οὗτος δὲ πάνυ ταχέως ἐκ τοῦ ὕπνου ἀνώρμησε, | |
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 163 |
καὶ φωνήσας, λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν· | |
σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις. | 164 |
ἄξια ἀγανακτήσεως πράττων τυγχάνεις, ὦ γέρον· σὺ μὲν οὐδέποτε ἀποπαύῃ τοῦ πόνου· | |
οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν | 165 |
οὐκ εἰσὶ καὶ ἄλλοι νεώτεροι υἱοὶ τῶν Ἑλλήνων, | |
οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων | 166 |
οἳ δὴ ἕκαστον ἂν τῶν βασιλέων ἀναστήσειαν | |
πάντῃ ἐποιχόμενοι; σὺ δ' ἀμήχανός ἐσσι γεραιέ. | 167 |
πανταχοῦ ἐπερχόμενοι, σὺ δὲ ἀκοπίαστος καὶ ἀνίκητος εἶ, ὦ γέρον. | |
τὸν δ' αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ· | 168 |
πρὸς τοῦτον δὲ εἶπεν ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ· | |
ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες. | 169 |
ναὶ δὴ ταῦτά γε πάντα, ὦ φίλε, κατὰ τὸ πρέπον εἶπας· | |
εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ | 170 |
ὑπάρχουσι μέν μοι υἱοὶ ἄμεμπτοι, ὑπάρχουσι δὲ λαοὶ | |
καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν· | 171 |
καὶ πολλοί, τούτων ἄν τις ἐπελθὼν καλέσειεν, | |
ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς. | 172 |
ἀλλὰ πάνυ μεγάλη χρεία κατέλαβε (ἐβιάσατο) τοὺς Ἕλληνας· | |
νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς | 173 |
νῦν γὰρ πᾶσι τοῖς Ἕλλησιν ἐπ᾽ ἀκμῆς ξυροῦ ἵσταται | |
ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι. | 174 |
ἢ φθορὰ πάνυ χαλεπή, ἢ ζῆσαι. | |
ἀλλ' ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν | 175 |
ἀλλὰ πορεύθητι νῦν, ἀνέγειρον τὸν ταχὺν Αἴαντα, καὶ τὸν υἱὸν τοῦ Φυλέως· | |
ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μ' ἐλεαίρεις. | 176 |
σὺ γὰρ εἶ νεώτερος, εἴ γέ ἐμε ἐλεεῖς. | |
ὣς φάθ', ὃ δ' ἀμφ' ὤμοισιν ἑέσσατο δέρμα λέοντος | 177 |
οὕτως εἶπεν. οὗτος δὲ περὶ τοὺς ὤμους ἐνεδύσατο δέρμα λέοντος | |
αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ' ἔγχος. | 178 |
θερμοῦ τὴν φύσιν, μεγάλου, μέχρι τῶν ποδῶν διῆκον, ἔλαβε δὲ τὸ δόρυ, | |
βῆ δ' ἰέναι, τοὺς δ' ἔνθεν ἀναστήσας ἄγεν ἥρως. | 179 |
ὥρμησε δὲ πορεύεσθαι. τούτους δὲ ἐκεῖθεν ἀνεγείρας ἦγεν ὁ ἥρως· | |
οἳ δ' ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, | 180 |
οὗτοι δὲ ὁπηνίκα ἐν τοῖς συνηθροισμένοις φύλαξιν ἐγένοντο, | |
οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον, | 181 |
οὐδαμῶς ὑπνώττοντας εὗρον τοὺς ἡγεμόνας τῶν φυλάκων, | |
ἀλλ' ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες. | 182 |
ἀλλὰ γρηγοροῦντες σὺν τοῖς ὅπλοις πάντες ἐκάθηντο. | |
ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ | 183 |
· ὥσπερ δὲ οἱ κύνες περὶ τὰ πρόβατα κακὴν φυλακὴν καὶ νύκτα διάγουσιν ἐν τῇ μάνδρῃ, | |
θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθ' ὕλην | 184 |
θηρίου ἀκούσαντες ἰσχυροῦ καὶ γενναίου, ὅπερ κατὰ τὸν δρυμὸν | |
ἔρχηται δι' ὄρεσφι· πολὺς δ' ὀρυμαγδὸς ἐπ' αὐτῷ | 185 |
πορεύεται διὰ τῶν ὀρέων, πολὺς δὲ θόρυβος ἐπ᾿ αὐτῷ | |
ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν· | 186 |
ἀνδρῶν, καὶ κυνῶν· ἀπ᾿ αὐτῶν δὲ ὕπνος ἠφάνισται· | |
ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει | 187 |
οὕτως ἀπὸ τῶν βλεφάρων τούτων ὁ δυσέκδυτος ὕπνος ἠφανίσθη, | |
νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ | 188 |
φυλαττόντων τὴν χαλεπὴν νύκτα· εἰς τὸ πεδίον γὰρ ἦσαν ἀεὶ | |
τετράφαθ', ὁππότ' ἐπὶ Τρώων ἀΐοιεν ἰόντων. | 189 |
τετραμμένοι, πότε αἴσθοιντο τῶν Τρῴων ἐπερχομένων. | |
τοὺς δ' ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ | 190 |
τούτους δὲ ὁ γέρων θεασάμενος ἐχάρη, καὶ παρεθάρρυνε λόγῳ, | |
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 191 |
καὶ φωνήσας πρὸς αὐτοὺς λόγους ταχεῖς ἔλεγεν· | |
οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τιν' ὕπνος | 192 |
οὕτω δὴ ἀγαπητὰ τέκνα φυλάττετε, μὴ δέ τινα ὕπνος | |
αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν. | 193 |
νικάτω, μὴ χαρὰ γενώμεθα τοῖς ἐχθροῖς. | |
ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δ' ἅμ' ἕποντο | 194 |
οὕτως εἰπὼν διέβη τὴν τάφρον. οὗτοι δὲ ὁμοῦ πάντες ἠκολούθουν | |
Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν. | 195 |
οἱ βασιλεῖς τῶν Ἑλλήνων, ὅσοι ἐκλήθησαν ἐπὶ τὴν βουλήν· | |
τοῖς δ' ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς | 196 |
μετ᾿ αὐτῶν δὲ Μηριόνης καὶ ὁ λαμπρὸς υἱὸς τοῦ Νέστορος | |
ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι. | 197 |
ἐπορεύθησαν· οὗτοι γὰρ ἐκάλεσαν αὐτοὺς ὥστε συμβουλεῦσαι. | |
τάφρον δ' ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο | 198 |
διαβάντες δὲ τὴν ὀρυχθεῖσαν τάφρον, ἐκάθιζον | |
ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος | 199 |
ἐν τόπῳ καθαρῷ, ὅπου τῶν νεκρῶν ἐφαίνετο τόπος | |
πιπτόντων· ὅθεν αὖτις ἀπετράπετ' ὄβριμος Ἕκτωρ | 200 |
πεσόντων, ὅθεν ὀπίσω ἐτράπη ὁ ἰσχυρὸς Ἕκτωρ | |
ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν. | 201 |
ἀποκτείνων τοὺς Ἕλληνας, ἡνίκα δὴ ἡ νὺξ περιεκάλυψεν ἅπαντα σκότει· | |
ἔνθα καθεζόμενοι ἔπε' ἀλλήλοισι πίφαυσκον· | 202 |
ἐκεῖ καθήμενοι λόγους πρὸς ἀλλήλους ἔλεγον· | |
τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· | 203 |
τούτοις δὲ τῶν λόγων ἡγεῖτο ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ, λέγων· | |
ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ' ἑῷ αὐτοῦ | 204 |
ὦ προσφιλέστατοι, οὐκ ἄν τις ἀνὴρ πεισθείη τῇ ἑαυτοῦ | |
θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους | 205 |
τολμηρᾷ καὶ γενναίᾳ ψυχῇ πρὸς τοὺς μεγαλοψύχους Τρῷας | |
ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα, | 206 |
πορευθῆναι, εἴ τινά που τῶν πολεμίων ἔσχατον ὄντα ἀποκτείνειεν (ἐν ἐσχάτῳ τοῦ πεδίου διατρίβοντα ζωγρήσειεν), | |
ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο, | 207 |
εἴπου καί τινα λόγον ἐν τοῖς Τρῳσὶν ἀκούσειεν, | |
ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν | 208 |
ἅπερ ἂν βουλεύωνται ἐν ἑαυτοῖς· ἢ προθυμοῦνται | |
αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ | 209 |
αὐτόθι μένειν παρὰ ταῖς ναυσὶν πόρρω τῆς πόλεως, ἢ εἰς τὴν πόλιν | |
ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ' Ἀχαιούς. | 210 |
ὀπίσω ἀνακάμψουσιν, ἐπειδὴ ἐκάκωσαν καὶ ἥττησαν τοὺς Ἕλληνας· | |
ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι | 211 |
εἰ ταῦτα γε πάντα ἀκούσειε, καὶ πάλιν πρὸς ἡμᾶς ἐπανέλθοι | |
ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη | 212 |
ἀβλαβής, μεγάλη ἂν αὐτῷ κατὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν δόξα γένοιτο | |
πάντας ἐπ' ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή· | 213 |
ἐπὶ πάντας τοὺς ἀνθρώπους, καὶ χάρις αὐτῷ ἔσται ἀγαθή· | |
ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι | 214 |
ὅσοι γὰρ ἄριστοι κρατοῦσι καὶ ἄρχουσι παρὰ ταῖς ναυσίν, | |
τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν | 215 |
ἕκαστος τούτων ἁπάντων δώσουσιν αὐτῷ ὄϊν μέλαιναν | |
θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον, | 216 |
θήλειαν, ὕπαρνον, ἔγκυον, ταύτῃ δήπου οὐδὲν κτῆμά ἐστιν ὅμοιον· | |
αἰεὶ δ' ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται. | 217 |
ἀεὶ δὲ ἐν ταῖς εὐωχίαις καὶ ταῖς ἑορταῖς αὐτόκλητος παραγενήσεται. | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. | 218 |
οὕτως εἶπεν. οὗτοι δὲ πάντες ἄφωνοι ἐγένοντο σιγῇ· | |
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· | 219 |
ἐν τούτοις δὲ εἶπεν ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης· | |
Νέστορ ἔμ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ | 220 |
ὦ Νέστορ, ἐμὲ διεγείρει ἡ καρδία, καὶ ἡ ἀνδρεία ψυχὴ | |
ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων | 221 |
εἰσελθεῖν εἰς τὸ στρατόπεδον τῶν πολεμίων ἀνδρῶν πλησίον ὄντων, | |
Τρώων· ἀλλ' εἴ τίς μοι ἀνὴρ ἅμ' ἕποιτο καὶ ἄλλος | 222 |
τῶν Τρῴων· ἀλλ᾽ εἴ τις καὶ ἄλλος ἀνὴρ συνέποιτό μοι, | |
μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται. | 223 |
μᾶλλον παραμυθία, καὶ εὐτολμότερον ἔργον γενήσεται· | |
σύν τε δύ' ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν | 224 |
δύο γὰρ συμπορευόμενοι, ὁ ἕτερος πρὸ τοῦ ἑτέρου ἐνόησεν, | |
ὅππως κέρδος ἔῃ· μοῦνος δ' εἴ πέρ τε νοήσῃ | 225 |
πῶς ἂν κοινωφελὲς καὶ συμφερὲς γένοιτο· μόνος δὲ καὶ ἐὰν νοήσῃ, | |
ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις. | 226 |
ἀλλὰ βραδύτερός τε αὐτῷ ὁ νοῦς, καὶ ἡ βουλὴ ἀσθενής ἐστιν. | |
ὣς ἔφαθ', οἳ δ' ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι. | 227 |
οὕτως εἶπεν· οὗτοι δὲ πολλοὶ ἐβούλοντο τῷ Διομήδει ἀκολουθεῖν. | |
ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος, | 228 |
ἐβούλοντο οἱ δύο Αἴαντες οἱ τοῦ πολέμου ὑπηρέται, | |
ἤθελε Μηριόνης, μάλα δ' ἤθελε Νέστορος υἱός, | 229 |
ἐβούλετο ὁ Μηριόνης, πάνυ δὲ ἐβούλετο ὁ υἱὸς τοῦ Νέστορος, | |
ἤθελε δ' Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος, | 230 |
ἐβούλετο ὁ υἱὸς τοῦ Ἀτρέως ὁ κατὰ πόλεμον ἔνδοξος Μενέλαος, | |
ἤθελε δ' ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον | 231 |
ἐβούλετο δὲ ὁ ὑπομονητικὸς Ὀδυσσεὺς εἰσελθεῖν εἰς τὸν στρατὸν | |
Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα. | 232 |
τῶν Τρῴων· ἀεὶ γὰρ αὐτῷ ἐν τῷ λογιστικῷ ἡ ψυχὴ προεθυμεῖτο· | |
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 233 |
ἐν τούτοις δὲ εἶπεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων· | |
Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ | 234 |
ὦ Διόμηδες υἱὲ τοῦ Τυδέως τῇ ἐμῇ πεφιλημένε ψυχῇ· | |
τὸν μὲν δὴ ἕταρόν γ' αἱρήσεαι ὅν κ' ἐθέλῃσθα, | 235 |
ἀπὸ τούτων μὲν οὖν φαινομένων ἐκλέξῃ φίλον, καὶ συνοδοιπόρον, | |
φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί. | 236 |
ὃν ἂν βούλῃ τὸν ἄριστον, ἐπειδὴ προθυμοῦνται πολλοί. | |
μηδὲ σύ γ' αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω | 237 |
μηδὲ σύγε αἰδούμενος ἐν τῷ σῷ λογιστικῷ τὸν βελτίονα μὲν | |
καλλείπειν, σὺ δὲ χείρον' ὀπάσσεαι αἰδοῖ εἴκων | 238 |
καταλίπῃς, σὺ δὲ χείρονα προσλάβῃς, αἰδοῖ ὑποχωρῶν, | |
ἐς γενεὴν ὁρόων, μηδ' εἰ βασιλεύτερός ἐστιν. | 239 |
εἰς τὸ γένος ἀφορῶν, μὴ δὲ εἰ μείζων βασιλεύς ἐστιν. | |
ὣς ἔφατ', ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ. | 240 |
οὕτως εἶπεν. ἐφοβήθη δὲ περὶ τοῦ πυρροῦ Μενελάου. | |
τοῖς δ' αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης· | 241 |
ἐν τούτοις δὲ πάλιν εἶπεν ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης· | |
εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ' αὐτὸν ἑλέσθαι, | 242 |
εἰ μέντοι κελεύετε ἐμὲ αὐτὸν ἐκλέξασθαι καὶ λαβεῖν συνοδοιπόρον, | |
πῶς ἂν ἔπειτ' Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην, | 243 |
πῶς ἂν μετὰ ταῦτ᾽ ἐγὼ ἐπιλαθοίμην τοῦ θείου Ὀδυσσέως, | |
οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ | 244 |
οὗ περισσῶς μὲν πρόθυμος ἡ καρδία καὶ ἡ ἀνδρεία ψυχή ἐστιν | |
ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη. | 245 |
ἐν πᾶσι τοῖς πόνοις, φιλεῖ δὲ αὐτὸν ἡ πολεμικὴ Ἀθηνᾶ; | |
τούτου γ' ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο | 246 |
τούτου δὲ ἀκολουθοῦντος, καὶ ἐκ πυρὸς καιομένου | |
ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι. | 247 |
ἀμφότεροι ὑποστρέψαιμεν ἂν, ἐπειδὴ πάνυ οἶδε νοῆσαι τὸ δέον. | |
τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· | 248 |
Πρὸς τοῦτον δὲ εἶπεν ὁ πολλὰ ὑπομείνας ἔνδοξος Ὀδυσσεύς· | |
Τυδεΐδη μήτ' ἄρ με μάλ' αἴνεε μήτέ τι νείκει· | 249 |
ὦ υἱὲ τοῦ Τυδέως, μήτε πάνυ με ἐπαίνει, μήτε τι ὀνείδιζε, | |
εἰδόσι γάρ τοι ταῦτα μετ' Ἀργείοις ἀγορεύεις. | 250 |
ἐν εἰδόσι γὰρ τοῖς Ἕλλησι ταῦτα λέγεις. | |
ἀλλ' ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ' ἠώς, | 251 |
ἀλλὰ πορευώμεθα, πάνυ γὰρ ἡ νὺξ ἀνύεται, καὶ ἀναλοῦται, ἐγγὺς δὲ ἡ ἡμέρα, | |
ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ | 252 |
τὰ ἄστρα δὲ προκεχώρηκεν εἰς δύσιν, παρῆλθε δὲ ἡ νυξ εἰς πλείονα | |
τῶν δύο μοιράων, τριτάτη δ' ἔτι μοῖρα λέλειπται. | 253 |
τῶν δύο μοιρῶν, ἡ τρίτη δὲ μοῖρα ὑπολείπεται (παρήλλακται δὲ ἡ νὺξ τὰ πλείονα ἐκ τῶν δύο μοιρῶν, ὥστε λείπεται μέρος τι τῶν δύο, καὶ ἡ τρίτη τελεία). | |
ὣς εἰπόνθ' ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην. | 254 |
οὕτως εἰπόντες ἐνεδύσαντο τὰ φοβερὰ ὅπλα. | |
Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης | 255 |
τῷ μὲν οὖν υἱῷ τοῦ Τυδέως ἔδωκεν ὁ πολεμικὸς Θρασυμήδης | |
φάσγανον ἄμφηκες· τὸ δ' ἑὸν παρὰ νηῒ λέλειπτο· | 256 |
ξίφος ἐξ ἑκατέρου μέρους ἠκονημένον, τὸ γὰρ ἑαυτοῦ παρὰ τῇ νηὶ κατελείφθη, | |
καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε | 257 |
καὶ ἀσπίδα, περικεφαλαίαν δὲ αὐτῷ περιέθηκε τῇ κεφαλῇ | |
ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ | 258 |
ἐκ δέρματος ταύρου, ἄνευ προμετωπιδίου, καὶ ἄνευ λόφου, ἥτις καταῖτυξ | |
κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν. | 259 |
καλεῖται, φυλάττει δὲ καὶ σώζει τὰς κεφαλὰς τῶν ἀκμαίων νέων. | |
Μηριόνης δ' Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην | 260 |
ὁ Μηριόνης δὲ ἔδωκε τῷ Ὀδυσσεῖ τόξον, καὶ βελοθήκην, | |
καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε | 261 |
καὶ ξίφος, περικεφαλαίαν δὲ αὐτῷ περιέθηκε τῇ κεφαλῇ | |
ῥινοῦ ποιητήν· πολέσιν δ' ἔντοσθεν ἱμᾶσιν | 262 |
ἐκ δέρματος πεποιημένην, πολλοῖς δὲ ἔνδοθεν λώροις | |
ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες | 263 |
ἐνέσφικτο ἰσχυρῶς, ἔξωθεν δὲ ὀδόντες λευκοὶ | |
ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα | 264 |
χοίρου λευκόδοντος πυκνοὶ συνεῖχον τῇδε κἀκεῖσε, | |
εὖ καὶ ἐπισταμένως· μέσσῃ δ' ἐνὶ πῖλος ἀρήρει. | 265 |
καλῶς καὶ ἐπιστημόνως·ἐν τῷ μέσῳ δὲ πῖλος ἀφήρει· | |
τήν ῥά ποτ' ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο | 266 |
ταύτην (ἥντινα ) δήποτε ἐξ Ἐλεῶνος τῆς πόλεως ἀφείλετο ὁ Αὐτόλυκος τοῦ Ἀμύντορος τοῦ υἱοῦ τοῦ Ὀρμένου, | |
ἐξέλετ' Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας, | 267 |
τὸν πυκνὸν καὶ ὀχυρὸν οἶκον διορύξας· | |
Σκάνδειαν δ' ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι· | 268 |
εἰς Σκάνδειαν δὲ ἔδωκεν αὐτὴν τῷ ἐκ τῶν Κυθήρων Ἀμφιδάμαντι, | |
Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι, | 269 |
ὁ Ἀμφιδάμας δὲ ἔδωκεν αὐτὴν τῷ Μόλῳ, ξένιον εἶναι παρ' αὐτῷ· | |
αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι· | 270 |
οὗτος δὲ τῷ Μηριόνῃ ἔδωκεν αὐτὴν τῷ ἑαυτοῦ υἱῷ φορεῖν. | |
δὴ τότ' Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα. | 271 |
τότε δ᾽ οὖν περιτεθεῖσα, τὴν κεφαλὴν τοῦ Ὀδυσσέως ἐκάλυψεν. | |
τὼ δ' ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην, | 272 |
οὗτοι δὲ ἐπειδὴ τὰ φοβερὰ αὑτῶν ὅπλα ἐνεδύσαντο, | |
βάν ῥ' ἰέναι, λιπέτην δὲ κατ' αὐτόθι πάντας ἀρίστους. | 273 |
ὥρμησαν δὴ πορεύεσθαι, κατέλιπον δὲ αὐτόθι πάντας τοὺς ἀρίστους· | |
τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο | 274 |
τούτοις δὲ αἴσιον ἐρωδιὸν πλησίον τῆς ὁδοῦ ἔπεμψεν | |
Παλλὰς Ἀθηναίη· τοὶ δ' οὐκ ἴδον ὀφθαλμοῖσι | 275 |
ἡ πολεμικὴ Ἀθηνᾶ, οὗτοι δὲ οὐκ ἐθεάσαντο αὐτὸν τοῖς ὀφθαλμοῖς | |
νύκτα δι' ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν. | 276 |
κατὰ τὴν σκοτεινὴν νύκτα, ἀλλὰ βοήσαντος ἤκουσαν, | |
χαῖρε δὲ τῷ ὄρνιθ' Ὀδυσεύς, ἠρᾶτο δ' Ἀθήνῃ· | 277 |
ἐπεχάρη δὲ τῷ οἰωνῷ τούτῳ ὁ Ὀδυσσεύς, ηὔξατο δὲ τῇ Ἀθηνᾷ λέγων· | |
κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ | 278 |
ἐπάκουσόν μου, ὦ θύγατερ τοῦ τὴν αἰγίδα φοροῦντος Διός, ἥτις μοι ἀεὶ | |
ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω | 279 |
ἐν πᾶσι τοῖς πόνοις καὶ καμάτοις σύνει καὶ βοηθεῖς, οὐδὲ λανθάνω σε | |
κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη, | 280 |
ὁδοιπορῶν· νῦν δὲ καὶ μάλιστά με φίλει, ὦ Ἀθηνᾶ, | |
δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι | 281 |
δὸς δὲ πάλιν ἐπὶ τὰς ναῦς εὐκλεεῖς ἐλθεῖν | |
ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ. | 282 |
πράξαντας μέγα ἔργον, ὅπερ ἂν τοῖς Τρῳσὶν ἐν φροντίδι ἔσται. | |
δεύτερος αὖτ' ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης· | 283 |
δεύτερον δὲ ηὔξατο ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης λέγων· | |
κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη· | 284 |
ἐπάκουσον δὴ καὶ ἐμοῦ, ὦ θύγατερ τοῦ Διὸς ἀκαταπόνητε Ἀθηνᾷ, | |
σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμ' ἕσπεο Τυδέϊ δίῳ | 285 |
συνέπου μοι ὥσπερ ὅτε συνείπου τῷ πατρὶ τῷ ἐνδόξῳ Τυδεῖ | |
ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει. | 286 |
εἰς τὰς Θήβας, ὁπηνίκα πρὸ τῶν Ἑλλήνων πρεσβευτὴς ἐπορεύθη, | |
τοὺς δ' ἄρ' ἐπ' Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς, | 287 |
τοὺς σιδηροθωράκους δὲ Ἕλληνας κατέλιπεν ἐπὶ τῷ Ἀσώπῳ ποταμῷ· | |
αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι | 288 |
οὗτος δὲ ἀγγελίαν καὶ λόγον προσηνῆ προσέφερε τοῖς Θηβαίοις | |
κεῖσ'· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα | 289 |
ἐκεῖσε, ὀπίσω δὲ ἀπερχόμενος πάνυ μερίμνης ἄξια καὶ χαλεπὰ ἔργα | |
σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης. | 290 |
εἰργάσατο μετὰ σοῦ, ἐνδοξοτάτη θεά, ὁπηνίκα αὐτῷ προθύμως παρεγένου βοηθός· | |
ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε. | 291 |
οὕτω νῦν κἀμοὶ προθυμουμένη πάρεσο, καὶ φύλαττέ με, | |
σοὶ δ' αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον | 292 |
σοὶ δὲ ἐγὼ θύσω βοῦν ἐνιαυσίαν, πλατυμέτωπον, | |
ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ· | 293 |
ἀδάμαστον, ἣν οὔπω ἀνὴρ ὑπήγαγε τῷ ζυγῷ· | |
τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας. | 294 |
ταύτην σοὶ ἐγὼ θύσω περιχέας καὶ περιβαλόμενος τοῖς κέρασιν αὐτῆς χρυσόν. | |
ὣς ἔφαν εὐχόμενοι, τῶν δ' ἔκλυε Παλλὰς Ἀθήνη. | 295 |
οὕτως εἶπον εὐχόμενοι· τούτων δὲ ἐπήκουσεν ἡ πολεμική Ἀθηνᾶ. | |
οἳ δ' ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο, | 296 |
οὗτοι δὲ ἐπειδὴ ηὔξαντο τῇ θυγατρὶ τοῦ Διὸς τοῦ μεγάλου, | |
βάν ῥ' ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν | 297 |
ὥρμησαν πορεύεσθαι, ὥσπερ δύο λέοντες, κατὰ τὴν σκοτεινὴν νύκτα | |
ἂμ φόνον, ἂν νέκυας, διά τ' ἔντεα καὶ μέλαν αἷμα. | 298 |
ἀνὰ τὸν τόπον τοῦ φόνου, ἀνὰ τοὺς νεκρούς, κατὰ τὰ ὅπλα καὶ τὸ μέλαν αἷμα. | |
οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ | 299 |
οὐ μὴν οὐδὲ τοὺς ἀλαζόνας Τρῷας ἀφῆκεν ὁ Ἕκτωρ | |
εὕδειν, ἀλλ' ἄμυδις κικλήσκετο πάντας ἀρίστους, | 300 |
ὑπνώττειν, ἀλλ᾿ ὁμοῦ πάντας συνεκάλεσε τοὺς ἀρίστους, | |
ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες· | 301 |
ὅσοι ἦσαν ἡγεμόνες τῶν Τρῴων, καὶ βασιλεῖς. | |
τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν· | 302 |
τούτους οὗτος συναθροίσας συνετὴν παρεσκεύαζε καὶ ἀπήρτιζε βουλὴν λέγων. | |
τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε | 303 |
τίς ἄν μοι τοῦτο τὸ ἔργον ἐπαγγειλάμενος ἐκτελέσειεν | |
δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται. | 304 |
ἐπὶ μεγάλῃ χάριτι; μισθὸς δὲ (γὰρ) αὐτῷ ἱκανὸς ἔσται· | |
δώσω γὰρ δίφρόν τε δύω τ' ἐριαύχενας ἵππους | 305 |
δώσω γὰρ αὐτῷ ὄχημα, καὶ δύο μεγαλαύχενας ἵππους, | |
οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν | 306 |
οἵπερ ἂν ἄριστοι ὦσιν ἐπὶ ταῖς ταχείαις ναυσὶ τῶν Ἑλλήνων, | |
ὅς τίς κε τλαίη, οἷ τ' αὐτῷ κῦδος ἄροιτο, | 307 |
ὅστις ἂν τολμήσειε, καὶ ἑαυτῷ δόξαν ἀπενέγκαιτο, | |
νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι | 308 |
ἀφικέσθαι πλησίον τῶν ταχυπόρων νεῶν, καὶ ἀκοῦσαι καὶ γνῶναι ἀκριβῶς, | |
ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, | 309 |
ἢ φυλάττονται αἱ ταχεῖαι νῆες, ὥσπερ τὸ πρότερον, | |
ἦ ἤδη χείρεσσιν ὑφ' ἡμετέρῃσι δαμέντες | 310 |
ἢ δαμασθέντες ἤδη καὶ ἡττηθέντες ὑπὸ τῶν ἡμετέρων χειρῶν, | |
φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ' ἐθέλουσι | 311 |
φυγὴν ἐν αὐτοῖς βουλεύονται, οὐδὲ θέλουσι | |
νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ. | 312 |
τὴν νύκτα φυλάττειν, πόνῳ καὶ κόπῳ χαλεπῷ ἀδημονήσαντες. | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. | 313 |
οὕτως εἶπεν. οὗτοι δὲ πάντες ἄφωνοι ἐγένοντο σιγῇ· | |
ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς | 314 |
ἦν δέ τις ἐν τοῖς Τρῳσὶ Δόλων υἱὸς τοῦ Εὐμήδους, | |
κήρυκος θείοιο πολύχρυσος πολύχαλκος, | 315 |
τοῦ θείου καὶ θαυμαστοῦ κήρυκος, πολὺν χρυσὸν καὶ πολὺν χαλκὸν ἔχων· | |
ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης· | 316 |
ὃς δὴ κατὰ μὲν τὴν μορφὴν δυσειδὴς ἦν, ἀλλὰ ταχύπους· | |
αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν. | 317 |
οὗτος δὲ μόνος ἦν ἐν πέντε ἀδελφαῖς, | |
ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν· | 318 |
ὃς δὴ τότε τοῖς τε Τρῳσὶ καὶ τῷ Ἕκτορι εἶπε λόγον. | |
Ἕκτορ ἔμ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ | 319 |
ὦ Ἕκτορ, ἐμὲ προτρέπει ἡ καρδία, καὶ ἡ γενναία ψυχὴ | |
νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι. | 320 |
πορευθῆναι πλησίον τῶν ταχυπόρων νεῶν, καὶ περὶ πάντων ἀκριβῶς ἀκοῦσαι· | |
ἀλλ' ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον | 321 |
ἀλλ᾽ ἄγε μοι ἀνάτεινον τὴν βασιλικὴν ῥάβδον, καὶ ὄμοσόν μοι, | |
ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ | 322 |
ἦ μὴν τοὺς ἵππους, καὶ τὰ σιδήρῳ πεποικιλμένα ὀχήματα | |
δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα, | 323 |
δώσειν, οἳ φέρουσι καὶ βαστάζουσι τὸν ἄμεμπτον υἱὸν τοῦ Πηλέως· | |
σοὶ δ' ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδ' ἀπὸ δόξης· | 324 |
σοὶ δὲ ἐγὼ οὐκ ἔσομαι μάταιος κατάσκοπος, οὐδὲ ἄπο τοῦ σκοποῦ, καὶ οἰήσεως, ἣν ἔχεις περὶ ἐμοῦ· | |
τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρ' ἂν ἵκωμαι | 325 |
ἐπὶ τοσοῦτον γὰρ εἰς τὸ στρατόπεδον πορεύσομαι διόλου, ἕως ἄν ἀφίκωμαι | |
νῆ' Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι | 326 |
εἰς τὴν ναῦν τοῦ Ἀγαμέμνονος, ὅπου ἐοίκασιν οἱ ἄριστοι | |
βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι. | 327 |
βουλεύεσθαι, ἢ φεύγειν, ἢ πολεμεῖν. | |
ὣς φάθ', ὃ δ' ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν· | 328 |
οὕτως εἶπεν. ὁ δὲ ἔλαβεν ἐν ταῖς χερσὶ τὴν βασιλικὴν ῥάβδον, καὶ ὤμοσεν αὐτῷ· | |
ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης | 329 |
γινωσκέτω καὶ μάρτυς ἔστω δή αὐτὸς ὁ μεγαλόφωνος ἀνὴρ τῆς Ἥρας, | |
μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος | 330 |
οὐδαμῶς τοῖς ἵπποις αὐτοῖς ἄλλος ἀνὴρ ἐποχήσεται | |
Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι. | 331 |
ἀπὸ τῶν Τρῴων, ἀλλά σε ἀποφαίνομαι διὰ παντὸς ἀγλαΐζεσθαι, καὶ καλλωπίζεσθαι. | |
ὣς φάτο καί ῥ' ἐπίορκον ἐπώμοσε, τὸν δ' ὀρόθυνεν· | 332 |
οὕτως εἶπε, καὶ δὴ ἐπιώρκησεν, τοῦτον δὲ παρώξυνε (ἐπεὶ τὸν ὅρκον ἐτελείωσε, τοῦτον διήγειρε). | |
αὐτίκα δ' ἀμφ' ὤμοισιν ἐβάλλετο καμπύλα τόξα, | 333 |
εὐθέως δὲ περιεβάλετο τοῖς ὤμοις τὸ ἐπικαμπὲς τόξον, | |
ἕσσατο δ' ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο, | 334 |
ἐνεδύσατο δὲ ἔξωθεν δέρμα λύκου λευκοῦ, | |
κρατὶ δ' ἐπὶ κτιδέην κυνέην, ἕλε δ' ὀξὺν ἄκοντα, | 335 |
ἐπὶ τῇ κεφαλῇ δὲ ἔθηκε περικεφαλαίαν ἐκ δέρματος ἰκτίδος πεποιηκυῖαν, | |
βῆ δ' ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδ' ἄρ' ἔμελλεν | 336 |
ὥρμησε δὲ πορεύεσθαι ἐπὶ τὰς ναῦς ἀπὸ τοῦ στρατοῦ· οὐδὲ δὴ ἔμελλεν, | |
ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν. | 337 |
ἀφικόμενος ἐκ τῶν νεῶν πάλιν, ἀπαγγελεῖν λόγον τῷ Ἕκτορι· | |
ἀλλ' ὅτε δή ῥ' ἵππων τε καὶ ἀνδρῶν κάλλιφ' ὅμιλον, | 338 |
ἀλλ᾿ ὁπηνίκα δὴ κατέλιπε τῶν ἵππων τε καὶ τῶν ἀνδρῶν τὸ ἄθροισμα, | |
βῆ ῥ' ἀν' ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα | 339 |
ἐπορεύετο δὴ τὴν ὁδὸν προθυμούμενος· τοῦτον δὲ προσερχόμενον ἐθεάσατο | |
διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν· | 340 |
ὁ ἐκ τοῦ Διὸς καταγόμενος Ὀδυσσεύς, εἶπε δὲ πρὸς τὸν Διομήδην· | |
οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ, | 341 |
οὗτος ὁ ἀνὴρ, ὦ Διόμηδες, ἀπὸ τοῦ στρατοῦ ἔρχεται, | |
οὐκ οἶδ' ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν, | 342 |
οὐκ οἶδα, ἢ κατάσκοπος τῶν ἡμετέρων νεῶν, | |
ἦ τινα συλήσων νεκύων κατατεθνηώτων. | 343 |
ἢ σκυλεύσων τινὰ τῶν ἀποθανόντων νεκρῶν· | |
ἀλλ' ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο | 344 |
ἀλλὰ παραχωρῶμεν αὐτῷ πρῶτον παρελθεῖν ἐκ τῆς πεδιάδος | |
τυτθόν· ἔπειτα δέ κ' αὐτὸν ἐπαΐξαντες ἕλοιμεν | 345 |
μικρόν, μετὰ ταῦτα δὲ ἐφορμήσαντες ζωγρήσαιμεν ἂν αὐτὸν | |
καρπαλίμως· εἰ δ' ἄμμε παραφθαίησι πόδεσσιν, | 346 |
ταχέως· εἰ δὲ ἡμᾶς παραδράμοι τοῖς ποσί, καὶ πλαγίαν ἐπὶ τὴν πόλιν ποιεῖται τὴν ὁδόν, | |
αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν | 347 |
ἀεὶ αὐτὸν ἀπὸ τοῦ στρατοῦ ἀπέστρεφε ἐπὶ τὰς ναῦς | |
ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ. | 348 |
σὺν τῷ δόρατι ἐφορμῶν, μήπως εἰς τὴν πόλιν ἐκφύγῃ· | |
ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι | 349 |
οὕτω δὴ εἰπόντες ἐκτὸς τῆς ὁδοῦ ἐν τοῖς νεκροῖς | |
κλινθήτην· ὃ δ' ἄρ' ὦκα παρέδραμεν ἀφραδίῃσιν. | 350 |
ἐκλίθησαν· οὗτος δὲ ταχέως παρῆλθεν ἀνοίᾳ καὶ ἀσυνέτως· | |
ἀλλ' ὅτε δή ῥ' ἀπέην ὅσσόν τ' ἐπὶ οὖρα πέλονται | 351 |
ἀλλ᾿ ὁπηνίκα δὴ τοσοῦτον ἀπῆν, ὅσον τὰ διαστήματα γίνονται | |
ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν | 352 |
τῶν ἡμιόνων, αὗται γὰρ κρείττονές εἰσι βοῶν | |
ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον· | 353 |
ἕλκειν τὸ ἄροτρον τὸ τὸν γύην προσπεπηγότα ἔχον, διὰ τῆς βαθείας ἠροτριασμένης γῆς, | |
τὼ μὲν ἐπεδραμέτην, ὃ δ' ἄρ' ἔστη δοῦπον ἀκούσας. | 354 |
οὗτοι μὲν ἐπέδραμον. οὗτος δὲ ἔστη ἀκούσας τὸν κτύπον· | |
ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους | 355 |
ᾤετο (ἤλπιζε) γὰρ κατὰ τὸν ἑαυτοῦ λογισμὸν εἶναί τινας φίλους | |
ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος. | 356 |
ἐκ τῶν Τρῴων μετακαλεσομένους πορεύεσθαι ὑπίσω, τοῦ Ἕκτορος κελεύσαντος (ὡς τοῦ Ἕκτορος κελεύσαντος, εἰς τοὐπίσω αὐτὸν ὑποστρέψαι)· | |
ἀλλ' ὅτε δή ῥ' ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον, | 357 |
αλλ' ὁπηνίκα δὴ ἀπῆσαν, ὅσον βολὴ δόρατος, ἢ καὶ ἔλαττον, | |
γνῶ ῥ' ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατ' ἐνώμα | 358 |
ἔγνω δὴ ἄνδρας πολεμίους, ταχέως δὲ τὰ γόνατα ἐκίνει | |
φευγέμεναι· τοὶ δ' αἶψα διώκειν ὁρμήθησαν. | 359 |
φεύγειν, οὗτοι δὲ ταχέως διώκειν ὥρμησαν. | |
ὡς δ' ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης | 360 |
ὥσπερ δὲ ὅτε δύο κύνες τραχεῖς καὶ ὀξεῖς ὀδόντας ἔχοντες, ἔμπειροι κυνηγίας, | |
ἢ κεμάδ' ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ | 361 |
ἢ δορκίδα, ἢ λαγωὸν ἐπείγουσιν ἐπιμόνως ἀεὶ | |
χῶρον ἀν' ὑλήενθ', ὃ δέ τε προθέῃσι μεμηκώς, | 362 |
κατὰ τόπον ὑλώδη καὶ σύνδενδρον, οὗτος δὲ προτρέχει γοῶν· | |
ὣς τὸν Τυδεΐδης ἠδ' ὃ πτολίπορθος Ὀδυσσεὺς | 363 |
οὕτω τοῦτον ὁ υἱὸς τοῦ Τυδέως καὶ ὁ τὰς πόλεις πορθῶν Ὀδυσσεύς, | |
λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί. | 364 |
τοῦ Τρωϊκοῦ λαοῦ ἀποχωρίσαντες, ἐδίωκεν ἐπιμόνως ἀεὶ. | |
ἀλλ' ὅτε δὴ τάχ' ἔμελλε μιγήσεσθαι φυλάκεσσι | 365 |
ἀλλ᾿ ἡνίκα δὴ ταχέως ἔμελλε συμμιγήσεσθαι τοῖς φύλαξι | |
φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ' Ἀθήνη | 366 |
φεύγων εἰς τὰς ναῦς, τηνικαῦτα δὴ ἐνέβαλεν ἰσχὺν ἡ Ἀθηνᾶ | |
Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων | 367 |
τῷ υἱῷ τοῦ Τυδέως, ὅπως μηδεὶς τῶν σιδηροθωράκων Ἑλλήνων | |
φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι. | 368 |
προ(κατα)λάβοι ἐπικαυχησάμενος βαλεῖν, (καυχήσαιτο βαλεῖν προκαταλαβών), οὗτος δὲ ὕστερον παραγένοιτο, | |
δουρὶ δ' ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης· | 369 |
σὺν τῷ δόρατι δὲ ὁρμῶν καὶ ἐπερχόμενος εἶπε πρὸς αὐτὸν ὁ ἰσχυρὸς Διομήδης· | |
ἠὲ μέν' ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι | 370 |
Ἢ μένε, ἢ σὲ δόρατι φθάσω· οὐδ᾽ οἴομαι σε | |
δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον. | 371 |
ἐπὶ πολὺ ἐκφυγεῖν τὸν ὑπὸ τῆς ἐμῆς χειρὸς ἀφανιστικὸν θάνατον. | |
ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δ' ἡμάρτανε φωτός· | 372 |
εἶπε δή, καὶ ἐπέρριψε τὸ δόρυ, ἐθελουσίως δὲ ἀπέτυχε τοῦ ἀνδρός· | |
δεξιτερὸν δ' ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ | 373 |
ὑπὲρ τὸν ὦμον δὲ τὸν δεξιὸν ἡ τοῦ εὐξέστου καὶ καλῶς πεποιημένου δόρατος αἰχμὴ ἐνεπάγη | |
ἐν γαίῃ ἐπάγη· ὃ δ' ἄρ' ἔστη τάρβησέν τε | 374 |
εἰς τὴν γῆν, οὗτος δὲ ἐφοβήθη καὶ ἔστη, | |
βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετ' ὀδόντων· | 375 |
τρέμων, ἦχος δὲ κατὰ τὸ στόμα ἐγίνετο τῶν ὀδόντων (ἀσαφῆ φωνὴν προϊέμενος), | |
χλωρὸς ὑπαὶ δείους· τὼ δ' ἀσθμαίνοντε κιχήτην, | 376 |
χλωροποιός, καὶ ὠχροποιὸς ὑπὸ τοῦ φόβου, οὗτοι δὲ πνευστιῶντες κατέλαβον, | |
χειρῶν δ' ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα· | 377 |
ἥψαντο δὲ τῶν χειρῶν. οὗτος δὲ δακρύσας εἶπε λόγον· | |
ζωγρεῖτ', αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον | 378 |
ζῶντά με ἀγάγετε, ἐγὼ δὲ λυτρώσομαι ἐμαυτόν, ἔστι γὰρ ἐν τῷ οἴκῳ | |
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, | 379 |
χαλκός τε καὶ χρυσός, καὶ πολλοῦ καμάτου δεόμενος σίδηρος· | |
τῶν κ' ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα | 380 |
ἐκ τούτων δωρήσαιτ᾽ ἂν ὑμῖν ὁ πατὴρ πλεῖστα λύτρα, | |
εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ' ἐπὶ νηυσὶν Ἀχαιῶν. | 381 |
ἐὰν ἐμὲ ζῶντα ἀκούσῃ ἐπὶ ταῖς ναυσὶ τῶν Ἑλλήνων. | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· | 382 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ πολύβουλος Ὀδυσσεύς· | |
θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω. | 383 |
θάρρει μηδέ τί σοι ὁ θάνατος ἐπὶ λογισμὸν ἔστω· | |
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· | 384 |
ἀλλ᾽ ἄγε εἰπέ μοι τοῦτο καὶ ἀληθῶς ἀπάγγειλον. | |
πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἷος | 385 |
ποῦ δὴ οὕτω μόνος ἀπὸ τοῦ στρατοῦ πρὸς τὰς ναῦς πορεύῃ | |
νύκτα δι' ὀρφναίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι; | 386 |
κατὰ τὴν σκοτεινὴν νύκτα, ἡνίκα ὑπνώττουσιν οἱ ἄλλοι ἄνθρωποι; | |
ἤ τινα συλήσων νεκύων κατατεθνηώτων; | 387 |
ἢ σκυλεύσων τινὰ τῶν ἀποθανόντων νεκρῶν, | |
ἦ σ' Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα | 388 |
ἢ ὁ Ἕκτωρ σὲ προέπεμψε κατασκοπήσασθαι ἅπαντα | |
νῆας ἔπι γλαφυράς; ἦ σ' αὐτὸν θυμὸς ἀνῆκε; | 389 |
εἰς τὰς βαθείας ναῦς, ἢ σὲ αὐτὸν ἀνέπεισεν ἡ ψυχή; | |
τὸν δ' ἠμείβετ' ἔπειτα Δόλων, ὑπὸ δ' ἔτρεμε γυῖα· | 390 |
πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ὁ Δόλων, ὑπέτρεμε δὲ τὰ μέλη· | |
πολλῇσίν μ' ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ, | 391 |
ἀολλαῖς βλάβαις ἐξηπάτησέ μου τὸν νοῦν ὁ Ἕκτωρ· | |
ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους | 392 |
ὅς μοι τοὺς μονώνυχας ἵππους τοῦ λαμπροῦ υἱοῦ τοῦ Πηλέως | |
δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ, | 393 |
ὑπέσχετο δώσειν, καὶ τὰ σιδήρῳ πεποικιλμένα ὀχήματα· | |
ἠνώγει δέ μ' ἰόντα θοὴν διὰ νύκτα μέλαιναν | 394 |
ἐκέλευσε δὲ πορευόμενόν με κατὰ τὴν ταχεῖαν σκοτεινὴν νύκτα, | |
ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι | 395 |
ἀφικέσθαι πλησίον τῶν πολεμίων ἀνδρῶν, καὶ ἀκριβῶς ἀκοῦσαι, | |
ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, | 396 |
ἢ φυλάττονται αἱ ταχεῖαι νῆες, ὥσπερ τὸ πρότερον, | |
ἦ ἤδη χείρεσσιν ὑφ' ἡμετέρῃσι δαμέντες | 397 |
ἢ δαμασθέντες ἤδη καὶ ἡττηθέντες ὑπὸ τῶν ἡμετέρων χειρῶν | |
φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ' ἐθέλουσι | 398 |
φυγὴν βουλεύεσθε ἐν ἑαυτοῖς, οὐδὲ θέλετε | |
νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ. | 399 |
φυλάττειν τὴν νύκτα, πόνῳ καὶ κόπῳ χαλεπῷ ἀδημονήσαντες. | |
τὸν δ' ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς· | 400 |
πρὸς τοῦτον δὲ ἐπιμειδιάσας εἶπεν ὁ πολύβουλος Ὀδυσσεύς. | |
ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς | 401 |
ὄντως δή σοι ἡ μεγαλόφρων καὶ γενναία ψυχὴ μεγάλων χαρίτων ἐπεθύμει, | |
ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δ' ἀλεγεινοὶ | 402 |
τῶν ἵππων τοῦ συνετοῦ ἐκγόνου τοῦ Αἰακοῦ· οὗτοι δὲ χαλεποί εἰσιν | |
ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ' ὀχέεσθαι | 403 |
δαμασθῆναι ἀνδράσι θνητοῖς, καὶ ὀχεῖσθαι | |
ἄλλῳ γ' ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ. | 404 |
ἄλλῳ γε, ἢ τῷ Ἀχιλλεῖ, ὃν ἔτεκε μήτηρ ἀθάνατος. | |
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· | 405 |
ἀλλ᾿ ἄγε εἰπέ μοι τοῦτο, καὶ ἀληθῶς ἀπάγγειλον. | |
ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν; | 406 |
ποῦ νῦν κατέλιπες τὸν Ἕκτορα τὸν βασιλέα τοῦ στρατοῦ, πορευόμενος ἐνθάδε; | |
ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι; | 407 |
ποῦ δὲ αὐτῷ τὰ πολεμικὰ ὅπλα κεῖται; ποῦ δὲ αὐτῷ οἱ ἵπποι ἑστᾶσι; | |
πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί; | 408 |
πῶς δὲ ἔχουσι τῶν λοιπῶν Τρῴων αἱ τηρήσεις καὶ αἱ κοῖται, | |
ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν | 409 |
καὶ ἅτινα βουλεύονται ἐν ἑαυτοῖς, ἢ προθυμοῦνται | |
αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ | 410 |
αὐτόθι μένειν παρὰ ταῖς ναυσὶν ἄπωθεν τῆς πόλεως, ἢ εἰς τὴν πόλιν | |
ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ' Ἀχαιούς. | 411 |
ὀπίσω ἀνακάμψουσιν, ἐπειδὴ ἐδάμασαν, καὶ ἥττησαν τοὺς Ἕλληνας; | |
τὸν δ' αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός· | 412 |
πρὸς τοῦτον δὲ εἶπεν ὁ Δόλων ὁ υἱὸς τοῦ Εὐμήδους· | |
τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως καταλέξω. | 413 |
τοιγαροῦν ἐγώ σοι ταῦτα πάνυ ἀληθῶς μέχρι τέλους ἐρῶ. | |
Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί, | 414 |
ὁ μὲν Ἕκτωρ μετ᾽ αὐτῶν, ὅσοι γνωμοδόται ὑπάρχουσι, | |
βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου | 415 |
βουλεύεται παρὰ τῷ μνήματι τοῦ θείου καὶ θαυμαστοῦ Ἴλου, | |
νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δ' ἃς εἴρεαι ἥρως | 416 |
πόρρω τῆς ταραχῆς καὶ τοῦ θορύβου· τὰς φυλακὰς δὲ καὶ τηρήσεις, ἃς ἐρωτᾷς, ὦ ἥρως, | |
οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει. | 417 |
οὐδεμία διακεχωρισμένη καὶ τεταγμένη σώζει τὸν στρατόν, οὐδὲ τηρεῖ· | |
ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη | 418 |
ὅσαι μὲν γὰρ πυρὸς πυρκαϊαὶ τῶν Τρῴων, οἷστισιν ἀνάγκη ἐπίκειται, | |
οἷ δ' ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται | 419 |
οὗτοι ἀγρυπνοῦσι, καὶ φυλάσσειν παρακελεύονται | |
ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι | 420 |
ἀλλήλοις· οἱ πολλαχόθεν δὲ κληθέντες βοηθοὶ | |
εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν· | 421 |
ὑπνώττουσι· τοῖς γὰρ Τρῳσὶν ἐπιτρέπουσι φυλάττειν, | |
οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες. | 422 |
οὐ γὰρ αὐτοῖς οἱ παῖδες, οὐδὲ αἱ γυναῖκες κάθηνται ἐγγύς. | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· | 423 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ πολύβουλος Ὀδυσσεύς· | |
πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν | 424 |
πῶς δὴ καθεύδουσι νῦν; μεμιγμένοι τοῖς ἱππικοῖς Τρωσίν; | |
εὕδουσ' ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω. | 425 |
ἢ πόρρω που; δήλωσόν μοι, ἵνα μάθω. | |
τὸν δ' ἠμείβετ' ἔπειτα Δόλων Εὐμήδεος υἱός· | 426 |
πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνετο Δόλων ὁ υἱὸς τοῦ Εὐμήδους. | |
τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλ' ἀτρεκέως καταλέξω. | 427 |
τοιγαροῦν ἐγώ σοι ταῦτα πάνυ ἀληθῶς μέχρι τέλους ἐρῶ. | |
πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι | 428 |
πρὸς μὲν τὴν θάλασσαν, οἱ Κᾶρες, καὶ οἱ τοῖς καμπύλοις τόξοις χρώμενοι Παίονες, | |
καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί, | 429 |
καὶ οἱ Λέλεγες, καὶ οἱ Καύκωνες καὶ οἱ ἔνδοξοι Πελασγοί. | |
πρὸς Θύμβρης δ' ἔλαχον Λύκιοι Μυσοί τ' ἀγέρωχοι | 430 |
ἔμπροσθεν δὲ τῆς Θύμβρης ἐτετάχατο οἱ Λύκιοι, καὶ οἱ θρασεῖς καὶ ἀνδρεῖοι Μυσοί, | |
καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί. | 431 |
καὶ οἱ ἱππικοὶ Φρύγες, καὶ οἱ πολεμικοὶ Μῄονες. | |
ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα; | 432 |
ἀλλὰ τί δὴ ἐμὲ διερωτᾶτε πάντα; | |
εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον | 433 |
εἰ γὰρ προθυμεῖσθε εἰσελθεῖν εἰς τὸν στρατὸν τῶν Τρῴων, | |
Θρήϊκες οἷδ' ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων· | 434 |
Θρᾷκες οὗτοί εἰσι χωρίς, νεωστὶ ἐλθόντες, ἔσχατοι τῶν λοιπῶν, | |
ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος. | 435 |
ἐν αὐτοῖς δὲ βασιλεὺς Ῥῆσος ὁ υἱὸς τοῦ Ἠιονέως· | |
τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους· | 436 |
τούτου δὴ ὡραιοτάτους ἵππους ἴδον, καὶ εὐμεγέθεις· | |
λευκότεροι χιόνος, θείειν δ' ἀνέμοισιν ὁμοῖοι· | 437 |
λευκότεροί εἰσι χιόνος, ἐν τῷ τρέχειν δὲ ὅμοιοι τοῖς ἀνέμοις, | |
ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται· | 438 |
τὰ ὀχήματα δὲ αὐτῷ χρυσῷ καὶ ἀργύρῳ καλῶς κατεσκεύασται, | |
τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι | 439 |
τὰ ὅπλα δὲ χρυσᾶ ἐξαίσια, θαῦμα ἰδεῖν, | |
ἤλυθ' ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν | 440 |
ἀφίκετο ἔχων, ἃ δήπου οὐκ ἀνθρώποις (ἀνδράσι) θνητοῖς προσήκει | |
ἄνδρεσσιν φορέειν, ἀλλ' ἀθανάτοισι θεοῖσιν. | 441 |
φορεῖν, ἀλλὰ θεοῖς ἀθανάτοις. | |
ἀλλ' ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν, | 442 |
ἀλλ᾿ ἐμὲ μέν τοι νῦν ἀγάγετε εἰς τὰς ταχυπόρους ναῦς, | |
ἠέ με δήσαντες λίπετ' αὐτόθι νηλέϊ δεσμῷ, | 443 |
ἢ δεσμεύσαντές με δεσμῷ ἀνηλεεῖ καὶ ἀπηνεῖ, καταλίπετε αὐτοῦ, | |
ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο | 444 |
ἕως ἂν ἔλθητε, καὶ πεῖραν σχῆτε ἐμοῦ, | |
ἠὲ κατ' αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί. | 445 |
ἢ δὴ κατὰ τὸ πρέπον εἶπον ἐν ὑμῖν, ἢ οὔ. | |
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· | 446 |
πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος εἶπεν ὁ ἰσχυρὸς Διομήδης· | |
μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ· | 447 |
μή μοι, ὦ Δόλων, φυγὴν ἐντίθου τῇ ψυχῇ, | |
ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς. | 448 |
καίπερ ἀγαθὰ ἀπαγγείλας, ἐπεὶ ἦλθες εἰς τὰς ἐμὰς χεῖρας· | |
εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν, | 449 |
ἐὰν γὰρ νῦν ἀπολύσωμέν σε, ἢ ἀφῶμεν, | |
ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν | 450 |
ὄντως που καὶ μετὰ ταῦτα ἐλεύσῃ εἰς τὰς ναῦς τῶν Ἑλλήνων, | |
ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων· | 451 |
ἢ διασκοπησόμενος, ἢ κατὰ βιαίαν ἐναντίωσιν μαχησόμενος· | |
εἰ δέ κ' ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς, | 452 |
ἐὰν δὲ ὑπὸ τῶν ἐμῶν χειρῶν δαμασθεὶς ἀπολέσῃς τὴν ψυχήν, | |
οὐκέτ' ἔπειτα σὺ πῆμά ποτ' ἔσσεαι Ἀργείοισιν. | 453 |
οὐκέτι μετὰ ταῦτα σὺ βλάβος γενήσῃ ποτὲ τοῖς Ἕλλησιν. | |
ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ | 454 |
εἶπε, καὶ οὗτος μὲν ἔμελλε παρακαλέσειν αὐτόν, ἁψάμενος τῆς γενειάδος χειρὶ παχείᾳ καὶ ἰσχυρᾷ· | |
ἁψάμενος λίσσεσθαι, ὃ δ' αὐχένα μέσσον ἔλασσε | 455 |
οὗτος δὲ ὁρμήσας, τὸ μέσον τοῦ αὐχένος | |
φασγάνῳ ἀΐξας, ἀπὸ δ' ἄμφω κέρσε τένοντε· | 456 |
ἔπληξε τῷ ξίφει, ἀμφοτέρους δὲ τοὺς τένοντας ἀπέκοψε, | |
φθεγγομένου δ' ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη. | 457 |
τούτου δὲ λαλοῦντος ἡ κεφαλὴ τοῖς χώμασι συνεμίγη· | |
τοῦ δ' ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο | 458 |
τούτου δὲ τῆς κεφαλῆς ἀφείλοντο τὴν περικεφαλαίαν τὴν ἀπὸ δέρματος ἰκτίδος πεποιημένην, | |
καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν· | 459 |
καὶ τὸ δέρμα τοῦ λύκου, καὶ τὸ εἰς τοὐπίσω καμπτόμενον τόξον, καὶ τὸ μακρὸν δόρυ, | |
καὶ τά γ' Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς | 460 |
καὶ ταῦτα τῇ λαφυραγωγῷ Ἀθηνᾷ ὁ ἔνδοξος Ὀδυσσεὺς | |
ὑψόσ' ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα· | 461 |
ἀνέτεινεν εἰς ὕψος τῇ χειρὶ, καὶ εὐχόμενος εἶπε λόγον· | |
χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ | 462 |
χαῖρε, ὦ θεά, ἐπὶ τούτοις· σὲ γὰρ πρώτην πάντων τῶν ἐν οὐρανῷ | |
πάντων ἀθανάτων ἐπιδωσόμεθ'· ἀλλὰ καὶ αὖτις | 463 |
ὄντων θεῶν ἀθανάτων ἐπικαλεσόμεθα, ἀλλὰ καὶ πάλιν | |
πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς. | 464 |
πέμψον ἡμᾶς ἐπὶ τοὺς ἵππους, καὶ τὰς κοίτας τῶν Θρᾳκῶν ἀνδρῶν. | |
ὣς ἄρ' ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσ' ἀείρας | 465 |
οὕτω δὴ εἶπε, καὶ ἀφ᾽ ἑαυτοῦ εἰς ὕψος ᾄρας καὶ μετεωρίσας | |
θῆκεν ἀνὰ μυρίκην· δέελον δ' ἐπὶ σῆμά τ' ἔθηκε | 466 |
ἔθηκεν ἐπὶ μυρσίνῃ, δῆλον καὶ φανερὸν σημεῖον ἐπέθηκε | |
συμμάρψας δόνακας μυρίκης τ' ἐριθηλέας ὄζους, | 467 |
συλλαβὼν καὶ συνθεὶς καλάμους, καὶ μυρσίνης εὐθαλεῖς κλάδους, | |
μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν. | 468 |
μὴ διαλάθοι αὐτοὺς εἰς τοὐπίσω πορευομένους κατὰ τὴν σκοτεινὴν νύκτα· | |
τὼ δὲ βάτην προτέρω διά τ' ἔντεα καὶ μέλαν αἷμα, | 469 |
οὗτοι δὲ ἐπορεύθησαν προσωτέρω διά τε τῶν ὅπλων καὶ τοῦ μέλανος αἵματος. | |
αἶψα δ' ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες. | 470 |
ταχέως δὲ ἐπὶ τὸ τάγμα τῶν Θρᾳκῶν ἀνδρῶν ἀφίκοντο πορευόμενοι | |
οἳ δ' εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν | 471 |
οὗτοι δὲ ὕπνωττον πόνῳ καὶ μόχθῳ καταπεπονημένοι, τὰ ὅπλα δὲ αὐτοῖς | |
καλὰ παρ' αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον | 472 |
τὰ καλὰ παρ᾽ αὐτοῖς τῇ γῇ παρεκέκλιτο, καλῶς μετ᾿ εὐταξίας | |
τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι. | 473 |
εἰς τάγματα τρία, παρ᾽ ἑκάστῳ δὲ αὐτῶν δύο ζευγνύμενοι ἵπποι ἵσταντο· | |
Ῥῆσος δ' ἐν μέσῳ εὗδε, παρ' αὐτῷ δ' ὠκέες ἵπποι | 474 |
ὁ Ῥῆσος δὲ ἐν τῷ μέσῳ ἐκάθευδε, παρ᾿ αὐτῷ δὲ οἱ ταχεῖς ἵπποι | |
ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο. | 475 |
ἐκ τῆς ἐσχάτης ἄντυγος λώροις δεδεμένοι ἦσαν. | |
τὸν δ' Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν· | 476 |
τοῦτον δὲ Ὀδυσσεὺς ἔμπροσθεν (πρότερον) θεασάμενος ἔδειξε τῷ Διομήδει λέγων· | |
οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι, | 477 |
οὗτός σοι, ὦΔιόμηδες, ὁ ἀνὴρ, οὗτοι δέ σοι οἱ ἵπποι, | |
οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς. | 478 |
οὓς ἡμῖν ἐδήλου ὁ Δόλων, ὃν ἀπεκτείναμεν ἡμεῖς | |
ἀλλ' ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ | 479 |
ἀλλ᾽ ἄγε νῦν πρόσαγε δύναμιν ἰσχυράν, οὐδὲ κατά τί σε δεῖ | |
ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύ' ἵππους· | 480 |
ἑστάναι μάταιον σὺν τοῖς ὅπλοις, ἀλλὰ λύε τοὺς ἵππους, | |
ἠὲ σύ γ' ἄνδρας ἔναιρε, μελήσουσιν δ' ἐμοὶ ἵπποι. | 481 |
ἢ σύγε τοὺς ἄνδρας ἀπόκτεινε, ἐμοὶ δὲ διὰ φροντίδος ἔσονται οἱ ἵπποι. | |
ὣς φάτο, τῷ δ' ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη, | 482 |
οὕτως εἶπεν. τούτῳ δὲ ἐνέπνευσε καὶ ἐνέβαλεν ἰσχὺν εὔτολμον ἡ εὐόφθαλμος Ἀθηνᾶ· | |
κτεῖνε δ' ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτ' ἀεικὴς | 483 |
ἀπέκτεινε δέ, ἄλλοτε εἰς ἄλλον ἐπιστρεφόμενος σπουδαίως, τούτων δὲ στεναγμὸς ἠγείρετο ἀπρεπὴς | |
ἄορι θεινομένων, ἐρυθαίνετο δ' αἵματι γαῖα. | 484 |
ξίφει ἀναιρουμένων, ἐρυθρὰ δὲ ἐβάφετο ἡ γῆ τῷ αἵματι· | |
ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν | 485 |
ὥσπερ δὲ λέων ἐπελθὼν θρέμμασιν (κτήνεσιν) ἀφυλάκτοις | |
αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ, | 486 |
αἰξίν, ἢ προβάτοις, κακῶς καὶ χαλεπῶς φρονῶν ἐνορμήσῃ· | |
ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς | 487 |
οὕτω δὴ τοὺς Θρᾷκας ἄνδρας ἐπεπορεύετο ὁ υἱὸς τοῦ Τυδέως, | |
ὄφρα δυώδεκ' ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς | 488 |
ἕως οὗ ἀπέκτεινε δώδεκα· ὁ πολύβουλος δὲ Ὀδυσσεύς, | |
ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς | 489 |
ὅντινα ὁ υἱὸς τοῦ Τυδέως ξίφει ἔπληττε παραγενόμενος, | |
τὸν δ' Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε, | 490 |
τοῦτον ὁ Ὀδυσσεὺς μετὰ ταῦτα λαβὼν ἀπὸ τοῦ ποδὸς ἐξεῖλκε, | |
τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι | 491 |
ταῦτα διανοούμενος κατὰ ψυχήν, ὅπως οἱ περικαλλεῖς τρίχας ἔχοντες ἵπποι | |
ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ | 492 |
εὐκόλως διέλθοιεν, μηδὲ τρέμοιεν καὶ φοβοῖντο ἐν τῇ ψυχῇ, | |
νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτ' αὐτῶν. | 493 |
πορευόμενοι διὰ τῶν νεκρῶν, ἔτι γὰρ ἀήθεις ἦσαν αὐτῶν. | |
ἀλλ' ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός, | 494 |
ἀλλ᾽ ὁπηνίκα δὴ τὸν βασιλέα κατέλαβεν ὁ υἱὸς τοῦ Τυδέως, | |
τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα | 495 |
τοῦτον, ψυχὴν τρισκαιδεκάτην ἡδίστην, ἀφείλετο, | |
ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη | 496 |
πνευστιῶντα· κακὸν γὰρ ἐνύπνιον ἐπέστη τῇ κεφαλῇ αὐτοῦ | |
τὴν νύκτ' Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης. | 497 |
κατὰ τὴν νύκτα ὁ υἱὸς τοῦ υἱοῦ τοῦ Οἰνέως, ἐκ βουλῆς τῆς Ἀθηνᾶς· | |
τόφρα δ' ἄρ' ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους, | 498 |
ἐν τούτῳ(οις) δὲ ὁ ὑπομονητικὸς Ὀδυσσεὺς ἔλυε τοὺς μονώνυχας ἵππους, | |
σὺν δ' ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου | 499 |
συνέζευξε δὲ αὐτοὺς τοῖς λώροις, καὶ ἐξῆγεν ἀπὸ τοῦ πλήθους, | |
τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν | 500 |
ἐπιπλήττων καὶ μαστίζων τῷ τόξῳ· ἐπειδὴ τὴν λαμπρὰν μάστιγα | |
ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι· | 501 |
οὐκ ἐνόησε λαβεῖν ταῖς χερσὶν ἐκ τοῦ ποικίλως κατεσκευασμένου ὀχήματος, | |
ῥοίζησεν δ' ἄρα πιφαύσκων Διομήδεϊ δίῳ. | 502 |
ἄναρθρον δὲ καὶ βαρβαρικὴν ἐμιμήσατο φωνήν, σημαίνων τῷ ἐνδόξῳ Διομήδει· | |
αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι, | 503 |
οὗτος δὲ ἐμερίμνα καὶ ἐβουλεύετο μένων, τί ἂν χεῖρον ἐργάσαιτο, | |
ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχε' ἔκειτο, | 504 |
ἢ τὸ ὄχημα οὗτος λαβῶν, ὅπου τὰ ποικίλως κατεσκευασμένα ὅπλα ἔκειντο, | |
ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσ' ἀείρας, | 505 |
ἀπὸ τοῦ ἐκτεινομένου εἰς τὸν ζυγὸν ξύλου ἑλκύσειεν, ἢ εἰς ὕψος ἄρας καὶ βαστάσας ἐξενέγκαι, | |
ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο. | 506 |
ἢ ἔτι τῶν πλειόνων Θρᾳκῶν ἀφέλοιτο τὴν ψυχήν. | |
εἷος ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα, τόφρα δ' Ἀθήνη | 507 |
ἐν ὅσῳ δὲ ταῦτα οὗτος ἐφρόντιζε κατὰ τὸ λογιστικόν, ἐν τοσούτῳ ἡ Ἀθηνᾶ | |
ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον· | 508 |
πλησίον στᾶσα, εἶπε πρὸς τὸν ἔνδοξον Διομήδην· | |
νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ | 509 |
ὑποστροφῆς νυνὶ μνήσθητι, ὦ υἱὲ τοῦ μεγαλοψύχου Tuδέως, | |
νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς, | 510 |
ἐπὶ τὰς κοίλας ναῦς· μήποτε δεδιὼς ἐπανέλθῃς, | |
μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος. | 511 |
μήτις που καὶ τοὺς Τρῷας ἀναστήσῃ καὶ διερεθίσῃ θεὸς ἄλλος. | |
ὣς φάθ', ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, | 512 |
οὕτως εἶπεν. ὁ δὲ συνῆκε καὶ ἐνόησε τὴν φωνὴν τῆς θεᾶς εἰπούσης· | |
καρπαλίμως δ' ἵππων ἐπεβήσετο· κόψε δ' Ὀδυσσεὺς | 513 |
ταχέως δὲ τῶν ἵππων ἐπέβη, ἔπληξε δὲ αὐτοὺς Ὀδυσσεὺς | |
τόξῳ· τοὶ δ' ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν. | 514 |
τῷ τόξῳ, οὗτοι δὲ τάχιστα ἔτρεχον ἐπὶ τὰς ταχείας ναῦς τῶν Ἑλλήνων. | |
οὐδ' ἀλαοσκοπιὴν εἶχ' ἀργυρότοξος Ἀπόλλων | 515 |
οὐδέ γε ὁ λαμπρότοξος Ἀπόλλων τύφλωσιν ὀφθαλμῶν εἶχεν, | |
ὡς ἴδ' Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν· | 516 |
ἐπεὶ ἐθεάσατο τὴν Ἀθηνᾶν ἐλθοῦσαν πρὸς τὸν υἱὸν τοῦ Τυδέως. | |
τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον, | 517 |
ταύτῃ ὀργιζόμενος εἰσῆλθεν εἰς τὸν μέγαν στρατὸν τῶν Τρῴων, | |
ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα | 518 |
διήγειρε δὲ Ἱπποκόωντα τὸν βουλευτὴν τῶν Θρᾳκῶν, | |
Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δ' ἐξ ὕπνου ἀνορούσας | 519 |
τὸν γενναῖον ἐξάδελφον τοῦ Ῥήσου. οὗτος δὲ ἐκ τοῦ ὕπνου ἐγερθείς, | |
ὡς ἴδε χῶρον ἐρῆμον, ὅθ' ἕστασαν ὠκέες ἵπποι, | 520 |
ἐπειδὴ ἐθεάσατο τὸν τόπον ἔρημον καὶ κενόν, ὅπου ἵσταντο οἱ ταχεῖς ἵπποι, | |
ἄνδράς τ' ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν, | 521 |
καὶ τοὺς ἄνδρας σκαρίζοντας, καὶ ὑποκινουμένους ἐν τῷ χαλεπῷ καὶ ὀδυνηρῷ τόπῳ τοῦ φόνου, | |
ᾤμωξέν τ' ἄρ' ἔπειτα φίλον τ' ὀνόμηνεν ἑταῖρον. | 522 |
θρηνῶν δὴ ἀνεβόησε μετὰ ταῦτα, καὶ τὸν προσφιλῆ συγγενῆ ἐκάλει· | |
Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς | 523 |
βοὴ δὲ καὶ μέγας θόρυβος ἠγέρθη, τῶν Τρῴων | |
θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα | 524 |
τρεχόντων ὁμοῦ, ἐθαύμαζον δὲ τὰ δεινὰ καὶ φροντίδος ἂξια ἔργα, | |
ὅσσ' ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας. | 525 |
ὅσα πράξαντες ἄνδρες ᾤχοντο ἐπὶ τὰς βαθείας ναῦς. | |
οἳ δ' ὅτε δή ῥ' ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν, | 526 |
οὗτοι δὲ ὁπηνίκα δὴ παρεγένοντο, ὅπου τὸν κατάσκοπον τοῦ Ἕκτορος ἀπέκτειναν, | |
ἔνθ' Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους, | 527 |
ἐκεῖ ὁ Ὀδυσσεὺς μὲν ἐπέσχεν ὁ προσφιλὴς τῷ Διὶ τοὺς ταχεῖς ἵππους. | |
Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα | 528 |
ὁ υἱὸς δὲ τοῦ Τυδέως εἰς γῆν καταπηδήσας τὰ ᾑμαγμένα σκύλα καὶ ὅπλα | |
ἐν χείρεσσ' Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δ' ἵππων· | 529 |
ἐν ταῖς χερσὶν ἐτίθει τῷ Ὀδυσσεῖ, ἐπέβη δὲ τῶν ἵππων, | |
μάστιξεν δ' ἵππους, τὼ δ' οὐκ ἀέκοντε πετέσθην | 530 |
ἔπληξε δὲ τοὺς ἵππους, οἱ δὲ ἑκόντες καὶ προθύμως. | |
νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ. | 531 |
ἔτρεχον ἐπὶ τὰς κοίλας ναῦς· ἐκεῖσε γὰρ ἰέναι προσφιλὲς ἦν τῇ τῶν ἐποχουμένων ψυχῇ. | |
Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε· | 532 |
ὁ Νέστωρ δὲ πρῶτος τοῦ ψόφου τῶν ποδῶν ᾔσθετο, καὶ εἶπεν· | |
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες | 533 |
ὦ προσφιλεῖς ἡγεμόνες καὶ βασιλεῖς τῶν Ἑλλήνων, | |
ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. | 534 |
ψεῦδος λέξω, ἢ ἀληθὲς ἐρῶ; προτρέπει δέ με ἡ ψυχή· | |
ἵππων μ' ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει. | 535 |
ἵππων ταχυπόδων κτύπος με βάλλει περὶ τὰ ὦτα. | |
αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης | 536 |
εἴθε γὰρ ὁ Ὀδυσσεὺς καὶ ὁ ἰσχυρὸς καὶ γενναῖος Διομήδης | |
ὧδ' ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους· | 537 |
οὕτως εὐθέως ἤλασαν καὶ ἐξήγαγον ἐκ τῶν Τρῴων ἵππους μονώνυχας | |
ἀλλ' αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν | 538 |
ἀλλὰ χαλεπῶς δέδοικα κατὰ τὸ λογιστικόν, μὴ πάθωσί τι | |
Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ. | 539 |
οἱ κράτιστοι τῶν Ἑλλήνων ὑπὸ τοῦ ὄχλου τῶν Τρῴων. | |
οὔ πω πᾶν εἴρητο ἔπος ὅτ' ἄρ' ἤλυθον αὐτοί. | 540 |
οὔπω πᾶς ὁ λόγος ἐλέχθη, ὅτε δὴ αὐτοὶ παρεγένοντο, | |
καί ῥ' οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες | 541 |
καὶ δὴ οὗτοι μὲν κατέβησαν ἐπὶ τὴν γῆν· οἱ δὲ χαίροντες | |
δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι· | 542 |
δεξιαῖς προσηγόρευον, καὶ λόγοις προσηνέσι καὶ φιλικοῖς. | |
πρῶτος δ' ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ· | 543 |
πρῶτος δὲ ἠρώτησεν ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ· | |
εἴπ' ἄγε μ' ὦ πολύαιν' Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν | 544 |
ἄγε εἰπέ μοι, ὦ πολύμνητε Ὀδυσσεῦ, δόξα μεγάλη τῶν Ἑλλήνων, | |
ὅππως τοῦσδ' ἵππους λάβετον καταδύντες ὅμιλον | 545 |
πῶς ἐλάβετε τούτους τοὺς ἵππους· εἰσελθόντες εἰς τὸν στρατὸν | |
Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας. | 546 |
τῶν Τρῴων; ἢ θεός τις συναντήσας ὑμῖν παρέσχετο; | |
αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο. | 547 |
λίαν ἐοίκασι ταῖς τοῦ ἡλίου ἀκτῖσι. | |
αἰεὶ μὲν Τρώεσσ' ἐπιμίσγομαι, οὐδέ τί φημι | 548 |
ἀεὶ μὲν τοῖς Τρῳσὶν ἐπιμίγνυμαι, καὶ ἀντεμβάλλω, οὐδέ τι οἶμαι | |
μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής· | 549 |
μένειν παρὰ ταῖς ναυσί, καίπερ ὢν γέρον μαχητής· | |
ἀλλ' οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα. | 550 |
ἀλλ᾽ οὔπω τοιούτους ἵππους ἐθεασάμην, οὐδὲ ἤκουσα. | |
ἀλλά τιν' ὔμμ' ὀΐω δόμεναι θεὸν ἀντιάσαντα· | 551 |
ἀλλά τινα θεὸν οἴομαι συναντήσαντα ἐπιδοῦναι ὑμῖν· | |
ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς | 552 |
ἀμφοτέρους γὰρ ὑμᾶς φιλεῖ ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς, | |
κούρη τ' αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη. | 553 |
καὶ ἡ θυγάτηρ τοῦ τὴν αἰγίδα φοροῦντος Διὸς ἡ εὐόφθαλμος Ἀθηνᾶ. | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· | 554 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ πολύβουλος Ὀδυσσεύς· | |
ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν | 555 |
ὦ Νέστορ υἱὲ τοῦ Νηλέως, δόξα μεγάλη τῶν Ἑλλήνων, | |
ῥεῖα θεός γ' ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε | 556 |
εὐκόλως θεός γε βουλόμενος καὶ κρείσσονας, ἢ οὗτοί εἰσιν, | |
ἵππους δωρήσαιτ', ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν. | 557 |
ἵππους χαρίσαιτο· ἐπειδὴ πολλῷ κρείττονές εἰσιν. | |
ἵπποι δ' οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις | 558 |
οἱ ἵπποι δὲ οὗτοι, ὦ γέρον, οὓς ἐρωτᾷς, Θρᾴκιοί εἰσι νεωστὶ ἐλθόντες, | |
Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτ' ἀγαθὸς Διομήδης | 559 |
τὸν βασιλέα δ᾽ αὐτῶν ὁ γενναῖος Διομήδης | |
ἔκτανε, πὰρ δ' ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους. | 560 |
ἀπέκτεινε, παρ' αὐτῷ δὲ καὶ δώδεκα φίλους πάντας ἀρίστους, | |
τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν, | 561 |
τρισκαιδέκατον δὲ τὸν κατάσκοπον ἀπεκτείναμεν ἐγγὺς τῶν νεῶν, | |
τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο | 562 |
ὃν δὴ κατάσκοπον εἶναι τοῦ ἡμετέρου στρατοῦ ἔπεμψεν | |
Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί. | 563 |
ὁ Ἕκτωρ, καὶ οἱ ἄλλοι περιφανεῖς καὶ λαμπροὶ Τρῷες. | |
ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους | 564 |
οὕτως εἰπὼν διὰ τῆς τάφρου ἤλασε τοὺς μονώνυχας ἵππους, | |
καγχαλόων· ἅμα δ' ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί. | 565 |
χαίρων τε καὶ γελῶν· ὁμοῦ δὲ καὶ οἱ ἄλλοι Ἕλληνες σὺν χαρᾷ ἐπορεύοντο· | |
οἳ δ' ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο, | 566 |
ἡνίκα δὲ οὗτοι ἀφίκοντο εἰς τὴν σκηνὴν τὴν καλῶς κατεσκευασμένην τοῦ υἱοῦ τοῦ Τυδέως, | |
ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι | 567 |
τοὺς μὲν ἵππους ἔδησαν λώροις τμηθεῖσι καλῶς, | |
φάτνῃ ἐφ' ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι | 568 |
ἐπὶ τῇ ἱππικῇ φάτνῃ, ὅπου οἱ ἵπποι τοῦ Διομήδους οἱ ταχύποδες | |
ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες· | 569 |
ἵσταντο, ἡδὺν σῖτον ἐσθίοντες. | |
νηῒ δ' ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος | 570 |
ἐν τῇ πρύμνῃ δὲ τῆς νεὼς τὰ ᾑμαγμένα ὅπλα τοῦ Δόλωνος | |
θῆκ' Ὀδυσεύς, ὄφρ' ἱρὸν ἑτοιμασσαίατ' Ἀθήνῃ. | 571 |
ἔθηκεν ὁ Ὀδυσσεύς, ἕως ἂν ἑτοιμάσαιντο, καὶ ἀναθεῖεν ἱερεῖα τῇ Ἀθηνᾷ. | |
αὐτοὶ δ' ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ | 572 |
αὐτοὶ δὲ εἰς θάλασσαν ἀποβάντες ἀπένιπτον τὸν πολὺν ἱδρῶτα | |
ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς. | 573 |
τὸν ἀμφὶ τὰς κνήμας, καὶ τὸν τράχηλον, καὶ τοὺς μηρούς. | |
αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν | 574 |
ἐπεὶ δὲ αὐτοῖς τὸ κῦμα τῆς θαλάσσης τὸν πολὺν ἱδρῶτα | |
νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ, | 575 |
ἀπένιψεν ἀπὸ τοῦ σώματος, καὶ ἀνεκτήσατο τὴν ἀγαπητὴν ψυχήν· | |
ἔς ῥ' ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο. | 576 |
εἰς τὰ λουτρὰ δὴ τὰ καλῶς ἐξεσμένα καὶ κατεσκευασμένα εἰσελθόντες ἐλούσαντο· | |
τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπ' ἐλαίῳ | 577 |
οὗτοι δὲ λουσάμενοι καὶ ἀλειψάμενοι ἐλαίῳ λιπαρῷ, | |
δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ | 578 |
εἰς δεῖπνον ἐκάθισαν· ἀπὸ κρατῆρος δὲ | |
πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον. | 579 |
πλήρους καὶ γέμοντος ἀπαντλήσαντες καὶ ἐκχέαντες, ἔσπενδον τῇ Ἀθηνᾷ ἥδιστον οἶνον. | |