Koine Greek paraphrase by Theodorus Gaza
οἱ μὲν ἄλλοι παρὰ ταῖς ναυσὶν ἀριστεῖς πάντων τῶν Ἑλλήνων ὕπνωττον δι᾽ ὅλης (τῷ πλείστῳ μέρει) τῆς νυκτός, κατεχόμενοι τῷ πάντα μαλάσσοντι ὕπνῳ· ἀλλ᾽ οὐκ Ἀγαμέμνονα τὸν υἱὸν τοῦ Ἀτρέως τὸν βασιλέα τοῦ στρατοῦ ὕπνος κατεῖχε γλυκύς, πολλὰ φροντίζοντα ἐν τῷ λογιστικῷ. ὥσπερ δὲ ὅταν ἀστράπτῃ ὁ ἀνὴρ τῆς καλλικόμου Ἥρας, κατασκευάζων ἢ μέγαν ὑετόν, ἢ χάλαζαν ὑπερβάλλουσαν, ἢ νιφετόν, ὁπηνίκα ἡ χιὼν ἐπέπασσε τὴν γῆν, ἢ μέγα που στόμα πολέμου πικροῦ· οὕτω πυκνῶς ἐν τῷ στήθει ἀνεστέναζεν ὁ Ἀγαμέμνων κάτωθεν ἐκ τῆς καρδίας, ἔτρεμε δὲ αὐτῷ ἐντὸς τὸ ὑπὸ τῷ ἥπατι κείμενον διάφραγμα τοῦ στήθους. ὅτε μὲν εἰς τὴν Τρωϊκὴν πεδιάδα ἐθεᾶτο, ἐθαύμαζε τὰς πολλὰς πυρκαϊάς, αἳ ἐκαίοντο ἔμπροσθεν τῆς Ἰλίου, καὶ τὴν βοὴν τῶν αὐλῶν καὶ τῶν συρίγγων, καὶ τὸν θόρυβον τῶν ἀνθρώπων· ὅτε δὲ ἀπέβλεπεν εἰς τὰς ναῦς καὶ τὸν στρατὸν τῶν Ἑλλήνων, πολλὰς τρίχας προρρίζους ἐκ τῆς κεφαλῆς ἕλκων ἀπέσπα τῷ ἐν ὕψει ὄντι Διί, μεγάλως δὲ ἀνέστενε κατὰ τὴν ἔνδοξον ψυχήν. αὕτη δὲ αὐτῷ κατὰ τὸν ἐπιλογισμὸν ἀρίστη ἐδόκει βουλή, ἐλθεῖν ἐπὶ τὸν Νέστορα τὸν υἱὸν τοῦ Νηλέως πρῶτον τῶν ἄλλων ἀνδρῶν, εἴ τινα σὺν αὐτῷ βουλὴν βελτίονα μηχανήσαιτο, ἥτις βοήθεια ἐπὶ τοῖς δεινοῖς γένοιτο πᾶσι τοῖς Ἕλλησιν. ἀναστὰς δὲ ἐνέδυσε περὶ τὸ στῆθος τὸν χιτῶνα, τοῖς ποσὶ δὲ τοῖς εὐτραφέσιν ὑπεδήσατο τὰ χρήσιμα ὑποδήματα, μετὰ ταῦτα δὲ περιεβάλετο δέρμα πυρρὸν λέοντος θερμοῦ τὴν φύσιν, μεγάλου, μέχρι τῶν ποδῶν διῆκον, ἔλαβε δὲ καὶ τὸ ξίφος. | 001 |
ὡσαύτως δὲ καὶ τὸν Μενέλαον κατεῖχε τρόμος, οὐδὲ γὰρ αὐτῷ ὕπνος ἐπεκάθιζε τοῖς ὀφθαλμοῖς, δεδιὼς μή τι πάθωσιν οἱ Ἕλληνες, οἳ δὴ ἕνεκα αὐτοῦ διὰ πολλῆς θαλάσσης ἀφίκοντο εἰς τὴν Τροίαν, πόλεμον θρασὺν δι᾿ ὁρμῆς ἔχοντες. πρῶτον μὲν οὖν δορᾷ παρδάλεως ποικίλῃ περιεκάλυψε τὸ πλατὺ αὐτοῦ μετάφρενον στεφάνην δὲ σιδηρᾶν (εἶδος περικεφαλαίας) ἆρας τῇ κεφαλῇ ἐπέθηκεν, ἔλαβε δὲ δόρυ ἐν τῇ παχείᾳ καὶ ἰσχυρᾷ χειρί· ὥρμησε δὲ πορεύεσθαι ἀφυπνίσων καὶ ἐγερῶν τὸν ἑαυτοῦ ἀδελφόν, ὃς μεγάλως πάντων τῶν Ἑλλήνων ἐβασίλευε, καθάπερ δὲ θεὸς ἐτιμᾶτο ἐν τῷ δήμῳ· τοῦτον δὲ εὗρε περιτιθέντα τοῖς ὤμοις τὰ καλὰ ὅπλα παρὰ τῇ πρύμνῃ τῆς νεώς· τούτῳ δὲ ἀγαπητὸς καὶ ἥδιστος ἔδοξεν ἀφικόμενος. πρὸς τοῦτον δὲ πρότερον εἶπεν ὁ κατὰ πόλεμον ἀγαθὸς Μενέλαος· τίποτε οὕτως, ὦ τίμιε ἀδελφέ, καθοπλίζῃ; ἤ τινα ἀπὸ τῶν φίλων διεγείρεις τοῖς Τρῳσὶ κατάσκοπον; ἀλλὰ πάνυ χαλεπῶς δέδοικα μήποτε οὐδείς σοι ἐπαγγείληται τοῦτο τὸ πρᾶγμα, μόνος παραγενόμενος κατασκοπεῖν ἄνδρας ἐχθροὺς κατὰ τὴν θείαν νύκτα, πάνυ τις τολμηρὸς ἔσται. | 025 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ βασιλεὺς Ἀγαμέμνων· χρεία βουλῆς ἐμοὶ καὶ σοί, ὦ ἐνδοξότατε τεθραμμένε Μενέλαε, πανούργου, ἥτις ἂν φυλάξοι καὶ σώσοι τοὺς Ἕλληνας, καὶ τὰς ναῦς, ἐπειδὴ ἡ τοῦ Διὸς μετεβλήθη διάνοια· ἐπὶ ταῖς θυσίαις ἄρα τοῦ Ἕκτορος μᾶλλον ἔθηκε τὴν διάνοιαν· οὔπω γὰρ ἴδον, οὐδὲ ἤκουσα λέγοντος, ἕνα ἄνδρα τοσαῦτα δεινὰ ἐν μιᾷ ἡμέρᾳ μηχανήσασθαι, ὅσα Ἕκτωρ ὁ φίλος τοῦ Διὸς εἰργάσατο τοὺς υἱοὺς τῶν Ἑλλήνων οὕτως, ὡς ἔχει φύσιν ἀνθρωπίνην, οὔτε θεᾶς ἀγαπητὸς υἱὸς ὤν, οὔτε θεοῦ· ἔργα δὲ ἔπραξεν, ὅσα οἴομαι διὰ φροντίδος ἔσεσθαι τοῖς Ἕλλησιν ἐπὶ πολύ τε καὶ συνεχῶς· τοσαῦτα γὰρ κακὰ τοὺς Ἕλληνας εἰργάσατο. ἀλλ᾽ ἄγε νῦν (πορεύθητι) κάλεσον τὸν Αἴαντα καὶ τὸν Ἰδομενέα, ταχέως τρέχων ἐπὶ τὰς ναῦς· ἐγὼ δὲ πρὸς τὸν ἔνδοξον Νέστορα πορεύσομαι, καὶ διεγερῶ ἀναστῆναι, ἐὰν βούληται ἀφικέσθαι εἰς τὸ μέγα (θεῖον) τάγμα τῶν φυλάκων, καὶ ἐπιτάξαι· ἐκείνου γὰρ ἂν μᾶλλον ἐπακούσαιεν· τούτου γὰρ ὁ υἱὸς ἄρχει τῶν φυλάκων, καὶ ὁ θεράπων τοῦ Ἰδομενέως ὁ Μηριόνης· τούτοις γὰρ ἐπετρέψαμεν τὸ τοιοῦτο μάλιστα. | 042 |
πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνατο ὁ κατὰ πόλεμον ἀγαθὸς Μενέλαος· πῶς δή μοι λέγων ἐπιτάττεις, καὶ ἐντέλλῃ; βούλει ὅπως ἐκεῖ ἐν τοῖς φύλαξι μένω μετ᾿ αὐτῶν, προσδεχόμενος ἕως ἂν ἀφίκῃ, ἢ ὅπως τρέχω ὕστερον κατόπιν σοῦ, ἐπειδὰν αὐτοῖς ἐπιτάξω; πρὸς τοῦτον δὲ εἶπεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων. ἐκεῖ μένειν, μήπως ἁμαρτάνωμεν ἀλλήλων ἐρχόμενοι· πολλαὶ γὰρ ὁδοί εἰσιν ἀνὰ τὸν στρατόν, φθέγγου δὲ καὶ φώνει, ὅπου ἂν πορευθῇς, καὶ γρηγορεῖν ἐπίταττε, ἐκ πατρὸς καὶ τοῦ γένους καλῶν ἕκαστον ἄνδρα, πάντας τιμῶν καὶ δοξάζων, μηδὲ μεγαλαύχου ἐν τῇ ψυχῇ, ἀλλὰ καὶ ἡμεῖς κοπιῶμεν· οὕτω που ἡμῖν ὁ Ζεὺς τοῖς μεταγενεστέροις παρέχεται ταλαιπωρίαν χαλεπήν. | 060 |
οὕτως εἰπών, ἀπέπεμψε τὸν ἀδελφὸν καλῶς ἐπιτάξας· οὕτως δὲ ὥρμησε πορεύεσθαι ἐπὶ τὸν Νέστορα τὸν βασιλέα τοῦ λαοῦ· τοῦτον δὲ εὗρε παρὰ τῇ σκηνῇ, καὶ τῇ μελαίνῃ νηὶ ἐν τῇ μαλακῇ κοίτῃ, παρέκειντο δ ' αὐτῷ τὰ ποικίλα ὅπλα, ἡ ἀσπίς, καὶ τὰ δύο δόρατα, καὶ ἡ λαμπρὰ περικεφαλαία, παρέκειτο δὲ καὶ ἡ ποικιλωτάτη θωρακίτις ζώνη, ᾗ δὴ ὁ γέρων ἐζώννυτο, ὅτε εἰς τὸν ἀνδροκτόνον πόλεμον καθωπλίζετο ἄγων τὸν στρατόν· ἐπειδὴ οὐχ ὑπεχώρει τῷ χαλεπῷ γήρᾳ· ἀνορθωθεὶς δ᾽ οὖν ἐπὶ τοῦ ἀγκῶνος, τὴν κεφαλὴν ἀνατείνας, εἶπε πρὸς τὸν υἱὸν τοῦ Ἀτρέως, καὶ ἐξηρώτησε λόγῳ· τίς οὗτος πορεύῃ μόνος κατὰ τὰς ναῦς ἀνὰ τὸν στρατὸν κατὰ τὴν σκοτεινὴν νύκτα, ὁπηνίκα οἱ ἄλλοι ἄνθρωποι ὑπνώττουσιν; ἤ τινα τῶν ἡμιόνων ζητῶν, ἤ τινα τῶν φίλων; φώνει· μὴ δὲ σιγῶν ἔρχου πρὸς ἐμέ· τίς δέ σοι χρεία; | 072 |
πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνατο ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων· ὦ Νέστορ υἱὲ τοῦ Νηλέως, μεγάλη δόξα τῶν Ἑλλήνων, γνώσῃ Ἀγαμέμνονα τὸν υἱὸν τοῦ Ἀτρέως, ὃν ὑπὲρ πάντας ὁ Ζεὺς εἰς πόνους ἐνέβαλε παντελῶς, ἕως ἂν ἡ ἀναπνοὴ ἐν τῷ στήθει μένῃ, καὶ τὰ ἀγαπητά μοι γόνατα κινῶνται· πλανῶμαι οὕτως, ἐπειδὴ οὔ μοι ἐπὶ τοῖς ὀφθαλμοῖς ὕπνος δυσέκδυτος καθίζει, ἀλλὰ διὰ φροντίδος ἐστὶν ὁ πόλεμος, καὶ αἱ θλίψεις τῶν Ἑλλήνων· δέδοικα γὰρ χαλεπῶς περὶ τῶν Ἑλλήνων, οὐδέ μοι ἡ ψυχὴ καθέστηκεν, ἀλλὰ πλανῶμαι κατὰ τὴν γνώμην, καὶ τεθορύβημαι, ἡ καρδία δέ μοι ἔξω τοῦ στήθους ἐκπηδᾷ, ὑποτρέμουσι δὲ τὰ λαμπρὰ μέλη. ἀλλ᾽ εἴ τι δραστικῶς ἔχεις, ἐπειδὴ οὐ δὲ σέ γε ὕπνος καταλαμβάνει, ἄγε καταβῶμεν πρὸς τοὺς φύλακας, ὅπως ἴδωμεν μὴ οὗτοι μὲν κόπῳ καὶ ἀγρυπνίᾳ ἀδημονήσαντες ὑπνώσωσι, τῆς φυλακῆς δὲ παντελῶς ἐπιλάθωνται· ἄνδρες δὲ πολέμιοι ἐγγὺς κάθηνται, οὐδέ τι οἴδαμεν μήπως καὶ κατὰ τὴν νύκτα προθυμηθήσωνται πολεμεῖν. | 086 |
πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνατο ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ· ὦ υἱὲ τοῦ Ἀτρέως ἐνδοξότατε βασιλεῦ τῶν ἀνδρῶν Ἀγάμεμνον, οὐκέτι τῷ Ἕκτορι πάντα τὰ διανοήματα ὁ βουλευτικὸς Ζεὺς ἐκτελέσει, ὅσα που νῦν ἐλπίζει, ἀλλ' ὑπολαμβάνω αὐτὸν λύπαις ταλαιπωρήσειν, καὶ περισσοτέραις, ἐὰν ὁ Ἀχιλλεὺς ἐκ τῆς λυπηρᾶς καὶ χαλεπῆς ὀργῆς μεθαρμόσῃ τὴν ἀγαπητὴν ψυχήν. σοὶ δὲ ἐγὼ πάνυ ἀκολουθήσω· πρὸς δὲ καὶ ἄλλους ἀνιστῶμεν, τόν τε υἱὸν τοῦ Τυδέως τὸν κατὰ πολὺ ἔνδοξον, καὶ τὸν Ὀδυσσέα, καὶ τὸν ταχὺν Αἴαντα, καὶ τὸν ἰσχυρὸν υἱὸν τοῦ Φυλέως· ἀλλ᾽ εἴθε τις καὶ τούτους καλέσειεν ἐπελθών, τόν τε ἰσόθεον Αἴαντα, καὶ τὸν βασιλέα Ἰδομενέα, τούτων γὰρ αἱ νῆές εἰσι πορρωτάτω, οὐδὲ πάνυ πλησίον. ἀλλὰ καίπερ ὄντα φίλον καὶ αἰδοῦς ἄξιον τὸν Μενέλαον ὀνειδίσω, κἂν εἰ μέμψῃ μοι, οὐδὲ ἐπικρύψω, ὅτι καθεύδει, σοι δέ, οἶμαι, ἐπέτρεψε πονεῖν καὶ ταλαιπωρεῖν. νῦν ὤφειλεν κατὰ πάντας τοὺς ἀριστεῖς πονεῖν, παρακαλῶν αὐτούς, χρεία γὰρ καταλαμβάνει ἀνύποιστος. | 102 |
πρὸς τοῦτον δὲ εἶπεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων· ὦ γέρον, ἄλλοτε μέν σε καὶ αἰτιᾶσθαι ἐκέλευον, πολλάκις γὰρ παραλείπει, καὶ οὐ βούλεται πονεῖν, οὔτε ῥαθυμίᾳ ὑποχωρῶν, οὔτε ἀνοίᾳ νοῦ, ἀλλ᾽ ἀφορῶν πρὸς ἐμέ, καὶ τὴν ἐμὴν προσδεχόμενος προθυμίαν· κατὰ τὸ παρὸν δὲ πρότερον ἐμοῦ πάνυ ἠγέρθη, κἀμοὶ παρεγένετο· τοῦτον δὲ ἐγὼ προέπεμψα καλέσαι, οὓς σὺ ζητεῖς. ἀλλὰ πορευώμεθα, ἐκείνους δὲ πρὸ τῶν πυλῶν καταληψόμεθα ἐν τοῖς φύλαξιν, ἐκεῖ γὰρ αὐτοῖς παρήγγειλα ἀθροισθῆναι. πρὸς τὸν δὲ μετὰ ταῦτα ἀπεκρίνατο ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ. οὕτως οὔ(δεὶς) τις αὐτῷ μέμψεται, οὐδὲ ἀπειθήσει ἀπὸ τῶν Ἑλλήνων, ὅταν τινὰ προτρέπῃ καὶ διεγείρῃ. | 119 |
οὕτως εἰπὼν ἐνέδυσε περὶ τὸ στῆθος τὸν χιτῶνα (τὴν ἐσθῆτα), τοῖς ποσὶ δὲ τοῖς εὐτραφέσιν ὑπεδήσατο τὰ χρήσιμα ὑποδήματα, περιεπόρπησε δὲ τὴν ἐρυθρὰν χλαῖναν, διπλῆν γινομένην τῇ ἐκτάσει τοῦ πλάτους, συνεστραμμένη δὲ τρίχωσις αὐτῇ ἐπεσπαρμένη ἦν. ἔλαβε δὲ τὸ ἰσχυρὸν δόρυ ἐστομωμένον σιδήρῳ ὀξεῖ, ὥρμησε δὲ πορεύεσθαι κατὰ τὰς ναῦς τῶν σιδηροθωράκων Ἑλλήνων πρῶτον· μετὰ ταῦτα δὲ Ὀδυσσέα τὸν κατὰ βουλὴν ἴσον τῷ Διὶ ἀνήγειρεν ἐκ τοῦ ὕπνου ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ φωνήσας, τούτου δὲ εὐθέως τὴν διάνοιαν περιήχησεν ἡ βοή, ἐξῆλθε δὲ τῆς σκηνῆς, καὶ πρὸς αὐτοὺς εἶπε λόγον· τίποτε οὕτω μόνοι πλανᾶσθε κατὰ τὰς ναῦς, καὶ τὸν στρατὸν κατὰ τὴν θείαν νύκτα; τί δὴ χρεία τοσοῦτον κατέλαβε; | 131 |
πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνατο ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ· ὦ υἱὲ τοῦ Λαέρτου ἐκ τοῦ Διὸς ἕλκων τὸ γένος, πολύτροπε Ὀδυσσεῦ, μὴ μέμφου, τοιαύτη γὰρ λύπη κατέλαβε (ἐβιάσατο) τοὺς Ἕλληνας, ἀλλ᾿ ἀκολούθει, ὅπως καὶ ἄλλον ἀναστήσωμεν ὅντινα δεῖ συμβουλεύειν, ἢ φεύγειν, ἢ πολεμεῖν. οὕτως εἶπεν. Ὀδυσσεὺς δὲ ὁ πολύβουλος εἰσελθὼν εἰς τὴν σκηνὴν τὴν ποικίλην ἀσπίδα περιέθηκε τοῖς ὤμοις, ἐπορεύθη δὲ πρὸς αὐτούς. ἐπορεύθησαν δὲ ἐπὶ τὸν υἱὸν τοῦ Τυδέως τὸν Διομήδην, τοῦτον δὲ κατέλαβον (εὗρον) ἐκτὸς ἀπὸ τῆς σκηνῆς σὺν τοῖς ὅπλοις, περὶ αὐτὸν δὲ οἱ φίλοι ὕπνωττον, ὑπὸ ταῖς κεφαλαῖς δὲ εἶχον τὰς ἀσπίδας, τὰ δόρατα δὲ αὐτοῖς ὀρθὰ ἐπὶ τοῦ ἐσχάτου σιδηρίου περιπεπηγμένα ἦσαν, πόρρω δὲ ὁ σίδηρος ἀνέλαμπεν, ὥσπερ ἀστραπὴ τοῦ Διὸς τοῦ πατρός· ὁ ἥρως δὲ ἐκάθευδεν, ὑπέστρωτο δ᾽ αὐτῷ δέρμα βοὸς ἀγροδιαίτου, ὑπὸ τῇ κεφαλῇ δὲ τάπης λαμπρὸς ἐξήπλωτο· τοῦτον παραγενόμενος ἀνέστησεν ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ, εὐτόνως τῷ δακτύλῳ τοῦ ποδὸς (τῷ πλάτει τοῦ ποδὸς νύξας καὶ διακινήσας), τοῦ κοίλου μέρους ἁψάμενος τοῦ ποδὸς αὐτοῦ, καὶ διήγειρε καὶ ὠνείδισε φανερῶς· Ἐγείρου, ὦ υἱὲ τοῦ Τυδέως, τί ὕπνον νυκτὸς ὅλης καρποῖ; οὐκ αἰσθάνῃ ὅτι οἱ Τρῷες ἐπὶ τῷ ἀνεστηκότι τόπῳ τοῦ πεδίου κάθηνται πλησίον τῶν νεῶν, ὀλίγον δέ τι διάστημα κωλύει; | 143 |
οὕτως εἶπεν. οὗτος δὲ πάνυ ταχέως ἐκ τοῦ ὕπνου ἀνώρμησε, καὶ φωνήσας, λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν· ἄξια ἀγανακτήσεως πράττων τυγχάνεις, ὦ γέρον· σὺ μὲν οὐδέποτε ἀποπαύῃ τοῦ πόνου· οὐκ εἰσὶ καὶ ἄλλοι νεώτεροι υἱοὶ τῶν Ἑλλήνων, οἳ δὴ ἕκαστον ἂν τῶν βασιλέων ἀναστήσειαν πανταχοῦ ἐπερχόμενοι, σὺ δὲ ἀκοπίαστος καὶ ἀνίκητος εἶ, ὦ γέρον. πρὸς τοῦτον δὲ εἶπεν ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ· ναὶ δὴ ταῦτά γε πάντα, ὦ φίλε, κατὰ τὸ πρέπον εἶπας· ὑπάρχουσι μέν μοι υἱοὶ ἄμεμπτοι, ὑπάρχουσι δὲ λαοὶ καὶ πολλοί, τούτων ἄν τις ἐπελθὼν καλέσειεν, ἀλλὰ πάνυ μεγάλη χρεία κατέλαβε (ἐβιάσατο) τοὺς Ἕλληνας· νῦν γὰρ πᾶσι τοῖς Ἕλλησιν ἐπ᾽ ἀκμῆς ξυροῦ ἵσταται ἢ φθορὰ πάνυ χαλεπή, ἢ ζῆσαι. ἀλλὰ πορεύθητι νῦν, ἀνέγειρον τὸν ταχὺν Αἴαντα, καὶ τὸν υἱὸν τοῦ Φυλέως· σὺ γὰρ εἶ νεώτερος, εἴ γέ ἐμε ἐλεεῖς. | 162 |
οὕτως εἶπεν. οὗτος δὲ περὶ τοὺς ὤμους ἐνεδύσατο δέρμα λέοντος θερμοῦ τὴν φύσιν, μεγάλου, μέχρι τῶν ποδῶν διῆκον, ἔλαβε δὲ τὸ δόρυ, ὥρμησε δὲ πορεύεσθαι. τούτους δὲ ἐκεῖθεν ἀνεγείρας ἦγεν ὁ ἥρως· | 177 |
οὗτοι δὲ ὁπηνίκα ἐν τοῖς συνηθροισμένοις φύλαξιν ἐγένοντο, οὐδαμῶς ὑπνώττοντας εὗρον τοὺς ἡγεμόνας τῶν φυλάκων, ἀλλὰ γρηγοροῦντες σὺν τοῖς ὅπλοις πάντες ἐκάθηντο. · ὥσπερ δὲ οἱ κύνες περὶ τὰ πρόβατα κακὴν φυλακὴν καὶ νύκτα διάγουσιν ἐν τῇ μάνδρῃ, θηρίου ἀκούσαντες ἰσχυροῦ καὶ γενναίου, ὅπερ κατὰ τὸν δρυμὸν πορεύεται διὰ τῶν ὀρέων, πολὺς δὲ θόρυβος ἐπ᾿ αὐτῷ ἀνδρῶν, καὶ κυνῶν· ἀπ᾿ αὐτῶν δὲ ὕπνος ἠφάνισται· οὕτως ἀπὸ τῶν βλεφάρων τούτων ὁ δυσέκδυτος ὕπνος ἠφανίσθη, φυλαττόντων τὴν χαλεπὴν νύκτα· εἰς τὸ πεδίον γὰρ ἦσαν ἀεὶ τετραμμένοι, πότε αἴσθοιντο τῶν Τρῴων ἐπερχομένων. τούτους δὲ ὁ γέρων θεασάμενος ἐχάρη, καὶ παρεθάρρυνε λόγῳ, καὶ φωνήσας πρὸς αὐτοὺς λόγους ταχεῖς ἔλεγεν· οὕτω δὴ ἀγαπητὰ τέκνα φυλάττετε, μὴ δέ τινα ὕπνος νικάτω, μὴ χαρὰ γενώμεθα τοῖς ἐχθροῖς. | 180 |
οὕτως εἰπὼν διέβη τὴν τάφρον. οὗτοι δὲ ὁμοῦ πάντες ἠκολούθουν οἱ βασιλεῖς τῶν Ἑλλήνων, ὅσοι ἐκλήθησαν ἐπὶ τὴν βουλήν· μετ᾿ αὐτῶν δὲ Μηριόνης καὶ ὁ λαμπρὸς υἱὸς τοῦ Νέστορος ἐπορεύθησαν· οὗτοι γὰρ ἐκάλεσαν αὐτοὺς ὥστε συμβουλεῦσαι. διαβάντες δὲ τὴν ὀρυχθεῖσαν τάφρον, ἐκάθιζον ἐν τόπῳ καθαρῷ, ὅπου τῶν νεκρῶν ἐφαίνετο τόπος πεσόντων, ὅθεν ὀπίσω ἐτράπη ὁ ἰσχυρὸς Ἕκτωρ ἀποκτείνων τοὺς Ἕλληνας, ἡνίκα δὴ ἡ νὺξ περιεκάλυψεν ἅπαντα σκότει· ἐκεῖ καθήμενοι λόγους πρὸς ἀλλήλους ἔλεγον· τούτοις δὲ τῶν λόγων ἡγεῖτο ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ, λέγων· ὦ προσφιλέστατοι, οὐκ ἄν τις ἀνὴρ πεισθείη τῇ ἑαυτοῦ τολμηρᾷ καὶ γενναίᾳ ψυχῇ πρὸς τοὺς μεγαλοψύχους Τρῷας πορευθῆναι, εἴ τινά που τῶν πολεμίων ἔσχατον ὄντα ἀποκτείνειεν (ἐν ἐσχάτῳ τοῦ πεδίου διατρίβοντα ζωγρήσειεν), εἴπου καί τινα λόγον ἐν τοῖς Τρῳσὶν ἀκούσειεν, ἅπερ ἂν βουλεύωνται ἐν ἑαυτοῖς· ἢ προθυμοῦνται αὐτόθι μένειν παρὰ ταῖς ναυσὶν πόρρω τῆς πόλεως, ἢ εἰς τὴν πόλιν ὀπίσω ἀνακάμψουσιν, ἐπειδὴ ἐκάκωσαν καὶ ἥττησαν τοὺς Ἕλληνας· εἰ ταῦτα γε πάντα ἀκούσειε, καὶ πάλιν πρὸς ἡμᾶς ἐπανέλθοι ἀβλαβής, μεγάλη ἂν αὐτῷ κατὰ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν δόξα γένοιτο ἐπὶ πάντας τοὺς ἀνθρώπους, καὶ χάρις αὐτῷ ἔσται ἀγαθή· ὅσοι γὰρ ἄριστοι κρατοῦσι καὶ ἄρχουσι παρὰ ταῖς ναυσίν, ἕκαστος τούτων ἁπάντων δώσουσιν αὐτῷ ὄϊν μέλαιναν θήλειαν, ὕπαρνον, ἔγκυον, ταύτῃ δήπου οὐδὲν κτῆμά ἐστιν ὅμοιον· ἀεὶ δὲ ἐν ταῖς εὐωχίαις καὶ ταῖς ἑορταῖς αὐτόκλητος παραγενήσεται. | 194 |
οὕτως εἶπεν. οὗτοι δὲ πάντες ἄφωνοι ἐγένοντο σιγῇ· ἐν τούτοις δὲ εἶπεν ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης· ὦ Νέστορ, ἐμὲ διεγείρει ἡ καρδία, καὶ ἡ ἀνδρεία ψυχὴ εἰσελθεῖν εἰς τὸ στρατόπεδον τῶν πολεμίων ἀνδρῶν πλησίον ὄντων, τῶν Τρῴων· ἀλλ᾽ εἴ τις καὶ ἄλλος ἀνὴρ συνέποιτό μοι, μᾶλλον παραμυθία, καὶ εὐτολμότερον ἔργον γενήσεται· δύο γὰρ συμπορευόμενοι, ὁ ἕτερος πρὸ τοῦ ἑτέρου ἐνόησεν, πῶς ἂν κοινωφελὲς καὶ συμφερὲς γένοιτο· μόνος δὲ καὶ ἐὰν νοήσῃ, ἀλλὰ βραδύτερός τε αὐτῷ ὁ νοῦς, καὶ ἡ βουλὴ ἀσθενής ἐστιν. | 218 |
οὕτως εἶπεν· οὗτοι δὲ πολλοὶ ἐβούλοντο τῷ Διομήδει ἀκολουθεῖν. ἐβούλοντο οἱ δύο Αἴαντες οἱ τοῦ πολέμου ὑπηρέται, ἐβούλετο ὁ Μηριόνης, πάνυ δὲ ἐβούλετο ὁ υἱὸς τοῦ Νέστορος, ἐβούλετο ὁ υἱὸς τοῦ Ἀτρέως ὁ κατὰ πόλεμον ἔνδοξος Μενέλαος, ἐβούλετο δὲ ὁ ὑπομονητικὸς Ὀδυσσεὺς εἰσελθεῖν εἰς τὸν στρατὸν τῶν Τρῴων· ἀεὶ γὰρ αὐτῷ ἐν τῷ λογιστικῷ ἡ ψυχὴ προεθυμεῖτο· ἐν τούτοις δὲ εἶπεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων· ὦ Διόμηδες υἱὲ τοῦ Τυδέως τῇ ἐμῇ πεφιλημένε ψυχῇ· ἀπὸ τούτων μὲν οὖν φαινομένων ἐκλέξῃ φίλον, καὶ συνοδοιπόρον, ὃν ἂν βούλῃ τὸν ἄριστον, ἐπειδὴ προθυμοῦνται πολλοί. μηδὲ σύγε αἰδούμενος ἐν τῷ σῷ λογιστικῷ τὸν βελτίονα μὲν καταλίπῃς, σὺ δὲ χείρονα προσλάβῃς, αἰδοῖ ὑποχωρῶν, εἰς τὸ γένος ἀφορῶν, μὴ δὲ εἰ μείζων βασιλεύς ἐστιν. | 227 |
οὕτως εἶπεν. ἐφοβήθη δὲ περὶ τοῦ πυρροῦ Μενελάου. ἐν τούτοις δὲ πάλιν εἶπεν ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης· εἰ μέντοι κελεύετε ἐμὲ αὐτὸν ἐκλέξασθαι καὶ λαβεῖν συνοδοιπόρον, πῶς ἂν μετὰ ταῦτ᾽ ἐγὼ ἐπιλαθοίμην τοῦ θείου Ὀδυσσέως, οὗ περισσῶς μὲν πρόθυμος ἡ καρδία καὶ ἡ ἀνδρεία ψυχή ἐστιν ἐν πᾶσι τοῖς πόνοις, φιλεῖ δὲ αὐτὸν ἡ πολεμικὴ Ἀθηνᾶ; τούτου δὲ ἀκολουθοῦντος, καὶ ἐκ πυρὸς καιομένου ἀμφότεροι ὑποστρέψαιμεν ἂν, ἐπειδὴ πάνυ οἶδε νοῆσαι τὸ δέον. Πρὸς τοῦτον δὲ εἶπεν ὁ πολλὰ ὑπομείνας ἔνδοξος Ὀδυσσεύς· ὦ υἱὲ τοῦ Τυδέως, μήτε πάνυ με ἐπαίνει, μήτε τι ὀνείδιζε, ἐν εἰδόσι γὰρ τοῖς Ἕλλησι ταῦτα λέγεις. ἀλλὰ πορευώμεθα, πάνυ γὰρ ἡ νὺξ ἀνύεται, καὶ ἀναλοῦται, ἐγγὺς δὲ ἡ ἡμέρα, τὰ ἄστρα δὲ προκεχώρηκεν εἰς δύσιν, παρῆλθε δὲ ἡ νυξ εἰς πλείονα τῶν δύο μοιρῶν, ἡ τρίτη δὲ μοῖρα ὑπολείπεται (παρήλλακται δὲ ἡ νὺξ τὰ πλείονα ἐκ τῶν δύο μοιρῶν, ὥστε λείπεται μέρος τι τῶν δύο, καὶ ἡ τρίτη τελεία). | 240 |
οὕτως εἰπόντες ἐνεδύσαντο τὰ φοβερὰ ὅπλα. τῷ μὲν οὖν υἱῷ τοῦ Τυδέως ἔδωκεν ὁ πολεμικὸς Θρασυμήδης ξίφος ἐξ ἑκατέρου μέρους ἠκονημένον, τὸ γὰρ ἑαυτοῦ παρὰ τῇ νηὶ κατελείφθη, καὶ ἀσπίδα, περικεφαλαίαν δὲ αὐτῷ περιέθηκε τῇ κεφαλῇ ἐκ δέρματος ταύρου, ἄνευ προμετωπιδίου, καὶ ἄνευ λόφου, ἥτις καταῖτυξ καλεῖται, φυλάττει δὲ καὶ σώζει τὰς κεφαλὰς τῶν ἀκμαίων νέων. ὁ Μηριόνης δὲ ἔδωκε τῷ Ὀδυσσεῖ τόξον, καὶ βελοθήκην, καὶ ξίφος, περικεφαλαίαν δὲ αὐτῷ περιέθηκε τῇ κεφαλῇ ἐκ δέρματος πεποιημένην, πολλοῖς δὲ ἔνδοθεν λώροις ἐνέσφικτο ἰσχυρῶς, ἔξωθεν δὲ ὀδόντες λευκοὶ χοίρου λευκόδοντος πυκνοὶ συνεῖχον τῇδε κἀκεῖσε, καλῶς καὶ ἐπιστημόνως·ἐν τῷ μέσῳ δὲ πῖλος ἀφήρει· ταύτην (ἥντινα ) δήποτε ἐξ Ἐλεῶνος τῆς πόλεως ἀφείλετο ὁ Αὐτόλυκος τοῦ Ἀμύντορος τοῦ υἱοῦ τοῦ Ὀρμένου, τὸν πυκνὸν καὶ ὀχυρὸν οἶκον διορύξας· εἰς Σκάνδειαν δὲ ἔδωκεν αὐτὴν τῷ ἐκ τῶν Κυθήρων Ἀμφιδάμαντι, ὁ Ἀμφιδάμας δὲ ἔδωκεν αὐτὴν τῷ Μόλῳ, ξένιον εἶναι παρ' αὐτῷ· οὗτος δὲ τῷ Μηριόνῃ ἔδωκεν αὐτὴν τῷ ἑαυτοῦ υἱῷ φορεῖν. τότε δ᾽ οὖν περιτεθεῖσα, τὴν κεφαλὴν τοῦ Ὀδυσσέως ἐκάλυψεν. | 254 |
οὗτοι δὲ ἐπειδὴ τὰ φοβερὰ αὑτῶν ὅπλα ἐνεδύσαντο, ὥρμησαν δὴ πορεύεσθαι, κατέλιπον δὲ αὐτόθι πάντας τοὺς ἀρίστους· τούτοις δὲ αἴσιον ἐρωδιὸν πλησίον τῆς ὁδοῦ ἔπεμψεν ἡ πολεμικὴ Ἀθηνᾶ, οὗτοι δὲ οὐκ ἐθεάσαντο αὐτὸν τοῖς ὀφθαλμοῖς κατὰ τὴν σκοτεινὴν νύκτα, ἀλλὰ βοήσαντος ἤκουσαν, ἐπεχάρη δὲ τῷ οἰωνῷ τούτῳ ὁ Ὀδυσσεύς, ηὔξατο δὲ τῇ Ἀθηνᾷ λέγων· ἐπάκουσόν μου, ὦ θύγατερ τοῦ τὴν αἰγίδα φοροῦντος Διός, ἥτις μοι ἀεὶ ἐν πᾶσι τοῖς πόνοις καὶ καμάτοις σύνει καὶ βοηθεῖς, οὐδὲ λανθάνω σε ὁδοιπορῶν· νῦν δὲ καὶ μάλιστά με φίλει, ὦ Ἀθηνᾶ, δὸς δὲ πάλιν ἐπὶ τὰς ναῦς εὐκλεεῖς ἐλθεῖν πράξαντας μέγα ἔργον, ὅπερ ἂν τοῖς Τρῳσὶν ἐν φροντίδι ἔσται. | 272 |
δεύτερον δὲ ηὔξατο ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης λέγων· ἐπάκουσον δὴ καὶ ἐμοῦ, ὦ θύγατερ τοῦ Διὸς ἀκαταπόνητε Ἀθηνᾷ, συνέπου μοι ὥσπερ ὅτε συνείπου τῷ πατρὶ τῷ ἐνδόξῳ Τυδεῖ εἰς τὰς Θήβας, ὁπηνίκα πρὸ τῶν Ἑλλήνων πρεσβευτὴς ἐπορεύθη, τοὺς σιδηροθωράκους δὲ Ἕλληνας κατέλιπεν ἐπὶ τῷ Ἀσώπῳ ποταμῷ· οὗτος δὲ ἀγγελίαν καὶ λόγον προσηνῆ προσέφερε τοῖς Θηβαίοις ἐκεῖσε, ὀπίσω δὲ ἀπερχόμενος πάνυ μερίμνης ἄξια καὶ χαλεπὰ ἔργα εἰργάσατο μετὰ σοῦ, ἐνδοξοτάτη θεά, ὁπηνίκα αὐτῷ προθύμως παρεγένου βοηθός· οὕτω νῦν κἀμοὶ προθυμουμένη πάρεσο, καὶ φύλαττέ με, σοὶ δὲ ἐγὼ θύσω βοῦν ἐνιαυσίαν, πλατυμέτωπον, ἀδάμαστον, ἣν οὔπω ἀνὴρ ὑπήγαγε τῷ ζυγῷ· ταύτην σοὶ ἐγὼ θύσω περιχέας καὶ περιβαλόμενος τοῖς κέρασιν αὐτῆς χρυσόν. | 283 |
οὕτως εἶπον εὐχόμενοι· τούτων δὲ ἐπήκουσεν ἡ πολεμική Ἀθηνᾶ. οὗτοι δὲ ἐπειδὴ ηὔξαντο τῇ θυγατρὶ τοῦ Διὸς τοῦ μεγάλου, ὥρμησαν πορεύεσθαι, ὥσπερ δύο λέοντες, κατὰ τὴν σκοτεινὴν νύκτα ἀνὰ τὸν τόπον τοῦ φόνου, ἀνὰ τοὺς νεκρούς, κατὰ τὰ ὅπλα καὶ τὸ μέλαν αἷμα. | 295 |
οὐ μὴν οὐδὲ τοὺς ἀλαζόνας Τρῷας ἀφῆκεν ὁ Ἕκτωρ ὑπνώττειν, ἀλλ᾿ ὁμοῦ πάντας συνεκάλεσε τοὺς ἀρίστους, ὅσοι ἦσαν ἡγεμόνες τῶν Τρῴων, καὶ βασιλεῖς. τούτους οὗτος συναθροίσας συνετὴν παρεσκεύαζε καὶ ἀπήρτιζε βουλὴν λέγων. τίς ἄν μοι τοῦτο τὸ ἔργον ἐπαγγειλάμενος ἐκτελέσειεν ἐπὶ μεγάλῃ χάριτι; μισθὸς δὲ (γὰρ) αὐτῷ ἱκανὸς ἔσται· δώσω γὰρ αὐτῷ ὄχημα, καὶ δύο μεγαλαύχενας ἵππους, οἵπερ ἂν ἄριστοι ὦσιν ἐπὶ ταῖς ταχείαις ναυσὶ τῶν Ἑλλήνων, ὅστις ἂν τολμήσειε, καὶ ἑαυτῷ δόξαν ἀπενέγκαιτο, ἀφικέσθαι πλησίον τῶν ταχυπόρων νεῶν, καὶ ἀκοῦσαι καὶ γνῶναι ἀκριβῶς, ἢ φυλάττονται αἱ ταχεῖαι νῆες, ὥσπερ τὸ πρότερον, ἢ δαμασθέντες ἤδη καὶ ἡττηθέντες ὑπὸ τῶν ἡμετέρων χειρῶν, φυγὴν ἐν αὐτοῖς βουλεύονται, οὐδὲ θέλουσι τὴν νύκτα φυλάττειν, πόνῳ καὶ κόπῳ χαλεπῷ ἀδημονήσαντες. | 299 |
οὕτως εἶπεν. οὗτοι δὲ πάντες ἄφωνοι ἐγένοντο σιγῇ· ἦν δέ τις ἐν τοῖς Τρῳσὶ Δόλων υἱὸς τοῦ Εὐμήδους, τοῦ θείου καὶ θαυμαστοῦ κήρυκος, πολὺν χρυσὸν καὶ πολὺν χαλκὸν ἔχων· ὃς δὴ κατὰ μὲν τὴν μορφὴν δυσειδὴς ἦν, ἀλλὰ ταχύπους· οὗτος δὲ μόνος ἦν ἐν πέντε ἀδελφαῖς, ὃς δὴ τότε τοῖς τε Τρῳσὶ καὶ τῷ Ἕκτορι εἶπε λόγον. ὦ Ἕκτορ, ἐμὲ προτρέπει ἡ καρδία, καὶ ἡ γενναία ψυχὴ πορευθῆναι πλησίον τῶν ταχυπόρων νεῶν, καὶ περὶ πάντων ἀκριβῶς ἀκοῦσαι· ἀλλ᾽ ἄγε μοι ἀνάτεινον τὴν βασιλικὴν ῥάβδον, καὶ ὄμοσόν μοι, ἦ μὴν τοὺς ἵππους, καὶ τὰ σιδήρῳ πεποικιλμένα ὀχήματα δώσειν, οἳ φέρουσι καὶ βαστάζουσι τὸν ἄμεμπτον υἱὸν τοῦ Πηλέως· σοὶ δὲ ἐγὼ οὐκ ἔσομαι μάταιος κατάσκοπος, οὐδὲ ἄπο τοῦ σκοποῦ, καὶ οἰήσεως, ἣν ἔχεις περὶ ἐμοῦ· ἐπὶ τοσοῦτον γὰρ εἰς τὸ στρατόπεδον πορεύσομαι διόλου, ἕως ἄν ἀφίκωμαι εἰς τὴν ναῦν τοῦ Ἀγαμέμνονος, ὅπου ἐοίκασιν οἱ ἄριστοι βουλεύεσθαι, ἢ φεύγειν, ἢ πολεμεῖν. οὕτως εἶπεν. ὁ δὲ ἔλαβεν ἐν ταῖς χερσὶ τὴν βασιλικὴν ῥάβδον, καὶ ὤμοσεν αὐτῷ· γινωσκέτω καὶ μάρτυς ἔστω δή αὐτὸς ὁ μεγαλόφωνος ἀνὴρ τῆς Ἥρας, οὐδαμῶς τοῖς ἵπποις αὐτοῖς ἄλλος ἀνὴρ ἐποχήσεται ἀπὸ τῶν Τρῴων, ἀλλά σε ἀποφαίνομαι διὰ παντὸς ἀγλαΐζεσθαι, καὶ καλλωπίζεσθαι. | 313 |
οὕτως εἶπε, καὶ δὴ ἐπιώρκησεν, τοῦτον δὲ παρώξυνε (ἐπεὶ τὸν ὅρκον ἐτελείωσε, τοῦτον διήγειρε). εὐθέως δὲ περιεβάλετο τοῖς ὤμοις τὸ ἐπικαμπὲς τόξον, ἐνεδύσατο δὲ ἔξωθεν δέρμα λύκου λευκοῦ, ἐπὶ τῇ κεφαλῇ δὲ ἔθηκε περικεφαλαίαν ἐκ δέρματος ἰκτίδος πεποιηκυῖαν, ὥρμησε δὲ πορεύεσθαι ἐπὶ τὰς ναῦς ἀπὸ τοῦ στρατοῦ· οὐδὲ δὴ ἔμελλεν, ἀφικόμενος ἐκ τῶν νεῶν πάλιν, ἀπαγγελεῖν λόγον τῷ Ἕκτορι· ἀλλ᾿ ὁπηνίκα δὴ κατέλιπε τῶν ἵππων τε καὶ τῶν ἀνδρῶν τὸ ἄθροισμα, ἐπορεύετο δὴ τὴν ὁδὸν προθυμούμενος· τοῦτον δὲ προσερχόμενον ἐθεάσατο ὁ ἐκ τοῦ Διὸς καταγόμενος Ὀδυσσεύς, εἶπε δὲ πρὸς τὸν Διομήδην· οὗτος ὁ ἀνὴρ, ὦ Διόμηδες, ἀπὸ τοῦ στρατοῦ ἔρχεται, οὐκ οἶδα, ἢ κατάσκοπος τῶν ἡμετέρων νεῶν, ἢ σκυλεύσων τινὰ τῶν ἀποθανόντων νεκρῶν· ἀλλὰ παραχωρῶμεν αὐτῷ πρῶτον παρελθεῖν ἐκ τῆς πεδιάδος μικρόν, μετὰ ταῦτα δὲ ἐφορμήσαντες ζωγρήσαιμεν ἂν αὐτὸν ταχέως· εἰ δὲ ἡμᾶς παραδράμοι τοῖς ποσί, καὶ πλαγίαν ἐπὶ τὴν πόλιν ποιεῖται τὴν ὁδόν, ἀεὶ αὐτὸν ἀπὸ τοῦ στρατοῦ ἀπέστρεφε ἐπὶ τὰς ναῦς σὺν τῷ δόρατι ἐφορμῶν, μήπως εἰς τὴν πόλιν ἐκφύγῃ· | 332 |
οὕτω δὴ εἰπόντες ἐκτὸς τῆς ὁδοῦ ἐν τοῖς νεκροῖς ἐκλίθησαν· οὗτος δὲ ταχέως παρῆλθεν ἀνοίᾳ καὶ ἀσυνέτως· ἀλλ᾿ ὁπηνίκα δὴ τοσοῦτον ἀπῆν, ὅσον τὰ διαστήματα γίνονται τῶν ἡμιόνων, αὗται γὰρ κρείττονές εἰσι βοῶν ἕλκειν τὸ ἄροτρον τὸ τὸν γύην προσπεπηγότα ἔχον, διὰ τῆς βαθείας ἠροτριασμένης γῆς, οὗτοι μὲν ἐπέδραμον. οὗτος δὲ ἔστη ἀκούσας τὸν κτύπον· ᾤετο (ἤλπιζε) γὰρ κατὰ τὸν ἑαυτοῦ λογισμὸν εἶναί τινας φίλους ἐκ τῶν Τρῴων μετακαλεσομένους πορεύεσθαι ὑπίσω, τοῦ Ἕκτορος κελεύσαντος (ὡς τοῦ Ἕκτορος κελεύσαντος, εἰς τοὐπίσω αὐτὸν ὑποστρέψαι)· αλλ' ὁπηνίκα δὴ ἀπῆσαν, ὅσον βολὴ δόρατος, ἢ καὶ ἔλαττον, ἔγνω δὴ ἄνδρας πολεμίους, ταχέως δὲ τὰ γόνατα ἐκίνει φεύγειν, οὗτοι δὲ ταχέως διώκειν ὥρμησαν. ὥσπερ δὲ ὅτε δύο κύνες τραχεῖς καὶ ὀξεῖς ὀδόντας ἔχοντες, ἔμπειροι κυνηγίας, ἢ δορκίδα, ἢ λαγωὸν ἐπείγουσιν ἐπιμόνως ἀεὶ κατὰ τόπον ὑλώδη καὶ σύνδενδρον, οὗτος δὲ προτρέχει γοῶν· οὕτω τοῦτον ὁ υἱὸς τοῦ Τυδέως καὶ ὁ τὰς πόλεις πορθῶν Ὀδυσσεύς, τοῦ Τρωϊκοῦ λαοῦ ἀποχωρίσαντες, ἐδίωκεν ἐπιμόνως ἀεὶ. ἀλλ᾿ ἡνίκα δὴ ταχέως ἔμελλε συμμιγήσεσθαι τοῖς φύλαξι φεύγων εἰς τὰς ναῦς, τηνικαῦτα δὴ ἐνέβαλεν ἰσχὺν ἡ Ἀθηνᾶ τῷ υἱῷ τοῦ Τυδέως, ὅπως μηδεὶς τῶν σιδηροθωράκων Ἑλλήνων προ(κατα)λάβοι ἐπικαυχησάμενος βαλεῖν, (καυχήσαιτο βαλεῖν προκαταλαβών), οὗτος δὲ ὕστερον παραγένοιτο, σὺν τῷ δόρατι δὲ ὁρμῶν καὶ ἐπερχόμενος εἶπε πρὸς αὐτὸν ὁ ἰσχυρὸς Διομήδης· Ἢ μένε, ἢ σὲ δόρατι φθάσω· οὐδ᾽ οἴομαι σε ἐπὶ πολὺ ἐκφυγεῖν τὸν ὑπὸ τῆς ἐμῆς χειρὸς ἀφανιστικὸν θάνατον. | 349 |
εἶπε δή, καὶ ἐπέρριψε τὸ δόρυ, ἐθελουσίως δὲ ἀπέτυχε τοῦ ἀνδρός· ὑπὲρ τὸν ὦμον δὲ τὸν δεξιὸν ἡ τοῦ εὐξέστου καὶ καλῶς πεποιημένου δόρατος αἰχμὴ ἐνεπάγη εἰς τὴν γῆν, οὗτος δὲ ἐφοβήθη καὶ ἔστη, τρέμων, ἦχος δὲ κατὰ τὸ στόμα ἐγίνετο τῶν ὀδόντων (ἀσαφῆ φωνὴν προϊέμενος), χλωροποιός, καὶ ὠχροποιὸς ὑπὸ τοῦ φόβου, οὗτοι δὲ πνευστιῶντες κατέλαβον, ἥψαντο δὲ τῶν χειρῶν. οὗτος δὲ δακρύσας εἶπε λόγον· ζῶντά με ἀγάγετε, ἐγὼ δὲ λυτρώσομαι ἐμαυτόν, ἔστι γὰρ ἐν τῷ οἴκῳ χαλκός τε καὶ χρυσός, καὶ πολλοῦ καμάτου δεόμενος σίδηρος· ἐκ τούτων δωρήσαιτ᾽ ἂν ὑμῖν ὁ πατὴρ πλεῖστα λύτρα, ἐὰν ἐμὲ ζῶντα ἀκούσῃ ἐπὶ ταῖς ναυσὶ τῶν Ἑλλήνων. | 372 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ πολύβουλος Ὀδυσσεύς· θάρρει μηδέ τί σοι ὁ θάνατος ἐπὶ λογισμὸν ἔστω· ἀλλ᾽ ἄγε εἰπέ μοι τοῦτο καὶ ἀληθῶς ἀπάγγειλον. ποῦ δὴ οὕτω μόνος ἀπὸ τοῦ στρατοῦ πρὸς τὰς ναῦς πορεύῃ κατὰ τὴν σκοτεινὴν νύκτα, ἡνίκα ὑπνώττουσιν οἱ ἄλλοι ἄνθρωποι; ἢ σκυλεύσων τινὰ τῶν ἀποθανόντων νεκρῶν, ἢ ὁ Ἕκτωρ σὲ προέπεμψε κατασκοπήσασθαι ἅπαντα εἰς τὰς βαθείας ναῦς, ἢ σὲ αὐτὸν ἀνέπεισεν ἡ ψυχή; | 382 |
πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ὁ Δόλων, ὑπέτρεμε δὲ τὰ μέλη· ἀολλαῖς βλάβαις ἐξηπάτησέ μου τὸν νοῦν ὁ Ἕκτωρ· ὅς μοι τοὺς μονώνυχας ἵππους τοῦ λαμπροῦ υἱοῦ τοῦ Πηλέως ὑπέσχετο δώσειν, καὶ τὰ σιδήρῳ πεποικιλμένα ὀχήματα· ἐκέλευσε δὲ πορευόμενόν με κατὰ τὴν ταχεῖαν σκοτεινὴν νύκτα, ἀφικέσθαι πλησίον τῶν πολεμίων ἀνδρῶν, καὶ ἀκριβῶς ἀκοῦσαι, ἢ φυλάττονται αἱ ταχεῖαι νῆες, ὥσπερ τὸ πρότερον, ἢ δαμασθέντες ἤδη καὶ ἡττηθέντες ὑπὸ τῶν ἡμετέρων χειρῶν φυγὴν βουλεύεσθε ἐν ἑαυτοῖς, οὐδὲ θέλετε φυλάττειν τὴν νύκτα, πόνῳ καὶ κόπῳ χαλεπῷ ἀδημονήσαντες. | 390 |
πρὸς τοῦτον δὲ ἐπιμειδιάσας εἶπεν ὁ πολύβουλος Ὀδυσσεύς. ὄντως δή σοι ἡ μεγαλόφρων καὶ γενναία ψυχὴ μεγάλων χαρίτων ἐπεθύμει, τῶν ἵππων τοῦ συνετοῦ ἐκγόνου τοῦ Αἰακοῦ· οὗτοι δὲ χαλεποί εἰσιν δαμασθῆναι ἀνδράσι θνητοῖς, καὶ ὀχεῖσθαι ἄλλῳ γε, ἢ τῷ Ἀχιλλεῖ, ὃν ἔτεκε μήτηρ ἀθάνατος. ἀλλ᾿ ἄγε εἰπέ μοι τοῦτο, καὶ ἀληθῶς ἀπάγγειλον. ποῦ νῦν κατέλιπες τὸν Ἕκτορα τὸν βασιλέα τοῦ στρατοῦ, πορευόμενος ἐνθάδε; ποῦ δὲ αὐτῷ τὰ πολεμικὰ ὅπλα κεῖται; ποῦ δὲ αὐτῷ οἱ ἵπποι ἑστᾶσι; πῶς δὲ ἔχουσι τῶν λοιπῶν Τρῴων αἱ τηρήσεις καὶ αἱ κοῖται, καὶ ἅτινα βουλεύονται ἐν ἑαυτοῖς, ἢ προθυμοῦνται αὐτόθι μένειν παρὰ ταῖς ναυσὶν ἄπωθεν τῆς πόλεως, ἢ εἰς τὴν πόλιν ὀπίσω ἀνακάμψουσιν, ἐπειδὴ ἐδάμασαν, καὶ ἥττησαν τοὺς Ἕλληνας; | 400 |
πρὸς τοῦτον δὲ εἶπεν ὁ Δόλων ὁ υἱὸς τοῦ Εὐμήδους· τοιγαροῦν ἐγώ σοι ταῦτα πάνυ ἀληθῶς μέχρι τέλους ἐρῶ. ὁ μὲν Ἕκτωρ μετ᾽ αὐτῶν, ὅσοι γνωμοδόται ὑπάρχουσι, βουλεύεται παρὰ τῷ μνήματι τοῦ θείου καὶ θαυμαστοῦ Ἴλου, πόρρω τῆς ταραχῆς καὶ τοῦ θορύβου· τὰς φυλακὰς δὲ καὶ τηρήσεις, ἃς ἐρωτᾷς, ὦ ἥρως, οὐδεμία διακεχωρισμένη καὶ τεταγμένη σώζει τὸν στρατόν, οὐδὲ τηρεῖ· ὅσαι μὲν γὰρ πυρὸς πυρκαϊαὶ τῶν Τρῴων, οἷστισιν ἀνάγκη ἐπίκειται, οὗτοι ἀγρυπνοῦσι, καὶ φυλάσσειν παρακελεύονται ἀλλήλοις· οἱ πολλαχόθεν δὲ κληθέντες βοηθοὶ ὑπνώττουσι· τοῖς γὰρ Τρῳσὶν ἐπιτρέπουσι φυλάττειν, οὐ γὰρ αὐτοῖς οἱ παῖδες, οὐδὲ αἱ γυναῖκες κάθηνται ἐγγύς. | 412 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ πολύβουλος Ὀδυσσεύς· πῶς δὴ καθεύδουσι νῦν; μεμιγμένοι τοῖς ἱππικοῖς Τρωσίν; ἢ πόρρω που; δήλωσόν μοι, ἵνα μάθω. | 423 |
πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνετο Δόλων ὁ υἱὸς τοῦ Εὐμήδους. τοιγαροῦν ἐγώ σοι ταῦτα πάνυ ἀληθῶς μέχρι τέλους ἐρῶ. πρὸς μὲν τὴν θάλασσαν, οἱ Κᾶρες, καὶ οἱ τοῖς καμπύλοις τόξοις χρώμενοι Παίονες, καὶ οἱ Λέλεγες, καὶ οἱ Καύκωνες καὶ οἱ ἔνδοξοι Πελασγοί. ἔμπροσθεν δὲ τῆς Θύμβρης ἐτετάχατο οἱ Λύκιοι, καὶ οἱ θρασεῖς καὶ ἀνδρεῖοι Μυσοί, καὶ οἱ ἱππικοὶ Φρύγες, καὶ οἱ πολεμικοὶ Μῄονες. ἀλλὰ τί δὴ ἐμὲ διερωτᾶτε πάντα; εἰ γὰρ προθυμεῖσθε εἰσελθεῖν εἰς τὸν στρατὸν τῶν Τρῴων, Θρᾷκες οὗτοί εἰσι χωρίς, νεωστὶ ἐλθόντες, ἔσχατοι τῶν λοιπῶν, ἐν αὐτοῖς δὲ βασιλεὺς Ῥῆσος ὁ υἱὸς τοῦ Ἠιονέως· τούτου δὴ ὡραιοτάτους ἵππους ἴδον, καὶ εὐμεγέθεις· λευκότεροί εἰσι χιόνος, ἐν τῷ τρέχειν δὲ ὅμοιοι τοῖς ἀνέμοις, τὰ ὀχήματα δὲ αὐτῷ χρυσῷ καὶ ἀργύρῳ καλῶς κατεσκεύασται, τὰ ὅπλα δὲ χρυσᾶ ἐξαίσια, θαῦμα ἰδεῖν, ἀφίκετο ἔχων, ἃ δήπου οὐκ ἀνθρώποις (ἀνδράσι) θνητοῖς προσήκει φορεῖν, ἀλλὰ θεοῖς ἀθανάτοις. ἀλλ᾿ ἐμὲ μέν τοι νῦν ἀγάγετε εἰς τὰς ταχυπόρους ναῦς, ἢ δεσμεύσαντές με δεσμῷ ἀνηλεεῖ καὶ ἀπηνεῖ, καταλίπετε αὐτοῦ, ἕως ἂν ἔλθητε, καὶ πεῖραν σχῆτε ἐμοῦ, ἢ δὴ κατὰ τὸ πρέπον εἶπον ἐν ὑμῖν, ἢ οὔ. | 426 |
πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος εἶπεν ὁ ἰσχυρὸς Διομήδης· μή μοι, ὦ Δόλων, φυγὴν ἐντίθου τῇ ψυχῇ, καίπερ ἀγαθὰ ἀπαγγείλας, ἐπεὶ ἦλθες εἰς τὰς ἐμὰς χεῖρας· ἐὰν γὰρ νῦν ἀπολύσωμέν σε, ἢ ἀφῶμεν, ὄντως που καὶ μετὰ ταῦτα ἐλεύσῃ εἰς τὰς ναῦς τῶν Ἑλλήνων, ἢ διασκοπησόμενος, ἢ κατὰ βιαίαν ἐναντίωσιν μαχησόμενος· ἐὰν δὲ ὑπὸ τῶν ἐμῶν χειρῶν δαμασθεὶς ἀπολέσῃς τὴν ψυχήν, οὐκέτι μετὰ ταῦτα σὺ βλάβος γενήσῃ ποτὲ τοῖς Ἕλλησιν. | 446 |
εἶπε, καὶ οὗτος μὲν ἔμελλε παρακαλέσειν αὐτόν, ἁψάμενος τῆς γενειάδος χειρὶ παχείᾳ καὶ ἰσχυρᾷ· οὗτος δὲ ὁρμήσας, τὸ μέσον τοῦ αὐχένος ἔπληξε τῷ ξίφει, ἀμφοτέρους δὲ τοὺς τένοντας ἀπέκοψε, τούτου δὲ λαλοῦντος ἡ κεφαλὴ τοῖς χώμασι συνεμίγη· τούτου δὲ τῆς κεφαλῆς ἀφείλοντο τὴν περικεφαλαίαν τὴν ἀπὸ δέρματος ἰκτίδος πεποιημένην, καὶ τὸ δέρμα τοῦ λύκου, καὶ τὸ εἰς τοὐπίσω καμπτόμενον τόξον, καὶ τὸ μακρὸν δόρυ, καὶ ταῦτα τῇ λαφυραγωγῷ Ἀθηνᾷ ὁ ἔνδοξος Ὀδυσσεὺς ἀνέτεινεν εἰς ὕψος τῇ χειρὶ, καὶ εὐχόμενος εἶπε λόγον· χαῖρε, ὦ θεά, ἐπὶ τούτοις· σὲ γὰρ πρώτην πάντων τῶν ἐν οὐρανῷ ὄντων θεῶν ἀθανάτων ἐπικαλεσόμεθα, ἀλλὰ καὶ πάλιν πέμψον ἡμᾶς ἐπὶ τοὺς ἵππους, καὶ τὰς κοίτας τῶν Θρᾳκῶν ἀνδρῶν. | 454 |
οὕτω δὴ εἶπε, καὶ ἀφ᾽ ἑαυτοῦ εἰς ὕψος ᾄρας καὶ μετεωρίσας ἔθηκεν ἐπὶ μυρσίνῃ, δῆλον καὶ φανερὸν σημεῖον ἐπέθηκε συλλαβὼν καὶ συνθεὶς καλάμους, καὶ μυρσίνης εὐθαλεῖς κλάδους, μὴ διαλάθοι αὐτοὺς εἰς τοὐπίσω πορευομένους κατὰ τὴν σκοτεινὴν νύκτα· οὗτοι δὲ ἐπορεύθησαν προσωτέρω διά τε τῶν ὅπλων καὶ τοῦ μέλανος αἵματος. ταχέως δὲ ἐπὶ τὸ τάγμα τῶν Θρᾳκῶν ἀνδρῶν ἀφίκοντο πορευόμενοι οὗτοι δὲ ὕπνωττον πόνῳ καὶ μόχθῳ καταπεπονημένοι, τὰ ὅπλα δὲ αὐτοῖς τὰ καλὰ παρ᾽ αὐτοῖς τῇ γῇ παρεκέκλιτο, καλῶς μετ᾿ εὐταξίας εἰς τάγματα τρία, παρ᾽ ἑκάστῳ δὲ αὐτῶν δύο ζευγνύμενοι ἵπποι ἵσταντο· ὁ Ῥῆσος δὲ ἐν τῷ μέσῳ ἐκάθευδε, παρ᾿ αὐτῷ δὲ οἱ ταχεῖς ἵπποι ἐκ τῆς ἐσχάτης ἄντυγος λώροις δεδεμένοι ἦσαν. τοῦτον δὲ Ὀδυσσεὺς ἔμπροσθεν (πρότερον) θεασάμενος ἔδειξε τῷ Διομήδει λέγων· οὗτός σοι, ὦΔιόμηδες, ὁ ἀνὴρ, οὗτοι δέ σοι οἱ ἵπποι, οὓς ἡμῖν ἐδήλου ὁ Δόλων, ὃν ἀπεκτείναμεν ἡμεῖς ἀλλ᾽ ἄγε νῦν πρόσαγε δύναμιν ἰσχυράν, οὐδὲ κατά τί σε δεῖ ἑστάναι μάταιον σὺν τοῖς ὅπλοις, ἀλλὰ λύε τοὺς ἵππους, ἢ σύγε τοὺς ἄνδρας ἀπόκτεινε, ἐμοὶ δὲ διὰ φροντίδος ἔσονται οἱ ἵπποι. | 465 |
οὕτως εἶπεν. τούτῳ δὲ ἐνέπνευσε καὶ ἐνέβαλεν ἰσχὺν εὔτολμον ἡ εὐόφθαλμος Ἀθηνᾶ· ἀπέκτεινε δέ, ἄλλοτε εἰς ἄλλον ἐπιστρεφόμενος σπουδαίως, τούτων δὲ στεναγμὸς ἠγείρετο ἀπρεπὴς ξίφει ἀναιρουμένων, ἐρυθρὰ δὲ ἐβάφετο ἡ γῆ τῷ αἵματι· ὥσπερ δὲ λέων ἐπελθὼν θρέμμασιν (κτήνεσιν) ἀφυλάκτοις αἰξίν, ἢ προβάτοις, κακῶς καὶ χαλεπῶς φρονῶν ἐνορμήσῃ· οὕτω δὴ τοὺς Θρᾷκας ἄνδρας ἐπεπορεύετο ὁ υἱὸς τοῦ Τυδέως, ἕως οὗ ἀπέκτεινε δώδεκα· ὁ πολύβουλος δὲ Ὀδυσσεύς, ὅντινα ὁ υἱὸς τοῦ Τυδέως ξίφει ἔπληττε παραγενόμενος, τοῦτον ὁ Ὀδυσσεὺς μετὰ ταῦτα λαβὼν ἀπὸ τοῦ ποδὸς ἐξεῖλκε, ταῦτα διανοούμενος κατὰ ψυχήν, ὅπως οἱ περικαλλεῖς τρίχας ἔχοντες ἵπποι εὐκόλως διέλθοιεν, μηδὲ τρέμοιεν καὶ φοβοῖντο ἐν τῇ ψυχῇ, πορευόμενοι διὰ τῶν νεκρῶν, ἔτι γὰρ ἀήθεις ἦσαν αὐτῶν. ἀλλ᾽ ὁπηνίκα δὴ τὸν βασιλέα κατέλαβεν ὁ υἱὸς τοῦ Τυδέως, τοῦτον, ψυχὴν τρισκαιδεκάτην ἡδίστην, ἀφείλετο, πνευστιῶντα· κακὸν γὰρ ἐνύπνιον ἐπέστη τῇ κεφαλῇ αὐτοῦ κατὰ τὴν νύκτα ὁ υἱὸς τοῦ υἱοῦ τοῦ Οἰνέως, ἐκ βουλῆς τῆς Ἀθηνᾶς· ἐν τούτῳ(οις) δὲ ὁ ὑπομονητικὸς Ὀδυσσεὺς ἔλυε τοὺς μονώνυχας ἵππους, συνέζευξε δὲ αὐτοὺς τοῖς λώροις, καὶ ἐξῆγεν ἀπὸ τοῦ πλήθους, ἐπιπλήττων καὶ μαστίζων τῷ τόξῳ· ἐπειδὴ τὴν λαμπρὰν μάστιγα οὐκ ἐνόησε λαβεῖν ταῖς χερσὶν ἐκ τοῦ ποικίλως κατεσκευασμένου ὀχήματος, ἄναρθρον δὲ καὶ βαρβαρικὴν ἐμιμήσατο φωνήν, σημαίνων τῷ ἐνδόξῳ Διομήδει· | 482 |
οὗτος δὲ ἐμερίμνα καὶ ἐβουλεύετο μένων, τί ἂν χεῖρον ἐργάσαιτο, ἢ τὸ ὄχημα οὗτος λαβῶν, ὅπου τὰ ποικίλως κατεσκευασμένα ὅπλα ἔκειντο, ἀπὸ τοῦ ἐκτεινομένου εἰς τὸν ζυγὸν ξύλου ἑλκύσειεν, ἢ εἰς ὕψος ἄρας καὶ βαστάσας ἐξενέγκαι, ἢ ἔτι τῶν πλειόνων Θρᾳκῶν ἀφέλοιτο τὴν ψυχήν. ἐν ὅσῳ δὲ ταῦτα οὗτος ἐφρόντιζε κατὰ τὸ λογιστικόν, ἐν τοσούτῳ ἡ Ἀθηνᾶ πλησίον στᾶσα, εἶπε πρὸς τὸν ἔνδοξον Διομήδην· ὑποστροφῆς νυνὶ μνήσθητι, ὦ υἱὲ τοῦ μεγαλοψύχου Tuδέως, ἐπὶ τὰς κοίλας ναῦς· μήποτε δεδιὼς ἐπανέλθῃς, μήτις που καὶ τοὺς Τρῷας ἀναστήσῃ καὶ διερεθίσῃ θεὸς ἄλλος. | 503 |
οὕτως εἶπεν. ὁ δὲ συνῆκε καὶ ἐνόησε τὴν φωνὴν τῆς θεᾶς εἰπούσης· ταχέως δὲ τῶν ἵππων ἐπέβη, ἔπληξε δὲ αὐτοὺς Ὀδυσσεὺς τῷ τόξῳ, οὗτοι δὲ τάχιστα ἔτρεχον ἐπὶ τὰς ταχείας ναῦς τῶν Ἑλλήνων. | 512 |
οὐδέ γε ὁ λαμπρότοξος Ἀπόλλων τύφλωσιν ὀφθαλμῶν εἶχεν, ἐπεὶ ἐθεάσατο τὴν Ἀθηνᾶν ἐλθοῦσαν πρὸς τὸν υἱὸν τοῦ Τυδέως. ταύτῃ ὀργιζόμενος εἰσῆλθεν εἰς τὸν μέγαν στρατὸν τῶν Τρῴων, διήγειρε δὲ Ἱπποκόωντα τὸν βουλευτὴν τῶν Θρᾳκῶν, τὸν γενναῖον ἐξάδελφον τοῦ Ῥήσου. οὗτος δὲ ἐκ τοῦ ὕπνου ἐγερθείς, ἐπειδὴ ἐθεάσατο τὸν τόπον ἔρημον καὶ κενόν, ὅπου ἵσταντο οἱ ταχεῖς ἵπποι, καὶ τοὺς ἄνδρας σκαρίζοντας, καὶ ὑποκινουμένους ἐν τῷ χαλεπῷ καὶ ὀδυνηρῷ τόπῳ τοῦ φόνου, θρηνῶν δὴ ἀνεβόησε μετὰ ταῦτα, καὶ τὸν προσφιλῆ συγγενῆ ἐκάλει· βοὴ δὲ καὶ μέγας θόρυβος ἠγέρθη, τῶν Τρῴων τρεχόντων ὁμοῦ, ἐθαύμαζον δὲ τὰ δεινὰ καὶ φροντίδος ἂξια ἔργα, ὅσα πράξαντες ἄνδρες ᾤχοντο ἐπὶ τὰς βαθείας ναῦς. | 515 |
οὗτοι δὲ ὁπηνίκα δὴ παρεγένοντο, ὅπου τὸν κατάσκοπον τοῦ Ἕκτορος ἀπέκτειναν, ἐκεῖ ὁ Ὀδυσσεὺς μὲν ἐπέσχεν ὁ προσφιλὴς τῷ Διὶ τοὺς ταχεῖς ἵππους. ὁ υἱὸς δὲ τοῦ Τυδέως εἰς γῆν καταπηδήσας τὰ ᾑμαγμένα σκύλα καὶ ὅπλα ἐν ταῖς χερσὶν ἐτίθει τῷ Ὀδυσσεῖ, ἐπέβη δὲ τῶν ἵππων, ἔπληξε δὲ τοὺς ἵππους, οἱ δὲ ἑκόντες καὶ προθύμως. ἔτρεχον ἐπὶ τὰς κοίλας ναῦς· ἐκεῖσε γὰρ ἰέναι προσφιλὲς ἦν τῇ τῶν ἐποχουμένων ψυχῇ. ὁ Νέστωρ δὲ πρῶτος τοῦ ψόφου τῶν ποδῶν ᾔσθετο, καὶ εἶπεν· ὦ προσφιλεῖς ἡγεμόνες καὶ βασιλεῖς τῶν Ἑλλήνων, ψεῦδος λέξω, ἢ ἀληθὲς ἐρῶ; προτρέπει δέ με ἡ ψυχή· ἵππων ταχυπόδων κτύπος με βάλλει περὶ τὰ ὦτα. εἴθε γὰρ ὁ Ὀδυσσεὺς καὶ ὁ ἰσχυρὸς καὶ γενναῖος Διομήδης οὕτως εὐθέως ἤλασαν καὶ ἐξήγαγον ἐκ τῶν Τρῴων ἵππους μονώνυχας ἀλλὰ χαλεπῶς δέδοικα κατὰ τὸ λογιστικόν, μὴ πάθωσί τι οἱ κράτιστοι τῶν Ἑλλήνων ὑπὸ τοῦ ὄχλου τῶν Τρῴων. | 526 |
οὔπω πᾶς ὁ λόγος ἐλέχθη, ὅτε δὴ αὐτοὶ παρεγένοντο, καὶ δὴ οὗτοι μὲν κατέβησαν ἐπὶ τὴν γῆν· οἱ δὲ χαίροντες δεξιαῖς προσηγόρευον, καὶ λόγοις προσηνέσι καὶ φιλικοῖς. πρῶτος δὲ ἠρώτησεν ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ· ἄγε εἰπέ μοι, ὦ πολύμνητε Ὀδυσσεῦ, δόξα μεγάλη τῶν Ἑλλήνων, πῶς ἐλάβετε τούτους τοὺς ἵππους· εἰσελθόντες εἰς τὸν στρατὸν τῶν Τρῴων; ἢ θεός τις συναντήσας ὑμῖν παρέσχετο; λίαν ἐοίκασι ταῖς τοῦ ἡλίου ἀκτῖσι. ἀεὶ μὲν τοῖς Τρῳσὶν ἐπιμίγνυμαι, καὶ ἀντεμβάλλω, οὐδέ τι οἶμαι μένειν παρὰ ταῖς ναυσί, καίπερ ὢν γέρον μαχητής· ἀλλ᾽ οὔπω τοιούτους ἵππους ἐθεασάμην, οὐδὲ ἤκουσα. ἀλλά τινα θεὸν οἴομαι συναντήσαντα ἐπιδοῦναι ὑμῖν· ἀμφοτέρους γὰρ ὑμᾶς φιλεῖ ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς, καὶ ἡ θυγάτηρ τοῦ τὴν αἰγίδα φοροῦντος Διὸς ἡ εὐόφθαλμος Ἀθηνᾶ. | 540 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ πολύβουλος Ὀδυσσεύς· ὦ Νέστορ υἱὲ τοῦ Νηλέως, δόξα μεγάλη τῶν Ἑλλήνων, εὐκόλως θεός γε βουλόμενος καὶ κρείσσονας, ἢ οὗτοί εἰσιν, ἵππους χαρίσαιτο· ἐπειδὴ πολλῷ κρείττονές εἰσιν. οἱ ἵπποι δὲ οὗτοι, ὦ γέρον, οὓς ἐρωτᾷς, Θρᾴκιοί εἰσι νεωστὶ ἐλθόντες, τὸν βασιλέα δ᾽ αὐτῶν ὁ γενναῖος Διομήδης ἀπέκτεινε, παρ' αὐτῷ δὲ καὶ δώδεκα φίλους πάντας ἀρίστους, τρισκαιδέκατον δὲ τὸν κατάσκοπον ἀπεκτείναμεν ἐγγὺς τῶν νεῶν, ὃν δὴ κατάσκοπον εἶναι τοῦ ἡμετέρου στρατοῦ ἔπεμψεν ὁ Ἕκτωρ, καὶ οἱ ἄλλοι περιφανεῖς καὶ λαμπροὶ Τρῷες. | 554 |
οὕτως εἰπὼν διὰ τῆς τάφρου ἤλασε τοὺς μονώνυχας ἵππους, χαίρων τε καὶ γελῶν· ὁμοῦ δὲ καὶ οἱ ἄλλοι Ἕλληνες σὺν χαρᾷ ἐπορεύοντο· ἡνίκα δὲ οὗτοι ἀφίκοντο εἰς τὴν σκηνὴν τὴν καλῶς κατεσκευασμένην τοῦ υἱοῦ τοῦ Τυδέως, τοὺς μὲν ἵππους ἔδησαν λώροις τμηθεῖσι καλῶς, ἐπὶ τῇ ἱππικῇ φάτνῃ, ὅπου οἱ ἵπποι τοῦ Διομήδους οἱ ταχύποδες ἵσταντο, ἡδὺν σῖτον ἐσθίοντες. ἐν τῇ πρύμνῃ δὲ τῆς νεὼς τὰ ᾑμαγμένα ὅπλα τοῦ Δόλωνος ἔθηκεν ὁ Ὀδυσσεύς, ἕως ἂν ἑτοιμάσαιντο, καὶ ἀναθεῖεν ἱερεῖα τῇ Ἀθηνᾷ. αὐτοὶ δὲ εἰς θάλασσαν ἀποβάντες ἀπένιπτον τὸν πολὺν ἱδρῶτα τὸν ἀμφὶ τὰς κνήμας, καὶ τὸν τράχηλον, καὶ τοὺς μηρούς. ἐπεὶ δὲ αὐτοῖς τὸ κῦμα τῆς θαλάσσης τὸν πολὺν ἱδρῶτα ἀπένιψεν ἀπὸ τοῦ σώματος, καὶ ἀνεκτήσατο τὴν ἀγαπητὴν ψυχήν· εἰς τὰ λουτρὰ δὴ τὰ καλῶς ἐξεσμένα καὶ κατεσκευασμένα εἰσελθόντες ἐλούσαντο· οὗτοι δὲ λουσάμενοι καὶ ἀλειψάμενοι ἐλαίῳ λιπαρῷ, εἰς δεῖπνον ἐκάθισαν· ἀπὸ κρατῆρος δὲ πλήρους καὶ γέμοντος ἀπαντλήσαντες καὶ ἐκχέαντες, ἔσπενδον τῇ Ἀθηνᾷ ἥδιστον οἶνον. | 564 |