Vasile Stancu

Practice reading: The Iliad


Listen and follow

Cuprins Cuprins



Book 1, 1-52

Verses 1-7
Listen:
μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος001
οὐλομένην, ἣ μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκε,002
πολλὰς δ᾽ ἰφθίμους ψυχὰς Ἄιδι προΐαψεν003
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν004
οἰωνοῖσί τε πᾶσι, Διὸς δ᾽ ἐτελείετο βουλή,005
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε006
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.007


Verses 8-21
Listen:
τίς τ᾽ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;008
Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς009
νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,010
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα011
Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν012
λυσόμενός τε θύγατρα φέρων τ᾽ ἀπερείσι᾽ ἄποινα,013
στέμματ᾽ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος014
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,015
Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·016
"Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐυκνήμιδες Ἀχαιοί,017
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ' ἔχοντες018
ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ' οἴκαδ' ἱκέσθαι·019
παῖδα δ' ἐμοὶ λῦσαί τε φίλην, τὰ τ' ἄποινα δέχεσθαι020
ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα."021


Verses 22-32
Listen:
ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ022
αἰδεῖσθαί θ' ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·023
ἀλλ' οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,024
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλεν·025
"μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω026
ἢ νῦν δηθύνοντ' ἢ ὕστερον αὖτις ἰόντα,027
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο.028
τὴν δ' ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν029
ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ, τηλόθι πάτρης,030
ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν.031
ἀλλ' ἴθι μή μ' ἐρέθιζε, σαώτερος ὥς κε νέηαι."032


Verses 33-42
Listen:
ὣς ἔφατ', ἔδεισεν δ' ὃ γέρων καὶ ἐπείθετο μύθῳ.033
βῆ δ' ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης.034
πολλὰ δ' ἔπειτ' ἀπάνευθε κιὼν ἠρᾶθ' ὃ γεραιὸς035
Ἀπόλλωνι ἄνακτι, τὸν ἠύκομος τέκε Λητώ·036
κλῦθί μευ, ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβηκας037
Κίλλάν τε ζαθέην, Τενέδοιό τε ἶφι ἀνάσσεις,038
Σμινθεῦ, εἴ ποτέ τοι χαρίεντ' ἐπὶ νηὸν ἔρεψα,039
ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί' ἔκηα040
ταύρων ἠδ' αἰγῶν, τόδε μοι κρήηνον ἐέλδωρ·041
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.042

Verses 43-52
Listen:
ὧς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων,043
βῆ δὲ κατ' Οὐλύμποιο καρήνων χωόμενος κῆρ,044
τόξ' ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην.045
ἔκλαγξαν δ' ἄρ' ὀιστοὶ ἐπ' ὤμων χωομένοιο,046
αὐτοῦ κινηθέντος· ὃ δ' ἤιε νυκτὶ ἐοικώς.047
ἕζετ' ἔπειτ' ἀπάνευθε νεῶν, μετὰ δ' ἰὸν ἕηκεν·048
δεινὴ δὲ κλαγγὴ γένετ' ἀργυρέοιο βιοῖο.049
οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,050
αὐτὰρ ἔπειτ' αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς051
βάλλ'· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.052