Reading Homer with word accent

Iliad 1.1-7


μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος001
οὐλομένην, ἣ μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκε,002
πολλὰς δ᾽ ἰφθίμους ψυχὰς Ἄιδι προΐαψεν003
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν004
οἰωνοῖσί τε πᾶσι, Διὸς δ᾽ ἐτελείετο βουλή,005
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε006
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.007

Iliad 3.250-258


ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι250
Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων251
ἐς πεδίον καταβῆναι ἵν' ὅρκια πιστὰ τάμητε·252
αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηίφιλος Μενέλαος253
μακρῇς ἐγχείῃσι μαχήσοντ' ἀμφὶ γυναικί·254
τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ' ἕποιτο·255
οἳ δ' ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες256
ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται257
Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιίδα καλλιγύναικα.258